Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Πανταχοῦ μὲν καὶ ἐπὶ πάντων, ὡς εἰπεῖν, τῶν θείων διηγημάτων κατώτεροι τῶν πραγμάτων οἱ λόγοι καὶ ἀσθενέστεραι αἱ λέξεις τῶν ὑποθέσεων, ἐξαιρέτως δὲ ἐπὶ τῶν τῷ μακαρίῳ Πόθεν σὺ ἔρχῃ;
Βλέπε τοῦ θεοῦ τὴν σοφίαν, βλέπε τοῦ διαβόλου τὴν πανουργίαν. Ὁ μὲν θεὸς ᾔδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου ἦλθε, βούλεται δὲ ὁ θεὸς ἰδεῖν, εἰ εὐγνωμόνως ὁμολογεῖ τὴν ἧτταν.
Πόθεν σὺ παραγέγονας;
Ὁ διάβολος κρύψας τὴν ἧτταν – ᾐσχύνετο γάρ – τῇ αὐτῇ κέχρηται φωνῇ τῇ πρώτῃ·
Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ’ οὐρανόν πάρειμι.
. Εἰς τοῦτο γὰρ ἐξῆλθες; τοῦτο ᾔτησας; οὐ σὺ εἶπας
Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου;
Ὃ κρύπτεις, ἐγὼ γνωρίζω. Ἐρωτᾷ γὰρ ὁ θεὸς πολλάκις, οὐχ ἵνα μάθῃ, ἀλλ’ ἵνα τῶν ἐρωτωμένων γυμνάσῃ τὴν πρόθεσιν, εἰ εὐγνωμόνως ὁμολογοῦσιν.
Ποῦ Ἄβελ ὁ ἀδελφός σου;
ποῦ Ἄβελ ὁ ἀδελφός σου;
οὐκ οἶδα· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμί;
καὶ ὅτε ἐδοκίμασε τὴν πρόθεσιν, τότε ἤλεγξε τὴν ἀνοσιουργίαν λέγων
φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς
, οὕτως, ἐὰν ἐρωτήσας ἴδῃ ἀγνωμονοῦντα, ἐλέγχει κακουργοῦντα. Καὶ νῦν ἐπειδὴ ἐρωτῶν τὸν διάβολον οὐ μανθάνει παρ’ αὐτοῦ τὴν ἧτταν, ἣν ὑπέστη, αὐτὸς στηλιτεύει αὐτοῦ τὴν ἧτταν καὶ ἀνυμνεῖ τοῦ δικαίου τὴν νίκην.
Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου
Ἐνταῦθα πρόσεχε ἀκριβῶς, παρακαλῶ, καὶ μὴ παρέρχου τὰ ῥήματα τῶν θείων γραφῶν. Ἐν τῇ πρώτῃ μαρτυρίᾳ οὐδαμοῦ ἐλέχθη τὸ
ἄκακος
, ἀλλ’ ἐν τῇ δευτέρᾳ. Ἐν τῇ πρώτῃ ὁ θεός·
Προσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ θεράποντός μου
Τὸ
ἄκακος
ἐκεῖ οὐ προσέθηκε· μετὰ δὲ τὴν νίκην καὶ τὸν ἀγῶνα προστίθησιν αὐτῷ ὥσπερ στέφανον τὴν εὐφημίαν συνᾴδουσαν αὐτοῦ τοῖς ἀγωνίσμασιν. Ἐπειδὴ γὰρ μυρία πάσχων, ἀκάκως ἤνεγκε τὴν συμφοράν, μὴ βλασφημήσας κατὰ τοῦ δεσπότου, ἀλλ’ ἀγαθότητι κρίνας τὰ πάντα καὶ εἰρηκώς·
Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
Ἐπειδὴ ἀκακίας ἦν τὸ ῥῆμα, ἀκακίας αὐτοῦ πλέκει τὸν στέφανον, ὅτι
οὐκ ἔστι τῶν κατ’ αὐτὸν ἄνθρωπος ἄκακος.
Σὺ δὲ διὰ τί εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς;
, ἀντὶ τοῦ μάτην αὐτοῦ τῇ περιουσίᾳ ἐφθόνησας; Εἶπες προφάσει τῶν χρημάτων εὐσεβεῖν τὸν ἄνδρα· ἐγυμνώθη τῶν κτημάτων καὶ οὐκ ἐγυμνώθη τῆς ἀληθείας. Σὺ οὖν, διάβολε, εἶπες ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. Οὐκ ἀπορεῖ ἡ κακία τῆς ἑαυτῆς πονηρίας. Εὑρίσκει πάλιν ὑπόνοιαν ἄλλην δυναμένην σβέσαι τοῦ ἐναρέτου τὴν ἀνδρείαν. Λέγει οὖν τῷ θεῷ·
Δέρμα ὑπὲρ δέρματος καὶ πάντα, ὅσα ἔχει ἄνθρωπος, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ.
Οὐδέν φησι μέγα, εἰ ἀπώλεσε κτήματα· ἡδέως πάντων κατεφρόνησεν, ἵνα ἑαυτὸν σώσῃ. Ἀλλ’ εἰ βούλει δοκιμάσαι αὐτὸν
τῶν σαρκῶν αὐτοῦ ἅψαι· ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει
. Τὸ
εὐλογήσει
ἀντὶ τοῦ καταράσεται. Ἡ γὰρ γραφὴ τῇ εὐφημίᾳ τὴν δυσφημίαν ἐκάλυψε.
Καὶ διὰ τί ταῦτα γέγραπται; Ἵνα σὺ ὁ πιστὸς μάθῃς, ὅτε τῶν ἀλλοτρίων κακῶν διηγῇ τὰ αἰσχρά, καλύπτειν αὐτὰ τῇ σεμνότητι τῶν λέξεων. Μὴ σεμνύνου αἰσχρὰ πράττων, ἀλλὰ σεμνύνου, ὅταν τῶν αἰσχρῶν διαφύγῃς τὴν ὁμιλίαν.
Πᾶν ῥῆμα αἰσχρὸν μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν.
Ἐξῆλθε δὲ ὁ διάβολος ἀπὸ προσώπου κυρίου, καὶ ἔπαισε τὸν
Ὅλον αὐτοῦ τὸ σῶμα ἓν τραῦμα ἐποίησεν, ἕνα
Ἔπαισεν αὐτὸν ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς
, ἵνα ὅλος δι’ ὅλου τῶν μελῶν στεφανίτης ἀναδειχθῇ. Εἶτα ἐπειδὴ τὸν οὕτω δυσπραγήσαντα τῷ σώματι τόπος ἐντείχιος οὐκ ἐδέχετο, ἀλλὰ πᾶσα ἡ οἰκία ἐξωθεῖτο τοῦτον ὡς λελωβημένον. Οὐ γὰρ ἦν τι ἕτερον τὸ τραῦμα τοῦ Ὧν δὲ εἰσφέρεται ζῴων τὸ αἷμα εἰς τὰ ἅγια, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς.
τὸν ἐγείροντα ἀπὸ γῆς πτωχόν καὶ ἀπὸ κοπρίας ἀνιστάντα τὸν πένητα
. Ἔβλεπεν, ἀδελφοί, τὸ σῶμα διαρρέον, τὴν δὲ ψυχὴν ἐστηριγμένην, ἔβλεπε τὸ σῶμα σκώληκας φέρον, τὴν δὲ ψυχὴν εὐσέβειαν ἀποτίκτουσαν, ἔβλεπε τὸ γήϊνον σκεῦος φθειρόμενον καὶ
Ὅσον ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσωθεν ἀνακαινίζεται ἡμέραν καθ’ ἡμέραν.
Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνῳ σκεύει.
Ἐκάθητο ἐπὶ κοπρίας ὁ πολλοὺς ἀπὸ κοπρίας ἐγείρας· ἔλαβεν ὄστρακον, ἵνα τὸν ἰχῶρα ξέσῃ· τῷ νεκρῷ πηλῷ τὸν ζῶντα πηλὸν ἔξεεν.
Ἤμην δὲ ἐν αὐτοῖς ὡς βασιλεὺς ἐν μονοζώνοις.
Καὶ ἐκάθισάν
Αἱ μὲν γὰρ μέτριαι συμφοραὶ δέχονται παραμυθίαν, τὰ δὲ μεγέθη τῶν συμφορῶν τῇ σιωπῇ τιμᾶται. Ἔστι γάρ, ἀδελφοί, ὅτε νικᾷ παραμυθίαν τὸ πάθος· καὶ ὥσπερ τὰ νοσήματα ἐν ἀκμῇ πᾶσαν θεραπείαν ἀποπέμπεται, οὕτω καὶ τὰ πάθη ἐν τῇ ἀκμῇ τῶν συμφορῶν πᾶσαν νουθεσίαν ἐκβάλλει. Ἐσιώπησαν τῇ σιωπῇ κοινωνοῦντες τῷ πάθει. Καὶ τί ποιεῖ; Ἐπειδὴ ἐκείνους ἐνίκησεν ἡ συμφορὰ καὶ οὐδεὶς ἐτόλμησε ῥῆξαι φωνὴν παραμυθίας, πρῶτος ἄρχεται τῶν λόγων Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη εἴη σκότος.
Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννή
Οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα κρινόμενον καὶ δικαζόμενον;
Ἐπικατάρατος ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην.
Ταῦτα δὲ πάντα ἐκτραγῳδοῦσιν οἱ ἅγιοι, ἵνα σὺ μετὰ ταῦτα μάθῃς, ὅτι οὐ τρυφῶντες διῆλθον τὸν βίον, ἀλλὰ μυρία κακὰ ὑπομείναντες τοὺς ἀγῶνας διεξῆλθον.
Οἴμοι, ὦ μῆτερ, ὡς τίνα με ἔτεκες;
Κύριε, σὺ εἶπας, ὅτι εὕρηκας χάριν παρ’ ἐμοί, καὶ οἶδά σε παρὰ πάντας· καὶ εἰ εὕρηκα χάριν ἐνώπιόν σου, ἄφελε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ· οὐ δύναμαι γὰρ φέρειν τὸ βάρος τοῦ λαοῦ τούτου.
Μικρὸν καὶ λιθοβολήσουσί με.
Μὴ ἐγὼ αὐτοὺς ὠδίνησα; μὴ ἐγὼ αὐτοὺς ἔτεκον· ὅτι λέγεις μοι· Βάστασον αὐτοὺς ὃν τρόπον βαστάζει ἡ τιθηνοῦσα τὸν παῖδα; Οὐ δύναμαι φέρειν τοῦ λαοῦ τὰ ἐλαττώματα.
Ὅμως καὶ ἀποδυρόμενος καὶ πενθῶν ὡς ἄνθρωπος οὐκ ἐβλασφήμησε ὡς ἄθεος, ἀλλ’ ἐδείκνυε τὰ πάθη τῆς φύσεως ὑπ’ αὐτῶν τῶν παθῶν ἐλεγχόμενος. Οὕτω δὲ ὁμοίως τῶν προφητῶν ἕκαστος ἀποδύρεται.
Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίας ἀνθρώπων;
Ἵνα τί μοι ἔδειξας κόπους καὶ πόνους; Ἐνώπιόν μου γέγονε κρίσις καὶ ὁ κριτὴς λαμβάνει καὶ διὰ τοῦτο ἐξέρχεται τὸ κρῖμα διεστραμμένον.
Ὁ ἄρχων αἰτεῖ
καὶ ὁ κριτὴς λαμβάνει καὶ ἐξουδενεῖται ὁ νόμος.
Οὕτω πάντες ἔπασχον οἱ δίκαιοι καὶ ἀπεδυσπέτουν πρὸς τὴν δυσκολίαν τοῦ κόσμου. Ἀλλὰ μὴ ταῦτα λαβὼν ἐκλάβῃς εἰς συμφωνίαν τῆς σῆς προαιρέσεως· μὴ εἴπῃς·
Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται.
ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι
. Μὴ τοίνυν τὰ πρὸ τῆς χάριτος ἐκλάβῃς εἰς ἀκολουθίαν τῆς χάριτος. Εἴρηται γὰρ ἡμῖν ταῦτα, ἵνα μάθῃς ἐκ τῶν πόνων τὴν ἐλπίδα. Οὕτω καὶ ὁ Πότε ἀληθινοὶ πρόρριζοι ἀπώλοντο;
Ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ἵνα τί με ἔθου κατεντευκτήν σου;
Τίς δώσει κριτὴν ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ
πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου
, ὅτι οὕτω με ἔκρινας; Φοβερὸν τὸ ῥῆμα, ἀλλ’ ἀπ’ ἀκακίας. Προλαβὼν γὰρ
οὐκ ἔστι κατ’ αὐτὸν ἄκακος
Ἔτι δὲ ἔχεται ἀκακίας·
ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν
Οὐκ ἀπεποιησάμην κρῖμα θεράποντός μου καὶ θεραπαινίδος μου κρινομένων αὐτῶν πρός με. Δώσω ἀπόκρισιν τῷ θεῷ. Μὴ οὐχὶ ὡς ἐγὼ ἐπλάσθη;
Ἡμεῖς δέ, ἀδελφοί, οὐ τοιοῦτοι. Θαυμάζεις τὸν δίκαιον; Σαυτοῦ καταγίνωσκε. Ὅτι πολλάκις ἐάν τις ἐγκαλῇ, οὐ λέγω δούλῳ, ἀλλ’ ὀλίγον ὑποβεβηκότι, ἐὰν ἀποκρίνηται τὰ δίκαια, ὡς ἀναισχυντοῦντα καὶ τολμῶντα ἐξ ἰσοτιμίας φθέγξασθαι ἐπιστομίζει. Ὅλως φησὶ καὶ τολμᾷς ἐξ ἰσοτιμίας φθέγξασθαι; ἀπαιτεῖς τὸ δίκαιον; Δέχου τὴν δικαίαν ἰσηγορίαν. Ἐγκαλεῖ ὁ ὑπερΤί ἀλαζονεύεται γῆ καὶ σποδός;
λαίλαπος καὶ νεφῶν
. Φαίνεται Ἀνάστηθι καὶ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.
ἀνάστηθι
, ὡς ὅταν λέγῃ τῇ Ἱερουσαλήμ·
Ἀνάστηθι, Ἱερουσαλήμ, ἡ πιοῦσα τὸ ποτήριον τοῦ θυμοῦ μου. Περίζωσαι ὡς ἀνὴρ τὴν ὀσφύν σου.
Ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι.
Οὐκ εἶπε·
Οἴει ἄλλως σοι κεχρηματικέναι με, ἢ ἵνα ἀναφανῇς δίκαιος;
Νομίζεις, φησί, δι’ ἄλλο τι τὴν συμφορὰν ἐπήγαγον ταύτην ἢ ἵνα δίκαιόν σε ἀναφαίνω; Καὶ βλέπε τῇ ἀκριβείᾳ τῶν τοιούτων ῥημάτων προσέχων. Οὐκ εἶπεν·
Οἴει με ἄλλως σοι κεχρηματικέναι, ἢ ἵνα ἀναφανῇς δίκαιος;
Ἐμοὶ μὲν γάρ φησι καὶ πρὸ τῶν ἀγώνων ἦσθα γνώριμος, τῷ δὲ κόσμῳ διὰ τῆς συμφορᾶς γνωρίζῃ, τῷ κόσμῳ διὰ τῆς πάλης κηρύττῃ. Διὰ τοῦτό σοι ἐχρημάτισα, οὐχ ἵνα βλάψω, ἀλλ’ ἵνα στέψω, οὐχ ἵνα καταισχύνω, ἀλλ’ ἵνα λαμπρύνω. Πλὴν ἐπειδὴ διὰ τὴν ἀκακίαν ἐξῆλθες τῶν μέτρων τῆς φύσεως, συνέγνων σου τῇ ἀκεραιότητι. Κἂν γάρ τις ἀπὸ ἀκακίας ἁμάρτῃ, ὁ θεὸς διορθοῦται τὰ ἀπὸ ἀκακίας γινόμενα. Ἐπειδὴ ὅλως ἐκάλεσας θεὸν εἰς κρίσιν, εἰπέ μοι, ποίαν ἔχων πρὸς ἐμὲ ὁμοτιμίαν ἐκάλεσάς με;
Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν;
Σύγχρονος ἐγένου τοῦ ποιητοῦ, ἵνα καλέσῃς αὐτὸν εἰς κρίσιν; Ὁ μὲν πρὸ τῶν αἰώνων, σὺ δὲ μετὰ πολλοὺς αἰῶνας. Ὅτε ἔπλαττον τὴν γῆν, οὐ παρῆς, ὅτε τὴν θάλατταν, οὐ παρῆς, ἢ ὅσα τοιαῦτα, οὐ παρῆς. Πᾶσα ἡ κτίσις ἐγένετο, καὶ σὺ οὐδαμοῦ ἦσθα. Τὸν οὖν ἀρχαιότερον τῶν αἰώνων, τὸν κτίστην τῆς δημιουργίας εἰς κρίσιν ἐκάλεσας; Ὅτε ἔτεινα σπαρτίον ἐπὶ τῆς γῆς, ὅτε τοὺς στύλους αὐτῆς ἥδρασα, ὅτε μετήγαγον ἐκ κοιλίας μητρὸς αὐτῆς, ὅτε ἐτίκτετο ἡ θάλασσα, ποῦ ἦς; ὅτε αὐτὴν ἐσκέπασα νεφέλῃ, ὁμίχλῃ δὲ αὐτὴν περιέβαλον, ποῦ ἦς; Καθάπτεται αὐτοῦ ὡς ἀναξίως φθεγξαμένου,
Κύριε, ἀκοῇ μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὁ ὀφθαλμός μου εἶδέ σε καὶ ἐξουδένησα ἐμαυτόν· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.
Ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
Βλέπε, πῶς ἀνακαλεῖται τὸ σφάλμα ὁ καλῶς τὴν μέμψιν δεξάμενος.
Ἅπαξ ἐλάλησα·
καὶ τοῦτο ἀπὸ ἀκακίας, οὐκ ἀπὸ πονηρίας·
Ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
Τίς γάρ εἰμι ἐγὼ κρινόμενος ἐναντίον κυρίου; Ἃ μὴ προέγνω ὁ Οὐχί, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου.
Ὃς ἀφῆκε πατέρα ἢ μητέρα ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει.
Ἵνα τί οὐκ ἐλαλήσατε ὀρθὰ κατὰ τοῦ θεράποντός μου
Καὶ νῦν, εἰ μὴ διὰ τὸν δοῦλόν μου