Noted are references to a biblical book, chapter, verse, sc. LXX:Gn:1:1; also possible: LXX:Gn:1:1-3 for a sequence of verses or LXX:Gn:1:1.3 for two verses not following each other.
The following abbreviations are used: Gn, Ex, Lv, Num, Dt, Jos, Judg, Rt, 1Sa, 2Sa, 1Ko, 2Ko, 1Chr, 2Chr, 3Esr, Esr, Est, Jdt, Tob, 1Mak, 2Mak, 3Mak, 4Mak, Ps, Oden, Prov, Eccl, Song, Job, Wis, Sir, PsSal, Hos, Am, Mi, Joel, Ob, Jon, Nah, Hab, Zeph, Hag, Sach, Mal, Is, Jr, Bar, Lam, EpistJer, Hes, Sus, Dn, Bel; Mt, Mk, Lk, Jn, Act, Rom, 1Cor, 2Cor, Gal, Eph, Phil, Col, 1Th, 2Th, 1Tim, 2Tim, Tt, Phm, Heb, Jak, 1P, 2P, 1Jn, 2Jn, 3Jn, Jud, Rev.
Noted are references to a biblical book and chapter, sc. LXX:Gn:1; also possible: LXX:Gn:1-3 for a sequence of chapters or LXX:Gn:1.3 for two chapters not following each other.
Noted are references to a biblical book, sc. LXX:Gn.
Bibelzitate sind ausgezeichnet und nach den oben angeführten Grundsätzen nachgewiesen.
Personen sind ausgezeichnet. Biblische Personen sind mit den IDs der TIPNR - Tyndale Individualised Proper Names with all References-Liste, alle übrigen Personen mit den IDs der GND referenziert.
Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.
Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern
Καινὸν ὡς ἀληθῶς καὶ μέγιστον εὐσεβείας θέατρον ἡ τῶν τριῶν παίδων συνεστήσατο χορεία, ἐν Εἰς μνημόσυνον
Ὅθεν εἰ καὶ ἐν τοῖς παλαιοτάτοις χρόνοις ἐτελειώθη τὸ μαρτύριον, ἀλλ’ εἰς πάντα τὸν αἰῶνα τῆς ὑπομονῆς ᾄδεται τὸ στρατήγημα. Οἴδαμεν διὰ τῶν ἀναγνωσμάτων τὰ πράγματα, οἴδαμεν διὰ τῆς μνήμης τὴν ἱστορίαν, οἴδαμεν ὡς ἐν εἰκόνι τῷ λόγῳ καὶ τοῦ τυράννου τὴν παρανομίαν, καὶ τῶν ἁγίων
Εἰ μὴ ὅτι κύριος ἦν ἐν ἡμῖν, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς.
Χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον.
Ἀλλ’ οὔτε τῷ ῥεύματι κατεποντίσθησαν, οὔτε τοῖς βρόχοις ἑάλωσαν, ἀλλὰ καλῶς δραμόντες εἰς εὐσέβειαν, καὶ ὑψηλῷ τῷ πτερῷ τῆς πίστεως κεχρημένοι διεσώζοντο, κατὰ τὸν παροιμιαστήν·
Ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος.
. Καὶ μονονουχὶ τὰ τοῦ διαβόλου δίκτυα κατὰ πάσης ἡπλωμένα τῆς ἀνθρωπότητος ὁρῶντες, τὴν εὐσεβῆ φωνὴν ἐδευτέρουν κατὰ τοῦ ὑμνογράφου λέγοντες·
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί.
Καὶ οὐκ ἀπέβλεψαν εἰς τὴν ἑαυτῶν βραχύτητα οἱ τρεῖς αἰχμάλωτοι, καὶ ὑπὸ τοσούτων ἐλαυνόμενοι, ἀλλ’ ᾔδεισαν ἀκριβῶς, ὅτι καὶ ὁ βραχύτατος τῆς εὐσεβείας σπινθὴρ ἱκανός ἐστιν ἅπασαν τὴν ἀσέβειαν καταφλέξαι καὶ ἀφανίσαι. Διὰ τοῦτο καίτοι τρεῖς ὄντες ἀλλήλοις ἐστερεοῦντο καὶ συνεσφίγγοντο. Ἤιδεισαν γάρ, ὅτι
στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
Ἐμέμνηντο τοῦ πατριάρχου πλατεῖα καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εὑρίσκοντες αὐτήν·
πρὸς ἑαυτοὺς δὲ πάλιν βλέποντες καὶ τὴν κάμινον, ἐμέμνηντο καὶ τῆς σοφίας ὧδέ που λεγούσης, ὅτι
ὥσπερ δοκιμάζεται ἐν καμίνῳ χρυσός, οὕτως ἐκλέγεται καρδίας ὁ θεός.
Διὰ τοῦτο οὔτε σάλπιγξ αὐτοὺς τὸ πολεμικὸν ἠχοῦσα μέλος ἐφόβησεν, οὔτε λύρα τὰς ἀκοὰς θέλγουσα τοὺς τόνους τῆς εὐσεβείας διέλυσεν, οὔτε μὴν ἡ λοιπὴ πᾶσα συμφωνία τῆς μουσικῆς τὴν καλὴν καὶ ἐναρμόνιον τῆς εὐσεβείας συμφωνίαν διέλυσεν, ἀλλ’ ἀντέστησαν τῇ καλῇ συμφωνίᾳ
τὴν καλὴν ὁμολογίαν
. Ὁ δὲ κακόφρων ἐκεῖνος καὶ δυσσεβὴς τύραννος, ὡς προηγγέλθησαν οἱ περὶ τὸν Ἀνανίαν ἀπειθοῦντες τῷ
Εἰ ἀληθῶς,
Ἐνόμισε σχῆμα εἶναι τὴν εὐσέβειαν, καὶ ἐρωτᾷ εἰ ἀληθῶς βασιλικοῖς προστάγμασιν ἀντιπίπτειν τολμῶσιν οἱ τὴν εὐσέβειαν ἐπαγγελλόμενοι· ἔμελλε δὲ παρ’ αὐτῆς τῆς πείρας διδάσκεσθαι, ὅτι οἱ τοῦ θεοῦ ἄνθρωποι οὐ μόνον τοῦ τυράννου τὰς ἀπειλὰς διαπτύουσιν, ἀλλὰ καὶ αὐτοῦ τοῦ πυρὸς τὴν ἀκμὴν τῇ δυνάμει τῆς εὐσεβείας καταπατήσουσι.
Νῦν οὖν ὡς ἂν ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι χρυσῇ, ᾗ ἔστησα.
Καλῶς ἡρμήνευσε τὴν τῶν δαιμόνων προσκύνησιν,
Πεσόντες προσκυνεῖτε
. Ἀμήχανον τοὺς δαίμονας προσκυνοῦντας μὴ πεσεῖν μὲν εἰς ὄλεθρον, ἐκπεσεῖν δὲ τῆς ἀληθείας.
Ἐὰν δὲ μή
Πάντως εἰ κάμινός ἐστι, δῆλον ὅτι πῦρ ἐστιν· εἰ δὲ πῦρ ἐστιν, δῆλον καὶ καιομένη· ἀλλὰ μεγαλύνει καὶ πλατύνει τὴν ἀπειλήν, ἵνα κάμψῃ τὴν γνώμην τῆς εὐσεβείας·
Αὐτῇ τῇ ὥρᾳ ἐμβληθήσεσθε εἰς τὴν κάμινον τοῦ πυρὸς τὴν καιομένην.
Καὶ φορητὰ μὲν μέχρι τούτου τὰ τῆς ἀλαζονείας. Ὅρα δὲ τί μετὰ ταῦτα προστίθησι·
Καὶ τίς ἐστι θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
Ἄλλος οὗτος Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Εὔκαιρον ἐπὶ τούτου μνησθῆναι
Τί ἀλαζονεύεται γῆ καὶ σποδός;
Τίς ἐστι θεός, ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;
Οἱ δὲ τρισμακάριοι παῖδες τούτων ἀκούσαντες οὐκ ἐξανέστησαν ἐν τῇ βλασφημίᾳ· σύντροφοι γὰρ ἦσαν καὶ αὐτοὶ τῆς θεοῦ μακροθυμίας· ἀλλὰ πρὸς τὰ τῆς ἀπιστίας ῥήματα πίστεως φωνὴν ἀναλαβόντες ἀντεφθέγγοντο τῷ τυράννῳ, νόμῳ τὴν ἀνομίαν ἐκλύοντες, καὶ ἐλευθερίᾳ δικαιοσύνης τὴν ἀπειλὴν τῆς ἀδικίας ἐκνικῶντες·
Γνωστόν σοι ἔστω, βασιλεῦ,
Παῦσαι τῆς ἀνοίας, ἄνθρωπε· αἰδέσθητι τὴν ἐφύβριστον τῆς εἰκόνος προσκύνησιν. Εἰ γὰρ σὺ τὴν εἰκόνα ἔστησας, πῶς προσκυνεῖς οἷς ἐποίησας; τίνες τίνων ὀφείλουσιν εἶναι δημιουργοί, ἄνθρωποι θεοῦ ἢ θεὸς ἀνθρώπων; Εἰ γὰρ ἀληθῶς θεοί, αὐτοῖς ἁρμόττει τὸ τῆς δημιουργίας ἀξίωμα· ἀλλ’ ὅπερ πολλάκις ἔφθημεν εἰπόντες, εἰ τέχνη μὴ προσῆν τοῖς ἀνθρώποις, τοῖς θεοῖς σου οὐ λατρεύομεν καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστησας, οὐ προσκυνοῦμεν·
ἀλλ’ ἔστιν ὁ θεὸς ἐν οὐρανῷ, ὃς ἐξελεῖται ἡμᾶς ἐκ τῶν χειρῶν σου. Εἶτα ἵνα μὴ δόξωσιν ἢ τὸν θεὸν πειράζειν ἢ ἐλπίδι τοῦ ῥυσθήσεσθαι καταθαρρεῖν τοῦ πυρός, εὐθέως ἐπάγουσι· Καὶ ἐὰν μή, τουτέστι, κἂν μὴ ῥύσηται, ἀλλὰ συγχωρήσῃ κατακαῦσαι τὰ σώματα ἡμῶν τῷ πυρί, οὐδὲ οὕτως ἀφιστάμεθα τῆς εὐσεβείας· οὐ γὰρ ἐπὶ μισθῷ θεοσεβοῦμεν, ἀλλ’ εὐγνωμόνως τὴν ἀλήθειαν ὁμολογοῦμεν.
Τὰ
Διὸ
Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου·
Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς ὁ θεός.
Φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός.
Κεκοίμιστο μὲν τὸ πῦρ ἔνδον ἠρεμοῦν, οἱ δὲ ἅγιοι παῖδες ἐχόρευον, μονονουχὶ τῆς ἐπαγγελίας ἐκείνης ἀπολαύοντες, ἣν
κἂν διαβαίνῃς
Ἀναγκαῖον δὲ μηδ’ ἐκεῖνο παραλιπεῖν ἀνεξέταστον, τίνος ἕνεκεν μὴ πᾶσαν ὁμοίως ἐμήνυσαν τὴν κτίσιν, ἀλλὰ κατὰ μέρος ἐξέθεντο τὴν δημιουργίαν. Ἤρκει γοῦν εἰπεῖν ὅσον εἰς ἀλήθειαν·
Εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν θεόν.
ἀλλ’ ἐπειδὴ ἐν χώρᾳ τῶν ἀσεβῶν τὸ μέγα τοῦτο θέατρον τῆς εὐσεβείας συνεκροτεῖτο, ἔδει παιδευθῆναι τοὺς Εὐλογεῖτε, ἄγγελοι κυρίου, τὸν κύριον.
Προσεκυνήθη ἥλιος καὶ σελήνη καὶ πᾶς ὁ τῶν ἀστέρων χορός. Διὰ τοῦτο καὶ τούτους παραλαμβάνουσιν εἰς τὴν τῶν ὕμνων προσκύνησιν.
Εὐλογεῖτε
Εἶτα μετὰ ταῦτα·
Πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον
. Τί οὖν βούλεται τὸ
Πᾶς ὄμβρος καὶ δρόσος καὶ πάντα τὰ πνεύματα,
καλὸν ἂν εἴη σκοπῆσαι. Γίνονται πολλάκις ἀνομβρίαι καὶ πνευμάτων βίαι ἄκαιροι· φιλοῦσι δὲ ἀεὶ οἱ τοῦ ψεύδους εὑρεταὶ καὶ τῇ ματαιότητι χαίροντες ὕλῃ τινὶ καὶ κακίᾳ ἀταξίας πάντα ἐπιγράφειν, οὐκ εἰδότες ὅτι οὐδὲν ἀδέσποτον, οὐδὲ ματαίως γεγενημένον, ἀλλ’ ὅτι ταῦτα πάντα οἰκονομεῖ ὁ θεός, καὶ πρὸς παιδείαν ἀνθρώπων καὶ πρὸς ἀποφυγὴν ἀσεβείας. Ἡ μὲν γὰρ εὐταξία τῶν ποιημάτων τὸν δημιουργὸν εἴωθε κηρύττειν, ἡ δὲ ἀταξία τὴν προσκύνησιν τῶν κτισμάτων ἀπαιτεῖ. Εἰ γὰρ ἦν θεῖόν τι καὶ σεβάσμιον ὁ ὄμβρος, ἢ τὰ πνεύματα, οὐκ ἂν ἠτάκτουν· τὸ γὰρ θεῖον ἀταξίαν οὐκ ἐπιδέχεται. Διὰ τοῦτο λέγουσι·
Πᾶς ὄμβρος καὶ δρόσος καὶ πάντα τὰ πνεύματα τὸν κύριον.
Προσεκυνήθησαν καὶ ὄμβροι καὶ ἄνεμοι, οἱ μὲν ὡς τροφεῖς, οἱ δὲ ὡς γεωργοὶ τῆς γῆς τῶν καρπῶν· προσεκυνήθη δὲ ἡ γῆ, καὶ οἱ ταύτης καρποὶ διαφόροις δαίμοσι προσεκληρώθησαν, τὴν μὲν ἄμπελον εἰπόντες δῶρον Εὐλογεῖτε, πάντα τὰ φυόμενα ἐν τῇ γῇ, τὸν κύριον.
Αὐτὸς γάρ ἐστι πάντων τῶν φυέντων καὶ τῶν φυομένων δημιουργὸς καὶ δεσπότης. Εἶτα μετὰ τοῦτο
ὄρη καὶ βουνοί
. Ἆρ’ οὖν ἐκτός εἰσι τὰ ὄρη καὶ οἱ βουνοί; Οὐδαμῶς. Ἀλλ’ ἐπειδὴ ἐν τοῖς βουνοῖς τὰ τῶν δαιμόνων μιαρὰ κατεσκεύαστο κἀκεῖ τὰ ἀγάλματα προσεκυνεῖτο, διὰ τοῦτό φησιν·
Εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον.
Ἀλλ’ ὅμως μνημονεύσας τῶν βουνῶν, μέμνηται καὶ τῶν πηγῶν καὶ ποταμῶν καὶ θαλάσσης. Καὶ γὰρ καὶ αὐταὶ ἐθεοποιήθησαν· καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τὰ κτήνη
· Οὐδὲ γὰρ ταῦτα θεοποιίας ἐκτός. Καὶ γὰρ ἀετὸς προσεκυνεῖτο, καὶ ἱέραξ· καὶ τὰ θηρία καὶ τὰ κτήνη καὶ τῇ τῶν θεῶν προσηγορίᾳ τετιμήκασιν Εὐλογεῖτε,
Τελευταῖον τάσσεται τὸ ἀνθρώπινον γένος, οὐ κατὰ τὴν ἀξίαν, ἀλλὰ διὰ τὴν δημιουργίαν.
Εὐλογεῖτε,
Ὅπερ ἦν τῶν ἐπὶ τῆς γῆς ἀνθρώπων ἐξαίρετον γένος, τοῦτο τοίνυν παράγει καὶ τὸ τηνικαῦτα ἐν τῷ ἔθνει πολλὰς ἐκτίθεται διαφοράς καὶ παράγει τοὺς ἱερέας τοῦ κυρίου εἰς ἔλεγχον τῶν ἱερέων τῶν ψευδωνύμων θεῶν. Εἶτά φησι·
Δοῦ
. Εἶτα ἵνα μὴ δόξωσιν οἱ προελθόντες ταύτης τῆς χορείας ἀλλότριοι εἶναι, μετὰ τῶν ζώντων αὐτοὺς ἀριθμοῦσι παρὰ τῷ Θεῷ, λέγοντες·
Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ τῶν δικαίων, τὸν κύριον·
εἶτα
ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν κύριον
. Διὰ τί
ὁ θεὸς ὑπερηφάνοις ἀντιτάττεται, τοῖς δὲ ταπεινοῖς χάριν δίδωσι,
τοὺς ἀλαζόνας ἔξω τῆς καμίνου κατέφλεγε,
Εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον·
ἵνα παιδεύωνται οἱ Εὐλογεῖτε,
Τίς ἦν χρεία τοσούτων ταγμάτων ἠριθμημένων τῷ τελευταίῳ αὐτοὺς ὀνόματι προστεθῆναι; αὐτοὶ γὰρ οὐκ ἦσαν ἐν τοῖς υἱοῖς Εὐλογεῖτε, δοῦλοι κυρίου, τὸν κύριον
; ἢ ὅτε
ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ,
οὐ ἐν τοῖς ὁσίοις ἠριθμημένοι; Τί οὖν βούλεται τὸ ἐκ προσεὐλογεῖτε,
; Ἀλλ’ ἐπειδὴ ὑπερφυὲς ἦν θαῦμα, ἐπειδὴ παρὰ φύσιν ἀνθρωπίνην – Ἐν σώματι γὰρ τὴν κάμινον εἰσελθόντες κατεπάτησαν. –, ἵνα μή τις τῶν πεπλανημένων διὰ τὸ ξένον τοῦ θαύματος θεοὺς αὐτοὺς προσειπεῖν τολμήσειε, καὶ προσκυνεῖν οὕτω μᾶλλον δικαίως, ἢ τὸ πῦρ, τοὺς τοῦ πυρὸς περιγεγονότας, ἵνα μηδὲν τοιοῦτο πάθωσιν οἱ βλέποντες, διὰ τοῦτο μηνύουσι τὴν ἑαυτῶν δουλείαν, καὶ ὁμολογοῦσι τὴν προσκύνησιν, λέγοντες·
Εὐλογεῖτε,
Λέγεται δέ, ὅτι τὸν
εἴη δ’ ἡμᾶς, εὐχαῖς καὶ πρεσβείαις τῶν μαρτυρησάντων, τὸν αὐτὸν ζῆλον ἀναλαβόντας, τῶν αὐτῶν ἐπαίνων ἀξιωθῆναι, καὶ τῆς αὐτῆς βασιλείας τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν