This file is encoded according to the guidelines of the Patristic Text Archive (PTA). See https://pta.bbaw.de/project/encoding-guidelines and https://doi.org/10.5281/zenodo.3737666.
Biblical quotations are partially annotated and not referenced. References follow the scheme declared above.
Other references are partially annotated and not referenced. References to texts in the PTA follow the scheme declared above (pta), references to texts available in the Perseus Digital Library follow the scheme declared above (perseus). If the referenced text is not available in either repository, the reference for the referenced text is given in the attribute @source in the form “Authorabbrev_Workabbrev_Location”; ancient Greek authors should be referenced according to the lists of H. G. Liddell/R. Scott/H. S. Jones, A Greek - English Lexicon, Oxford 1968 (9th edition) and G. W. H. Lampe, A Patristic Greek Lexicon, Oxford 1987 (3rd edition), for Latin ones the abbreviations of the Thesaurus Linguae Latinae (cf. Index librorum scriptorum inscriptionum ex quibus exempla afferuntur) should be used, with dots in the abbreviations deleted without replacement.
Persons are partially annotated and not referenced with IDs according to the TIPNR - Tyndale Individualised Proper Names with all References list for biblical persons and IDs of PTA persons index for all other persons.
Groups of persons and organisations are partially annotated and not referenced with IDs according to the IDs of PTA groups index for all other groups.
Places are partially annotated and not referenced with Pleiades Gazetteer IDs.
Μακαρίῳ πάπα καὶ ἐπισκόπῳ ἡμῶν
Ἡ πίστις ἡμῶν ἡ ἐκ προγόνων, ἣν καὶ ἀπὸ σοῦ μεμαθήκαμεν, μακάριε πάπα, ἔστιν αὕτη. οἴδαμεν ἕνα θεόν, μόνον ἀγέννητον, μόνον ἀΐδιον, μόνον ἄναρχον, μόνον ἀληθινόν, μόνον ἀθανασίαν ἔχοντα, μόνον σοφόν, μόνον ἀγαθόν, μόνον δυνάστην, πάντων κριτήν, διοικητήν, οἰκονόμον, ἄτρεπτον καὶ ἀναλλοίωτον, δίκαιον καὶ ἀγαθόν, νόμου καὶ προφητῶν καὶ καινῆς διαθήκης θεόν, γεννήσαντα υἱὸν μονογενῆ πρὸ χρόνων αἰωνίων, δι’ οὗ καὶ τοὺς αἰῶνας καὶ τὰ ὅλα πεποίηκε, γεννήσαντα δὲ οὐ δοκήσει, ἀλλὰ ἀληθείᾳ, ὑποστήσαντα ἰδίῳ θελήματι, ἄτρεπτον καὶ ἀναλλοίωτον, κτίσμα τοῦ θεοῦ τέλειον, ἀλλ ̓ οὐχ ὡς ἓν τῶν κτισμάτων, γέννημα, ἀλλ’ οὐχ ὡς ἓν τῶν γεγεννημένων,
οὐδ’ ὡς
οὐ γὰρ ὁ πατὴρ δοὺς αὐτῷ πάντων τὴν κληρονομίαν ἐστέρησεν ἑαυτὸν ὧν ἀγεννήτως ἔχει ἔν ἑαυτῷ· πηγὴ γάρ ἐστιν πάντων. ὥστε τρεῖς εἰσιν ὑποστάσεις. καὶ ὁ μὲν θεὸς αἴτιος τῶν πάντων τυγχάνων ἐστὶν ἄναρχος μονώτατος, ὁ δὲ υἱὸς ἀχρόνως γεννηθεὶς ὑπὸ τοῦ πατρὸς καὶ πρὸ αἰώνων κτισθεὶς καὶ θεμελιωθεὶς οὐκ ἦν πρὸ τοῦ γεννηθῆναι, ἀλλ’ ἀχρόνως πρὸ πάντων γεννηθείς, μόνος ὑπὸ τοῦ πατρὸς ὑπέστη. οὐδὲ γάρ ἐστιν ἀΐδιος ἢ συναΐδιος ἢ συναγέννητος τῷ πατρί, οὐδὲ ἅμα τῷ πατρὶ τὸ εἶναι ἔχει, ὥς τινες λέγουσι τὰ πρός τι, δύο ἀγεννήτους ἀρχὰς εἰσηγούμενοι. ἀλλ’ ὡς μονὰς καὶ ἀρχὴ πάντων, οὕτως ὁ θεὸς πρὸ πάντων ἐστί. διὸ καὶ πρὸ τοῦ υἱοῦ ἐστιν, ὡς καὶ παρὰ σοῦ μεμαθήκαμεν κατὰ μέσην τὴν ἐκκλησίαν κηρύξαντος.
Καθὸ οὖν παρὰ τοῦ θεοῦ τὸ εἶναι ἔχει καὶ τὰς δόξας καὶ τὸ ζῆν καὶ τὰ πάντα αὐτῷ παρεδόθη, κατὰ τοῦτο ἀρχὴ αὐτοῦ ἐστιν ὁ θεός. ἄρχει γὰρ αὐτοῦ ὡς θεὸς αὐτοῦ καὶ πρὸ αὐτοῦ ὤν. εἰ δὲ τὸ »ἐξ αὐτοῦ« καὶ τὸ »ἐκ γαστρός« καὶ τὸ »ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἧκω« ὡς μέρος αὐτοῦ ὁμοουσίου καὶ ὡς προβολὴ ὑπό τινων νοεῖται, σύνθετος ἔσται ὁ πατὴρ καὶ διαιρετὸς καὶ τρεπτὸς καὶ σῶμα κατ’ αὐτοὺς καὶ τὸ ὅσον ἐπ’ αὐτοῖς τὰ ἀκόλουθα σώματι πάσχων ὁ ἀσώματος θεός.
Ερρῶσθαί σε ἐν κυρίῳ εὔχομαι, μακάριε πάπα. ὃν κατέστησαν εἰς .