Dok. 2: Briefe des Alexander von Alexandrien (Urk. 4) Annette von Stockhausen Conversion to CTS-compliant PTA TEI. Arbeitsstelle Athanasius Werke, FAU Erlangen-Nürnberg Patristic Text Archive Available under a Creative Commons Attribution 4.0 International License 2018 pta0100.pta002 Critical edition (without critical apparatus) Athanasius Werke. Band 3 / 1. Teil: Urkunden zur Geschichte des arianischen Streites. Lieferung 1-2 Hans-Georg Opitz Berlin/Leipzig 6–11 1934-1935

Angaben zur Handhabung von Großschreibung, ν-ephelkystikon, σ: οὕτως, Iota subscriptum/adscriptum, Trema, Enklitika, Apostroph/Elisionen, Zahlzeichen, Worttrennung, nomina sacra.

Angaben zur Normalisierung der Interpunktion: Setzung von Punkt, Komma, Semikolon, Fragezeichen, Gedankenstrichen und Klammern

Text Type Classification by "Computational Historical Semantics
placeName missing Genre missing Tagged places and persons Updated file to comply with version 1.2 of TEI-PTA-Schema Converted to PTA/CapiTainS
Urkunde 4a. Alexander von Alexandrien an seinen Klerus

Ἀλέξανδρος πρεσβυτέροις καὶ διακόνοις Ἀλεξανδρείας καὶ Μαρεώτου, παρὼν παροῦσιν, ἀγαπητοῖς ἀδελφοῖς ἐν κυρίῳ χαίρειν.

Εἰ καὶ φθάσαντες ὑπεγράψατε οἷς ἐπέστειλα τοῖς περὶ Ἄρειον προτρέπων αὐτοῖς ἀρνήσασθαι μὲν τὴν ἀσέβειαν πεισθῆναι δὲ τῇ ὑγιαινούσῃ καὶ καθολικῇ πίστει, καὶ ἐδείξατε ἑαυτῶν ὀρθὴν τὴν προαίρεσιν καὶ τὴν ἐν τοῖς δόγμασι συμφωνίαν τῆς καθολικῆς ἐκκλησίας, ὅμως ἐπειδὴ καὶ πρὸς τοὺς ἁπανταχοῦ συλλειτουργοὺς ἐπέστειλα περὶ τῶν περὶ Ἄρειον, ἀναγκαῖον ἡγησάμην ὑμᾶς μὲν τοὺς τῆς πόλεως κληρικοὺς συναγαγεῖν, ὑμᾶς δὲ τοὺς ἀπὸ τοῦ Μαρεώτου μεταπέμψασθαι.

μάλιστα ὅτι καὶ ἀφ’ ὑμῶν Χάρης καὶ Πιστὸς πρεσβύτεροι, καὶ Σαραπίων καὶ Παράμμων καὶ Ζώσιμος καὶ Εἰρηναῖος διάκονοι ἐπηκολούθησαν τοῖς περὶ Ἄρειον καὶ ἠγάπησαν σὺν αὐτοῖς καθαιρεθῆναι· ἵνα καὶ τὰ νῦν γραφόμενα γνῶτε τήν τε ἐν τούτοις συμφωνίαν ἑαυτῶν ἐπιδείξησθε καὶ τῇ καθαιρέσει τῶν περὶ Ἄρειον καὶ τῶν περὶ Πιστὸν σύμψηφοι γένησθε.

πρέπει γὰρ τὰ παρ’ ἐμοῦ γραφόμενα γινώσκειν ὑμᾶς καὶ ἕκαστον ὥς παρ ̓ αὐτοῦ γραφόμενα ἐν τῇ καρδίᾳ κατέχειν.

Urkunde 4b. Brief Alexanders von Alexandrien an alle Bischöfe

Τοῖς ἀγαπητοῖς καὶ τιμιωτάτοις συλλειτουργοῖς τοῖς ἁπανταχοῦ τῆς καθολικῆς ἐκκλησίας Ἀλέξανδρος ἐν κυρίῳ χαίρειν.

Ἑνὸς σώματος ὄντος τῆς καθολικῆς ἐκκλησίας ἐντολῆς τε οὔσης ἐν ταῖς θείαις γραφαῖς τηρεῖν τὸν σύνδεσμον τῆς ὁμονοίας καὶ εἰρήνης ἀκόλουθόν ἐστι γράφειν ἡμᾶς καὶ σημαίνειν ἀλλήλοις τὰ παρ’ ἑκάστου γινόμενα, ἵνα εἴτε πάσχει εἴτε χαίρει ἓν μέλος ἢ συμπάσχωμεν ἢ συγχαίρωμεν ἀλλήλοις.

ἐν τῇ ἡμετέρᾳ τοίνυν παροικίᾳ ἐξῆλθον νῦν ἄνδρες παράνομοι καὶ χριστομάχοι διδάσκοντες ἀποστασίαν, ἣν εἰκότως ἄν τις πρόδρομον τοῦ ἀντιχρίστου ὑπονοήσειε καὶ καλέσειεν.

καὶ ἐβουλόμην μὲν σιωπῇ παραδοῦναι τὸ τοιοῦτον, ὅπως ἐν τοῖς προστάταις μόνοις ἀναλωθῇ τὸ κακὸν καὶ μὴ εἰς ἑτέρους τόπους διαβὰν τὸ τοιοῦτον ῥυπώσῃ τινῶν ἀκεραίων τὰς ἀκοάς. ἐπειδὴ δὲ Εὐσέβιος ὁ νῦν ἐν τῇ Νικομηδείᾳ νομίσας ἐπ’ αὐτῷ κεῖσθαι τὰ τῆς ἐκκλησίας, ὅτι καταλείψας τὴν Βηρυτὸν καὶ ἐποφθαλμίσας τῇ ἐκκλησίᾳ Νικομηδέων καὶ οὐκ ἐκδεδίκηται κατ’ αὐτοῦ, προίσταται καὶ τούτων τῶν ἀποστατῶν καὶ γράφειν ἐπεχείρησε πανταχοῦ συνιστῶν αὐτούς, ὅπως ὑποσύρῃ τινὰς ἀγνοοῦντας εἰς τὴν αἰσχίστην ταύτην καὶ χριστομάχον αἵρεσιν, ἀνάγκην ἔσχον εἰδὼς τὸ ἐν τῷ νόμῳ γεγραμμένον μηκέτι μὲν σιωπῆσαι, ἀναγγεῖλαι δὲ πᾶσιν ὑμῖν, ἵνα γινώσκητε τούς τε ἀποστάτας γενομένους καὶ τὰ τῆς αἱρέσεως αὐτῶν δύστηνα ῥήματα καί, ἐὰν γράφῃ Εὐσέβιος, μὴ προσέχητε.

παλαιὰν γὰρ αὐτοῦ κακόνοιαν τὴν χρόνῳ σιωπηθεῖσαν νῦν διὰ τούτων ἀνανεῶσαι βουλόμενος σχηματίσεται μὲν ὡς ὑπὲρ τούτων γράφειν, ἔργῳ δὲ δείκνυσιν, ὅτι ὑπὲρ ἑαυτοῦ σπουδάζων τοῦτο ποιεῖ.

Οἱ μὲν οὖν ἀποστάται γενόμενοί εἰσιν Ἄρειος καὶ Ἀχιλεὺς καὶ Ἀειθαλῆς καὶ Καρπώνης καὶ ἕτερος Ἄρειος καὶ Σαρμάτης οἱ ποτὲ πρεσβύτεροι· καὶ Εὐζώϊος καὶ Λούκιος καὶ Ἰούλιος καὶ Μηνᾶς καὶ Ἑλλάδιος καὶ Γάϊος οἱ ποτὲ διάκονοι· καὶ σὺν αὐτοῖς Σεκοῦνδος καὶ Θεωνᾶς οἱ ποτὲ λεχθέντες ἐπίσκοποι.

ποῖα δὲ παρὰ τὰς γραφὰς ἐφευρόντες λαλοῦσιν, ἔστι ταῦτα·

Οὐκ ἀεὶ ὁ θεὸς πατὴρ ἦν, ἀλλ’ ἦν ὅτε ὁ θεὸς πατὴρ οὐκ ἦν. οὐκ ἀεὶ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ’ ἐξ οὐκ ὄντων γέγονεν. ὁ γὰρ ὢν θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε. διὸ καὶ ἦν ποτε ὅτε οὐκ ἦν. κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ υἱός, οὔτε δὲ ὅμοιος κατ’ οὐσίαν τῷ πατρί ἐστιν οὔτε ἀληθινὸς καὶ φύσει τοῦ πατρὸς λόγος ἐστὶν οὔτε ἀληθινὴ σοφία αὐτοῦ ἐστιν, ἀλλ’ εἷς μὲν τῶν ποιημάτων καὶ γενητῶν ἐστι, καταχρηστικῶς δὲ λέγεται λόγος καὶ σοφία, γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ θεοῦ λόγῳ καὶ τῇ ἐν τῷ θεῷ σοφίᾳ ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ θεός.

διὸ καὶ τρεπτός ἐστι καὶ ἀλλοιωτὸς τὴν φύσιν ὡς καὶ πάντα τὰ λογικά. ξένος τε καὶ ἀλλότριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ λόγος τῆς τοῦ θεοῦ οὐσίας καὶ ἀόρατός ἐστιν ὁ πατὴρ τῷ υἱῷ. οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ λόγος τὸν πατέρα, οὔτε τελείως ὁρᾶν αὐτὸν δύναται. καὶ γὰρ καὶ ἑαυτοῦ τὴν οὐσίαν οὐκ οἶδεν ὁ υἱὸς ὡς ἔστι.

δι’ ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι’ αὐτοῦ ὡς δι’ ὀργάνου κτίσῃ ὁ θεός, καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ὁ θεὸς ἠθέλησε ποιῆσαι.

ἠρώτησε γοῦν τις αὐτούς, εἰ δύναται ὁ τοῦ θεοῦ λόγος τραπῆναι ὡς ὁ διάβολος ἐτράπη, καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, ὅτι ναὶ δύναται· τρεπτῆς γὰρ φύσεώς ἐστι γενητὸς καὶ κτιστὸς ὑπάρχων.

Ταῦτα λέγοντας τοὺς περὶ Ἄρειον καὶ ἐπὶ τούτοις ἀναισχυντοῦντας αὐτούς τε καὶ τοὺς συνακολουθήσαντας αὐτοῖς ἡμεῖς μὲν μετὰ τῶν κατ’ Αἴγυπτον καὶ τὰς Λιβύας ἐπισκόπων ἐγγὺς ἑκατὸν ὄντων συνελθόντες ἀνεθεματίσαμεν. οἱ δὲ περὶ Εὐσέβιον προσεδέξαντο σπουδάζοντες ἐγκαταμῖξαι τὸ ψεῦδος τῇ ἀληθείᾳ καὶ τῇ εὐσεβείᾳ τὴν ἀσέβειαν. ἀλλ’ οὐκ ἰσχύσουσι· νικᾷ γὰρ ἡ ἀλήθεια καὶ οὐδεμία ἐστὶ κοινωνία φωτὶ πρὸς σκότος, οὐδὲ συμφώνησις Χριστοῦ πρὸς Βελίαρ.

τίς γὰρ ἤκουσε πώποτε τοιαῦτα; ἢ τίς νῦν ἀκούων οὐ ξενίζεται καὶ τὰς ἀκοὰς βύει ὑπὲρ τοῦ μὴ τὸν ῥύπον τούτων τῶν ῥημάτων ψαῦσαι τῆς ἀκοῆς; τίς ἀκούων Ἰωάννου λέγοντος, »ὲν ἀρχῇ ἦν ὁ λόγος«, οὐ καταγινώσκει τούτων λεγόντων, ἦν ποτε ὅτε οὐκ ἦν, ἢ τίς ἀκούων ἐν τῷ εὐαγγελίῳ »μονογενὴς υἱός«, καὶ »δι ̓ αὐτοῦ ἐγένετο πάντα«, οὐ μισήσει τούτους φθεγγομένους, ὅτι εἷς ἐστιν τῶν ποιημάτων; πῶς γὰρ δύναται εἷς εἶναι τῶν δι’ αὐτοῦ γενομένων, ἢ πῶς μονογενὴς ὁ τοῖς πᾶσι κατ’ ἐκείνους συναριθμούμενος; πῶς δὲ ἐξ οὐκ ὄντων ἂν εἴη τοῦ πατρὸς λέγοντος »ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν« καὶ »ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε«;

ἢ πῶς ἀνόμοιος τῇ οὐσίᾳ τοῦ πατρὸς ὁ ὢν εἰκὼν τελεία καὶ ἀπαύγασμα τοῦ πατρὸς καὶ λέγων »ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα«; πῶς δέ, εἰ λόγος καὶ σοφία ἐστὶ τοῦ θεοῦ ὁ υἱός, ἦν ποτε ὅτε οὐκ ἦν; ἴσον γάρ ἐστι αὐτοὺς λέγειν ἄλογον καὶ ἄσοφόν ποτε τὸν θεόν.

Πῶς δὲ τρεπτὸς καὶ ἀλλοιωτὸς ὁ λέγων δι’ ἑαυτοῦ μὲν »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ« καὶ »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν«, διὰ δὲ τοῦ προφήτου »ἴδετέ με ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι«; εἰ γὰρ καὶ ἐπ ̓ αὐτόν τις τὸν πατέρα δύναται τὸ ῥητὸν ἀναφέρειν, ἀλλὰ ἁρμοδιώτερον ἂν εἴη περὶ τοῦ λόγου νῦν λεγόμενον, ὅτι καὶ γενόμενος ἄνθρωπος οὐκ ἠλλοίωται, ἀλλ’ ὡς εἶπεν ὁ ἀπόστολος· »Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας«. τίς δὲ ἄρα εἰπεῖν αὐτοὺς ἔπεισεν, ὅτι δι’ ἡμᾶς γέγονε καίτοι τοῦ Παύλου γράφοντος »δι’ ὃν τὰ πάντα, καὶ δι’ οὗ τὰ πάντα«.

περὶ γὰρ τοῦ βλασφημεῖν αὐτούς, ὅτι οὐκ οἶδεν τελείως ὁ υἱὸς τὸν πατέρα, οὐ δεῖ θαυμάζειν. ἅπαξ γὰρ προθέμενοι χριστομαχεῖν παρακρούονται καὶ τὰς φωνὰς αὐτοῦ λέγοντος »καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα«. εἰ μὲν οὖν ἐκ μέρους ὁ πατὴρ γινώσκει τὸν υἱόν, δῆλον ὅτι καὶ ὁ υἱὸς μὴ τελείως γινωσκέτω τὸν πατέρα. εἰ δὲ τοῦτο λέγειν οὐ θέμις, οἶδεν δὲ τελείως ὁ πατὴρ τὸν υἱόν, δῆλον ὅτι καθὼς γινώσκει ὁ πατὴρ τὸν ἑαυτοῦ λόγον, οὕτως καὶ ὁ λόγος γινώσκει τὸν ἑαυτοῦ πατέρα, οὗ καὶ ἔστι λόγος.

Ταῦτα λέγοντες καὶ ἀναπτύσσοντες τὰς θείας γραφὰς πολλάκις ἐνετρέψαμεν αὐτούς, καὶ πάλιν ὡς χαμαιλέοντες μετεβάλοντο φιλονεικοῦντες εἰς ἑαυτοὺς ἐφελκύσαι τὸ γεγραμμένον »ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ«. πολλαὶ γοῦν αἱρέσεις πρὸ αὐτῶν γεγόνασιν, αἵτινες πλέον τοῦ δέοντος τολμήσασαι πεπτώκασιν εἰς ἀφροσύνην. οὗτοι δὲ διὰ πάντων ἑαυτῶν τῶν ῥηματίων ἐπιχειρήσαντες τὰ εἰς ἀναίρεσιν τῆς τοῦ λόγου θεότητος ἐδικαίωσαν ἐξ ἑαυτῶν ἐκείνας ὡς ἐγγύτεροι τοῦ ἀντιχρίστου γενόμενοι. διὸ καὶ ἀπεκηρύχθησαν καὶ ἀνεθεματίσθησαν ἀπὸ τῆς ἐκκλησίας.

λυπούμεθα μὲν οὖν ἐπὶ τῇ ἀπωλείᾳ τούτων καὶ μάλιστα, ὅτι μαθόντες ποτὲ καὶ αὐτοὶ τὰ τῆς ἐκκλησίας νῦν ἀπεπήδησαν, οὐ ξενιζόμεθα δέ· τοῦτο γὰρ καὶ Ὑμέναιος καὶ Φίλητος πεπόνθασι καὶ πρὸ αὐτῶν Ἰούδας, ὃς ἀκολουθήσας τῷ σωτῆρι ὕστερον προδότης καὶ ἀποστάτης γέγονε.

Καὶ περὶ τούτων δὲ αὐτῶν οὐκ ἀδίδακτοι μεμενήκαμεν, ἀλλ’ ὁ μὲν κύριος προείρηκε »βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι καὶ ὁ καιρὸς ἤγγικε καὶ πολλοὺς πλανήσουσι. μὴ πορευθῆτε ὀπίσω αὐτῶν«. ὁ δὲ Παῦλος μαθὼν ταῦτα παρὰ τοῦ σωτῆρος ἔγραψεν »ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων ἀποστρεφομένων τὴν ἀλήθειαν«.

Τοῦ τοίνυν κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διά τε ἑαυτοῦ παραγγείλαντος καὶ διὰ τοῦ ἀποστόλου σημάναντος περὶ τῶν τοιούτων ἀκολούθως ἡμεῖς αὐτήκοοι τῆς ἀσεβείας αὐτῶν γενόμενοι ἀνεθεματίσαμεν, καθὰ προείπομεν, τοὺς τοιούτους ἀποδείξαντες αὐτοὺς ἀλλοτρίους τῆς καθολικῆς ἐκκλησίας τε καὶ πίστεως.

Ἐδηλώσαμεν δὲ καὶ τῇ ὑμετέρᾳ θεοσεβείᾳ, ἀγαπητοὶ καὶ τιμιώτατοι συλλειτουργοί, ἵνα μήτε τινὰς ἐξ αὐτῶν, εἰ προπετεύσαιντο πρὸς ὑμᾶς ἐλθεῖν, προσδέξησθε μήτε Εὐσεβίῳ ἢ ἑτέρῳ τινὶ γράφοντι περὶ αὐτῶν πεισθῆτε. πρέπει γὰρ ὑμᾶς Χριστιανοὺς ὄντας πάντας τοὺς κατὰ Χριστοῦ λέγοντάς τε καὶ φρονοῦντας ὡς θεομάχους καὶ φθορέας τῶν ψυχῶν ἀποστρέφεσθαι, καὶ μηδὲ κἂν χαίρειν τοῖς τοιούτοις λέγειν, ἵνα μήποτε καὶ ταῖς ἁμαρτίαις αὐτῶν κοινωνοὶ γενώμεθα, ὡς παρήγγειλεν ὁ μακάριος Ἰωάννης. προσείπατε τοὺς παρ’ ὑμῖν ἀδελφούς. ὑμᾶς οἱ σὺν ἐμοὶ προσαγορεύουσιν.

Ἀλεξανδρείας πρεσβύτεροι.

Κόλλουθος πρεσβύτερος σύμψηφός εἰμι τοῖς γεγραμμένοις καὶ τῇ καθαιρέσει Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἀσεβησάντων. Ἀλέξανδρος πρεσβύτερος ὁμοίως. Διόσκορος πρεσβύτερος ὁμοίως. Διονύσιος πρεσβύτερος ὁμοίως. Εὐσέβιος πρεσβύτερος ὁμοίως. Ἀλέξανδρος πρεσβύτερος ὁμοίως. Νειλαρᾶς πρεσβύτερος ὁμοίως. Ἁρποκρατίων πρεσβύτερος ὁμοίως. Ἀγαθὸς πρεσβύτερος. Νεμέσιος πρεσβύτερος. Λόγγος πρεσβύτερος. Σιλβανὸς πρεσβύτερος. Περώους πρεσβύτερος. Ἄπις πρεσβύτερος. Προτέριος πρεσβύτερος. Παῦλος πρεσβύτερος. Κῦρος πρεσβύτερος ὁμοίως.

Διάκονοι.

Ἀμμώνιος διάκονος ὁμοίως. Μακάριος διάκονος. Πιστὸς διάκονος ὁμοίως. Ἀθανάσιος διάκονος. Εὐμενὴς διάκονος. Ἀπολλώνιος διάκονος. Ὀλύμπιος διάκονος. φθόνιος διάκονος. Ἀθανάσιος διάκονος. Μακάριος διάκονος. Παῦλος διάκονος. Πέτρος διάκονος. Ἀμβυτιανὸς διάκονος. Γάϊος διάκονος ὁμοίως. Ἀλέξανδρος διάκονος. Διονύσιος διάκονος. Ἀγάθων διάκονος. Πολύβιος διάκονος ὁμοίως. Θεωνᾶς διάκονος. Μάρκος διάκονος. Κώμοδος. Σεραπίων διάκονος. Νεῖλος διάκονος. Ῥωμανὸς διάκονος ὁμοίως.

Μαρεώτου πρεσβύτεροι.

Ἀπολλώνιος πρεσβύτερος σύμψηφός εἰμι τοῖς γεγραμμένοις καὶ τῇ καθαιρέσει Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἀσεβησάντων. Ἰνγένιος πρεσβύτερος ὁμοίως. Ἀμμώνιος πρεσβύτερος. Διόσκορος πρεσβύτερος. Σωστρᾶς πρεσβύτερος. Θέων πρεσβύτερος. Τύραννος πρεσβύτερος. Κόπρης πρεσβύτερος. Ἀμμωνᾶς πρεσβύτερος. Ὡρίων πρεσβύτερος. Σερῆνος πρεσβύτερος. Δίδυμος πρεσβύτερος. Ἡρακλῆς πρεσβύτερος. Βόκκων πρεσβύτερος. Ἀγαθὸς πρεσβύτερος. Ἀχιλλᾶς πρεσβύτερος. Παῦλος πρεσβύτερος. Θαλέλαϊος πρεσβύτερος. Διονύσιος πρεσβύτερος ὁμοίως.

Διάκονοι.

Σαραπίων διάκονος ὁμοίως. Ἰοῦστος διάκονος ὁμοίως. Δίδυμος διάκονος. Δημήτριος διάκονος. Μαῦρος διάκονος. Ἀλέξανδρος διάκονος. Μάρκος διάκονος. Κόμων διάκονος. Τρύφων διάκονος. Ἀμμώνιος διάκονος. Δίδυμος διάκονος. Πτολλαρίων διάκονος. Σέρας διάκονος. Γάϊος διάκονος. Ἱέραξ διάκονος. Μάρκος διάκονος. Θεωνᾶς διάκονος. Σαρμάτων διάκονος. Κάρπων διάκονος. Ζώιλος διάκονος ὁμοίως.