τὰ τοῦ δράματος πρόσωπα
Ἀπόλλων
Θάνατος
Χορός
Θεράπαινα Ἀλκήστιδος
Ἄλκηστις
Ἄδμητος
Παῖς Ἀλκήστιδος
Ἡρακλῆς
Φέρης
Θεράπων
Ἀπόλλων
Ὦ δώματ’ Ἀδμήτειʼ, ἐν οἷς ἔτλην ἐγὼ
θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν.
Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος
Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα·
οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς
κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ
θνητῷ παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν.
ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένῳ,
καὶ τόνδ’ ἔσῳζον οἶκον ἐς τόδ’ ἡμέρας.
ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον
παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην,
Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶ
Ἄδμητον ᾅδην τὸν παραυτίκ’ ἐκφυγεῖν,
ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν.
πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους,
πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα,
οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελε
θανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος·
ἣ νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεται
ψυχορραγοῦσα· τῇδε γάρ σφ’ ἐν ἡμέρᾳ
θανεῖν πέπρωται καὶ μεταστῆναι βίου.
ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ,
λείπω μελάθρων τῶνδε φιλτάτην στέγην.
ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας,
ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους
μέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο,
φρουρῶν τόδ’ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών.
Θάνατος
ἆ ἆ·
τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς,
Φοῖβʼ; ἀδικεῖς αὖ τιμὰς ἐνέρων
ἀφοριζόμενος καὶ καταπαύων;
οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου
διακωλῦσαι, Μοίρας δολίῳ
σφήλαντι τέχνῃ; νῦν δ’ ἐπὶ τῇδ’ αὖ
χέρα τοξήρη φρουρεῖς ὁπλίσας,
ἣ τόδ’ ὑπέστη πόσιν ἐκλύσασ’
αὐτὴ προθανεῖν Πελίου παῖς.
Ἀπόλλων
θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω.
Θάνατος
τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις;
Ἀπόλλων
σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί.
Θάνατος
καὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν.
Ἀπόλλων
φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι.
Θάνατος
καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ;
Ἀπόλλων
ἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν σ’ ἀφειλόμην.
Θάνατος
πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός;
Ἀπόλλων
δάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα.
Θάνατος
κἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα.
Ἀπόλλων
λαβὼν ἴθʼ· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε.
Θάνατος
κτείνειν γ’ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα.
Ἀπόλλων
οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν.
Θάνατος
ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν.
Ἀπόλλων
ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι;
Θάνατος
οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει.
Ἀπόλλων
οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις.
Θάνατος
νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας.
Ἀπόλλων
κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται.
Θάνατος
πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης.
Ἀπόλλων
πῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν;
Θάνατος
ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν.
Ἀπόλλων
οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν;
Θάνατος
οὐ δῆτʼ· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους.
Ἀπόλλων
ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους.
Θάνατος
οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ.
Ἀπόλλων
ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν·
τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ,
Εὐρυσθέως πέμψαντος ἵππειον μέτα
ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων,
ὃς δὴ ξενωθεὶς τοῖσδ’ ἐν Ἀδμήτου δόμοις
βίᾳ γυναῖκα τήνδε σ’ ἐξαιρήσεται.
κοὔθ’ ἡ παρ’ ἡμῶν σοι γενήσεται χάρις
δράσεις θ’ ὁμοίως ταῦτʼ, ἀπεχθήσῃ τ’ ἐμοί.
Θάνατος
πόλλ’ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις·
ἡ δ’ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους.
στείχω δ’ ἐπ’ αὐτήν, ὡς κατάρξωμαι ξίφει·
ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν
ὅτου τόδ’ ἔγχος κρατὸς ἁγνίσῃ τρίχα.
Χορός
—τί ποθ’ ἡσυχία πρόσθεν μελάθρων;
—τί σεσίγηται δόμος Ἀδμήτου;
—ἀλλ’ οὐδὲ φίλων πέλας οὐδείς,
ὅστις ἂν εἴποι πότερον φθιμένην
βασίλεαν πενθεῖν χρή μʼ, ἢ ζῶσ’ ἔτι
φῶς τόδε λεύσσει Πελίου παῖς
Ἄλκηστις, ἐμοὶ πᾶσί τ’ ἀρίστη
δόξασα γυνὴ
πόσιν εἰς αὑτῆς γεγενῆσθαι.
Χορός
—κλύει τις ἢ στεναγμὸν ἢ
χειρῶν κτύπον κατὰ στέγας
ἢ γόον ὡς πεπραγμένων;
—οὐ μὰν οὐδέ τις ἀμφιπόλων στα-
τίζεται ἀμφὶ πύλας. εἰ
γὰρ μετακύμιος ἄτας,
ὦ Παιάν, φανείης.
Χορός
—οὔ τἂν φθιμένης γ’ ἐσιώπων.
—νέκυς ἤδη.
—οὐ δὴ φροῦδός γ’ ἐξ οἴκων.
—πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;
—πῶς ἂν ἔρημον τάφον Ἄδμητος
κεδνῆς ἂν ἔπραξε γυναικός;
Χορός
—πυλῶν πάροιθε δ’ οὐχ ὁρῶ
πηγαῖον ὡς νομίζεται
χέρνιβ’ ἐπὶ φθιτῶν πύλαις.
—χαίτα τ’ οὔτις ἐπὶ προθύροις το-
μαῖος, ἃ δὴ νεκύων πέν-
θει πίτνει· οὐ νεολαία
δουπεῖ χεὶρ γυναικῶν.
Χορός
—καὶ μὴν τόδε κύριον ἦμαρ . . .
—τί τόδ’ αὐδᾷς;
—ᾧ χρή σφε μολεῖν κατὰ γαίας.
—ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.
—χρὴ τῶν ἀγαθῶν διακναιομένων
πενθεῖν ὅστις
χρηστὸς ἀπ’ ἀρχῆς νενόμισται.
Χορός
—ἀλλ’ οὐδὲ ναυκληρίαν
ἔσθ’ ὅποι τις αἴας
στείλας, ἢ Λυκίαν
εἴτ’ ἐπὶ τὰς ἀνύδρους
Ἀμμωνιάδας ἕδρας,
δυστάνου παραλύσαι
ψυχάν· μόρος γὰρ ἀπότομος
πλάθει· θεῶν δ’ ἐπ’ ἐσχάραις
οὐκ ἔχω ἐπὶ τίνα
μηλοθύταν πορευθῶ.
Χορός
—μόνος δ’ ἄν, εἰ φῶς τόδ’ ἦν
ὄμμασιν δεδορκὼς
Φοίβου παῖς, προλιποῦσ’
ἦλθεν ἕδρας σκοτίους
Ἅιδα τε πύλας·
δμαθέντας γὰρ ἀνίστη,
πρὶν αὐτὸν εἷλε διόβολον
πλῆκτρον πυρὸς κεραυνίου.
νῦν δὲ τίν’ ἔτι βίου
ἐλπίδα προσδέχωμαι;
Χορός
—πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι,
πάντων δὲ θεῶν ἐπὶ βωμοῖς
αἱμόρραντοι θυσίαι πλήρεις·
οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν.
Χορός
ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται
δακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι;
πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει,
συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴ
εἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν.
Θεράπαινα
καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι.
Χορός
καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι;
Θεράπαινα
ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ.
Χορός
ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις.
Θεράπαινα
οὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ.
Χορός
ἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σῴζεσθαι βίον;
Θεράπαινα
πεπρωμένη γὰρ ἡμέρα βιάζεται.
Χορός
οὔκουν ἐπ’ αὐτῇ πράσσεται τὰ πρόσφορα;
Θεράπαινα
κόσμος γ’ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις.
Χορός
ἴστω νυν εὐκλεής γε κατθανουμένη
γυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίῳ, μακρῷ.
Θεράπαινα
πῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται;
τί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένην
γυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τις
πόσιν προτιμῶσ’ ἢ θέλουσ’ ὑπερθανεῖν;
καὶ ταῦτα μὲν δὴ πᾶσ’ ἐπίσταται πόλις·
ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων.
ἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίαν
ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα
ἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων
ἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο,
καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο·
Δέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός,
πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι,
τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίλην
σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν.
μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαι
θανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας
ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον.
πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους,
προσῆλθε κἀξέστεψε καὶ προσηύξατο,
πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην,
ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν
κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν.
κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος,
ἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε·
Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼ
κορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι,
χαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲ
μόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσιν
θνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται,
σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως.
κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον
ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι.
ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον,
στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων,
καὶ πολλὰ θαλάμων ἐξιοῦσ’ ἐπεστράφη
κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν.
παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι
ἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλας
ἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη.
πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας
δέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰν
προύτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς
ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν.
τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά.
καὶ κατθανών τἂν ὤλετʼ, ἐκφυγών δ’ ἔχει
τοσοῦτον ἄλγος, οὗ ποτ’—οὐ λελήσεται.
Χορός
ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς,
ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή;
Θεράπαινα
κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων,
καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα
ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ.
παρειμένη δέ, χειρὸς ἄθλιον βάρος
ὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτι
βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου
ὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον.
ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται.
ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν·
οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις,
ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι·
σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.
Χορός
— ἰὼ Ζεῦ, τίς ἂν πῶς πᾷ πόρος κακῶν
γένοιτο καὶ λύσις τύχας
ἃ πάρεστι κοιράνοις;
—αἰαῖ· εἶσί τις; ἢ τέμω τρίχα,
καὶ μέλανα στολμὸν πέπλων
ἀμφιβαλώμεθ’ ἤδη;
—δῆλα μέν, φίλοι, δῆλά γʼ, ἀλλ’ ὅμως
θεοῖσιν εὐχώμεσθα· θεῶν
γὰρ δύναμις μεγίστα.
—ὦναξ Παιάν,
ἔξευρε μηχανάν τιν’ Ἀδμήτῳ κακῶν.
—πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ
τοῦδ’ ἐφεῦρες, καὶ νῦν
λυτήριος ἐκ θανάτου γενοῦ,
φόνιον δ’ ἀπόπαυσον Ἅιδαν.
Χορός
— παπαῖ
ὦ παῖ Φέρητος, οἷ’ ἔπρα-
ξας δάμαρτος σᾶς στερείς.
—αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε,
καὶ πλέον ἢ βρόχῳ δέρην
οὐρανίῳ πελάσσαι;
τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν
γυναῖκα κατθανοῦσαν ἐν
ἄματι τῷδ’ ἐπόψῃ.
—ἰδοὺ ἰδού,
ἥδ’ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.
—βόασον ὦ, στέναξον, ὦ Φεραία
χθών, τὰν ἀρίσταν
γυναῖκα μαραινομέναν νόσῳ
κατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν.
Χορός
οὔποτε φήσω γάμον εὐφραίνειν
πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν
τεκμαιρόμενος καὶ τάσδε τύχας
λεύσσων βασιλέως, ὅστις ἀρίστης
ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον
τὸν ἔπειτα χρόνον βιοτεύσει.
Ἄλκηστις
Ἅλιε καὶ φάος ἁμέρας,
οὐράνιαί τε δῖναι νεφέλας δρομαίου.
Ἄδμητος
ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας,
οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῇ.
Ἄλκηστις
γαῖά τε καὶ μελάθρων στέγαι
νυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ.
Ἄδμητος
ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς·
λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.
Ἄλκηστις
ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ·
νεκύων δὲ πορθμεὺς
ἔχων χέρ’ ἐπὶ κοντῷ Χάρων
μ’ ἤδη καλεῖ· Τί μέλλεις;
ἐπείγου· σὺ κατείργεις. τάδε τοί με
σπερχόμενος ταχύνει.
Ἄδμητος
οἴμοι, πικράν γε τήνδε μοι ναυκληρίαν
ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.
Ἄλκηστις
ἄγει μ’ ἄγει τις· ἄγει μέ τις—οὐχ ὁρᾷς;—
νεκύων ἐς αὐλάν,
ὑπ’ ὀφρύσι κυαναυγέσι
βλέπων πτερωτός—αἵδας.
μέθες με· τί ῥέξεις; ἄφες.—οἵαν ὅδον ἁ δει-
λαιότατα προβαίνω.
Ἄδμητος
οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ
καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε.
Ἄλκηστις
μέθετε μέθετέ μ’ ἤδη.
κλίνατʼ, οὐ σθένω ποσίν·
πλησίον Ἅιδας.
σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει.
τέκνα, τέκνʼ, οὐκέτι δὴ
οὐκέτι μάτηρ σφῷν ἔστιν.
χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον.
Ἄδμητος
οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούω
καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον.
μὴ πρός σε θεῶν τλῇς με προδοῦναι,
μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς,
ἀλλ’ ἄνα, τόλμα·
σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην·
ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή·
σὴν γὰρ φιλίαν σεβόμεσθα.
Ἄλκηστις
Ἄδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει,
λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι.
ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς
ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν,
θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν,
ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον,
καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι.
οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου
σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην
ἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ.
καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν,
καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου,
καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν.
μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν
σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα.
κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον,
κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες
καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν
θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν.
εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν·
αἰτήσομαι γάρ σ’—ἀξίαν μὲν οὔποτε·
ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον—
δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς
οὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς·
τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων,
καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις,
ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳ
τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ.
μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ.
ἐχθρὰ γὰρ ἡ ʼπιοῦσα μητρυιὰ τέκνοις
τοῖς πρόσθʼ, ἐχίδνης οὐδὲν ἠπιωτέρα.
καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν,
ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν.
σὺ δʼ, ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς;
ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί;
μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόνα
ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους.
οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ
οὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον,
παροῦσʼ, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον.
δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριον
οὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν,
ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι.
χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι,
γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν,
ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι.
Χορός
θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι·
δράσει τάδʼ, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.
Ἄδμητος
ἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼ
καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴ
μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε
τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.
οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς
οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι
θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.
οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν,
ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι,
στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν
πατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι.
σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα
ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα
τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν;
παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας
στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους.
οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι
οὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖν
αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.
σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν
εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,
ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέρας
ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις
δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·
ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάρος
ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασι
φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους
κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον.
εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,
ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν
ὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν,
κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων
οὔθ’ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων
ἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.
ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μʼ, ὅταν θάνω,
καὶ δῶμ’ ἑτοίμαζʼ, ὡς συνοικήσουσά μοι.
ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις
σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας
πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε
σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.
Χορός
καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳ
λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.
Ἄλκηστις
ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατε
πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ
γυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ.
Ἄδμητος
καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε.
Ἄλκηστις
ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου.
Ἄδμητος
δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός.
Ἄλκηστις
σὺ νῦν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις.
Ἄδμητος
πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις.
Ἄλκηστις
ὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω.
Ἄδμητος
οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος;
Ἄλκηστις
χρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών.
Ἄδμητος
ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω.
Ἄλκηστις
ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν.
Ἄδμητος
ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς.
Ἄλκηστις
καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται.
Ἄδμητος
ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι.
Ἄλκηστις
ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ.
Ἄδμητος
ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν.
Ἄλκηστις
οὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα.
Ἄδμητος
βλέψον πρὸς αὐτοὺς βλέψον.
Ἄλκηστις
οὐδέν εἰμ’ ἔτι.
Ἄδμητος
τί δρᾷς; προλείπεις;
Ἄλκηστις
χαῖρʼ.
Ἄδμητος
ἀπωλόμην τάλας.
Χορός
βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή.
Παῖς
ἰώ μοι τύχας. μαῖα δὴ κάτω
βέβακεν, οὐκέτ’ ἔστιν, ὦ
πάτερ, ὑφ’ ἁλίῳ.
προλιποῦσα δ’ ἀμὸν
βίον ὠρφάνισσε τλάμων.
ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας.
ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω.
ἐγώ σ’ ἐγώ, μᾶτερ,
καλοῦμαί σ’ ὁ σὸς ποτὶ σοῖσι πίτ-
στόμασιν νεοσσός.
Ἄδμητος
τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼ
καὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα.
Παῖς
νέος ἐγώ, πάτερ, λείπομαι φίλας
μονόστολός τε ματρός· ὦ
σχέτλια δὴ παθὼν
ἐγὼ ἐργὰ . .,
σύ τέ μοι σύγκασι κούρα
συνέτλας· ὦ πάτερ,
ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρως
ἔβας τέλος σὺν τᾷδʼ·
ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ,
μᾶτερ, ὄλωλεν οἶκος.
Χορός
Ἄδμητʼ, ἀνάγκη τάσδε συμφορὰς φέρειν·
οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν
γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ
ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται.
Ἄδμητος
ἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδε
προσέπτατʼ· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι.
ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ,
πάρεστε καὶ μένοντες ἀντηχήσατε
παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ.
πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ
πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω
κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ·
τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκας
πώλους, σιδήρῳ τέμνετ’ αὐχένων φόβην.
αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύπος
ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας·
οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν
τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμʼ· ἀξία δέ μοι
τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη.
Χορός
ὦ Πελίου θύγατερ,
χαίρουσά μοι εἰν Ἀίδαο δόμοις
τὸν ἀνάλιον οἶκον οἰκετεύοις.
ἴστω δ’ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ’ ἐπὶ κώπᾳ
πηδαλίῳ τε γέρων
νεκροπομπὸς ἵζει,
πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίσταν
λίμναν Ἀχεροντίαν πορεύ-
σας ἐλάτᾳ δικώπῳ.
Χορός
πολλά σε μουσοπόλοι
μέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείαν
χέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις,
Σπάρτᾳ κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥρας
μηνός, ἀειρομένας
παννύχου σελάνας,
λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις.
τοίαν ἔλιπες θανοῦσα μολ-
πὰν μελέων ἀοιδοῖς.
Χορός
εἴθ’ ἐπ’ ἐμοὶ μὲν εἴη,
δυναίμαν δέ σε πέμψαι
φάος ἐξ Ἀίδα τεράμνων
καὶ Κωκυτοῖο ῥεέθρων
ποταμίᾳ νερτέρᾳ τε κώπᾳ.
σὺ γὰρ ὤ, μόνα, ὦ φίλα γυναικῶν,
σὺ τὸν αὑτᾶς
ἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαι
ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι
χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι
καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν ἔμοιγ’ ἂν εἴη
στυγηθεὶς τέκνοις τε τοῖς σοῖς.
Χορός
ματέρος οὐ θελούσας
πρὸ παιδὸς χθονὶ κρύψαι
δέμας, οὐδὲ πατρὸς γεραιοῦ,
ὃν ἔτεκον δʼ, οὐκ ἔτλαν ῥύεσθαι,
σχετλίω, πολιὰν ἔχοντε χαίταν.
σὺ δ’ ἐν ἥβᾳ
νέᾳ προθανοῦσα φωτὸς οἴχῃ.
τοιαύτας εἴη μοι κῦρσαι
συνδυάδος φιλίας ἀλόχου· τοῦτο γὰρ
ἐν βιότῳ σπάνιον μέρος· ἦ γὰρ ἂν ἔμοιγ’ ἄλυπος
δι’ αἰῶνος ἂν ξυνείη.
Ἡρακλῆς
ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός,
Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω;
Χορός
ἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις.
ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα
πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε.
Ἡρακλῆς
Τιρυνθίῳ πράσσω τιν’ Εὐρυσθεῖ πόνον.
Χορός
καὶ ποῖ πορεύῃ; τῷ προσέζευξαι πλάνῳ;
Ἡρακλῆς
Θρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα.
Χορός
πῶς οὖν δυνήσῃ; μῶν ἄπειρος εἶ ξένου;
Ἡρακλῆς
ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα.
Χορός
οὐκ ἔστιν ἵππων δεσπόσαι σ’ ἄνευ μάχης.
Ἡρακλῆς
ἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί.
Χορός
κτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς.
Ἡρακλῆς
οὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ.
Χορός
τί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις;
Ἡρακλῆς
πώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ.
Χορός
οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις.
Ἡρακλῆς
εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο.
Χορός
ἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις.
Ἡρακλῆς
θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις.
Χορός
φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας.
Ἡρακλῆς
τίνος δ’ ὁ θρέψας παῖς πατρὸς κομπάζεται;
Χορός
Ἄρεος, ζαχρύσου Θρῃκίας πέλτης ἄναξ.
Ἡρακλῆς
καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις·
σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται·
εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο
μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι,
αὖθις δὲ Κύκνῳ, τόνδε δ’ ἔρχομαι τρίτον
ἀγῶνα πώλοις δεσπότῃ τε συμβαλῶν.
ἀλλ’ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον
τρέσαντα χεῖρα πολεμίαν ποτ’ ὄψεται.
Χορός
καὶ μὴν ὅδ’ αὐτὸς τῆσδε κοίρανος χθονὸς
Ἄδμητος ἔξω δωμάτων πορεύεται.
Ἄδμητος
χαῖρʼ, ὦ Διὸς παῖ Περσέως τ’ ἀφ’ αἵματος.
Ἡρακλῆς
Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ.
Ἄδμητος
θέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα σ’ ἐξεπίσταμαι.
Ἡρακλῆς
τί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις;
Ἄδμητος
θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν.
Ἡρακλῆς
ἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός.
Ἄδμητος
ζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυσ’ ἐγώ.
Ἡρακλῆς
πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται.
Ἄδμητος
κἀκεῖνος ἔστι χἡ τεκοῦσά μʼ, Ἡράκλεις.
Ἡρακλῆς
οὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν;
Ἄδμητος
διπλοῦς ἐπ’ αὐτῇ μῦθος ἔστι μοι λέγειν.
Ἡρακλῆς
πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι;
Ἄδμητος
ἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δ’ ἐμέ.
Ἡρακλῆς
οὐδέν τι μᾶλλον οἶδʼ· ἄσημα γὰρ λέγεις.
Ἄδμητος
οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών;
Ἡρακλῆς
οἶδʼ, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην.
Ἄδμητος
πῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ᾔνεσεν τάδε;
Ἡρακλῆς
ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ.
Ἄδμητος
τέθνηχ’ ὁ μέλλων, κοὐκέτ’ ἔσθ’ ὁ κατθανών.
Ἡρακλῆς
χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται.
Ἄδμητος
σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ ἐγώ.
Ἡρακλῆς
τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών;
Ἄδμητος
γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα.
Ἡρακλῆς
ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις;
Ἄδμητος
ὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις.
Ἡρακλῆς
πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον;
Ἄδμητος
πατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο.
Ἡρακλῆς
φεῦ.
εἴθ’ ηὕρομέν σʼ, Ἄδμητε, μὴ λυπούμενον.
Ἄδμητος
ὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον;
Ἡρακλῆς
ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι.
Ἄδμητος
οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν.
Ἡρακλῆς
λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος.
Ἄδμητος
τεθνᾶσιν οἱ θανόντες· ἀλλ’ ἴθ’ ἐς δόμους.
Ἡρακλῆς
αἰσχρὸν παρὰ κλαίουσι θοινᾶσθαι ξένους.
Ἄδμητος
χωρὶς ξενῶνές εἰσιν οἷ σ’ ἐσάξομεν.
Ἡρακλῆς
μέθες με, καί σοι μυρίαν ἕξω χάριν.
Ἄδμητος
οὐκ ἔστιν ἄλλου σ’ ἀνδρὸς ἑστίαν μολεῖν.
ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίους
ξενῶνας οἴξας, τοῖς τ’ ἐφεστῶσιν φράσον
σίτων παρεῖναι πλῆθος· εὖ δὲ κλῄσατε
θύρας μεσαύλους· οὐ πρέπει θοινωμένους
κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους.
Χορός
τί δρᾷς; τοιαύτης συμφορᾶς προκειμένης,
Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ;
Ἄδμητος
ἀλλ’ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα
ξένον μολόντα, μᾶλλον ἄν μ’ ἐπῄνεσας;
οὐ δῆτʼ, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν
μείων ἐγίγνετʼ, ἀξενώτερος δ’ ἐγώ.
καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ ἂν ἦν κακόν,
δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους.
αὐτὸς δ’ ἀρίστου τοῦδε τυγχάνω ξένου,
ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα.
Χορός
πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα,
φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις;
Ἄδμητος
οὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους,
εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε.
καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ,
οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταται
μέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους.
Χορός
ὦ πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’ οἶκος,
σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων
ἠξίωσε ναίειν,
ἔτλα δὲ σοῖσι μηλονόμας
ἐν δόμοις γενέσθαι,
δοχμιᾶν διὰ κλιτύων
βοσκήμασι σοῖσι συρίζων
ποιμνίτας ὑμεναίους.
Χορός
σὺν δ’ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες,
ἔβα δὲ λιποῦσ’ Ὄθρυος νάπαν λεόντων
ἁ δαφοινὸς ἴλα·
χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν,
Φοῖβε, ποικιλόθριξ
νεβρὸς ὑψικόμων πέραν
βαίνουσ’ ἐλατᾶν σφυρῷ κούφῳ,
χαίρουσ’ εὔφρονι μολπᾷ.
Χορός
τοιγὰρ πολυμηλοτάταν
ἑστίαν οἰκεῖς παρὰ καλλίναον
Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν
καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν
ἀελίου κνεφαίαν
ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν τίθεται,
πόντιον δ’ Αἰγαίων’ ἐπ’ ἀκτὰν
ἀλίμενον Πηλίου κρατύνει.
Χορός
καὶ νῦν δόμον ἀμπετάσας
δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ,
τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν
δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς
ἐκφέρεται πρὸς αἰδῶ.
ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνεστιν σοφίας. ἄγαμαι·
πρὸς δ’ ἐμᾷ ψυχᾷ θάρσος ἧσται
θεοσεβῆ φῶτα κεδνὰ πράξειν.
Ἄδμητος
ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία,
νέκυν μὲν ἤδη πάντ’ ἔχοντα πρόσπολοι
φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν·
ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται,
προσείπατ’ ἐξιοῦσαν ὑστάτην ὁδόν.
Χορός
καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ
στείχοντʼ, ὀπαδούς τ’ ἐν χεροῖν δάμαρτι σῇ
κόσμον φέροντας, νερτέρων ἀγάλματα.
Φέρης
ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον·
ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος
γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν
φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα.
δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς
ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών,
ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον,
καί μ’ οὐκ ἄπαιδ’ ἔθηκεν οὐδ’ εἴασε σοῦ
στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν,
πάσαις δ’ ἔθηκεν εὐκλεέστερον βίον
γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε.
ὦ τόνδε μὲν σώσασʼ, ἀναστήσασα δὲ
ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις
εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους
λύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον.
Ἄδμητος
οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον,
οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω.
κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται.
οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ.
σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν
νέῳ γέρων ὤν, τόνδ’ ἀποιμώξῃ νεκρόν;
οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ;
οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη
μήτηρ μ’ ἔτικτε; δουλίου δ’ ἀφ’ αἵματος
μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ;
ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,
καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι.
ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ,
ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου
οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν
τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατε
γυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα
πατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην.
καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω,
τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι
πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.
κἀγώ τ’ ἂν ἔζων χἥδε τὸν λοιπὸν χρόνον,
κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.
καὶ μὴν ὅσ’ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,
παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,
ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.
οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸν
γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων
πρὸς σ’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν
τοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ ἠλλαξάτην.
τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις,
οἳ γηροβοσκήσουσι καὶ θανόντα σε
περιστελοῦσι καὶ προθήσονται νεκρόν.
οὐ γάρ σ’ ἔγωγε τῇδ’ ἐμῇ θάψω χερί·
τέθνηκα γὰρ δὴ τοὐπὶ σέ· εἰ δ’ ἄλλου τυχὼν
σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω
καὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον.
μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν,
γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου·
ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται
θνῄσκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ.
Χορός
παύσασθʼ· ἅλις γὰρ ἡ παροῦσα συμφορά·
ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας.
Φέρης
ὦ παῖ, τίν’ αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα
κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν;
οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ
πατρὸς γεγῶτα γνησίως ἐλεύθερον;
ἄγαν ὑβρίζεις, καὶ νεανίας λόγους
ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει.
ἐγὼ δέ σ’ οἴκων δεσπότην ἐγεινάμην
κἄθρεψʼ, ὀφείλω δ’ οὐχ ὑπερθνῄσκειν σέθεν·
οὐ γὰρ πατρῷον τόνδ’ ἐδεξάμην νόμον,
παίδων προθνῄσκειν πατέρας, οὐδ’ Ἑλληνικόν.
σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ’ εὐτυχὴς
ἔφυς· ἃ δ’ ἡμῶν χρῆν σε τυγχάνειν, ἔχεις.
πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας
λείψω· πατρὸς γὰρ ταὔτ’ ἐδεξάμην πάρα.
τί δῆτά σ’ ἠδίκηκα; τοῦ σ’ ἀποστερῶ;
μὴ θνῇσχ’ ὑπὲρ τοῦδ’ ἀνδρός, οὐδ’ ἐγὼ πρὸ σοῦ.
χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς;
ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι
χρόνον, τὸ δὲ ζῆν μικρόν, ἀλλ’ ὅμως γλυκύ.
σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν,
καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην,
ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίαν
λέγεις, γυναικός, ὦ κάκισθʼ, ἡσσημένος,
ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου;
σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε,
εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ
γυναῖχ’ ὑπὲρ σοῦ· κᾆτ’ ὀνειδίζεις φίλοις
τοῖς μὴ θέλουσι δρᾶν τάδʼ, αὐτὸς ὢν κακός;
σίγα· νόμιζε δʼ, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς
ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶς
ἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά.
Χορός
πλείω λέλεκται νῦν τε καὶ τὰ πρὶν κακά·
παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.
Ἄδμητος
λέγʼ, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύων
τἀληθές, οὐ χρῆν σ’ εἰς ἔμ’ ἐξαμαρτάνειν.
Φέρης
σοῦ δ’ ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον.
Ἄδμητος
ταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν;
Φέρης
ψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν.
Ἄδμητος
καὶ μὴν Διός γε μείζονα ζῴης χρόνον.
Φέρης
ἀρᾷ γονεῦσιν οὐδὲν ἔκδικον παθών;
Ἄδμητος
μακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε.
Φέρης
ἀλλ’ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ ἐκφέρεις;
Ἄδμητος
σημεῖα τῆς σῆς, ὦ κάκιστʼ, ἀψυχίας.
Φέρης
οὔτοι πρὸς ἡμῶν γ’ ὤλετʼ· οὐκ ἐρεῖς τόδε.
Ἄδμητος
φεῦ· εἴθ’ ἀνδρὸς ἔλθοις τοῦδέ γ’ ἐς χρείαν ποτέ.
Φέρης
μνήστευε πολλάς, ὡς θάνωσι πλείονες.
Ἄδμητος
σοὶ τοῦτ’ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν.
Φέρης
φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον.
Ἄδμητος
κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν.
Φέρης
οὐκ ἐγγελᾷς γέροντα βαστάζων νεκρόν.
Ἄδμητος
θανῇ γε μέντοι δυσκλεής, ὅταν θάνῃς.
Φέρης
κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι.
Ἄδμητος
φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων.
Φέρης
ἥδ’ οὐκ ἀναιδής· τήνδ’ ἐφηῦρες ἄφρονα.
Ἄδμητος
ἄπελθε κἀμὲ τόνδ’ ἔα θάψαι νεκρόν.
Φέρης
ἄπειμι· θάψεις δ’ αὐτὸς ὢν αὐτῆς φονεύς,
δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι.
ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν,
εἰ μή σ’ ἀδελφῆς αἷμα τιμωρήσεται.
Ἄδμητος
ἔρρων νυν, αὐτὸς χἡ ξυνοικήσασά σοι,
ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι,
γηράσκετʼ· οὐ γὰρ τῷδ’ ἔτ’ ἐς ταὐτὸν στέγος
νεῖσθʼ· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕπο
τὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν.
ἡμεῖς δέ—τοὐν ποσὶν γὰρ οἰστέον κακόν—
ὡς ἂν ἐν πυρᾷ θῶμεν νεκρόν.
Χορός
ἰὼ ἰώ. σχετλία τόλμης,
ὦ γενναία καὶ μέγ’ ἀρίστη,
χαῖρε· πρόφρων σὲ χθόνιός θ’ Ἑρμῆς
Ἅιδης τε δέχοιτʼ. εἰ δέ τι κἀκεῖ
πλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχουσ’
Ἅιδου νύμφῃ παρεδρεύοις.
Θεράπων
πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς
ξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους,
οἷς δεῖπνα προύθηκʼ· ἀλλὰ τοῦδ’ οὔπω ξένου
κακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην.
ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν
ἐσῆλθε κἀτόλμησ’ ἀμείψασθαι πύλας.
ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατο
τὰ προστυχόντα ξένια, συμφορὰν μαθών,
ἀλλʼ, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν.
ποτῆρα δ’ ἐν χείρεσσι κίσσινον λαβὼν
πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ,
ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξ
οἴνου· στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις
ἄμουσ’ ὑλακτῶν· δισσὰ δ’ ἦν μέλη κλύειν·
ὃ μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶν
οὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομεν
δέσποιναν· ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένῳ
τέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο.
καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ
ξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα,
ἣ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμην
οὐδ’ ἐξέτεινα χεῖρʼ, ἀποιμώζων ἐμὴν
δέσποιναν, ἣ ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦν
μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο,
ὀργὰς μαλάσσουσ’ ἀνδρός. ἆρα τὸν ξένον
στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;
Ἡρακλῆς
οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
εἶναι, δέχεσθαι δ’ εὐπροσηγόρῳ φρενί.
σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν,
στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳ
δέχῃ, θυραίου πήματος σπουδὴν ἔχων.
δεῦρ’ ἔλθʼ, ὅπως ἂν καὶ σοφώτερος γένῃ.
τὰ θνητὰ πράγματ’ οἶδας ἣν ἔχει φύσιν;
οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου.
βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·
τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,
κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνῃ.
ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα,
εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέραν
βίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης.
τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν
Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.
τὰ δ’ ἄλλ’ ἔασον ταῦτα καὶ πιθοῦ λόγοις
ἐμοῖσιν—εἴπερ ὀρθά σοι δοκῶ λέγειν;
οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
πίῃ μεθ’ ἡμῶν τάσδ’ ὑπερβαλὼν τύχας,
στεφάνοις πυκασθείς; καὶ σάφ’ οἶδ’ ὁθούνεκα
τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·
ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις
ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ,
οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά.
Θεράπων
ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν
οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
Ἡρακλῆς
γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν
πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
Θεράπων
τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;
Ἡρακλῆς
εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
Θεράπων
ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος.
Ἡρακλῆς
οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ;
Θεράπων
ἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν.
Ἡρακλῆς
μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι;
Θεράπων
χαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά.
Ἡρακλῆς
ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος.
Θεράπων
οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν.
Ἡρακλῆς
ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν;
Θεράπων
οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπεις
μελαμπέπλους κουράν τε.
Ἡρακλῆς
τίς δ’ ὁ κατθανών;
μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;
Θεράπων
γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.
Ἡρακλῆς
τί φῄς; ἔπειτα δῆτά μ’ ἐξενίζετε;
Θεράπων
ᾐδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων.
Ἡρακλῆς
ὦ σχέτλιʼ, οἵας ἤμπλακες ξυναόρου.
Θεράπων
ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.
Ἡρακλῆς
ἀλλ’ ᾐσθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦν
κουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ με
λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
βίᾳ δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλας
ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις,
πράσσοντος οὕτω. κᾆτ’ ἐκώμαζον κάρα
στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,
κακοῦ τοσούτου δώμασιν προκειμένου.
ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών;
Θεράπων
ὀρθὴν παρ’ οἶμον, ἣ ’πὶ Λάρισαν φέρει,
τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.
Ἡρακλῆς
ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,
νῦν δεῖξον οἷον παῖδά σ’ ἡ Τιρυνθία
Ἠλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί.
δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως
γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον
Ἄλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν.
ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶν
Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
πίνοντα τύμβου πλησίον προσφαγμάτων.
κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν,
οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ.
ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃ
πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω
Κόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμους
αἰτήσομαί τε· καὶ πέποιθ’ ἄξειν ἄνω
Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε,
καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος,
ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,
τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.
Ἄδμητος
ἰώ, στυγναὶ
πρόσοδοι, στυγναὶ δ’ ὄψεις χήρων
μελάθρων. ἰώ μοί μοι. αἶ αἶ.
ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
πῶς ἂν ὀλοίμαν;
ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν.
ζηλῶ φθιμένους, κείνων ἔραμαι,
κεῖν’ ἐπιθυμῶ δώματα ναίειν.
οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν
οὔτ’ ἐπὶ γαίας πόδα πεζεύων·
τοῖον ὅμηρόν μ’ ἀποσυλήσας
Ἅιδῃ Θάνατος παρέδωκεν.
Χορός
—πρόβα, πρόβα· βᾶθι κεῦθος οἴκων.
Ἄδμητος
αἰαῖ.
Χορός
—πέπονθας ἄξι’ αἰαγμάτων.
Ἄδμητος
ἒ ἔ.
Χορός
—δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα . . .
Ἄδμητος
φεῦ φεῦ.
Χορός
—τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς.
Ἄδμητος
ἰώ μοί μοι.
Χορός
—τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου
πρόσωπόν ἄντα λυπρόν.
Ἄδμητος
ἔμνησας ὅ μου φρένας ἥλκωσεν·
τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
πιστῆς ἀλόχου; μή ποτε γήμας
ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν·
μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν
μέτριον ἄχθος·
παίδων δὲ νόσους καὶ νυμφιδίους
εὐνὰς θανάτοις κεραϊζομένας
οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους
ἀγάμους τ’ εἶναι διὰ παντός.
Χορός
—τύχα τύχα δυσπάλαιστος ἥκει·
Ἄδμητος
αἰαῖ.
Χορός
—πέρας δέ γ’ οὐδὲν ἀλγέων τίθης.
Ἄδμητος
ἒ ἔ.
Χορός
—βαρέα μὲν φέρειν, ὅμως δὲ . . .
Ἄδμητος
φεῦ φεῦ.
Χορός
—τλᾶθʼ· οὐ σὺ πρῶτος ὤλεσας . . .
Ἄδμητος
ἰώ μοί μοι.
Χορός
—γυναῖκα· συμφορὰ δ’ ἑτέρους ἑτέρα
πιέζει φανεῖσα θνατῶν.
Ἄδμητος
ὦ μακρὰ πένθη λῦπαί τε φίλων
τῶν ὑπὸ γαῖαν.
τί μ’ ἐκώλυσας ῥῖψαι τύμβου
τάφρον ἐς κοίλην καὶ μετ’ ἐκείνης
τῆς μέγ’ ἀρίστης κεῖσθαι φθίμενον;
δύο δ’ ἀντὶ μιᾶς Ἅιδης ψυχὰς
τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ
χθονίαν λίμνην διαβάντε.
Χορός
ἐμοί τις ἦν
ἐν γένει, ᾧ κόρος ἀξιόθρηνος
ὤλετ’ ἐν δόμοισιν
μονόπαις· ἀλλ’ ἔμπας
ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,
πολιὰς ἐπὶ χαίτας
ἤδη προπετὴς ὢν
βιότου τε πόρσω.
Ἄδμητος
ὦ σχῆμα δόμων, πῶς εἰσέλθω;
πῶς δ’ οἰκήσω μεταπίπτοντος
δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον·
τότε μὲν πεύκαις σὺν Πηλιάσιν
σύν θ’ ὑμεναίοις ἔστειχον ἔσω,
φιλίας ἀλόχου χέρα βαστάζων,
πολυάχητος δ’ εἵπετο κῶμος,
τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων,
ὡς εὐπατρίδαι καὶ ἀπ’ ἀμφοτέρων
ὄντες ἀρίστων σύζυγες εἶμεν·
νῦν δ’ ὑμεναίων γόος ἀντίπαλος
λευκῶν τε πέπλων μέλανες στολμοὶ
πέμπουσί μ’ ἔσω
λέκτρων κοίτας ἐς ἐρήμους.
Χορός
παρ’ εὐτυχῆ
σοὶ πότμον ἦλθεν ἀπειροκάκῳ τόδ’
ἄλγος· ἀλλ’ ἔσωσας
βίοτον καὶ ψυχάν.
ἔθανε δάμαρ, ἔλιπε φιλίαν·
τί νέον τόδε; πολλοῖς
ἤδη παρέλυσεν
θάνατος δάμαρτας.
Ἄδμητος
φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστερον
τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως·
τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,
πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
ἐγὼ δʼ, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.
πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι;
τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο,
τερπνῆς τύχοιμ’ ἂν ἐξόδου; ποῖ τρέψομαι;
ἡ μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ ἐρημία,
γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰς
θρόνους τ’ ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγας
αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασι
πίπτοντα κλαίῃ μητέρʼ, οἳ δὲ δεσπότιν
στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.
τὰ μὲν κατ’ οἴκους τοιάδʼ· ἔξωθεν δέ με
γάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι
γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι
λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.
ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·
Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθʼ, ὃς οὐκ ἔτλη θανεῖν,
ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳ
πέφευγεν Ἅιδην· εἶτ’ ἀνὴρ εἶναι δοκεῖ;
στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων
θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα
ἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι,
κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;
Χορός
ἐγὼ καὶ διὰ μούσας
καὶ μετάρσιος ᾖξα, καὶ
πλείστων ἁψάμενος λόγων
κρεῖσσον οὐδὲν Ἀνάγκας
ηὗρον, οὐδέ τι φάρμακον
Θρῄσσαις ἐν σανίσιν, τὰς
Ὀρφεία κατέγραψεν
γῆρυς, οὐδ’ ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκε
φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν.
Χορός
μόνας δ’ οὔτ’ ἐπὶ βωμοὺς
ἔστιν οὔτε βρέτας θεᾶς
ἐλθεῖν, οὐ σφαγίων κλύει.
μή μοι, πότνια, μείζων
ἔλθοις ἢ τὸ πρὶν ἐν βίῳ.
καὶ γὰρ Ζεὺς ὅ τι νεύσῃ,
σὺν σοὶ τοῦτο τελευτᾷ.
καὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίᾳ σίδαρον,
οὐδέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς.
Χορός
καὶ σ’ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς.
τόλμα δʼ· οὐ γὰρ ἀνάξεις ποτ’ ἔνερθεν
κλαίων τοὺς φθιμένους ἄνω.
καὶ θεῶν σκότιοι φθίνουσι
παῖδες ἐν θανάτῳ.
φίλα μὲν ὅτ’ ἦν μεθ’ ἡμῶν,
φίλα δὲ καὶ θανοῦσ’ ἔσται,
γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν.
Χορός
μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω
τύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ ὁμοίως
τιμάσθω, σέβας ἐμπόρων.
καί τις δοχμίαν κέλευθον
ἐκβαίνων τόδ’ ἐρεῖ·
Αὕτα ποτὲ προύθαν’ ἀνδρός,
νῦν δ’ ἐστὶ μάκαιρα δαίμων·
χαῖρʼ, ὦ πότνι’, εὖ δὲ δοίης. τοῖαί νιν προσεροῦσι
φῆμαι.
Χορός
—καὶ μὴν ὅδʼ, ὡς ἔοικεν, Ἀλκμήνης γόνος,
Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται.
Ἡρακλῆς
φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως,
Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν
σιγῶντʼ. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν
ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος·
σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν
γυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις.
ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων.
κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην
σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς.
καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε,
οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι.
ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλιν
λέξω. γυναῖκα τήνδε μοι σῷσον λαβών,
ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων
ἔλθω, τύραννον Βιστόνων κατακτανών.
πράξας δ’ ὃ μὴ τύχοιμι—νοστήσαιμι γάρ—
τήνδε σοῖσι προσπολεῖν δόμοις.
πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς·
ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς
τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον,
ὅθεν κομίζω τήνδε νικητήρια
λαβών· τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν
ἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονα
νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια·
γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετʼ· ἐντυχόντι δὲ
αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές.
ἀλλʼ, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή·
οὐ γὰρ κλοπαίαν, ἀλλὰ σὺν πόνῳ λαβὼν
ἥκω· χρόνῳ δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως.
Ἄδμητος
οὔτοι σ’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶς
ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας·
ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον,
εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου·
ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν.
γυναῖκα δʼ, εἴ πως ἔστιν, αἰτοῦμαί σʼ, ἄναξ,
ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ
σῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι
ξένοι Φεραίων· μή μ’ ἀναμνήσῃς κακῶν.
οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν
ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον
προσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι.
ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή;
νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει.
πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην;
καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη
ἔσται; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιον
εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω.
ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω;
καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει;
διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν,
μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν
προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας,
καὶ τῆς θανούσης· ἀξία δέ μοι σέβειν·
πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δʼ, ὦ γύναι,
ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδι
μορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας.
οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων
γυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον.
δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν
ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων
πηγαὶ κατερρώγασιν· ὦ τλήμων ἐγώ,
ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ.
Χορός
ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην·
χρὴ δʼ, ὅστις εἶ σύ, καρτερεῖν θεοῦ δόσιν.
Ἡρακλῆς
εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν
ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων
γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν.
Ἄδμητος
σάφ’ οἶδα βούλεσθαί σ’ ἄν. ἀλλὰ ποῦ τόδε;
οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν.
Ἡρακλῆς
μή νυν ὑπέρβαλλʼ, ἀλλ’ ἐναισίμως φέρε.
Ἄδμητος
ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν.
Ἡρακλῆς
τί δ’ ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν;
Ἄδμητος
ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει.
Ἡρακλῆς
τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ.
Ἄδμητος
ἀπώλεσέν με, κἄτι μᾶλλον ἢ λέγω.
Ἡρακλῆς
γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ;
Ἄδμητος
ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ.
Ἡρακλῆς
χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν.
Ἄδμητος
χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν.
Ἡρακλῆς
γυνή σε παύσει καὶ νέου γάμου πόθοι.
Ἄδμητος
σίγησον· οἷον εἶπας. οὐκ ἂν ᾠόμην.
Ἡρακλῆς
τί δʼ; οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος;
Ἄδμητος
οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται.
Ἡρακλῆς
μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς;
Ἄδμητος
κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών.
Ἡρακλῆς
αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις.
Ἄδμητος
ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν.
Ἡρακλῆς
ἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος.
Ἄδμητος
θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς.
Ἡρακλῆς
δέχου νυν εἴσω τήνδε γενναίων δόμων.
Ἄδμητος
μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός.
Ἡρακλῆς
καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε.
Ἄδμητος
καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι.
Ἡρακλῆς
πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις.
Ἄδμητος
φεῦ.
εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ῎λαβές ποτε.
Ἡρακλῆς
νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί.
Ἄδμητος
καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω.
Ἡρακλῆς
ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει.
Ἄδμητος
χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί.
Ἡρακλῆς
εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν.
Ἄδμητος
νίκα νυν. οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς.
Ἡρακλῆς
ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον.
Ἄδμητος
κομίζετʼ, εἰ χρὴ τήνδε δέξασθαι δόμοις.
Ἡρακλῆς
οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις.
Ἄδμητος
σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγʼ, εἰ βούλῃ, δόμους.
Ἡρακλῆς
ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας.
Ἄδμητος
οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα.
Ἡρακλῆς
τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ.
Ἄδμητος
ἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε.
Ἡρακλῆς
τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
Ἄδμητος
καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν.
Ἡρακλῆς
ἔχεις;
Ἄδμητος
ἔχω; ναί.
Ἡρακλῆς
σῷζέ νυν, καὶ τὸν Διὸς
φήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον.
βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν
γυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο.
Ἄδμητος
ὦ θεοί, τί λέξω—θαῦμ’ ἀνέλπιστον τόδε—
γυναῖκα λεύσσων τήνδʼ; —ἐμὴν ἐτητύμως;
ἢ κέρτομός με θεοῦ τις ἐκπλήσσει χαρά;
Ἡρακλῆς
οὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾷς δάμαρτα σήν.
Ἄδμητος
ὅρα γε μή τι φάσμα νερτέρων τόδ’ ᾖ.
Ἡρακλῆς
οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον.
Ἄδμητος
ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν;
Ἡρακλῆς
σάφ’ ἴσθʼ. ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχην.
Ἄδμητος
θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν;
Ἡρακλῆς
πρόσειπʼ. ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες.
Ἄδμητος
ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας,
ἔχω σ’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν.
Ἡρακλῆς
ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν.
Ἄδμητος
ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον,
εὐδαιμονοίης, καί σ’ ὁ φιτύσας πατὴρ
σῴζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος.
πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε;
Ἡρακλῆς
μάχην συνάψας δαιμόνων τῷ κυρίῳ.
Ἄδμητος
ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν;
Ἡρακλῆς
τύμβον παρ’ αὐτὸν ἐκ λόχου μάρψας χεροῖν.
Ἄδμητος
τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή;
Ἡρακλῆς
οὔπω θέμις σοι τῆσδε προσφωνημάτων
κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις
ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος.
ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢν
τὸ λοιπόν, Ἄδμητʼ, εὐσέβει περὶ ξένους.
καὶ χαῖρʼ· ἐγὼ δὲ τὸν προκείμενον πόνον
Σθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών.
Ἄδμητος
μεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ.
Ἡρακλῆς
αὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ.
Ἄδμητος
ἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δόμον.
ἀστοῖς δὲ πάσῃ τ’ ἐννέπω τετραρχίᾳ,
χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι
βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς.
νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον
τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.
Χορός
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,
τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.