τὰ τοῦ δράματος πρόσωπα
Ἰόλαος
Κῆρυξ
Χορός
Δημοφῶν
Μακαρία Παρθένος
Θεράπων
Ἀλκμήνη
Ἀγγελος
Ἐυρυσθεύς
Ἰόλαος
Πάλαι ποτʼ ἐστὶ τοῦτʼ ἐμοὶ δεδογμένον·
ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκʼ ἀνήρ,
ὃ δʼ ἐς τὸ κέρδος λῆμʼ ἔχων ἀνειμένον
πόλει τʼ ἄχρηστος καὶ συναλλάσσειν βαρύς,
αὑτῷ δʼ ἄριστος· οἶδα δʼ οὐ λόγῳ μαθών.
ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων,
ἐξὸν κατʼ Ἄργος ἡσύχως ναίειν, πόνων
πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει,
ὅτʼ ἦν μεθʼ ἡμῶν· νῦν δʼ, ἐπεὶ κατʼ οὐρανὸν
ναίει, τὰ κείνου τέκνʼ ἔχων ὑπὸ πτεροῖς
σῴζω τάδʼ αὐτὸς δεόμενος σωτηρίας.
ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ,
πρῶτον μὲν ἡμᾶς ἤθελʼ Εὐρυσθεὺς κτανεῖν·
ἀλλʼ ἐξέδραμεν· καὶ πόλις μὲν οἴχεται,
ψυχὴ δʼ ἐσώθη. φεύγομεν δʼ ἀλώμενοι
ἄλλην ἀπʼ ἄλλης ἐξορίζοντες πόλιν.
πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδʼ Εὐρυσθεὺς κακοῖς
ὕβρισμʼ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι·
πέμπων ὅπου γῆς πυνθάνοιθʼ ἱδρυμένους
κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός,
πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην
ἐχθράν τε θέσθαι, χαὑτὸν εὐτυχοῦνθʼ ἅμα.
οἳ δʼ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες,
σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους,
τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς.
ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις
καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς,
ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπῃ βροτῶν·
Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ,
Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς.
πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι,
Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα
ἱκέται καθεζόμεσθα βώμιοι θεῶν,
προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς
δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος,
κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος,
τοῖσδʼ ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμονας
κλεινῶν Ἀθηνῶν τόνδʼ ἀφικόμεσθʼ ὅρον.
δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή·
ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις,
ἣ δʼ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος
ἔσωθε ναοῦ τοῦδʼ ὑπηγκαλισμένη
σῴζει· νέας γὰρ παρθένους αἰδούμεθα
ὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν.
Ὕλλος δʼ ἀδελφοί θʼ οἷσι πρεσβεύει γένος
ζητοῦσʼ ὅπου γῆς πύργον οἰκιούμεθα,
ἢν τῆσδʼ ἀπωθώμεσθα πρὸς βίαν χθονός.
ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθʼ ἐμῶν
πέπλων· ὁρῶ κήρυκα τόνδʼ Εὐρυσθέως
στείχοντʼ ἐφʼ ἡμᾶς, οὗ διωκόμεσθʼ ὕπο
πάσης ἀλῆται γῆς ἀπεστερημένοι.
ὦ μῖσος, εἴθʼ ὄλοιο χὡ πέμψας σ’ ἀνήρ·
ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ
ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά.
Κῆρυξ
ἦ που καθῆσθαι τήνδʼ ἕδραν καλὴν δοκεῖς
πόλιν τʼ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν·
οὐ γάρ τις ἔστιν ὃς πάροιθʼ αἱρήσεται
τὴν σὴν ἀχρεῖον δύναμιν ἀντʼ Εὐρυσθέως.
χώρει· τί μοχθεῖς ταῦτʼ; ἀνίστασθαί σε χρὴ
ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη.
Ἰόλαος
οὐ δῆτʼ, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ,
ἐλευθέρα τε γαῖʼ ἐν ᾗ βεβήκαμεν.
Κῆρυξ
βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί;
Ἰόλαος
οὔτοι βίᾳ γέ μʼ οὐδὲ τούσδʼ ἄξεις λαβών.
Κῆρυξ
γνώσῃ σύ· μάντις δʼ ἦσθʼ ἄρʼ οὐ καλὸς τάδε.
Ἰόλαος
οὐκ ἂν γένοιτο τοῦτʼ ἐμοῦ ζῶντός ποτε.
Κῆρυξ
ἄπαιρʼ· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς,
ἄξω νομίζων, οὗπέρ εἰσʼ, Εὐρυσθέως.
Ἰόλαος
ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον,
ἀμύνεθʼ· ἱκέται δʼ ὄντες ἀγοραίου Διὸς
βιαζόμεσθα καὶ στέφη μιαίνεται —
πόλει τʼ ὄνειδος καὶ θεῶν ἀτιμία.
Χορός
— ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας
ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα;
Χορός
— ἴδετε τὸν γέροντʼ ἀμαλὸν ἐπὶ πέδῳ
χύμενον· ὦ τάλας.
— πρὸς τοῦ ποτʼ ἐν γῇ πτῶμα δύστηνον πίτνεις;
Ἰόλαος
ὅδʼ, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺς
ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων.
Χορός
σὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν
ξύνοικον ἦλθες λαόν; ἢ πέρα-
θεν ἁλίῳ πλάτᾳ
κατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν;
Ἰόλαος
οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον,
ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα.
Χορός
ὄνομα τί σε, γέρον,
Μυκηναῖος ὠνόμαζεν λεώς;
Ἰόλαος
τὸν Ἡράκλειον ἴστε που παραστάτην
Ἰόλαον· οὐ γὰρ σῶμʼ ἀκήρυκτον τόδε.
Χορός
οἶδʼ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτὲ
ἐν χερὶ σᾷ κομίζεις κόρους
νεοτρεφεῖς; φράσον.
Ἰόλαος
Ἡρακλέους οἵδʼ εἰσὶ παῖδες, ὦ ξένοι,
ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.
Χορός
τί χρέος; ἢ λόγων πόλεος, ἔνεπέ μοι,
μελόμενοι τυχεῖν;
Ἰόλαος
μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν.
Κῆρυξ
ἀλλʼ οὔτι τοῖς σοῖς δεσπόταις τάδʼ ἀρκέσει,
οἳ σοῦ κρατοῦντες ἐνθάδʼ εὑρίσκουσί σε.
Χορός
εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε,
καὶ μὴ βιαίῳ χερὶ δαιμόνων
ἀπολείπειν σʼ ἕδη·
πότνια γὰρ Δίκα τάδʼ οὐ πείσεται.
Κῆρυξ
ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως,
κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί.
Χορός
ἄθεον ἱκεσίαν
μεθεῖναι πόλει ξένων προστροπάν.
Κῆρυξ
καλὸν δέ γʼ ἔξω πραγμάτων ἔχειν πόδα,
εὐβουλίας τυχόντα τῆς ἀμείνονος.
Χορός
οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σε
χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους
θεῶν ἀφέλκειν, γῆν σέβοντʼ ἐλευθέραν.
Κῆρυξ
τίς δʼ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ;
Χορός
ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως.
Κῆρυξ
πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου
μάλιστʼ ἂν εἴη· τἄλλα δʼ εἴρηται μάτην.
Χορός
καὶ μὴν ὅδʼ αὐτὸς ἔρχεται σπουδὴν ἔχων
Ἀκάμας τʼ ἀδελφός, τῶνδʼ ἐπήκοοι λόγων.
Δημοφῶν
ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους
βοηδρομήσας τήνδʼ ἐπʼ ἐσχάραν Διός,
λέξον, τίς ὄχλον τόνδʼ ἀθροίζεται τύχη;
Χορός
ἱκέται κάθηνται παῖδες οἵδʼ Ἡρακλέους
βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ,
πατρός τε πιστὸς Ἰόλεως παραστάτης.
Δημοφῶν
τί δῆτʼ ἰυγμῶν ἥδʼ ἐδεῖτο συμφορά;
Χορός
βίᾳ νιν οὗτος τῆσδʼ ἀπʼ ἐσχάρας ἄγειν
ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ
γέροντος, ὥστε μʼ ἐκβαλεῖν οἴκτῳ δάκρυ.
Δημοφῶν
καὶ μὴν στολήν γʼ Ἕλληνα καὶ ῥυθμὸν πέπλων
ἔχει, τὰ δʼ ἔργα βαρβάρου χερὸς τάδε.
σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν τ’, ἐμοὶ
ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;
Κῆρυξ
Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν·
ἐφʼ οἷσι δʼ ἥκω καὶ παρʼ οὗ λέγειν θέλω.
πέμπει Μυκηνῶν δεῦρό μʼ Εὐρυσθεὺς ἄναξ
ἄξοντα τούσδε· πολλὰ δʼ ἦλθον, ὦ ξένε,
δίκαιʼ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων.
Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω
ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων,
νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους
θανεῖν· δίκαιοι δʼ ἐσμὲν οἰκοῦντες πόλιν
αὐτοὶ καθʼ αὑτῶν κυρίους κραίνειν δίκας.
πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι
ἐν τοῖσιν αὐτοῖς τοισίδʼ ἕσταμεν λόγοις,
κοὐδεὶς ἐτόλμησʼ ἴδια προσθέσθαι κακά.
ἀλλʼ ἤ τινʼ ἐς σὲ μωρίαν ἐσκεμμένοι
δεῦρʼ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων
ῥίπτοντες, εἴτʼ οὖν εἴτε μὴ γενήσεται·
οὐ γὰρ φρενήρη γʼ ὄντα σʼ ἐλπίζουσί που
μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος
τὰς τῶνδʼ ἀβούλους συμφορὰς κατοικτιεῖν.
φέρʼ ἀντίθες γάρ· τούσδε τʼ ἐς γαῖαν παρεὶς
ἡμᾶς τʼ ἐάσας ἐξάγειν, τί κερδανεῖς;
τὰ μὲν παρʼ ἡμῶν τοιάδʼ ἔστι σοι λαβεῖν,
Ἄργους τοσήνδε χεῖρα τήν τʼ Εὐρυσθέως
ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει.
ἢν δʼ ἐς λόγους τε καὶ τὰ τῶνδʼ οἰκτίσματα
βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται
δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν
δόξῃς ἀγῶνα τόνδʼ ἄτερ χαλυβδικοῦ.
τί δῆτα φήσεις, ποῖα πεδίʼ ἀφαιρεθείς,
τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν;
ποίοις δʼ ἀμύνων συμμάχοις, τίνος δʼ ὕπερ
θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον
κτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα,
τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος,
παίδων τε τῶνδʼ, ἐς ἄντλον ἐμβήσῃ πόδα.
ἐρεῖς τὸ λῷστον ἐλπίδʼ εὑρήσειν μόνον.
καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές·
κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοις
μάχοιντʼ ἂν ἡβήσαντες, εἴ τι τοῦτό σε
ψυχὴν ἐπαίρει· χοὑν μέσῳ πολὺς χρόνος
ἐν ᾧ διεργασθεῖτʼ ἄν. ἀλλʼ ἐμοὶ πιθοῦ·
δοὺς μηδέν, ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲ
κτῆσαι Μυκήνας, μηδʼ ὅπερ φιλεῖτε δρᾶν
πάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν
φίλους ἑλέσθαι, τοὺς κακίονας λάβῃς.
Χορός
τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον,
πρὶν ἂν παρʼ ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς;
Ἰόλαος
ἄναξ — ὑπάρχει μὲν τόδʼ ἐν τῇ σῇ χθονί —
εἰπεῖν ἀκοῦσαί τʼ ἐν μέρει πάρεστί μοι,
κοὐδείς μʼ ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθεν.
ἡμῖν δὲ καὶ τῷδʼ οὐδέν ἐστιν ἐν μέρει·
ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθʼ ἡμῖν ἔτι,
ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν,
πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι
ὧδʼ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός;
ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον
φεύγειν δικαιοῦθʼ ὅστις ἂν τἄργος φύγῃ;
οὔκουν Ἀθήνας γʼ· οὐ γὰρ Ἀργείων φόβῳ
τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς.
οὐ γάρ τι Τραχίς ἐστιν οὐδʼ Ἀχαιικὸν
πόλισμʼ, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ,
τὸ δʼ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις,
ἤλαυνες ἱκέτας βωμίους καθημένους.
εἰ γὰρ τόδʼ ἔσται καὶ λόγους κρινοῦσι σούς,
οὐκ οἶδʼ Ἀθήνας τάσδʼ ἐλευθέρας ἔτι.
ἀλλʼ οἶδʼ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν·
θνῄσκειν θελήσουσʼ· ἡ γὰρ αἰσχύνη πάρος
τοῦ ζῆν παρʼ ἐσθλοῖς ἀνδράσιν νομίζεται.
πόλιν μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον
λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ
καὐτὸς βαρυνθεὶς οἶδʼ ἄγαν αἰνούμενος.
σοὶ δʼ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι
σῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός.
Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως
Αἴθρα, πατὴρ δʼ ἐκ τῆσδε γεννᾶται σέθεν
Θησεύς. πάλιν δὲ τῶνδʼ ἄνειμί σοι γένος.
Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς,
κείνη δὲ Πέλοπος θυγατρός. αὐτανεψίων
πατὴρ ἂν εἴη σός τε χὡ τούτων γεγώς.
γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν·
ἃ δʼ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ
τεῖσαι λέγω σοι παισί· φημὶ γάρ ποτε
σύμπλους γενέσθαι τῶνδʼ ὑπασπίζων πατρὶ
ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα·
Ἅιδου τʼ ἐρυμνῶν ἐξανήγαγεν μυχῶν
πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ.
ὧν ἀντιδοῦναί σʼ οἵδʼ ἀπαιτοῦσιν χάριν,
μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν
τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός.
σοὶ γὰρ τόδʼ αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν,
ἱκέτας ἀλήτας συγγενεῖς, οἴμοι, κακῶς —
βλέψον πρὸς αὐτοὺς βλέψον· — ἕλκεσθαι βίᾳ.
ἀλλʼ ἄντομαί σε καὶ καταστέφω χεροῖν,
καὶ πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς
τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβών·
γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος
πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ
ταῦτʼ ἐστὶ κρείσσω πλὴν ὑπʼ Ἀργείοις πεσεῖν.
Χορός
ᾤκτιρʼ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ.
τὴν δʼ εὐγένειαν τῆς τύχης νικωμένην
νῦν δὴ μάλιστʼ ἐσεῖδον· οἵδε γὰρ πατρὸς
ἐσθλοῦ γεγῶτες δυστυχοῦσʼ ἀναξίως.
Δημοφῶν
τρισσαί μʼ ἀναγκάζουσι συμφορᾶς ὁδοί,
Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι ξένους·
τὸ μὲν μέγιστον Ζεὺς ἐφʼ οὗ σὺ βώμιος
θακεῖς νεοσσῶν τήνδʼ ἔχων πανήγυριν·
τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς
πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν·
τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι·
εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ
ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν
οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳ
ἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας.
ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν,
ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις
σὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει βίᾳ.
σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον,
πρὸς τοῖσδέ τʼ, εἴ τι τοισίδʼ ἐγκαλεῖ ξένοις,
δίκης κυρήσειν· τούσδε δʼ οὐκ ἄξεις ποτέ.
Κῆρυξ
οὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ;
Δημοφῶν
καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ;
Κῆρυξ
οὐκ οὖν ἐμοὶ τόδʼ αἰσχρόν, ἀλλʼ οὐ σοὶ βλάβος;
Δημοφῶν
ἐμοί γʼ, ἐάν σοι τούσδʼ ἐφέλκεσθαι μεθῶ.
Κῆρυξ
σὺ δʼ ἐξόριζε, κᾆτʼ ἐκεῖθεν ἄξομεν.
Δημοφῶν
σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν.
Κῆρυξ
δεῦρʼ, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον.
Δημοφῶν
ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα.
Κῆρυξ
ταῦτʼ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως.
Δημοφῶν
οὐκ οὖν ἐγὼ τῶν ἐνθάδʼ εἰμὶ κύριος;
Κῆρυξ
βλάπτων γʼ ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς.
Δημοφῶν
βλάπτεσθʼ, ἐμοῦ γε μὴ μιαίνοντος θεούς.
Κῆρυξ
οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν.
Δημοφῶν
κἀγὼ τοιοῦτος· τῶνδε δʼ οὐ μεθήσομαι.
Κῆρυξ
ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών.
Δημοφῶν
οὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν.
Κῆρυξ
πειρώμενος δὴ τοῦτό γʼ αὐτίκʼ εἴσομαι.
Δημοφῶν
κλαίων ἄρʼ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς.
Χορός
μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν.
Δημοφῶν
εἰ μή γʼ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται.
Χορός
ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ.
Κῆρυξ
στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη.
ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν
πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με
μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τʼ ἄναξ
αὐτὸς στρατηγῶν· Ἀλκάθου δʼ ἐπʼ ἐσχάτοις
καραδοκῶν τἀνθένδε τέρμασιν μένει.
λαμπρὸς δʼ ἀκούσας σὴν ὕβριν φανήσεται
σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς·
μάτην γὰρ ἥβην ὧδέ γʼ ἂν κεκτῄμεθα
πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι.
Δημοφῶν
φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικʼ ἐγώ.
ἐνθένδε δʼ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ
ἄξειν βίᾳ τούσδʼ· οὐ γὰρ Ἀργείων πόλει
ὑπήκοον τήνδʼ ἀλλʼ ἐλευθέραν ἔχω.
Χορός
ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι
στρατὸν Ἀργείων·
μάλα δʼ ὀξὺς Ἄρης ὁ Μυκηναίων,
ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτʼ ἢ πρίν.
πᾶσι γὰρ οὗτος κήρυξι νόμος,
δὶς τόσα πυργοῦν τῶν γιγνομένων
πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς,
ὡς δείνʼ ἔπαθεν καὶ παρὰ μικρὸν
ψυχὴν ἦλθεν διακναῖσαι;
Ἰόλαος
οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας,
ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι
γαμεῖν τʼ ἀπʼ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳ
κακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω,
τέκνοις ὄνειδος οὕνεχʼ ἡδονῆς λιπεῖν.
τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται
τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν
ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους
καὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένης
Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι.
δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε·
ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε.
ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων·
ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇ
καὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρός
σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε,
καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ
μέμνησθέ μοι τήνδʼ, ἀλλὰ φιλτάτην πόλιν
πασῶν νομίζετʼ. ἄξιοι δʼ ὑμῖν σέβειν
οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν
ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν,
πτωχοὺς ἀλήτας εἰσορῶντες· ἀλλʼ ὅμως
οὐκ ἐξέδωκαν οὐδʼ ἀπήλασαν χθονός.
ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω,
πολλῷ σʼ ἐπαίνῳ Θησέως, ὦ τᾶν, πέλας
ὑψηλὸν ἀρῶ καὶ λέγων τάδʼ εὐφρανῶ
ὡς εὖ τʼ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας
τοῖς Ἡρακλείοις, εὐγενὴς δʼ ἀνʼ Ἑλλάδα
σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς
οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός,
παύρων μετʼ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως
εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός.
Χορός
ἀεί ποθʼ ἥδε γαῖα τοῖς ἀμηχάνοις
σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν.
τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων
ἤνεγκε, καὶ νῦν τόνδʼ ἀγῶνʼ ὁρῶ πέλας.
Δημοφῶν
σοί τʼ εὖ λέλεκται, καὶ τὰ τῶνδʼ αὐχῶ, γέρον,
τοιαῦτʼ ἔσεσθαι· μνημονεύσεται χάρις.
κἀγὼ μὲν ἀστῶν σύλλογον ποήσομαι,
τάξω δʼ, ὅπως ἂν τὸν Μυκηναίων στρατὸν
πολλῇ δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς
πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών·
ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος·
μάντεις δʼ ἀθροίσας θύσομαι. σὺ δʼ ἐς δόμους
σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών.
εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ,
μέριμναν ἕξουσʼ. ἀλλʼ ἴθʼ ἐς δόμους, γέρον.
Ἰόλαος
οὐκ ἂν λίποιμι βωμόν· ἑζώμεσθα δὴ
ἱκέται μένοντες ἐνθάδʼ εὖ πρᾶξαι πόλιν·
ὅταν δʼ ἀγῶνος τοῦδʼ ἀπαλλαχθῇς καλῶς,
ἴμεν πρὸς οἴκους. θεοῖσι δʼ οὐ κακίοσιν
χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ·
τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ,
ἡμῶν δʼ Ἀθηνᾶ. φημὶ δʼ εἰς εὐπραξίαν
καὶ τοῦθʼ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν·
νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.
Χορός
Εἰ σὺ μέγʼ αὐχεῖς, ἕτεροι
σοῦ πλέον οὐ μέλονται,
ὦ ξεῖν’ Ἀργόθεν ἐλθών,
μεγαληγορίαισι δʼ ἐμὰς
φρένας οὐ φοβήσεις.
μήπω ταῖς μεγάλαισιν οὕ-
τω καὶ καλλιχόροις Ἀθή-
ναις εἴη· σὺ δʼ ἄφρων, ὅ τʼ Ἄρ-
γει Σθενέλου τύραννος.
Χορός
ὃς πόλιν ἐλθὼν ἑτέραν
οὐδὲν ἐλάσσονʼ Ἄργους,
θεῶν ἱκτῆρας ἀλάτας
καὶ ἐμᾶς χθονὸς ἀντομένους
ξένος ὢν βιαίως
ἕλκεις, οὐ βασιλεῦσιν εἴ-
ξας, οὐκ ἄλλο δίκαιον εἰ-
πών· ποῦ ταῦτα καλῶς ἂν εἴ-
η παρά γʼ εὖ φρονοῦσιν;
Χορός
Εἰρήνα μὲν ἐμοί γʼ ἀρέ-
σκει· σὺ δʼ, ὦ κακόφρων ἄναξ,
λέγω, εἰ πόλιν ἥξεις,
οὐχ οὕτως ἃ δοκεῖς κυρή-
σεις· οὐ σοὶ μόνῳ ἔγχος οὐδʼ
ἰτέα κατάχαλκός ἐστιν.
ἀλλʼ οὐ, πολέμων ἐραστάς,
μή μοι δορὶ συνταράξεις
τὰν εὖ χαρίτων ἔχουσαν
πόλιν, ἀλλʼ ἀνάσχου.
Ἰόλαος
ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων
ἥκεις; νέον τι πολεμίων λέξεις πέρι;
μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ;
οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους·
ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρὸς θεῶν
εἶσιν, σάφʼ οἶδα, καὶ μάλʼ οὐ σμικρὸν φρονῶν,
ἐς τὰς Ἀθήνας. ἀλλὰ τῶν φρονημάτων
ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων.
Δημοφῶν
ἥκει στράτευμʼ Ἀργεῖον Εὐρυσθεύς τʼ ἄναξ·
ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών,
ὅστις στρατηγεῖν φησʼ ἐπίστασθαι καλῶς,
οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν.
πεδία μὲν οὖν γῆς ἐς τάδʼ οὐκ ἐφῆκέ πω
στρατόν, λεπαίαν δʼ ὀφρύην καθήμενος
σκοπεῖ — δόκησιν δὴ τόδʼ ἂν λέγοιμί σοι —
ποίᾳ προσάξει στρατόπεδον τὰ νῦν δορὸς
ἐν ἀσφαλεῖ τε τῆσδʼ ἱδρύσεται χθονός.
καὶ τἀμὰ μέντοι πάντʼ ἄραρʼ ἤδη καλῶς·
πόλις τʼ ἐν ὅπλοις, σφάγιά θʼ ἡτοιμασμένα
ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν,
τροπαῖά τʼ ἐχθρῶν καὶ πόλει σωτήρια,
θυηπολεῖται δʼ ἄστυ μάντεων ὕπο.
χρησμῶν δʼ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας
ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα
λόγια παλαιά, τῇδε γῇ σωτήρια.
καὶ τῶν μὲν ἄλλων διάφορʼ ἐστὶ θεσφάτοις
πόλλʼ· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει·
σφάξαι κελεύουσίν με παρθένον Κόρῃ
Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς.
ἐγὼ δʼ ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν
τοσήνδʼ ἐς ὑμᾶς· παῖδα δʼ οὔτʼ ἐμὴν κτενῶ
οὔτʼ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω
ἄκονθʼ· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ,
ὅστις τὰ φίλτατʼ ἐκ χερῶν δώσει τέκνα;
καὶ νῦν πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις,
τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις
ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμὴν
κατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε,
οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται.
ταῦτʼ οὖν ὅρα σὺ καὶ συνεξεύρισχʼ ὅπως
αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε,
κἀγὼ πολίταις μὴ διαβληθήσομαι.
οὐ γὰρ τυραννίδʼ ὥστε βαρβάρων ἔχω·
ἀλλʼ, ἢν δίκαια δρῶ, δίκαια πείσομαι.
Χορός
ἀλλʼ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς
ξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;
Ἰόλαος
ὦ τέκνʼ, ἔοιγμεν ναυτίλοισιν, οἵτινες
χειμῶνος ἐκφυγόντες ἄγριον μένος
ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν
πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν.
οὕτω δὲ χἡμεῖς τῆσδʼ ἀπωθούμεσθα γῆς
ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι.
οἴμοι· τί δῆτʼ ἔτερψας ὦ τάλαινά με
ἐλπὶς τότʼ, οὐ μέλλουσα διατελεῖν χάριν;
συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδʼ, εἰ μὴ θέλει
κτείνειν πολιτῶν παῖδας· αἰνέσαι δʼ ἔχω
καὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε
πράσσειν ἔμʼ, οὔτοι σή γʼ ἀπόλλυται χάρις.
ὦ παῖδες, ὑμῖν δʼ οὐκ ἔχω τί χρήσομαι.
ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν;
ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα;
ὀλούμεθʼ, ὦ τέκνʼ· ἐκδοθησόμεσθα δή.
κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει,
πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών·
ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα,
καὶ τὴν γεραιὰν μητέρʼ Ἀλκμήνην πατρός.
ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν,
τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην.
χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας
πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον.
ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ
πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας·
ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ,
καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι
τέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω.
μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼν
τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι·
σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δʼ εὐκτὸν σοφῷ
ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι·
πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι.
Χορός
ὦ πρέσβυ, μή νυν τήνδʼ ἐπαιτιῶ πόλιν·
τάχʼ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλʼ ὅμως κακὸν
γένοιτʼ ὄνειδος ὡς ξένους προυδώκαμεν.
Δημοφῶν
γενναῖα μὲν τάδʼ εἶπας, ἀλλʼ ἀμήχανα.
οὐ σοῦ χατίζων δεῦρʼ ἄναξ στρατηλατεῖ·
τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον
θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν.
δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς,
νεανίαι τε καὶ πατρὸς μεμνημένοι
λύμας· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών.
ἀλλʼ, εἴ τινʼ ἄλλην οἶσθα καιριωτέραν
βουλήν, ἑτοίμαζʼ, ὡς ἔγωγʼ ἀμήχανος
χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.
Μακαρία
ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς
προσθῆτε· πρῶτον γὰρ τόδʼ ἐξαιτήσομαι·
γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν
κάλλιστον, εἴσω θʼ ἥσυχον μένειν δόμων.
τῶν σῶν δʼ ἀκούσασʼ, Ἰόλεως, στεναγμάτων
ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους.
ἀλλʼ, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι
μάλιστ’ ἀδελφῶν, τῶνδε κἀμαυτῆς πέρι
θέλω πυθέσθαι, μὴ ’πὶ τοῖς πάλαι κακοῖς
προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα.
Ἰόλαος
ὦ παῖ, μάλιστα σʼ οὐ νεωστὶ δὴ τέκνων
τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω.
ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος
πάλιν μεθέστηκʼ αὖθις ἐς τἀμήχανον·
χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε,
οὐ ταῦρον οὐδὲ μόσχον, ἀλλὰ παρθένον
σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής,
εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδʼ εἶναι πόλιν.
ταῦτʼ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα
σφάξειν ὅδʼ αὑτοῦ φησιν οὔτʼ ἄλλου τινός.
κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως,
εἰ μή τι τούτων ἐξαμηχανήσομεν,
ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά,
αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα.
Μακαρία
ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ;
Ἰόλαος
ἐν τῷδε, τἄλλα γʼ εὐτυχῶς πεπραγότες.
Μακαρία
μή νυν τρέσῃς ἔτʼ ἐχθρὸν Ἀργεῖον δόρυ·
ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον,
θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ.
τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ
κίνδυνον ἡμῶν οὕνεκʼ αἴρεσθαι μέγαν,
αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους,
παρόν σφε σῷσαι, φευξόμεσθα μὴ θανεῖν;
οὐ δῆτʼ, ἐπεί τοι καὶ γέλωτος ἄξια,
στένειν μὲν ἱκέτας δαιμόνων καθημένους,
πατρὸς δʼ ἐκείνου φύντας οὗ πεφύκαμεν
κακοὺς ὁρᾶσθαι· ποῦ τάδʼ ἐν χρηστοῖς πρέπει;
κάλλιον, οἶμαι, τῆσδʼ — ἃ μὴ τύχοι ποτέ —
πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν,
κἄπειτα τινὰ πατρὸς οὖσαν εὐγενοῦς
παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν.
ἀλλʼ ἐκπεσοῦσα τῆσδʼ ἀλητεύσω χθονός;
κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγῃ·
Τί δεῦρʼ ἀφίκεσθʼ ἱκεσίοισι σὺν κλάδοις
αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός·
κακοὺς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.
ἀλλʼ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων,
αὐτὴ δὲ σωθεῖσʼ, ἐλπίδʼ εὖ πράξειν ἔχω·
— πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους. —
τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτʼ ἔχειν,
ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται;
οὐκ οὖν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν
ἀναξίαν; ἄλλῃ δὲ κἂν πρέποι τινὶ
μᾶλλον τάδʼ, ἥτις μὴ ’πίσημος ὡς ἐγώ.
ἡγεῖσθʼ ὅπου δεῖ σῶμα κατθανεῖν τόδε
καὶ στεμματοῦτε καὶ κατάρχεσθʼ, εἰ δοκεῖ·
νικᾶτε δʼ ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα
ἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαι
θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ.
εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσʼ ἐγὼ
κάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον.
Χορός
φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον
κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν;
τούτων τίς ἂν λέξειε γενναίους λόγους
μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι;
Ἰόλαος
ὦ τέκνον, οὐκ ἔστʼ ἄλλοθεν τὸ σὸν κάρα,
ἀλλʼ ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸς
πέφυκας Ἡράκλειος· οὐδʼ αἰσχύνομαι
τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δʼ ἀλγύνομαι.
ἀλλʼ ᾗ γένοιτʼ ἂν ἐνδικωτέρως φράσω·
πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν,
κᾆθʼ ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ·
σὲ δʼ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου.
Μακαρία
οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσʼ ἐγώ·
χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον.
ἀλλʼ, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι
χρῆσθαι προθύμως, τὴν ἐμὴν ψυχὴν ἐγὼ
δίδωμʼ ἑκοῦσα τοῖσδʼ, ἀναγκασθεῖσα δʼ οὔ.
Ἰόλαος
φεῦ·
ὅδʼ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος·
κἀκεῖνος ἦν ἄριστος· ἀλλʼ ὑπερφέρεις
τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον.
οὐ μὴν κελεύω γʼ οὐδʼ ἀπεννέπω, τέκνον,
θνῄσκειν σʼ· ἀδελφοὺς δʼ ὠφελεῖς θανοῦσα σούς.
Μακαρία
σοφῶς κελεύεις· μὴ τρέσῃς μιάσματος
τοὐμοῦ μετασχεῖν, ἀλλʼ ἐλευθέρως θάνω.
ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶ
θέλω· πέπλοις δὲ σῶμʼ ἐμὸν κρύψον παρών·
ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμʼ ἐγώ,
εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι.
Ἰόλαος
οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ.
Μακαρία
σὺ δʼ ἀλλὰ τοῦδε χρῇζε, μή μʼ ἐν ἀρσένων,
ἀλλʼ ἐν γυναικῶν, χερσὶν ἐκπνεῦσαι βίον.
Δημοφῶν
ἔσται τάδʼ, ὦ τάλαινα παρθένων, ἐπεὶ
κἀμοὶ τόδʼ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς,
πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας
καὶ τοῦ δικαίου· τλημονεστάτην δὲ σὲ
πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ.
ἀλλʼ, εἴ τι βούλῃ, τούσδε τὸν γέροντά τε
χώρει προσειποῦσʼ ὑστάτοις προσφθέγμασιν.
Μακαρία
ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι
τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς,
ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ.
πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν·
σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα.
ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου
διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην.
ὑμεῖς τʼ, ἀδελφῶν ἡ παροῦσʼ ὁμιλία,
εὐδαιμονοῖτε, καὶ γένοιθʼ ὑμῖν ὅσων
ἡμὴ πάροιθε καρδία σφαγήσεται.
καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δόμων
τιμᾶτε πατρὸς μητέρʼ Ἀλκμήνην ἐμοῦ
ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων
καὶ νόστος ὑμῖν εὑρεθῇ ποτʼ ἐκ θεῶν,
μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών.
κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς
ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους.
τάδʼ ἀντὶ παίδων ἐστί μοι κειμήλια
καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός·
εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομεν
κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν,
οὐκ οἶδ’ ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν
κακῶν μέγιστον φάρμακον νομίζεται.
Ἰόλαος
ἀλλʼ, ὦ μέγιστον ἐκπρέπουσʼ εὐψυχίᾳ
πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη
καὶ ζῶσʼ ὑφʼ ἡμῶν καὶ θανοῦσʼ ἔσῃ πολύ·
καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεάν,
ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην.
ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη
λύπῃ· λάβεσθε κεἰς ἕδραν μʼ ἐρείσατε
αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα.
ὡς οὔτε τούτοις ἥδόμαι πεπραγμένοις,
χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον·
μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.
Χορός
οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον,
ἄνδρα γενέσθαι·
οὐδὲ τὸν αὐτὸν ἀεὶ βεβάναι δόμον
εὐτυχίᾳ· παρὰ δʼ ἄλλαν ἄλλα
μοῖρα διώκει.
τὸν μὲν ἀφʼ ὑψηλῶν βραχὺν ᾤκισε,
τὸν δʼ ἀλέταν εὐδαίμονα τεύχει.
μόρσιμα δʼ οὔτι φυγεῖν θέμις, οὐ σοφί-
ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό-
θυμος ἀεὶ πόνον ἕξει.
Χορός
ἀλλὰ σὺ μὴ προπίτνων τὰ θεῶν φέρε, μηδʼ ὑπεράλγει
φροντίδα λύπᾳ·
εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος
ἁ μελέα πρό τʼ ἀδελφῶν καὶ γᾶς·
οὐδʼ ἀκλεής νιν
δόξα πρὸς ἀνθρώπων ὑποδέξεται·
ἁ δʼ ἀρετὰ βαίνει διὰ μόχθων.
ἄξια μὲν πατρός, ἄξια δʼ εὐγενί-
ας τάδε γίγνεται· εἰ δὲ σέβεις θανά-
τους ἀγαθῶν, μετέχω σοι.
Θεράπων
ὦ τέκνα, χαίρετʼ· Ἰόλεως δὲ ποῦ γέρων;
μήτηρ τε πατρὸς τῆσδʼ ἕδρας ἀποστατεῖ;
Ἰόλαος
πάρεσμεν, οἵα δή γʼ ἐμοῦ παρουσία.
Θεράπων
τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμʼ ἔχεις;
Ἰόλαος
φροντίς τις ἦλθʼ οἰκεῖος, ᾗ συνειχόμην.
Θεράπων
ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα.
Ἰόλαος
γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα.
Θεράπων
ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα.
Ἰόλαος
τίς δʼ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ;
Θεράπων
Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν;
Ἰόλαος
ὦ φίλταθʼ, ἥκεις ἆρα σωτὴρ νῷν βλάβης;
Θεράπων
μάλιστα· καὶ πρός γʼ εὐτυχεῖς τὰ νῦν τάδε.
Ἰόλαος
ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω,
ἔξελθʼ, ἄκουσον τοῦδε φιλτάτους λόγους.
πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων
ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται.
Ἀλκμήνη
τί χρῆμʼ ἀϋτῆς πᾶν τόδʼ ἐπλήσθη στέγος
Ἰόλαε; μῶν τίς σʼ αὖ βιάζεται παρὼν
κῆρυξ ἀπʼ Ἄργους; ἀσθενὴς μὲν ἥ γʼ ἐμὴ
ῥώμη, τοσόνδε δʼ εἰδέναι σʼ ἐχρῆν, ξένε,
οὐκ ἔστʼ ἄγειν σε τούσδʼ ἐμοῦ ζώσης ποτέ.
ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼ
μήτηρ ἔτʼ· εἰ δὲ τῶνδε προσθίξῃ χερί,
δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ.
Ἰόλαος
θάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθεν
κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων.
Ἀλκμήνη
τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου;
Ἰόλαος
σέ, πρόσθε ναοῦ τοῦδʼ ὅπως βαίης πέλας.
Ἀλκμήνη
οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθʼ ὅδε;
Ἰόλαος
ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.
Ἀλκμήνη
ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν.
ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδα
ποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰ
σὺν σοὶ φανέντα δεῦρʼ ἐμὴν τέρψαι φρένα;
Θεράπων
στρατὸν καθίζει τάσσεταί θʼ ὃν ἦλθʼ ἔχων.
Ἀλκμήνη
τοῦδʼ οὐκέθʼ ἡμῖν τοῦ λόγου μέτεστι δή.
Ἰόλαος
μέτεστιν· ἡμῶν δʼ ἔργον ἱστορεῖν τάδε.
Θεράπων
τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν;
Ἰόλαος
πόσον τι πλῆθος συμμάχων πάρεστʼ ἔχων;
Θεράπων
πολλούς· ἀριθμὸν δʼ ἄλλον οὐκ ἔχω φράσαι.
Ἰόλαος
ἴσασιν, οἶμαι, ταῦτʼ· Ἀθηναίων πρόμοι;
Θεράπων
ἴσασι· καὶ δὴ λαιὸν ἕστηκεν κέρας.
Ἰόλαος
ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός;
Θεράπων
καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς.
Ἰόλαος
πόσον τι δʼ ἔστʼ ἄπωθεν Ἀργεῖον δόρυ;
Θεράπων
ὥστʼ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς.
Ἰόλαος
τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας;
Θεράπων
ᾐκάζομεν ταῦτʼ· οὐ γὰρ ἐξηκούομεν.
ἀλλʼ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέρος
οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν.
Ἰόλαος
κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν,
φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν.
Θεράπων
ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος.
Ἰόλαος
καὶ μὴ μετασχεῖν γʼ ἀλκίμου μάχης φίλοις.
Θεράπων
οὐκ ἔστʼ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός.
Ἰόλαος
τί δʼ; οὐ σθένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος;
Θεράπων
σθένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις.
Ἰόλαος
οὐδεὶς ἔμʼ ἐχθρῶν προσβλέπων ἀνέξεται.
Θεράπων
οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτʼ ἦν ῥώμη σέθεν.
Ἰόλαος
ἀλλʼ οὖν μαχοῦνται γʼ ἀριθμὸν οὐκ ἐλάσσοσι.
Θεράπων
σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις.
Ἰόλαος
μή τοί μʼ ἔρυκε δρᾶν παρεσκευασμένον.
Θεράπων
δρᾶν μὲν σύ γʼ οὐχ οἷός τε, βούλεσθαι δʼ ἴσως.
Ἰόλαος
ὡς μὴ μενοῦντα τἄλλα σοι λέγειν πάρα.
Θεράπων
πῶς οὖν ὁπλίταις τευχέων ἄτερ φανῇ;
Ἰόλαος
ἔστʼ ἐν δόμοισιν ἔνδον αἰχμάλωθʼ ὅπλα,
τοῖς δʼ οὖσι χρησόμεσθα· κἀποδώσομεν
ζῶντες, θανόντας δʼ οὐκ ἀπαιτήσει θεός.
ἀλλʼ εἴσιθʼ εἴσω κἀπὸ πασσάλων ἑλὼν
ἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι.
αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε,
τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.
Χορός
λῆμα μὲν οὔπω στόρνυσι χρόνος
τὸ σόν, ἀλλʼ ἡβᾷ, σῶμα δὲ φροῦδον.
τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει,
σμικρὰ δʼ ὀνήσει πόλιν ἡμετέραν;
χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν,
τὰ δʼ ἀμήχανʼ ἐᾶν· οὐκ ἔστιν ὅπως
ἥβην κτήσῃ πάλιν αὖθις.
Ἀλκμήνη
τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν
λιπεῖν μʼ ἔρημον σὺν τέκνοις ἐμοῖς;
Ἰόλαος
ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρῆν τούτων μέλειν.
Ἀλκμήνη
τί δʼ; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;
Ἰόλαος
παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.
Ἀλκμήνη
ἢν δʼ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;
Ἰόλαος
οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.
Ἀλκμήνη
τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλʼ ἔχω.
Ἰόλαος
καὶ Ζηνὶ τῶν σῶν, οἶδʼ ἐγώ, μέλει πόνων.
Ἀλκμήνη
φεῦ·
Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·
εἰ δʼ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.
Θεράπων
ὅπλων μὲν ἤδη τήνδʼ ὁρᾷς παντευχίαν,
φθάνοις δʼ ἂν οὐκ ἂν τοῖσδε συγκρύπτων δέμας·
ὡς ἐγγὺς ἁγών, καὶ μάλιστʼ Ἄρης στυγεῖ
μέλλοντας· εἰ δὲ τευχέων φοβῇ βάρος,
νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν
κόσμῳ πυκάζου τῷδʼ· ἐγὼ δʼ οἴσω τέως.
Ἰόλαος
καλῶς ἔλεξας· ἀλλʼ ἐμοὶ πρόχειρʼ ἔχων
τεύχη κόμιζε, χειρὶ δʼ ἔνθες ὀξύην,
λαιόν τʼ ἔπαιρε πῆχυν, εὐθύνων πόδα.
Θεράπων
ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;
Ἰόλαος
ὄρνιθος οὕνεκʼ ἀσφαλῶς πορευτέον.
Θεράπων
εἴθʼ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.
Ἰόλαος
ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.
Θεράπων
σύ τοι βραδύνεις, οὐκ ἐγὼ δοκῶ τι δρᾶν.
Ἰόλαος
οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται;
Θεράπων
ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.
Ἰόλαος
οὐ ταῦτα λέξεις, ἡνίκʼ ἂν λεύσσῃς μʼ ἐκεῖ.
Θεράπων
τί δρῶντα; βουλοίμην δʼ ἂν εὐτυχοῦντά γε.
Ἰόλαος
διʼ ἀσπίδος θείνοντα πολεμίων τινά.
Θεράπων
εἰ δή ποθʼ ἥξομέν γε· τοῦτο γὰρ φόβος.
Ἰόλαος
φεῦ·
εἴθʼ, ὦ βραχίων, οἷον ἡβήσαντά σε
μεμνήμεθʼ ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ
Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι
τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως
θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.
ἔστιν δʼ ἐν ὄλβῳ καὶ τόδʼ οὐκ ὀρθῶς ἔχον,
εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ
τὸν εὐτυχοῦντα πάντʼ ἐπίστασθαι καλῶς.
Χορός
Γᾶ καὶ παννύχιος σελά-
να καὶ λαμπρόταται θεοῦ
φαεσίμβροτοι αὐγαί,
ἀγγελίαν μοι ἐνέγκαιτʼ·
ἰαχήσατε δʼ οὐρανῷ
καὶ παρὰ θρόνον ἀρχέταν
γλαυκᾶς ἐν Ἀθάνας.
μέλλω τᾶς πατριώτιδος
γᾶς, μέλλω καὶ ὑπὲρ δόμων
ἱκέτας ὑποδεχθεὶς
κίνδυνον πολιῷ τεμεῖν σιδάρῳ.
Χορός
δεινὸν μὲν πόλιν ὡς Μυκή-
νας εὐδαίμονα καὶ δορὸς
πολυαίνετον ἀλκᾷ
μῆνιν ἐμᾷ χθονὶ κεύθειν·
κακὸν δʼ, ὦ πόλις, εἰ ξένους
ἱκτῆρας παραδώσομεν
κελεύμασιν Ἄργους.
Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ-
μαι, Ζεύς μοι χάριν ἐνδίκως
ἔχει· οὔποτε θνατῶν
ἥσσους δαίμονες ἔκ γʼ ἐμοῦ φανοῦνται.
Χορός
ἀλλʼ, ὦ πότνια — σὸν γὰρ οὖ-
δας γᾶς, σὸν καὶ πόλις, ἇς σὺ μά-
τηρ δέσποινά τε καὶ φύλαξ —
πόρευσον ἄλλᾳ τὸν οὐ δικαίως
τᾷδʼ ἐπάγοντα δορυσσοῦν
στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾷ γʼ ἀρετᾷ
δίκαιός εἰμʼ ἐκπεσεῖν μελάθρων.
Χορός
ἐπεί σοι πολύθυτος ἀεὶ
τιμὰ κραίνεται, οὐδὲ λά-
θει μηνῶν φθινὰς ἁμέρα,
νέων τʼ ἀοιδαὶ χορῶν τε μολπαί.
ἀνεμόεντι δʼ ἐπʼ ὄχθῳ
ὀλολύγματα παννυχίοις ὑπὸ παρ-
θένων ἰαχεῖ ποδῶν κρότοισιν.
Θεράπων
δέσποινα, μύθους σοί τε συντομωτάτους
κλύειν ἐμοί τε τῷδε καλλίστους φέρω.
νικῶμεν ἐχθροὺς καὶ τροπαῖʼ ἱδρύεται
παντευχίαν ἔχοντα πολεμίων σέθεν.
Ἀλκμήνη
ὦ φίλταθʼ, ἥδε σʼ ἡμέρα διήλασεν
ἐλευθερῶσαι τοῖσδε τοῖς ἀγγέλμασιν.
μιᾶς δʼ ἔμʼ οὔπω συμφορᾶς ἐλευθεροῖς·
φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω.
Θεράπων
ζῶσιν μέγιστόν γʼ εὐκλεεῖς κατὰ στρατόν.
Ἀλκμήνη
ὁ μὲν γέρων οὐκ ἔστιν Ἰόλεως ὅδε;
Θεράπων
μάλιστα, πράξας δʼ ἐκ θεῶν κάλλιστα δή.
Ἀλκμήνη
τί δʼ ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο;
Θεράπων
νέος μεθέστηκʼ ἐκ γέροντος αὖθις αὖ.
Ἀλκμήνη
θαυμάστʼ ἔλεξας· ἀλλά σʼ εὐτυχῆ φίλων
μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω.
Θεράπων
εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε.
ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν
κατὰ στόμʼ ἐκτείνοντες ἀντετάξαμεν,
ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα
ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός.
κἄπειτ’ ἔλεξεν· Ὦ στρατήγʼ ὃς Ἀργόθεν
ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν
καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν
ἀνδρὸς στερήσας· ἀλλʼ ἐμοὶ μόνος μόνῳ
μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν
τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ
τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες.
στρατὸς δʼ ἐπῄνεσ’, ἔς τʼ ἀπαλλαγὰς πόνων
καλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν.
ὃ δʼ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων
οὔτʼ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν
ἐλθεῖν ἐτόλμησʼ ἐγγὺς ἀλκίμου δορός,
ἀλλʼ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς
τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους.
Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν·
μάντεις δʼ, ἐπειδὴ μονομάχου διʼ ἀσπίδος
διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας,
ἔσφαζον, οὐκ ἔμελλον, ἀλλʼ ἀφίεσαν
λαιμῶν βροτείων εὐθὺς οὔριον φόνον.
οἳ δʼ ἅρματʼ εἰσέβαινον, οἳ δʼ ὑπʼ ἀσπίδων
πλευροῖς ἔκρυπτον πλεύρʼ· Ἀθηναίων δʼ ἄναξ
στρατῷ παρήγγελλ’ οἷα χρὴ τὸν εὐγενῆ·
Ὦ ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶ
καὶ τῇ τεκούσῃ νῦν τινʼ ἀρκέσαι χρεών.
ὃ δʼ αὖ τό τʼ Ἄργος μὴ καταισχῦναι θέλειν
καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.
ἐπεὶ δʼ ἐσήμηνʼ ὄρθιον Τυρσηνικῇ
σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην,
πόσον τινʼ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν,
πόσον τινὰ στεναγμὸν οἰμωγήν θʼ ὁμοῦ;
τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς
ἐρρήξαθʼ ἡμᾶς· εἶτʼ ἐχώρησαν πάλιν.
τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί,
ἀνὴρ δʼ ἐπʼ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη·
πολλοὶ δʼ ἔπιπτον. ἦν δὲ τοῦ κελεύματος·
Ὦ τὰς Ἀθήνας — Ὦ τὸν Ἀργείων γύην
σπείροντες — οὐκ ἀρήξετʼ αἰσχύνην πόλει;
μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων
ἐτρεψάμεσθʼ Ἀργεῖον ἐς φυγὴν δόρυ.
κἀνταῦθʼ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον
ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν
Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον.
λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως
πώλοις ἐπεῖχε. τἀπὸ τοῦδʼ ἤδη κλύων
λέγοιμʼ ἂν ἄλλων, δεῦρο δʼ αὐτὸς εἰσιδών.
Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον
δίας Ἀθάνας, ἅρμʼ ἰδὼν Εὐρυσθέως,
ἠράσαθʼ Ἥβῃ Ζηνί θʼ, ἡμέραν μίαν
νέος γενέσθαι κἀποτείσασθαι δίκην
ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι.
δισσὼ γὰρ ἀστέρʼ ἱππικοῖς ἐπὶ ζυγοῖς
σταθέντʼ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει·
σὸν δὴ λέγουσι παῖδά γʼ οἱ σοφώτεροι
Ἥβην θʼ· ὃ δʼ ὄρφνης ἐκ δυσαιθρίου νέων
βραχιόνων ἔδειξεν ἡβητὴν τύπον.
αἱρεῖ δʼ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως
τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν,
δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον
κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων
τὸν ὄλβιον πάροιθε. τῇ δὲ νῦν τύχῃ
βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν,
τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂν
θανόντʼ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι.
Χορός
ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου
ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.
Ἀλκμήνη
ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά,
χάριν δʼ ὅμως σοι τῶν πεπραγμένων ἔχω·
καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσʼ ἐγὼ
θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς.
ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων,
ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου
Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς
ὄψεσθε, κλήρους δʼ ἐμβατεύσετε χθονὸς
καὶ θεοῖς πατρῴοις θύσεθʼ, ὧν ἀπειργμένοι
ξένοι πλανήτην εἴχετʼ ἄθλιον βίον.
ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε
Εὐρυσθέως ἐφείσαθʼ ὥστε μὴ κτανεῖν;
λέξον· παρʼ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε,
ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην.
Θεράπων
τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις
κρατοῦντα καὶ σῇ δεσποτούμενον χερί.
οὐ μὴν ἑκόντα γʼ αὐτόν, ἀλλὰ πρὸς βίαν
ἔζευξʼ ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετο
ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην.
ἀλλʼ, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι
ὃ πρῶτον εἶπας, ἡνίκʼ ἠρχόμην λόγου,
ἐλευθερώσειν μʼ· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ
ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.
Χορός
Ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω-
τοῦ χάρις ενι δαι·
εἴη δʼ εὔχαρις Ἀφροδί-
τα· τερπνὸν δέ τι καὶ φίλων ἆρʼ
εὐτυχίαν ἰδέσθαι
τῶν πάρος οὐ δοκούντων.
πολλὰ γὰρ
τίκτει Μοῖρα τελεσσιδώ-
τειρʼ Αἰών τε Χρόνου παῖς.
Χορός
ἔχεις ὁδόν τινʼ, ὦ πόλις, δίκαιον — οὐ
χρή ποτε τοῦδʼ ἀφέσθαι, —
τιμᾶν θεούς· ὁ δὲ μή σε φά-
σκων ἐγγὺς μανιῶν ἐλαύνει,
δεικνυμένων ἐλέγχων
τῶνδʼ· ἐπίσημα γάρ τοι
θεὸς παραγ-
γέλλει, τῶν ἀδίκων παραι-
ρῶν φρονήματος αἰεί.
Χορός
ἔστιν ἐν οὐρανῷ βεβα-
κὼς τεὸς γόνος, ὦ γεραι-
ά· φεύγει λόγον ὡς τὸν Ἅι-
δα δόμον κατέβα, πυρὸς
δεινᾷ φλογὶ σῶμα δαισθείς·
Ἥβας τʼ ἐρατὸν χροΐζει
λέχος χρυσέαν κατʼ αὐλάν.
ὦ Ὑμέναιε, δισσοὺς παῖ-
δας Διὸς ἠξίωσας.
Χορός
συμφέρεται τὰ πολλὰ πολ-
λοῖς· καὶ γὰρ πατρὶ τῶνδʼ Ἀθά-
ναν λέγουσʼ ἐπίκουρον εἶ-
ναι, καὶ τούσδε θεᾶς πόλις
καὶ λαὸς ἔσωσε κείνας·
ἔσχεν δʼ ὕβριν ἀνδρὸς ᾧ θυ-
μὸς ἦν πρὸ δίκας βίαιος.
μήποτʼ ἐμοὶ φρόνημα ψυ-
χά τʼ ἀκόρεστος εἴη.
Θεράπων
δέσποινʼ, ὁρᾷς μέν, ἀλλʼ ὅμως εἰρήσεται,
Εὐρυσθέα σοι τόνδʼ ἄγοντες ἥκομεν,
ἄελπτον ὄψιν, τῷδέ τʼ οὐχ ἧσσον τύχην·
οὐ γάρ ποτʼ ηὔχει χεῖρας ἵξεσθαι σέθεν,
ὅτʼ ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδι
ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν
πέρσων Ἀθηνᾶς. ἀλλὰ τὴν ἐναντίαν
δαίμων ἔθηκε, καὶ μετέστησεν τύχην.
Ὕλλος μὲν οὖν ὅ τʼ ἐσθλὸς Ἰόλεως βρέτας
Διὸς τροπαίου καλλίνικον ἵστασαν·
ἐμοὶ δὲ πρὸς σὲ τόνδʼ ἐπιστέλλουσʼ ἄγειν,
τέρψαι θέλοντες σὴν φρένʼ· ἐκ γὰρ εὐτυχοῦς
ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθʼ ὁρᾶν.
Ἀλκμήνη
ὦ μῖσος, ἥκεις; εἷλέ σʼ ἡ Δίκη χρόνῳ;
πρῶτον μὲν οὖν μοι δεῦρʼ ἐπίστρεψον κάρα
καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον
ἐχθρούς· κρατῇ γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι.
ἐκεῖνος εἶ σύ — βούλομαι γὰρ εἰδέναι —
ὃς πολλὰ μὲν τὸν ὄνθʼ ὅπου ’στὶ νῦν ἐμὸν
παῖδʼ ἠξίωσας, ὦ πανοῦργʼ, ἐφυβρίσαι;
τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι;
ὃς καὶ παρʼ Ἅιδην ζῶντά νιν κατήγαγες,
ὕδρας λέοντάς τʼ ἐξαπολλύναι λέγων
ἔπεμπες. ἄλλα δʼ οἷ’ ἐμηχανῶ κακὰ
σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι.
κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον,
ἀλλʼ ἐξ ἁπάσης κἀμὲ καὶ τέκνʼ Ἑλλάδος
ἤλαυνες ἱκέτας δαιμόνων καθημένους,
τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι.
ἀλλʼ ηὗρες ἄνδρας καὶ πόλισμʼ ἐλεύθερον,
οἵ σʼ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς,
καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ
θνῄσκειν σὲ πολλὰ πήματʼ ἐξειργασμένον.
Χορός
οὐκ ἔστʼ ἀνυστὸν τόνδε σοι κατακτανεῖν.
Θεράπων
ἄλλως ἄρʼ αὐτὸν αἰχμάλωτον εἵλομεν;
Ἀλκμήνη
εἴργει δὲ δὴ τίς τόνδε μὴ θνῄσκειν νόμος;
Χορός
τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ.
Ἀλκμήνη
τί δὴ τόδʼ; ἐχθροὺς τοισίδʼ οὐ καλὸν κτανεῖν;
Χορός
οὐχ ὅντινʼ ἄν γε ζῶνθʼ ἕλωσιν ἐν μάχῃ.
Ἀλκμήνη
καὶ ταῦτα δόξανθʼ Ὕλλος ἐξηνέσχετο;
Χορός
χρῆν δʼ αὐτόν, οἶμαι, τῇδʼ ἀπιστῆσαι χθονί;
Ἀλκμήνη
χρῆν τόνδε μὴ ζῆν μηδʼ ὁρᾶν φάος ἔτι.
Χορός
τότʼ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε.
Ἀλκμήνη
οὐκ οὖν ἔτʼ ἐστὶν ἐν καλῷ δοῦναι δίκην;
Χορός
οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι.
Ἀλκμήνη
ἔγωγε· καίτοι φημὶ κἄμʼ εἶναί τινα.
Χορός
πολλὴν ἄρʼ ἕξεις μέμψιν, εἰ δράσεις τόδε.
Ἀλκμήνη
φιλῶ πόλιν τήνδʼ· οὐδὲν ἀντιλεκτέον.
τοῦτον δʼ, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς,
οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται.
πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃ
καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ
λέξει· τὸ δʼ ἔργον τοῦτʼ ἐμοὶ πεπράξεται.
Χορός
δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, σʼ ἔχει
νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς.
Ἐυρυσθεύς
γύναι, σάφʼ ἴσθι μή με θωπεύσοντά σε,
μηδʼ ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι
λέξονθʼ ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα.
ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδʼ ἠράμην·
ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς,
τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει.
ἀλλʼ εἴτʼ ἔχρῃζον εἴτε μή — θεὸς γὰρ ἦν —
Ἥρα με κάμνειν τήνδʼ ἔθηκε τὴν νόσον.
ἐπεὶ δʼ ἐκείνῳ δυσμένειαν ἠράμην
κἄγνων ἀγῶνα τόνδʼ ἀγωνιούμενος,
πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην
καὶ πόλλʼ ἔτικτον νυκτὶ συνθακῶν ἀεί,
ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς
ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ,
εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλʼ ἐτητύμως
ἄνδρʼ ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν
ἀκούσεται ’μοί γʼ ἐσθλὰ χρηστὸς ὢν ἀνήρ.
κείνου δʼ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μʼ ἄρα
μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα
ἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον,
κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον;
τοιαῦτα δρῶντι τἄμʼ ἐγίγνετʼ ἀσφαλῆ.
οὔκουν σύ γʼ ἀναλαβοῦσα τὰς ἐμὰς τύχας
ἐχθροῦ λέοντος δυσγενῆ βλαστήματα
ἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνως
εἴασας οἰκεῖν Ἄργος; οὔτινʼ ἂν πίθοις.
νῦν οὖν ἐπειδή μʼ οὐ διώλεσαν τότε
πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις
οὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών·
πόλις τʼ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν
μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ.
προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴ
τὸν προστρόπαιον τόν τε γενναῖον καλεῖν.
οὕτω γε μέντοι τἄμ’ ἔχεις· θανεῖν μὲν οὐ
χρῄζω, λιπὼν δʼ ἂν οὐδὲν ἀχθοίμην βίον.
Χορός
παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω,
τὸν ἄνδρʼ ἀφεῖναι τόνδʼ, ἐπεὶ δοκεῖ πόλει.
Ἀλκμήνη
τί δʼ, ἢν θάνῃ τε καὶ πόλει πιθώμεθα;
Χορός
τὰ λῷστ’ ἂν εἴη· πῶς τάδʼ οὖν γενήσεται;
Ἀλκμήνη
ἐγὼ διδάξω ῥᾳδίως· κτανοῦσα γὰρ
τόνδʼ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων
δώσω· τὸ γὰρ σῶμʼ οὐκ ἀπιστήσω χθονί,
οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί.
Ἐυρυσθεύς
κτεῖνʼ, οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν,
ἐπεί μʼ ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν,
χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι,
ὃς ὠφελήσει μείζονʼ ἢ δοκεῖν χρόνῳ.
θανόντα γάρ με θάψεθʼ οὗ τὸ μόρσιμον,
δίας πάροιθε παρθένου Παλληνίδος·
καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος
μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός,
τοῖς τῶνδε δʼ ἐκγόνοισι πολεμιώτατος,
ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ
χάριν προδόντες τήνδε. τοιούτων ξένων
προύστητε. πῶς οὖν ταῦτʼ ἐγὼ πεπυσμένος
δεῦρʼ ἦλθον, ἀλλʼ οὐ χρησμὸν ἠρόμην θεοῦ;
Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ
κοὐκ ἂν προδοῦναί μʼ. ἀλλὰ μήτε μοι χοὰς
μήθʼ αἷμʼ ἐάσῃς εἰς ἐμὸν στάξαι τόπον.
κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδʼ ἐγὼ
δώσω· διπλοῦν δὲ κέρδος ἕξετʼ ἐξ ἐμοῦ,
ὑμᾶς τʼ ὀνήσω τούσδε τε βλάψω θανών.
Ἀλκμήνη
τί δῆτα μέλλετʼ, εἰ πόλει σωτηρίαν
κατεργάσασθαι τοῖσί τʼ ἐξ ἡμῶν χρεών,
κτείνειν τὸν ἄνδρα τόνδʼ, ἀκούοντες τάδε;
δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην·
ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών.
κομίζετʼ αὐτόν, δμῶες· εἶτα χρὴ κυσὶν
δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσῃς ὅπως
αὖθις πατρῴας ζῶν ἔμʼ ἐκβαλεῖς χθονός.
Ἡμιχόριον
ταὐτὰ δοκεῖ μοι. στείχετʼ, ὀπαδοί.
τὰ γὰρ ἐξ ἡμῶν
καθαρῶς ἔσται βασιλεῦσιν.