Ἀνδρομάχη Euripides Gilbert Murray Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Alison Babeu Lisa Cerrato Bruce Robertson Tufts University Trustees of Tufts University Medford, MA Perseus Project 2020 tlg0006.tlg006.perseus-grc2.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License Euripides Euripidis Fabulae Gilbert Murray Oxford Clarendon Press 1902 1 The Internet Archive

Greek produced via Lace 0.5.10. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.

This pointer pattern extracts line

Greek rescanned Murray via Lace; diff file against perseus version; added to structure creation of new file and markup

τὰ τοῦ δράματος πρόσωπα

Ἀνδρομάχη

Θεράπαινα

Χορός

Ἑρμιόνη

Μενέλαος

Παῖς Ἀνδρομάχης

Πηλεύς

Τροφός

Ὀρέστης

Ἄγγελος

Θέτις

Ἀνδρομάχη Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι, ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ Πριάμου τύραννον ἑστίαν ἀφικόμην δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι, ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ, νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή· ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε ἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων, ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον· αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων οἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμην τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας δοθεῖσα λείας Τρωικῆς ἐξαίρετον. Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας σύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσία Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις φεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων. ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως, Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας, ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν. κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον, πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ γ’ ἐμῷ. καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως ἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνου ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν· ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος, κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι. λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην, αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ· ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην, νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας, ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει. ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν, πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε. καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν ἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼ δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον θάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν. Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων. ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη. ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα προσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκην δίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼν ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην, εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος θεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ. Θεράπαινα δέσποιν’—ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδε καλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουν τὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον, εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ ἦ τῷ σῷ πόσει, καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους, φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται, οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεται Μενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα. Ἀνδρομάχη ὦ φιλτάτη σύνδουλε—σύνδουλος γὰρ εἶ τῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ— τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ, κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ; θεράπαινα τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ, κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου. Ἀνδρομάχη οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον; πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην. Θεράπαινα οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε· φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο. Ἀνδρομάχη ἀπωλόμην ἄρ’. ὦ τέκνον, κτενοῦσί σε δισσοὶ λαβόντες γῦπες· ὁ δὲ κεκλημένος πατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων. Θεράπαινα δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶς κείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων. Ἀνδρομάχη οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν, ὡς ἥξοι, φάτις; Θεράπαινα γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών. Ἀνδρομάχη καὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον. Θεράπαινα μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων; Ἀνδρομάχη πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν; Θεράπαινα τί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων; Ἀνδρομάχη πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ. Θεράπαινα κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ. Ἀνδρομάχη ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς. Θεράπαινα οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί. ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν. Ἀνδρομάχη χώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶ θρήνοισι καὶ γόοισι καὶ δακρύμασι, πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν ἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν. πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν, πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτορα στερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγην δούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως. χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν, πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς ὅπως περάσας ἡμέραν ἥξει κάτω.
Ἀνδρομάχη Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν ἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν. ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον εἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος· αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας, δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ. πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις. ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.
Χορός ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις δαρὸν οὐδὲ λείπεις, Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν, εἴ τί σοι δυναίμαν ἄκος τῶν δυσλύτων πόνων τεμεῖν, οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν, τλάμον’ ἀμφὶ λέκτρων διδύμων ἐπίκοινον ἐοῦσαν ἀμφὶ παῖδ’ Ἀχιλλέως.
Χορός γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις. δεσπόταις ἁμιλλᾷ Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν; λεῖπε δεξίμηλον δόμον τᾶς ποντίας θεοῦ. τί σοι καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν δεσποτῶν ἀνάγκαις; τὸ κρατοῦν δέ σ’ ἔπεισι. τί μόχθον οὐδὲν οὖσα μοχθεῖς;
Χορός ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν, γνῶθι δ’ οὖσ’ ἐπὶ ξένας δμωὶς ἐπ’ ἀλλοτρίας πόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷς σῶν, ὦ δυστυχεστάτα, παντάλαινα νύμφα.
Χορός οἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς, οἴκους δεσποτῶν ἐμῶν· φόβῳ δ’ ἡσυχίαν ἄγομεν— τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω— μὴ παῖς τᾶς Διὸς κόρας σοί μ’ εὖ φρονοῦσαν εἰδῇ.
Ἑρμιόνη κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο δόμων ἀπαρχὰς δεῦρ’ ἔχουσ’ ἀφικόμην, ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ πολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν. ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις· σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴ δόμους κατασχεῖν ἐκβαλοῦσ’ ἡμᾶς θέλεις τούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς, νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται· δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε ψυχὴ γυναικῶν· ὧν ἐπισχήσω σ’ ἐγώ, κοὐδέν σ’ ὀνήσει δῶμα Νηρῇδος τόδε, οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ. ἢν δ’ οὖν βροτῶν τίς σ’ ἢ θεῶν σῷσαι θέλῃ, δεῖ σ’ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων πτῆξαι ταπεινὴν προσπεσεῖν τ’ ἐμὸν γόνυ, σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον, γνῶναί θ’ ἵν’ εἶ γῆς. οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε, οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις. εἰς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ, ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν, τολμᾷς ξυνεύδειν καὶ τέκν’ αὐθέντου πάρα τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος· πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μίγνυται κόρη τ’ ἀδελφῷ, διὰ φόνου δ’ οἱ φίλτατοι χωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος. ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸν δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν, ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει. Χορός ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί. Ἀνδρομάχη φεῦ φεῦ· κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει. ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι λόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα, ἢν δ’ αὖ κρατήσω, μὴ ’πὶ τῷδ’ ὄφλω βλάβην· οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο· ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι. εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳ πεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων; ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις, τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς; ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματι πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω; πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω δούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα; ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς; φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο; αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν; οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις, ἀλλ’ εἰ ξυνεῖναι μὴ ’πιτηδεία κυρεῖς. φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι, ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας. σὺ δ’ ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλις μέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης· πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοι μείζων Ἀχιλλέως. ταῦτά τοί σ’ ἔχθει πόσις. χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ, στέργειν, ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος. εἰ δ’ ἀμφὶ Θρῄκην χιόνι τὴν κατάρρυτον τύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχος δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος, ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχους πάσαις γυναιξὶ προστιθεῖσ’ ἂν ηὑρέθης. αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσον ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς. ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάριν σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις, καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν. καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην πόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσου τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς. μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων φεύγειν τρόπους χρὴ τέκν’, ὅςοις ἔνεστι νοῦς. Χορός δέσποιν’, ὅσον σοι ῥᾳδίως προσίσταται, τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις. Ἑρμιόνη τί σεμνομυθεῖς κεἰς ἀγῶν’ ἔρχῃ λόγων, ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα; Ἀνδρομάχη οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις. Ἑρμιόνη ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι. Ἀνδρομάχη νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι. Ἑρμιόνη σὺ δ’ οὐ λέγεις γε, δρᾷς δέ μ’ εἰς ὅσον δύνῃ. Ἀνδρομάχη οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι; Ἑρμιόνη τί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ; Ἀνδρομάχη ναί, καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά. Ἑρμιόνη οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν. Ἀνδρομάχη κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει. Ἑρμιόνη σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ. Ἀνδρομάχη ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ ἀποβλέπον; Ἑρμιόνη μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ. Ἀνδρομάχη Ἑλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ δὲ σή. Ἑρμιόνη ἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν; Ἀνδρομάχη ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα. Ἑρμιόνη ἐκεῖνο λέξον, οὗπερ εἵνεκ’ ἐστάλην. Ἀνδρομάχη λέγω σ’ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ. Ἑρμιόνη λείψεις τόδ’ ἁγνὸν τέμενος ἐναλίας θεοῦ; Ἀνδρομάχη εἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ. Ἑρμιόνη ὡς τοῦτ’ ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν. Ἀνδρομάχη ἀλλ’ οὐδ’ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι. Ἑρμιόνη πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι— Ἀνδρομάχη σὺ δ’ οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε. Ἑρμιόνη καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας. Ἀνδρομάχη σφάζ’, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε. Ἑρμιόνη ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος, ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ’ ἐγώ σ’ ἕδρας ἐκ τῆσδ’ ἑκοῦσαν ἐξαναστήσω τάχα· τοιόνδ’ ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους κρύψω, τὸ δ’ ἔργον αὐτὸ σημανεῖ τάχα. κάθησ’ ἑδραία· καὶ γὰρ εἰ πέριξ σ’ ἔχοι τηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ ἐγὼ πρὶν ᾧ πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν. Ἀνδρομάχη πέποιθα. δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίων ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα· ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω, οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πω κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν.
Χορός Ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίαν ἐς νάπαν ἦλθ’ ὁ Μαί- ας τε καὶ Διὸς τόκος, τρίπωλον ἅρμα δαιμόνων ἄγων τὸ καλλιζυγές, ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας σταθμοὺς ἐπὶ βούτα, βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίαν ἔρημόν θ’ ἑστιοῦχον αὐλάν.
Χορός ταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν πιδάκων νίψαν αἰ- γλᾶντα σώματα ῥοαῖς, ἔβαν δὲ Πριαμίδαν ὑπερ- βολαῖς λόγων δυσφρόνων παραβαλλόμεναι, δολίοις δ’ ἕλε Κύπρις λόγοις, τερπνοῖς μὲν ἀκοῦσαι, πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει ταλαίνᾳ περγάμοις τε Τροίας.
Χορός ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν ἁ τεκοῦσά νιν Πάριν πρὶν Ἰδαῖ- ον κατοικίσαι λέπας· ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ βόασε Κασάνδρα κτανεῖν, μεγάλαν Πριάμου πόλεως λώβαν. τίν’ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο δαμογερόν- των βρέφος φονεύειν;
Χορός οὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθε δούλιον, σύ τ’ ἂν γύναι, τυράννων ἔσχες ἂν δόμων ἕδρας· παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺς μόχθους οὓς ἀμφὶ Τροίαν δεκέτεις ἀλάληντο νέοι λόγχαις. λέχη τ’ ἔρημ’ ἂν οὔποτ’ ἐξελείπετο, καὶ τεκέων ὀρφανοὶ γέροντες.
Μενέλαος ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμους λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου. σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε, τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι. κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον, ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται. ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ, ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις. Ἀνδρομάχη ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν. εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο, εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχειν οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν. σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν; ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων τοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ δούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶ οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι. ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι, πλὴν εἴ τι πλούτῳ· τοῦτο δ’ ἰσχύει μέγα. Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους· τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε· μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος. ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇ φόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος. ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω, τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ τέκνου θανόντος ῥᾳδίως ἀνέξεται; οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ· ἀλλ’ εἶσιν οἷ χρή—Πηλέως γὰρ ἄξια πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται— ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺς ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν φεύγει τὸ ταύτης σῶφρον; ἀλλὰ πεύσεται. γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοις χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ, κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς; πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένην βούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω; οὐ χρὴ ’πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ οὐδ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν, ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν. ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει, ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα βλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν. ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενὸς— ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν. Χορός ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας, καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός. Μενέλαος γύναι, τάδ’ ἐστὶ σμικρὰ καὶ μοναρχίας οὐκ ἄξι’, ὡς φῄς, τῆς ἐμῆς οὐδ’ Ἑλλάδος. εὖ δ’ ἴσθ’, ὅτου τις τυγχάνει χρείαν ἔχων, τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν. κἀγὼ θυγατρί—μεγάλα γὰρ κρίνω τάδε, λέχους στέρεσθαι—σύμμαχος καθίσταμαι. τὰ μὲν γὰρ ἄλλα δεύτερ’ ἂν πάσχοι γυνή, ἀνδρὸς δ’ ἁμαρτάνουσ’ ἁμαρτάνει βίου. δούλων δ’ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν καὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός· φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι ὀρθῶς πεφύκασ’, ἀλλὰ κοινὰ χρήματα. μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι τἄμ’ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός. ἀλλ’ ἐξανίστω τῶνδ’ ἀνακτόρων θεᾶς· ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ’ ἐκφεύγει μόρον, σοῦ δ’ οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ. δυοῖν δ’ ἀνάγκη θατέρῳ λιπεῖν βίον. Ἀνδρομάχη οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι βίου καθίστης· καὶ λαχοῦσά γ’ ἀθλία καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι. ὦ μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι, πιθοῦ· τί καίνεις μ’; ἀντὶ τοῦ; ποίαν πόλιν προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ; ποῖον δ’ ἔπρησα δῶμ’; ἐκοιμήθην βίᾳ σὺν δεσπόταισι· κᾆτ’ ἔμ’, οὐ κεῖνον κτενεῖς, τὸν αἴτιον τῶνδ’, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ; οἴμοι κακῶν τῶνδ’, ὦ τάλαιν’ ἐμὴ πατρίς, ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν ἄχθος τ’ ἐπ’ ἄχθει τῷδε προσθέσθαι διπλοῦν; ἀτὰρ τί ταῦτα δύρομαι, τὰ δ’ ἐν ποσὶν οὐκ ἐξικμάζω καὶ λογίζομαι κακά; ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους κατεῖδον οἰκτρῶς τ’ Ἴλιον πυρούμενον, αὐτὴ δὲ δούλη ναῦς ἐπ’ Ἀργείων ἔβην κόμης ἐπισπασθεῖσ’· ἐπεὶ δ’ ἀφικόμην Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι. τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν; πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας; εἷς παῖς ὅδ’ ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου· τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε. οὐ δῆτα τοὐμοῦ γ’ εἵνεκ’ ἀθλίου βίου· ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται, ἐμοὶ δ’ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου. ἰδοὺ προλείπω βωμὸν ἥδε χειρία σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην. ὦ τέκνον, ἡ τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς, στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς μόρον, μέμνησο μητρός, οἷα τλᾶσ’ ἀπωλόμην, καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας λέγ’ οἷ’ ἔπραξα. πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦν ψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει, ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ. Χορός ᾤκτιρ’ ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆ βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ. εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν, Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῇ πόνων. Μενέλαος λάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας, δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται ἐγώ σ’, ἵν’ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς, προύτεινα παιδὸς θάνατον, ᾧ σ’ ὑπήγαγον εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν. καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο· τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ, ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ. ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρους δούλη γεγῶσα μήποθ’ ὑβρίζειν μάθῃς. Ἀνδρομάχη οἴμοι· δόλῳ μ’ ὑπῆλθες, ἠπατήμεθα. Μενέλαος κήρυσσ’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα. Ἀνδρομάχη ἦ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώτᾳ σοφά; Μενέλαος καὶ τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν. Ἀνδρομάχη τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῇ δίκην; Μενέλαος ὅταν τάδ’ ᾖ, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ. Ἀνδρομάχη ἦ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας; Μενέλαος οὐ δῆτα· θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν. Ἀνδρομάχη οἴμοι· τί δῆτά σ’ οὐ καταστένω, τέκνον; Μενέλαος οὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀναμένει. Ἀνδρομάχη ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια, ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν, ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα. τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι; οὐκ αἰσχροκερδεῖς; οὐ λέγοντες ἄλλα μὲν γλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί; ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς ὡς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν, ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν πόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν. νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς κτείνεις μ’. ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σε γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν. ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας, ἡμεῖς δὲ Τροίᾳ γ’. εἰ δ’ ἐγὼ πράσσω κακῶς, μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.
Χορός οὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶν οὐδ’ ἀμφιμάτορας κόρους, ἔριδας οἴκων δυσμενεῖς τε λύπας. μίαν μοι στεργέτω πόσις γάμοις ἀκοινώ- νητον ἀνδρὸς εὐνάν.
Χορός οὐδέ γ’ ἐνὶ πόλεσι δίπτυχοι τυραννίδες μιᾶς ἀμείνονες φέρειν, ἄχθος ἐπ’ ἄχθει καὶ στάσις πολίταις· τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖν ἔριν Mοῦ- σαι φιλοῦσι κραίνειν.
Χορός πνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί, κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι, σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον φαυλοτέρας φρενὸς αὐτοκρατοῦς. ἑνὸς ἁ δύνασις ἀνά τε μέλαθρα κατά τε πόλιας, ὁπόταν εὑ- ρεῖν θέλωσι καιρόν.
Χορός ἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάτα Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρῳ λέχεϊ, κτείνει δὲ τὴν τάλαιναν Ἰλιάδα κόραν παῖδά τε δύσφρονος ἔριδος ὕπερ. ἄθεος ἄνομος ἄχαρις ὁ φόνος· ἔτι σε, πότνια, μετατροπὰ τῶνδ’ ἔπεισιν ἔργων.
Χορός καὶ μὴν ἐσορῶ τόδε σύγκρατον ζεῦγος πρὸ δόμων ψήφῳ θανάτου κατακεκριμένον. δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ, μητρὸς λεχέων ὃς ὑπερθνῄσκεις οὐδὲν μετέχων οὐδ’ αἴτιος ὢν βασιλεῦσιν.
Ἀνδρομάχη ἅδ’ ἐγὼ χέρας αἱματη- ρὰς βρόχοισι κεκλῃμένα πέμπομαι κατὰ γαίας. Παῖς μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷ πτέρυγι συγκαταβαίνω. Ἀνδρομάχη θῦμα δάιον, ὦ χθονὸς Φθίας κράντορες. Παῖς ὦ πάτερ, μόλε φίλοις ἐπίκουρος. Ἀνδρομάχη κείσῃ δή, τέκνον ὦ φίλος, μαστοῖς ματέρος ἀμφὶ σᾶς νεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ τ’ Παῖς ὤμοι μοι, τί πάθω; τάλας δῆτ’ ἐγὼ σύ τε, μᾶτερ.
Μενέλαος ἴθ’ ὑποχθόνιοι· καὶ γὰρ ἀπ’ ἐχθρῶν ἥκετε πύργων· δύο δ’ ἐκ δισσαῖν θνῄσκετ’ ἀνάγκαιν· σὲ μὲν ἡμετέρα ψῆφος ἀναιρεῖ, παῖδα δ’ ἐμὴ παῖς τόνδ’ Ἑρμιόνη· καὶ γὰρ ἀνοία μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν, ἐξὸν κτείνειν καὶ φόβον οἴκων ἀφελέσθαι.
Ἀνδρομάχη ὦ πόσις πόσις, εἴθε σὰν χεῖρα καὶ δόρυ σύμμαχον κτησαίμαν, Πριάμου παῖ. Παῖς δύστανος, τί δ’ ἐγὼ μόρου παράτροπον μέλος εὕρω; Ἀνδρομάχη λίσσου, γούνασι δεσπότου χρίμπτων, ὦ τέκνον. Παῖς ὦ φίλος, φίλος, ἄνες θάνατόν μοι. Ἀνδρομάχη λείβομαι δάκρυσιν κόρας, στάζω λισσάδος ὡς πέτρας λιβὰς ἀνήλιος, ἁ τάλαιν’  Παῖς ὤμοι μοι, τί δ’ ἐγὼ κακῶν μῆχος ἐξανύσωμαι;
Μενέλαος τί με προσπίτνεις, ἁλίαν πέτραν ἢ κῦμα λιταῖς ὣς ἱκετεύων; τοῖς γὰρ ἐμοῖσιν γέγον’ ὠφελία, σοὶ δ’ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι μέγ’ ἀναλώσας ψυχῆς μόριον Τροίαν εἷλον καὶ μητέρα σήν· ἧς ἀπολαύων Ἅιδην χθόνιον καταβήσῃ. Χορός καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας, σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα. Πηλεύς ὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῇ, τί ταῦτα; πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖ δόμος; τί πράσσετ’ ἄκριτα μηχανώμενοι; Μενέλα’, ἐπίσχες· μὴ τάχυν’ ἄνευ δίκης ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοι σχολῆς τόδ’ ἔργον· ἀλλ’ ἀνηβητηρίαν ῥώμην μ’ ἐπαινῶ λαμβάνειν, εἴπερ ποτέ πρῶτον μὲν οὖν κατ’ οὖρον ὥσπερ ἱστίοις ἐμπνεύσομαι τῇδ’· εἰπέ, τίνι δίκῃ χέρας βρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σε καὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι, ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν. Ἀνδρομάχη οἵδ’, ὦ γεραιέ, σὺν τέκνῳ θανουμένην ἄγουσί μ’ οὕτως ὡς ὁρᾷς. τί σοι λέγω; οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳ μετῆλθον, ἀλλὰ μυρίων ὑπ’ ἀγγέλων. ἔριν δὲ τὴν κατ’ οἶκον οἶσθά που κλύων τῆς τοῦδε θυγατρός, ὧν τ’ ἀπόλλυμαι χάριν. καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ ἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις, ἄγουσ’ ἀποσπάσαντες, οὔτε τῳ δίκῃ κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν γνόντες τέκνου τε τοῦδ’, ὃν οὐδὲν αἴτιον μέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτενεῖν. ἀλλ’ ἀντιάζω σ’, ὦ γέρον, τῶν σῶν πάρος πίτνουσα γονάτων—χειρὶ δ’ οὐκ ἔξεστί μοι τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος— ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον. Πηλεύς χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά, καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι. Μενέλαος ἐγὼ δ’ ἀπαυδῶ γ’ ἄλλος οὐχ ἥσσων σέθεν καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς. Πηλεύς πῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν δεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν; Μενέλαος εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ. Πηλεύς οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας. Μενέλαος οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά; Πηλεύς ναί, δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ. Μενέλαος ὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός. Πηλεύς σκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα; Μενέλαος ψαῦσόν γ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου. Πηλεύς σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν; σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου; ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος, ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών, ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων πασῶν κακίστην. οὐδ’ ἂν εἰ βούλοιτό τις σώφρων γένοιτο Σπαρτιατίδων κόρη, αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις δρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶ κοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼν εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε; Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμων τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε νεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα. κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλον τοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον; ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ, κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένειν μισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν. ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας, ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας, παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις, πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα. ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲ μιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως. ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος, κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν. κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ μητρῷ’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι, μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν. πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας, σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα; οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς. ἑλὼν δὲ Τροίαν—εἶμι γὰρ κἀνταῦθά σοι— οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών, ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα, ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ. κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ κτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σε καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην, κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοι ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ, νόθοι τε πολλοὶ γνησίων ἀμείνονες. ἀλλ’ ἐκκομίζου παῖδα. κύδιον βροτοῖς πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ. Χορός σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα γλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν. Μενέλαος τί δῆτ’ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί, καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε; ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς, κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις ἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον, ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰς ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν, τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην. Πάρις γάρ, ὃς σὸν παῖδ’ ἔπεφν’ Ἀχιλλέα, Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ ἥδ’ Ἕκτορος. καὶ τῇδέ γ’ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον, τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς. ἁγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον, κτανεῖν θέλων τήνδ’ ἐκ χερῶν ἁρπάζομαι. καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου· ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ ἄπο βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος στήσεις τυράννους, βάρβαροι δ’ ὄντες γένος Ἕλλησιν ἄρξουσ’; εἶτ’ ἐγὼ μὲν οὐ φρονῶ μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς; κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν δούς τῳ πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε, σιγῇ καθῆσ’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερ τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους; καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένει ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴρ γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων. καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος, τῇ δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα. οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν; γέρων γέρων εἶ. τὴν δ’ ἐμὴν στρατηγίαν λέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον. Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν, καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα· ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες ἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλία πάντων βροτοῖσι γίγνεται διδάσκαλος. εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν. οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν. ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν· ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγία μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία. Χορός παύσασθον ἤδη· λῷστα γὰρ μακρῷ τάδε· λόγων ματαίων, μὴ δύο σφαλῆθ’ ἅμα. Πηλεύς οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται· ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός, οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε, ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται, ὃς εἷς μετ’ ἄλλων μυρίων πάλλων δόρυ, οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον. σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες· οἱ δ’ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι, εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα. ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι Τροίᾳ κάθησθε τῇ τ’ ἐκεῖ στρατηγίᾳ, μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι. δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν ἥσσω νομίζειν Πηλέως ἐχθρόν ποτε, εἰ μὴ φθερῇ τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγης καὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼς ἐλᾷ δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης· ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται τίκτοντας ἄλλους, οὐκ ἔχουσ’ αὐτὴ τέκνα. ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι, ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων; φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας. ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι. ὧδ’, ὦ κάκιστε, τῆσδ’ ἐλυμήνω χέρας; βοῦν ἢ λέοντ’ ἤλπιζες ἐντείνειν βρόχοις; ἢ μὴ ξίφος λαβοῦσ’ ἀμυνάθοιτό σε ἔδεισας; ἕρπε δεῦρ’ ὑπ’ ἀγκάλας, βρέφος, ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ’ ἐγὼ θρέψω μέγαν τοῖσδ’ ἐχθρόν. εἰ δ’ ἀπῆν δορὸς τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών, τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες. Χορός ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο. Μενέλαος ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ· ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν οὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι. καὶ νῦν μέν—οὐ γὰρ ἄφθονον σχολὴν ἔχω— ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη, νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλω στρατηλατήσας χὑποχείριον λαβεῖν. ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν, ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους. κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται· θυμούμενος δὲ τεύξεται θυμουμένων, ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται. τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω· σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις, ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον. Πηλεύς ἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς, σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους. Ἀνδρομάχη ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς, σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα. ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με, γέροντα μὲν σ’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲ καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε, μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον. Πηλεύς οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον· χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα ψαύσει. θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλου πολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα· ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς, ἀλλ’ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνον τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν. πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ᾖ κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν;
Χορός μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν εἴην πολυκτήτων τε δόμων μέτοχος. εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς οὐ σπάνις εὐγενέταις, κηρυσσομένοισι δ’ ἀπ’ ἐσθλῶν δωμάτων τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰ καὶ θανοῦσι λάμπει.
Χορός κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν ἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν. ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν, ἐν δὲ χρόνῳ τελέθει ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων. ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν, μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις καὶ πόλει δύνασθαι.
Χορός ὦ γέρον Αἰακίδα, πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ- ρων ὁμιλῆσαι δορὶ κλεινοτάτῳ· καὶ ἐπ’ Ἀργῴου δορὸς ἄξενον ὑγρὰν ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων κλεινὰν ἐπὶ ναυστολίαν, Ἰλιάδα τε πόλιν ὅτε πάρος εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνῳ, κοινὰν τὰν εὔκλειαν ἔχοντ’ Εὐρώπαν ἀφικέσθαι.
Τροφός ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷ διάδοχον ἐν τῇδ’ ἡμέρᾳ πορσύνεται. δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω, πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα, οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει, πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ, ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν. μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι. οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα ἔγνωκε πράξασ’ οὐ καλῶς. ἐγὼ μὲν οὖν δέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι· ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων φίλων νέοι μολόντες εὐπιθέστεροι. Χορός καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν βοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ. δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένει πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷ φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.
Ἑρμιόνη ἰώ μοί μοι· σπάραγμα κόμας ὀνύχων τε δάι’ ἀ- μύγματα θήσομαι. Τροφός ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;
Ἑρμιόνη αἰαῖ αἰαῖ· ἔρρ’ αἰθέριον πλοκάμων ἐμῶν ἄπο, λεπτόμιτον φάρος. Τροφός τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους.
Ἑρμιόνη τί δέ με δεῖ στέρνα καλύπτειν πέπλοις; δῆλα καὶ ἀμφιφανῆ καὶ ἄκρυπτα δε- δράκαμεν πόσιν. Τροφός ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν;
Ἑρμιόνη κατὰ μὲν οὖν στένω δαΐας τόλμας, ἂν ἔρεξ’· ὦ κατάρατος ἐγὼ κατά- ρατος ἀνθρώποις. Τροφός συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις.
Ἑρμιόνη τί μοι ξίφος ἐκ χερὸς ἠγρεύσω; ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίαν ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις; Τροφός ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς;
Ἑρμιόνη οἴμοι πότμου. ποῦ μοι πυρὸς φίλα φλόξ; ποῦ δ’ εἰς πέτρας ἀερθῶ, κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων, ἵνα θανοῦσα νερτέροισιν μέλω; Τροφός τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε.
Ἑρμιόνη ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν ὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας. —ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσω νυμφιδίῳ στέγᾳ. τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ; ἢ δούλα δούλας γόνασι προσπέσω; Φθιάδος ἐκ γᾶς κυανόπτερος ὄρνις εἴθ’ εἴην, ἢ πευκᾶεν σκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰς πρωτόπλοος πλάτα. Τροφός ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα, ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες, οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν. οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις. οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει, ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν ἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος. πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον, προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν. ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς, πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον. Χορός καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται. Ὀρέστης ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι; Χορός ἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε; Ὀρέστης Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος, ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς μαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ ἀφικόμην Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ ναίουσ’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη. Ἑρμιόνη ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων, οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας, πράσσοντας οὐκ εὖ. στεμμάτων δ’ οὐχ ἥσσονας σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς. Ὀρέστης ἔα· τί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶ δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην; Ἑρμιόνη ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ Ἑλένη κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει. Ὀρέστης ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν. τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά; Ἑρμιόνη τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει, τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν. Ὀρέστης τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος; Ἑρμιόνη τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου. Ὀρέστης ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις; Ἑρμιόνη τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν. Ὀρέστης κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη. Ἑρμιόνη τοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην. Ὀρέστης μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή; Ἑρμιόνη φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ. Ὀρέστης κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο; Ἑρμιόνη γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων. Ὀρέστης σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου; Ἑρμιόνη πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών. Ὀρέστης κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί; Ἑρμιόνη αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών. Ὀρέστης συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν. Ἑρμιόνη ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν; ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον, πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με, μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάρος Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις, κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεν νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ. πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες; κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν, αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους· Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην; μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις βλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη. κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους, σοφῶν πανούργων ποικίλων λαλημάτων, ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆν πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει; πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν· παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν, ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς. ἀλλ’ οὔποτ’ οὔποτ’—οὐ γὰρ εἰσάπαξ ἐρῶ— χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή, πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν· ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος, ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει, πολλαὶ δὲ μαργότητι κἀντεῦθεν δόμοι νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ’ εὖ φυλάσσετε κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας· ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά. Χορός ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον. συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ ὅμως χρεὼν κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους. Ὀρέστης σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς λόγους ἀκούειν τῶν ἐναντίων πάρα. ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος, φυλακὰς ἔχων ἔμιμνον, εἴτ’ αὐτοῦ μενεῖς εἴτ’ ἐκφοβηθεῖσ’ αἰχμαλωτίδος φόνῳ γυναικὸς οἴκων τῶνδ’ ἀπηλλάχθαι θέλεις. ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς, εἰ δ’ ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον, πέμψων σ’ ἀπ’ οἴκων τῶνδ’. ἐμὴ γὰρ οὖσα πρὶν σὺν τῷδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκῃ, ὃς πρὶν τὰ Τροίας εἰσβαλεῖν ὁρίσματα γυναῖκ’ ἐμοί σε δοὺς ὑπέσχεθ’ ὕστερον τῷ νῦν σ’ ἔχοντι, Τρῳάδ’ εἰ πέρσοι πόλιν. ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’ ἐνόστησεν γόνος, σῷ μὲν συνέγνων πατρί, τὸν δ’ ἐλισσόμην γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας καὶ τὸν παρόντα δαίμον’, ὡς φίλων μὲν ἂν γήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν δ’ οὐ ῥᾳδίως, φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς. ὃ δ’ ἦν ὑβριστὴς εἴς τ’ ἐμῆς μητρὸς φόνον τάς θ’ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί. κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν ἤλγουν μὲν ἤλγουν, συμφοραῖς δ’ ἠνειχόμην, σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων. νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας καὶ ξυμφορὰν τήνδ’ εἰσπεσοῦσ’ ἀμηχανεῖς, ἄξω σ’ ἀπ’ οἴκων καὶ πατρὸς δώσω χερί. τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου. Ἑρμιόνη νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε. ἀλλ’ ὡς τάχιστα τῶνδέ μ’ ἔκπεμψον δόμων, μὴ φθῇ με προσβὰς δῶμα καὶ μολὼν πόσις, ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν μαθὼν Πηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν. Ὀρέστης θάρσει γέροντος χεῖρα· τὸν δ’ Ἀχιλλέως μηδὲν φοβηθῇς παῖδ’, ὅσ’ εἰς ἔμ’ ὕβρισε. τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένη βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ, τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα. ὁ μητροφόντης δ’, ἢν δορυξένων ἐμῶν μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα, δείξει γαμεῖν σφε μηδέν’ ὧν ἐχρῆν ἐμέ. πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις γνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας, ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς κακῶς ὀλεῖται· γνώσεται δ’ ἔχθραν ἐμήν. ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν δαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα.
Χορός ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγον καὶ πόντιε κυανέαις ἵπποις διφρεύ- ων ἅλιον πέλαγος, τίνος οὕνεκ’ ἄτιμον ὀργᾶς ἃν χέρα τεκτοσύνας Ἐ- νυαλίῳ δοριμήστορι προσθέν- τες τάλαιναν τάλαι- ναν μεθεῖτε Τροίαν;
Χορός πλείστους δ’ ἐπ’ ἀκταῖσιν Σιμοεντίσιν εὐίππους ὄχους ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ- λας ἔθετ’ ἀστεφάνους· ἀπὸ δὲ φθίμενοι βεβᾶσιν Ἰλιάδαι βασιλῆες, οὐδ’ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί- ᾳ θεοῖσιν λέλαμ- πεν καπνῷ θυώδει.
Χορός βέβακε δ’ Ἀτρείδας ἀλόχου παλάμαις, αὐτά τ’ ἐναλλάξασα φόνον θανάτῳ πρὸς τέκνων ἀπηύρα θεοῦ. θεοῦ νιν κέλευμ’ ἐπεστράφη μαντόσυνον, ὅτε νιν Ἀργόθεν πορευθεὶς Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἐπιβὰς κτεάνων, ματρὸς φονεὺς   ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι;
Χορός πολλαὶ δ’ ἀν’ Ἑλλάνων ἀγόρους στοναχὰς μέλποντο δυστάνων τεκέων, ἄλοχοι δ’ ἐξέλειπον οἴκους πρὸς ἄλλον εὐνάτορ’. οὐχὶ σοὶ μόνᾳ δύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι· νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶν καὶ πρὸς εὐκάρπους γύας σκηπτὸς σταλάσσων τὸν Ἅιδα φόνον.
Πηλεύς Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι σημήνατ’· ᾐσθόμην γὰρ οὐ σαφῆ λόγον ὡς δώματ’ ἐκλιποῦσα Μενέλεω κόρη φρούδη τάδ’· ἥκω δ’ ἐκμαθεῖν σπουδὴν ἔχων εἰ ταῦτ’ ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλων δεῖ τοὺς κατ’ οἶκον ὄντας ἐκπονεῖν τύχας. Χορός Πηλεῦ, σαφῶς ἤκουσας· οὐδ’ ἐμοὶ καλὸν κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς· βασίλεια γὰρ τῶνδ’ οἴχεται φυγὰς δόμων. Πηλεύς τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι. Χορός πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάλῃ. Πηλεύς μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων; Χορός ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ. Πηλεύς σὺν πατρὶ δ’ οἴκους ἢ τίνος λείπει μέτα; Χορός Ἀγαμέμνονός νιν παῖς βέβηκ’ ἄγων χθονός. Πηλεύς ποίαν περαίνων ἐλπίδ’; ἦ γῆμαι θέλων; Χορός καὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον. Πηλεύς κρυπτὸς καταστὰς ἢ κατ’ ὄμμ’ ἐλθὼν μάχῃ; Χορός ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα. Πηλεύς οἴμοι· τόδ’ ἤδη δεινόν. οὐχ ὅσον τάχος χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν καὶ τἀνθάδ’ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις, πρὶν παῖδ’ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο; Ἄγγελος ὤμοι μοι· οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχας σοί τ’, ὦ γεραιέ, καὶ φίλοισι δεσπότου. Πηλεύς αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ. Ἄγγελος οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρον Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει Δελφῶν ὑπ’ ἀνδρῶν καὶ Μυκηναίου ξένου. Χορός ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσῃς· ἔπαιρε σαυτόν. Πηλεύς οὐδέν εἰμ’· ἀπωλόμην. φρούδη μὲν αὐδή, φροῦδα δ’ ἄρθρα μου κάτω. Ἄγγελος ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖν χρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας. Πηλεύς ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν οἵα με τὸν δύστηνον ἀμφιβᾶσ’ ἔχεις. πῶς δ’ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος; σήμαιν’· ἀκοῦσαι δ’ οὐκ ἀκούσθ’ ὅμως θέλω. Ἄγγελος ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον, τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους θέᾳ διδόντες ὄμματ’ ἐξεπίμπλαμεν. καὶ τοῦθ’ ὕποπτον ἦν ἄρ’· εἰς δὲ συστάσεις κύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ. Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν ἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους· Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν, τὸ δεύτερον παρόντ’ ἐφ’ οἷσι καὶ πάρος δεῦρ’ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων; κἀκ τοῦδ’ ἐχώρει ῥόθιον ἐν πόλει κακόν· ἀρχαί τε, πληροῦντές τε βουλευτήρια, ἰδίᾳ θ’ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν, φρουρὰν ἐτάξαντ’ ἐν περιστύλοις δόμοις. ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας παιδεύματ’, οὐδὲν τῶνδέ πω πεπυσμένοι, λαβόντες ᾖμεν ἐσχάραις τ’ ἐφέσταμεν σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς. καί τις τόδ’ εἶπεν· Ὦ νεανία, τί σοι θεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν; ὃ δ’ εἶπε· Φοίβῳ τῆς πάροιθ’ ἁμαρτίας δίκας παρασχεῖν βουλόμεσθ’· ᾔτησα γὰρ πατρός ποτ’ αὐτὸν αἵματος δοῦναι δίκην. κἀνταῦθ’ Ὀρέστου μῦθος ἰσχύων μέγα ἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός, ἥκων ἐπ’ αἰσχροῖς. ἔρχεται δ’ ἀνακτόρων κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων εὔξαιτο Φοίβῳ· τυγχάνει δ’ ἐν ἐμπύροις· τῷ δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχος δάφνῃ σκιασθείς· ὧν Κλυταιμήστρας τόκος εἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος. χὣ μὲν κατ’ ὄμμα στὰς προσεύχεται θεῷ· οἳ δ’ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι κεντοῦσ’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθρᾳ. χωρεῖ δὲ πρύμναν· οὐ γὰρ εἰς καιρὸν τυπεὶς ἐτύγχαν’· ἐξέλκει δὲ καὶ παραστάδος κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας ἔστη ’πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν, βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε· Τίνος μ’ ἕκατι κτείνετ’ εὐσεβεῖς ὁδοὺς ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;— τῶν δ’ οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας ἐφθέγξατ’, ἀλλ’ ἔβαλλον ἐκ χερῶν πέτροις. πυκνῇ δὲ νιφάδι πάντοθεν σποδούμενος προὔτεινε τεύχη κἀφυλάσσετ’ ἐμβολὰς ἐκεῖσε κἀκεῖσ’ ἀσπίδ’ ἐκτείνων χερί. ἀλλ’ οὐδὲν ἦνεν· ἀλλὰ πόλλ’ ὁμοῦ βέλη, οἰστοί, μεσάγκυλ’ ἔκλυτοί τ’ ἀμφώβολοι, σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος. δεινὰς δ’ ἂν εἶδες πυρρίχας φρουρουμένου βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν κύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς, βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν, τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖν χωρεῖ πρὸς αὐτούς· οἳ δ’ ὅπως πελειάδες ἱέρακ’ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν. πολλοὶ δ’ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων αὐτοί θ’ ὑπ’ αὐτῶν στενοπόρους κατ’ ἐξόδους, κραυγὴ δ’ ἐν εὐφήμοισι δύσφημος δόμοις πέτραισιν ἀντέκλαγξ’· ἐν εὐδίᾳ δέ πως ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις· πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν στρέψας πρὸς ἀλκήν. ἔνθ’ Ἀχιλλέως πίτνει παῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶς Δελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε, πολλῶν μετ’ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει, τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον, βάλλων ἀράσσων; πᾶν δ’ ἀνήλωται δέμας τὸ καλλίμορφον τραυμάτων ὑπ’ ἀγρίων. νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων. ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖν κομίζομέν νιν σοὶ κατοιμῶξαι γόοις κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ. τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ, ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής, δίκας διδόντα παῖδ’ ἔδρασ’ Ἀχιλλέως. ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός, παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός;
Χορός καὶ μὴν ὅδ’ ἄναξ ἤδη φοράδην Δελφίδος ἐκ γῆς δῶμα πελάζει. τλήμων ὁ παθών, τλήμων δέ, γέρον, καὶ σύ· δέχῃ γὰρ τὸν Ἀχίλλειον σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις· αὐτός τε κακοῖς πήμασι κύρσας εἰς ἓν μοίρας συνέκυρσας.
Πηλεύς ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε καὶ δέχομαι χερὶ δώμασί τ’ ἀμοῖς. ἰώ μοί μοι, αἰαῖ, ὦ πόλι Θεσσαλία, διολώλαμεν, οἰχόμεθ’· οὐκέτι μοι γένος, οὐκέτι μοι τέκνα λείπεται οἴκοις· ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίνα δὴ φίλον αὐγὰς βάλλων τέρψομαι; ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες, εἴθε σ’ ὑπ’ Ἰλίῳ ἤναρε δαίμων Σιμοεντίδα παρ’ ἀκτάν. Χορός οὗτός τ’ ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον, θανών, τὸ σὸν δ’ ἦν ὧδ’ ἂν εὐτυχέστερον.
Πηλεύς ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα καὶ πόλιν ἀμὰν ὤλεσας· αἰαῖ, ἒ ἔ· ὦ παῖ, μήποτε σῶν λεχέων τὸ δυσώνυμον ὤφελ’ ἐμὸν γένος εἰς τέκνα καὶ δόμον ἀμφιβαλέσθαι Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον, ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι· μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸς αἷμα τὸ διογενές ποτε Φοίβου βροτὸς εἰς θεὸν ἀνάψαι.
Χορός ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις νόμῳ τῷ νερτέρων κατάρξω. Πηλεύς ὀττοτοτοτοῖ, διάδοχα δ’ ὦ τάλας ἐγὼ γέρων καὶ δυστυχὴς δακρύω. Χορός θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν. Πηλεύς ὦ φίλος, δόμον ἔλιπες ἔρημον, ὤμοι μοι, ταλαίπωρον ἐμὲ γέροντ’ ἄπαιδα νοσφίσας. Χορός θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων. Πηλεύς οὐ σπαράξομαι κόμαν, οὐκ ἐμῷ ’πιθήσομαι κάρᾳ κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις, διπλῶν τέκνων μ’ ἐστέρησ’ ὁ Φοῖβος.
Χορός ὦ κακὰ παθὼν ἰδών τε δυστυχὴς γέρον, τίν’ αἰῶν’ εἰς τὸ λοιπὸν ἕξεις; Πηλεύς ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν διαντλή- σω πόνους ἐς Ἅιδαν. Χορός μάτην δέ σ’ ἐν γάμοισιν ὤλβισαν θεοί. Πηλεύς ἀμπτάμενα φροῦδα πάντα, κεῖται κόμπων μεταρσίων πρόσω. Χορός μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ. Πηλεύς οὐκέτ’ εἶ, πόλις, πόλις, σκῆπτρά τ’ ἐρρέτω τάδε ἐπὶ γαῖαν, σύ τ’, ὦ κατ’ ἄντρα νύχια Νηρέως κόρη, πανώλεθρόν μ’ ὄψεαι πίτνοντα πρὸς γᾶν.
Χορός ἰὼ ἰώ· τί κεκίνηται; τίνος αἰσθάνομαι θείου; κοῦραι, λεύσσετ’ ἀθρήσατε· δαίμων ὅδε τις λευκὴν αἰθέρα πορθμευόμενος τῶν ἱπποβότων Φθίας πεδίων ἐπιβαίνει. Θέτις Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων ἥκω Θέτις λιποῦσα Νηρέως δόμους. καὶ πρῶτα μέν δὴ τοῖς παρεστῶσιν κακοῖς μηδέν τι λίαν δυσφορεῖν παρῄνεσα· κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα, ἀπώλεσ’ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος. ὧν δ’ οὕνεκ’ ἦλθον σημανῶ, σὺ δ’ ἐνδέχου. τὸν μὲν θανόντα τόνδ’ Ἀχιλλέως γόνον θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν, Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφος φόνον βίαιον τῆς Ὀρεστείας χερός· γυναῖκα δ’ αἰχμάλωτον, Ἀνδρομάχην λέγω, Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον, Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις, καὶ παῖδα τόνδε, τῶν ἀπ’ Αἰακοῦ μόνον λελειμμένον δή. βασιλέα δ’ ἐκ τοῦδε χρὴ ἄλλον δι’ ἄλλου διαπερᾶν Μολοσσίας εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατον γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον, Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει, καίπερ πεσούσης Παλλάδος προθυμίᾳ. σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν, θεὰ γεγῶσα καὶ θεοῦ πατρὸς τέκος, κακῶν ἀπαλλάξασα τῶν βροτησίων ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν. κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ· ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα τὸν φίλτατον σοὶ παῖδ’ ἐμοί τ’ Ἀχιλλέα ὄψῃ δόμους ναίοντα νησιωτικοὺς Λευκὴν κατ’ ἀκτὴν ἐντὸς Εὐξείνου πόρου. ἀλλ’ ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιν νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν Σηπιάδος ἵζου· μίμνε δ’, ἔστ’ ἂν ἐξ ἁλὸς λαβοῦσα πεντήκοντα Νηρῄδων χορὸν ἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένον δεῖ σ’ ἐκκομίζειν· Ζηνὶ γὰρ δοκεῖ τάδε. παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ· πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν ψῆφος κέκρανται κατθανεῖν τ’ ὀφείλεται. Πηλεύς ὦ πότνι’, ὦ γενναῖα συγκοιμήματα, Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ’ ἀξίως σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν. παύω δὲ λύπην σοῦ κελευούσης, θεά, καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς, οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας. κᾆτ’ οὐ γαμεῖν δῆτ’ ἔκ τε γενναίων χρεὼν δοῦναί τ’ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται, κακῶν δὲ λέκτρων μὴ ’πιθυμίαν ἔχειν, μηδ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις; οὐ γάρ ποτ’ ἂν πράξειαν ἐκ θεῶν κακῶς.
Χορός πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.