τὰ τοῦ δράματος πρόσωπα
τὰ τοῦ δράματος πρόσωπα
Πολυδώρου εἴδωλον
Ἑκάβη
Χορός Αἰχμαλωτίδων Γυναικών
Πολυξένη
Ὀδυσσεύς
Ταλθύβιος
Θεράπαινα
Ἀγαμέμνων
Πολυμήστωρ
Πολυδώρου εἴδωλον
Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας
λιπών, ἵνʼ Ἅιδης χωρὶς ᾤκισται θεῶν,
Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς Κισσέως
Πριάμου τε πατρός, ὅς μʼ, ἐπεὶ Φρυγῶν πόλιν
κίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ,
δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸς
Πολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,
ὃς τήνδʼ ἀρίστην Χερσονησίαν πλάκα
σπείρει, φίλιππον λαὸν εὐθύνων δορί.
πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳ
πατήρ, ἵνʼ, εἴ ποτʼ Ἰλίου τείχη πέσοι,
τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.
νεώτατος δʼ ἦ Πριαμιδῶν, ὃ καί με γῆς
ὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλα
οὔτʼ ἔγχος οἷός τʼ ἦ νέῳ βραχίονι.
ἕως μὲν οὖν γῆς ὄρθʼ ἔκειθʼ ὁρίσματα
πύργοι τʼ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸς
Ἕκτωρ τʼ ἀδελφὸς οὑμὸς εὐτύχει δορί,
καλῶς παρʼ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳ
τροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας·
ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπόλλυται
ψυχή, πατρῴα θʼ ἑστία κατεσκάφη,
αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνει
σφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,
κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάριν
ξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμʼ ἁλὸς
μεθῆχʼ, ἵνʼ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.
κεῖμαι δʼ ἐπʼ ἀκταῖς, ἄλλοτʼ ἐν πόντου σάλῳ,
πολλοῖς διαύλοις κυμάτων φορούμενος,
ἄκλαυτος ἄταφος· νῦν δʼ ὑπὲρ μητρὸς φίλης
Ἑκάβης ἀίσσω, σῶμʼ ἐρημώσας ἐμόν,
τριταῖον ἤδη φέγγος αἰωρούμενος,
ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳ
μήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.
πάντες δʼ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοι
θάσσουσʼ ἐπʼ ἀκταῖς τῆσδε Θρῃκίας χθονός·
ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶς
κατέσχʼ Ἀχιλλεὺς πᾶν στράτευμʼ Ἑλληνικόν,
πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·
αἰτεῖ δʼ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην
τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.
καὶ τεύξεται τοῦδʼ, οὐδʼ ἀδώρητος φίλων
ἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δʼ ἄγει
θανεῖν ἀδελφὴν τῷδʼ ἐμὴν ἐν ἤματι.
δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεται
μήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.
φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,
δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ.
τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμην
τύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.
τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖν
ἔσται· γεραιᾷ δʼ ἐκποδὼν χωρήσομαι
Ἑκάβῃ· περᾷ γὰρ ἥδʼ ὑπὸ σκηνῆς πόδα
Ἀγαμέμνονος, φάντασμα δειμαίνουσʼ ἐμόν.
φεῦ·
ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμων
δούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶς
ὅσονπερ εὖ ποτʼ· ἀντισηκώσας δέ σε
φθείρει θεῶν τις τῆς πάροιθʼ εὐπραξίας.
Ἑκάβη
ἄγετʼ, ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,
ἄγετʼ ὀρθοῦσαι τὴν ὁμόδουλον,
Τρῳάδες, ὑμῖν, πρόσθε δʼ ἄνασσαν·
λάβετε φέρετε πέμπετʼ ἀείρετέ μου
γεραιᾶς χειρὸς προσλαζύμεναι·
κἀγὼ σκολιῷ σκίπωνι χερὸς
διερειδομένα σπεύσω βραδύπουν
ἤλυσιν ἄρθρων προτιθεῖσα.
ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ,
τί ποτʼ αἴρομαι ἔννυχος οὕτω
δείμασι, φάσμασιν; ὦ πότνια Χθών,
μελανοπτερύγων μῆτερ ὀνείρων,
ἀποπέμπομαι ἔννυχον ὄψιν,
ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκην
ἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς διʼ ὀνείρων
εἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην.
ὦ χθόνιοι θεοί, σώσατε παῖδʼ ἐμόν,
ὃς μόνος οἴκων ἄγκυρʼ ἔτʼ ἐμῶν
τὴν χιονώδη Θρῄκην κατέχει
ξείνου πατρίου φυλακαῖσιν.
ἔσται τι νέον·
ἥξει τι μέλος γοερὸν γοεραῖς.
οὔποτʼ ἐμὰ φρὴν ὧδʼ ἀλίαστος
φρίσσει, ταρβεῖ.
ποῦ ποτε θείαν Ἑλένου ψυχὰν
καὶ Κασάνδραν ἐσίδω, Τρῳάδες,
ὥς μοι κρίνωσιν ὀνείρους;
εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷ
σφαζομέναν, ἀπʼ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.
καὶ τόδε δεῖμά μοι· ἦλθʼ ὑπὲρ ἄκρας
τύμβου κορυφᾶς
φάντασμʼ Ἀχιλέως· ᾔτει δὲ γέρας
τῶν πολυμόχθων τινὰ Τρωιάδων.
ἀπʼ ἐμᾶς ἀπʼ ἐμᾶς οὖν τόδε παιδὸς
πέμψατε, δαίμονες, ἱκετεύω.
Χορός
Ἑκάβη, σπουδῇ πρός σʼ ἐλιάσθην
τὰς δεσποσύνους σκηνὰς προλιποῦσʼ,
ἵνʼ ἐκληρώθην καὶ προσετάχθην
δούλη, πόλεως ἀπελαυνομένη
τῆς Ἰλιάδος, λόγχης αἰχμῇ
δοριθήρατος πρὸς Ἀχαιῶν,
οὐδὲν παθέων ἀποκουφίζουσʼ,
ἀλλʼ ἀγγελίας βάρος ἀραμένη
μέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.
ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳ
λέγεται δόξαι σὴν παῖδʼ Ἀχιλεῖ
σφάγιον θέσθαι· τύμβου δʼ ἐπιβὰς
οἶσθʼ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,
τὰς ποντοπόρους δʼ ἔσχε σχεδίας
λαίφη προτόνοις ἐπερειδομένας,
τάδε θωΰσσων·
Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβον
στέλλεσθʼ ἀγέραστον ἀφέντες;
πολλῆς δʼ ἔριδος συνέπαισε κλύδων,
δόξα δʼ ἐχώρει δίχʼ ἀνʼ Ἑλλήνων
στρατὸν αἰχμητήν, τοῖς μὲν διδόναι
τύμβῳ σφάγιον, τοῖς δʼ οὐχὶ δοκοῦν.
ἦν δʼ ὁ τὸ μὲν σὸν σπεύδων ἀγαθὸν
τῆς μαντιπόλου Βάκχης ἀνέχων
λέκτρʼ Ἀγαμέμνων·
τὼ Θησείδα δʼ, ὄζω Ἀθηνῶν,
δισσῶν μύθων ῥήτορες ἦσαν·
γνώμῃ δὲ μιᾷ συνεχωρείτην,
τὸν Ἀχίλλειον τύμβον στεφανοῦν
αἵματι χλωρῷ, τὰ δὲ Κασάνδρας
λέκτρʼ οὐκ ἐφάτην τῆς Ἀχιλείας
πρόσθεν θήσειν ποτὲ λόγχης.
σπουδαὶ δὲ λόγων κατατεινομένων
ἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρων
κόπις ἡδυλόγος δημοχαριστὴς
Λαερτιάδης πείθει στρατιὰν
μὴ τὸν ἄριστον Δαναῶν πάντων
δούλων σφαγίων εἵνεκʼ ἀπωθεῖν,
μηδέ τινʼ εἰπεῖν παρὰ Φερσεφόνῃ
στάντα φθιμένων
ὡς ἀχάριστοι Δαναοὶ Δαναοῖς
τοῖς οἰχομένοις ὑπὲρ Ἑλλήνων
Τροίας πεδίων ἀπέβησαν.
ἥξει δʼ Ὀδυσεὺς ὅσον οὐκ ἤδη,
πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶν
ἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.
ἀλλʼ ἴθι ναούς, ἴθι πρὸς βωμούς,
ἵζʼ Ἀγαμέμνονος ἱκέτις γονάτων,
κήρυσσε θεοὺς τούς τʼ οὐρανίδας
τούς θʼ ὑπὸ γαῖαν.
ἢ γάρ σε λιταὶ διακωλύσουσʼ
ὀρφανὸν εἶναι παιδὸς μελέας,
ἢ δεῖ σʼ ἐπιδεῖν τύμβου προπετῆ
φοινισσομένην αἵματι παρθένον
ἐκ χρυσοφόρου
δειρῆς νασμῷ μελαναυγεῖ.
Ἑκάβη
οἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω;
ποίαν ἀχώ, ποῖον ὀδυρμόν,
δειλαία δειλαίου γήρως,
δουλείας τᾶς οὐ τλατᾶς,
τᾶς οὐ φερτᾶς; οἴμοι.
τίς ἀμύνει μοι; ποία γέννα,
ποία δὲ πόλις; φροῦδος πρέσβυς,
φροῦδοι παῖδες.
ποίαν ἢ ταύταν ἢ κείναν
στείχω; ποῖ δʼ ἥσω; ποῦ τις θεῶν
ἢ δαιμόνων ἐπαρωγός;
ὦ κάκʼ ἐνεγκοῦσαι,
Τρῳάδες ὦ κάκʼ ἐνεγκοῦσαι
πήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίος
ἀγαστὸς ἐν φάει.
ὦ τλάμων ἅγησαί μοι πούς,
ἅγησαι τᾷ γηραιᾷ
πρὸς τάνδʼ αὐλάν· ὦ τέκνον, ὦ παῖ,
δυστανοτάτας ματέρος — ἔξελθʼ ἔξελθʼ
οἴκων — ἄιε ματέρος αὐδάν.
ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵαν
ἀίω φάμαν περὶ σᾶς ψυχᾶς.
Πολυξένη
ἰώ·
μᾶτερ μᾶτερ τί βοᾷς; τί νέον
καρύξασʼ οἴκων μʼ ὥστʼ ὄρνιν
θάμβει τῷδʼ ἐξέπταξας;
Ἑκάβη
οἴμοι τέκνον.
Πολυξένη
τί με δυσφημεῖς; φροίμιά μοι κακά.
Ἑκάβη
αἰαῖ σᾶς ψυχᾶς.
Πολυξένη
ἐξαύδα· μὴ κρύψῃς δαρόν.
δειμαίνω δειμαίνω, μᾶτερ,
τί ποτʼ ἀναστένεις
Ἑκάβη
ὦ τέκνον τέκνον μελέας ματρὸς
Πολυξένη
τί δὲ τόδʼ ἀγγελεῖς;
Ἑκάβη
σφάξαι σʼ Ἀργείων κοινὰ
συντείνει πρὸς τύμβον γνώμα
Πηλείᾳ γέννᾳ.
Πολυξένη
οἴμοι μᾶτερ, πῶς φθέγγῃ
ἀμέγαρτα κακῶν; μάνυσόν μοι,
μάνυσον, μᾶτερ.
Ἑκάβη
αὐδῶ, παῖ, δυσφήμους φήμας·
ἀγγέλλουσʼ Ἀργείων δόξαι
ψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς.
Πολυξένη
ὦ δεινὰ παθοῦσʼ, ὦ παντλάμων,
ὦ δυστάνου μᾶτερ βιοτᾶς
οἵαν οἵαν αὖ σοι λώβαν
ἐχθίσταν ἀρρήταν τʼ
ὦρσέν τις δαίμων;
οὐκέτι σοι παῖς ἅδʼ οὐκέτι δὴ
γήρᾳ δειλαίῳ δειλαία
συνδουλεύσω.
σκύμνον γάρ μʼ ὥστʼ οὐριθρέπταν
μόσχον δειλαία δειλαίαν
ἐσόψῃ,
χειρὸς ἀναρπαστὰν
σᾶς ἄπο λαιμότομόν τʼ Ἀίδᾳ
γᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτα
τάλαινα κείσομαι.
καὶ σοῦ μέν, μᾶτερ, δυστάνου
κλαίω πανδύρτοις θρήνοις,
τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τʼ
οὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοι
ξυντυχία κρείσσων ἐκύρησεν.
Χορός
καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός,
Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.
Ὀδυσσεύς
γύναι, δοκῶ μέν σʼ εἰδέναι γνώμην στρατοῦ
ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλʼ ὅμως φράσω.
ἔδοξʼ Ἀχαιοῖς παῖδα σὴν Πολυξένην
σφάξαι πρὸς ὀρθὸν χῶμʼ Ἀχιλλείου τάφου.
ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης
τάσσουσιν εἶναι· θύματος δʼ ἐπιστάτης
ἱερεύς τʼ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.
οἶσθʼ οὖν ὃ δρᾶσον; μήτʼ ἀποσπασθῇς βίᾳ
μήτʼ ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί·
γίγνωσκε δʼ ἀλκὴν καὶ παρουσίαν κακῶν
τῶν σῶν. σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.
Ἑκάβη
αἰαῖ· παρέστηχʼ, ὡς ἔοικʼ, ἀγὼν μέγας,
πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.
κἄγωγʼ ἄρʼ οὐκ ἔθνῃσκον οὗ μʼ ἐχρῆν θανεῖν,
οὐδʼ ὤλεσέν με Ζεύς, τρέφει δʼ, ὅπως ὁρῶ
κακῶν κάκʼ ἄλλα μείζονʼ ἡ τάλαινʼ ἐγώ.
εἰ δʼ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρους
μὴ λυπρὰ μηδὲ καρδίας δηκτήρια
ἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,
ἡμᾶς δʼ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.
Ὀδυσσεύς
ἔξεστʼ, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.
Ἑκάβη
οἶσθʼ ἡνίκʼ ἦλθες Ἰλίου κατάσκοπος,
δυσχλαινίᾳ τʼ ἄμορφος, ὀμμάτων τʼ ἄπο
φόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;
Ὀδυσσεύς
οἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.
Ἑκάβη
ἔγνω δέ σʼ Ἑλένη καὶ μόνῃ κατεῖπʼ ἐμοί;
Ὀδυσσεύς
μεμνήμεθʼ ἐς κίνδυνον ἐλθόντες μέγαν.
Ἑκάβη
ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;
Ὀδυσσεύς
ὥστʼ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρʼ ἐμήν.
Ἑκάβη
ἔσωσα δῆτά σʼ ἐξέπεμψά τε χθονός;
Ὀδυσσεύς
ὥστʼ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.
Ἑκάβη
τί δῆτʼ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;
Ὀδυσσεύς
πολλῶν λόγων εὑρήμαθʼ, ὥστε μὴ θανεῖν.
Ἑκάβη
οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,
ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,
δρᾷς δʼ οὐδὲν ἡμᾶς εὖ, κακῶς δʼ ὅσον δύνῃ;
ἀχάριστον ὑμῶν σπέρμʼ, ὅσοι δημηγόρους
ζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,
οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,
ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.
ἀτὰρ τί δὴ σόφισμα τοῦθʼ ἡγούμενοι
ἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;
πότερα τὸ χρῆν σφʼ ἐπήγαγʼ ἀνθρωποσφαγεῖν
πρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;
ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλων
ἐς τήνδʼ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;
ἀλλʼ οὐδὲν αὐτὸν ἥδε γʼ εἴργασται κακόν.
Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα·
κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τʼ ἄγει.
εἰ δʼ αἰχμαλώτων χρή τινʼ ἔκκριτον θανεῖν
κάλλει θʼ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·
ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,
ἀδικοῦσά θʼ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.
τῷ μὲν δικαίῳ τόνδʼ ἁμιλλῶμαι λόγον·
ἃ δʼ ἀντιδοῦναι δεῖ σʼ ἀπαιτούσης ἐμοῦ,
ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸς
καὶ τῆσδε γραίας προσπίτνων παρηίδος·
ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼ
χάριν τʼ ἀπαιτῶ τὴν τόθʼ ἱκετεύω τέ σε,
μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,
μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.
ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν·
ἥδʼ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,
πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.
οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών,
οὐδʼ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·
κἀγὼ γὰρ ἦ ποτʼ, ἀλλὰ νῦν οὐκ εἴμʼ ἔτι,
τὸν πάντα δʼ ὄλβον ἦμαρ ἕν μʼ ἀφείλετο.
ἀλλʼ, ὦ φίλον γένειον, αἰδέσθητί με,
οἴκτιρον· ἐλθὼν δʼ εἰς Ἀχαιικὸν στρατὸν
παρηγόρησον, ὡς ἀποκτείνειν φθόνος
γυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατε
βωμῶν ἀποσπάσαντες, ἀλλʼ ᾠκτίρατε.
νόμος δʼ ἐν ὑμῖν τοῖς τʼ ἐλευθέροις ἴσος
καὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.
τὸ δʼ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸν
πείσει· λόγος γὰρ ἔκ τʼ ἀδοξούντων ἰὼν
κἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.
Χορός
οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις,
ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτων
κλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.
Ὀδυσσεύς
Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳ
τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.
ἐγὼ τὸ μὲν σὸν σῶμʼ ὑφʼ οὗπερ εὐτύχουν
σῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·
ἃ δʼ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,
Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦ
σὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.
ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,
ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρ
μηδὲν φέρηται τῶν κακιόνων πλέον.
ἡμῖν δʼ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,
θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστʼ ἀνήρ.
οὔκουν τόδʼ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳ
χρώμεσθʼ, ἐπεὶ δʼ ὄλωλε, μὴ χρώμεσθʼ ἔτι;
εἶεν· τί δῆτʼ ἐρεῖ τις, ἤν τις αὖ φανῇ
στρατοῦ τʼ ἄθροισις πολεμίων τʼ ἀγωνία;
πότερα μαχούμεθʼ ἢ φιλοψυχήσομεν,
τὸν κατθανόνθʼ ὁρῶντες οὐ τιμώμενον;
καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθʼ ἡμέραν
κεἰ σμίκρʼ ἔχοιμι, πάντʼ ἂν ἀρκούντως ἔχοι·
τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον
τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.
εἰ δʼ οἰκτρὰ πάσχειν φῄς, τάδʼ ἀντάκουέ μου·
εἰσὶν παρʼ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι
γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,
νύμφαι τʼ ἀρίστων νυμφίων τητώμεναι,
ὧν ἥδε κεύθει σώματʼ Ἰδαία κόνις.
τόλμα τάδʼ. ἡμεῖς δʼ, εἰ κακῶς νομίζομεν
τιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·
οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλους
ἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκότας
θαυμάζεθʼ, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ,
ὑμεῖς δʼ ἔχηθʼ ὅμοια τοῖς βουλεύμασιν.
Χορός
αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκʼ ἀεὶ
τολμᾷ θʼ ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον.
Ἑκάβη
ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέρα
φροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου·
σὺ δʼ, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,
σπούδαζε πάσας ὥστʼ ἀηδόνος στόμα
φθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.
πρόσπιπτε δʼ οἰκτρῶς τοῦδʼ Ὀδυσσέως γόνυ
καὶ πεῖθʼ — ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνα
καὶ τῷδε — τὴν σὴν ὥστʼ ἐποικτῖραι τύχην.
Πολυξένη
ὁρῶ σʼ, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματος
κρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλιν
στρέφοντα, μή σου προσθίγω γενειάδος.
θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·
ὡς ἕψομαί γε τοῦ τʼ ἀναγκαίου χάριν
θανεῖν τε χρῄζουσʼ· εἰ δὲ μὴ βουλήσομαι,
κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.
τί γάρ με δεῖ ζῆν; ᾗ πατὴρ μὲν ἦν ἄναξ
Φρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου·
ἔπειτʼ ἐθρέφθην ἐλπίδων καλῶν ὕπο
βασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμων
ἔχουσʼ, ὅτου δῶμʼ ἑστίαν τʼ ἀφίξομαι·
δέσποινα δʼ ἡ δύστηνος Ἰδαίαισιν ἦ
γυναιξὶ παρθένοις τʼ ἀπόβλεπτος μέτα,
ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·
νῦν δʼ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομα
θανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·
ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρένας
τύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται,
τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,
προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις,
σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναι
λυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει·
λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθεν
χρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.
οὐ δῆτʼ· ἀφίημʼ ὀμμάτων ἐλευθέρων
φέγγος τόδʼ, Ἅιδῃ προστιθεῖσʼ ἐμὸν δέμας.
ἄγου μʼ, Ὀδυσσεῦ, καὶ διέργασαί μʼ ἄγων·
οὔτʼ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶ
θάρσος παρʼ ἡμῖν ὥς ποτʼ εὖ πρᾶξαί με χρή.
μῆτερ, σὺ δʼ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,
λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοι
θανεῖν πρὶν αἰσχρῶν μὴ κατʼ ἀξίαν τυχεῖν.
ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν,
φέρει μέν, ἀλγεῖ δʼ αὐχένʼ ἐντιθεὶς ζυγῷ·
θανὼν δʼ ἂν εἴη μᾶλλον εὐτυχέστερος
ἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.
Χορός
δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖς
ἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεται
τῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.
Ἑκάβη
καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷ
λύπη πρόσεστιν. εἰ δὲ δεῖ τῷ Πηλέως
χάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖν
ὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,
ἡμᾶς δʼ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέως
κεντεῖτε, μὴ φείδεσθʼ· ἐγὼ ῎τεκον Πάριν,
ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.
Ὀδυσσεύς
οὐ σʼ, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέως
φάντασμʼ Ἀχαιούς, ἀλλὰ τήνδʼ, ᾐτήσατο.
Ἑκάβη
ὑμεῖς δέ μʼ ἀλλὰ θυγατρὶ συμφονεύσατε,
καὶ δὶς τόσον πῶμʼ αἵματος γενήσεται
γαίᾳ νεκρῷ τε τῷ τάδʼ ἐξαιτουμένῳ.
Ὀδυσσεύς
ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέος
ἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδʼ ὠφείλομεν.
Ἑκάβη
πολλή γʼ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.
Ὀδυσσεύς
πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.
Ἑκάβη
ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδʼ ἕξομαι.
Ὀδυσσεύς
οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.
Ἑκάβη
ὡς τῆσδʼ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.
Ὀδυσσεύς
ἀλλʼ οὐδʼ ἐγὼ μὴν τήνδʼ ἄπειμʼ αὐτοῦ λιπών.
Πολυξένη
μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,
χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,
σύ τʼ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.
βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸν
γέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,
ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονος
σπασθεῖσʼ, ἃ πείσῃ; μὴ σύ γʼ· οὐ γὰρ ἄξιον.
ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέρα
δὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·
ὡς οὔποτʼ αὖθις, ἀλλὰ νῦν πανύστατον
ἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι.
τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.
ὦ μῆτερ, ὦ τεκοῦσʼ, ἄπειμι δὴ κάτω.
Ἑκάβη
ὦ θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν.
Πολυξένη
ἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν.
Ἑκάβη
οἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή.
Πολυξένη
ἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.
Ἑκάβη
οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;
Πολυξένη
δούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου.
Ἑκάβη
ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων.
Πολυξένη
τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;
Ἑκάβη
ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.
Πολυξένη
ὦ στέρνα μαστοί θʼ, οἵ μʼ ἐθρέψαθʼ ἡδέως.
Ἑκάβη
ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.
Πολυξένη
χαῖρʼ, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τʼ ἐμοί,
Ἑκάβη
χαίρουσιν ἄλλοι, μητρὶ δʼ οὐκ ἔστιν τόδε.
Πολυξένη
ὅ τʼ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.
Ἑκάβη
εἰ ζῇ γʼ· ἀπιστῶ δʼ· ὧδε πάντα δυστυχῶ.
Πολυξένη
ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.
Ἑκάβη
τέθνηκʼ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.
Πολυξένη
κόμιζʼ, Ὀδυσσεῦ, μʼ ἀμφιθεὶς κάρα πέπλοις
ὡς πρὶν σφαγῆναί γʼ ἐκτέτηκα καρδίαν
θρήνοισι μητρὸς τήνδε τʼ ἐκτήκω γόοις.
ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομʼ ἔξεστί μοι,
μέτεστι δʼ οὐδὲν πλὴν ὅσον χρόνον ξίφους
βαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.
Ἑκάβη
οἲ ʼγώ, προλείπω· λύεται δέ μου μέλη.
ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,
δός· μὴ λίπῃς μʼ ἄπαιδʼ. ἀπωλόμην, φίλαι
ὣς τὴν Λάκαιναν σύγγονον Διοσκόροιν
Ἑλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων
αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.
Χορός
αὔρα, ποντιὰς αὔρα,
ἅτε ποντοπόρους κομί-
ζεις θοὰς ἀκάτους ἐπʼ οἶδμα λίμνας,
ποῖ με τὰν μελέαν πορεύ-
σεις; τῷ δουλόσυνος πρὸς οἶ-
κον κτηθεῖσʼ ἀφίξομαι; ἢ
Δωρίδος ὅρμον αἴας;
ἢ Φθιάδος, ἔνθα τὸν
καλλίστων ὑδάτων πατέρα
φασὶν Ἀπιδανὸν πεδία λιπαίνειν;
Χορός
ἢ νάσων, ἁλιήρει
κώπᾳ πεμπομέναν τάλαι-
ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,
ἔνθα πρωτόγονός τε φοῖ-
νιξ δάφνα θʼ ἱεροὺς ἀνέ-
σχε πτόρθους Λατοῖ φίλᾳ ὠ-
δῖνος ἄγαλμα Δίας;
σὺν Δηλιάσιν τε κού-
ραισιν Ἀρτέμιδος θεᾶς
χρυσέαν ἄμπυκα τόξα τʼ εὐλογήσω;
Χορός
ἢ Παλλάδος ἐν πόλει
τὰς καλλιδίφρους Ἀθα-
ναίας ἐν κροκέῳ πέπλῳ
ζεύξομαι ἆρα πώλους ἐν
δαιδαλέαισι ποικίλλουσʼ
ἀνθοκρόκοισι πήναις, ἢ
Τιτάνων γενεὰν
τὰν Ζεὺς ἀμφιπύρῳ κοιμί-
ζει φλογμῷ Κρονίδας;
Χορός
ὤ μοι τεκέων ἐμῶν,
ὤ μοι πατέρων χθονός θʼ,
ἃ καπνῷ κατερείπεται,
τυφομένα, δορίκτητος
Ἀργεΐων· ἐγὼ δʼ ἐν ξεί-
νᾳ χθονὶ δὴ κέκλημαι δού-
λα, λιποῦσʼ Ἀσίαν,
Εὐρώπας θεραπνᾶν ἀλλά-
ξασʼ Ἅιδα θαλάμους.
Ταλθύβιος
ποῦ τὴν ἄνασσαν δή ποτʼ οὖσαν Ἰλίου
Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι;
Χορός
αὕτη πέλας σου νῶτʼ ἔχουσʼ ἐπὶ χθονί,
Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις.
Ταλθύβιος
ὦ Ζεῦ, τί λέξω; πότερά σʼ ἀνθρώπους ὁρᾶν;
ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,
ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένος
τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;
οὐχ ἥδʼ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,
οὐχ ἥδε Πριάμου τοῦ μέγʼ ὀλβίου δάμαρ;
καὶ νῦν πόλις μὲν πᾶσʼ ἀνέστηκεν δορί,
αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ
κεῖται, κόνει φύρουσα δύστηνον κάρα.
φεῦ φεῦ· γέρων μέν εἰμʼ, ὅμως δέ μοι θανεῖν
εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.
ἀνίστασʼ, ὦ δύστηνε, καὶ μετάρσιον
πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.
Ἑκάβη
ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷ
κεῖσθαι; τί κινεῖς μʼ, ὅστις εἶ, λυπουμένην;
Ταλθύβιος
Ταλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης,
Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα.
Ἑκάβη
ὦ φίλτατʼ, ἆρα κἄμʼ ἐπισφάξαι τάφῳ
δοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλʼ ἂν λέγοις.
σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.
Ταλθύβιος
σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,
ἥκω μεταστείχων σε· πέμπουσιν δέ με
δισσοί τʼ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.
Ἑκάβη
οἴμοι, τί λέξεις; οὐκ ἄρʼ ὡς θανουμένους
μετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;
ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσʼ ἄπο·
ἡμεῖς δʼ ἄτεκνοι τοὐπὶ σʼ· ὦ τάλαινʼ ἐγώ.
πῶς καί νιν ἐξεπράξατʼ; ἆρʼ αἰδούμενοι;
ἢ πρὸς τὸ δεινὸν ἤλθεθʼ ὡς ἐχθράν, γέρον,
κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.
Ταλθύβιος
διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι,
σῆς παιδὸς οἴκτῳ· νῦν τε γὰρ λέγων κακὰ
τέγξω τόδʼ ὄμμα, πρὸς τάφῳ θʼ ὅτʼ ὤλλυτο.
παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦ
πλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς·
λαβὼν δʼ Ἀχιλλέως παῖς Πολυξένην χερὸς
ἔστησʼ ἐπʼ ἄκρου χώματος, πέλας δʼ ἐγώ·
λεκτοί τʼ Ἀχαιῶν ἔκκριτοι νεανίαι,
σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,
ἕσποντο. πλῆρες δʼ ἐν χεροῖν λαβὼν δέπας
πάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέως
χοὰς θανόντι πατρί· σημαίνει δέ μοι
σιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ.
κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·
Σιγᾶτʼ, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,
σίγα σιώπα· νήνεμον δʼ ἔστησʼ ὄχλον.
ὃ δʼ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δʼ ἐμός,
δέξαι χοάς μοι τάσδε κηλητηρίους,
νεκρῶν ἀγωγούς· ἐλθὲ δʼ, ὡς πίῃς μέλαν
κόρης ἀκραιφνὲς αἷμʼ, ὅ σοι δωρούμεθα
στρατός τε κἀγώ· πρευμενὴς δʼ ἡμῖν γενοῦ
λῦσαί τε πρύμνας καὶ χαλινωτήρια
νεῶν δὸς ἡμῖν πρευμενοῦς τʼ ἀπʼ Ἰλίου
νόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.
τοσαῦτʼ ἔλεξε, πᾶς δʼ ἐπηύξατο στρατός.
εἶτʼ ἀμφίχρυσον φάσγανον κώπης λαβὼν
ἐξεῖλκε κολεοῦ, λογάσι δʼ Ἀργείων στρατοῦ
νεανίαις ἔνευσε παρθένον λαβεῖν.
ἣ δʼ, ὡς ἐφράσθη, τόνδʼ ἐσήμηνεν λόγον·
Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,
ἑκοῦσα θνῄσκω· μή τις ἅψηται χροὸς
τοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως.
ἐλευθέραν δέ μʼ, ὡς ἐλευθέρα θάνω,
πρὸς θεῶν, μεθέντες κτείνατʼ· ἐν νεκροῖσι γὰρ
δούλη κεκλῆσθαι βασιλὶς οὖσʼ αἰσχύνομαι.
λαοὶ δʼ ἐπερρόθησαν, Ἀγαμέμνων τʼ ἄναξ
εἶπεν μεθεῖναι παρθένον νεανίαις.
οἳ δʼ, ὡς τάχιστʼ ἤκουσαν ὑστάτην ὄπα,
μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.
κἀπεὶ τόδʼ εἰσήκουσε δεσποτῶν ἔπος,
λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδος
ἔρρηξε λαγόνας ἐς μέσας παρʼ ὀμφαλόν,
μαστούς τʼ ἔδειξε στέρνα θʼ ὡς ἀγάλματος
κάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυ
ἔλεξε πάντων τλημονέστατον λόγον·
Ἰδού, τόδʼ, εἰ μὲν στέρνον, ὦ νεανία,
παίειν προθυμῇ, παῖσον, εἰ δʼ ὑπʼ αὐχένα
χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.
ὃ δʼ οὐ θέλων τε καὶ θέλων οἴκτῳ κόρης,
τέμνει σιδήρῳ πνεύματος διαρροάς·
κρουνοὶ δʼ ἐχώρουν. ἣ δὲ καὶ θνῄσκουσʼ ὅμως
πολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,
κρύπτουσʼ ἃ κρύπτειν ὄμματʼ ἀρσένων χρεών.
ἐπεὶ δʼ ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ,
οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον·
ἀλλʼ οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶν
φύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰν
κορμοὺς φέροντες πευκίνους, ὁ δʼ οὐ φέρων
πρὸς τοῦ φέροντος τοιάδʼ ἤκουεν κακά·
Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδι
οὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;
οὐκ εἶ τι δώσων τῇ περίσσʼ εὐκαρδίῳ
ψυχήν τʼ ἀρίστῃ; τοιάδʼ ἀμφὶ σῆς λέγων
παιδὸς θανούσης, εὐτεκνωτάτην τέ σε
πασῶν γυναικῶν δυστυχεστάτην θʼ ὁρῶ.
Χορός
δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσεν
πόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε.
Ἑκάβη
ὦ θύγατερ, οὐκ οἶδʼ εἰς ὅ τι βλέψω κακῶν,
πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,
τόδʼ οὐκ ἐᾷ με, παρακαλεῖ δʼ ἐκεῖθεν αὖ
λύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.
καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθος
οὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός·
τὸ δʼ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοι
γενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴ
τυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,
χρηστὴ δʼ ἁμαρτοῦσʼ ὧν χρεὼν αὐτὴν τυχεῖν
κακὸν δίδωσι καρπόν, ἀνθρώποις δʼ ἀεὶ
ὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,
ὁ δʼ ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕπο
φύσιν διέφθειρʼ, ἀλλὰ χρηστός ἐστʼ ἀεί;
ἆρʼ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί;
ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶς
δίδαξιν ἐσθλοῦ· τοῦτο δʼ ἤν τις εὖ μάθῃ,
οἶδεν τό γʼ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών.
καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·
σὺ δʼ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,
μὴ θιγγάνειν μοι μηδένʼ, ἀλλʼ εἴργειν ὄχλον,
τῆς παιδός. ἔν τοι μυρίῳ στρατεύματι
ἀκόλαστος ὄχλος ναυτική τʼ ἀναρχία
κρείσσων πυρός, κακὸς δʼ ὁ μή τι δρῶν κακόν.
σὺ δʼ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,
βάψασʼ ἔνεγκε δεῦρο ποντίας ἁλός,
ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,
νύμφην τʼ ἄνυμφον παρθένον τʼ ἀπάρθενον,
λούσω προθῶμαί θʼ — ὡς μὲν ἀξία, πόθεν;
οὐκ ἂν δυναίμην· ὡς δʼ ἔχω — τί γὰρ πάθω; —
κόσμον τʼ ἀγείρασʼ αἰχμαλωτίδων πάρα,
αἵ μοι πάρεδροι τῶνδʼ ἔσω σκηνωμάτων
ναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπότας
λαθοῦσʼ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.
ὦ σχήματʼ οἴκων, ὦ ποτʼ εὐτυχεῖς δόμοι,
ὦ πλεῖστʼ ἔχων κάλλιστά τʼ, εὐτεκνώτατε
Πρίαμε, γεραιά θʼ ἥδʼ ἐγὼ μήτηρ τέκνων,
ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματος
τοῦ πρὶν στερέντες. εἶτα δῆτʼ ὀγκούμεθα,
ὃ μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν,
ὃ δʼ ἐν πολίταις τίμιος κεκλημένος.
τὰ δʼ οὐδὲν ἄλλως, φροντίδων βουλεύματα
γλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος,
ὅτῳ κατʼ ἦμαρ τυγχάνει μηδὲν κακόν.
Χορός
ἐμοὶ χρῆν συμφοράν,
ἐμοὶ χρῆν πημονὰν γενέσθαι,
Ἰδαίαν ὅτε πρῶτον ὕλαν
Ἀλέξανδρος εἰλατίναν
ἐτάμεθʼ, ἅλιον ἐπʼ οἶδμα ναυστολήσων
Ἑλένας ἐπὶ λέκτρα, τὰν
καλλίσταν ὁ χρυσοφαὴς
Ἅλιος αὐγάζει.
Χορός
πόνοι γὰρ καὶ πόνων
ἀνάγκαι κρείσσονες κυκλοῦνται
κοινὸν δʼ ἐξ ἰδίας ἀνοίας
κακὸν τᾷ Σιμουντίδι γᾷ
ὀλέθριον ἔμολε συμφορά τʼ ἀπʼ ἄλλων.
ἐκρίθη δʼ ἔρις, ἃν ἐν Ἴ-
δᾳ κρίνει τρισσὰς μακάρων
παῖδας ἀνὴρ βούτας,
Χορός
ἐπὶ δορὶ καὶ φόνῳ καὶ ἐμῶν μελάθρων λώβᾳ·
στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον Εὐρώταν
Λάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,
πολιάν τʼ ἐπὶ κρᾶτα μάτηρ
τέκνων θανόντων
τίθεται χέρα δρύπτεται παρειάν,
δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.
Θεράπαινα
γυναῖκες, Ἑκάβη ποῦ ποθʼ ἡ παναθλία,
ἡ πάντα νικῶσʼ ἄνδρα καὶ θῆλυν σπορὰν
κακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται.
Χορός
τί δʼ, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;
ὡς οὔποθʼ εὕδει λυπρά σου κηρύγματα.
Θεράπαινα
Ἑκάβῃ φέρω τόδʼ ἄλγος· ἐν κακοῖσι δὲ
οὐ ῥᾴδιον βροτοῖσιν εὐφημεῖν στόμα.
Χορός
καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπερ
ἥδʼ, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.
Θεράπαινα
ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,
δέσποινʼ, ὄλωλας κοὐκέτʼ εἶ, βλέπουσα φῶς,
ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.
Ἑκάβη
οὐ καινὸν εἶπας, εἰδόσιν δʼ ὠνείδισας.
ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένης
ἥκεις κομίζουσʼ, ἧς ἀπηγγέλθη τάφος
πάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;
Θεράπαινα
ἥδʼ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένην
θρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.
Ἑκάβη
οἲ ʼγὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρα
τῆς θεσπιῳδοῦ δεῦρο Κασάνδρας φέρεις;
Θεράπαινα
ζῶσαν λέλακας, τὸν θανόντα δʼ οὐ στένεις
τόνδʼ· ἀλλʼ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,
εἴ σοι φανεῖται θαῦμα καὶ παρʼ ἐλπίδας.
Ἑκάβη
οἴμοι, βλέπω δὴ παῖδʼ ἐμὸν τεθνηκότα,
Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζʼ οἴκοις ἀνήρ.
ἀπωλόμην δύστηνος, οὐκέτʼ εἰμὶ δή.
ὦ τέκνον τέκνον,
αἰαῖ, κατάρχομαι γόων,
βακχεῖον ἐξ ἀλάστορος
ἀρτιμαθῆ νόμον.
Θεράπαινα
ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;
Ἑκάβη
ἄπιστʼ ἄπιστα, καινὰ καινὰ δέρκομαι.
ἕτερα δʼ ἀφʼ ἑτέρων κακὰ κακῶν κυρεῖ·
οὐδέ ποτʼ ἀστένακτος ἀδάκρυτος ἁ-
μέρα μʼ ἐπισχήσει.
Χορός
δείνʼ, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.
Ἑκάβη
ὦ τέκνον τέκνον ταλαίνας ματρός,
τίνι μόρῳ θνῄσκεις,
τίνι πότμῳ κεῖσαι;
πρὸς τίνος ἀνθρώπων;
Θεράπαινα
οὐκ οἶδʼ· ἐπʼ ἀκταῖς νιν κυρῶ θαλασσίαις
Ἑκάβη
ἔκβλητον, ἢ πέσημα φοινίου δορός,
ἐν ψαμάθῳ λευρᾷ;
Θεράπαινα
πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.
Ἑκάβη
ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτων
ἐμῶν ὄψιν· οὔ με παρέβα
φάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ,
ὦ τέκνον, οὐκέτʼ ὄντα Διὸς ἐν φάει.
Χορός
τίς γάρ νιν ἔκτεινʼ; οἶσθʼ ὀνειρόφρων φράσαι;
Ἑκάβη
ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας,
ἵνʼ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.
Χορός
οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;
Ἑκάβη
ἄρρητʼ ἀνωνόμαστα, θαυμάτων πέρα,
οὐχ ὅσιʼ οὐδʼ ἀνεκτά. ποῦ δίκα ξένων;
ὦ κατάρατʼ ἀνδρῶν, ὡς διεμοιράσω
χρόα, σιδαρέῳ τεμὼν φασγάνῳ
μέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας.
Χορός
ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν
δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.
ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας
Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.
Ἀγαμέμνων
Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ
ἐλθοῦσʼ, ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι
μὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης;
ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν·
σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.
ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖ
πεπραγμένʼ ἐστίν — εἴ τι τῶνδʼ ἐστὶν καλῶς.
ἔα· τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶ
θανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοι
δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.
Ἑκάβη
δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,
Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ
Ἀγαμέμνονος τοῦδʼ ἢ φέρω σιγῇ κακά;
Ἀγαμέμνων
τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν
δύρῃ, τὸ πραχθὲν δʼ οὐ λέγεις; — τίς ἔσθʼ ὅδε;
Ἑκάβη
ἀλλʼ, εἴ με δούλην πολεμίαν θʼ ἡγούμενος
γονάτων ἀπώσαιτʼ, ἄλγος ἂν προσθείμεθʼ ἄν.
Ἀγαμέμνων
οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων
ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.
Ἑκάβη
ἆρʼ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς
μᾶλλον φρένας τοῦδʼ, ὄντος οὐχὶ δυσμενοῦς;
Ἀγαμέμνων
εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι,
ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδʼ ἐγὼ κλύειν.
Ἑκάβη
οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ
τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε;
τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. —
Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων
καὶ σοῦ γενείου δεξιᾶς τʼ εὐδαίμονος
Ἀγαμέμνων
τί χρῆμα μαστεύουσα; μῶν ἐλεύθερον
αἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι.
Ἑκάβη
οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένη
αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.
Ἀγαμέμνων
καὶ δὴ τίνʼ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;
Ἑκάβη
οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. —
ὁρᾷς νεκρὸν τόνδʼ, οὗ καταστάζω δάκρυ;
Ἀγαμέμνων
ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.
Ἑκάβη
τοῦτόν ποτʼ ἔτεκον κἄφερον ζώνης ὕπο.
Ἀγαμέμνων
ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;
Ἑκάβη
οὐ τῶν θανόντων Πριαμιδῶν ὑπʼ Ἰλίῳ.
Ἀγαμέμνων
ἦ γάρ τινʼ ἄλλον ἔτεκες ἢ κείνους, γύναι;
Ἑκάβη
ἀνόνητά γʼ, ὡς ἔοικε, τόνδʼ ὃν εἰσορᾷς.
Ἀγαμέμνων
ποῦ δʼ ὢν ἐτύγχανʼ, ἡνίκʼ ὤλλυτο πτόλις;
Ἑκάβη
πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.
Ἀγαμέμνων
ποῖ τῶν τότʼ ὄντων χωρίσας τέκνων μόνον;
Ἑκάβη
ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.
Ἀγαμέμνων
πρὸς ἄνδρʼ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;
Ἑκάβη
ἐνταῦθʼ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.
Ἀγαμέμνων
θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;
Ἑκάβη
τίνος γʼ ὑπʼ ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος.
Ἀγαμέμνων
ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν;
Ἑκάβη
τοιαῦτʼ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.
Ἀγαμέμνων
ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν;
Ἑκάβη
ἥδʼ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.
Ἀγαμέμνων
τοῦτον ματεύουσʼ ἢ πονοῦσʼ ἄλλον πόνον;
Ἑκάβη
λούτρʼ ᾤχετʼ οἴσουσʼ ἐξ ἁλὸς Πολυξένῃ.
Ἀγαμέμνων
κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.
Ἑκάβη
θαλασσόπλαγκτόν γʼ, ὧδε διατεμὼν χρόα.
Ἀγαμέμνων
ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.
Ἑκάβη
ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.
Ἀγαμέμνων
φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή;
Ἑκάβη
οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.
ἀλλʼ ὧνπερ οὕνεκʼ ἀμφὶ σὸν πίπτω γόνυ
ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,
στέργοιμʼ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ
τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,
ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω
δείσας δέδρακεν ἔργον ἀνοσιώτατον,
κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί,
ξενίας τʼ ἀριθμῷ πρῶτʼ ἔχων ἐμῶν φίλων,
τυχὼν δʼ ὅσων δεῖ — . καὶ λαβὼν προμηθίαν
ἔκτεινε· τύμβου δʼ, εἰ κτανεῖν ἐβούλετο,
οὐκ ἠξίωσεν, ἀλλʼ ἀφῆκε πόντιον.
ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·
ἀλλʼ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν
Νόμος· νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα
καὶ ζῶμεν ἄδικα καὶ δίκαιʼ ὡρισμένοι·
ὃς ἐς σʼ ἀνελθὼν εἰ διαφθαρήσεται,
καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους
κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν,
οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον.
ταῦτʼ οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με·
οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τʼ ἀποσταθεὶς
ἰδοῦ με κἀνάθρησον οἷʼ ἔχω κακά.
τύραννος ἦ ποτʼ, ἀλλὰ νῦν δούλη σέθεν,
εὔπαις ποτʼ οὖσα, νῦν δὲ γραῦς ἄπαις θʼ ἅμα,
ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν
οἴμοι τάλαινα, ποῖ μʼ ὑπεξάγεις πόδα;
ἔοικα πράξειν οὐδέν· ὦ τάλαινʼ ἐγώ.
τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα
μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν,
Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην
οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν
μισθοὺς διδόντες μανθάνειν, ἵνʼ ἦν ποτε
πείθειν ἅ τις βούλοιτο τυγχάνειν θʼ ἅμα;
πῶς οὖν ἔτʼ ἄν τις ἐλπίσαι πράξειν καλῶς;
οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι,
αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι·
καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ.
καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε,
Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται·
πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται
ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.
ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ,
ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων
χάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ;
ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων
φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.
ἄκουε δή νυν· τὸν θανόντα τόνδʼ ὁρᾷς;
τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν
δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.
εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι
καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει
ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,
ὡς πάνθʼ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων
κλαίοντʼ, ἐπισκήπτοντα παντοίους λόγους.
ὦ δέσποτʼ, ὦ μέγιστον Ἕλλησιν φάος,
πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι
τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλʼ ὅμως.
ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θʼ ὑπηρετεῖν
καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.
Χορός
δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει,
καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν,
φίλους τιθέντες τούς γε πολεμιωτάτους
ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.
Ἀγαμέμνων
ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν,
Ἑκάβη, διʼ οἴκτου χεῖρά θʼ ἱκεσίαν ἔχω,
καὶ βούλομαι θεῶν θʼ οὕνεκʼ ἀνόσιον ξένον
καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,
εἴ πως φανείη γʼ ὥστε σοί τʼ ἔχειν καλῶς,
στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν
Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.
ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι·
— Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,
τὸν κατθανόντα δʼ ἐχθρόν· εἰ δὲ σοὶ φίλος
ὅδʼ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ. —
πρὸς ταῦτα φρόντιζʼ· ὡς θέλοντα μέν μʼ ἔχεις
σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,
βραδὺν δʼ, Ἀχαιοῖς εἰ διαβληθήσομαι.
Ἑκάβη
φεῦ.
οὐκ ἔστι θνητῶν ὅστις ἔστʼ ἐλεύθερος·
ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης,
ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ
εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.
ἐπεὶ δὲ ταρβεῖς τῷ τʼ ὄχλῳ πλέον νέμεις,
ἐγώ σε θήσω τοῦδʼ ἐλεύθερον φόβου.
σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν
τῷ τόνδʼ ἀποκτείναντι, συνδράσῃς δὲ μή.
ἢν δʼ ἐξ Ἀχαιῶν θόρυβος ἢ ʼπικουρία
πάσχοντος ἀνδρὸς Θρῃκὸς οἷα πείσεται
φανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.
τὰ δʼ ἄλλα — θάρσει — πάντʼ ἐγὼ θήσω καλῶς.
Ἀγαμέμνων
πῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶ
λαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς,
ἢ φαρμάκοισιν ἢ ʼπικουρίᾳ τινί;
τίς σοι ξυνέσται χείρ; πόθεν κτήσῃ φίλους;
Ἑκάβη
στέγαι κεκεύθασʼ αἵδε Τρῳάδων ὄχλον.
Ἀγαμέμνων
τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;
Ἑκάβη
σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι.
Ἀγαμέμνων
καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;
Ἑκάβη
δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον.
Ἀγαμέμνων
δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι γένος.
Ἑκάβη
τί δʼ; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα
καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν;
ἀλλʼ ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον,
πέμψον δέ μοι τήνδʼ ἀσφαλῶς διὰ στρατοῦ
γυναῖκα. — καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ
λέξον· Καλεῖ σʼ ἄνασσα δή ποτʼ Ἰλίου
Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,
καὶ παῖδας· ὡς δεῖ καὶ τέκνʼ εἰδέναι λόγους
τοὺς ἐξ ἐκείνης. — τὸν δὲ τῆς νεοσφαγοῦς
Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,
ὡς τώδʼ ἀδελφὼ πλησίον μιᾷ φλογί,
δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.
Ἀγαμέμνων
ἔσται τάδʼ οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῷ
πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν·
νῦν δʼ, οὐ γὰρ ἵησʼ οὐρίους πνοὰς θεός,
μένειν ἀνάγκη πλοῦν ὁρῶντʼ ἐς ἥσυχον.
γένοιτο δʼ εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε,
ἰδίᾳ θʼ ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸν
κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.
Χορός
σὺ μέν, ὦ πατρὶς Ἰλιάς,
τῶν ἀπορθήτων πόλις οὐκέτι λέξῃ·
τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτει
δορὶ δὴ δορὶ πέρσαν.
ἀπὸ δὲ στεφάναν κέκαρ-
σαι πύργων, κατὰ δʼ αἰθάλου
κηλῖδʼ οἰκτροτάταν κέχρω-
σαι· τάλαινʼ,
οὐκέτι σʼ ἐμβατεύσω.
Χορός
μεσονύκτιος ὠλλύμαν,
ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπʼ ὄσσοις
σκίδναται, μολπᾶν δʼ ἄπο καὶ χοροποιῶν
θυσιᾶν καταλύσας
πόσις ἐν θαλάμοις ἔκει-
το, ξυστὸν δʼ ἐπὶ πασσάλῳ,
ναύταν οὐκέθʼ ὁρῶν ὅμι-
λον Τροίαν
Ἰλιάδʼ ἐμβεβῶτα.
Χορός
ἐγὼ δὲ πλόκαμον ἀναδέτοις
μίτραισιν ἐρρυθμιζόμαν
χρυσέων ἐνόπτρων λεύσ-
σουσʼ ἀτέρμονας εἰς αὐγάς,
ἐπιδέμνιος ὡς πέσοιμʼ ἐς εὐνάν.
ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·
κέλευσμα δʼ ἦν κατʼ ἄστυ Τροί-
ας τόδʼ· Ὦ
παῖδες Ἑλλάνων, πότε δὴ πότε τὰν
Ἰλιάδα σκοπιὰν
πέρσαντες ἥξετʼ οἴκους;
Χορός
λέχη δὲ φίλια μονόπεπλος
λιποῦσα, Δωρὶς ὡς κόρα,
σεμνὰν προσίζουσʼ οὐκ
ἤνυσʼ Ἄρτεμιν ἁ τλάμων·
ἄγομαι δὲ θανόντʼ ἰδοῦσʼ ἀκοίταν
τὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος,
πόλιν τʼ ἀποσκοποῦσʼ, ἐπεὶ
νόστιμον
ναῦς ἐκίνησεν πόδα καί μʼ ἀπὸ γᾶς
ὥρισεν Ἰλιάδος·
τάλαινʼ, ἀπεῖπον ἄλγει,
Χορός
τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσιν
Ἰδαῖόν τε βούταν
αἰνόπαριν κατάρᾳ
διδοῦσʼ, ἐπεί με γᾶς ἐκ
πατρῴας ἀπώλεσεν
ἐξῴκισέν τʼ οἴκων γάμος, οὐ γάμος ἀλλʼ ἀ-
λάστορός τις οἰζύς·
ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν,
μήτε πα-
τρῷον ἵκοιτʼ ἐς οἶκον.
Πολυμήστωρ
ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,
Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴν
τήν τʼ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.
φεῦ·
οὐκ ἔστι πιστὸν οὐδέν, οὔτʼ εὐδοξία
οὔτʼ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.
φύρουσι δʼ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσω
ταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳ
σέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖ
θρηνεῖν, προκόπτοντʼ οὐδὲν ἐς πρόσθεν κακῶν;
σὺ δʼ, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας,
σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροις
ἀπών, ὅτʼ ἦλθες δεῦρʼ· ἐπεὶ δʼ ἀφικόμην,
ἤδη πόδʼ ἔξω δωμάτων αἴροντί μοι
ἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθεν
λέγουσα μύθους, ὧν κλύων ἀφικόμην.
Ἑκάβη
αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,
Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.
ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσʼ, αἰδώς μʼ ἔχει
ἐν τῷδε πότμῳ τυγχάνουσʼ ἵνʼ εἰμὶ νῦν
κοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.
ἀλλʼ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν,
Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος,
γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.
Πολυμήστωρ
καὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ;
τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·
Ἑκάβη
ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαι
καὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοι
χωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων.
Πολυμήστωρ
χωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία.
φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδε
στράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν·
τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖ
φίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ.
Ἑκάβη
πρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸς
Πολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,
εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι.
Πολυμήστωρ
μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.
Ἑκάβη
ὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν.
Πολυμήστωρ
τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;
Ἑκάβη
εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί μου;
Πολυμήστωρ
καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.
Ἑκάβη
χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;
Πολυμήστωρ
σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.
Ἑκάβη
σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον.
Πολυμήστωρ
ἥκιστʼ· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.
Ἑκάβη
οἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;
Πολυμήστωρ
οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.
Ἑκάβη
ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ —
Πολυμήστωρ
τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών;
Ἑκάβη
χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.
Πολυμήστωρ
ταῦτʼ ἔσθʼ ἃ βούλῃ παιδὶ σημῆναι σέθεν;
Ἑκάβη
μάλιστα, διὰ σοῦ γʼ· εἶ γὰρ εὐσεβὴς ἀνήρ.
Πολυμήστωρ
τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;
Ἑκάβη
ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδʼ εἰδέναι.
Πολυμήστωρ
καλῶς ἔλεξας· τῇδε καὶ σοφώτερον.
Ἑκάβη
οἶσθʼ οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι;
Πολυμήστωρ
ἐνταῦθʼ ὁ χρυσός ἐστι; σημεῖον δὲ τί;
Ἑκάβη
μέλαινα πέτρα γῆς ὑπερτέλλουσʼ ἄνω.
Πολυμήστωρ
ἔτʼ οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί;
Ἑκάβη
σῶσαί σε χρήμαθʼ οἷς συνεξῆλθον θέλω.
Πολυμήστωρ
ποῦ δῆτα; πέπλων ἐντὸς ἢ κρύψασʼ ἔχεις;
Ἑκάβη
σκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις.
Πολυμήστωρ
ποῦ δʼ; αἵδʼ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.
Ἑκάβη
ἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι.
Πολυμήστωρ
τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;
Ἑκάβη
οὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλʼ ἡμεῖς μόναι.
ἀλλʼ ἕρπʼ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶν
λῦσαι ποθοῦσιν οἴκαδʼ ἐκ Τροίας πόδα·
ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλιν
ξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.
Χορός
οὔπω δέδωκας, ἀλλʼ ἴσως δώσεις δίκην·
Χορός
ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν
λέχριος ἐκπεσῇ φίλας καρδίας,
ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυον
Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει·
ὀλέθριον ὀλέθριον κακόν.
ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγεν
θανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας·
ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.
Πολυμήστωρ
ἔσωθεν
ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.
Χορός
— ἠκούσατʼ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι;
Πολυμήστωρ
ὤμοι μάλʼ αὖθις, τέκνα, δυστήνου σφαγῆς.
Χορός
— φίλαι, πέπρακται καίνʼ ἔσω δόμων κακά.
Πολυμήστωρ
ἀλλʼ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί·
βάλλων γὰρ οἴκων τῶνδʼ ἀναρρήξω μυχούς.
Χορός
— ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.
— βούλεσθʼ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖ
Ἑκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους.
Ἑκάβη
ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·
οὐ γάρ ποτʼ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις,
οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτεινʼ ἐγώ.
Χορός
ἦ γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον,
δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;
Ἑκάβη
ὄψῃ νιν αὐτίκʼ ὄντα δωμάτων πάρος
τυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί,
παίδων τε δισσῶν σώμαθʼ, οὓς ἔκτεινʼ ἐγὼ
σὺν ταῖς ἀρίσταις Τρῳάσιν· δίκην δέ μοι
δέδωκε. χωρεῖ δʼ, ὡς ὁρᾷς, ὅδʼ ἐκ δόμων.
ἀλλʼ ἐκποδὼν ἄπειμι κἀποστήσομαι
θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.
Πολυμήστωρ
ὤμοι ἐγώ, πᾷ βῶ,
πᾷ στῶ, πᾷ κέλσω;
τετράποδος βάσιν θηρὸς ὀρεστέρου
τιθέμενος ἐπίχειρα κατʼ ἴχνος; ποίαν
ἢ ταύταν ἢ τάνδʼ ἐξαλλάξω, τὰς
ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας,
αἵ με διώλεσαν;
τάλαιναι κόραι τάλαιναι Φρυγῶν,
ὦ κατάρατοι,
ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;
εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον
ἀκέσαιʼ ἀκέσαιο τυφλόν, Ἅλιε,
φέγγος ἐπαλλάξας.
ἆ ἆ,
σίγα· κρυπτὰν βάσιν αἰσθάνομαι
τάνδε γυναικῶν. πᾷ πόδʼ ἐπᾴξας
σαρκῶν ὀστέων τʼ ἐμπλησθῶ,
θοίναν ἀγρίων θηρῶν τιθέμενος,
ἀρνύμενος λώβαν
λύμας ἀντίποινʼ ἐμᾶς; ὦ τάλας.
ποῖ πᾷ φέρομαι τέκνʼ ἔρημα λιπὼν
Βάκχαις Ἅιδου διαμοιρᾶσαι,
σφακτά, κυσίν τε φοινίαν δαῖτʼ ἀνή-
μερον τʼ οὐρείαν ἐκβολάν;
πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ,
ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον
φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς
τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;
Χορός
ὦ τλῆμον, ὥς σοι δύσφορʼ εἴργασται κακά·
δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια.
δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς.
Πολυμήστωρ
αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο-
πλον εὔιππον Ἄρει κάτοχον γένος.
ἰὼ Ἀχαιοί. — ἰὼ Ἀτρεῖδαι. — βοὰν βοὰν ἀυτῶ, βοάν.
ὢ ἴτε· μόλετε πρὸς θεῶν.
κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε;
γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰ
δεινὰ πεπόνθαμεν.
ὤμοι ἐμᾶς λώβας.
ποῖ τράπωμαι, ποῖ πορευθῶ;
ἀμπτάμενος οὐράνιον
ὑψιπετὲς ἐς μέλαθρον,
Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη-
σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδα
μελάγχρωτα πορθμὸν ᾄξω τάλας;
Χορός
συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰ
πάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.
Ἀγαμέμνων
κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχος
πέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸν
Ἠχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶν
πύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,
φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.
Πολυμήστωρ
ὦ φίλτατʼ· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθεν
φωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν;
Ἀγαμέμνων
ἔα·
Πολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν;
τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας,
παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλον
σοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.
Πολυμήστωρ
Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσιν
ἀπώλεσʼ — οὐκ ἀπώλεσʼ, ἀλλὰ μειζόνως.
Ἀγαμέμνων
τί φῄς; σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει;
σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον;
Πολυμήστωρ
ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που;
σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖν
διασπάσωμαι καὶ καθαιμάξω χρόα.
Ἀγαμέμνων
οὗτος, τί πάσχεις;
Πολυμήστωρ
πρὸς θεῶν σε λίσσομαι,
μέθες μʼ ἐφεῖναι τῇδε μαργῶσαν χέρα.
Ἀγαμέμνων
ἴσχʼ· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρον
λέγʼ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τʼ ἐν μέρει
κρίνω δικαίως ἀνθʼ ὅτου πάσχεις τάδε.
Πολυμήστωρ
λέγοιμʼ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,
Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶ
πατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,
ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως.
τοῦτον κατέκτεινʼ· ἀνθʼ ὅτου δʼ ἔκτεινά νιν,
ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.
ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖς
Τροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν,
γνόντες δʼ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τινα
Φρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,
κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδε
λεηλατοῦντες, γείτοσιν δʼ εἴη κακὸν
Τρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.
Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρον
λόγῳ με τοιῷδʼ ἤγαγʼ, ὡς κεκρυμμένας
θήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳ
χρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μʼ εἰσάγει
δόμους, ἵνʼ ἄλλος μή τις εἰδείη τάδε.
ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ·
πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς,
αἳ δʼ ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραι
θάκους ἔχουσαι, κερκίδʼ Ἠδωνῆς χερὸς
ᾔνουν, ὑπʼ αὐγὰς τούσδε λεύσσουσαι πέπλους·
ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναι
γυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος.
ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναι
τέκνʼ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸς
γένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν·
κᾆτʼ ἐκ γαληνῶν — πῶς δοκεῖς; — προσφθεγμάτων
εὐθὺς λαβοῦσαι φάσγανʼ ἐκ πέπλων ποθὲν
κεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκην
ξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέρας
καὶ κῶλα· παισὶ δʼ ἀρκέσαι χρῄζων ἐμοῖς,
εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν,
κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,
πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.
τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,
ἐξειργάσαντο δείνʼ· ἐμῶν γὰρ ὀμμάτων,
πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόρας
κεντοῦσιν, αἱμάσσουσιν· εἶτʼ ἀνὰ στέγας
φυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼ
θὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,
ἅπαντʼ ἐρευνῶν τοῖχον ὡς κυνηγέτης
βάλλων ἀράσσων. τοιάδε σπεύδων χάριν
πέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών,
Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,
εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶς
ἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,
ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω·
γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφει
τοιόνδʼ· ὁ δʼ αἰεὶ ξυντυχὼν ἐπίσταται.
Χορός
μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖς
τὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος.
πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰσʼ ἐπίφθονοι,
αἳ δʼ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.
Ἑκάβη
Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτε
τῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον·
ἀλλʼ, εἴτε χρήστʼ ἔδρασε, χρήστʼ ἔδει λέγειν,
εἴτʼ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς,
καὶ μὴ δύνασθαι τἄδικʼ εὖ λέγειν ποτέ.
σοφοὶ μὲν οὖν εἰσʼ οἱ τάδʼ ἠκριβωκότες,
ἀλλʼ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,
κακῶς δʼ ἀπώλοντʼ· οὔτις ἐξήλυξέ πω.
καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει·
πρὸς τόνδε δʼ εἶμι καὶ λόγοις ἀμείψομαι·
ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦν
Ἀγαμέμνονός θʼ ἕκατι παῖδʼ ἐμὸν κτανεῖν.
ἀλλʼ, ὦ κάκιστε, πρῶτον οὔποτʼ ἂν φίλον
τὸ βάρβαρον γένοιτʼ ἂν Ἕλλησιν γένος
οὐδʼ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάριν
πρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰ
ἢ συγγενὴς ὤν, ἢ τίνʼ αἰτίαν ἔχων;
ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματα
πλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;
ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,
ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.
ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτʼ εὐτύχει
Τροία, πέριξ δὲ πύργος εἶχʼ ἔτι πτόλιν,
ἔζη τε Πρίαμος Ἕκτορός τʼ ἤνθει δόρυ,
τί δʼ οὐ τότʼ, εἴπερ τῷδʼ ἐβουλήθης χάριν
θέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχων
ἔκτεινας ἢ ζῶντʼ ἦλθες Ἀργείοις ἄγων;
ἀλλʼ ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἐσμὲν ἐν φάει —
καπνῷ δʼ ἐσήμηνʼ ἄστυ — πολεμίων ὕπο,
ξένον κατέκτας σὴν μολόντʼ ἐφʼ ἑστίαν.
πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός.
χρῆν σʼ, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,
τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδʼ ἔχειν
δοῦναι φέροντα πενομένοις τε καὶ χρόνον
πολὺν πατρῴας γῆς ἀπεξενωμένοις·
σὺ δʼ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸς
τολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτʼ ἐν δόμοις.
καὶ μὴν τρέφων μὲν ὥς σε παῖδʼ ἐχρῆν τρέφειν
σώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος·
ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοι
φίλοι· τὰ χρηστὰ δʼ αὔθʼ ἕκαστʼ ἔχει φίλους.
εἰ δʼ ἐσπάνιζες χρημάτων, ὃ δʼ εὐτύχει,
θησαυρὸς ἄν σοι παῖς ὑπῆρχʼ οὑμὸς μέγας·
νῦν δʼ οὔτʼ ἐκεῖνον ἄνδρʼ ἔχεις σαυτῷ φίλον,
χρυσοῦ τʼ ὄνησις οἴχεται παῖδές τε σοί,
αὐτός τε πράσσεις ὧδε. σοὶ δʼ ἐγὼ λέγω,
Ἀγάμεμνον, εἰ τῷδʼ ἀρκέσεις, κακὸς φανῇ·
οὔτʼ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,
οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον·
αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεν
τοιοῦτον ὄντα δεσπότας δʼ οὐ λοιδορῶ.
Χορός
φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματα
χρηστῶν ἀφορμὰς ἐνδίδωσʼ ἀεὶ λόγων.
Ἀγαμέμνων
ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,
ὅμως δʼ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει,
πρᾶγμʼ ἐς χέρας λαβόντʼ ἀπώσασθαι τόδε.
ἐμοὶ δʼ, ἵνʼ εἰδῇς, οὔτʼ ἐμὴν δοκεῖς χάριν
οὔτʼ οὖν Ἀχαιῶν ἄνδρʼ ἀποκτεῖναι ξένον,
ἀλλʼ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς.
λέγεις δὲ σαυτῷ πρόσφορʼ ἐν κακοῖσιν ὤν.
τάχʼ οὖν παρʼ ὑμῖν ῥᾴδιον ξενοκτονεῖν·
ἡμῖν δέ γʼ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.
πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;
οὐκ ἂν δυναίμην. ἀλλʼ ἐπεὶ τὰ μὴ καλὰ
πράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.
Πολυμήστωρ
οἴμοι, γυναικός, ὡς ἔοιχʼ, ἡσσώμενος
δούλης ὑφέξω τοῖς κακίοσιν δίκην.
Ἀγαμέμνων
οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;
Πολυμήστωρ
οἴμοι τέκνων τῶνδʼ ὀμμάτων τʼ ἐμῶν, τάλας.
Ἑκάβη
ἀλγεῖς· τί δʼ; ἦ ʼμὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;
Πολυμήστωρ
χαίρεις ὑβρίζουσʼ εἰς ἔμʼ, ὦ πανοῦργε σύ;
Ἑκάβη
οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;
Πολυμήστωρ
ἀλλʼ οὐ τάχʼ, ἡνίκʼ ἄν σε ποντία νοτὶς —
Ἑκάβη
μῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος;
Πολυμήστωρ
κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.
Ἑκάβη
πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;
Πολυμήστωρ
αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.
Ἑκάβη
ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ;
Πολυμήστωρ
κύων γενήσῃ πύρσʼ ἔχουσα δέργματα.
Ἑκάβη
πῶς δʼ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;
Πολυμήστωρ
ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.
Ἑκάβη
σοὶ δʼ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;
Πολυμήστωρ
οὐ γάρ ποτʼ ἂν σύ μʼ εἷλες ὧδε σὺν δόλῳ.
Ἑκάβη
θανοῦσα δʼ ἢ ζῶσʼ ἐνθάδʼ ἐκπλήσω βίον;
Πολυμήστωρ
θανοῦσα· τύμβῳ δʼ ὄνομα σῷ κεκλήσεται —
Ἑκάβη
μορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς;
Πολυμήστωρ
κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.
Ἑκάβη
οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.
Πολυμήστωρ
καὶ σήν γʼ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν.
Ἑκάβη
ἀπέπτυσʼ· αὐτῷ ταῦτα σοὶ δίδωμʼ ἔχειν.
Πολυμήστωρ
κτενεῖ νιν ἡ τοῦδʼ ἄλοχος, οἰκουρὸς πικρά.
Ἑκάβη
μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.
Πολυμήστωρ
καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασʼ ἄνω.
Ἀγαμέμνων
οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν;
Πολυμήστωρ
κτεῖνʼ, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀμμένει.
Ἀγαμέμνων
οὐχ ἕλξετʼ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;
Πολυμήστωρ
ἀλγεῖς ἀκούων;
Ἀγαμέμνων
οὐκ ἐφέξετε στόμα;
Πολυμήστωρ
ἐγκλῄετʼ· εἴρηται γάρ.
Ἀγαμέμνων
οὐχ ὅσον τάχος
νήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που,
ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;
Ἑκάβη, σὺ δʼ, ὦ τάλαινα, διπτύχους νεκροὺς
στείχουσα θάπτε· δεσποτῶν δʼ ὑμᾶς χρεὼν
σκηναῖς πελάζειν, Τρῳάδες· καὶ γὰρ πνοὰς
πρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.
εὖ δʼ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοις
ἔχοντʼ ἴδοιμεν τῶνδʼ ἀφειμένοι πόνων.
Χορός
ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,
τῶν δεσποσύνων πειρασόμεναι
μόχθων· στερρὰ γὰρ ἀνάγκη.