Ἴων Euripides Gilbert Murray Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project Trustees of Tufts University Medford, MA Perseus Project 1996 tlg0006.tlg010.perseus-grc2.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License Euripides Euripidis Fabulae Gilbert Murray Oxford Clarendon Press 1913 2 The Internet Archive

This pointer pattern extracts lines

Greek EpiDoc and CTS conversion moving Greg's work-in-progress on CTS-izing greco-roman collection texts to a Work directory tagging now should be compatible with CTS Standardized and in a few cases added in header info. adding rend=displayNum to lb tags more refinements making these files SDL compatible our existing files but with L tags converted to LB milestones moved more xml files around based on copyright status removed stray item tags Converted to XML added card 1s put spaces around em-dash entity so as not to confuse morphology stuff Updated texts to TEI P4 and Perseus P4 extensions; minor cleanup (esp. character encodings and typos.) Added separate funder entity to TEI header. use n attribute on sp to carry over speaker names when long speeches are interrupted by card breaks -- and move card break past close tag of sp bring up to P3 Fixed cardbreaks at 219, 237; added line nos. 217b, 235b. Added speaker tags where needed. Set speakers l.c.; Basic SGML tagging

τὰ τοῦ δράματος πρόσωπα

Ἑρμῆς

Ἴων

Χορός ἐκ Θεραπαινίδων Κρεούσης

Κρέουσα

Ξοῦθος

Πρεσβύτης

Θεράπων Κρεούσης

Πύθια ἤτοι Προφῆτις

Ἀθήνα

Ἑρμῆς Ἄτλας, ὁ χαλκέοισι νώτοις οὐρανὸν θεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶν μιᾶς ἔφυσε Μαῖαν, ἣ ʼμʼ ἐγείνατο Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν. ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵνʼ ὀμφαλὸν μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς τά τʼ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί. ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις, τῆς χρυσολόγχου Παλλάδος κεκλημένη, οὗ παῖδʼ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας Παλλάδος ὑπʼ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος. ἀγνὼς δὲ πατρί — τῷ θεῷ γὰρ ἦν φίλον — γαστρὸς διήνεγκʼ ὄγκον. ὡς δʼ ἦλθεν χρόνος, τεκοῦσʼ ἐν οἴκοις παῖδʼ ἀπήνεγκεν βρέφος ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ, προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς Ἐριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρη φρουρὼ παραζεύξασα φύλακε σώματος δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι δίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις τρέφειν τέκνα. ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴν τέκνῳ προσάψασʼ ἔλιπεν ὡς θανουμένῳ. κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε· ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονα κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν — λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας αὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχει ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια, καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν. τὰ δʼ ἄλλʼ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς — ἡμῖν μελήσει. Λοξίᾳ δʼ ἐγὼ χάριν πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι τίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτος ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς. κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳ προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ· ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ ἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρη λαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον, ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν· οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα — καὶ θεὸς συνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων — τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ, ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται. νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς ἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας, Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ ταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροις θεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον. Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίαν Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο· ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις, οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων· ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ γάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο, οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη ἄτεκνός ἐστι, καὶ Κρέουσʼ· ὧν οὕνεκα ἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδε ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην ἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ. δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου κρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα. Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός, ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα. ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε, τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι. ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον τόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα δάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν, Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.
Ἴων ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων Ἥλιος ἤδη λάμπει κατὰ γῆν, ἄστρα δὲ φεύγει πυρὶ τῷδʼ αἰθέρος ἐς νύχθʼ ἱεράν· Παρνησιάδες δʼ ἄβατοι κορυφαὶ καταλαμπόμεναι τὴν ἡμερίαν ἁψῖδα βροτοῖσι δέχονται. σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφους Φοίβου πέταται. θάσσει δὲ γυνὴ τρίποδα ζάθεον Δελφίς, ἀείδουσʼ Ἕλλησι βοάς, ἃς ἂν Ἀπόλλων κελαδήσῃ. ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες, τὰς Κασταλίας ἀργυροειδεῖς βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις ἀφυδρανάμενοι στείχετε ναούς· στόμα τʼ εὔφημον φρουρεῖν ἀγαθόν, φήμας τʼ ἀγαθὰς τοῖς ἐθέλουσιν μαντεύεσθαι γλώσσης ἰδίας ἀποφαίνειν. ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης στέφεσίν θʼ ἱεροῖς ἐσόδους Φοίβου καθαρὰς θήσομεν, ὑγραῖς τε πέδον ῥανίσιν νοτερόν· πτηνῶν τʼ ἀγέλας, αἳ βλάπτουσιν σέμνʼ ἀναθήματα, τόξοισιν ἐμοῖς φυγάδας θήσομεν· ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς τοὺς θρέψαντας Φοίβου ναοὺς θεραπεύω.
Ἴων ἄγʼ, ὦ νεηθαλὲς ὦ καλλίστας προπόλευμα δά- φνας, ἃ τὰν Φοίβου θυμέλαν σαίρεις ὑπὸ ναοῖς, κήπων ἐξ ἀθανάτων, ἵνα δρόσοι τέγγουσʼ ἱεραί, ῥοὰν ἀέναον παγᾶν ἐκπροϊεῖσαι, μυρσίνας ἱερὰν φόβαν· ᾇ σαίρω δάπεδον θεοῦ παναμέριος ἅμʼ ἁλίου πτέρυγι θοᾷ λατρεύων τὸ κατʼ ἦμαρ. ὦ Παιὰν ὦ Παιάν, εὐαίων εὐαίων εἴης, ὦ Λατοῦς παῖ.
Ἴων καλόν γε τὸν πόνον, ὦ Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ- ω τιμῶν μαντεῖον ἕδραν· κλεινὸς δʼ ὁ πόνος μοι θεοῖσιν δούλαν χέρʼ ἔχειν οὐ θνατοῖς, ἀλλʼ ἀθανάτοις· εὐφάμους δὲ πόνους μοχθεῖν οὐκ ἀποκάμνω. Φοῖβός μοι γενέτωρ πατήρ· τὸν βόσκοντα γὰρ εὐλογῶ, τὸ δʼ ὠφέλιμον ἐμοὶ πατέρος ὄνομα λέγω Φοίβου τοῦ κατὰ ναόν. ὦ Παιὰν ὦ Παιάν, εὐαίων εὐαίων εἴης, ὦ Λατοῦς παῖ.
Ἴων ἀλλʼ ἐκπαύσω γὰρ μόχθους δάφνας ὁλκοῖς, χρυσέων δʼ ἐκ τευχέων ῥίψω Γαίας παγάν, ἃν ἀποχεύονται Κασταλίας δῖναι, νοτερὸν ὕδωρ βάλλων, ὅσιος ἀπʼ εὐνᾶς ὤν. εἴθʼ οὕτως αἰεὶ Φοίβῳ λατρεύων μὴ παυσαίμαν, ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ. ἔα ἔα· φοιτῶσʼ ἤδη λείπουσίν τε πτανοὶ Παρνασοῦ κοίτας· αὐδῶ μὴ χρίμπτειν θριγκοῖς μηδʼ ἐς χρυσήρεις οἴκους — μάρψω σʼ αὖ τόξοις, ὦ Ζηνὸς κῆρυξ, ὀρνίθων γαμφηλαῖς ἰσχὺν νικῶν. ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει κύκνος. οὐκ ἄλλᾳ φοινικοφαῆ πόδα κινήσεις; οὐδέν σʼ ἁ φόρμιγξ ἁ Φοίβου σύμμολπος τόξων ῥύσαιτʼ ἄν. πάραγε πτέρυγας· λίμνας ἐπίβα τᾶς Δηλιάδος· αἱμάξεις, εἰ μὴ πείσῃ, τὰς καλλιφθόγγους ᾠδάς. ἔα ἔα· τίς ὅδʼ ὀρνίθων καινὸς προσέβα; μῶν ὑπὸ θριγκοὺς εὐναίας καρφυρὰς θήσων τέκνοις; ψαλμοί σʼ εἴρξουσιν τόξων. οὐ πείσῃ; χωρῶν δίναις ταῖς Ἀλφειοῦ παιδούργει, ἢ νάπος Ἴσθμιον, ὡς ἀναθήματα μὴ βλάπτηται ναοί θʼ οἱ Φοίβου κτείνειν δʼ ὑμᾶς αἰδοῦμαι τοὺς θεῶν ἀγγέλλοντας φήμας θνατοῖς· οἷς δʼ ἔγκειμαι μόχθοις, Φοίβῳ δουλεύσω, κοὐ λήξω τοὺς βόσκοντας θεραπεύων.
Χορός — οὐκ ἐν ταῖς ζαθέαις Ἀθά- ναις εὐκίονες ἦσαν αὐ- λαὶ θεῶν μόνον, οὐδʼ ἀγυι- άτιδες θεραπεῖαι· ἀλλὰ καὶ παρὰ Λοξίᾳ τῷ Λατοῦς διδύμων προσώ- πων καλλιβλέφαρον φῶς. — ἰδοὺ τάνδʼ, ἄθρησον, Λερναῖον ὕδραν ἐναίρει χρυσέαις ἅρπαις ὁ Διὸς παῖς· φίλα, πρόσιδʼ ὄσσοις.
Χορός — ὁρῶ. καὶ πέλας ἄλλος αὐ- τοῦ πανὸν πυρίφλεκτον αἴ- ρει τις — ἆρʼ ὃς ἐμαῖσι μυ- θεύεται παρὰ πήναις, ἀσπιστὰς Ἰόλαος, ὃς κοινοὺς αἰρόμενος πόνους Δίῳ παιδὶ συναντλεῖ; — καὶ μὰν τόνδʼ ἄθρησον πτεροῦντος ἔφεδρον ἵππου· τὰν πῦρ πνέουσαν ἐναίρει τρισώματον ἀλκάν.
Χορός — πάντᾳ τοι βλέφαρον διώ- κω. σκέψαι κλόνον ἐν τείχεσ- σι λαΐνοισι Γιγάντων. — ὦ φίλαι, ὧδε δερκόμεσθα. — λεύσσεις οὖν ἐπʼ Ἐγκελάδῳ γοργωπὸν πάλλουσαν ἴτυν — — λεύσσω Παλλάδʼ, ἐμὰν θεόν. — τί γάρ; κεραυνὸν ἀμφίπυρον ὄβριμον ἐν Διὸς ἑκηβόλοισι χερσίν; — ὁρῶ· τὸν δάϊον Μίμαντα πυρὶ καταιθαλοῖ. — καὶ Βρόμιος ἄλλον ἀπολέμοι- σι κισσίνοισι βάκτροις ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς.
Χορός σέ τοι, τὸν παρὰ ναὸν αὐ- δῶ· θέμις γυάλων ὑπερ- βῆναι, λευκῷ ποδί γʼ — ; Ἴων οὐ θέμις, ὦ ξέναι. Χορός οὐδʼ ἂν ἐκ σέθεν ἂν πυθοίμεθʼ αὐδάν; Ἴων τίνα τήνδε θέλεις; Χορός ἆρʼ ὄντως μέσον ὀμφαλὸν γᾶς Φοίβου κατέχει δόμος; Ἴων στέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες. Χορός οὕτω καὶ φάτις αὐδᾷ. Ἴων εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων καί τι πυθέσθαι χρῄζετε Φοίβου, πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοις μήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν. Χορός ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον οὐ παραβαίνομεν, ἃ δʼ ἐκτός, ὄμμα τέρψει. Ἴων πάντα θεᾶσθʼ, ὅ τι καὶ θέμις, ὄμμασι. Χορός μεθεῖσαν δεσπόται με θεοῦ γύαλα τάδʼ εἰσιδεῖν. Ἴων δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων; Χορός Παλλάδι σύνοικα τρόφιμα μέλα- θρα τῶν ἐμῶν τυράννων· παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾷς.
Ἴων γενναιότης σοι, καὶ τρόπων τεκμήριον τὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι. γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέρι τὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής. ἔα· ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸν δακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα, ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια. τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι; ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ χαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ; Κρέουσα ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι· ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους μνήμην παλαιὰν ἀνεμετρησάμην τινά· οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που. ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν, εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα; Ἴων τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι; Κρέουσα οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι. Ἴων τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών; Κρέουσα Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις. Ἴων ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι. Κρέουσα τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα. Ἴων πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς ; Κρέουσα τί χρῆμʼ ἐρωτᾷς, ὦ ξένʼ, ἐκμαθεῖν θέλων; Ἴων ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ; Κρέουσα Ἐριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ. Ἴων ἦ καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο; Κρέουσα ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν. Ἴων δίδωσι δʼ, ὥσπερ ἐν γραφῇ νομίζεται ; Κρέουσα Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον. Ἴων ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς. Κρέουσα τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας. Ἴων εἶἑν· τί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς ἢ μάτην λόγος Κρέουσα τί χρῆμʼ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ. Ἴων πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους; Κρέουσα ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν. Ἴων σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη; Κρέουσα βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις. Ἴων πατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός; Κρέουσα πληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν. Ἴων Μακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος; Κρέουσα τί δʼ ἱστορεῖς τόδʼ; ὥς μʼ ἀνέμνησάς τινος. Ἴων τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι. Κρέουσα τιμᾶ τιμᾶ· ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν. Ἴων τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα; Κρέουσα οὐδέν· ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά. Ἴων πόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι; Κρέουσα οὐκ ἀστός, ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός. Ἴων τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά. Κρέουσα Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο. Ἴων καὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ; Κρέουσα Εὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλις Ἴων ὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη. Κρέουσα ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί. Ἴων ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος; Κρέουσα φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας. Ἴων σὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια; Κρέουσα σὺν ἀνδρί. σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου. Ἴων πότερα θεατὴς ἢ χάριν μαντευμάτων; Κρέουσα κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος. Ἴων καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, ἢ παίδων πέρι; Κρέουσα ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα. Ἴων οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ; Κρέουσα ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν. Ἴων ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς. Κρέουσα σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα. Ἴων τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι. Κρέουσα ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο; Ἴων οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα. Κρέουσα ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν. Ἴων ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν. Κρέουσα ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας; Ἴων ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος. Κρέουσα παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας; Ἴων βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι. Κρέουσα καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων; Ἴων οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με Κρέουσα τίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους. Ἴων Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν. Κρέουσα ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος; Ἴων βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος. Κρέουσα τάλαινά σʼ ἡ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα; Ἴων ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως. Κρέουσα ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις. Ἴων τοῖς τοῦ θεοῦ κοσμούμεθʼ, ᾧ δουλεύομεν. Κρέουσα οὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς; Ἴων ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον. Κρέουσα φεῦ· πέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή. Ἴων τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν. Κρέουσα ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν. Ἴων ποῖόν τι χρῄζουσʼ; ὡς ὑπουργήσω, γύναι. Κρέουσα μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν. Ἴων λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν. Κρέουσα ἄκουε δὴ τὸν μῦθον. — ἀλλʼ αἰδούμεθα. Ἴων οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός. Κρέουσα Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν. Ἴων Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγʼ, ὦ ξένη. Κρέουσα καὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός. Ἴων οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται. Κρέουσα οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια. Ἴων τί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη; Κρέουσα τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων. Ἴων ὁ δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν; εἰσορᾷ φάος; Κρέουσα οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι. Ἴων εἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπῳ διεφθάρη; Κρέουσα θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν. Ἴων ποίῳ τόδʼ ἔγνω χρωμένη τεκμηρίῳ; Κρέουσα ἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι. Ἴων ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος; Κρέουσα οὔ φησι. καίτοι πόλλʼ ἐπεστράφη πέδον. Ἴων χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ; Κρέουσα σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον. Ἴων ἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δʼ ἀθλία. Κρέουσα οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον. Ἴων τί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών; Κρέουσα τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος. Ἴων οἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει. Κρέουσα καὶ σέ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν. Ἴων καὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα. Κρέουσα σιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι. Ἴων οἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι; Κρέουσα τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ; Ἴων πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται; Κρέουσα εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος. Ἴων αἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν. Κρέουσα ἀλγύνεται δέ γʼ ἡ παθοῦσα τῇ τύχῃ. Ἴων οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε. ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι δράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι. τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον. ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν, εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις σφαγαῖσι μήλων ἢ διʼ οἰωνῶν πτεροῖς. ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν, ἄκοντα κεκτήμεσθα τἀγάθʼ, ὦ γύναι· ἃ δʼ ἂν διδῶσʼ ἑκόντες, ὠφελούμεθα. Χορός πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν, μορφαὶ δὲ διαφέρουσιν· ἓν δʼ ἂν εὐτυχὲς μόλις ποτʼ ἐξεύροι τις ἀνθρώπων βίῳ. Κρέουσα ὦ Φοῖβε, κἀκεῖ κἀνθάδʼ οὐ δίκαιος εἶ ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι· ὃς οὔτʼ ἔσωσας τὸν σὸν ὃν σῶσαί σʼ ἐχρῆν, οὔθʼ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς, ὡς, εἰ μὲν οὐκέτʼ ἔστιν, ὀγκωθῇ τάφῳ, εἰ δʼ ἔστιν ἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦ κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι. ἀλλʼ, ὦ ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσιν Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους σίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβω διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν. τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας, κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι μισούμεθʼ· οὕτω δυστυχεῖς πεφύκαμεν. Ξοῦθος πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τʼ, ὦ γύναι. μῶν χρόνιος ἐλθών σʼ ἐξέπληξʼ ὀρρωδίᾳ; Κρέουσα οὐδέν γʼ· ἀφίκου δʼ ἐς μέριμναν. ἀλλά μοι λέξον, τί θέσπισμʼ ἐκ Τροφωνίου φέρεις, παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται; Ξοῦθος οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν μαντεύμαθʼ· ἓν δʼ οὖν εἶπεν· οὐκ ἄπαιδά με πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων. Κρέουσα ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα. Ξοῦθος ἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ; Ἴων ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει, οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε, Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος. Ξοῦθος καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν. στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω, χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι κοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳ τῇδʼ — αἰσία γάρ — θεοῦ λαβεῖν μαντεύματα. σὺ δʼ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς χρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων. Κρέουσα ἔσται τάδʼ, ἔσται. Λοξίας δʼ ἐὰν θέλῃ νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας, ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος, ὅσον δὲ χρῄζει — θεὸς γάρ ἐστι — δέξομαι. Ἴων τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν κρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται; ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται, ἢ καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών; ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι μέλει; προσήκει γʼ οὐδέν. ἀλλὰ χρυσέαις πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια δρόσον καθήσω. νουθετητέος δέ μοι Φοῖβος, τί πάσχει· παρθένους βίᾳ γαμῶν προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳ θνῄσκοντας ἀμελεῖ; μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς, ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί. πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν; εἰ δʼ — οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι — δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων, σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ, ναοὺς τίνοντες ἀδικίας κενώσετε. τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος σπεύδοντες ἀδικεῖτʼ. οὐκέτʼ ἀνθρώπους κακῶς λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ μιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε.
Χορός σὲ τὰν ὠδίνων λοχιᾶν ἀνειλείθυιαν, ἐμὰν Ἀθάναν, ἱκετεύω, Προμηθεῖ Τιτᾶνι λοχευ- θεῖσαν κατʼ ἀκροτάτας κορυφᾶς Διός, ὦ μάκαιρα Νίκα, μόλε Πύθιον οἶκον, Ὀλύμπου χρυσέων θαλάμων πταμένα πρὸς ἀγυιάς, Φοιβήιος ἔνθα γᾶς μεσσόμφαλος ἑστία παρὰ χορευομένῳ τρίποδι μαντεύματα κραίνει, σὺ καὶ παῖς ἁ Λατογενής, δύο θεαὶ δύο παρθένοι, κασίγνηται σεμναὶ Φοίβου. ἱκετεύσατε δʼ, ὦ κόραι, τὸ παλαιὸν Ἐρεχθέως γένος εὐτεκνίας χρονίου καθαροῖς μαντεύμασι κῦρσαι.
Χορός ὑπερβαλλούσας γὰρ ἔχει θνατοῖς εὐδαιμονίας ἀκίνητον ἀφορμάν, τέκνων οἷς ἂν καρποτρόφοι λάμπωσιν ἐν θαλάμοις πατρίοισι νεάνιδες ἧβαι, διαδέκτορα πλοῦτον ὡς ἕξοντες ἐκ πατέρων ἑτέροις ἐπὶ τέκνοις. ἀλκά τε γὰρ ἐν κακοῖς σύν τʼ εὐτυχίαις φίλον, δορί τε γᾷ πατρίᾳ φέρει σωτήριον ἀλκάν. ἐμοὶ μὲν πλούτου τε πάρος βασιλικῶν τʼ εἶεν θαλάμων τροφαὶ κήδειοι κεδνῶν γε τέκνων. τὸν ἄπαιδα δʼ ἀποστυγῶ βίον, ᾧ τε δοκεῖ ψέγω· μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς εὔπαιδος ἐχοίμαν.
Χορός ὦ Πανὸς θακήματα καὶ παραυλίζουσα πέτρα μυχώδεσι Μακραῖς, ἵνα χοροὺς στείβουσι ποδοῖν Ἀγλαύρου κόραι τρίγονοι στάδια χλοερὰ πρὸ Παλλάδος ναῶν, συρίγγων ὑπʼ αἰόλας ἰαχᾶς ὕμνων, ὅτʼ ἀναλίοις συρίζεις, ὦ Πάν, τοῖς σοῖσιν ἐν ἄντροις, ἵνα τεκοῦσά τις Φοίβῳ παρθένος, ὦ μελέα, βρέφος, πτανοῖς ἐξόρισεν θοίναν θηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμων ὕβριν· οὔτʼ ἐπὶ κερκίσιν οὔτε λόγοις φάτιν ἄιον εὐτυχίας μετέχειν θεόθεν τέκνα θνατοῖς.
Ἴων πρόσπολοι γυναῖκες, αἳ τῶνδʼ ἀμφὶ κρηπῖδας δόμων θυοδόκων φρούρημʼ ἔχουσαι δεσπότιν φυλάσσετε, ἐκλέλοιπʼ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον Ξοῦθος, ἢ μίμνει κατʼ οἶκον ἱστορῶν ἀπαιδίαν; Χορός ἐν δόμοις ἔστʼ, ὦ ξένʼ· οὔπω δῶμʼ ὑπερβαίνει τόδε. ὡς δʼ ἐπʼ ἐξόδοισιν ὄντος, τῶνδʼ ἀκούομεν πυλῶν δοῦπον, ἐξιόντα τʼ ἤδη δεσπότην ὁρᾶν πάρα. Ξοῦθος ὦ τέκνον, χαῖρʼ· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι. Ἴων χαίρομεν· σὺ δʼ εὖ φρόνει γε, καὶ δύʼ ὄντʼ εὖ πράξομεν. Ξοῦθος δὸς χερὸς φίλημά μοι σῆς σώματός τʼ ἀμφιπτυχάς. Ἴων εὖ φρονεῖς μέν; ἤ σʼ ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη; Ξοῦθος σωφρονῶ· τὰ φίλταθʼ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι. Ἴων παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί. Ξοῦθος ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δʼ εὑρίσκω φίλα. Ἴων οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν; Ξοῦθος ὡς τί δὴ φεύγεις με; σαυτοῦ γνωρίσας τὰ φίλτατα — Ἴων οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους. Ξοῦθος κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς. Ἴων ποῦ δέ μοι πατὴρ σύ; ταῦτʼ οὖν οὐ γέλως κλύειν ἐμοῦ; Ξοῦθος οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν. Ἴων καὶ τί μοι λέξεις; Ξοῦθος πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός. Ἴων τίς λέγει τάδε; Ξοῦθος ὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν. Ἴων μαρτυρεῖς σαυτῷ. Ξοῦθος τὰ τοῦ θεοῦ γʼ ἐκμαθὼν χρηστήρια. Ἴων ἐσφάλης αἴνιγμʼ ἀκούσας. Ξοῦθος οὐκ ἄρʼ ὄρθʼ ἀκούομεν. Ἴων ὁ δὲ λόγος τίς ἐστι Φοίβου; Ξοῦθος τὸν συναντήσαντά μοι — Ἴων τίνα συνάντησιν; Ξοῦθος δόμων τῶνδʼ ἐξιόντι τοῦ θεοῦ Ἴων συμφορᾶς τίνος κυρῆσαι; Ξοῦθος παῖδʼ ἐμὸν πεφυκέναι. Ἴων σὸν γεγῶτʼ, ἢ δῶρον ἄλλως; Ξοῦθος δῶρον, ὄντα δʼ ἐξ ἐμοῦ. Ἴων πρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν; Ξοῦθος οὐκ ἄλλῳ, τέκνον. Ἴων ἡ τύχη πόθεν ποθʼ ἥκει; Ξοῦθος δύο μίαν θαυμάζομεν. Ἴων ἔα. τίνος δέ σοι πέφυκα μητρός; Ξοῦθος οὐκ ἔχω φράσαι. Ἴων οὐδὲ Φοῖβος εἶπε; Ξοῦθος τερφθεὶς τοῦτο, κεῖνʼ οὐκ ἠρόμην. Ἴων γῆς ἄρʼ ἐκπέφυκα μητρός. Ξοῦθος οὐ πέδον τίκτει τέκνα. Ἴων πῶς ἂν οὖν εἴην σός; Ξοῦθος οὐκ οἶδʼ, ἀναφέρω δʼ ἐς τὸν θεόν. Ἴων φέρε λόγων ἁψώμεθʼ ἄλλων. Ξοῦθος ταῦτʼ ἀμείνονʼ, ὦ τέκνον. Ἴων ἦλθες ἐς νόθον τι λέκτρον; Ξοῦθος μωρίᾳ γε τοῦ νέου. Ἴων πρὶν κόρην λαβεῖν Ἐρεχθέως; Ξοῦθος οὐ γὰρ ὕστερόν γέ πω. Ἴων ἆρα δῆτʼ ἐκεῖ μʼ ἔφυσας; Ξοῦθος τῷ χρόνῳ γε συντρέχει. Ἴων κᾆτα πῶς ἀφικόμεσθα δεῦρο — Ξοῦθος ταῦτʼ ἀμηχανῶ. Ἴων διὰ μακρᾶς ἐλθὼν κελεύθου; Ξοῦθος τοῦτο κἄμʼ ἀπαιολεῖ. Ἴων Πυθίαν δʼ ἦλθες πέτραν πρίν; Ξοῦθος ἐς φανάς γε Βακχίου. Ἴων προξένων δʼ ἔν του κατέσχες; Ξοῦθος ὅς με Δελφίσιν κόραις Ἴων ἐθιάσευσʼ, ἢ πῶς τάδʼ αὐδᾷς; Ξοῦθος Μαινάσιν γε Βακχίου. Ἴων ἔμφρονʼ ἢ κάτοινον ὄντα; Ξοῦθος Βακχίου πρὸς ἡδοναῖς. Ἴων τοῦτʼ ἐκεῖνʼ ἵνʼ ἐσπάρημεν. Ξοῦθος ὁ πότμος ἐξηῦρεν, τέκνον. Ἴων πῶς δʼ ἀφικόμεσθα ναούς; Ξοῦθος ἔκβολον κόρης ἴσως. Ἴων ἐκπεφεύγαμεν τὸ δοῦλον. Ξοῦθος πατέρα νυν δέχου, τέκνον. Ἴων τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός. Ξοῦθος εὖ φρονεῖς ἄρα. Ἴων καὶ τί βουλόμεσθά γʼ ἄλλο — Ξοῦθος νῦν ὁρᾷς ἃ χρή σʼ ὁρᾶν. Ἴων ἢ Διὸς παιδὸς γενέσθαι παῖς; Ξοῦθος ὃ σοί γε γίγνεται. Ἴων ἦ θίγω δῆθʼ οἵ μʼ ἔφυσαν; Ξοῦθος πιθόμενός γε τῷ θεῷ. Ἴων χαῖρέ μοι, πάτερ — Ξοῦθος φίλον γε φθέγμʼ ἐδεξάμην τόδε. Ἴων ἡμέρα θʼ ἡ νῦν παροῦσα. Ξοῦθος μακάριόν γʼ ἔθηκέ με. Ἴων ὦ φίλη μῆτερ, πότʼ ἆρα καὶ σὸν ὄψομαι δέμας; νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτʼ, εἰσιδεῖν. ἀλλʼ ἴσως τέθνηκας, ἡμεῖς δʼ οὐδὲν ἂν δυναίμεθα.
Χορός κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι· ὅμως δὲ καὶ δέσποιναν ἐς τέκνʼ εὐτυχεῖν ἐβουλόμην ἂν τούς τʼ Ἐρεχθέως δόμους. Ξοῦθος ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς ὀρθῶς ἔκρανε, καὶ συνῆψʼ ἐμοί τε σέ, σύ τʼ αὖ τὰ φίλταθʼ ηὗρες οὐκ εἰδὼς πάρος. ὃ δʼ ᾖξας ὀρθῶς, τοῦτο κἄμʼ ἔχει πόθος, ὅπως σύ τʼ, ὦ παῖ, μητέρʼ εὑρήσεις σέθεν, ἐγώ θʼ ὁποίας μοι γυναικὸς ἐξέφυς. χρόνῳ δὲ δόντες ταῦτʼ ἴσως εὕροιμεν ἄν. ἀλλʼ ἐκλιπὼν θεοῦ δάπεδʼ ἀλητείαν τε σὴν ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί, οὗ σʼ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός, πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν δυοῖν κεκλήσῃ δυσγενὴς πένης θʼ ἅμα, ἀλλʼ εὐγενής τε καὶ πολυκτήμων βίου. σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις; ἐς φροντίδας δʼ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί. Ἴων οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων πρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων. ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι, πατέρα σʼ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ, ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος, ἵνʼ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος, πατρός τʼ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής. καὶ τοῦτʼ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν — μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι· ἢν δʼ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα· ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ εἶναι σοφοί, σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα, γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαι οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ. τῶν δʼ αὖ λογίων τε χρωμένων τε τῇ πόλει ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι ψήφοισιν. οὕτω γὰρ τάδʼ, ὦ πάτερ, φιλεῖ· οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα, τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι. ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν γυναῖκά θʼ ὡς ἄτεκνον, ἣ κοινουμένη τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν αὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς, πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι, ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός, ἣ δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾷ πικρῶς, κᾆτʼ ἢ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπῃς ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς; ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς. ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ, ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία πατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν. τυραννίδος δὲ τῆς μάτην αἰνουμένης τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής, ὅστις δεδοικὼς καὶ παραβλέπων βίον αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν, ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν, ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος. εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε, πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν ἐν χερσὶ σῴζων ὄλβον οὐδʼ ἔχειν πόνους· εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ. ἃ δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ· τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν ὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦ πονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν, εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν. θεῶν δʼ ἐν εὐχαῖς ἢ γόοισιν ἦ βροτῶν, ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις. καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δʼ ἧκον ξένοι, ὥσθʼ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ. ὃ δʼ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ, δίκαιον εἶναί μʼ ὁ νόμος ἡ φύσις θʼ ἅμα παρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενος κρείσσω νομίζω τἀνθάδʼ ἢ τἀκεῖ, πάτερ. ἔα δʼ ἔμʼ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις, μεγάλοισι χαίρειν σμικρά θʼ ἡδέως ἔχειν. Χορός καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις. Ξοῦθος παῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο· θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον, κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών, θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν. καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιον δείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸς ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν. καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν. χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι δάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός. Ἴωνα δʼ ὀνομάζω σε τῇ τύχῃ πρέπον, ὁθούνεκʼ ἀδύτων ἐξιόντι μοι θεοῦ ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων πλήρωμʼ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ πρόσειπε, μέλλων Δελφίδʼ ἐκλιπεῖν πόλιν. ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε, ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτʼ ἐμήν. Ἴων στείχοιμʼ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι· εἰ μὴ γὰρ ἥτις μʼ ἔτεκεν εὑρήσω, πάτερ, ἀβίωτον ἡμῖν. εἰ δʼ ἐπεύξασθαι χρεών, ἐκ τῶν Ἀθηνῶν μʼ ἡ τεκοῦσʼ εἴη γυνή, ὥς μοι γένηται μητρόθεν παρρησία. καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος, κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμα δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.
Χορός ὁρῶ δάκρυα καὶ πενθίμους ἀλαλαγὰς στεναγμάτων τʼ ἐσβολάς, ὅταν ἐμὰ τύραννος εὐπαιδίαν πόσιν ἔχοντʼ εἰδῇ, αὐτὴ δʼ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων. τίνʼ, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη- σας ὑμνῳδίαν; πόθεν ὁ παῖς ὅδʼ ἀμφὶ ναοὺς σέθεν τρόφιμος ἐξέβα; γυναικῶν τίνος; οὐ γάρ με σαίνει θέσφατα μή τινʼ ἔχῃ δόλον. δειμαίνω συμφοράν, ἐφʼ ὅ ποτε βάσεται. ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι, τὸ δʼ ἔτʼ εὔφημʼ ἔχει, δόλον τύχαν θʼ, ὁ παῖς ἄλλων τραφεὶς ἐξ αἱμάτων. τίς οὐ τάδε ξυνοίσεται;
Χορός — φίλαι, πότερʼ ἐμᾷ δεσποίνᾳ τάδε τορῶς ἐς οὖς γεγωνήσομεν; πόσιν, ἐν ᾧ τὰ πάντʼ ἔχουσʼ ἐλπίδων μέτοχος ἦν, τλάμων, — νῦν δʼ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δʼ εὐτυχεῖ. — πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δʼ — ἀτίετος φίλων. — μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους, μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης (— ὄλοιτʼ, ὄλοιτο) πότνιαν ἐξαπαφὼν ἐμάν. — καὶ θεοῖσιν μὴ τύχοι καλλίφλογα πέλανον ἐπὶ πυρὶ καθαγνίσας· τὸ δʼ ἐμὸν εἴσεται, ὅσον ἀμᾶς ἔφυν τυραννίδος φίλα. — ἦ δὴ πέλας δείπνων κυρεῖ παῖς καὶ πατὴρ νέος νέων.
Χορός ἰὼ δειράδες Παρνασοῦ πέτρας ἔχουσαι σκόπελον οὐράνιόν θʼ ἕδραν, ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας λαιψηρὰ πηδᾷ νυκτιπόλοις ἅμα σὺν Βάκχαις, μή ποτʼ εἰς ἐμὰν πόλιν ἵκοιθʼ ὁ παῖς, νέαν δʼ ἁμέραν ἀπολιπὼν θάνοι. στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν ξενικὸν ἐσβολὰν ἁλίσας ὁ πάρος ἀρχαγὸς ὢν Ἐρεχθεὺς ἄναξ.
Κρέουσα ὦ πρέσβυ παιδαγώγʼ Ἐρεχθέως πατρὸς τοὐμοῦ ποτʼ ὄντος, ἡνίκʼ ἦν ἔτʼ ἐν φάει, ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια, ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξ θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο. σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς· ἃ μὴ γένοιτο δʼ, εἴ τι τυγχάνοι κακόν, ἐς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ. ἐγὼ δέ σʼ, ὥσπερ καὶ σὺ πατέρʼ ἐμόν ποτε, δέσποινʼ ὅμως οὖσʼ ἀντικηδεύω πατρός. Πρεσβύτης ὦ θύγατερ, ἄξιʼ ἀξίων γεννητόρων ἤθη φυλάσσεις, κοὐ καταισχύνασʼ ἔχεις τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας. ἕλχʼ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με. αἰπεινά τοι μαντεῖα· τοῦ γήρως δέ μοι συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ. Κρέουσα ἕπου νυν· ἴχνος δʼ ἐκφύλασσʼ ὅπου τίθης. Πρεσβύτης ἰδού. τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ. Κρέουσα βάκτρῳ δʼ ἐρείδου περιφερῆ στίβον χθονός. Πρεσβύτης καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ. Κρέουσα ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῇς κόπῳ. Πρεσβύτης οὔκουν ἑκών γε· τοῦ δʼ ἀπόντος οὐ κρατῶ. Κρέουσα γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις βέβηκε παίδων, ὧνπερ οὕνεχʼ ἥκομεν; σημήνατʼ· εἰ γὰρ ἀγαθά μοι μηνύσετε, οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν. Χορός ἰὼ δαῖμον. Πρεσβύτης τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές. Χορός ἰὼ τλᾶμον. Πρεσβύτης ἀλλʼ ἦ τι θεσφάτοισι δεσποτῶν νοσῶ; Χορός εἶἑν· τί δρῶμεν; θάνατος ὧν κεῖται πέρι Κρέουσα τίς ἥδε μοῦσα, χὡ φόβος τίνων πέρι; Χορός εἴπωμεν ἢ σιγῶμεν; ἢ τί δράσομεν; Κρέουσα εἴφʼ· ὡς ἔχεις γε συμφοράν τινʼ εἰς ἐμέ. Χορός εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῇ. οὐκ ἔστι σοι, δέσποινʼ, ἐπʼ ἀγκάλαις λαβεῖν τέκνʼ, οὐδὲ μαστῷ σῷ προσαρμόσαι ποτέ.
Κρέουσα ὤμοι, θάνοιμι. Πρεσβύτης θύγατερ. Κρέουσα ὦ τάλαινʼ ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος ἀβίοτον, φίλαι. διοιχόμεσθα. Πρεσβύτης τέκνον. Κρέουσα αἰαῖ αἰαῖ· διανταῖος ἔτυπεν ὀδύνα με πλευ- μόνων τῶνδʼ ἔσω. Πρεσβύτης μήπω στενάξῃς Κρέουσα ἀλλὰ πάρεισι γόοι. Πρεσβύτης πρὶν ἂν μάθωμεν Κρέουσα ἀγγελίαν τίνα μοι;
Πρεσβύτης εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς κοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς. Χορός κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας ἔδωκεν, ἰδίᾳ δʼ εὐτυχεῖ ταύτης δίχα. Κρέουσα τόδʼ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες ἄχος ἐμοὶ στένειν. Πρεσβύτης πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος τὸν παῖδʼ ὃν εἶπας, ἢ γεγῶτʼ ἐθέσπισεν; Χορός ἤδη πεφυκότʼ ἐκτελῆ νεανίαν δίδωσιν αὐτῷ Λοξίας· παρῆ δʼ ἐγώ. Κρέουσα πῶς φῄς; ἄφατον ἄφατον ἀναύδητον λόγον ἐμοὶ θροεῖς. Πρεσβύτης κἄμοιγε. πῶς δʼ ὁ χρησμὸς ἐκπεραίνεται, σαφέστερόν μοι φράζε, χὥστις ἔσθʼ ὁ παῖς. Χορός ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς πρώτῳ πόσις σός, παῖδʼ ἔδωκʼ αὐτῷ θεός. Κρέουσα ὀττοτοττοτοῖ· τὸν δʼ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν ἄρα βίοτον; ἐρημίᾳ δʼ ὀρφανοὺς δόμους οἰκήσω. Πρεσβύτης τίς οὖν ἐχρήσθη; τῷ συνῆψʼ ἴχνος ποδὸς πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών; Χορός οἶσθʼ, ὦ φίλη δέσποινα, τὸν νεανίαν ὃς τόνδʼ ἔσαιρε ναόν; οὗτος ἔσθʼ ὁ παῖς. Κρέουσα ἀνʼ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί- ας Ἑλλανίας, ἀστέρας ἑσπέρους, οἷον οἷον ἄλγος ἔπαθον, φίλαι. Πρεσβύτης ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ; οἶσθʼ, ἢ σιωπῇ τοῦτʼ ἀκύρωτον μένει; Χορός Ἴωνʼ, ἐπείπερ πρῶτος ἤντησεν πατρί. Πρεσβύτης μητρὸς δʼ ὁποίας ἐστὶν — Χορός οὐκ ἔχω φράσαι. φροῦδος δʼ — ἵνʼ εἰδῇς πάντα τἀπʼ ἐμοῦ, γέρον — παιδὸς προθύσων ξένια καὶ γενέθλια σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις, κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ. Πρεσβύτης δέσποινα, προδεδόμεσθα — σὺν γάρ σοι νοσῶ — τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως ὑβριζόμεσθα δωμάτων τʼ Ἐρεχθέως ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν· ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν, ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος λάθρα πέφηνεν· ὡς λάθρα δʼ, ἐγὼ φράσω. ἐπεί σʼ ἄτεκνον ᾔσθετʼ, οὐκ ἔστεργέ σοι ὅμοιος εἶναι τῆς τύχης τʼ ἴσον φέρειν, λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα τὸν παῖδʼ ἔφυσεν, ἐξενωμένον δέ τῳ Δελφῶν δίδωσιν ἐκτρέφειν. ὃ δʼ ἐν θεοῦ δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται. νεανίαν δʼ ὡς ᾔσθετʼ ἐκτεθραμμένον, ἐλθεῖν σʼ ἔπεισε δεῦρʼ ἀπαιδίας χάριν. κᾆθʼ ὁ θεὸς οὐκ ἐψεύσαθʼ, ὅδε δʼ ἐψεύσατο πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς τοιάσδʼ· ἁλοὺς μὲν ἀνέφερʼ ἐς τὸν δαίμονα, ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων τυραννίδʼ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς. καινὸν δὲ τοὔνομʼ ἀνὰ χρόνον πεπλασμένον Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο. Χορός οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ, οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖς κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον. Πρεσβύτης καὶ τῶνδʼ ἁπάντων ἔσχατον πείσῃ κακόν· ἀμήτορʼ, ἀναρίθμητον, ἐκ δούλης τινὸς γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν. ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦς μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν, ἐσῴκισʼ οἴκους· εἰ δὲ σοὶ τόδʼ ἦν πικρόν, τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων. ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν· ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν. εἰ γάρ γʼ ὑφήσεις τοῦδʼ, ἀπαλλάξῃ βίου. δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος, ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον. ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω, καὶ συμφονεύειν παῖδʼ ἐπεισελθὼν δόμους οὗ δαῖθʼ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν. ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει, τοὔνομα· τὰ δʼ ἄλλα πάντα τῶν ἐλευθέρων οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ. Χορός κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω κοινουμένη τήνδʼ ἢ θανεῖν ἢ ζῆν καλῶς.
Κρέουσα ὦ ψυχά, πῶς σιγάσω; πῶς δὲ σκοτίας ἀναφήνω εὐνάς, αἰδοῦς δʼ ἀπολειφθῶ; τί γὰρ ἐμπόδιον κώλυμʼ ἔτι μοι; πρὸς τίνʼ ἀγῶνας τιθέμεσθʼ ἀρετῆς; οὐ πόσις ἡμῶν προδότης γέγονεν, στέρομαι δʼ οἴκων, στέρομαι παίδων, φροῦδαι δʼ ἐλπίδες, ἃς διαθέσθαι χρῄζουσα καλῶς οὐκ ἐδυνήθην, σιγῶσα γάμους, σιγῶσα τόκους πολυκλαύτους; ἀλλʼ οὐ τὸ Διὸς πολύαστρον ἕδος καὶ τὴν ἐπʼ ἐμοῖς σκοπέλοισι θεὰν λίμνης τʼ ἐνύδρου Τριτωνιάδος πότνιαν ἀκτάν, οὐκέτι κρύψω λέχος, ὡς στέρνων ἀπονησαμένη ῥᾴων ἔσομαι. στάζουσι κόραι δακρύοισιν ἐμαί, ψυχὴ δʼ ἀλγεῖ κακοβουλευθεῖσʼ ἔκ τʼ ἀνθρώπων ἔκ τʼ ἀθανάτων, οὓς ἀποδείξω λέκτρων προδότας ἀχαρίστους. ὦ τᾶς ἑπταφθόγγου μέλπων κιθάρας ἐνοπάν, ἅτʼ ἀγραύλοις κέρασιν ἐν ἀψύχοις ἀχεῖ μουσᾶν ὕμνους εὐαχήτους, σοὶ μομφάν, ὦ Λατοῦς παῖ, πρὸς τάνδʼ αὐγὰν αὐδάσω. ἦλθές μοι χρυσῷ χαίταν μαρμαίρων, εὖτʼ ἐς κόλπους κρόκεα πέταλα φάρεσιν ἔδρεπον, ἀνθίζειν χρυσανταυγῆ· λευκοῖς δʼ ἐμφὺς καρποῖσιν χειρῶν εἰς ἄντρου κοίτας κραυγὰν Ὦ μᾶτέρ μʼ αὐδῶσαν θεὸς ὁμευνέτας ἆγες ἀναιδείᾳ Κύπριδι χάριν πράσσων. τίκτω δʼ ἁ δύστανός σοι κοῦρον, τὸν φρίκᾳ ματρὸς εἰς εὐνὰν βάλλω τὰν σάν, ἵνα με λέχεσι μελέαν μελέοις ἐζεύξω τὰν δύστανον. οἴμοι μοι· καὶ νῦν ἔρρει πτανοῖς ἁρπασθεὶς θοίνα παῖς μοι καὶ σός, τλάμων· σὺ δὲ κιθάρᾳ κλάζεις παιᾶνας μέλπων. ὠή, τὸν Λατοῦς αὐδῶ σʼ, ὅστʼ ὀμφὰν κληροῖς πρὸς χρυσέους θάκους καὶ γαίας μεσσήρεις ἕδρας, εἰς οὖς αὐδὰν καρύξω· Ἰὼ κακὸς εὐνάτωρ, ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ χάριν οὐ προλαβὼν παῖδʼ εἰς οἴκους οἰκίζεις· ὁ δʼ ἐμὸς γενέτας καὶ σός γʼ, ἀμαθής, οἰωνοῖς ἔρρει συλαθείς, σπάργανα ματέρος ἐξαλλάξας. μισεῖ σʼ ἁ Δᾶλος καὶ δάφνας ἔρνεα φοίνικα παρʼ ἁβροκόμαν, ἔνθα λοχεύματα σέμνʼ ἐλοχεύσατο Λατὼ Δίοισί σε καρποῖς. Χορός οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται κακῶν, ἐφʼ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ. Πρεσβύτης ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι πρόσωπον, ἔξω δʼ ἐγενόμην γνώμης ἐμῆς. κακῶν γὰρ ἄρτι κῦμʼ ὑπεξαντλῶν φρενί, πρύμνηθεν αἴρει μʼ ἄλλο σῶν λόγων ὕπο, οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς. τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς; ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεως θηρσὶν φίλον τύμβευμʼ; ἄνελθέ μοι πάλιν. Κρέουσα αἰσχύνομαι μέν σʼ, ὦ γέρον, λέξω δʼ ὅμως. Πρεσβύτης ὡς συστενάζειν γʼ οἶδα γενναίως φίλοις. Κρέουσα ἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτρας πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν; Πρεσβύτης οἶδʼ, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας. Κρέουσα ἐνταῦθʼ ἀγῶνα δεινὸν ἠγωνίσμεθα. Πρεσβύτης τίνʼ; ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις. Κρέουσα Φοίβῳ ξυνῆψʼ ἄκουσα δύστηνον γάμον. Πρεσβύτης ὦ θύγατερ, ἆρʼ ἦν ταῦθʼ ἅ γʼ ᾐσθόμην ἐγώ; Κρέουσα οὐκ οἶδʼ· ἀληθῆ δʼ εἰ λέγεις φαίημεν ἄν. Πρεσβύτης νόσον κρυφαίαν ἡνίκʼ ἔστενες λάθρα; Κρέουσα τότʼ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά. Πρεσβύτης κᾆτʼ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους; Κρέουσα ἔτεκον — ἀνάσχου ταῦτʼ ἐμοῦ κλύων, γέρον. Πρεσβύτης ποῦ; τίς λοχεύει σʼ; ἢ μόνη μοχθεῖς τάδε; Κρέουσα μόνη κατʼ ἄντρον οὗπερ ἐζεύχθην γάμοις. Πρεσβύτης ὁ παῖς δὲ ποῦ ʼστιν; ἵνα σὺ μηκέτʼ ᾖς ἄπαις. Κρέουσα τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς. Πρεσβύτης τέθνηκʼ; Ἀπόλλων δʼ ὁ κακὸς οὐδὲν ἤρκεσεν; Κρέουσα οὐκ ἤρκεσʼ· Ἅιδου δʼ ἐν δόμοις παιδεύεται. Πρεσβύτης τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε. Κρέουσα ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις. Πρεσβύτης οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου; Κρέουσα αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον. Πρεσβύτης καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης; Κρέουσα πῶς δʼ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσʼ ἔπη — Πρεσβύτης φεῦ· τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν. Κρέουσα εἰ παῖδά γʼ εἶδες χεῖρας ἐκτείνοντά μοι. Πρεσβύτης μαστὸν διώκοντʼ ἦ πρὸς ἀγκάλαις πεσεῖν; Κρέουσα ἐνταῦθʼ, ἵνʼ οὐκ ὢν ἄδικʼ ἔπασχεν ἐξ ἐμοῦ. Πρεσβύτης σοὶ δʼ ἐς τί δόξʼ ἐσῆλθεν ἐκβαλεῖν τέκνον; Κρέουσα ὡς τὸν θεὸν σῴζοντα τόν γʼ αὑτοῦ γόνον. Πρεσβύτης οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται. Κρέουσα τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς; Πρεσβύτης σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ. Κρέουσα τὰ θνητὰ τοιαῦτʼ· οὐδὲν ἐν ταὐτῷ μένει. Πρεσβύτης μή νυν ἔτʼ οἴκτων, θύγατερ, ἀντεχώμεθα. Κρέουσα τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν. Πρεσβύτης τὸν πρῶτον ἀδικήσαντά σʼ ἀποτίνου θεόν. Κρέουσα καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσʼ ὑπερδράμω; Πρεσβύτης πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια. Κρέουσα δέδοικα· καὶ νῦν πημάτων ἄδην ἔχω. Πρεσβύτης τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν. Κρέουσα αἰδούμεθʼ εὐνὰς τὰς τόθʼ ἡνίκʼ ἐσθλὸς ἦν. Πρεσβύτης νῦν δʼ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα. Κρέουσα πῶς; εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γʼ ἄν. Πρεσβύτης ξιφηφόρους σοὺς ὁπλίσασʼ ὀπάονας. Κρέουσα στείχοιμʼ ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε; Πρεσβύτης ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους. Κρέουσα ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές. Πρεσβύτης ὤμοι, κακίζῃ· φέρε, σὺ νῦν βούλευέ τι. Κρέουσα καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια. Πρεσβύτης ἀμφοῖν ἂν εἴην τοῖνδʼ ὑπηρέτης ἐγώ. Κρέουσα ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην; Πρεσβύτης οἶδʼ, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς. Κρέουσα ἐνταῦθα Γοργόνʼ ἔτεκε Γῆ, δεινὸν τέρας. Πρεσβύτης ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον; Κρέουσα ναί· καί νιν ἔκτεινʼ ἡ Διὸς Παλλὰς θεά. Πρεσβύτης ποῖόν τι μορφῆς σχῆμʼ ἔχουσαν ἀγρίας; Κρέουσα θώρακʼ ἐχίδνης περιβόλοις ὡπλισμένον. Πρεσβύτης ἆρʼ οὗτός ἐσθʼ ὁ μῦθος ὃν κλύω πάλαι; Κρέουσα ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν. Πρεσβύτης ἣν αἰγίδʼ ὀνομάζουσι, Παλλάδος στολήν; Κρέουσα τόδʼ ἔσχεν ὄνομα θεῶν ὅτʼ ᾖξεν ἐς δόρυ. Πρεσβύτης τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος; Κρέουσα Ἐριχθόνιον οἶσθʼ, ἢ — ; τί δʼ οὐ μέλλεις, γέρον; Πρεσβύτης ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ; Κρέουσα τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ Πρεσβύτης τί χρῆμα; μέλλον γάρ τι προσφέρεις ἔπος. Κρέουσα δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο. Πρεσβύτης ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν; Κρέουσα τὸν μὲν θανάσιμον, τὸν δʼ ἀκεσφόρον νόσων. Πρεσβύτης ἐν τῷ καθάψασʼ ἀμφὶ παιδὶ σώματος; Κρέουσα χρυσοῖσι δεσμοῖς· ὁ δὲ δίδωσʼ ἐμῷ πατρί. Πρεσβύτης κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο; Κρέουσα ναί· κἀπὶ καρπῷ γʼ αὔτʼ ἐγὼ χερὸς φέρω. Πρεσβύτης πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς; Κρέουσα κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ Πρεσβύτης τί τῷδε χρῆσθαι; δύνασιν ἐκφέρει τίνα; Κρέουσα νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου. Πρεσβύτης ὁ δεύτερος δʼ ἀριθμὸς ὧν λέγεις τί δρᾷ; Κρέουσα κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος. Πρεσβύτης ἐς ἓν δὲ κραθέντʼ αὐτὸν ἢ χωρὶς φορεῖς; Κρέουσα χωρίς· κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται. Πρεσβύτης ὦ φιλτάτη παῖ, πάντʼ ἔχεις ὅσων σε δεῖ. Κρέουσα τούτῳ θανεῖται παῖς· σὺ δʼ ὁ κτείνων ἔσῃ. Πρεσβύτης ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δʼ ἐμόν. Κρέουσα ἐν ταῖς Ἀθήναις, δῶμʼ ὅταν τοὐμὸν μόλῃ. Πρεσβύτης οὐκ εὖ τόδʼ εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις. Κρέουσα πῶς; ἆρʼ ὑπείδου τοῦθʼ ὃ κἄμʼ ἐσέρχεται; Πρεσβύτης σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς. Κρέουσα ὀρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις. Πρεσβύτης αὐτοῦ νυν αὐτὸν κτεῖνʼ, ἵνʼ ἀρνήσῃ φόνους. Κρέουσα προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς. Πρεσβύτης καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν. Κρέουσα οἶσθʼ οὖν ὃ δρᾶσον; χειρὸς ἐξ ἐμῆς λαβὼν χρύσωμʼ Ἀθάνας τόδε, παλαιὸν ὄργανον, ἐλθὼν ἵνʼ ἡμῖν βουθυτεῖ λάθρα πόσις, δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων. κἄνπερ διέλθῃ λαιμόν, οὔποθʼ ἵξεται κλεινὰς Ἀθήνας, κατθανὼν δʼ αὐτοῦ μενεῖ. Πρεσβύτης σὺ μέν νυν εἴσω προξένων μέθες πόδα· ἡμεῖς δʼ ἐφʼ ᾧ τετάγμεθʼ ἐκπονήσομεν. ἄγʼ, ὦ γεραιὲ πούς, νεανίας γενοῦ ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι. ἐχθρὸν δʼ ἐπʼ ἄνδρα στεῖχε δεσποτῶν μέτα, καὶ συμφόνευε καὶ συνεξαίρει δόμων. τὴν δʼ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν τιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.
Χορός Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν νυκτιπόλων ἐφόδων ἀνάσσεις καὶ μεθαμερίων, ὅδωσον δυσθανάτων κρατήρων πλη- ρώματʼ ἐφʼ οἷσι πέμπει πότνια πότνιʼ ἐμὰ χθονίας Γοργοῦς λαιμοτόμων ἀπὸ σταλαγμῶν τῷ τῶν Ἐρεχθεϊδᾶν δόμων ἐφαπτομένῳ· μηδέ ποτʼ ἄλλος ἄλλων ἀπʼ οἴ- κων πόλεως ἀνάσσοι πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.
Χορός εἰ δʼ ἀτελὴς θάνατος σπουδαί τε δεσποί- νας, ὅ τε καιρὸς ἄπεισι τόλμας, ᾇ νῦν ἐλπὶς ἐφαίνετʼ, ἢ θη- κτὸν ξίφος ἢ δαίμων ἐξά- ψει βρόχον ἀμφὶ δειρήν, πάθεσι πάθεα δʼ ἐξανύτουσʼ εἰς ἄλλας βιότου κάτει- σι μορφάς. οὐ γὰρ δόμων γʼ ἑτέρους ἄρχοντας ἀλλοδαποὺς ζῶσά ποτʼ ὄμμασι ἐν φαεν- ναῖς ἀνέχοιτʼ ἂν αὐγαῖς ἁ τῶν εὐπατριδᾶν γεγῶσʼ οἴκων.
Χορός αἰσχύνομαι τὸν πολύυ- μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς λαμπάδα θεωρὸν εἰκάδων ὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτε καὶ Διὸς ἀστερωπὸς ἀνεχόρευσεν αἰθήρ, χορεύει δὲ σελάνα καὶ πεντήκοντα κόραι Νηρέος, αἱ κατὰ πόντον ἀενάων τε ποταμῶν δίνας, χορευόμεναι τὰν χρυσοστέφανον κόραν καὶ ματέρα σεμνάν· ἵνʼ ἐλπίζει βασιλεύ- σειν ἄλλων πόνον ἐσπεσὼν ὁ Φοίβειος ἀλάτας.
Χορός ὁρᾶθʼ ὅσοι δυσκελάδοι- σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθʼ ὕμνοις ἁμέτερα λέχεα καὶ γάμους Κύπριδος ἀθέμιτας ἀνοσίους, ὅσον εὐσεβίᾳ κρατοῦμεν ἄδικον ἄροτον ἀνδρῶν. παλίμφαμος ἀοιδὰ καὶ μοῦσʼ εἰς ἄνδρας ἴτω δυσκέλαδος ἀμφὶ λέκτρων. δείκνυσι γὰρ ὁ Διὸς ἐκ παίδων ἀμνημοσύναν, οὐ κοινὰν τεκέων τύχαν οἴκοισι φυτεύσας δεσποίνᾳ· πρὸς δʼ Ἀφροδί- ταν ἄλλαν θέμενος χάριν νόθου παιδὸς ἔκυρσεν.
Θεράπων κλειναὶ γυναῖκες, ποῦ κόρην Ἐρεχθέως, δέσποιναν εὕρω; πανταχῇ γὰρ ἄστεως ζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν. Χορός τί δʼ ἔστιν, ὦ ξύνδουλε; τίς προθυμία ποδῶν ἔχει σε, καὶ λόγους τίνας φέρεις; Θεράπων θηρώμεθʼ· ἀρχαὶ δʼ ἁπιχώριοι χθονὸς ζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη. Χορός οἴμοι, τί λέξεις; οὔτι που λελήμμεθα κρυφαῖον ἐς παῖδʼ ἐκπορίζουσαι φόνον; Θεράπων ἔγνως; — μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ. Χορός ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα; Θεράπων τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων. Χορός πῶς; ἀντιάζω σʼ ἱκέτις ἐξειπεῖν τάδε. πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών, ἥδιον ἂν θάνοιμεν, εἴθʼ ὁρᾶν φάος. Θεράπων ἐπεὶ θεοῦ μαντεῖον ᾤχετʼ ἐκλιπὼν πόσις Κρεούσης, παῖδα τὸν καινὸν λαβὼν πρὸς δεῖπνα θυσίας θʼ ἃς θεοῖς ὡπλίζετο, Ξοῦθος μὲν ᾤχετʼ ἔνθα πῦρ πηδᾷ θεοῦ βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας δεύσειε δισσὰς παιδὸς ἀντʼ ὀπτηρίων, λέξας· Σὺ μὲν νῦν, τέκνον, ἀμφήρεις μένων σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασι. θύσας δὲ Γενέταις Θεοῖσιν ἢν μακρὸν χρόνον μένω, παροῦσι δαῖτες ἔστωσαν φίλοις. λαβὼν δὲ μόσχους ᾤχεθʼ· ὁ δὲ νεανίας σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων ὀρθοστάταις ἱδρύεθʼ, ἡλίου βολὰς καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς ἀκτῖνας, οὔτʼ αὖ πρὸς τελευτώσας βίον, πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν, μέτρημʼ ἔχουσαν τοὐν μέσῳ γε μυρίων ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί, ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν. λαβὼν δʼ ὑφάσμαθʼ ἱερὰ θησαυρῶν πάρα κατεσκίαζε, θαύματʼ ἀνθρώποις ὁρᾶν. πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων, ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης Ἀμαζόνων σκυλεύματʼ ἤνεγκεν θεῷ. ἐνῆν δʼ ὑφανταὶ γράμμασιν τοιαίδʼ ὑφαί, Οὐρανὸς ἀθροίζων ἄστρʼ ἐν αἰθέρος κύκλῳ. ἵππους μὲν ἤλαυνʼ ἐς τελευταίαν φλόγα Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος· μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς ὄχημʼ ἔπαλλεν, ἄστρα δʼ ὡμάρτει θεᾷ· Πλειὰς μὲν ᾔει μεσοπόρου διʼ αἰθέρος ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ Ἄρκτος στρέφουσʼ οὐραῖα χρυσήρη πόλῳ· κύκλος δὲ πανσέληνος ἠκόντιζʼ ἄνω μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις σαφέστατον σημεῖον, ἥ τε φωσφόρος Ἕως διώκουσʼ ἄστρα. τοίχοισιν δʼ ἔπι ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα· εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν, καὶ μιξόθηρας φῶτας, ἱππείας τʼ ἄγρας ἐλάφων, λεόντων τʼ ἀγρίων θηράματα. κατʼ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας σπείραισιν εἱλίσσοντʼ, Ἀθηναίων τινὸς ἀνάθημα· χρυσέους τʼ ἐν μέσῳ συσσιτίῳ κρατῆρας ἔστησʼ. ἐν δʼ ἄκροισι βὰς ποσὶ κῆρυξ ἀνεῖπε τὸν θέλοντʼ ἐγχωρίων ἐς δαῖτα χωρεῖν. ὡς δʼ ἐπληρώθη στέγη, στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς ψυχὴν ἐπλήρουν. ὡς δʼ ἀνεῖσαν ἡδονήν, παρελθὼν πρέσβυς ἐς μέσον πέδον ἔστη, γέλων δʼ ἔθηκε συνδείπνοις πολύν, πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρ χεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμία σμύρνης ἱδρῶτα, χρυσέων τʼ ἐκπωμάτων ἦρχʼ, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον. ἐπεὶ δʼ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε κοινόν, γέρων ἔλεξʼ· Ἀφαρπάζειν χρεὼν οἰνηρὰ τεύχη σμικρά, μεγάλα δʼ ἐσφέρειν, ὡς θᾶσσον ἔλθωσʼ οἵδʼ ἐς ἡδονὰς φρενῶν. ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους χρυσέας τε φιάλας· ὃ δὲ λαβὼν ἐξαίρετον, ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων, ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν ὅ φασι δοῦναι φάρμακον δραστήριον δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος· κοὐδεὶς τάδʼ ᾔδειν. ἐν χεροῖν ἔχοντι δὲ σπονδὰς μετʼ ἄλλων παιδὶ τῷ πεφηνότι βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο· ὁ δʼ, ὡς ἐν ἱερῷ μάντεσίν τʼ ἐσθλοῖς τραφείς, οἰωνὸν ἔθετο, κἀκέλευσʼ ἄλλον νέον κρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦ δίδωσι γαίᾳ, πᾶσί τʼ ἐκσπένδειν λέγει. σιγὴ δʼ ὑπῆλθεν. ἐκ δʼ ἐπίμπλαμεν δρόσου κρατῆρας ἱεροὺς Βυβλίνου τε πώματος. κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοις κῶμος πελειῶν — Λοξίου γὰρ ἐν δόμοις ἄτρεστα ναίουσʼ — ὡς δʼ ἀπέσπεισαν μέθυ, ἐς αὐτὸ χείλη πώματος κεχρημέναι καθῆκαν, εἷλκον δʼ εὐπτέρους ἐς αὐχένας. καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ· ἣ δʼ ἕζετʼ ἔνθʼ ὁ καινὸς ἔσπεισεν γόνος, ποτοῦ τʼ ἐγεύσατʼ, εὐθὺς εὔπτερον δέμας ἔσεισε κἀβάκχευσεν, ἐκ δʼ ἔκλαγξʼ ὄπα ἀξύνετον αἰάζουσʼ· ἐθάμβησεν δὲ πᾶς θοινατόρων ὅμιλος ὄρνιθος πόνους. θνῄσκει δʼ ἀπασπαίρουσα, φοινικοσκελεῖς χηλὰς παρεῖσα. γυμνὰ δʼ ἐκ πέπλων μέλη ὑπὲρ τραπέζης ἧχʼ ὁ μαντευτὸς γόνος, βοᾷ δέ· Τίς μʼ ἔμελλεν ἀνθρώπων κτενεῖν; σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία, καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα. εὐθὺς δʼ ἐρευνᾷ γραῖαν ὠλένην λαβών, ἐπʼ αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθʼ ἕλοι. ὤφθη δὲ καὶ κατεῖπʼ ἀναγκασθεὶς μόγις τόλμας Κρεούσης πώματός τε μηχανάς. θεῖ δʼ εὐθὺς ἔξω συλλαβὼν θοινάτορας ὁ πυθόχρηστος Λοξίου νεανίας, κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει· Ὦ Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο, ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν. Δελφῶν δʼ ἄνακτες ὥρισαν πετρορριφῆ θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφῳ μιᾷ, τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τʼ ἀνακτόροις φόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλις τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν· παίδων γὰρ ἐλθοῦσʼ εἰς ἔρον Φοίβου πάρα, τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν.
Χορός οὐκ ἔστʼ οὐκ ἔστιν θανάτου παρατροπὰ μελέᾳ μοι· φανερὰ γὰρ φανερὰ τάδʼ ἤδη, σπονδᾶς ἐκ Διονύσου, βοτρύων θοᾶς ἐχίδνας σταγόσι μειγνυμένας φόνῳ φανερὰ θύματα νερτέρων, συμφοραὶ μὲν ἐμῷ βίῳ, λεύσιμοι δὲ καταφθοραὶ δεσποίνᾳ. τίνα φυγὰν πτερόεσσαν ἢ χθονὸς ὑπὸ σκοτίων μυχῶν πορευθῶ, θανάτου λεύσιμον ἄταν ἀποφεύγουσα, τεθρίππων ὠκιστᾶν χαλᾶν ἐπιβᾶσʼ, ἢ πρύμνας ἐπὶ ναῶν;
Χορός οὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζων θεὸς ἐκκλέπτει. τί ποτʼ, ὦ μελέα δέσποινα, μένει ψυχῇ σε παθεῖν; ἆρα θέλουσαι δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ πεισόμεθʼ, ὥσπερ τὸ δίκαιον;
Κρέουσα πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς, Πυθίᾳ ψήφῳ κρατηθεῖσʼ, ἔκδοτος δὲ γίγνομαι. Χορός ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵνʼ εἶ τύχης. Κρέουσα ποῖ φύγω δῆτʼ; ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδα μὴ θανεῖν, κλοπῇ δʼ ἀφῖγμαι διαφυγοῦσα πολεμίους. Χορός ποῖ δʼ ἂν ἄλλοσʼ ἢ ʼπὶ βωμόν; Κρέουσα καὶ τί μοι πλέον τόδε; Χορός ἱκέτιν οὐ θέμις φονεύειν. Κρέουσα τῷ νόμῳ δέ γʼ ὄλλυμαι. Χορός χειρία γʼ ἁλοῦσα. Κρέουσα καὶ μὴν οἵδʼ ἀγωνισταὶ πικροὶ δεῦρʼ ἐπείγονται ξιφήρεις. Χορός ἵζε νυν πυρᾶς ἔπι. κἂν θάνῃς γὰρ ἐνθάδʼ οὖσα, τοῖς ἀποκτείνασί σε προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην.
Ἴων ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός, οἵαν ἔχιδναν τήνδʼ ἔφυσας ἢ πυρὸς δράκοντʼ ἀναβλέποντα φοινίαν φλόγα, ᾗ τόλμα πᾶσʼ ἔνεστιν, οὐδʼ ἥσσων ἔφυ Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν. λάζυσθʼ, ἵνʼ αὐτῆς τοὺς ἀκηράτους πλόκους κόμης καταξήνωσι Παρνασοῦ πλάκες, ὅθεν πετραῖον ἅλμα δισκηθήσεται. ἐσθλοῦ δʼ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν μολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν. ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τʼ ἔφυς· ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους. ἀλλʼ οὔτε βωμὸς οὔτʼ Ἀπόλλωνος δόμος σώσει σʼ· ὁ δʼ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα καὶ μητρὶ τἠμῇ· καὶ γὰρ εἰ τὸ σῶμά μοι ἄπεστιν αὐτῆς, τοὔνομʼ οὐκ ἄπεστί πω. ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην οἵαν ἔπλεξε· βωμὸν ἔπτηξεν θεοῦ, ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων. Κρέουσα ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ ὑπέρ τʼ ἐμαυτῆς τοῦ θεοῦ θʼ ἵνʼ ἕσταμεν. Ἴων τί δʼ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ; Κρέουσα ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμʼ ἔχειν. Ἴων κἄπειτʼ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ; Κρέουσα ἀλλʼ οὐκέτʼ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ. Ἴων ἀλλʼ ἐγενόμεσθα πατρός· οὐσίαν λέγω. Κρέουσα οὐκοῦν τότʼ ἦσθα· νῦν δʼ ἐγώ, σὺ δʼ οὐκέτι. Ἴων οὐκ εὐσεβεῖς γε· τἀμὰ δʼ εὐσεβῆ τότʼ ἦν. Κρέουσα ἔκτεινά σʼ ὄντα πολέμιον δόμοις ἐμοῖς. Ἴων οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα. Κρέουσα μάλιστα· κἀπίμπρης γʼ Ἐρεχθέως δόμους. Ἴων ποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί; Κρέουσα ἔμελλες οἰκεῖν τἄμʼ, ἐμοῦ βίᾳ λαβών. Ἴων πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο. Κρέουσα τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος; Ἴων ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο. Κρέουσα ἐπίκουρος οἰκήτωρ γʼ ἂν οὐκ εἴη χθονός. Ἴων κἄπειτα τοῦ μέλλειν μʼ ἀπέκτεινες φόβῳ; Κρέουσα ὡς μὴ θάνοιμί γʼ, εἰ σὺ μὴ μέλλων τύχοις. Ἴων φθονεῖς ἄπαις οὖσʼ, εἰ πατὴρ ἐξηῦρέ με. Κρέουσα σὺ τῶν ἀτέκνων δῆτʼ ἀναρπάσεις δόμους; Ἴων ἡμῖν δέ γʼ ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος; Κρέουσα ὅσʼ ἀσπὶς ἔγχος θʼ· ἥδε σοι παμπησία. Ἴων ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας. Κρέουσα τὴν σὴν ὅπου σοι μητέρʼ ἐστὶ νουθέτει. Ἴων σὺ δʼ οὐχ ὑφέξεις ζημίαν, κτείνουσʼ ἐμέ; Κρέουσα ἤν γʼ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς. Ἴων τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι; Κρέουσα λυπήσομέν τινʼ, ὧν λελυπήμεσθʼ ὕπο. Ἴων φεῦ. δεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς ἔθηκεν ὁ θεὸς οὐδʼ ἀπὸ γνώμης σοφῆς· τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν, ἀλλʼ ἐξελαύνειν· οὐδὲ γὰρ ψαύειν καλὸν θεῶν πονηρὰν χεῖρα· τοῖσι δʼ ἐνδίκοις — ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτʼ, ἐχρῆν· καὶ μὴ ʼπὶ ταὐτὸ τοῦτʼ ἰόντʼ ἔχειν ἴσον τόν τʼ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα. Προφῆτις ἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριον λιποῦσα θριγκοῦ τοῦδʼ ὑπερβάλλω πόδα Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον σῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος. Ἴων χαῖρʼ, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ. Προφῆτις ἀλλʼ οὖν λεγώμεθʼ· ἡ φάτις δʼ οὔ μοι πικρά. Ἴων ἤκουσας ὥς μʼ ἔκτεινεν ἥδε μηχαναῖς; Προφῆτις ἤκουσα· καὶ σὺ δʼ ὠμὸς ὢν ἁμαρτάνεις. Ἴων οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι; Προφῆτις προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε. Ἴων ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς. Προφῆτις μὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν Ἴων τί δή με δρᾶσαι νουθετούμενον χρεών; Προφῆτις καθαρὸς Ἀθήνας ἔλθʼ ὑπʼ οἰωνῶν καλῶν. Ἴων καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ. Προφῆτις μὴ σύ γε· παρʼ ἡμῶν δʼ ἔκλαβʼ οὓς ἔχω λόγους. Ἴων λέγοις ἄν· εὔνους δʼ οὖσʼ ἐρεῖς ὅσʼ ἂν λέγῃς. Προφῆτις ὁρᾷς τόδʼ ἄγγος χερὸς ὑπʼ ἀγκάλαις ἐμαῖς; Ἴων ὁρῶ παλαιὰν ἀντίπηγʼ ἐν στέμμασιν. Προφῆτις ἐν τῇδέ σʼ ἔλαβον νεόγονον βρέφος ποτέ. Ἴων τί φῄς; ὁ μῦθος εἰσενήνεκται νέος. Προφῆτις σιγῇ γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν. Ἴων πῶς οὖν ἔκρυπτες τόδε λαβοῦσʼ ἡμᾶς πάλαι; Προφῆτις ὁ θεός σʼ ἐβούλετʼ ἐν δόμοις ἔχειν λάτριν. Ἴων νῦν δʼ οὐχὶ χρῄζει; τῷ τόδε γνῶναί με χρή; Προφῆτις πατέρα κατειπὼν τῆσδέ σʼ ἐκπέμπει χθονός. Ἴων σὺ δʼ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε; Προφῆτις ἐνθύμιόν μοι τότε τίθησι Λοξίας Ἴων τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους. Προφῆτις σῶσαι τόδʼ εὕρημʼ ἐς τὸν ὄντα νῦν χρόνον. Ἴων ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην; Προφῆτις ἐνθάδε κέκρυπται σπάργανʼ οἷς ἐνῆσθα σύ. Ἴων μητρὸς τάδʼ ἡμῖν ἐκφέρεις ζητήματα; Προφῆτις ἐπεί γʼ ὁ δαίμων βούλεται· πάροιθε δʼ οὔ. Ἴων ὦ μακαρίων μοι φασμάτων ἥδʼ ἡμέρα. Προφῆτις λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει. Ἴων πᾶσάν γʼ ἐπελθὼν Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους. Προφῆτις γνώσῃ τάδʼ αὐτός. τοῦ θεοῦ δʼ ἕκατί σε ἔθρεψά τʼ, ὦ παῖ, καὶ τάδʼ ἀποδίδωμί σοι, ἃ κεῖνος ἀκέλευστόν μʼ ἐβουλήθη λαβεῖν σῶσαί θʼ· ὅτου δʼ ἐβούλεθʼ οὕνεκʼ, οὐκ ἔχω λέγειν. ᾔδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε ἔχοντας ἡμᾶς, οὐδʼ ἵνʼ ἦν κεκρυμμένα. καὶ χαῖρʼ· ἴσον γάρ σʼ ὡς τεκοῦσʼ ἀσπάζομαι. ἄρξαι δʼ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή· πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος, ἔπειτα δʼ εἴ τις Ἑλλάς. — ἐξ ἡμῶν δʼ ἔχεις ἅπαντα Φοίβου θʼ, ὃς μετέσχε τῆς τύχης. Ἴων φεῦ φεῦ· κατʼ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ, ἐκεῖσε τὸν νοῦν δούς, ὅθʼ ἡ τεκοῦσά με κρυφαῖα νυμφευθεῖσʼ ἀπημπόλα λάθρα καὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλʼ ἀνώνυμος ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον. τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος βαρέα· χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου, ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς. τλήμων δὲ χἡ τεκοῦσά μʼ· ὡς ταὐτὸν πάθος πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς. καὶ νῦν λαβὼν τήνδʼ ἀντίπηγʼ οἴσω θεῷ ἀνάθημʼ, ἵνʼ εὕρω μηδὲν ὧν οὐ βούλομαι. εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις, εὑρεῖν κάκιον μητέρʼ ἢ σιγῶντʼ ἐᾶν. ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳ πολεμῶ, τὰ μητρὸς σύμβολʼ ὃς σέσωκέ μοι. ἀνοικτέον τάδʼ ἐστὶ καὶ τολμητέον· τὰ γὰρ πεπρωμένʼ οὐχ ὑπερβαίην ποτʼ ἄν. ὦ στέμμαθʼ ἱερά, τί ποτέ μοι κεκεύθατε, καὶ σύνδεθʼ, οἷσι τἄμʼ ἐφρουρήθη φίλα; ἰδοὺ περίπτυγμʼ ἀντίπηγος εὐκύκλου ὡς οὐ γεγήρακʼ ἔκ τινος θεηλάτου, εὐρώς τʼ ἄπεστι πλεγμάτων· ὁ δʼ ἐν μέσῳ χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν. Κρέουσα τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ; Ἴων σίγα σύ· πολλὰ καὶ πάροιθεν οἶσθά μοι Κρέουσα οὐκ ἐν σιωπῇ τἀμά· μή με νουθέτει. ὁρῶ γὰρ ἄγγος οὗ ʼξέθηκʼ ἐγώ ποτε σέ γʼ, ὦ τέκνον μοι, βρέφος ἔτʼ ὄντα νήπιον, Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς. λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή. Ἴων λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατο βωμοῦ λιποῦσα ξόανα· δεῖτε δʼ ὠλένας. Κρέουσα σφάζοντες οὐ λήγοιτʼ ἄν· ὡς ἀνθέξομαι καὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων. Ἴων τάδʼ οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ. Κρέουσα οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος. Ἴων ἐγὼ φίλος σός; κᾆτά μʼ ἔκτεινες λάθρα; Κρέουσα παῖς γʼ, εἰ τόδʼ ἐστὶ τοῖς τεκοῦσι φίλτατον. Ἴων παῦσαι πλέκουσα. — λήψομαί σʼ ἐγὼ καλῶς. Κρέουσα ἐς τοῦθʼ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον. Ἴων κενὸν τόδʼ ἄγγος ἢ στέγει πλήρωμά τι; Κρέουσα σά γʼ ἔνδυθʼ, οἷσί σʼ ἐξέθηκʼ ἐγώ ποτε. Ἴων καὶ τοὔνομʼ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν; Κρέουσα κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι. Ἴων λέγʼ· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου. Κρέουσα σκέψασθʼ· ὃ παῖς ποτʼ οὖσʼ ὕφασμʼ ὕφηνʼ ἐγὼ Ἴων ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα. Κρέουσα οὐ τέλεον, οἷον δʼ ἐκδίδαγμα κερκίδος. Ἴων μορφὴν ἔχον τίνʼ; ὥς με μὴ ταύτῃ λάβῃς. Κρέουσα Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων. Ἴων ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος; Κρέουσα κεκρασπέδωται δʼ ὄφεσιν αἰγίδος τρόπον. Ἴων ἰδού· τόδʼ ἔσθʼ ὕφασμα, θέσφαθʼ ὡς εὑρίσκομεν. Κρέουσα ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν. Ἴων ἔστιν τι πρὸς τῷδʼ, ἢ μόνῳ τῷδʼ εὐτυχεῖς; Κρέουσα δράκοντες· ἀρχαῖόν τι παγχρύσῳ γένει δώρημʼ Ἀθάνας, ἣ τέκνʼ ἐντρέφειν λέγει Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα. Ἴων τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι; Κρέουσα δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον. Ἴων ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν. Κρέουσα στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε, ἣν πρῶτʼ Ἀθάνα σκόπελον εἰσηνέγκατο, ὅς, εἴπερ ἔστιν, οὔποτʼ ἐκλείπει χλόην, θάλλει δʼ, ἐλαίας ἐξ ἀκηράτου γεγώς. Ἴων ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σʼ ἰδὼν πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας. Κρέουσα ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου — συγγνώσεται γὰρ ὁ θεός — ἐν χεροῖν σʼ ἔχω, ἄελπτον εὕρημʼ, ὃν κατὰ γᾶς ἐνέρων χθόνιον μετὰ Περσεφόνας τʼ ἐδόκουν ναίειν. Ἴων ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.
Κρέουσα ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί, τίνʼ αὐδὰν ἀύσω, βοάσω; πόθεν μοι συνέκυρσʼ ἀδόκητος ἡδονά; πόθεν ἐλάβομεν χαράν; Ἴων ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε, μῆτερ, παρέστη τῶνδʼ, ὅπως σός εἰμʼ ἐγώ. Κρέουσα ἔτι φόβῳ τρέμω. Ἴων μῶν οὐκ ἔχειν μʼ ἔχουσα; Κρέουσα τὰς γὰρ ἐλπίδας ἀπέβαλον πρόσω. ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν βρέφος ἐς ἀγκάλας; τίνʼ ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου; Ἴων θεῖον τόδʼ· ἀλλὰ τἀπίλοιπα τῆς τύχης εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ. Κρέουσα τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ, γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ· νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω μακαριωτάτας τυχοῦσʼ ἡδονᾶς. Ἴων τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις. Κρέουσα ἄπαιδες οὐκέτʼ ἐσμὲν οὐδʼ ἄτεκνοι· δῶμʼ ἑστιοῦται, γᾶ δʼ ἔχει τυράννους· ἀνηβᾷ δʼ Ἐρεχθεύς, ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται, ἀελίου δʼ ἀναβλέπει λαμπάσιν. Ἴων μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω τῆς ἡδονῆς τῆσδʼ ἧς ἔδωχʼ ὑμῖν ἐγώ. Κρέουσα ὦ τέκνον, τί φῄς; οἷον οἷον ἀνελέγχομαι. Ἴων πῶς εἶπας; Κρέουσα ἄλλοθεν γέγονας, ἄλλοθεν. Ἴων ὤμοι· νόθον με παρθένευμʼ ἔτικτε σόν; Κρέουσα οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων ὑμέναιος ἐμός, τέκνον, ἔτικτε σὸν κάρα. Ἴων αἰαῖ· πέφυκα δυσγενής. μῆτερ, πόθεν; Κρέουσα ἴστω Γοργοφόνα Ἴων τί τοῦτʼ ἔλεξας; Κρέουσα ἃ σκοπέλοις ἐπʼ ἐμοῖς τὸν ἐλαιοφυῆ πάγον θάσσει Ἴων λέγεις μοι δόλια κοὐ σαφῆ τάδε. Κρέουσα παρʼ ἀηδόνιον πέτραν Φοίβῳ Ἴων τί Φοῖβον αὐδᾷς; Κρέουσα κρυπτόμενον λέχος ηὐνάσθην Ἴων λέγʼ· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι. Κρέουσα δεκάτῳ δέ σε μηνὸς ἐν κύκλῳ κρύφιον ὠδῖνʼ ἔτεκον Φοίβῳ. Ἴων ὦ φίλτατʼ εἰποῦσʼ, εἰ λέγεις ἐτήτυμα. Κρέουσα παρθένια δʼ ἐμᾶς λάθρα ματέρος σπάργανʼ ἀμφίβολά σοι τάδʼ ἐνῆψα, κερ- κίδος ἐμᾶς πλάνους. γάλακτι δʼ οὐκ ἐπέσχον, οὐδὲ μαστῷ τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν, ἀνὰ δʼ ἄντρον ἔρημον οἰωνῶν γαμφηλαῖς φόνευμα θοίναμά τʼ εἰς Ἅιδαν ἐκβάλλῃ. Ἴων ὦ δεινὰ τλᾶσα μῆτερ. Κρέουσα ἐν φόβῳ, τέκνον, καταδεθεῖσα σὰν ἀπέβαλον ψυχάν· ἔκτεινά σʼ ἄκουσʼ. Ἴων ἐξ ἐμοῦ τʼ οὐχ ὅσιʼ ἔθνῃσκες. Κρέουσα ἰώ· δειναὶ μὲν τότε τύχαι, δεινὰ δὲ καὶ τάδʼ· ἑλισσόμεσθʼ ἐκεῖθεν ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν, μεθίσταται δὲ πνεύματα. μενέτω· τὰ πάροιθεν ἅλις κακά· νῦν δὲ γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.
Χορός μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν. Ἴων ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς, Τύχη, παρʼ οἵαν ἤλθομεν στάθμην βίου μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια. φεῦ· ἆρʼ ἐν φαενναῖς ἡλίου περιπτυχαῖς ἔνεστι πάντα τάδε καθʼ ἡμέραν μαθεῖν; φίλον μὲν οὖν σʼ εὕρημα, μῆτερ, ηὕρομεν, καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε· τὰ δʼ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι. δεῦρʼ ἔλθʼ· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον. ὅρα σύ, μῆτερ· μὴ σφαλεῖσʼ ἃ παρθένοις ἐγγίγνεται νοσήματʼ ἐς κρυπτοὺς γάμους, ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν, καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη, Φοίβῳ τεκεῖν με φῄς, τεκοῦσʼ οὐκ ἐκ θεοῦ; Κρέουσα μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε Νίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι, οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον, ἀλλʼ ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ. Ἴων πῶς οὖν τὸν αὑτοῦ παῖδʼ ἔδωκʼ ἄλλῳ πατρὶ Ξούθου τέ φησι παῖδά μʼ ἐκπεφυκέναι; Κρέουσα πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε αὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλῳ δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων. Ἴων ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται, ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα. Κρέουσα ἄκουε δή νυν ἅμʼ ἐσῆλθεν, ὦ τέκνον· εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ δόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος, οὐκ ἔσχες ἄν ποτʼ οὔτε παγκλήρους δόμους οὔτʼ ὄνομα πατρός. πῶς γάρ, οὗ γʼ ἐγὼ γάμους ἔκρυπτον αὐτὴ καί σʼ ἀπέκτεινον λάθρα; ὃ δʼ ὠφελῶν σε προστίθησʼ ἄλλῳ πατρί. Ἴων οὐχ ὧδε φαύλως αὔτʼ ἐγὼ μετέρχομαι, ἀλλʼ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους, εἴτʼ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου. ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴς ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν; φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων ὁρῶμεν — εἰ μὴ καιρός ἐσθʼ ἡμᾶς ὁρᾶν. Ἀθήνα μὴ φεύγετʼ· οὐ γὰρ πολεμίαν με φεύγετε, ἀλλʼ ἔν τʼ Ἀθήναις κἀνθάδʼ οὖσαν εὐμενῆ. ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς Παλλάς, δρόμῳ σπεύσασʼ Ἀπόλλωνος πάρα, ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου, μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ, ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι· ὡς ἥδε τίκτει σʼ ἐξ Ἀπόλλωνος πατρός, δίδωσι δʼ οἷς ἔδωκεν, οὐ φύσασί σε, ἀλλʼ ὡς νομίζῃ ʼς οἶκον εὐγενέστατον. ἐπεὶ δʼ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε, θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο. ἔμελλε δʼ αὐτὰ διασιωπήσας ἄναξ ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν, σέ θʼ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός. ἀλλʼ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ, ἐφʼ οἷσιν ἔζευξʼ ἅρματʼ, εἰσακούσατον. λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς ἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς δίκαιος ἄρχειν τῆς γʼ ἐμῆς ὅδε χθονός, ἔσται τʼ ἀνʼ Ἑλλάδʼ εὐκλεής. οἱ τοῦδε γὰρ παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς ἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς λαῶν ἔσονται, σκόπελον οἳ ναίουσʼ ἐμόν. Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος Ὅπλητες Ἀργαδῆς τʼ, ἐμῆς τʼ ἀπʼ αἰγίδος ἔμφυλον ἕξουσʼ Αἰγικορῆς. οἱ τῶνδε δʼ αὖ παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις χέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶ δίδωσιν· ἀντίπορθμα δʼ ἠπείροιν δυοῖν πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς Εὐρωπίας τε· τοῦδε δʼ ὀνόματος χάριν Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος. Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος, Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται πόλις κατʼ αἶαν Πελοπίαν· ὁ δεύτερος Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας τύραννος ἔσται, κἀπισημανθήσεται κείνου κεκλῆσθαι λαὸς ὄνομʼ ἐπώνυμος. καλῶς δʼ Ἀπόλλων πάντʼ ἔπραξε· πρῶτα μὲν ἄνοσον λοχεύει σʼ, ὥστε μὴ γνῶναι φίλους· ἐπεὶ δʼ ἔτικτες τόνδε παῖδα κἀπέθου ἐν σπαργάνοισιν, ἁρπάσαντʼ ἐς ἀγκάλας Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος, ἔθρεψέ τʼ οὐδʼ εἴασεν ἐκπνεῦσαι βίον. νῦν οὖν σιώπα, παῖς ὅδʼ ὡς πέφυκε σός, ἵνʼ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ, σύ τʼ αὖ τὰ σαυτῆς ἀγάθʼ ἔχουσʼ ἴῃς, γύναι. καὶ χαίρετʼ· ἐκ γὰρ τῆσδʼ ἀναψυχῆς πόνων εὐδαίμονʼ ὑμῖν πότμον ἐξαγγέλλομαι.
Ἴων ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳ σοὺς λόγους ἐδεξάμεσθα· πείθομαι δʼ εἶναι πατρὸς Λοξίου καὶ τῆσδε. — καὶ πρὶν τοῦτο δʼ οὐκ ἄπιστον ἦν. Κρέουσα τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν, οὕνεχʼ οὗ ποτʼ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι. αἵδε δʼ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια, δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας ἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας. Ἀθήνα ᾔνεσʼ οὕνεκʼ εὐλογεῖς θεὸν μεταβαλοῦσʼ· ἀεὶ γὰρ οὖν χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δʼ οὐκ ἀσθενῆ. Κρέουσα ὦ τέκνον, στείχωμεν οἴκους. Ἀθήνα στείχεθʼ, ἕψομαι δʼ ἐγώ. Κρέουσα ἀξία γʼ ἡμῶν ὁδουρός. Ἀθήνα καὶ φιλοῦσά γε πτόλιν. Κρέουσα ἐς θρόνους δʼ ἵζου παλαιούς. Ἴων ἄξιον τὸ κτῆμά μοι. Χορός ὦ Διὸς Λητοῦς τʼ Ἄπολλον, χαῖρʼ· ὅτῳ δʼ ἐλαύνεται συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών· ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων, οἱ κακοὶ δʼ, ὥσπερ πεφύκασʼ, οὔποτʼ εὖ πράξειαν ἄν.