Τρῳάδες Euripides Gilbert Murray Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project Trustees of Tufts University Medford, MA Perseus Project 1996 tlg0006.tlg011.perseus-grc2.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License Euripides Euripidis Fabulae Gilbert Murray Oxford Clarendon Press 1913 2 The Internet Archive

This pointer pattern extracts lines

Greek EpiDoc and CTS conversion moving Greg's work-in-progress on CTS-izing greco-roman collection texts to a Work directory tagging now should be compatible with CTS Standardized and in a few cases added in header info. adding rend=displayNum to lb tags more refinements making these files SDL compatible our existing files but with L tags converted to LB milestones moved more xml files around based on copyright status removed stray item tags Converted to XML added card 1s put spaces around em-dash entity so as not to confuse morphology stuff Updated texts to TEI P4 and Perseus P4 extensions; minor cleanup (esp. character encodings and typos.) Added separate funder entity to TEI header. use n attribute on sp to carry over speaker names when long speeches are interrupted by card breaks -- and move card break past close tag of sp bring up to P3 Fixed cardbreaks at 176, didn't see a problem at 197 i.e. between 195 and 200, 341, 444, 601, 1218, 1260; added line nos. 173b, 174b, 190b, 192b, 194b, 340b, 598b, 600b, 1217b, 1256b. Added speaker tags where needed. Basic SGML tagging

τὰ τοῦ δράματος πρόσωπα

Ποσειδῶν

Ἀθήνα

Ἑκάβη

Χορός Αἰχμαλωτίδων Τρῳάδων

Ταλθύβιος

Κασάνδρα

Ἀνδρομάχη

Μενέλαος

Ἑλένη

Ποσειδῶν Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός. ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶν εὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει· ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς ὄλωλε πορθηθεῖσʼ· ὁ γὰρ Παρνάσιος Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος ἐγκύμονʼ ἵππον τευχέων ξυναρμόσας, πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας· ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ. ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτορα φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών. πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ ἀλόχους τε καὶ τέκνʼ εἰσίδωσιν ἄσμενοι, οἳ τήνδʼ ἐπεστράτευσαν Ἕλληνες πόλιν. ἐγὼ δέ — νικῶμαι γὰρ Ἀργείας θεοῦ Ἥρας Ἀθάνας θʼ, αἳ συνεξεῖλον Φρύγας — λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς· ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή, νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει. πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων. καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι. ὅσαι δʼ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις ταῖσδʼ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι στρατοῦ, σὺν αὐταῖς δʼ ἡ Λάκαινα Τυνδαρὶς Ἑλένη, νομισθεῖσʼ αἰχμάλωτος ἐνδίκως. τὴν δʼ ἀθλίαν τήνδʼ εἴ τις εἰσορᾶν θέλει, πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος, δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ· ᾗ παῖς μὲν ἀμφὶ μνῆμʼ Ἀχιλλείου τάφου λάθρα τέθνηκε τλημόνως Πολυξένη· φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ· ἣν δὲ παρθένον μεθῆκʼ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ, τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲς γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος. ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις ξεστόν τε πύργωμʼ· εἴ σε μὴ διώλεσεν Παλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι. Ἀθήνα ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς μέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον, λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν; Ποσειδῶν ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι, ἄνασσʼ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν. Ἀθήνα ἐπῄνεσʼ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ κοινοὺς ἐμαυτῇ τʼ ἐς μέσον λόγους, ἄναξ. Ποσειδῶν μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος, ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα; Ἀθήνα οὔκ, ἀλλὰ Τροίας οὕνεκʼ, ἔνθα βαίνομεν, πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω. Ποσειδῶν ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης; Ἀθήνα ἐκεῖσε πρῶτʼ ἄνελθε· κοινώσῃ λόγους καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω; Ποσειδῶν μάλιστʼ· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν· πότερον Ἀχαιῶν ἦλθες οὕνεκʼ ἢ Φρυγῶν; Ἀθήνα τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω, στρατῷ δʼ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν. Ποσειδῶν τί δʼ ὧδε πηδᾷς ἄλλοτʼ εἰς ἄλλους τρόπους μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς; Ἀθήνα οὐκ οἶσθʼ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς; Ποσειδῶν οἶδʼ, ἡνίκʼ Αἴας εἷλκε Κασάνδραν βίᾳ. Ἀθήνα κοὐδέν γʼ Ἀχαιῶν ἔπαθεν οὐδʼ ἤκουσʼ ὕπο. Ποσειδῶν καὶ μὴν ἔπερσάν γʼ Ἴλιον τῷ σῷ σθένει. Ἀθήνα τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς. Ποσειδῶν ἕτοιμʼ ἃ βούλῃ τἀπʼ ἐμοῦ. δράσεις δὲ τί; Ἀθήνα δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω. Ποσειδῶν ἐν γῇ μενόντων ἢ καθʼ ἁλμυρὰν ἅλα; Ἀθήνα ὅταν πρὸς οἴκους ναυστολῶσʼ ἀπʼ Ἰλίου. καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον πέμψει, δνοφώδη τʼ αἰθέρος φυσήματα· ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον, βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί. σὺ δʼ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός, πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν, ὡς ἂν τὸ λοιπὸν τἄμʼ ἀνάκτορʼ εὐσεβεῖν εἰδῶσʼ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν. Ποσειδῶν ἔσται τάδʼ· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός. ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες Σκῦρός τε Λῆμνός θʼ αἱ Καφήρειοί τʼ ἄκραι πολλῶν θανόντων σώμαθʼ ἕξουσιν νεκρῶν. ἀλλʼ ἕρπʼ Ὄλυμπον καὶ κεραυνίους βολὰς λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει, ὅταν στράτευμʼ Ἀργεῖον ἐξιῇ κάλως. μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις, ναούς τε τύμβους θʼ, ἱερὰ τῶν κεκμηκότων, ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθʼ ὕστερον.
Ἑκάβη ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή· ἐπάειρε δέρην· οὐκέτι Τροία τάδε καὶ βασιλῆς ἐσμεν Τροίας. μεταβαλλομένου δαίμονος ἀνέχου. πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα, μηδὲ προσίστω πρῷραν βιότου πρὸς κῦμα πλέουσα τύχαισιν. αἰαῖ αἰαῖ. τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν, ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις; ὦ πολὺς ὄγκος συστελλόμενος προγόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα. τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν; τί δὲ θρηνῆσαι; δύστηνος ἐγὼ τῆς βαρυδαίμονος ἄρθρων κλίσεως, ὡς διάκειμαι, νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ. οἴμοι κεφαλῆς, οἴμοι κροτάφων πλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαι καὶ διαδοῦναι νῶτον ἄκανθάν τʼ εἰς ἀμφοτέρους τοίχους, μελέων ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους. μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις ἄτας κελαδεῖν ἀχορεύτους.
Ἑκάβη πρῷραι ναῶν, ὠκείαις Ἴλιον ἱερὰν αἳ κώπαις διʼ ἅλα πορφυροειδέα καὶ λιμένας Ἑλλάδος εὐόρμους αὐλῶν παιᾶνι στυγνῷ συρίγγων τʼ εὐφθόγγων φωνᾷ βαίνουσαι πλεκτὰν Αἰγύπτου παιδείαν ἐξηρτήσασθʼ, αἰαῖ, Τροίας ἐν κόλποις τὰν Μενελάου μετανισόμεναι στυγνὰν ἄλοχον, Κάστορι λώβαν τῷ τʼ Εὐρώτᾳ δυσκλείαν, ἃ σφάζει μὲν τὸν πεντήκοντʼ ἀροτῆρα τέκνων Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν ἐς τάνδʼ ἐξώκειλʼ ἄταν. ὤμοι, θάκους οἵους θάσσω, σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις. δούλα δʼ ἄγομαι γραῦς ἐξ οἴκων πενθήρη κρᾶτʼ ἐκπορθηθεῖσʼ οἰκτρῶς. ἀλλʼ ὦ τῶν χαλκεγχέων Τρώων ἄλοχοι μέλεαι, καὶ κοῦραι κοῦραι δύσνυμφοι, τύφεται Ἴλιον, αἰάζωμεν. μάτηρ δʼ ὡσεί τις πτανοῖς ὄρνισιν, ὅπως ἐξάρξω ʼγὼ κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν οἵαν ποτὲ δὴ σκήπτρῳ Πριάμου διερειδομένα ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους εὐκόμποις ἐξῆρχον θεούς.
Ἡμιχόριον Α Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις; ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων ἄιον οἴκτους οὓς οἰκτίζῃ. διὰ δὲ στέρνων φόβος ἄισσεν Τρῳάσιν, αἳ τῶνδʼ οἴκων εἴσω δουλείαν αἰάζουσιν. Ἑκάβη ὦ τέκνʼ, Ἀργείων πρὸς ναῦς ἤδη Ἡμιχόριον Α κινεῖται κωπήρης χείρ; οἲ ἐγώ, τί θέλουσʼ, ἦ πού μʼ ἤδη ναυσθλώσουσιν πατρίας ἐκ γᾶς; Ἑκάβη οὐκ οἶδʼ, εἰκάζω δʼ ἄταν. Ἡμιχόριον Α ἰὼ ἰώ. μέλεαι μόχθων ἐπακουσόμεναι Τρῳάδες, ἔξω κομίζεσθʼ οἴκων· στέλλουσʼ Ἀργεῖοι νόστον. Ἑκάβη αἶ, αἶ. μή νύν μοι τὰν ἐκβακχεύουσαν Κασάνδραν, αἰσχύναν Ἀργείοισιν, πέμψητʼ ἔξω, μαινάδʼ, ἐπʼ ἄλγει δʼ ἀλγυνθῶ. ἰώ. Τροία Τροία δύστανʼ, ἔρρεις, δύστανοι δʼ οἵ σʼ ἐκλείποντες καὶ ζῶντες καὶ δμαθέντες.
Ἡμιχόριον Β οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον τάσδʼ Ἀγαμέμνονος ἐπακουσομένα, βασίλεια, σέθεν· μή με κτείνειν δόξʼ Ἀργείων κεῖται μελέαν; ἢ κατὰ πρύμνας ἤδη ναῦται στέλλονται κινεῖν κώπας; Ἑκάβη ὦ τέκνον, ὀρθρεύου σὰν ψυχάν. Ἡμιχόριον Β ἐκπληχθεῖσʼ ἦλθον φρίκᾳ. ἤδη τις ἔβα Δαναῶν κῆρυξ; τῷ πρόσκειμαι δούλα τλάμων; Ἑκάβη ἐγγύς που κεῖσαι κλήρου. Ἡμιχόριον Β ἰὼ ἰώ. τίς μʼ Ἀργείων ἢ Φθιωτᾶν ἢ νησαίαν μʼ ἄξει χώραν δύστανον πόρσω Τροίας; Ἑκάβη φεῦ φεῦ. τῷ δʼ ἁ τλάμων ποῦ πᾷ γαίας δουλεύσω γραῦς, ὡς κηφήν, ἁ δειλαία, νεκροῦ μορφά, νεκύων ἀμενηνὸν ἄγαλμα, αἰαῖ τὰν παρὰ προθύροις φυλακὰν κατέχουσʼ ἢ παίδων θρέπτειρʼ, ἃ Τροίας ἀρχαγοὺς εἶχον τιμάς;
Χορός αἰαῖ αἰαῖ, ποίοις δʼ οἴκτοις τὰν σὰν λύμαν ἐξαιάζεις; οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα δινεύουσʼ ἐξαλλάξω. νέατον τεκέων σώματα λεύσσω, νέατον μόχθους ἕξω κρείσσους, ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων ʽἑ̓́ρροι νὺξ αὕτα καὶ δαίμων.ʼ ἢ Πειρήνας ὑδρευσομένα πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων. τὰν κλεινὰν εἴθʼ ἔλθοιμεν Θησέως εὐδαίμονα χώραν. μὴ γὰρ δὴ δίναν γʼ Εὐρώτα, τὰν ἐχθίσταν θεράπναν Ἑλένας, ἔνθʼ ἀντάσω Μενέλᾳ δούλα, τῷ τᾶς Τροίας πορθητᾷ.
Χορός τὰν Πηνειοῦ σεμνὰν χώραν, κρηπῖδʼ Οὐλύμπου καλλίσταν, ὄλβῳ βρίθειν φάμαν ἤκουσʼ εὐθαλεῖ τʼ εὐκαρπείᾳ· τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν Θησέως ζαθέαν ἐλθεῖν χώραν. καὶ τὰν Αἰτναίαν Ἡφαίστου Φοινίκας ἀντήρη χώραν, Σικελῶν ὀρέων ματέρʼ, ἀκούω καρύσσεσθαι στεφάνοις ἀρετᾶς. τάν τʼ ἀγχιστεύουσαν γᾶν Ἰονίῳ ναύται πόντῳ, ἃν ὑγραίνει καλλιστεύων ὁ ξανθὰν χαίταν πυρσαίνων Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων εὔανδρόν τʼ ὀλβίζων γᾶν.
Χορός καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς κῆρυξ, νεοχμῶν μύθων ταμίας, στείχει ταχύπουν ἴχνος ἐξανύων. τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ Δωρίδος ἐσμὲν χθονὸς ἤδη. Ταλθύβιος Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ, ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι, Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.
Ἑκάβη αἰαῖ, τόδε τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι. Ταλθύβιος ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος. Ἑκάβη αἰαῖ, τίνʼ ἢ Θεσσαλίας πόλιν ἢ Φθιάδος εἶπας ἢ Καδμείας χθονός; Ταλθύβιος κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε. Ἑκάβη τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς Ἰλιάδων μένει; Ταλθύβιος οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ. Ἑκάβη τοὐμὸν τίς ἆρʼ ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν; Ταλθύβιος ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ. Ἑκάβη ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ δούλαν; ἰώ μοί μοι. Ταλθύβιος οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια. Ἑκάβη ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν; Ταλθύβιος ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης. Ἑκάβη ῥῖπτε, τέκνον, ζαθέους κλῇ- δας καὶ ἀπὸ χροὸς ἐνδυ- τῶν στεφέων ἱεροὺς στολμούς. Ταλθύβιος οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν; Ἑκάβη τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι; Ταλθύβιος Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς; Ἑκάβη ταύταν· τῷ πάλος ἔζευξεν; Ταλθύβιος τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως. Ἑκάβη ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν. ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τί θέσμιον, ὦ φίλος, Ἑλλάνων; Ταλθύβιος εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς. Ἑκάβη τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει; Ταλθύβιος ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων. Ἑκάβη τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ, Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν; Ταλθύβιος καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον. Ἑκάβη ἐγὼ δὲ τῷ πρόσπολος ἁ τριτοβάμονος χερὶ δευομένα βάκτρου γεραιῷ κάρᾳ; Ταλθύβιος Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν. Ἑκάβη ἒ ἔ. ἄρασσε κρᾶτα κούριμον, ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν. ἰώ μοί μοι. μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν, πολεμίῳ δίκας, παρανόμῳ δάκει, ὃς πάντα τἀκεῖθεν ἐνθάδε στρέφει, τὰ δʼ ἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων. γοᾶσθʼ, ὦ Τρῳάδες, με. βέβακα δύσποτμος. οἴχομαι τάλαινα, δυστυχεστάτῳ προσέπεσον κλήρῳ.
Χορός τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχας τίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει; Ταλθύβιος ἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω. ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας; πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς, ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς πρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματα θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά. ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον ἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ. Ἑκάβη οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.
Κασάνδρα Ἄνεχε· πάρεχε. φῶς φέρʼ, ὤ· σέβω· φλέγω — ἰδού, ἰδού — λαμπάσι τόδʼ ἱερόν. ὦ Ὑμέναιʼ ἄναξ· μακάριος ὁ γαμέτας· μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις κατʼ Ἄργος ἁ γαμουμένα. Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ. ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ γόοισι τὸν θανόντα πατέρα πατρίδα τε φίλαν καταστένουσʼ ἔχεις, ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς ἀναφλέγω πυρὸς φῶς ἐς αὐγάν, ἐς αἴγλαν, διδοῦσʼ, ὦ Ὑμέναιε, σοί, διδοῦσʼ, ὦ Ἑκάτα, φάος, παρθένων ἐπὶ λέκτροις ᾇ νόμος ἔχει. πάλλε πόδα. αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ· ὡς ἐπὶ πατρὸς ἐμοῦ μακαριωτάταις τύχαις· ὁ χορὸς ὅσιος. ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναις ἀνάκτορον θυηπολῶ, Ὑμήν, ὦ Ὑμέναιʼ, Ὑμήν. χόρευε, μᾶτερ, ἀναγέλασον· ἕλισσε τᾷδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶν φέρουσα φιλτάταν βάσιν. βοάσαθʼ Ὑμέναιον, ὤ, μακαρίαις ἀοιδαῖς ἰαχαῖς τε νύμφαν. ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶν κόραι, μέλπετʼ ἐμῶν γάμων τὸν πεπρωμένον εὐνᾷ πόσιν ἐμέθεν.
Χορός βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην, μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν; Ἑκάβη Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν, ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγα ἔξω τε μεγάλων ἐλπίδων. οἴμοι, τέκνον, ὡς οὐχ ὑπʼ αἰχμῆς σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸς γάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε. παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς μαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον, ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις. ἐσφέρετε πεύκας, δάκρυά τʼ ἀνταλλάξατε τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις. Κασάνδρα μῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον, καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις· καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ᾖ, ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας, Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ. κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦ ἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν, ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων· μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοι θήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν. πόλιν δὲ δείξω τήνδε μακαριωτέραν ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμως τοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων· οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν, θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν. ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ τὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεν τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα, καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης. ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους, ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοι οὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι, οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ κεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο· χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοις ἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις ἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται. ἦ τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον. — σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι γένοιτʼ ἀοιδὸς ἥτις ὑμνήσει κακά. Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος, ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ, νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕπο ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός, χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο· ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν, ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί. τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει· δόξας ἀνὴρ ἄριστος οἴχεται θανών, καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται· εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν. Πάρις δʼ ἔγημε τὴν Διός· γήμας δὲ μή, σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις. φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ· εἰ δʼ ἐς τόδʼ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές. ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν, οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ. Χορός ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς, μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως. Ταλθύβιος εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας, οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός. ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα. ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ, Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ, ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην. καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας — Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ. σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκος ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτρις γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον. Κασάνδρα ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς, οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται; σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι, οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι αὐτοῦ θανεῖσθαι; τἄλλα δʼ οὐκ ὀνειδιῶ. δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν· ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ δόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτραν οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας δεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτης Κύκλωψ, Λιγυστίς θʼ ἡ συῶν μορφώτρια Κίρκη, θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια, λωτοῦ τʼ ἔρωτες, Ἡλίου θʼ ἁγναὶ βόες, αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε, πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω, ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ κάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών.
Κασάνδρα ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους; στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα. ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ, ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα. κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδʼ ἐκβεβλημένην ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου, θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν. ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματʼ εὔια, χαίρετʼ· ἐκλέλοιφʼ ἑορτάς, αἷς πάροιθʼ ἠγαλλόμην. ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόα δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδʼ, ὦ μαντεῖʼ ἄναξ. ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ ποτʼ ἐμβαίνειν με χρή; οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν, ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός. χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν· ὦ φίλη πατρίς, οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ, οὐ μακρὰν δέξεσθέ μʼ· ἥξω δʼ ἐς νεκροὺς νικηφόρος καὶ δόμους πέρσασʼ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθʼ ὕπο.
Χορός Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει; οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ, ὦ κακαί, γραῖαν πεσοῦσαν; αἴρετʼ εἰς ὀρθὸν δέμας. Ἑκάβη ἐᾶτέ μʼ — οὔτοι φίλα τὰ μὴ φίλʼ, ὦ κόραι — κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι. ὦ θεοί κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους, ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς, ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην. πρῶτον μὲν οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον· τοῖς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ. ἦμεν τύραννοι κἀς τύραννʼ ἐγημάμην, κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα, οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν· οὓς Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε. κἀκεῖνά τʼ εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷ τρίχας τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν, καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα κλύουσʼ ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιν αὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείῳ πυρᾷ, πόλιν θʼ ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένους ἐς ἀξίωμα νυμφίων ἐξαίρετον, ἄλλοισι θρέψασʼ ἐκ χερῶν ἀφῃρέθην. κοὔτʼ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι, αὐτή τʼ ἐκείνας οὐκέτʼ ὄψομαί ποτε. τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν, δούλη γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι. ἃ δʼ ἐστὶ γήρᾳ τῷδʼ ἀσυμφορώτατα, τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα, ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων, τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα πέπλων λακίσματʼ, ἀδόκιμʼ ὀλβίοις ἔχειν. οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι. ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς, οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν. σύ τʼ, ὦ τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη; ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ. τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο; ἄγετε τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα, νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ πέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ δακρύοις καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
Χορός ἀμφί μοι Ἴλιον, ὦ Μοῦσα, καινῶν ὕμνων ἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον· νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω, τετραβάμονος ὡς ὑπʼ ἀπήνας Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος, ὅτʼ ἔλιπον ἵππον οὐράνια βρέμοντα χρυσεοφάλαρον ἔνο- πλον ἐν πύλαις Ἀχαιοί· ἀνὰ δʼ ἐβόασεν λεὼς Τρῳάδος ἀπὸ πέτρας σταθείς· Ἴτʼ, ὦ πεπαυμένοι πόνων, τόδʼ ἱερὸν ἀνάγετε ξόανον Ἰλιάδι Διογενεῖ κόρᾳ. τίς οὐκ ἔβα νεανίδων, τίς οὐ γεραιὸς ἐκ δόμων; κεχαρμένοι δʼ ἀοιδαῖς δόλιον ἔσχον ἄταν.
Χορός πᾶσα δὲ γέννα Φρυγῶν πρὸς πύλας ὡρμάθη, πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείων καὶ Δαρδανίας ἄταν θέᾳ δώσων, χάριν ἄζυγος ἀμβροτοπώλου· κλωστοῦ δʼ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ σκάφος κελαινόν, εἰς ἕδρανα λάινα δάπεδά τε φόνια πατρί- δι Παλλάδος θέσαν θεᾶς. ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ νύχιον ἐπεὶ κνέφας παρῆν, Λίβυς τε λωτὸς ἐκτύπει Φρύγιά τε μέλεα, παρθένοι δʼ ἀέριον ἀνὰ κρότον ποδῶν βοὰν ἔμελπον εὔφρονʼ, ἐν δόμοις δὲ παμφαὲς σέλας πυρὸς μέλαιναν αἴγλαν ἄκος ἔδωκεν ὕπνῳ.
Χορός ἐγὼ δὲ τὰν ὀρεστέραν τότʼ ἀμφὶ μέλαθρα παρθένον Διὸς κόραν ἐμελπόμαν χοροῖσι· φοινία δʼ ἀνὰ πτόλιν βοὰ κατεῖχε Περ- γάμων ἕδρας· βρέφη δὲ φίλι- α περὶ πέπλους ἔβαλλε μα- τρὶ χεῖρας ἐπτοημένας· λόχου δʼ ἐξέβαινʼ Ἄρης, κόρας ἔργα Παλλάδος. σφαγαὶ δʼ ἀμφιβώμιοι Φρυγῶν, ἔν τε δεμνίοις καράτομος ἐρημία νεανίδων στέφανον ἔφερεν Ἑλλάδι κουροτρόφον, Φρυγῶν πατρίδι πένθη.
Χορός Ἑκάβη, λεύσσεις τήνδʼ Ἀνδρομάχην ξενικοῖς ἐπʼ ὄχοις πορθμευομένην; παρὰ δʼ εἰρεσίᾳ μαστῶν ἕπεται φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις. ποῖ ποτʼ ἀπήνης νώτοισι φέρῃ, δύστανε γύναι, πάρεδρος χαλκέοις Ἕκτορος ὅπλοις σκύλοις τε Φρυγῶν δοριθηράτοις, οἷσιν Ἀχιλλέως παῖς Φθιώτας στέψει ναοὺς ἀπὸ Τροίας;
Ἀνδρομάχη Ἀχαιοὶ δεσπόται μʼ ἄγουσιν. Ἑκάβη οἴμοι. Ἀνδρομάχη τί παιᾶνʼ ἐμὸν στενάζεις; Ἑκάβη αἰαῖ — Ἀνδρομάχη τῶνδʼ ἀλγέων — Ἑκάβη ὦ Ζεῦ — Ἀνδρομάχη καὶ συμφορᾶς. Ἑκάβη τέκεα, Ἀνδρομάχη πρίν ποτʼ ἦμεν.
Ἑκάβη βέβακʼ ὄλβος, βέβακε Τροία Ἀνδρομάχη τλάμων. Ἑκάβη ἐμῶν τʼ εὐγένεια παίδων. Ἀνδρομάχη φεῦ φεῦ. Ἑκάβη φεῦ δῆτʼ ἐμῶν Ἀνδρομάχη κακῶν. Ἑκάβη οἰκτρὰ τύχα Ἀνδρομάχη πόλεος, Ἑκάβη ἃ καπνοῦται.
Ἀνδρομάχη μόλοις, ὦ πόσις, μοι — Ἑκάβη βοᾷς τὸν παρʼ Ἅιδᾳ παῖδʼ ἐμόν, ὦ μελέα. Ἀνδρομάχη σᾶς δάμαρτος ἄλκαρ.
Ἑκάβη σύ τʼ, ὦ λῦμʼ Ἀχαιῶν, τέκνων δέσποθʼ ἁμῶν, πρεσβυγενὲς Πρίαμε, κοίμισαί μʼ ἐς Ἅιδου.
Ἀνδρομάχη οἵδε πόθοι μεγάλοι Ἑκάβη σχετλία, τάδε πάσχομεν ἄλγη. Ἀνδρομάχη οἰχομένας πόλεως Ἑκάβη ἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται. Ἀνδρομάχη δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν, ὃς λεχέων στυγερῶν χάριν ὤλεσε πέργαμα Τροίας· αἱματόεντα δὲ θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν γυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσε δούλια Τροίᾳ.
Ἑκάβη ὦ πατρίς, ὦ μελέα Ἀνδρομάχη καταλειπομέναν σε δακρύω, Ἑκάβη νῦν τέλος οἰκτρὸν ὁρᾷς. Ἀνδρομάχη καὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην. Ἑκάβη ὦ τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν, οἷος ἰάλεμος, οἷά τε πένθη δάκρυά τʼ ἐκ δακρύων καταλείβεται ἁμετέροισι δόμοις· ὁ θανὼν δʼ ἐπι- λάθεται ἀλγέων ἀδάκρυτος. Χορός ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει. Ἀνδρομάχη ὦ μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶ πλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς; Ἑκάβη ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνω τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν. Ἀνδρομάχη ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲς ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον. Ἑκάβη τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦ βέβηκʼ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ. Ἀνδρομάχη φεῦ φεῦ· ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα. Ἑκάβη ὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι· κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται. Ἀνδρομάχη τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη σφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ. Ἑκάβη οἲ ʼγὼ τάλαινα. τοῦτʼ ἐκεῖνʼ ὅ μοι πάλαι Ταλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές. Ἀνδρομάχη εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδʼ ὄχων ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν. Ἑκάβη αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων· αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι. Ἀνδρομάχη ὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦ ζώσης γʼ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ. Ἑκάβη οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν· τὸ μὲν γὰρ οὐδέν, τῷ δʼ ἔνεισιν ἐλπίδες. Ἀνδρομάχη ὦ μῆτερ, ὦ τεκοῦσα, κάλλιστον λόγον ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί. τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω, τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν. ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος· ὁ δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν ψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας. κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς, τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν. ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον. ἃ γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα, ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας. πρῶτον μέν, ἔνθα — κἂν προσῇ κἂν μὴ προσῇ ψόγος γυναιξίν — αὐτὸ τοῦτʼ ἐφέλκεται κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει, τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις· ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί. γλώσσης τε σιγὴν ὄμμα θʼ ἥσυχον πόσει παρεῖχον· ᾔδη δʼ ἁμὲ χρῆν νικᾶν πόσιν, κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι. καὶ τῶνδε κληδὼν ἐς στράτευμʼ Ἀχαιϊκὸν ἐλθοῦσʼ ἀπώλεσέν μʼ· ἐπεὶ γὰρ ᾑρέθην, Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν δάμαρτα· δουλεύσω δʼ ἐν αὐθεντῶν δόμοις. κεἰ μὲν παρώσασʼ Ἕκτορος φίλον κάρα πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα, κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δʼ αὖ στυγοῦσʼ ἐμαυτῆς δεσπόταις μισήσομαι. καίτοι λέγουσιν ὡς μίʼ εὐφρόνη χαλᾷ τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος· ἀπέπτυσʼ αὐτήν, ἥτις ἄνδρα τὸν πάρος καινοῖσι λέκτροις ἀποβαλοῦσʼ ἄλλον φιλεῖ. ἀλλʼ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν. καίτοι τὸ θηριῶδες ἄφθογγόν τʼ ἔφυ ξυνέσει τʼ ἄχρηστον τῇ φύσει τε λείπεται. σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοι ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν· ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμων πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος. καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼ πρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν. ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν Πολυξένης ὄλεθρος, ἣν καταστένεις; ἐμοὶ γὰρ οὐδʼ ὃ πᾶσι λείπεται βροτοῖς ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας πράξειν τι κεδνόν· ἡδὺ δʼ ἐστὶ καὶ δοκεῖν. Χορός ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ τὸ σὸν διδάσκεις μʼ ἔνθα πημάτων κυρῶ. Ἑκάβη αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος, γραφῇ δʼ ἰδοῦσα καὶ κλύουσʼ ἐπίσταμαι. ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν, προθυμίαν ἔχουσι σωθῆναι πόνων, ὁ μὲν παρʼ οἴαχʼ, ὁ δʼ ἐπὶ λαίφεσιν βεβώς, ὁ δʼ ἄντλον εἴργων ναός· ἢν δʼ ὑπερβάλῃ πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν. οὕτω δὲ κἀγὼ πόλλʼ ἔχουσα πήματα ἄφθογγός εἰμι καὶ παρεῖσʼ ἐῶ στόμα· νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων. ἀλλʼ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας ἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά· τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν, φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων. κἂν δρᾷς τάδʼ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν Τροίᾳ μέγιστον ὠφέλημʼ, ἵνʼ — εἴ ποτε — ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν κατοικίσειαν, καὶ πόλις γένοιτʼ ἔτι. ἀλλʼ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος, τίνʼ αὖ δέδορκα τόνδʼ Ἀχαιϊκὸν λάτριν στείχοντα καινῶν ἄγγελον βουλευμάτων; Ταλθύβιος Φρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ, μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ. Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τʼ ἀγγέλματα Ἀνδρομάχη τί δʼ ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν. Ταλθύβιος ἔδοξε τόνδε παῖδα πῶς εἴπω λόγον; Ἀνδρομάχη μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν; Ταλθύβιος οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ. Ἀνδρομάχη ἀλλʼ ἐνθάδʼ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν; Ταλθύβιος οὐκ οἶδʼ ὅπως σοι ῥᾳδίως εἴπω κακά. Ἀνδρομάχη ἐπῄνεσʼ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά. Ταλθύβιος κτενοῦσι σὸν παῖδʼ, ὡς πύθῃ κακὸν μέγα. Ἀνδρομάχη οἴμοι, γάμων τόδʼ ὡς κλύω μεῖζον κακόν. Ταλθύβιος νικᾷ δʼ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων Ἀνδρομάχη αἰαῖ μάλʼ· οὐ γὰρ μέτρια πάσχομεν κακά. Ταλθύβιος λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς Ἀνδρομάχη τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι. Ταλθύβιος ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο. ἀλλʼ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ· μήτʼ ἀντέχου τοῦδʼ, εὐγενῶς δʼ ἄλγει κακοῖς, μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει. ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή· πόλις τʼ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ, ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν οἷοί τε. τούτων οὕνεκʼ οὐ μάχης ἐρᾶν οὐδʼ αἰσχρὸν οὐδὲν οὐδʼ ἐπίφθονόν σε δρᾶν, οὐδʼ αὖ σʼ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς. εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός, οὔτʼ ἂν ταφείη παῖς ὅδʼ οὔτʼ οἴκτου τύχοι. σιγῶσα δʼ εὖ τε τὰς τύχας κεκτημένη τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις αὐτή τʼ Ἀχαιῶν πρευμενεστέρων τύχοις. Ἀνδρομάχη ὦ φίλτατʼ, ὦ περισσὰ τιμηθεὶς τέκνον, θανῇ πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών, ἡ τοῦ πατρὸς δέ σʼ εὐγένειʼ ἀποκτενεῖ, ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία, τὸ δʼ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός. ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι, οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε, οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσʼ ἐμόν, ἀλλʼ ὡς τύραννον Ἀσιάδος πολυσπόρου. ὦ παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν; τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων, νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς; οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν, οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν· λυγρὸν δὲ πήδημʼ ἐς τράχηλον ὑψόθεν πεσὼν ἀνοίκτως, πνεῦμʼ ἀπορρήξεις σέθεν. ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον, ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψʼ ὅδε, μάτην δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις. νῦν — οὔποτʼ αὖθις — μητέρʼ ἀσπάζου σέθεν, πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλένας ἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον. ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά, τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον; ὦ Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός, πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι, Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου, Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά. οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ, πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε. ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο αἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν. ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ· δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν διολλύμεσθα, παιδί τʼ οὐ δυναίμεθʼ ἂν θάνατον ἀρῆξαι. κρύπτετʼ ἄθλιον δέμας καὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον. Χορός τάλαινα Τροία, μυρίους ἀπώλεσας μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.
Ταλθύβιος ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς μητρὸς μογερᾶς, βαῖνε πατρῴων πύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοι πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη. λαμβάνετʼ αὐτόν. τὰ δὲ τοιάδε χρὴ κηρυκεύειν, ὅστις ἄνοικτος καὶ ἀναιδείᾳ τῆς ἡμετέρας γνώμης μᾶλλον φίλος ἐστίν.
Ἑκάβη ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ, συλώμεθα σὴν ψυχὴν ἀδίκως μήτηρ κἀγώ. τί πάθω; τί σʼ ἐγώ, δύσμορε, δράσω; τάδε σοι δίδομεν πλήγματα κρατὸς στέρνων τε κόπους· τῶνδε γὰρ ἄρχομεν. οἲ ʼγὼ πόλεως, οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν; τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳ χωρεῖν ὀλέθρου διὰ παντός;
Χορός μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών, νάσου περικύμονος οἰκήσας ἕδραν τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵνʼ ἐλαίας πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα, οὐράνιον στέφανον λιπαραῖσί τε κόσμον Ἀθήναις, ἔβας ἔβας τῷ τοξοφόρῳ συναρι- στεύων ἅμʼ Ἀλκμήνας γόνῳ Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν ἁμετέραν τὸ πάροιθεν ὅτʼ ἔβας ἀφʼ Ἑλλάδος·
Χορός ὅθʼ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος πώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείτᾳ πλάταν ἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶν καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν, Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου πυρὸς φοίνικι πνοᾷ καθελὼν Τροίας ἐπόρθησε χθόνα. δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶ Δαρδανίας φοινία κατέλυσεν αἰχμά.
Χορός μάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων, Λαομεδόντιε παῖ, Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν· ἁ δέ σε γειναμένα πυρὶ δαίεται· ἠιόνες δʼ ἅλιαι ἴακχον οἰωνὸς οἷ- ον τεκέων ὕπερ βοᾷ, ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας, ᾇ δὲ ματέρας γεραιάς. τὰ δὲ σὰ δροσόεντα λουτρὰ γυμνασίων τε δρόμοι βεβᾶσι, σὺ δὲ πρόσωπα νεα- ρὰ χάρισι παρὰ Διὸς θρόνοις καλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖαν Ἑλλὰς ὤλεσʼ αἰχμά.
Χορός Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτʼ ἦλθες οὐρανίδαισι μέλων, ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι κῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸς οὐκέτʼ ὄνειδος ἐρῶ· τὸ τᾶς δὲ λευκοπτέρου φίλιον Ἁμέρας βροτοῖς φέγγος ὀλοὸν εἶδε γαῖαν, εἶδε περγάμων ὄλεθρον, τεκνοποιὸν ἔχουσα τᾶσδε γᾶς πόσιν ἐν θαλάμοις, ὃν ἀστέρων τέθριππος ἔλα- βε χρύσεος ὄχος ἀναρπάσας, ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν· τὰ θεῶν δὲ φίλτρα φροῦδα Τροίᾳ.
Μενέλαος ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε, ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ Μενέλαός εἰμι καὶ στράτευμʼ Ἀχαιϊκόν. ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με γυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶν δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο. κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην αὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῷ. ἥκω δὲ τὴν τάλαιναν — οὐ γὰρ ἡδέως ὄνομα δάμαρτος ἥ ποτʼ ἦν ἐμὴ λέγω — ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖς κατηρίθμηται Τρῳάδων ἄλλων μέτα. οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί, κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν θέλοιμʼ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα. ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον Ἑλένης ἐᾶσαι, ναυπόρῳ δʼ ἄγειν πλάτῃ Ἑλληνίδʼ ἐς γῆν κᾆτʼ ἐκεῖ δοῦναι κτανεῖν, ποινὰς ὅσοις τεθνᾶσʼ ἐν Ἰλίῳ φίλοι. ἀλλʼ εἶα χωρεῖτʼ ἐς δόμους, ὀπάονες, κομίζετʼ αὐτὴν τῆς μιαιφονωτάτης κόμης ἐπισπάσαντες· οὔριοι δʼ ὅταν πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα. Ἑκάβη ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν, ὅστις ποτʼ εἶ σύ, δυστόπαστος εἰδέναι, Ζεύς, εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, προσηυξάμην σε· πάντα γὰρ διʼ ἀψόφου βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγεις. Μενέλαος τί δʼ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν. Ἑκάβη αἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν. ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕλῃ πόθῳ. αἱρεῖ γὰρ ἀνδρῶν ὄμματʼ, ἐξαιρεῖ πόλεις, πίμπρησιν οἴκους· ὧδʼ ἔχει κηλήματα. ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες. Ἑλένη Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου τόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι. ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη, ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι; Μενέλαος οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλʼ ἅπας στρατὸς κτανεῖν ἐμοί σʼ ἔδωκεν, ὅνπερ ἠδίκεις. Ἑλένη ἔξεστιν οὖν πρὸς ταῦτʼ ἀμείψασθαι λόγῳ, ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα; Μενέλαος οὐκ ἐς λόγους ἐλήλυθʼ, ἀλλά σε κτενῶν. Ἑκάβη ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδʼ ἐνδεής, Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους ἡμῖν κατʼ αὐτῆς· τῶν γὰρ ἐν Τροίᾳ κακῶν οὐδὲν κάτοισθα. συντεθεὶς δʼ ὁ πᾶς λόγος κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν. Μενέλαος σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν, ἔξεστι. τῶν σῶν δʼ οὕνεχʼ — ὡς μάθῃ — λόγων δώσω τόδʼ αὐτῇ· τῆσδε δʼ οὐ δώσω χάριν. Ἑλένη ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν, οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος. ἐγὼ δʼ, ἅ σʼ οἶμαι διὰ λόγων ἰόντʼ ἐμοῦ κατηγορήσειν, ἀντιθεῖσʼ ἀμείψομαι τοῖς σοῖσι τἀμὰ καὶ τὰ σʼ αἰτιάματα. πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν, Πάριν τεκοῦσα· δεύτερον δʼ ἀπώλεσε Τροίαν τε κἄμʼ ὁ πρέσβυς οὐ κτανὼν βρέφος, δαλοῦ πικρὸν μίμημʼ, Ἀλέξανδρόν ποτε. ἐνθένδε τἀπίλοιπʼ ἄκουσον ὡς ἔχει. ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν· καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις Φρυξὶ στρατηγοῦνθʼ Ἑλλάδʼ ἐξανιστάναι, Ἥρα δʼ ὑπέσχετʼ Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους τυραννίδʼ ἕξειν, εἴ σφε κρίνειεν Πάρις· Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη δώσειν ὑπέσχετʼ, εἰ θεὰς ὑπερδράμοι κάλλει. τὸν ἔνθεν δʼ ὡς ἔχει σκέψαι λόγον· νικᾷ Κύπρις θεάς, καὶ τοσόνδʼ οὑμοὶ γάμοι ὤνησαν Ἑλλάδʼ· οὐ κρατεῖσθʼ ἐκ βαρβάρων, οὔτʼ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι. ἃ δʼ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν. οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν, ὅπως ἀφώρμησʼ ἐκ δόμων τῶν σῶν λάθρα. ἦλθʼ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα ὁ τῆσδʼ ἀλάστωρ, εἴτʼ Ἀλέξανδρον θέλεις ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν· ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα. εἶἑν. οὐ σέ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῷδʼ ἐρήσομαι· τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμην ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς; τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ, ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος, κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δʼ ἐμοί. ἔνθεν δʼ ἔχοις ἂν εἰς ἔμʼ εὐπρεπῆ λόγον· ἐπεὶ θανὼν γῆς ἦλθʼ Ἀλέξανδρος μυχούς, χρῆν μʼ, ἡνίκʼ οὐκ ἦν θεοπόνητά μου λέχη, λιποῦσαν οἴκους ναῦς ἐπʼ Ἀργείων μολεῖν. ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί, οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεων πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε. βίᾳ δʼ ὁ καινός μʼ οὗτος ἁρπάσας πόσις Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν. πῶς οὖν ἔτʼ ἂν θνῄσκοιμʼ ἂν ἐνδίκως, πόσι, πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ, τὰ δʼ οἴκοθεν κεῖνʼ ἀντὶ νικητηρίων πικρῶς ἐδούλευσʼ; εἰ δὲ τῶν θεῶν κρατεῖν βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε. Χορός βασίλειʼ, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ πειθὼ διαφθείρουσα τῆσδʼ, ἐπεὶ λέγει καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε. Ἑκάβη ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα. ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ, ὥσθʼ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα, Παλλὰς δʼ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ, εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι ἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκʼ ἂν θεὰ Ἥρα τοσοῦτον ἔσχʼ ἔρωτα καλλονῆς; πότερον ἀμείνονʼ ὡς λάβῃ Διὸς πόσιν; ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη — ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο, φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς. Κύπριν δʼ ἔλεξας — ταῦτα γὰρ γέλως πολύς — ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους. οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῷ αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον; ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος, ὁ σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις· τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς, καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς. ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας. ἐν μὲν γὰρ Ἄργει μίκρʼ ἔχουσʼ ἀνεστρέφου, Σπάρτης δʼ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν δαπάναισιν· οὐδʼ ἦν ἱκανά σοι τὰ Μενέλεω μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς. εἶἑν· βίᾳ γὰρ παῖδα φῄς σʼ ἄγειν ἐμόν· τίς Σπαρτιατῶν ᾔσθετʼ; ἢ ποίαν βοὴν ἀνωλόλυξας — Κάστορος νεανίου τοῦ συζύγου τʼ ἔτʼ ὄντος, οὐ κατʼ ἄστρα πω; ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου κατʼ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία, εἰ μὲν τὰ τοῦδε κρείσσονʼ ἀγγέλλοιτό σοι, Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτʼ ἐμὸς ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν· εἰ δʼ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε. ἐς τὴν τύχην δʼ ὁρῶσα τοῦτʼ ἤσκεις, ὅπως ἕποιʼ ἅμʼ αὐτῇ, τῇ ἀρετῇ δʼ οὐκ ἤθελες. κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις πύργων καθιεῖσʼ, ὡς μένουσʼ ἀκουσίως; ποῦ δῆτʼ ἐλήφθης ἢ βρόχους ἀρτωμένη ἢ φάσγανον θήγουσʼ, ἃ γενναία γυνὴ δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν; καίτοι σʼ ἐνουθέτουν γε πολλὰ πολλάκις· Ὦ θύγατερ, ἔξελθʼ· οἱ δʼ ἐμοὶ παῖδες γάμους ἄλλους γαμοῦσι, σὲ δʼ ἐπὶ ναῦς Ἀχαιϊκὰς πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης Ἕλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδʼ ἦν πικρόν. ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις καὶ προσκυνεῖσθαι βαρβάρων ὕπʼ ἤθελες· μεγάλα γὰρ ἦν σοι. — κἀπὶ τοῖσδε σὸν δέμας ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει τὸν αὐτὸν αἰθέρʼ, ὦ κατάπτυστον κάρα· ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις, φρίκῃ τρέμουσαν, κρᾶτʼ ἀπεσκυθισμένην ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις. Μενέλαʼ, ἵνʼ εἰδῇς οἷ τελευτήσω λόγον, στεφάνωσον Ἑλλάδʼ ἀξίως τήνδε κτανὼν σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν. Χορός Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶν τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος, ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς. Μενέλαος ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου, ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶν ξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάριν λόγοις ἐνεῖται. — βαῖνε λευστήρων πέλας πόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς θανοῦσʼ, ἵνʼ εἰδῇς μὴ καταισχύνειν ἐμέ. Ἑλένη μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ. Ἑκάβη μηδʼ οὓς ἀπέκτεινʼ ἥδε συμμάχους προδῷς· ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι. Μενέλαος παῦσαι, γεραιά· τῆσδε δʼ οὐκ ἐφρόντισα. λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν τήνδʼ ἐκκομίζειν, ἔνθα ναυστολήσεται. Ἑκάβη μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος. Μενέλαος τί δʼ ἔστι; μεῖζον βρῖθος ἢ πάροιθʼ ἔχει; Ἑκάβη οὐκ ἔστʼ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ. Μενέλαος ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς. ἔσται δʼ ἃ βούλῃ· ναῦν γὰρ οὐκ ἐσβήσεται ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις· ἐλθοῦσα δʼ Ἄργος ὥσπερ ἀξία κακῶς κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν πάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε· ὅμως δʼ ὁ τῆσδʼ ὄλεθρος ἐς φόβον βαλεῖ τὸ μῶρον αὐτῶν, κἂν ἔτʼ ὦσʼ ἐχθίονες.
Χορός οὕτω δὴ τὸν ἐν Ἰλίῳ ναὸν καὶ θυόεντα βω- μὸν προύδωκας Ἀχαιοῖς, ὦ Ζεῦ, καὶ πελάνων φλόγα σμύρνης αἰθερίας τε κα- πνὸν καὶ Πέργαμον ἱερὰν Ἰδαῖά τʼ Ἰδαῖα κισσοφόρα νάπη χιόνι κατάρυτα ποταμίᾳ τέρμονα πρωτόβολόν θʼ ἁλίῳ, τὰν καταλαμπομέναν ζαθέαν θεράπναν.
Χορός φροῦδαί σοι θυσίαι χορῶν τʼ εὔφημοι κέλαδοι κατʼ ὄρ- φναν τε παννυχίδες θεῶν, χρυσέων τε ξοάνων τύποι Φρυγῶν τε ζάθεοι σελᾶ- ναι συνδώδεκα πλήθει. μέλει μέλει μοι τάδʼ εἰ φρονεῖς, ἄναξ, οὐράνιον ἕδρανον ἐπιβεβὼς αἰθέρα τε πτόλεως ὀλομένας, ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά.
Χορός ὦ φίλος ὦ πόσι μοι, σὺ μὲν φθίμενος ἀλαίνεις ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος ἀίσσον πτεροῖσι πορεύσει ἱππόβοτον Ἄργος, ἵνα τείχεα λάινα Κυκλώπιʼ οὐράνια νέμονται. τέκνων δὲ πλῆθος ἐν πύλαις δάκρυσι κατᾴορα στένει· βοᾷ βοᾷ· Μᾶτερ, ὤμοι, μόναν δή μʼ Ἀχαιοὶ κομί- ζουσι σέθεν ἀπʼ ὀμμάτων κυανέαν ἐπὶ ναῦν εἰναλίαισι πλάταις ἢ Σαλαμῖνʼ ἱερὰν ἢ δίπορον κορυφὰν Ἴσθμιον, ἔνθα πύλας Πέλοπος ἔχουσιν ἕδραι.
Χορός εἴθʼ ἀκάτου Μενέλα μέσον πέλαγος ἰούσας, δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι Αἰγαίου κεραυνοφαὲς πῦρ, Ἰλιόθεν ὅτε με πολύδακρυν Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει, χρύσεα δʼ ἔνοπτρα, παρθένων χάριτας, ἔχουσα τυγχάνει Διὸς κόρα· μηδὲ γαῖάν ποτʼ ἔλθοι Λάκαιναν πατρῷ- όν τε θάλαμον ἑστίας, μηδὲ πόλιν Πιτάνας χαλκόπυλόν τε θεάν, δύσγαμον αἶσχος ἑλὼν Ἑλλάδι τᾷ μεγάλᾳ καὶ Σιμοεντιάσιν μέλεα πάθεα ῥοῇσιν.
Χορός ἰὼ ἰώ, καίνʼ ἐκ καινῶν μεταβάλλουσαι χθονὶ συντυχίαι. λεύσσετε Τρώων τόνδʼ Ἀστυάνακτʼ ἄλοχοι μέλεαι νεκρόν, ὃν πύργων δίσκημα πικρὸν Δαναοὶ κτείναντες ἔχουσιν. Ταλθύβιος Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος λάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκου μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας· αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος. οὗ θᾶσσον οὕνεκʼ, ἢ χάριν μονῆς ἔχων, φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶ δακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός, πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτορος τύμβον προσεννέπουσα. καί σφʼ ᾐτήσατο θάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέων ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος· φόβον τʼ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα τήνδʼ, ἣν πατὴρ τοῦδʼ ἀμφὶ πλεύρʼ ἐβάλλετο, μή νυν πορεῦσαι Πηλέως ἐφʼ ἑστίαν, μηδʼ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται μήτηρ νεκροῦ τοῦδʼ Ἀνδρομάχη, λύπας ὁρᾶν, ἀλλʼ ἀντὶ κέδρου περιβόλων τε λαΐνων ἐν τῇδε θάψαι παῖδα· σὰς δʼ ἐς ὠλένας δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν στεφάνοις θʼ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά· ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος ἀφείλετʼ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ. ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν, γῆν τῷδʼ ἐπαμπισχόντες ἀροῦμεν δόρυ· σὺ δʼ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα. ἑνὸς μὲν οὖν μόχθου σʼ ἀπαλλάξας ἔχω· Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς ἔλουσα νεκρὸν κἀπένιψα τραύματα. ἀλλʼ εἶμʼ ὀρυκτὸν τῷδʼ ἀναρρήξων τάφον, ὡς σύντομʼ ἡμῖν τἀπʼ ἐμοῦ τε κἀπὸ σοῦ ἐς ἓν ξυνελθόντʼ οἴκαδʼ ὁρμήσῃ πλάτην. Ἑκάβη θέσθʼ ἀμφίτορνον ἀσπίδʼ Ἕκτορος πέδῳ, λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί. ὦ μείζονʼ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν, τί τόνδʼ, Ἀχαιοί, παῖδα δείσαντες φόνον καινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲ πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτʼ ἄρα, ὅθʼ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ διωλλύμεσθα μυρίας τʼ ἄλλης χερός, πόλεως δʼ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων βρέφος τοσόνδʼ ἐδείσατʼ· οὐκ αἰνῶ φόβον, ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ. ὦ φίλταθʼ, ὥς σοι θάνατος ἦλθε δυστυχής. εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος, μακάριος ἦσθʼ ἄν, εἴ τι τῶνδε μακάριον· νῦν δʼ αὔτʼ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον, οὐκ οἶσθʼ, ἐχρήσω δʼ οὐδὲν ἐν δόμοις ἔχων. δύστηνε, κρατὸς ὥς σʼ ἔκειρεν ἀθλίως τείχη πατρῷα, Λοξίου πυργώματα, ὃν πόλλʼ ἐκήπευσʼ ἡ τεκοῦσα βόστρυχον φιλήμασίν τʼ ἔδωκεν, ἔνθεν ἐκγελᾷ ὀστέων ῥαγέντων φόνος, ἵνʼ αἰσχρὰ μὴ λέγω. ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς κέκτησθʼ, ἐν ἄρθροις δʼ ἔκλυτοι πρόκεισθέ μοι. ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα, ὄλωλας, ἐψεύσω μʼ, ὅτʼ ἐσπίπτων πέπλους, Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων πλόκαμον κεροῦμαι, πρὸς τάφον θʼ ὁμηλίκων κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα. σὺ δʼ οὐκ ἔμʼ, ἀλλʼ ἐγὼ σὲ τὸν νεώτερον, γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν. οἴμοι, τὰ πόλλʼ ἀσπάσμαθʼ αἵ τʼ ἐμαὶ τροφαὶ ὕπνοι τʼ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ; Τὸν παῖδα τόνδʼ ἔκτειναν Ἀργεῖοί ποτε δείσαντες; — αἰσχρὸν τοὐπίγραμμά γʼ Ἑλλάδι. ἀλλʼ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν. ὦ καλλίπηχυν Ἕκτορος βραχίονα σῴζουσʼ, ἄριστον φύλακʼ ἀπώλεσας σέθεν. ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος ἴτυός τʼ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς, ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι. φέρετε, κομίζετʼ ἀθλίῳ κόσμον νεκρῷ ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας δαίμων δίδωσιν· ὧν δʼ ἔχω, λήψῃ τάδε. θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι, ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτʼ ἄλλοσε πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε. Χορός καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ. Ἑκάβη ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε οὐδʼ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη, μήτηρ πατρός σοι προστίθησʼ ἀγάλματα τῶν σῶν ποτʼ ὄντων· νῦν δέ σʼ ἡ θεοστυγὴς ἀφείλεθʼ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν ἔκτεινε καὶ πάντʼ οἶκον ἐξαπώλεσεν.
Χορός ἒ ἔ, φρενῶν ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτʼ ἂν ἀνάκτωρ πόλεως. Ἑκάβη ἃ δʼ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην, Φρύγια πέπλων ἀγάλματʼ ἐξάπτω χροός. σύ τʼ, ὦ ποτʼ οὖσα καλλίνικε, μυρίων μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος, στεφανοῦ· θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ· ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦ κακοῦ τʼ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.
Χορός αἰαῖ αἰαῖ· πικρὸν ὄδυρμα γαῖά σʼ ὦ τέκνον δέξεται. στέναζε, μᾶτερ, Ἑκάβη αἰαῖ. Χορός νεκρῶν ἴακχον. Ἑκάβη οἴμοι μοι. Χορός οἴμοι δῆτα σῶν ἀλάστων κακῶν. Ἑκάβη τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σʼ ἰάσομαι, τλήμων ἰατρός, ὄνομʼ ἔχουσα, τἄργα δʼ οὔ· τὰ δʼ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν. Χορός ἄρασσʼ ἄρασσε κρᾶτα πιτύλους διδοῦσα χειρός, ἰώ μοί μοι. Ἑκάβη ὦ φίλταται γυναῖκες Χορός Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;
Ἑκάβη οὐκ ἦν ἄρʼ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι Τροία τε πόλεων ἔκκριτον μισουμένη, μάτην δʼ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός, ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂν μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν. χωρεῖτε, θάπτετʼ ἀθλίῳ τύμβῳ νεκρόν· ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη. δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ, εἰ πλουσίων τις τεύξεται κτερισμάτων· κενὸν δὲ γαύρωμʼ ἐστὶ τῶν ζώντων τόδε.
Χορός ἰὼ ἰώ· μελέα μήτηρ, ἣ τὰς μεγάλας ἐλπίδας ἐν σοὶ κατέκναψε βίου. μέγα δʼ ὀλβισθεὶς ὡς ἐκ πατέρων ἀγαθῶν ἐγένου, δεινῷ θανάτῳ διόλωλας. ἔα ἔα· τίνας Ἰλιάσιν ταῖσδʼ ἐν κορυφαῖς λεύσσω φλογέας δαλοῖσι χέρας διερέσσοντας; μέλλει Τροίᾳ καινόν τι κακὸν προσέσεσθαι. Ταλθύβιος αὐδῶ λοχαγοῖς, οἳ τέταχθʼ ἐμπιμπράναι Πριάμου τόδʼ ἄστυ, μηκέτʼ ἀργοῦσαν φλόγα ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι, ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν στελλώμεθʼ οἴκαδʼ ἄσμενοι Τροίας ἄπο. ὑμεῖς δʼ, ἵνʼ αὑτὸς λόγος ἔχῃ μορφὰς δύο, χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ, πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς. σύ τʼ, ὦ γεραιὰ δυστυχεστάτη γύναι, ἕπου. μεθήκουσίν σʼ Ὀδυσσέως πάρα οἵδʼ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας. Ἑκάβη οἲ ʼγὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν· ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί. ἀλλʼ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις, ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν. ὦ μεγάλα δή ποτʼ ἀμπνέουσʼ ἐν βαρβάροις Τροία, τὸ κλεινὸν ὄνομʼ ἀφαιρήσῃ τάχα. πιμπρᾶσί σʼ, ἡμᾶς δʼ ἐξάγουσʼ ἤδη χθονὸς δούλας· ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ; καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι. φέρʼ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ. Ταλθύβιος ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς. ἀλλʼ ἄγετε, μὴ φείδεσθʼ· Ὀδυσσέως δὲ χρὴ ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.
Ἑκάβη ὀττοτοτοτοτοῖ. Κρόνιε, πρύτανι Φρύγιε, γενέτα πάτερ, ἀνάξια τᾶς Δαρδάνου γονᾶς τάδʼ οἷα πάσχομεν δέδορκας; Χορός δέδορκεν, ἁ δὲ μεγαλόπολις ἄπολις ὄλωλεν οὐδʼ ἔτʼ ἔστι Τροία. Ἑκάβη ὀττοτοτοτοτοῖ. λέλαμπεν Ἴλιος, Περ- γάμων τε πυρὶ καταίθεται τέραμνα καὶ πόλις ἄκρα τε τειχέων. Χορός πτέρυγι δὲ καπνὸς ὥς τις οὐ- ρανίᾳ πεσοῦσα δορὶ καταφθίνει γᾶ. μαλερὰ μέλαθρα πυρὶ κατάδρομα δαΐῳ τε λόγχᾳ.
Ἑκάβη ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων. Χορός ἓ ἕ. Ἑκάβη ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν. Χορός ἰαλέμῳ τοὺς θανόντας ἀπύεις. Ἑκάβη γεραιά γʼ ἐς πέδον τιθεῖσα μέλεα καὶ χερσὶ γαῖαν κτυποῦσα δισσαῖς. Χορός διάδοχά σοι γόνυ τίθημι γαίᾳ τοὺς ἐμοὺς καλοῦσα νέρθεν ἀθλίους ἀκοίτας. Ἑκάβη ἀγόμεθα φερόμεθʼ Χορός ἄλγος ἄλγος βοᾷς. Ἑκάβη δούλειον ὑπὸ μέλαθρον. Χορός ἐκ πάτρας γʼ ἐμᾶς. Ἑκάβη ἰώ. Πρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενος ἄταφος ἄφιλος ἄτας ἐμᾶς ἄιστος εἶ. Χορός μέλας γὰρ ὄσσε κατεκάλυψε θάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.
Ἑκάβη ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα, Χορός ἓ ἕ. Ἑκάβη τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν. Χορός τάχʼ ἐς φίλαν γᾶν πεσεῖσθʼ ἀνώνυμοι. Ἑκάβη κόνις δʼ ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέρα ᾆστον οἴκων ἐμῶν με θήσει. Χορός ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλᾳ δʼ ἄλλο φροῦδον, οὐδʼ ἔτʼ ἔστιν ἁ τάλαινα Τροία. Ἑκάβη ἐμάθετʼ, ἐκλύετε; Χορός Περγάμων γε κτύπον. Ἑκάβη ἔνοσις ἅπασαν ἔνοσις Χορός ἐπικλύσει πόλιν. Ἑκάβη ἰώ· τρομερὰ μέλεα, φέρετʼ ἐμὸν ἴχνος· ἴτʼ ἐπί, τάλανα, δούλειον ἁμέραν βίου. Χορός ἰὼ τάλαινα πόλις· ὅμως δὲ πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.