Ἠλέκτρα Euripides Gilbert Murray Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project Trustees of Tufts University Medford, MA Perseus Project 1996 tlg0006.tlg012.perseus-grc2.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License Euripides Euripidis Fabulae Gilbert Murray Oxford Clarendon Press 1913 2 The Internet Archive

This pointer pattern extracts lines

Greek EpiDoc and CTS conversion moving Greg's work-in-progress on CTS-izing greco-roman collection texts to a Work directory tagging now should be compatible with CTS Standardized and in a few cases added in header info. adding rend=displayNum to lb tags small fixes more refinements making these files SDL compatible our existing files but with L tags converted to LB milestones moved more xml files around based on copyright status removed stray item tags Converted to XML added card 1s put spaces around em-dash entity so as not to confuse morphology stuff Updated texts to TEI P4 and Perseus P4 extensions; minor cleanup (esp. character encodings and typos.) Added separate funder entity to TEI header. use n attribute on sp to carry over speaker names when long speeches are interrupted by card breaks -- and move card break past close tag of sp convert to P3 Fixed cardbreaks at 464, 998; added line 463b. Added speaker tags where needed. Made Speakers lower case; tagged lacunae; cut L N="0006" L N="012" from line 328, '†L N="32" from 870; removed some caps; Basic SGML tagging

τὰ τοῦ δράματος πρόσωπα

Αὐτουργός Μυκηναῖος

Ἠλέκτρα

Ὀρέστης

Πυλάδης, κωφόν πρόσωπον

Χορός

Πρέσβυς

Ἄγγελος

Κλυταιμήστρα

Διόσκουροι

Αὐτουργός ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί, ὅθεν ποτʼ ἄρας ναυσὶ χιλίαις Ἄρη ἐς γῆν ἔπλευσε Τρῳάδʼ Ἀγαμέμνων ἄναξ. κτείνας δὲ τὸν κρατοῦντʼ ἐν Ἰλιάδι χθονὶ Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν, ἀφίκετʼ ἐς τόδʼ Ἄργος, ὑψηλῶν δʼ ἐπὶ ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων. κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασι θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί. χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός, ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων. οὓς δʼ ἐν δόμοισιν ἔλιφʼ ὅτʼ ἐς Τροίαν ἔπλει, ἄρσενά τʼ Ὀρέστην θῆλύ τʼ Ἠλέκτρας θάλος, τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς μέλλοντʼ Ὀρέστην χερὸς ὑπʼ Αἰγίσθου θανεῖν Στροφίῳ τʼ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν· ἣ δʼ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός, ταύτην ἐπειδὴ θαλερὸς εἶχʼ ἥβης χρόνος, μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός. δείσας δὲ μή τῳ παῖδʼ ἀριστέων τέκοι Ἀγαμέμνονος ποινάτορʼ, εἶχεν ἐν δόμοις Αἴγισθος οὐδʼ ἥρμοζε νυμφίῳ τινί. ἐπεὶ δὲ καὶ τοῦτʼ ἦν φόβου πολλοῦ πλέων, μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι, κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός. ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχʼ ὀλωλότα, παίδων δʼ ἔδεισε μὴ φθονηθείη φόνῳ. ἐκ τῶνδε δὴ τοιόνδʼ ἐμηχανήσατο Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφʼ ὃς ἂν κτάνῃ, ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο γεγῶσιν — οὐ δὴ τοῦτό γʼ ἐξελέγχομαι· λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ πένητες, ἔνθεν ηὑγένειʼ ἀπόλλυται — ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον. εἰ γάρ νιν ἔσχεν ἀξίωμʼ ἔχων ἀνήρ, εὕδοντʼ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος φόνον δίκη τʼ ἂν ἦλθεν Αἰγίσθῳ τότε. ἣν οὔποθʼ ἁνὴρ ὅδε — σύνοιδέ μοι Κύπρις — ᾔσχυνεν εὐνῇ· παρθένος δʼ ἔτʼ ἐστὶ δή. αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς. στένω δὲ τὸν λόγοισι κηδεύοντʼ ἐμοὶ ἄθλιον Ὀρέστην, εἴ ποτʼ εἰς Ἄργος μολὼν γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται. ὅστις δέ μʼ εἶναί φησι μῶρον, εἰ λαβὼν νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω, γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν. Ἠλέκτρα ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ, ἐν ᾗ τόδʼ ἄγγος τῷδʼ ἐφεδρεῦον κάρᾳ φέρουσα πηγὰς ποταμίας μετέρχομαι — οὐ δή τι χρείας ἐς τοσόνδʼ ἀφιγμένη, ἀλλʼ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς — γόους τʼ ἀφίημʼ αἰθέρʼ ἐς μέγαν πατρί. ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή, ἐξέβαλέ μʼ οἴκων, χάριτα τιθεμένη πόσει· τεκοῦσα δʼ ἄλλους παῖδας Αἰγίσθῳ πάρα πάρεργʼ Ὀρέστην κἀμὲ ποιεῖται δόμων — Αὐτουργός τί γὰρ τάδʼ, ὦ δύστηνʼ, ἐμὴν μοχθεῖς χάριν πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη, καὶ ταῦτʼ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι; Ἠλέκτρα ἐγώ σʼ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον· ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς. μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω. δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω μόχθου ʼπικουφίζουσαν, ὡς ῥᾷον φέρῃς, συνεκκομίζειν σοι πόνους. ἅλις δʼ ἔχεις τἄξωθεν ἔργα· τἀν δόμοις δʼ ἡμᾶς χρεὼν ἐξευτρεπίζειν. εἰσιόντι δʼ ἐργάτῃ θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς. Αὐτουργός εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω πηγαὶ μελάθρων τῶνδʼ. ἐγὼ δʼ ἅμʼ ἡμέρᾳ βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας. ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα βίον δύναιτʼ ἂν ξυλλέγειν ἄνευ πόνου. Ὀρέστης Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ πιστὸν νομίζω καὶ φίλον ξένον τʼ ἐμοί· μόνος δʼ Ὀρέστην τόνδʼ ἐθαύμαζες φίλων, πράσσονθʼ ἃ πράσσω δείνʼ ὑπʼ Αἰγίσθου παθών, ὅς μου κατέκτα πατέρα — χἡ πανώλεθρος μήτηρ. ἀφῖγμαι δʼ ἐκ θεοῦ μυστηρίων Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος, φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ. νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς δάκρυά τʼ ἔδωκα καὶ κόμης ἀπηρξάμην πυρᾷ τʼ ἐπέσφαξʼ αἷμα μηλείου φόνου, λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς. καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα, δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην πρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω ποδὶ ἄλλην ἐπʼ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν, ζητῶν τʼ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν· ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν λαβὼν τά γʼ εἴσω τειχέων σαφῶς μάθω. νῦν οὖν — ἕως γὰρ λευκὸν ὄμμʼ ἀναίρεται — ἔξω τρίβου τοῦδʼ ἴχνος ἀλλαξώμεθα. ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ φανήσεται νῷν, ἥντινʼ ἱστορήσομεν εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή. ἀλλʼ — εἰσορῶ γὰρ τήνδε προσπόλον τινά, πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ φέρουσαν — ἑζώμεσθα κἀκπυθώμεθα δούλης γυναικός, ἤν τι δεξώμεσθʼ ἔπος ἐφʼ οἷσι, Πυλάδη, τήνδʼ ἀφίγμεθα χθόνα.
Ἠλέκτρα σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ, ἔμβα, ἔμβα κατακλαίουσα· ἰώ μοί μοι. ἐγενόμαν Ἀγαμέμνονος καί μʼ ἔτεκεν Κλυταιμήστρα στυγνὰ Τυνδάρεω κόρα, κικλήσκουσι δέ μʼ ἀθλίαν Ἠλέκτραν πολιῆται. φεῦ φεῦ σχετλίων πόνων καὶ στυγερᾶς ζόας. ὦ πάτερ, σὺ δʼ ἐν Ἀΐδα κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς Αἰγίσθου τʼ, Ἀγάμεμνον.
Ἠλέκτρα ἴθι τὸν αὐτὸν ἔγειρε γόον, ἄναγε πολύδακρυν ἁδονάν.
Ἠλέκτρα σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ, ἔμβα, ἔμβα, κατακλαίουσα· ἰώ μοί μοι. τίνα πόλιν, τίνα δʼ οἶκον, ὦ τλᾶμον σύγγονʼ, ἀλατεύεις οἰκτρὰν ἐν θαλάμοις λιπὼν πατρῴοις ἐπὶ συμφοραῖς ἀλγίσταισιν ἀδελφάν; ἔλθοις τῶνδε πόνων ἐμοὶ τᾷ μελέᾳ λυτήρ, ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτων ἐχθίστων ἐπίκουρος, Ἄρ- γει κέλσας πόδʼ ἀλάταν.
Ἠλέκτρα θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ- λοῦσʼ, ἵνα πατρὶ γόους νυχίους ἐπορθροβοάσω, ἰαχάν, Ἀΐδα μέλος, Ἀΐδα, πάτερ, σοι κατὰ γᾶς ἐνέπω γόους οἷς ἀεὶ τὸ κατʼ ἦμαρ διέπομαι, κατὰ μὲν φίλαν ὄνυχι τεμνομένα δέραν χέρα τε κρᾶτʼ ἐπὶ κούριμον τιθεμένα θανάτῳ σῷ.
Ἠλέκτρα αἶ αἶ, δρύπτε κάρα· οἷα δέ τις κύκνος ἀχέτας ποταμίοις παρὰ χεύμασιν πατέρα φίλτατον καλεῖ, ὀλόμενον δολίοις βρόχων ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον, πάτερ, ἐγὼ κατακλαίομαι,
Ἠλέκτρα λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒ κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου. ἰώ μοι, ἰώ μοι πικρᾶς μὲν πελέκεως τομᾶς σᾶς, πάτερ, πικρᾶς δʼ ἐκ Τροΐας ὁδίου βουλᾶς· οὐ μίτραισι γυνή σε δέξατʼ οὐδʼ ἐπὶ στεφάνοις, ξίφεσι δʼ ἀμφιτόμοις λυγρὰν Αἰγίσθου λώβαν θεμένα δόλιον ἔσχεν ἀκοίταν.
Χορός Ἀγαμέμνονος ὦ κόρα, ἤλυθον, Ἠλέκτρα, ποτὶ σὰν ἀγρότειραν αὐλάν. ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ Μυκηναῖος ὀρειβάτας· ἀγγέλλει δʼ ὅτι νῦν τριταί- αν καρύσσουσιν θυσίαν Ἀργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ- ραν μέλλουσιν παρθενικαὶ στείχειν. Ἠλέκτρα οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι, θυμὸν οὐδʼ ἐπὶ χρυσέοις ὅρμοις ἐκπεπόταμαι τάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺς Ἀργείαις ἅμα νύμφαις εἱλικτὸν κρούσω πόδʼ ἐμόν. δάκρυσι νυχεύ- ω, δακρύων δέ μοι μέλει δειλαίᾳ τὸ κατʼ ἦμαρ. σκέψαι μου πιναρὰν κόμαν καὶ τρύχη τάδʼ ἐμῶν πέπλων, εἰ πρέποντʼ Ἀγαμέμνονος κούρᾳ ʼσται βασιλείᾳ τᾷ Τροίᾳ θʼ, ἃ ʼμοῦ πατέρος μέμναταί ποθʼ ἁλοῦσα.
Χορός μεγάλα θεός· ἀλλʼ ἴθι, καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ- πηνα φάρεα δῦναι, χρύσεά τε — χαρίσαι — προσθήματʼ ἀγλαΐας. δοκεῖς τοῖσι σοῖς δακρύοις μὴ τιμῶσα θεούς, κρατή- σειν ἐχθρῶν; οὔτοι στοναχαῖς, ἀλλʼ εὐχαῖσι θεοὺς σεβί- ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ. Ἠλέκτρα οὐδεὶς θεῶν ἐνοπᾶς κλύει τᾶς δυσδαίμονος, οὐ παλαι- ῶν πατρὸς σφαγιασμῶν. οἴμοι τοῦ καταφθιμένου τοῦ τε ζῶντος ἀλάτα, ὅς που γᾶν ἄλλαν κατέχει, μέλεος ἀλαί- νων ποτὶ θῆσσαν ἑστίαν, τοῦ κλεινοῦ πατρὸς ἐκφύς. αὐτὰ δʼ ἐν χερνῆσι δόμοις ναίω ψυχὰν τακομένα δωμάτων πατρίων φυγάς, οὐρείας ἀνʼ ἐρίπνας. μάτηρ δʼ ἐν λέκτροις φονίοις ἄλλῳ σύγγαμος οἰκεῖ.
Χορός πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς. Ἠλέκτρα οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων. ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίους εὐνὰς ἔχοντες ἐξανίστανται λόχου· φυγῇ σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼ φῶτας κακούργους ἐξαλύξωμεν ποδί. Ὀρέστης μένʼ, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα. Ἠλέκτρα ὦ Φοῖβʼ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν. Ὀρέστης ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν. Ἠλέκτρα ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών. Ὀρέστης οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον. Ἠλέκτρα καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς; Ὀρέστης μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς. Ἠλέκτρα ἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ. Ὀρέστης ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους. Ἠλέκτρα ὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος; Ὀρέστης ζῇ· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω. Ἠλέκτρα εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων. Ὀρέστης κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν. Ἠλέκτρα ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων; Ὀρέστης οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον. Ἠλέκτρα οὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου; Ὀρέστης ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ. Ἠλέκτρα λόγον δὲ δὴ τίνʼ ἦλθες ἐκ κείνου φέρων; Ὀρέστης εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις. Ἠλέκτρα οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας. Ὀρέστης λύπαις γε συντετηκός, ὥστε με στένειν. Ἠλέκτρα καὶ κρᾶτα πλόκαμόν τʼ ἐσκυθισμένον ξυρῷ. Ὀρέστης δάκνει σʼ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ. Ἠλέκτρα οἴμοι, τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον; Ὀρέστης φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς; Ἠλέκτρα ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος. Ὀρέστης ἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς; Ἠλέκτρα ἐγημάμεσθʼ, ὦ ξεῖνε, θανάσιμον γάμον. Ὀρέστης ᾤμωξʼ ἀδελφὸν σόν. Μυκηναίων τίνι; Ἠλέκτρα οὐχ ᾧ πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ. Ὀρέστης εἴφʼ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω. Ἠλέκτρα ἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις. Ὀρέστης σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων. Ἠλέκτρα πένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής. Ὀρέστης ἡ δʼ εὐσέβεια τίς πρόσεστι σῷ πόσει; Ἠλέκτρα οὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν. Ὀρέστης ἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν; Ἠλέκτρα γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου. Ὀρέστης καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών; Ἠλέκτρα οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε. Ὀρέστης ξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην. Ἠλέκτρα τοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ. Ὀρέστης φεῦ· γενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον. Ἠλέκτρα εἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους ὁ νῦν ἀπών. Ὀρέστης μήτηρ δέ σʼ ἡ τεκοῦσα ταῦτʼ ἠνέσχετο; Ἠλέκτρα γυναῖκες ἀνδρῶν, ὦ ξένʼ, οὐ παίδων φίλαι. Ὀρέστης τίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε; Ἠλέκτρα τεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῷδε δούς. Ὀρέστης ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας; Ἠλέκτρα τοιαῦτʼ ἐβούλευσʼ· ὧν ἐμοὶ δοίη δίκην. Ὀρέστης οἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις; Ἠλέκτρα οὐκ οἶδε· σιγῇ τοῦθʼ ὑφαιρούμεσθά νιν. Ὀρέστης αἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους; Ἠλέκτρα ὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς. Ὀρέστης τί δῆτʼ Ὀρέστης πρὸς τόδʼ, Ἄργος ἢν μόλῃ; Ἠλέκτρα ἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή; Ὀρέστης ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός; Ἠλέκτρα τολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ. Ὀρέστης ἦ καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν; Ἠλέκτρα ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο. Ὀρέστης λέγω τάδʼ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ; Ἠλέκτρα θάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς. Ὀρέστης φεῦ· εἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε. Ἠλέκτρα ἀλλʼ, ὦ ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν. Ὀρέστης νέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου. Ἠλέκτρα εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων. Ὀρέστης ἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου; Ἠλέκτρα πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων. Ὀρέστης ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ; Ἠλέκτρα ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων. Ὀρέστης οἴμοι, τόδʼ οἷον εἶπας· — αἴσθησις γὰρ οὖν κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς. λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρω λόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν. ἔνεστι δʼ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ, σοφοῖσι δʼ ἀνδρῶν· καὶ γὰρ οὐδʼ ἀζήμιον γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν. Χορός κἀγὼ τὸν αὐτὸν τῷδʼ ἔρον ψυχῆς ἔχω. πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν. Ἠλέκτρα λέγοιμʼ ἄν, εἰ χρή — χρὴ δὲ πρὸς φίλον λέγειν — τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός. ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε, ἄγγελλʼ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά, πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι, πίνῳ θʼ ὅσῳ βέβριθʼ, ὑπὸ στέγαισί τε οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων, αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους, ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι, αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη, ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη. ἀναίνομαι γυναῖκας οὖσα παρθένος, ἀναίνομαι δὲ Κάστορʼ, ᾧ πρὶν ἐς θεοὺς ἐλθεῖν ἔμʼ ἐμνήστευον, οὖσαν ἐγγενῆ. μήτηρ δʼ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν θρόνῳ κάθηται, πρὸς δʼ ἕδραισιν Ἀσίδες δμωαὶ στατίζουσʼ, ἃς ἔπερσʼ ἐμὸς πατήρ, Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι πόρπαισιν. αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγας μέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν, ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾷ πατρί, καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει μιαιφόνοισι χερσὶ γαυροῦται λαβών. Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος οὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνης ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων. μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ πέτροις τε λεύει μνῆμα λάινον πατρός, καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν· ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς παρὼν ἀμύνει; — ταῦτʼ ἀπὼν ὑβρίζεται. ἀλλʼ, ὦ ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε. πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ, αἱ χεῖρες ἡ γλῶσσʼ ἡ ταλαίπωρός τε φρήν, κάρα τʼ ἐμὸν ξυρῆκες, ὅ τʼ ἐκεῖνον τεκών. αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας, ὁ δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν, νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός. Χορός καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν, λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον. Αὐτουργός ἔα· τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους; τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλας προσῆλθον; ἦ ʼμοῦ δεόμενοι; γυναικί τοι αἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν. Ἠλέκτρα ὦ φίλτατʼ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί· τὸν ὄντα δʼ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι ἥκουσʼ Ὀρέστου πρός με κήρυκες λόγων. ἀλλʼ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις. Αὐτουργός τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος; Ἠλέκτρα ἔστιν λόγῳ γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί. Αὐτουργός ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν; Ἠλέκτρα ἐν ἐλπίσιν ταῦτʼ· ἀσθενὴς φεύγων ἀνήρ. Αὐτουργός ἦλθον δʼ Ὀρέστου τίνʼ ἀγορεύοντες λόγον; Ἠλέκτρα σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν. Αὐτουργός οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις. Ἠλέκτρα ἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές. Αὐτουργός οὐκοῦν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας; χωρεῖτʼ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων ξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος. αἴρεσθʼ, ὀπαδοί, τῶνδʼ ἔσω τεύχη δόμων. καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν, οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι. Ὀρέστης πρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμους τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων; Ἠλέκτρα οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας. Ὀρέστης φεῦ· οὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν· ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν. ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς τὸ μηδὲν ὄντα, χρηστά τʼ ἐκ κακῶν τέκνα, λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι, γνώμην τε μεγάλην ἐν πένητι σώματι. πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ; πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ. ἢ τοῖς ἔχουσι μηδέν; ἀλλʼ ἔχει νόσον πενία, διδάσκει δʼ ἄνδρα τῇ χρείᾳ κακόν. ἀλλʼ εἰς ὅπλʼ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων μάρτυς γένοιτʼ ἂν ὅστις ἐστὶν ἁγαθός; κράτιστον εἰκῇ ταῦτʼ ἐᾶν ἀφειμένα. οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγας οὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος, ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη. οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτων πλήρεις πλανᾶσθε, τῇ δʼ ὁμιλίᾳ βροτοὺς κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς; οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ καὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν ἀγάλματʼ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει· ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ. ἀλλʼ — ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼν Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν — δεξώμεθʼ οἴκων καταλύσεις. χωρεῖν χρεών, δμῶες, δόμων τῶνδʼ ἐντός. ὡς ἐμοὶ πένης εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος. αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων, ἐβουλόμην δʼ ἄν, εἰ κασίγνητός με σὸς ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους. ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ. Χορός νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν μόλις προβαίνουσʼ ἡ τύχη σταίη καλῶς. Ἠλέκτρα ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν τί τούσδʼ ἐδέξω μείζονας σαυτοῦ ξένους; Αὐτουργός τί δʼ; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς, οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσʼ ὁμῶς; Ἠλέκτρα ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν, ἔλθʼ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός, ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος· κέλευε δʼ αὐτὸν τῶνδʼ ἐμοὐσαφιγμένων ἐλθεῖν, ξένων τʼ ἐς δαῖτα πορσῦναί τινα. ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς, ζῶντʼ εἰσακούσας παῖδʼ ὃν ἐκσῴζει ποτέ. οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα λάβοιμεν ἄν τι· πικρὰ δʼ ἀγγείλαιμεν ἄν, εἰ ζῶντʼ Ὀρέστην ἡ τάλαινʼ αἴσθοιτʼ ἔτι. Αὐτουργός ἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγους γέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχος καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ χρῄζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα. ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι, ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς. ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμης πέσω, σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος, ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸν δαπάναισι σῷσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶς ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.
Χορός κλειναὶ νᾶες, αἵ ποτʼ ἔβατε Τροίαν τοῖς ἀμετρήτοις ἐρετμοῖς πέμπουσαι χοροὺς μετὰ Νηρῄδων, ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ- φὶς πρῴραις κυανεμβόλοι- σιν εἱλισσόμενος, πορεύων τὸν τᾶς Θέτιδος κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ σὺν Ἀγαμέμνονι Τρωίας ἐπὶ Σιμουντίδας ἀκτάς.
Χορός Νηρῇδες δʼ Εὐβοῖδας ἄκρας λιποῦσαι μόχθους ἀσπιστὰς ἀκμόνων Ἡφαίστου χρυσέων ἔφερον τευχέων, ἀνά τε Πήλιον ἀνά τε πρυ- μνὰς Ὄσσας ἱερᾶς νάπας Νυμφαίας σκοπιὰς κόρας μάτευσʼ, ἔνθα πατὴρ ἱππότας τρέφεν Ἑλλάδι φῶς Θέτιδος εἰνάλιον γόνον ταχύπορον πόδʼ Ἀτρείδαις.
Χορός Ἰλιόθεν δʼ ἔκλυόν τινος ἐν λιμέσιν Ναυπλίοισι βεβῶτος τᾶς σᾶς, ὦ Θέτιδος παῖ, κλεινᾶς ἀσπίδος ἐν κύκλῳ τοιάδε σήματα, δείματα Φρύγια, τετύχθαι· περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ Περσέα λαιμοτόμαν ὑπὲρ ἁλὸς ποτανοῖσι πεδί- λοισι φυὰν Γοργόνος ἴ- σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ- μᾷ, τῷ Μαί- ας ἀγροτῆρι κούρῳ·
Χορός ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων κύκλος ἀελίοιο ἵπποις ἂμ πτεροέσσαις ἄστρων τʼ αἰθέριοι χοροί, Πλειάδες, Ὑάδες, Ἕκτορος ὄμμασι τροπαῖοι· ἐπὶ δὲ χρυσοτύπῳ κράνει Σφίγγες ὄνυξιν ἀοίδιμον ἄγραν φέρουσαι· περιπλεύ- ρῳ δὲ κύτει πύρπνοος ἔ- σπευδε δρόμῳ λέαινα χαλ- αῖς Πειρη- ναῖον ὁρῶσα πῶλον.
Χορός ἄορι δʼ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ- λον, κελαινὰ δʼ ἀμφὶ νῶθʼ ἵετο κόνις. τοιῶνδʼ ἄνακτα δοριπόνων ἔκανεν ἀνδρῶν, Τυνδαρίς, σὰ λέχεα, κακόφρων κούρα. τοιγάρ σέ ποτʼ οὐρανίδαι πέμψουσιν θανάτοις· ἦ σὰν ἔτʼ ἔτι φόνιον ὑπὸ δέραν ὄψομαι αἷμα χυθὲν σιδάρῳ.
Πρέσβυς ποῦ ποῦ νεᾶνις πότνιʼ ἐμὴ δέσποινά τε, Ἀγαμέμνονος παῖς, ὅν ποτʼ ἐξέθρεψʼ ἐγώ; ὡς πρόσβασιν τῶνδʼ ὀρθίαν οἴκων ἔχει ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί. ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ. ὦ θύγατερ — ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ — ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων ποίμνης νεογνὸν θρέμμʼ ὑποσπάσας τόδε στεφάνους τε τευχέων τʼ ἐξελὼν τυρεύματα, παλαιόν τε θησαύρισμα Διονύσου τόδε ὀσμῇ κατῆρες, μικρόν, ἀλλʼ ἐπεσβαλεῖν ἡδὺ σκύφον τοῦδʼ ἀσθενεστέρῳ ποτῷ. ἴτω φέρων τις τοῖς ξένοις τάδʼ ἐς δόμους· ἐγὼ δὲ τρύχει τῷδʼ ἐμῶν πέπλων κόρας δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω. Ἠλέκτρα τί δʼ, ὦ γεραιέ, διάβροχον τόδʼ ὄμμʼ ἔχεις; μῶν τἀμὰ διὰ χρόνου σʼ ἀνέμνησεν κακά; ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις καὶ πατέρα τὸν ἐμόν, ὅν ποτʼ ἐν χεροῖν ἔχων ἀνόνητʼ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις; Πρέσβυς ἀνόνηθʼ· ὅμως δʼ οὖν τοῦτό γʼ οὐκ ἠνεσχόμην. ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργʼ ὁδοῦ καὶ προσπεσὼν ἔκλαυσʼ ἐρημίας τυχών, σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις, ἔσπεισα, τύμβῳ δʼ ἀμφέθηκα μυρσίνας. πυρᾶς δʼ ἐπʼ αὐτῆς οἶν μελάγχιμον πόκῳ σφάγιον ἐσεῖδον αἷμά τʼ οὐ πάλαι χυθὲν ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους. κἀθαύμασʼ, ὦ παῖ, τίς ποτʼ ἀνθρώπων ἔτλη πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις. ἀλλʼ ἦλθʼ ἴσως που σὸς κασίγνητος λάθρᾳ, μολὼν δʼ ἐθαύμασʼ ἄθλιον τύμβον πατρός. σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ, εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός· φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός, τὰ πόλλʼ ὅμοια σώματος πεφυκέναι. Ἠλέκτρα οὐκ ἄξιʼ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις, εἰ κρυπτὸν ἐς γῆν τήνδʼ ἂν Αἰγίσθου φόβῳ δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν. ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος, ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς, ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλʼ ἀμήχανον. πολλοῖς δʼ ἂν εὕροις βοστρύχους ὁμοπτέρους καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον. Πρέσβυς σὺ δʼ εἰς ἴχνος βᾶσʼ ἀρβύλης σκέψαι βάσιν εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον. Ἠλέκτρα πῶς δʼ ἂν γένοιτʼ ἂν ἐν κραταιλέῳ πέδῳ γαίας ποδῶν ἔκμακτρον; εἰ δʼ ἔστιν τόδε, δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτʼ ἴσος ἀνδρός τε καὶ γυναικός, ἀλλʼ ἅρσην κρατεῖ. Πρέσβυς οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών, κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς, ἐν ᾧ ποτʼ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν; Ἠλέκτρα οὐκ οἶσθʼ, Ὀρέστης ἡνίκʼ ἐκπίπτει χθονός, νέαν μʼ ἔτʼ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους, πῶς ἂν τότʼ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη, εἰ μὴ ξυναύξοινθʼ οἱ πέπλοι τῷ σώματι; ἀλλʼ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος ἐκείρατʼ, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς — Πρέσβυς οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι. Ἠλέκτρα οἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί. Πρέσβυς ἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε· πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί. ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω. Ὀρέστης χαῖρʼ, ὦ γεραιέ. — τοῦ ποτʼ, Ἠλέκτρα, τόδε παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ; Ἠλέκτρα οὗτος τὸν ἁμὸν πατέρʼ ἔθρεψεν, ὦ ξένε. Ὀρέστης τί φῄς; ὅδʼ ὃς σὸν ἐξέκλεψε σύγγονον; Ἠλέκτρα ὅδʼ ἔσθʼ ὁ σώσας κεῖνον, εἴπερ ἔστʼ ἔτι. Ὀρέστης ἔα· τί μʼ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν λαμπρὸν χαρακτῆρʼ; ἢ προσεικάζει μέ τῳ; Ἠλέκτρα ἴσως Ὀρέστου σʼ ἥλιχʼ ἥδεται βλέπων. Ὀρέστης φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα; Ἠλέκτρα καὐτὴ τόδʼ εἰσορῶσα θαυμάζω, ξένε. Πρέσβυς ὦ πότνιʼ, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς. Ἠλέκτρα τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι; Πρέσβυς λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός. Ἠλέκτρα ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον; Πρέσβυς βλέψον νυν ἐς τόνδʼ, ὦ τέκνον, τὸν φίλτατον. Ἠλέκτρα πάλαι δέδορκα, μὴ σύ γʼ οὐκέτʼ εὖ φρονῇς. Πρέσβυς οὐκ εὖ φρονῶ ʼγὼ σὸν κασίγνητον βλέπων; Ἠλέκτρα πῶς εἶπας, ὦ γεραίʼ, ἀνέλπιστον λόγον; Πρέσβυς ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος. Ἠλέκτρα ποῖον χαρακτῆρʼ εἰσιδών, ᾧ πείσομαι; Πρέσβυς οὐλὴν παρʼ ὀφρύν, ἥν ποτʼ ἐν πατρὸς δόμοις νεβρὸν διώκων σοῦ μέθʼ ᾑμάχθη πεσών. Ἠλέκτρα πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον. Πρέσβυς ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις; Ἠλέκτρα ἀλλʼ οὐκέτʼ, ὦ γεραιέ· συμβόλοισι γὰρ τοῖς σοῖς πέπεισμαι θυμόν. — ὦ χρόνῳ φανείς, ἔχω σʼ ἀέλπτως — Ὀρέστης κἀξ ἐμοῦ γʼ ἔχῃ χρόνῳ. Ἠλέκτρα οὐδέποτε δόξασα. Ὀρέστης οὐδʼ ἐγὼ γὰρ ἤλπισα. Ἠλέκτρα ἐκεῖνος εἶ σύ; Ὀρέστης σύμμαχός γέ σοι μόνος. ἢν δʼ ἀνσπάσωμαί γʼ ὃν μετέρχομαι βόλον — πέποιθα δʼ· ἢ χρὴ μηκέθʼ ἡγεῖσθαι θεούς, εἰ τἄδικʼ ἔσται τῆς δίκης ὑπέρτερα.
Χορός ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα, κατέλαμψας, ἔδειξας ἐμφανῆ πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ πατρίων ἀπὸ δωμάτων τάλας ἀλαίνων ἔβα. θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει νίκαν, ὦ φίλα. ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς ἐς θεούς, τύχᾳ σοι τύχᾳ κασίγνητον ἐμβατεῦσαι πόλιν. Ὀρέστης εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν. σὺ δʼ, ὦ γεραιέ — καίριος γὰρ ἤλυθες — λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός; μητέρα τε κοινωνὸν ἀνοσίων γάμων; ἔστιν τί μοι κατʼ Ἄργος εὐμενὲς φίλων; ἢ πάντʼ ἀνεσκευάσμεθʼ, ὥσπερ αἱ τύχαι; τῷ ξυγγένωμαι; νύχιος ἢ καθʼ ἡμέραν; ποίαν ὁδὸν τραπώμεθʼ εἰς ἐχθροὺς ἐμούς; Πρέσβυς ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος. εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε, κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ. σὺ δʼ — ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις οὐδʼ ἐλλέλοιπας ἐλπίδʼ — ἴσθι μου κλύων, ἐν χειρὶ τῇ σῇ πάντʼ ἔχεις καὶ τῇ τύχῃ, πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν. Ὀρέστης τί δῆτα δρῶντες τοῦδʼ ἂν ἐξικοίμεθα; Πρέσβυς κτανὼν Θυέστου παῖδα σήν τε μητέρα. Ὀρέστης ἥκω ʼπὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω; Πρέσβυς τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδʼ ἂν εἰ θέλοις. Ὀρέστης φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων; Πρέσβυς ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς. Ὀρέστης εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον. Πρέσβυς κἀμοῦ γʼ ἄκουσον· ἄρτι γάρ μʼ ἐσῆλθέ τι. Ὀρέστης ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δʼ ἐγώ. Πρέσβυς Αἴγισθον εἶδον, ἡνίχʼ εἷρπον ἐνθάδε. Ὀρέστης προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις; Πρέσβυς ἀγρῶν πέλας τῶνδʼ ἱπποφορβίων ἔπι. Ὀρέστης τί δρῶνθʼ; ὁρῶ γὰρ ἐλπίδʼ ἐξ ἀμηχάνων. Πρέσβυς Νύμφαις ἐπόρσυνʼ ἔροτιν, ὡς ἔδοξέ μοι. Ὀρέστης τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου; Πρέσβυς οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο. Ὀρέστης πόσων μετʼ ἀνδρῶν; ἢ μόνος δμώων μέτα; Πρέσβυς οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ. Ὀρέστης οὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον; Πρέσβυς δμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε. Ὀρέστης ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς; Πρέσβυς δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον. Ὀρέστης πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ; Πρέσβυς στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται. Ὀρέστης ὁδὸν παρʼ αὐτήν, ὡς ἔοικʼ, ἀγροὺς ἔχει; Πρέσβυς ὅθεν γʼ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ. Ὀρέστης πικρόν γε συνθοινάτορʼ, ἢν θεὸς θέλῃ. Πρέσβυς τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει. Ὀρέστης καλῶς ἔλεξας. — ἡ τεκοῦσα δʼ ἐστὶ ποῦ; Πρέσβυς Ἄργει· παρέσται δʼ οὖν πόσει θοίνην ἔπι. Ὀρέστης τί δʼ οὐχ ἅμʼ ἐξωρμᾶτʼ ἐμὴ μήτηρ πόσει; Πρέσβυς ψόγον τρέμουσα δημοτῶν ἐλείπετο. Ὀρέστης ξυνῆχʼ· ὕποπτος οὖσα γιγνώσκει πόλει. Πρέσβυς τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή. Ὀρέστης πῶς οὖν ἐκείνην τόνδε τʼ ἐν ταὐτῷ κτενῶ; Ἠλέκτρα ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι. Ὀρέστης καὶ μὴν ἐκεῖνά γʼ ἡ τύχη θήσει καλῶς. Ἠλέκτρα ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε. Πρέσβυς ἔσται τάδʼ· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον; Ἠλέκτρα λέγʼ, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών· λεχώ μʼ ἀπάγγελλʼ οὖσαν ἄρσενος τόκῳ. Πρέσβυς πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή; Ἠλέκτρα δέχʼ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ. Πρέσβυς καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον; Ἠλέκτρα ἥξει κλύουσα λόχιά μου νοσήματα. Πρέσβυς πόθεν; τί δʼ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον; Ἠλέκτρα ναί· καὶ δακρύσει γʼ ἀξίωμʼ ἐμῶν τόκων. Πρέσβυς ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε. Ἠλέκτρα ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται. Πρέσβυς καὶ μὴν ἐπʼ αὐτάς γʼ εἶσι σῶν δόμων πύλας. Ἠλέκτρα οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε; Πρέσβυς εἰ γὰρ θάνοιμι τοῦτʼ ἰδὼν ἐγώ ποτε. Ἠλέκτρα πρώτιστα μέν νυν τῷδʼ ὑφήγησαι, γέρον — Πρέσβυς Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς; Ἠλέκτρα ἔπειτʼ ἀπαντῶν μητρὶ τἀπʼ ἐμοῦ φράσον. Πρέσβυς ὥστʼ αὐτά γʼ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν. Ἠλέκτρα σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου. Ὀρέστης στείχοιμʼ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθʼ ὁδοῦ. Πρέσβυς καὶ μὴν ἐγὼ πέμποιμʼ ἂν οὐκ ἀκουσίως. Ὀρέστης ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖʼ ἐχθρῶν γενοῦ — Ἠλέκτρα οἴκτιρέ θʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν — Πρέσβυς οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους. Ἠλέκτρα Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς — Ὀρέστης νίκην δὸς ἡμῖν, εἰ δίκαιʼ αἰτούμεθα. Πρέσβυς δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην. Ὀρέστης σύ τʼ, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ — Ἠλέκτρα καὶ Γαῖʼ ἄνασσα, χεῖρας ᾗ δίδωμʼ ἐμὰς — Πρέσβυς ἄμυνʼ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις. Ὀρέστης νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών. Ἠλέκτρα οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ — Πρέσβυς χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας. Ἠλέκτρα ἤκουσας, ὦ δείνʼ ἐξ ἐμῆς μητρὸς παθών; Πρέσβυς πάντʼ, οἶδʼ, ἀκούει τάδε πατήρ· στείχειν δʼ ἀκμή. Ἠλέκτρα καί σοι προφωνῶ πρὸς τάδʼ Αἴγισθον θανεῖν· ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ, τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε· παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει. δόμων ἔσω βᾶσʼ εὐτρεπὲς ποήσομαι. ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν, ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου τἀναντίʼ ἔσται τῶνδε· ταῦτά σοι λέγω. Ὀρέστης πάντʼ οἶδα. Ἠλέκτρα πρὸς τάδʼ ἄνδρα γίγνεσθαί σε χρή. ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δʼ ἐγὼ πρόχειρον ἔγχος χειρὶ βαστάζουσʼ ἐμῇ. οὐ γάρ ποτʼ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη δίκην ὑφέξω, σῶμʼ ἐμὸν καθυβρίσαι.
Χορός ἀταλᾶς ὑπὸ ματρὸς ἄρνʼ Ἀργείων ὀρέων ποτὲ κληδὼν ἐν πολιαῖσι μένει φήμαις εὐαρμόστοις ἐν καλάμοις Πᾶνα μοῦσαν ἡδύθροον πνέοντʼ, ἀγρῶν ταμίαν, χρυσέαν καλλιπλόκαμον πορεῦσαι. πετρίνοις δʼ ἐπι- στὰς κᾶρυξ ἰάχει βάθροις· Ἀγορὰν ἀγοράν, Μυκη- ναῖοι, στείχετε μακαρίων ὀψόμενοι τυράννων φάσματα δείματα χοροὶ δʼ Ἀτρει- δᾶν ἐγέραιρον οἴκους·
Χορός θυμέλαι δʼ ἐπίτναντο χρυ- σήλατοι, σελαγεῖτο δʼ ἀνʼ ἄστυ πῦρ ἐπιβώμιον Ἀργείων· λωτὸς δὲ φθόγγον κελάδει κάλλιστον, Μουσᾶν θεράπων· μολπαὶ δʼ ηὔξοντʼ ἐραταί, χρυσέας ἀρνὸς ἐπίλογοι, Θυέστου· κρυφίαις γὰρ εὐ- ναῖς πείσας ἄλοχον φίλαν Ἀτρέως, τέρας ἐκκομί- ζει πρὸς δώματα· νεόμενος δʼ εἰς ἀγόρους ἀυτεῖ τὰν κερόεσσαν ἔχειν χρυσεόμαλ- λον κατὰ δῶμα ποίμναν.
Χορός τότε δὴ τότε φαεν- νὰς ἄστρων μετέβασʼ ὁδοὺς Ζεὺς καὶ φέγγος ἀελίου λευκόν τε πρόσωπον ἀ- οῦς, τὰ δʼ ἕσπερα νῶτʼ ἐλαύ- νει θερμᾷ φλογὶ θεοπύρῳ, νεφέλαι δʼ ἔνυδροι πρὸς ἄρ- κτον, ξηραί τʼ Ἀμμωνίδες ἕ- δραι φθίνουσʼ ἀπειρόδροσοι, καλλίστων ὄμβρων Διόθεν στερεῖσαι.
Χορός λέγεται, τὰν δὲ πί- στιν σμικρὰν παρʼ ἔμοιγʼ ἔχει, στρέψαι θερμὰν ἀέλιον χρυσωπὸν ἕδραν ἀλλά- ξαντα δυστυχίᾳ βροτεί- ῳ θνατᾶς ἕνεκεν δίκας. φοβεροὶ δὲ βροτοῖσι μῦ- θοι κέρδος πρὸς θεῶν θεραπεί- αν. ὧν οὐ μνασθεῖσα πόσιν κτείνεις, κλεινῶν συγγενέτειρʼ ἀδελφῶν.
Χορός ἔα ἔα· φίλαι, βοῆς ἠκούσατʼ — ἢ δοκὼ κενὴ ὑπῆλθέ μʼ; — ὥστε νερτέρα βροντὴ Διός; ἰδού, τάδʼ οὐκ ἄσημα πνεύματʼ αἴρεται· δέσποινʼ, ἄμειψον δώματʼ, Ἠλέκτρα, τάδε. Ἠλέκτρα φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν; Χορός οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω. Ἠλέκτρα ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλʼ ὅμως. Χορός μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν. Ἠλέκτρα Ἀργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν; Χορός οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς. Ἠλέκτρα σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν; Χορός ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν. Ἠλέκτρα οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι; Χορός ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν. Ἄγγελος ὦ καλλίνικοι παρθένοι Μυκηνίδες, νικῶντʼ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις, Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών. Ἠλέκτρα τίς δʼ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε; Ἄγγελος οὐκ οἶσθʼ ἀδελφοῦ μʼ εἰσορῶσα πρόσπολον; Ἠλέκτρα ὦ φίλτατʼ, ἔκ τοι δείματος δυσγνωσίαν εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή. τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς; Ἄγγελος τέθνηκε· δίς σοι ταὔθʼ, ἃ γοῦν βούλῃ, λέγω. Ἠλέκτρα ὦ θεοί, Δίκη τε πάνθʼ ὁρῶσʼ, ἦλθές ποτε. ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν. Ἄγγελος ἐπεὶ μελάθρων τῶνδʼ ἀπήραμεν πόδα, ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν ἔνθʼ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ. κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς, δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους· ἰδών τʼ ἀυτεῖ· Χαίρετʼ, ὦ ξένοι· τίνες πόθεν πορεύεσθʼ; ἔστε τʼ ἐκ ποίας χθονός; ὁ δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸν θύσοντες ἐρχόμεσθʼ Ὀλυμπίῳ Διί. κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε· νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ἐμοὶ θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν νύμφαις· ἑῷοι δʼ ἐξαναστάντες λέχους ἐς ταὐτὸν ἥξετʼ. ἀλλʼ ἴωμεν ἐς δόμους — καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ χερὸς λαβὼν παρῆγεν ἡμᾶς — οὐδʼ ἀπαρνεῖσθαι χρεών· ἐπεὶ δʼ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε· λούτρʼ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω, ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας. ἀλλʼ εἶπʼ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο. εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών, Αἴγισθʼ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθʼ, ἄναξ. τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον· λόγχας δὲ θέντες δεσπότου φρουρήματα δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας· οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δʼ ᾖρον κανᾶ, ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάρας λέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη. λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν ἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη· νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν καὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴν πράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς — λέγων Ὀρέστην καὶ σέ. δεσπότης δʼ ἐμὸς τἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους, λαβεῖν πατρῷα δώματʼ. ἐκ κανοῦ δʼ ἑλὼν Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα τεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ, κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖν δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε· Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς εἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς ἵππους τʼ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε, δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν. ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν, ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα, Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην, δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα, λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα· θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς δισσοὺς διαύλους ἱππίους διήνυσε, κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼν Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς. χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ· τί χρῆμʼ ἀθυμεῖς; — ὦ ξένʼ, ὀρρωδῶ τινα δόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶν Ἀγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις· ὃ δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον, πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια θοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆς οἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν; λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼν ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω ὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθεν ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμʼ ἄνω κάτω ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ. δμῶες δʼ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ, πολλοὶ μάχεσθαι πρὸς δύʼ· ἀνδρείας δʼ ὕπο ἔστησαν ἀντίπρῳρα σείοντες βέλη Πυλάδης Ὀρέστης τʼ. εἶπε δʼ· οὐχὶ δυσμενὴς ἥκω πόλει τῇδʼ οὐδʼ ἐμοῖς ὀπάοσιν, φονέα δὲ πατρὸς ἀντετιμωρησάμην τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε, πατρὸς παλαιοὶ δμῶες. οἳ δʼ, ἐπεὶ λόγων ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δʼ ὑπὸ γέροντος ἐν δόμοισιν ἀρχαίου τινός. στέφουσι δʼ εὐθὺς σοῦ κασιγνήτου κάρα χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ κάρα ʼπιδείξων οὐχὶ Γοργόνος φέρων, ἀλλʼ ὃν στυγεῖς Αἴγισθον· αἷμα δʼ αἵματος πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν.
Χορός θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, ὡς νεβρὸς οὐράνιον πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ. νικᾷ στεφαναφορίαν κρείσσω τοῖς παρʼ Ἀλφειοῦ ῥεέθροισι τελέσσας κασίγνητος σέθεν· ἀλλʼ ἐπάειδε καλλίνικον ᾠδὰν ἐμῷ χορῷ. Ἠλέκτρα ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας, ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος, νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τʼ ἐλεύθεροι, ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς. φέρʼ, οἷα δὴ χω καὶ δόμοι κεύθουσί μου κόμης ἀγάλματʼ ἐξενέγκωμαι, φίλαι, στέψω τʼ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.
Χορός σὺ μέν νυν ἀγάλματʼ ἄειρε κρατί· τὸ δʼ ἁμέτερον χωρήσεται Μούσαισι χόρευμα φίλον. νῦν οἱ πάρος ἁμέτεροι γαίας τυραννεύσουσι φίλοι βασιλῆες, δικαίως τοὺς ἀδίκους καθελόντες. ἀλλʼ ἴτω ξύναυλος βοὰ χαρᾷ.
Ἠλέκτρα ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου γεγώς, Ὀρέστα, τῆς ὑπʼ Ἰλίῳ μάχης, δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα. ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν ἀγῶνʼ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε. σύ τʼ, ὦ παρασπίστʼ, ἀνδρὸς εὐσεβεστάτου παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδʼ ἴσον μέρος ἀγῶνος· αἰεὶ δʼ εὐτυχεῖς φαίνοισθέ μοι. Ὀρέστης θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης ἀρχηγέτας τῆσδʼ, εἶτα κἄμʼ ἐπαίνεσον τὸν τῶν θεῶν τε τῆς τύχης θʼ ὑπηρέτην. ἥκω γὰρ οὐ λόγοισιν ἀλλʼ ἔργοις κτανὼν Αἴγισθον· ὡς δὲ τῷ σάφʼ εἰδέναι τάδε προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω, ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες, ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις, πήξασʼ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν δοῦλος, πάροιθε δεσπότης κεκλημένος. Ἠλέκτρα αἰσχύνομαι μέν, βούλομαι δʼ εἰπεῖν ὅμως. Ὀρέστης τί χρῆμα; λέξον· ὡς φόβου γʼ ἔξωθεν εἶ. Ἠλέκτρα νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ. Ὀρέστης οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε. Ἠλέκτρα δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις. Ὀρέστης λέγʼ, εἴ τι χρῄζεις, σύγγονʼ· ἀσπόνδοισι γὰρ νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν. Ἠλέκτρα εἶἑν· τίνʼ ἀρχὴν πρῶτά σʼ ἐξείπω κακῶν, ποίας τελευτάς; τίνα μέσον τάξω λόγον; καὶ μὴν διʼ ὄρθρων γʼ οὔποτʼ ἐξελίμπανον θρυλοῦσʼ ἅ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν, εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι ἐκεῖνʼ ἅ σε ζῶντʼ ἤθελον λέξαι κακά. ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς καὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος, κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανες στρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας. ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισας ὡς ἐς σὲ ἐμὴν δὴ μητέρʼ οὐχ ἕξοις κακὴν γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη. ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά του κρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῇ λαβεῖν, δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν. ἄλγιστα δʼ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς· ᾔδησθα γὰρ δῆτʼ ἀνόσιον γήμας γάμον, μήτηρ δὲ σʼ ἄνδρα δυσσεβῆ κεκτημένη. ἄμφω πονηρὼ δʼ ὄντʼ ἀνῃρεῖσθον τύχην κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν. πᾶσιν δʼ ἐν Ἀργείοισιν ἤκουες τάδε· Ὁ τῆς γυναικός — οὐχὶ τἀνδρὸς ἡ γυνή. καίτοι τόδʼ αἰσχρόν, προστατεῖν γε δωμάτων γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει. ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος. ὃ δʼ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα, ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων· τὰ δʼ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον. ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα. ἣ μὲν γὰρ αἰεὶ παραμένουσʼ αἴρει κακά· ὁ δʼ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν ἐξέπτατʼ οἴκων, σμικρὸν ἀνθήσας χρόνον. ἃ δʼ ἐς γυναῖκας — παρθένῳ γὰρ οὐ καλὸν λέγειν — σιωπῶ, γνωρίμως δʼ αἰνίξομαι. ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους κάλλει τʼ ἀραρώς. ἀλλʼ ἔμοιγʼ εἴη πόσις μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου. τὰ γὰρ τέκνʼ αὐτῶν Ἄρεος ἐκκρεμάννυται, τὰ δʼ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον. ἔρρʼ, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ δίκην δέδωκας. — ὧδέ τις κακοῦργος ὢν μή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμῃ καλῶς, νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου. Χορός ἔπραξε δεινά, δεινὰ δʼ ἀντέδωκε σοὶ καὶ τῷδʼ· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος. Ἠλέκτρα εἶἑν· κομίζειν τοῦδε σῶμʼ ἔσω χρεὼν σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν. Ὀρέστης ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον. Ἠλέκτρα τί δʼ; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ; Ὀρέστης οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μʼ ἐγείνατο. Ἠλέκτρα καλῶς ἄρʼ ἄρκυν ἐς μέσην πορεύεται — καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται. Ὀρέστης τί δῆτα δρῶμεν; μητέρʼ ἦ φονεύσομεν; Ἠλέκτρα μῶν σʼ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας; Ὀρέστης φεῦ· πῶς γὰρ κτάνω νιν, ἥ μʼ ἔθρεψε κἄτεκεν; Ἠλέκτρα ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν. Ὀρέστης ὦ Φοῖβε, πολλήν γʼ ἀμαθίαν ἐθέσπισας — Ἠλέκτρα ὅπου δʼ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί; Ὀρέστης ὅστις μʼ ἔχρησας μητέρʼ, ἣν οὐ χρῆν, κτανεῖν. Ἠλέκτρα βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν; Ὀρέστης μητροκτόνος νῦν φεύξομαι, τόθʼ ἁγνὸς ὤν. Ἠλέκτρα καὶ μή γʼ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ. Ὀρέστης ἐγὼ δὲ μητρὸς — ; τῷ φόνου δώσω δίκας; Ἠλέκτρα τῷ δʼ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν; Ὀρέστης ἆρʼ αὔτʼ ἀλάστωρ εἶπʼ ἀπεικασθεὶς θεῷ; Ἠλέκτρα ἱερὸν καθίζων τρίποδʼ; ἐγὼ μὲν οὐ δοκῶ. Ὀρέστης οὐδʼ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε. Ἠλέκτρα οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ. Ὀρέστης ἀλλʼ ἦ τὸν αὐτὸν τῇδʼ ὑποστήσω δόλον; Ἠλέκτρα ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών. Ὀρέστης ἔσειμι· δεινοῦ δʼ ἄρχομαι προβλήματος καὶ δεινὰ δράσω γε — εἰ θεοῖς δοκεῖ τάδε, ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι.
Χορός ἰώ, βασίλεια γύναι χθονὸς Ἀργείας, παῖ Τυνδάρεω, καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν Διός, οἳ φλογερὰν αἰθέρʼ ἐν ἄστροις ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις τιμὰς σωτῆρας ἔχοντες· χαῖρε, σεβίζω σʼ ἴσα καὶ μάκαρας πλούτου μεγάλης τʼ εὐδαιμονίας. τὰς σὰς δὲ τύχας θεραπεύεσθαι καιρός. χαῖρʼ, ὦ βασίλεια. Κλυταιμήστρα ἔκβητʼ ἀπήνης, Τρῳάδες, χειρὸς δʼ ἐμῆς λάβεσθʼ, ἵνʼ ἔξω τοῦδʼ ὄχου στήσω πόδα. σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς ἐξαίρετʼ, ἀντὶ παιδὸς ἣν ἀπώλεσα σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις. Ἠλέκτρα οὔκουν ἐγώ — δούλη γὰρ ἐκβεβλημένη δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους — μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός; Κλυταιμήστρα δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει. Ἠλέκτρα τί δʼ; αἰχμάλωτόν τοί μʼ ἀπῴκισας δόμων, ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα, ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι. Κλυταιμήστρα τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα ἐς οὓς ἐχρῆν ἥκιστʼ ἐβούλευσεν φίλων. λέξω δὲ καίτοι δόξʼ ὅταν λάβῃ κακὴ γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις. ὡς μὲν παρʼ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ, στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν; ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί, οὐχ ὥστε θνῄσκειν, οὐδʼ ἃ γειναίμην ἐγώ. κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως λέκτροισι πείσας ᾤχετʼ ἐκ δόμων ἄγων πρυμνοῦχον Αὖλιν, ἔνθʼ ὑπερτείνας πυρᾶς λευκὴν διήμησʼ Ἰφιγόνης παρηΐδα. κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος, ἢ δῶμʼ ὀνήσων τἄλλα τʼ ἐκσῴζων τέκνα, ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστʼ ἂν ἦν· νῦν δʼ οὕνεχʼ Ἑλένη μάργος ἦν ὅ τʼ αὖ λαβὼν ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο, τούτων ἕκατι παῖδʼ ἐμὴν διώλεσεν. ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη οὐκ ἠγριώμην οὐδʼ ἂν ἔκτανον πόσιν· ἀλλʼ ἦλθʼ ἔχων μοι μαινάδʼ ἔνθεον κόρην λέκτροις τʼ ἐπεισέφρηκε, καὶ νύμφα δύο ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν. μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω· ὅταν δʼ, ὑπόντος τοῦδʼ, ἁμαρτάνῃ πόσις τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον. κἄπειτʼ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται, οἱ δʼ αἴτιοι τῶνδʼ οὐ κλύουσʼ ἄνδρες κακῶς. εἰ δʼ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ, κτανεῖν μʼ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ ἠνέσχετʼ ἂν ταῦτʼ; εἶτα τὸν μὲν οὐ θανεῖν κτείνοντα χρῆν τἄμʼ, ἐμὲ δὲ πρὸς κείνου παθεῖν; ἔκτεινʼ, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι; λέγʼ, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ, ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως. Χορός δίκαιʼ ἔλεξας· ἡ δίκη δʼ αἰσχρῶς ἔχει. γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει, ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε, οὐδʼ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων. Ἠλέκτρα μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν. Κλυταιμήστρα καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον. Ἠλέκτρα ἆρα κλύουσα, μῆτερ, εἶτʼ ἔρξεις κακῶς; Κλυταιμήστρα οὐκ ἔστι, τῇ σῇ δʼ ἡδὺ προσθήσω φρενί. Ἠλέκτρα λέγοιμʼ ἄν· ἀρχὴ δʼ ἥδε μοι προοιμίου· εἴθʼ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας. τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν Ἑλένης τε καὶ σοῦ, δύο δʼ ἔφυτε συγγόνω, ἄμφω ματαίω Κάστορός τʼ οὐκ ἀξίω. ἣ μὲν γὰρ ἁρπασθεῖσʼ ἑκοῦσʼ ἀπώλετο, σὺ δʼ ἄνδρʼ ἄριστον Ἑλλάδος διώλεσας, σκῆψιν προτείνουσʼ, ὡς ὑπὲρ τέκνου πόσιν ἔκτεινας· οὐ γάρ σʼ ὡς ἔγωγʼ ἴσασιν εὖ. ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς, νέον τʼ ἀπʼ οἴκων ἀνδρὸς ἐξωρμημένου, ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης. γυνὴ δʼ, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων ἐς κάλλος ἀσκεῖ, διάγραφʼ ὡς οὖσαν κακήν. οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν. μόνη δὲ πασῶν οἶδʼ ἐγὼ σʼ Ἑλληνίδων, εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην, εἰ δʼ ἥσσονʼ εἴη, συννεφοῦσαν ὄμματα, Ἀγαμέμνονʼ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν. καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι· ἄνδρʼ εἶχες οὐ κακίονʼ Αἰγίσθου πόσιν, ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην· Ἑλένης δʼ ἀδελφῆς τοιάδʼ ἐξειργασμένης ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τʼ ἔχει. εἰ δʼ, ὡς λέγεις, σὴν θυγατέρʼ ἔκτεινεν πατήρ, ἐγὼ τί σʼ ἠδίκησʼ ἐμός τε σύγγονος; πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους ἡμῖν προσῆψας, ἀλλʼ ἐπηνέγκω λέχει τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη; κοὔτʼ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις, οὔτʼ ἀντʼ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ κτείνας ἀδελφῆς ζῶσαν. εἰ δʼ ἀμείψεται φόνον δικάζων φόνος, ἀποκτενῶ σʼ ἐγὼ καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι· εἰ γὰρ δίκαιʼ ἐκεῖνα, καὶ τάδʼ ἔνδικα. ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ μεγάλων ἀμείνω σώφρονʼ ἐν δόμοις λέχη. Χορός τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ, τὰ δʼ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν. Κλυταιμήστρα ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί· ἔστιν δὲ καὶ τόδʼ· οἳ μέν εἰσιν ἀρσένων, οἳ δʼ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός. συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί. σὺ δʼ ὧδʼ ἄλουτος καὶ δυσείματος χρόα λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη; οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων· ὡς μᾶλλον ἢ χρῆν ἤλασʼ εἰς ὀργὴν πόσιν. Ἠλέκτρα ὀψὲ στενάζεις, ἡνίκʼ οὐκ ἔχεις ἄκη. πατὴρ μὲν οὖν τέθνηκε· τὸν δʼ ἔξω χθονὸς πῶς οὐ κομίζῃ παῖδʼ ἀλητεύοντα σόν; Κλυταιμήστρα δέδοικα· τοὐμὸν δʼ, οὐχὶ τοὐκείνου, σκοπῶ. πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ. Ἠλέκτρα τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις; Κλυταιμήστρα τρόποι τοιοῦτοι· καὶ σὺ δʼ αὐθάδης ἔφυς. Ἠλέκτρα ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη. Κλυταιμήστρα καὶ μὴν ἐκεῖνος οὐκέτʼ ἔσται σοι βαρύς. Ἠλέκτρα φρονεῖ μέγʼ· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις. Κλυταιμήστρα ὁρᾷς; ἀνʼ αὖ σὺ ζωπυρεῖς νείκη νέα. Ἠλέκτρα σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικʼ ἐγώ. Κλυταιμήστρα παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μʼ ἐκάλεις, τέκνον; Ἠλέκτρα ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων· τούτων ὕπερ μοι θῦσον — οὐ γὰρ οἶδʼ ἐγώ — δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται· τρίβων γὰρ οὐκ εἴμʼ, ἄτοκος οὖσʼ ἐν τῷ πάρος. Κλυταιμήστρα ἄλλης τόδʼ ἔργον, ἥ σʼ ἔλυσεν ἐκ τόκων. Ἠλέκτρα αὐτὴ ʼλόχευον κἄτεκον μόνη βρέφος. Κλυταιμήστρα οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων; Ἠλέκτρα πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους. Κλυταιμήστρα ἀλλʼ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον θύσω θεοῖσι· σοὶ δʼ ὅταν πράξω χάριν τήνδʼ, εἶμʼ ἐπʼ ἀγρὸν οὗ πόσις θυηπολεῖ νύμφαισιν. ἀλλὰ τούσδʼ ὄχους, ὀπάονες, φάτναις ἄγοντες πρόσθεθʼ· ἡνίκʼ ἂν δέ με δοκῆτε θυσίας τῆσδʼ ἀπηλλάχθαι θεοῖς, πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν. Ἠλέκτρα χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι μή σʼ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους. θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη. κανοῦν δʼ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς, ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδʼ ἐγὼ δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.
Χορός ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου- σιν αὖραι δόμων. τότε μὲν ἐν λουτροῖς ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας, ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων, τάδʼ ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντʼ ἐμάν;
Χορός παλίρρους δὲ τάνδʼ ὑπάγεται δίκα διαδρόμου λέχους μέλεον ἃ πόσιν χρόνιον ἱκόμενον εἰς οἴκους Κυκλώπειά τʼ οὐράνια τείχεʼ ὀξυθήκτου βέλους ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσʼ· ἆ τλάμων πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν. ὀρεία τις ὡς λέαινʼ ὀργάδων δρύοχα νεμομένα, τάδε κατήνυσεν. Κλυταιμήστρα ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα.
Χορός κλύεις ὑπώροφον βοάν;
Κλυταιμήστρα ἰώ μοί μοι. Χορός ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης. νέμει τοι δίκαν θεός, ὅταν τύχῃ· σχέτλια μὲν ἔπαθες, ἀνόσια δʼ εἰργάσω, τάλαινʼ, εὐνέταν. Χορός ἀλλʼ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα, τροπαῖα δείγματʼ ἀθλίων προσφαγμάτων. οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος τῶν Τανταλείων οὐδʼ ἔφυ ποτʼ ἐκγόνων.
Ὀρέστης ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα βροτῶν, ἴδετε τάδʼ ἔργα φόνι- α μυσαρά, δίγονα σώματʼ ἐν χθονὶ κείμενα πλαγᾷ χερὸς ὑπʼ ἐμᾶς, ἄποινʼ ἐμῶν πημάτων Ἠλέκτρα δακρύτʼ ἄγαν, ὦ σύγγονʼ, αἰτία δʼ ἐγώ. διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδʼ, ἅ μʼ ἔτικτε κούραν. Χορός ἰὼ τύχας, σᾶς τύχας, μᾶτερ τεκοῦσʼ ἄλαστα, ἄλαστα μέλεα καὶ πέρα παθοῦσα σῶν τέκνων ὑπαί. πατρὸς δʼ ἔτεισας φόνον δικαίως.
Ὀρέστης ἰὼ Φοῖβʼ, ἀνύμνησας δίκαιʼ ἄφαντα, φανερὰ δʼ ἐξέπρα- ξας ἄχεα, φόνια δʼ ὤπασας λάχεʼ ἀπὸ γᾶς τᾶς Ἑλλανίδος. τίνα δʼ ἑτέραν μόλω πόλιν; τίς ξένος, τίς εὐσεβὴς ἐμὸν κάρα προσόψεται ματέρα κτανόντος; Ἠλέκτρα ἰὼ ἰώ μοι. ποῖ δʼ ἐγώ, τίνʼ ἐς χορόν, τίνα γάμον εἶμι; τίς πόσις με δέξεται νυμφικὰς ἐς εὐνάς; Χορός πάλιν, πάλιν φρόνημα σὸν μετεστάθη πρὸς αὔραν· φρονεῖς γὰρ ὅσια νῦν, τότʼ οὐ φρονοῦσα, δεινὰ δʼ εἰργάσω, φίλα, κασίγνητον οὐ θέλοντα.
Ὀρέστης κατεῖδες, οἷον ἁ τάλαινʼ ἔξω πέπλων ἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν, ἰώ μοι, πρὸς πέδῳ τιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δʼ ἐγὼ — Χορός σάφʼ οἶδα, διʼ ὀδύνας ἔβας, ἰήιον κλύων γόον ματρός, ἅ σʼ ἔτικτε.
Ὀρέστης βοὰν δʼ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω· παρῄδων τʼ ἐξ ἐμᾶν ἐκρίμναθʼ, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος. Χορός τάλαινα· πῶς ἔτλας φόνον διʼ ὀμμάτων ἰδεῖν σέθεν ματρὸς ἐκπνεούσας;
Ὀρέστης ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς φασγάνῳ κατηρξάμαν ματέρος ἔσω δέρας μεθείς. Ἠλέκτρα ἐγὼ δʼ ἐπεγκέλευσά σοι ξίφους τʼ ἐφηψάμαν ἅμα. Χορός δεινότατον παθέων ἔρεξας.
Ὀρέστης λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις καὶ καθάρμοσον σφαγάς. φονέας ἔτικτες ἆρά σοι. Ἠλέκτρα ἰδού, φίλᾳ τε κοὐ φίλᾳ φάρεα τάδʼ ἀμφιβάλλομεν. Χορός τέρμα κακῶν μεγάλων δόμοισιν.
Χορός ἀλλʼ οἵδε δόμων ὑπὲρ ἀκροτάτων φαίνουσι τίνες — δαίμονες ἢ θεῶν τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γʼ ἥδε κέλευθος· τί ποτʼ ἐς φανερὰν ὄψιν βαίνουσι βροτοῖσιν; Διόσκουροι Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι, Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε. δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον παύσαντʼ ἀφίγμεθʼ Ἄργος, ὡς ἐσείδομεν σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς. δίκαια μέν νυν ἥδʼ ἔχει, σὺ δʼ οὐχὶ δρᾷς· Φοῖβός τε, Φοῖβος — ἀλλʼ ἄναξ γάρ ἐστʼ ἐμός, σιγῶ· σοφὸς δʼ ὢν οὐκ ἔχρησέ σοι σοφά. αἰνεῖν δʼ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ πράσσειν ἃ Μοῖρα Ζεύς τʼ ἔκρανε σοῦ πέρι. Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους, σὺ δʼ Ἄργος ἔκλιπʼ· οὐ γὰρ ἔστι σοι πόλιν τήνδʼ ἐμβατεύειν, μητέρα κτείναντι σήν. δειναὶ δὲ κῆρές σʼ αἱ κυνώπιδες θεαὶ τροχηλατήσουσʼ ἐμμανῆ πλανώμενον. ἐλθὼν δʼ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν, γοργῶφʼ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον. ἔστιν δʼ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ ἕζοντʼ ἐπὶ ψήφοισιν αἵματος πέρι, Ἁλιρρόθιον ὅτʼ ἔκτανʼ ὠμόφρων Ἄρης, μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων, πόντου κρέοντος παῖδʼ, ἵνʼ εὐσεβεστάτη ψῆφος βεβαία τʼ ἐστὶν ἔκ τε τοῦ θεοῖς. ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι. ἴσαι δέ σʼ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον. καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται, νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντʼ ἀεί. δειναὶ μὲν οὖν θεαὶ τῷδʼ ἄχει πεπληγμέναι πάγον παρʼ αὐτὸν χάσμα δύσονται χθονός, σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον· σὲ δʼ Ἀρκάδων χρὴ πόλιν ἐπʼ Ἀλφειοῦ ῥοαῖς οἰκεῖν Λυκαίου πλησίον σηκώματος· ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται. σοὶ μὲν τάδʼ εἶπον· τόνδε δʼ Αἰγίσθου νέκυν Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ. μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα, Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων ἥκει λιποῦσʼ Αἴγυπτον οὐδʼ ἦλθεν Φρύγας· Ζεὺς δʼ, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν, εἴδωλον Ἑλένης ἐξέπεμψʼ ἐς Ἴλιον. Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτʼ ἔχων Ἀχαιίδος γῆς οἴκαδʼ ἐσπορευέτω, καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος· σὺ δʼ Ἰσθμίας γῆς αὐχένʼ ἐμβαίνω ποδὶ χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα. πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου εὐδαιμονήσεις τῶνδʼ ἀπαλλαχθεὶς πόνων.
Χορός ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς τὰς ὑμετέρας ἡμῖν πελάθειν; Διόσκουροι θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις. Ἠλέκτρα κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι; Διόσκουροι καὶ σοί· Φοίβῳ τήνδʼ ἀναθήσω πρᾶξιν φονίαν. Χορός πῶς ὄντε θεὼ τῆσδέ τʼ ἀδελφὼ τῆς καπφθιμένης οὐκ ἠρκέσατον κῆρας μελάθροις; Διόσκουροι μοῖρά τʼ ἀνάγκης ἦγʼ ἐς τὸ χρεών, Φοίβου τʼ ἄσοφοι γλώσσης ἐνοπαί. Ἠλέκτρα τίς δʼ ἔμʼ Ἀπόλλων, ποῖοι χρησμοὶ φονίαν ἔδοσαν μητρὶ γενέσθαι; Διόσκουροι κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι, μία δʼ ἀμφοτέρους ἄτη πατέρων διέκναισεν. Ὀρέστης ὦ σύγγονέ μοι, χρονίαν σʼ ἐσιδὼν τῶν σῶν εὐθὺς φίλτρων στέρομαι καὶ σʼ ἀπολείψω σοῦ λειπόμενος. Διόσκουροι πόσις ἔστʼ αὐτῇ καὶ δόμος· οὐχ ἥδʼ οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει πόλιν Ἀργείων. Ἠλέκτρα καὶ τίνες ἄλλαι στοναχαὶ μείζους ἢ γῆς πατρίας ὅρον ἐκλείπειν; Ὀρέστης ἀλλʼ ἐγὼ οἴκων ἔξειμι πατρὸς καὶ ἐπʼ ἀλλοτρίαις ψήφοισι φόνον μητρὸς ὑφέξω. Διόσκουροι θάρσει· Παλλάδος ὁσίαν ἥξεις πόλιν· ἀλλʼ ἀνέχου. Ἠλέκτρα περί μοι στέρνοις στέρνα πρόσαψον, σύγγονε φίλτατε· διὰ γὰρ ζευγνῦσʼ ἡμᾶς πατρίων μελάθρων μητρὸς φόνιοι κατάραι. Ὀρέστης βάλε, πρόσπτυξον σῶμα· θανόντος δʼ ὡς ἐπὶ τύμβῳ καταθρήνησον. Διόσκουροι φεῦ φεῦ· δεινὸν τόδʼ ἐγηρύσω καὶ θεοῖσι κλύειν. ἔνι γὰρ κἀμοὶ τοῖς τʼ οὐρανίδαις οἶκτοι θνητῶν πολυμόχθων. Ὀρέστης οὐκέτι σʼ ὄψομαι. Ἠλέκτρα οὐδʼ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω. Ὀρέστης τάδε λοίσθιά μοι προσφθέγματά σου. Ἠλέκτρα ὦ χαῖρε, πόλις· χαίρετε δʼ ὑμεῖς πολλά, πολίτιδες. Ὀρέστης ὦ πιστοτάτη, στείχεις ἤδη; Ἠλέκτρα στείχω βλέφαρον τέγγουσʼ ἁπαλόν. Ὀρέστης Πυλάδη, χαίρων ἴθι, νυμφεύου δέμας Ἠλέκτρας. Διόσκουροι τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας τάσδʼ ὑποφεύγων στεῖχʼ ἐπʼ Ἀθηνῶν· δεινὸν γὰρ ἴχνος βάλλουσʼ ἐπὶ σοὶ χειροδράκοντες χρῶτα κελαιναί, δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι· νὼ δʼ ἐπὶ πόντον Σικελὸν σπουδῇ σῴσοντε νεῶν πρῴρας ἐνάλους. διὰ δʼ αἰθερίας στείχοντε πλακὸς τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν, οἷσιν δʼ ὅσιον καὶ τὸ δίκαιον φίλον ἐν βιότῳ, τούτους χαλεπῶν ἐκλύοντες μόχθων σῴζομεν. οὕτως ἀδικεῖν μηδεὶς θελέτω μηδʼ ἐπιόρκων μέτα συμπλείτω· θεὸς ὢν θνητοῖς ἀγορεύω. Χορός χαίρετε· χαίρειν δʼ ὅστις δύναται καὶ ξυντυχίᾳ μή τινι κάμνει θνητῶν, εὐδαίμονα πράσσει.