τὰ τοῦ δράματος πρόσωπα
Ἰφιγένεια
Ὀρέστης
Πυλάδης
Χορός
Βουκόλος
Θόας
Ἄγγελος
Ἀθήνα
Ἰφιγένεια
Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν
θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην,
ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς
Μενέλαος Ἀγαμέμνων τε· τοῦ δʼ ἔφυν ἐγώ
τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς,
ἣν ἀμφὶ δίναις ἃς θάμʼ Εὔριπος πυκναῖς
αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει,
ἔσφαξεν Ἑλένης οὕνεχʼ, ὡς δοκεῖ, πατὴρ
Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος.
ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον
Ἑλληνικὸν συνήγαγʼ Ἀγαμέμνων ἄναξ,
τὸν καλλίνικον στέφανον Ἰλίου θέλων
λαβεῖν Ἀχαιοῖς τούς θʼ ὑβρισθέντας γάμους
Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων.
δεινῆς δʼ ἀπλοίας πνευμάτων τε τυγχάνων,
ἐς ἔμπυρʼ ἦλθε, καὶ λέγει Κάλχας τάδε·
ὦ τῆσδʼ ἀνάσσων Ἑλλάδος στρατηγίας,
Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός,
πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις
λάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοι
κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ.
παῖδʼ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ
τίκτει — τὸ καλλιστεῖον εἰς ἔμʼ ἀναφέρων —
ἣν χρή σε θῦσαι. καί μʼ Ὀδυσσέως τέχναις
μητρὸς παρείλοντʼ ἐπὶ γάμοις Ἀχιλλέως.
ἐλθοῦσα δʼ Αὐλίδʼ ἡ τάλαινʼ ὑπὲρ πυρᾶς
μεταρσία ληφθεῖσʼ ἐκαινόμην ξίφει·
ἀλλʼ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου
Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα
πέμψασά μʼ ἐς τήνδʼ ᾤκισεν Ταύρων χθόνα,
οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος
Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς
ἐς τοὔνομʼ ἦλθε τόδε ποδωκείας χάριν.
ναοῖσι δʼ ἐν τοῖσδʼ ἱερέαν τίθησί με·
ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ
Ἄρτεμις, ἑορτῆς, τοὔνομʼ ἧς καλὸν μόνον —
τὰ δʼ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη —
θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει,
ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ.
κατάρχομαι μέν, σφάγια δʼ ἄλλοισιν μέλει
ἄρρητʼ ἔσωθεν τῶνδʼ ἀνακτόρων θεᾶς.
ἃ καινὰ δʼ ἥκει νὺξ φέρουσα φάσματα,
λέξω πρὸς αἰθέρʼ, εἴ τι δὴ τόδʼ ἔστʼ ἄκος.
ἔδοξʼ ἐν ὕπνῳ τῆσδʼ ἀπαλλαχθεῖσα γῆς
οἰκεῖν ἐν Ἄργει, παρθένοισι δʼ ἐν μέσαις
εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ,
φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν
δόμων πίτνοντα, πᾶν δʼ ἐρείψιμον στέγος
βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν.
μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι
δόμων πατρῴων, ἐκ δʼ ἐπικράνων κόμας
ξανθὰς καθεῖναι, φθέγμα δʼ ἀνθρώπου λαβεῖν,
κἀγὼ τέχνην τήνδʼ ἣν ἔχω ξενοκτόνον
τιμῶσʼ ὑδραίνειν αὐτὸν ὡς θανούμενον,
κλαίουσα. τοὔναρ δʼ ὧδε συμβάλλω τόδε·
τέθνηκʼ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ.
στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες·
θνῄσκουσι δʼ οὓς ἂν χέρνιβες βάλωσʼ ἐμαί.
οὐδʼ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω·
Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτʼ ὠλλύμην ἐγώ.
νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς
παροῦσʼ ἀπόντι — ταῦτα γὰρ δυναίμεθʼ ἄν —
σὺν προσπόλοισιν, ἃς ἔδωχʼ ἡμῖν ἄναξ
Ἑλληνίδας γυναῖκας. ἀλλʼ ἐξ αἰτίας
οὔπω τίνος πάρεισιν; εἶμʼ ἔσω δόμων
ἐν οἷσι ναίω τῶνδʼ ἀνακτόρων θεᾶς.
Ὀρέστης
ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν.
Πυλάδης
ὁρῶ, σκοποῦμαι δʼ ὄμμα πανταχῆ στρέφων.
Ὀρέστης
Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτʼ εἶναι θεᾶς
ἔνθʼ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν;
Πυλάδης
ἔμοιγʼ, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών.
Ὀρέστης
καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος;
Πυλάδης
ἐξ αἱμάτων γοῦν ξάνθʼ ἔχει τριχώματα.
Ὀρέστης
θριγκοῖς δʼ ὑπʼ αὐτοῖς σκῦλʼ ὁρᾷς ἠρτημένα;
Πυλάδης
τῶν κατθανόντων γʼ ἀκροθίνια ξένων.
ἀλλʼ ἐγκυκλοῦντʼ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών.
Ὀρέστης
ὦ Φοῖβε, ποῖ μʼ αὖ τήνδʼ ἐς ἄρκυν ἤγαγες
χρήσας, ἐπειδὴ πατρὸς αἷμʼ ἐτεισάμην,
μητέρα κατακτάς, διαδοχαῖς δʼ Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς
δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους,
ἐλθὼν δέ σʼ ἠρώτησα πῶς τροχηλάτου
μανίας ἂν ἔλθοιμʼ ἐς τέλος πόνων τʼ ἐμῶν,
οὓς ἐξεμόχθουν περιπολῶν καθʼ Ἑλλάδα —
σὺ δʼ εἶπας ἐλθεῖν Ταυρικῆς μʼ ὅρους χθονός,
ἔνθʼ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι,
λαβεῖν τʼ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε
ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο·
λαβόντα δʼ ἢ τέχναισιν ἢ τύχῃ τινί,
κίνδυνον ἐκπλήσαντʼ, Ἀθηναίων χθονὶ
δοῦναι — τὸ δʼ ἐνθένδʼ οὐδὲν ἐρρήθη πέρα —
καὶ ταῦτα δράσαντʼ ἀμπνοὰς ἕξειν πόνων.
ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε
ἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δʼ ἱστορῶ,
Πυλάδη — σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου —
τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς
ὑψηλά· πότερα δωμάτων προσαμβάσεις
ἐκβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν;
ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς —
ὧν οὐδὲν ἴσμεν; ἢν δʼ ἀνοίγοντες πύλας
ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι,
θανούμεθʼ. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι
φεύγωμεν, ᾗπερ δεῦρʼ ἐναυστολήσαμεν.
Πυλάδης
φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδʼ εἰώθαμεν,
τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον·
ναοῦ δʼ ἀπαλλαχθέντε κρύψωμεν δέμας
κατʼ ἄντρʼ ἃ πόντος νοτίδι διακλύζει μέλας —
νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος
βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ.
ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ,
τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν
ἄγαλμα πάσας προσφέροντε μηχανάς.
ὅρα δέ γʼ εἴσω τριγλύφων ὅποι κενὸν
δέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶ
τολμῶσι, δειλοὶ δʼ εἰσὶν οὐδὲν οὐδαμοῦ.
Ὀρέστης
οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον,
ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν.
ἀλλʼ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν
ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας.
οὐ γὰρ τὸ τοῦ θεοῦ γʼ αἴτιον γενήσεται
πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον·
μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.
Χορός
εὐφαμεῖτʼ, ὦ
πόντου δισσὰς συγχωρούσας
πέτρας Ἀξείνου ναίοντες.
ὦ παῖ τᾶς Λατοῦς,
Δίκτυννʼ οὐρεία,
πρὸς σὰν αὐλάν, εὐστύλων
ναῶν χρυσήρεις θριγκούς,
πόδα παρθένιον ὅσιον ὁσίας
κλῃδούχου δούλα πέμπω,
Ἑλλάδος εὐίππου πύργους
καὶ τείχη χόρτων τʼ εὐδένδρων
ἐξαλλάξασʼ Εὐρώπαν,
πατρῴων οἴκων ἕδρας.
ἔμολον· τί νέον; τίνα φροντίδʼ ἔχεις;
τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες,
ὦ παῖ τοῦ τᾶς Τροίας πύργους
ἐλθόντος κλεινᾷ σὺν κώπᾳ
χιλιοναύτα
μυριοτευχοῦς Ἀτρείδα; τῶν κλεινῶν;
Ἰφιγένεια
ἰὼ δμωαί,
δυσθρηνήτοις ὡς θρήνοις
ἔγκειμαι, τᾶς οὐκ εὐμούσου
μολπᾶς βοὰν ἀλύροις ἐλέγοις, αἰαῖ,
αἰαῖ, κηδείοις οἴκτοισιν·
αἵ μοι συμβαίνουσʼ ἆται,
σύγγονον ἁμὸν κατακλαιομένα
ζωᾶς, οἵαν οἵαν ἰδόμαν
ὄψιν ὀνείρων
νυκτός, τᾶς ἐξῆλθʼ ὄρφνα.
ὀλόμαν ὀλόμαν·
οὐκ εἴσʼ οἶκοι πατρῷοι·
οἴμοι μοι φροῦδος γέννα.
φεῦ φεῦ τῶν Ἄργει μόχθων.
ἰὼ δαῖμον,
μόνον ὅς με κασίγνητον συλᾷς
Ἀίδᾳ πέμψας, ᾧ τάσδε χοὰς
μέλλω κρατῆρά τε τὸν φθιμένων
ὑδραίνειν γαίας ἐν νώτοις
πηγάς τʼ οὐρείων ἐκ μόσχων
Βάκχου τʼ οἰνηρὰς λοιβὰς
ξουθᾶν τε πόνημα μελισσᾶν,
ἃ νεκροῖς θελκτήρια κεῖται.
ἀλλʼ ἔνδος μοι πάγχρυσον
τεῦχος καὶ λοιβὰν Ἅιδα.
ὦ κατὰ γαίας Ἀγαμεμνόνιον
θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω·
δέξαι δʼ· οὐ γὰρ πρὸς τύμβον σοι
ξανθὰν χαίταν, οὐ δάκρυʼ οἴσω.
τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην
πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι
κεῖμαι σφαχθεῖσʼ ἁ τλάμων.
Χορός
ἀντιψάλμους ᾠδὰς ὕμνων τʼ
Ἀσιητᾶν σοι βάρβαρον ἀχὰν
δεσποίνᾳ γʼ ἐξαυδάσω,
τὰν ἐν θρήνοισιν μοῦσαν
νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς
Ἅιδας ὑμνεῖ δίχα παιάνων.
οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων·
ἔρρει φῶς σκήπτρων, οἴμοι,
πατρῴων οἴκων.
ἦν ἐκ τῶν εὐόλβων Ἄργει
βασιλέων ἀρχά,
μόχθος δʼ ἐκ μόχθων ᾄσσει·
δινευούσαις ἵπποισι ῥιφαὶ
Πέλοπος πταναῖς· ἀλλάξας δʼ ἐξ
ἕδρας ἱερὸν ἱερὸν ὄμμʼ αὐγᾶς
ἅλιος. ἄλλαις δʼ ἄλλα προσέβα
χρυσέας ἀρνὸς μελάθροις ὀδύνα,
φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσιν
ἔνθεν τῶν πρόσθεν δμαθέντων
Τανταλιδᾶν ἐκβαίνει ποινά γʼ
εἰς οἴκους, σπεύδει δʼ ἀσπούδαστʼ
ἐπὶ σοὶ δαίμων.
Ἰφιγένεια
ἐξ ἀρχᾶς μοι δυσδαίμων
δαίμων τᾶς ματρὸς ζώνας
καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς
λόχιαι στερρὰν παιδείαν
Μοῖραι ξυντείνουσιν θεαί,
τᾷ μναστευθείσᾳ ʼξ Ἑλλάνων,
ἃν πρωτόγονον θάλος ἐν θαλάμοις
Λήδας ἁ τλάμων κούρα
σφάγιον πατρῴᾳ λώβᾳ
καὶ θῦμʼ οὐκ εὐγάθητον
ἔτεκεν, ἔτρεφεν εὐκταίαν·
ἱππείοις δʼ ἐν δίφροισι
ψαμάθων Αὐλίδος ἐπέβασαν
νύμφαιον, οἴμοι, δύσνυμφον
τῷ τᾶς Νηρέως κούρας, αἰαῖ.
νῦν δʼ ἀξείνου πόντου ξείνα
δυσχόρτους οἴκους ναίω,
ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος,
οὐ τὰν Ἄργει μέλπουσʼ Ἥραν
οὐδʼ ἱστοῖς ἐν καλλιφθόγγοις
κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ
καὶ Τιτάνων ποικίλλουσʼ, ἀλλʼ
αἱμόρραντον δυσφόρμιγγα
ξείνων αἱμάσσουσʼ ἄταν βωμούς,
οἰκτράν τʼ αἰαζόντων αὐδὰν
οἰκτρόν τʼ ἐκβαλλόντων δάκρυον.
καὶ νῦν κείνων μέν μοι λάθα,
τὸν δʼ Ἄργει δμαθέντα κλαίω
σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον,
ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος
ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τʼ
Ἄργει σκηπτοῦχον Ὀρέσταν.
Χορός
καὶ μὴν ὅδʼ ἀκτὰς ἐκλιπὼν θαλασσίους
βουφορβὸς ἥκει σημανῶν τί σοι νέον.
Βουκόλος
Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον,
ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων.
Ἰφιγένεια
τί δʼ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου;
Βουκόλος
ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα
πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι,
θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον
Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα
οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη.
Ἰφιγένεια
ποδαποί; τίνος γῆς σχῆμʼ ἔχουσιν οἱ ξένοι;
Βουκόλος
Ἕλληνες· ἓν τοῦτʼ οἶδα κοὐ περαιτέρω.
Ἰφιγένεια
οὐδʼ ὄνομʼ ἀκούσας οἶσθα τῶν ξένων φράσαι;
Βουκόλος
Πυλάδης ἐκλῄζεθʼ ἅτερος πρὸς θατέρου.
Ἰφιγένεια
τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομʼ ἦν;
Βουκόλος
οὐδεὶς τόδʼ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν.
Ἰφιγένεια
πῶς δʼ εἴδετʼ αὐτοὺς κἀντυχόντες εἵλετε;
Βουκόλος
ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου —
Ἰφιγένεια
καὶ τίς θαλάσσης βουκόλοις κοινωνία;
Βουκόλος
βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ.
Ἰφιγένεια
ἐκεῖσε δὴ ʼπάνελθε, πῶς νιν εἵλετε
τρόπῳ θʼ ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω.
χρόνιοι γὰρ ἥκουσʼ· οὐδέ πω βωμὸς θεᾶς
Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.
Βουκόλος
ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων
βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν,
ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ
κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι.
ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας
βουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλιν
ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος.
ἔλεξε δʼ· Οὐχ ὁρᾶτε; δαίμονές τινες
θάσσουσιν οἵδε. — θεοσεβὴς δʼ ἡμῶν τις ὢν
ἀνέσχε χεῖρα καὶ προσηύξατʼ εἰσιδών·
ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ,
δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ,
εἴτʼ οὖν ἐπʼ ἀκταῖς θάσσετον Διοσκόρω,
ἢ Νηρέως ἀγάλμαθʼ, ὃς τὸν εὐγενῆ
ἔτικτε πεντήκοντα Νηρῄδων χορόν.
ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς,
ἐγέλασεν εὐχαῖς, ναυτίλους δʼ ἐφθαρμένους
θάσσειν φάραγγʼ ἔφασκε τοῦ νόμου φόβῳ,
κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους.
ἔδοξε δʼ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι,
θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια.
κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν
ἔστη κάρα τε διετίναξʼ ἄνω κάτω
κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας,
μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς·
Πυλάδη, δέδορκας τήνδε; τήνδε δʼ οὐχ ὁρᾷς
Ἅιδου δράκαιναν, ὥς με βούλεται κτανεῖν
δειναῖς ἐχίδναις εἰς ἔμʼ ἐστομωμένη;
ἣ δʼ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον
πτεροῖς ἐρέσσει, μητέρʼ ἀγκάλαις ἐμὴν
ἔχουσα — πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ.
οἴμοι, κτενεῖ με· ποῖ φύγω;
παρῆν δʼ ὁρᾶν
οὐ ταῦτα μορφῆς σχήματʼ, ἀλλʼ ἠλλάσσετο
φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα,
ἃς φᾶσʼ Ἐρινῦς ἱέναι μιμήματα.
ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι,
σιγῇ καθήμεθʼ· ὃ δὲ χερὶ σπάσας ξίφος,
μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως,
παίει σιδήρῳ λαγόνας ἐς πλευράς θʼ ἱείς,
δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε,
ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός.
κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια
πίπτοντα καὶ πορθούμενʼ, ἐξωπλίζετο,
κόχλους τε φυσῶν συλλέγων τʼ ἐγχωρίους·
πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους
φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα.
πολλοὶ δʼ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ.
πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς,
στάζων ἀφρῷ γένειον· ὡς δʼ ἐσείδομεν
προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον
βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν
ἀφρόν τʼ ἀπέψη σώματός τʼ ἐτημέλει
πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς,
καραδοκῶν μὲν τἀπιόντα τραύματα,
φίλον δὲ θεραπείαισιν ἄνδρʼ εὐεργετῶν.
ἔμφρων δʼ ἀνᾴξας ὁ ξένος πεσήματος
ἔγνω κλύδωνα πολεμίων προσκείμενον
καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας,
ᾤμωξέ θʼ· ἡμεῖς δʼ οὐκ ἀνίεμεν πέτροις
βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι.
οὗ δὴ τὸ δεινὸν παρακέλευσμʼ ἠκούσαμεν·
Πυλάδη, θανούμεθʼ, ἀλλʼ ὅπως θανούμεθα
κάλλισθʼ· ἕπου μοι, φάσγανον σπάσας χερί. —
ὡς δʼ εἴδομεν δίπαλτα πολεμίων ξίφη,
φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας.
ἀλλʼ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι
ἔβαλλον αὐτούς· εἰ δὲ τούσδʼ ὠσαίατο,
αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις.
ἀλλʼ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν
οὐδεὶς τὰ τῆς θεοῦ θύματʼ εὐτύχει βαλών.
μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα,
κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν
πέτροισι χειρῶν φάσγανʼ, ἐς δὲ γῆν γόνυ
καμάτῳ καθεῖσαν. πρὸς δʼ ἄνακτα τῆσδε γῆς
κομίζομέν νιν. ὃ δʼ ἐσιδὼν ὅσον τάχος
ἐς χέρνιβάς τε καὶ σφαγεῖʼ ἔπεμπέ σοι.
ηὔχου δὲ τοιάδʼ, ὦ νεᾶνί, σοι ξένων
σφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένους
τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον
δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς.
Χορός
θαυμάστʼ ἔλεξας τὸν μανένθʼ, ὅστις ποτὲ
Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.
Ἰφιγένεια
εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών,
τὰ δʼ ἐνθάδʼ ἡμεῖς ὅσια φροντιούμεθα —
ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους
γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί,
ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ,
Ἕλληνας ἄνδρας ἡνίκʼ ἐς χέρας λάβοις.
νῦν δʼ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα,
δοκοῦσʼ Ὀρέστην μηκέθʼ ἥλιον βλέπειν,
δύσνουν με λήψεσθʼ, οἵτινές ποθʼ ἥκετε.
καὶ τοῦτʼ ἄρʼ ἦν ἀληθές, ᾐσθόμην, φίλαι·
οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις
αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ.
ἀλλʼ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε,
οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας
Ἑλένην ἀπήγαγʼ ἐνθάδʼ, ἥ μʼ ἀπώλεσεν,
Μενέλεών θʼ, ἵνʼ αὐτοὺς ἀντετιμωρησάμην,
τὴν ἐνθάδʼ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ,
οὗ μʼ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι
ἔσφαζον, ἱερεὺς δʼ ἦν ὁ γεννήσας πατήρ.
οἴμοι — κακῶν γὰρ τῶν τότʼ οὐκ ἀμνημονῶ —
ὅσας γενείου χεῖρας ἐξηκόντισα
γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη,
λέγουσα τοιάδʼ· ὦ πάτερ, νυμφεύομαι
νυμφεύματʼ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δʼ ἐμὲ
σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν
ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν
μέλαθρον· ἡμεῖς δʼ ὀλλύμεσθα πρὸς σέθεν.
Ἅιδης Ἀχιλλεὺς ἦν ἄρʼ, οὐχ ὁ Πηλέως,
ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις
ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ.
ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων
ἔχουσʼ, ἀδελφόν τʼ οὐκ ἀνειλόμην χεροῖν,
— ὃς νῦν ὄλωλεν — οὐ κασιγνήτῃ στόμα
συνῆψʼ ὑπʼ αἰδοῦς, ὡς ἰοῦσʼ ἐς Πηλέως
μέλαθρα· πολλὰ δʼ ἀπεθέμην ἀσπάσματα
ἐς αὖθις, ὡς ἥξουσʼ ἐς Ἄργος αὖ πάλιν.
ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν
ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων —
τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα,
ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου,
ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν,
βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη,
αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις.
οὐκ ἔσθʼ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ
Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν
τὰ Ταντάλου θεοῖσιν ἑστιάματα
ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ,
τοὺς δʼ ἐνθάδʼ, αὐτοὺς ὄντας ἀνθρωποκτόνους,
ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ·
οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.
Χορός
κυάνεαι κυάνεαι
σύνοδοι θαλάσσας, ἵνʼ οἶ-
στρος ὁ πετόμενος Ἀργόθεν ἄ-
ξενον ἐπʼ οἶδμα διεπέρασεν —
Ἀσιήτιδα γαῖαν
Εὐρώπας διαμείψας.
τίνες ποτʼ ἄρα τὸν εὔυδρον δονακόχλοα
λιπόντες Εὐρώταν ἢ
ῥεύματα σεμνὰ Δίρκας
ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούρᾳ
δίᾳ τέγγει
βωμοὺς καὶ περικίονας
ναοὺς αἷμα βρότειον;
Χορός
ἦ ῥοθίοις εἰλατίνας
δικρότοισι κώπας ἔπλευ-
σαν ἐπὶ πόντια κύματα, νά-
ιον ὄχημα λινοπόροις αὔραις,
φιλόπλουτον ἅμιλλαν
αὔξοντες μελάθροισιν;
φίλα γὰρ ἐλπίς γʼ, ἐπί τε πήμασιν βροτῶν
ἄπληστος ἀνθρώποις, ὄλ-
βου βάρος οἳ φέρονται
πλάνητες ἐπʼ οἶδμα πόλεις τε βαρβάρους περῶντες,
κοινᾷ δόξᾳ·
γνώμα δʼ οἷς μὲν ἄκαιρος ὄλ-
βου, τοῖς δʼ ἐς μέσον ἥκει.
Χορός
πῶς πέτρας τὰς συνδρομάδας,
πῶς Φινεϊδᾶν ἀΰ-
πνους ἀκτὰς ἐπέρασαν
παρʼ ἅλιον
αἰγιαλὸν ἐπʼ Ἀμφιτρί-
τας ῥοθίῳ δραμόντες,
ὅπου πεντήκοντα κορᾶν
Νηρῄδων χοροὶ
μέλπουσιν ἐγκύκλιοι,
πλησιστίοισι πνοαῖς
συριζόντων κατὰ πρύμναν
εὐναίων πηδαλίων
αὔραις σὺν νοτίαις
ἢ πνεύμασι Ζεφύρου,
τὰν πολυόρνιθον ἐπʼ αἶ-
αν, λευκὰν ἀκτάν, Ἀχιλῆ-
ος δρόμους καλλισταδίους,
ἄξεινον κατὰ πόντον;
Χορός
εἴθʼ εὐχαῖσιν δεσποσύνοις
Λήδας Ἑλένα φίλα
παῖς ἐλθοῦσα τύχοι τὰν
Τρῳάδα λι-
ποῦσα πόλιν, ἵνʼ ἀμφὶ χαί-
τᾳ δρόσον αἱματηρὰν
ἑλιχθεῖσα λαιμοτόμῳ
δεσποίνας χειρὶ θάνοι
ποινὰς δοῦσʼ ἀντιπάλους.
ἁδίσταν δʼ ἀγγελίαν
δεξαίμεσθʼ, Ἑλλάδος ἐκ γᾶς
πλωτήρων εἴ τις ἔβα,
δουλείας ἐμέθεν
δειλαίας παυσίπονος·
κἀν γὰρ ὀνείροισι συνεί-
ην δόμοις πόλει τε πατρῴ-
ᾳ, τερπνῶν ὕπνων ἀπόλαυ-
σιν, κοινὰν χάριν ὄλβου.
Χορός
ἀλλʼ οἵδε χέρας δεσμοῖς δίδυμοι
συνερεισθέντες χωροῦσι, νέον
πρόσφαγμα θεᾶς· σιγᾶτε, φίλαι.
τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ
ναοῖσι πέλας τάδε βαίνει·
οὐδʼ ἀγγελίας ψευδεῖς ἔλακεν
βουφορβὸς ἀνήρ.
ὦ πότνιʼ, εἴ σοι τάδʼ ἀρεσκόντως
πόλις ἥδε τελεῖ, δέξαι θυσίας,
ἃς ὁ παρʼ ἡμῖν νόμος οὐχ ὁσίας
Ἕλλησι διδοὺς ἀναφαίνει.
Ἰφιγένεια
εἶἑν·
τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ
φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας,
ὡς ὄντες ἱεροὶ μηκέτʼ ὦσι δέσμιοι.
ναοῦ δʼ ἔσω στείχοντες εὐτρεπίζετε
ἃ χρὴ ʼπὶ τοῖς παροῦσι καὶ νομίζεται.
φεῦ·
τίς ἆρα μήτηρ ἡ τεκοῦσʼ ὑμᾶς ποτε
πατήρ τʼ; ἀδελφή τʼ, εἰ γεγῶσα τυγχάνει —
οἵων στερεῖσα διπτύχων νεανιῶν
ἀνάδελφος ἔσται. — τὰς τύχας τίς οἶδʼ ὅτῳ
τοιαίδʼ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν
ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδʼ οὐδεὶς κακὸν
ἡ γὰρ τύχη παρήγαγʼ ἐς τὸ δυσμαθές.
πόθεν ποθʼ ἥκετʼ, ὦ ταλαίπωροι ξένοι;
ὡς διὰ μακροῦ μὲν τήνδʼ ἐπλεύσατε χθόνα,
μακρὸν δʼ ἀπʼ οἴκων χρόνον ἔσεσθʼ ἀεὶ κάτω.
Ὀρέστης
τί ταῦτʼ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν
κακοῖσι λυπεῖς, ἥτις εἶ ποτʼ, ὦ γύναι;
οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν
οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ.
οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντʼ οἰκτίζεται
σωτηρίας ἄνελπις· ὡς δύʼ ἐξ ἑνὸς
κακὼ συνάπτει, μωρίαν τʼ ὀφλισκάνει
θνῄσκει θʼ ὁμοίως· τὴν τύχην δʼ ἐᾶν χρεών.
ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε
θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.
Ἰφιγένεια
πότερος ἄρʼ ὑμῶν ἐνθάδʼ ὠνομασμένος
Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω.
Ὀρέστης
ὅδʼ, εἴ τι δή σοι τοῦτʼ ἐν ἡδονῇ μαθεῖν.
Ἰφιγένεια
ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς;
Ὀρέστης
τί δʼ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι;
Ἰφιγένεια
πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς;
Ὀρέστης
φιλότητί γʼ· ἐσμὲν δʼ οὐ κασιγνήτω, γύναι.
Ἰφιγένεια
σοὶ δʼ ὄνομα ποῖον ἔθεθʼ ὁ γεννήσας πατήρ;
Ὀρέστης
τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθʼ ἄν.
Ἰφιγένεια
οὐ τοῦτʼ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ.
Ὀρέστης
ἀνώνυμοι θανόντες οὐ γελῴμεθʼ ἄν.
Ἰφιγένεια
τί δὲ φθονεῖς τοῦτο; ἦ φρονεῖς οὕτω μέγα;
Ὀρέστης
τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα.
Ἰφιγένεια
οὐδʼ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι;
Ὀρέστης
ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ.
Ἰφιγένεια
χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε;
Ὀρέστης
τὸ κλεινὸν Ἄργος πατρίδʼ ἐμὴν ἐπεύχομαι.
Ἰφιγένεια
πρὸς θεῶν, ἀληθῶς, ὦ ξένʼ, εἶ κεῖθεν γεγώς;
Ὀρέστης
ἐκ τῶν Μυκηνῶν γʼ, αἵ ποτʼ ἦσαν ὄλβιαι.
Ἰφιγένεια
φυγὰς δʼ ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ;
Ὀρέστης
φεύγω τρόπον γε δή τινʼ οὐχ ἑκὼν ἑκών.
Ἰφιγένεια
ἆρʼ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω;
Ὀρέστης
ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας.
Ἰφιγένεια
καὶ μὴν ποθεινός γʼ ἦλθες ἐξ Ἄργους μολών.
Ὀρέστης
οὔκουν ἐμαυτῷ γʼ· εἰ δὲ σοί, σὺ τοῦτʼ ἔρα.
Ἰφιγένεια
Τροίαν ἴσως οἶσθʼ, ἧς ἁπανταχοῦ λόγος.
Ὀρέστης
ὡς μήποτʼ ὤφελόν γε μηδʼ ἰδὼν ὄναρ.
Ἰφιγένεια
φασίν νιν οὐκέτʼ οὖσαν οἴχεσθαι δορί.
Ὀρέστης
ἔστιν γὰρ οὕτως οὐδʼ ἄκραντʼ ἠκούσατε.
Ἰφιγένεια
Ἑλένη δʼ ἀφῖκται δῶμα Μενέλεω πάλιν;
Ὀρέστης
ἥκει, κακῶς γʼ ἐλθοῦσα τῶν ἐμῶν τινι.
Ἰφιγένεια
καὶ ποῦ ʼστι; κἀμοὶ γάρ τι προυφείλει κακόν.
Ὀρέστης
Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ.
Ἰφιγένεια
ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ.
Ὀρέστης
ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων.
Ἰφιγένεια
νόστος δʼ Ἀχαιῶν ἐγένεθʼ, ὡς κηρύσσεται;
Ὀρέστης
ὡς πάνθʼ ἅπαξ με συλλαβοῦσʼ ἀνιστορεῖς.
Ἰφιγένεια
πρὶν γὰρ θανεῖν σε, τοῦδʼ ἐπαυρέσθαι θέλω.
Ὀρέστης
ἔλεγχʼ, ἐπειδὴ τοῦδʼ ἐρᾷς· λέξω δʼ ἐγώ.
Ἰφιγένεια
Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν;
Ὀρέστης
ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος.
Ἰφιγένεια
ὦ πότνιʼ, ὡς εὖ. — τί γὰρ ὁ Λαέρτου γόνος;
Ὀρέστης
οὔπω νενόστηκʼ οἶκον, ἔστι δʼ, ὡς λόγος.
Ἰφιγένεια
ὄλοιτο, νόστου μήποτʼ ἐς πάτραν τυχών.
Ὀρέστης
μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ.
Ἰφιγένεια
Θέτιδος δʼ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι;
Ὀρέστης
οὐκ ἔστιν· ἄλλως λέκτρʼ ἔγημʼ ἐν Αὐλίδι.
Ἰφιγένεια
δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.
Ὀρέστης
τίς εἶ ποθʼ; ὡς εὖ πυνθάνῃ τἀφʼ Ἑλλάδος.
Ἰφιγένεια
ἐκεῖθέν εἰμι· παῖς ἔτʼ οὖσʼ ἀπωλόμην.
Ὀρέστης
ὀρθῶς ποθεῖς ἄρʼ εἰδέναι τἀκεῖ, γύναι.
Ἰφιγένεια
τί δʼ ὁ στρατηγός, ὃν λέγουσʼ εὐδαιμονεῖν;
Ὀρέστης
τίς; οὐ γὰρ ὅν γʼ ἐγᾦδα τῶν εὐδαιμόνων.
Ἰφιγένεια
Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ.
Ὀρέστης
οὐκ οἶδʼ· ἄπελθε τοῦ λόγου τούτου, γύναι.
Ἰφιγένεια
μὴ πρὸς θεῶν, ἀλλʼ εἴφʼ, ἵνʼ εὐφρανθῶ, ξένε.
Ὀρέστης
τέθνηχʼ ὁ τλήμων, πρὸς δʼ ἀπώλεσέν τινα.
Ἰφιγένεια
τέθνηκε; ποίᾳ συμφορᾷ; τάλαινʼ ἐγώ.
Ὀρέστης
τί δʼ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι;
Ἰφιγένεια
τὸν ὄλβον αὐτοῦ τὸν πάροιθʼ ἀναστένω.
Ὀρέστης
δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς.
Ἰφιγένεια
ὦ πανδάκρυτος ἡ κτανοῦσα χὡ κτανών.
Ὀρέστης
παῦσαί νυν ἤδη μηδʼ ἐρωτήσῃς πέρα.
Ἰφιγένεια
τοσόνδε γʼ, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ.
Ὀρέστης
οὐκ ἔστι· παῖς νιν ὃν ἔτεχʼ, οὗτος ὤλεσεν.
Ἰφιγένεια
ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων;
Ὀρέστης
πατρὸς θανόντος τήνδε τιμωρούμενος.
Ἰφιγένεια
φεῦ·
ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο.
Ὀρέστης
ἀλλʼ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν.
Ἰφιγένεια
λείπει δʼ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον;
Ὀρέστης
λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν.
Ἰφιγένεια
τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος;
Ὀρέστης
οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος.
Ἰφιγένεια
τάλαινʼ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ.
Ὀρέστης
κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο.
Ἰφιγένεια
ὁ τοῦ θανόντος δʼ ἔστι παῖς Ἄργει πατρός;
Ὀρέστης
ἔστʼ, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ.
Ἰφιγένεια
ψευδεῖς ὄνειροι, χαίρετʼ· οὐδὲν ἦτʼ ἄρα.
Ὀρέστης
οὐδʼ οἱ σοφοί γε δαίμονες κεκλημένοι
πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι.
πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι
κἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον,
ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις
ὄλωλεν — ὡς ὄλωλε τοῖσιν εἰδόσιν.
Χορός
φεῦ φεῦ· τί δʼ ἡμεῖς οἵ τʼ ἐμοὶ γεννήτορες;
ἆρʼ εἰσίν; ἆρʼ οὐκ εἰσί; τίς φράσειεν ἄν;
Ἰφιγένεια
ἀκούσατʼ· ἐς γὰρ δή τινʼ ἥκομεν λόγον,
ὑμῖν τʼ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα
κἀμοί. τὸ δʼ εὖ μάλιστά γʼ οὕτω γίγνεται,
εἰ πᾶσι ταὐτὸν πρᾶγμʼ ἀρεσκόντως ἔχει.
θέλοις ἄν, εἰ σῴσαιμί σʼ, ἀγγεῖλαί τί μοι
πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις,
δέλτον τʼ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ
ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν
φονέα νομίζων χεῖρα, τοῦ νόμου δʼ ὕπο
θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαιʼ ἡγουμένης;
οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν
ἐς Ἄργος αὖθις, τάς τʼ ἐμὰς ἐπιστολὰς
πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί.
σὺ δʼ — εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς
καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω —
σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών,
κούφων ἕκατι γραμμάτων σωτηρίαν.
οὗτος δʼ, ἐπείπερ πόλις ἀναγκάζει τάδε,
θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν.
Ὀρέστης
καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη·
τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα.
ὁ ναυστολῶν γάρ εἰμʼ ἐγὼ τὰς συμφοράς,
οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν.
οὔκουν δίκαιον ἐπʼ ὀλέθρῳ τῷ τοῦδʼ ἐμὲ
χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν.
ἀλλʼ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου·
πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν·
ἡμᾶς δʼ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων
αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς
αὐτὸς σέσῳσται. τυγχάνει δʼ ὅδʼ ὢν φίλος,
ὃν οὐδὲν ἧσσον ἢ ʼμὲ φῶς ὁρᾶν θέλω.
Ἰφιγένεια
ὦ λῆμʼ ἄριστον, ὡς ἀπʼ εὐγενοῦς τινος
ῥίζης πέφυκας τοῖς φίλοις τʼ ὀρθῶς φίλος.
τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων
ὅσπερ λέλειπται. καὶ γὰρ οὐδʼ ἐγώ, ξένοι,
ἀνάδελφός εἰμι, πλὴν ὅσʼ οὐχ ὁρῶσά νιν.
ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν
δέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τις
προθυμία σε τοῦδʼ ἔχουσα τυγχάνει.
Ὀρέστης
θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται;
Ἰφιγένεια
ἐγώ· θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω.
Ὀρέστης
ἄζηλά γʼ, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα.
Ἰφιγένεια
ἀλλʼ εἰς ἀνάγκην κείμεθʼ, ἣν φυλακτέον.
Ὀρέστης
αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας;
Ἰφιγένεια
οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι.
Ὀρέστης
ὁ δὲ σφαγεὺς τίς; εἰ τάδʼ ἱστορεῖν με χρή.
Ἰφιγένεια
ἔσω δόμων τῶνδʼ εἰσὶν οἷς μέλει τάδε.
Ὀρέστης
τάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω;
Ἰφιγένεια
πῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν πέτρας.
Ὀρέστης
φεῦ·
πῶς ἄν μʼ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν;
Ἰφιγένεια
μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτʼ εἶ,
ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός.
οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν,
ἀλλʼ ὧν γε δυνατὸν οὐδʼ ἐγὼ λείψω χάριν.
πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ,
ξανθῷ τʼ ἐλαίῳ σῶμα σὸν κατασβέσω,
καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος
ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν.
ἀλλʼ εἶμι δέλτον τʼ ἐκ θεᾶς ἀνακτόρων
οἴσω· τὸ μέντοι δυσμενὲς μὴ ʼμοὶ λάβῃς.
φυλάσσετʼ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ —
ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ
πέμψω πρὸς Ἄργος, ὃν μάλιστʼ ἐγὼ φιλῶ,
καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν
λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.
Χορός
κατολοφύρομαι σὲ τὸν χερνίβων
ῥανίσι μελόμενον αἱμακταῖς.
Ὀρέστης
οἶκτος γὰρ οὐ ταῦτʼ, ἀλλὰ χαίρετʼ, ὦ ξέναι.
Χορός
σὲ δὲ τύχας μάκαρος, ὦ
νεανία, σεβόμεθʼ, ἐς
πάτραν ὅτι ποτʼ ἐπεμβάσῃ.
Πυλάδης
ἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων.
Χορός
ὦ σχέτλιοι πομπαί.
φεῦ φεῦ, διόλλυσαι.
αἰαῖ αἰαῖ. πότερος ὁ μᾶλλον;
ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν,
σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις.
Ὀρέστης
Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί;
Πυλάδης
οὐκ οἶδʼ· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με.
Ὀρέστης
τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς
ἀνήρεθʼ ἡμᾶς τούς τʼ ἐν Ἰλίῳ πόνους
νόστον τʼ Ἀχαιῶν τόν τʼ ἐν οἰωνοῖς σοφὸν
Κάλχαντʼ Ἀχιλλέως τʼ ὄνομα, καὶ τὸν ἄθλιον
Ἀγαμέμνονʼ ὡς ᾤκτιρʼ ἀνηρώτα τέ με
γυναῖκα παῖδάς τε. ἔστιν ἡ ξένη γένος
ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε
δέλτον τʼ ἔπεμπε καὶ τάδʼ ἐξεμάνθανεν,
ὡς κοινὰ πράσσουσʼ, Ἄργος εἰ πράσσει καλῶς.
Πυλάδης
ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις,
πλὴν ἕν· τὰ γὰρ τῶν βασιλέων παθήματα
ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν.
ἀτὰρ διῆλθον χἅτερον λόγον τινά.
Ὀρέστης
τίνʼ; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις.
Πυλάδης
αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος·
κοινῇ τʼ ἔπλευσα δεῖ με καὶ κοινῇ θανεῖν.
καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι
Ἄργει τε Φωκέων τʼ ἐν πολυπτύχῳ χθονί,
δόξω δὲ τοῖς πολλοῖσι — πολλοὶ γὰρ κακοί —
προδοὺς σεσῷσθαί σʼ αὐτὸς εἰς οἴκους μόνος
ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι
ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν,
ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν.
ταῦτʼ οὖν φοβοῦμαι καὶ διʼ αἰσχύνης ἔχω,
κοὐκ ἔσθʼ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι
καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας,
φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.
Ὀρέστης
εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά,
ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς.
ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις,
ταὔτʼ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντʼ ἐμοὶ
κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμʼ οὐ κακῶς ἔχει,
πράσσονθʼ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον.
σὺ δʼ ὄλβιός τʼ εἶ, καθαρά τʼ, οὐ νοσοῦντʼ, ἔχεις
μέλαθρʼ, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ.
σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου
κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτʼ ἔχειν —
ὄνομά τʼ ἐμοῦ γένοιτʼ ἄν, οὐδʼ ἄπαις δόμος
πατρῷος οὑμὸς ἐξαλειφθείη ποτʼ ἄν.
ἀλλʼ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός.
ὅταν δʼ ἐς Ἑλλάδʼ ἵππιόν τʼ Ἄργος μόλῃς,
πρὸς δεξιᾶς σε τῆσδʼ ἐπισκήπτω τάδε·
τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι,
καὶ δάκρυʼ ἀδελφὴ καὶ κόμας δότω τάφῳ.
ἄγγελλε δʼ ὡς ὄλωλʼ ὑπʼ Ἀργείας τινὸς
γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ.
καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ,
ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός.
καὶ χαῖρʼ· ἐμῶν γὰρ φίλτατόν σʼ ηὗρον φίλων,
ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί,
ὦ πόλλʼ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν.
ἡμᾶς δʼ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο·
τέχνην δὲ θέμενος ὡς προσώταθʼ Ἑλλάδος
ἀπήλασʼ, αἰδοῖ τῶν πάρος μαντευμάτων.
ᾧ πάντʼ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις,
μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι.
Πυλάδης
ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος
οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σʼ ἐγὼ
θανόντα μᾶλλον ἢ βλέπονθʼ ἕξω φίλον.
ἀτὰρ τὸ τοῦ θεοῦ σʼ οὐ διέφθορέν γέ πω
μάντευμα· καίτοι γʼ ἐγγὺς ἕστηκας φόνου.
ἀλλʼ ἔστιν, ἔστιν, ἡ λίαν δυσπραξία
λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ.
Ὀρέστης
σίγα· τὰ Φοίβου δʼ οὐδὲν ὠφελεῖ μʼ ἔπη·
γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ.
Ἰφιγένεια
ἀπέλθεθʼ ὑμεῖς καὶ παρευτρεπίζετε
τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ.
δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί,
ξένοι, πάρεισιν· ἃ δʼ ἐπὶ τοῖσδε βούλομαι,
ἀκούσατʼ. οὐδεὶς αὑτὸς ἐν πόνοις τʼ ἀνὴρ
ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ.
ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς
θῆται παρʼ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς
ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν.
Ὀρέστης
τί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι;
Ἰφιγένεια
ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς
πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων.
Ὀρέστης
ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους;
Ἰφιγένεια
τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε.
Ὀρέστης
ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου.
Ἰφιγένεια
δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν;
Ὀρέστης
ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται;
Ἰφιγένεια
ναί.
πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος.
Ὀρέστης
ὄμνυ· σὺ δʼ ἔξαρχʼ ὅρκον ὅστις εὐσεβής.
Ἰφιγένεια
δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις.
Πυλάδης
τοῖς σοῖς φίλοισι γράμματʼ ἀποδώσω τάδε.
Ἰφιγένεια
κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας.
Πυλάδης
τίνʼ οὖν ἐπόμνυς τοισίδʼ ὅρκιον θεῶν;
Ἰφιγένεια
Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω.
Πυλάδης
ἐγὼ δʼ ἄνακτά γʼ οὐρανοῦ, σεμνὸν Δία.
Ἰφιγένεια
εἰ δʼ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ;
Πυλάδης
ἄνοστος εἴην· τί δὲ σύ, μὴ σῴσασά με;
Ἰφιγένεια
μήποτε κατʼ Ἄργος ζῶσʼ ἴχνος θείην ποδός.
Πυλάδης
ἄκουε δή νυν ὃν παρήλθομεν λόγον.
Ἰφιγένεια
ἀλλʼ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ.
Πυλάδης
ἐξαίρετόν μοι δὸς τόδʼ, ἤν τι ναῦς πάθῃ,
χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα
ἀφανὴς γένηται, σῶμα δʼ ἐκσῴσω μόνον,
τὸν ὅρκον εἶναι τόνδε μηκέτʼ ἔμπεδον.
Ἰφιγένεια
ἀλλʼ οἶσθʼ ὃ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ·
τἀνόντα κἀγγεγραμμένʼ ἐν δέλτου πτυχαῖς
λόγῳ φράσω σοι πάντʼ ἀναγγεῖλαι φίλοις.
ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσῴσῃς γραφήν,
αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα·
ἢν δʼ ἐν θαλάσσῃ γράμματʼ ἀφανισθῇ τάδε,
τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί.
Πυλάδης
καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θʼ ὕπερ.
σήμαινε δʼ ᾧ χρὴ τάσδʼ ἐπιστολὰς φέρειν
πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν.
Ἰφιγένεια
ἄγγελλʼ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος·
Ἡ ʼν Αὐλίδι σφαγεῖσʼ ἐπιστέλλει τάδε
ζῶσʼ Ἰφιγένεια, τοῖς ἐκεῖ δʼ οὐ ζῶσʼ ἔτι —
Ὀρέστης
ποῦ δʼ ἔστʼ ἐκείνη; κατθανοῦσʼ ἥκει πάλιν;
Ἰφιγένεια
ἥδʼ ἣν ὁρᾷς σύ· μὴ λόγοις ἔκπλησσέ με.
Κόμισαί μʼ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν,
ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς
σφαγίων, ἐφʼ οἷσι ξενοφόνους τιμὰς ἔχω.
Ὀρέστης
Πυλάδη, τί λέξω; ποῦ ποτʼ ὄνθʼ ηὑρήμεθα;
Ἰφιγένεια
ἢ σοῖς ἀραία δώμασιν γενήσομαι.
Πυλάδης
Ὀρέστα — ;
Ἰφιγένεια
ἵνʼ αὖθις ὄνομα δὶς κλύων μάθῃς.
Πυλάδης
ὦ θεοί.
Ἰφιγένεια
τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς;
Πυλάδης
οὐδέν· πέραινε δʼ· ἐξέβην γὰρ ἄλλοσε.
τάχʼ οὐκ ἐρωτῶν σʼ εἰς ἄπιστʼ ἀφίξομαι.
Ἰφιγένεια
λέγʼ οὕνεκʼ ἔλαφον ἀντιδοῦσά μου θεὰ
Ἄρτεμις ἔσῳσέ μʼ, ἣν ἔθυσʼ ἐμὸς πατήρ,
δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν,
ἐς τήνδε δʼ ᾤκισʼ αἶαν. αἵδʼ ἐπιστολαί,
τάδʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα.
Πυλάδης
ὦ ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με,
κάλλιστα δʼ ὀμόσασʼ, οὐ πολὺν σχήσω χρόνον,
τὸν δʼ ὅρκον ὃν κατώμοσʼ ἐμπεδώσομεν.
ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε,
Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα.
Ὀρέστης
δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς
τὴν ἡδονὴν πρῶτʼ οὐ λόγοις αἱρήσομαι.
ὦ φιλτάτη μοι σύγγονʼ, ἐκπεπληγμένος
ὅμως σʼ ἀπίστῳ περιβαλὼν βραχίονι
ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστʼ ἐμοί.
Χορός
ξένʼ, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον
χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα.
Ὀρέστης
ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς
Ἀγαμέμνονος γεγῶσα, μή μʼ ἀποστρέφου,
ἔχουσʼ ἀδελφόν, οὐ δοκοῦσʼ ἕξειν ποτέ.
Ἰφιγένεια
ἐγώ σʼ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων;
τὸ δʼ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία.
Ὀρέστης
οὐκ ἔστʼ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος.
Ἰφιγένεια
ἀλλʼ ἡ Λάκαινα Τυνδαρίς σʼ ἐγείνατο;
Ὀρέστης
Πέλοπός γε παιδὶ παιδός, οὗ ʼκπέφυκʼ ἐγώ.
Ἰφιγένεια
τί φῄς; ἔχεις τι τῶνδέ μοι τεκμήριον;
Ὀρέστης
ἔχω· πατρῴων ἐκ δόμων τι πυνθάνου.
Ἰφιγένεια
οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δʼ ἐμέ.
Ὀρέστης
λέγοιμʼ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε·
Ἀτρέως Θυέστου τʼ οἶσθα γενομένην ἔριν;
Ἰφιγένεια
ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι.
Ὀρέστης
ταῦτʼ οὖν ὑφήνασʼ οἶσθʼ ἐν εὐπήνοις ὑφαῖς;
Ἰφιγένεια
ὦ φίλτατʼ, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν.
Ὀρέστης
εἰκώ τʼ ἐν ἱστοῖς ἡλίου μετάστασιν;
Ἰφιγένεια
ὕφηνα καὶ τόδʼ εἶδος εὐμίτοις πλοκαῖς.
Ὀρέστης
καὶ λούτρʼ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα;
Ἰφιγένεια
οἶδʼ· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μʼ ἀφείλετο.
Ὀρέστης
τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν;
Ἰφιγένεια
μνημεῖά γʼ ἀντὶ σώματος τοὐμοῦ τάφῳ.
Ὀρέστης
ἃ δʼ εἶδον αὐτός, τάδε φράσω τεκμήρια·
Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός,
ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα
ἐκτήσαθʼ Ἱπποδάμειαν, Οἰνόμαον κτανών,
ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.
Ἰφιγένεια
ὦ φίλτατʼ, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ,
ἔχω σʼ, Ὀρέστα, τηλύγετον χθονὸς ἀπὸ πατρίδος
Ἀργόθεν, ὦ φίλος.
Ὀρέστης
κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται.
κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ
τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δʼ ἐμόν.
Ἰφιγένεια
τόδʼ ἔτι βρέφος
ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ
νεαρὸν ἐν δόμοις.
ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου
ψυχά, τί φῶ; θαυμάτων
πέρα καὶ λόγου πρόσω τάδʼ ἐπέβα.
Ὀρέστης
τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα.
Ἰφιγένεια
ἄτοπον ἁδονὰν ἔλαβον, ὦ φίλαι·
δέδοικα δʼ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα
ἀμπτάμενος φύγῃ·
ἰὼ Κυκλωπὶς ἑστία· ἰὼ πατρίς,
Μυκήνα φίλα,
χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς,
ὅτι μοι συνομαίμονα τόνδε δόμοις
ἐξεθρέψω φάος.
Ὀρέστης
γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς,
ὦ σύγγονʼ, ἡμῶν δυστυχὴς ἔφυ βίος.
Ἰφιγένεια
ἐγᾦδʼ ἁ μέλεος, οἶδʼ, ὅτε φάσγανον
δέρᾳ θῆκέ μοι μελεόφρων πατήρ.
Ὀρέστης
οἴμοι. δοκῶ γὰρ οὐ παρών σʼ ὁρᾶν ἐκεῖ.
Ἰφιγένεια
ἀνυμέναιος, ὦ σύγγονʼ, Ἀχιλλέως
ἐς κλισίαν λέκτρων
δολίαν ὅτʼ ἀγόμαν·
παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι.
φεῦ φεῦ χερνίβων τῶν ἐκεῖ.
Ὀρέστης
ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ.
Ἰφιγένεια
ἀπάτορʼ ἀπάτορα πότμον ἔλαχον.
ἄλλα δʼ ἐξ ἄλλων κυρεῖ
δαίμονος τύχᾳ τινός.
Ὀρέστης
εἰ σόν γʼ ἀδελφόν, ὦ τάλαινʼ, ἀπώλεσας.
Ἰφιγένεια
ὦ μελέα δεινᾶς τόλμας. δείνʼ ἔτλαν
δείνʼ ἔτλαν, ὤμοι σύγγονε. παρὰ δʼ ὀλίγον
ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν
δαϊχθεὶς χερῶν.
ἁ δʼ ἐπʼ αὐτοῖσι τίς τελευτά;
τίς τύχα μοι συγχωρήσει;
τίνα σοι πόρον εὑρομένα —
πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω
πατρίδʼ ἐς Ἀργείαν,
πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι;
τόδε τόδε σόν, ὦ μελέα ψυχά,
χρέος ἀνευρίσκειν.
πότερον κατὰ χέρσον, οὐχὶ ναΐ — ;
ἀλλὰ ποδῶν ῥιπᾷ
θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα
καὶ διʼ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὴν
στενοπόρου πέτρας μακρὰ κέλευθα να-
ΐοισιν δρασμοῖς.
τάλαινα, τάλαινα.
τίς ἂν οὖν τάδʼ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ
τί τῶν ἀδοκήτων,
πόρον ἄπορον ἐξανύσας, δυοῖν
τοῖν μόνοιν Ἀτρείδαιν φαίνοι
κακῶν ἔκλυσιν;
Χορός
ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα
τάδʼ εἶδον αὐτὴ κοὐ κλύουσʼ ἀπαγγελῶ.
Πυλάδης
τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων,
Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν·
λήξαντα δʼ οἴκτων κἀπʼ ἐκεῖνʼ ἐλθεῖν χρεών,
ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας
λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου.
σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ʼκβάντας τύχης,
καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν.
Ὀρέστης
καλῶς ἔλεξας· τῇ τύχῃ δʼ οἶμαι μέλειν
τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ,
σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει.
Ἰφιγένεια
μηδέν μʼ ἐπίσχῃ γʼ· οὐδʼ ἀποστήσει λόγου,
πρῶτον πυθέσθαι τίνα ποτʼ Ἠλέκτρα πότμον
εἴληχε βιότου· φίλα γὰρ ἔστε πάντʼ ἐμοί.
Ὀρέστης
τῷδε ξυνοικεῖ βίον ἔχουσʼ εὐδαίμονα.
Ἰφιγένεια
οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς;
Ὀρέστης
Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ.
Ἰφιγένεια
ὁ δʼ ἐστί γʼ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός;
Ὀρέστης
ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος.
Ἰφιγένεια
οὐκ ἦν τόθʼ οὗτος ὅτε πατὴρ ἔκτεινέ με.
Ὀρέστης
οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά.
Ἰφιγένεια
χαῖρʼ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου.
Ὀρέστης
κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον.
Ἰφιγένεια
τὰ δεινὰ δʼ ἔργα πῶς ἔτλης μητρὸς πέρι;
Ὀρέστης
σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ.
Ἰφιγένεια
ἡ δʼ αἰτία τίς ἀνθʼ ὅτου κτείνει πόσιν;
Ὀρέστης
ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν.
Ἰφιγένεια
σιγῶ· τὸ δʼ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει;
Ὀρέστης
Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας.
Ἰφιγένεια
οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους;
Ὀρέστης
οὔκ, ἀλλʼ Ἐρινύων δεῖμά μʼ ἐκβάλλει χθονός.
Ἰφιγένεια
ταῦτʼ ἆρʼ ἐπʼ ἀκταῖς κἀνθάδʼ ἠγγέλης μανείς;
Ὀρέστης
ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι.
Ἰφιγένεια
ἔγνωκα· μητρός σʼ οὕνεκʼ ἠλάστρουν θεαί.
Ὀρέστης
ὥσθʼ αἱματηρὰ στόμιʼ ἐπεμβαλεῖν ἐμοί.
Ἰφιγένεια
τί γάρ ποτʼ ἐς γῆν τήνδʼ ἐπόρθμευσας πόδα;
Ὀρέστης
Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην.
Ἰφιγένεια
τί χρῆμα δράσειν; ῥητὸν ἢ σιγώμενον;
Ὀρέστης
λέγοιμʼ ἄν· ἀρχαὶ δʼ αἵδε μοι πολλῶν πόνων.
ἐπεὶ τὰ μητρὸς ταῦθʼ ἃ σιγῶμεν κακὰ
ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα
ἐς τὰς Ἀθήνας δῆτʼ ἔπεμψε Λοξίας,
δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ
Ζεὺς εἵσατʼ ἔκ του δὴ χερῶν μιάσματος.
ἐλθὼν δʼ ἐκεῖσε — πρῶτα μέν μʼ οὐδεὶς ξένων
ἑκὼν ἐδέξαθʼ, ὡς θεοῖς στυγούμενον·
οἳ δʼ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει,
σιγῇ δʼ ἐτεκτήναντʼ ἀπόφθεγκτόν μʼ, ὅπως
δαιτὸς γενοίμην πώματός τʼ αὐτοῖς δίχα,
ἐς δʼ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου
μέτρημα πληρώσαντες εἶχον ἡδονήν.
κἀγὼ ʼξελέγξαι μὲν ξένους οὐκ ἠξίουν,
ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι,
μέγα στενάζων οὕνεκʼ ἦ μητρὸς φονεύς.
κλύω δʼ Ἀθηναίοισι τἀμὰ δυστυχῆ
τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν,
χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών.
ὡς δʼ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην
ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον,
τὸ δʼ ἄλλο πρέσβειρʼ ἥπερ ἦν Ἐρινύων.
εἰπὼν δʼ ἀκούσας θʼ αἵματος μητρὸς πέρι,
Φοῖβός μʼ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι
ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ·
νικῶν δʼ ἀπῆρα φόνια πειρατήρια.
ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ,
ψῆφον παρʼ αὐτὴν ἱερὸν ὡρίσαντʼ ἔχειν·
ὅσαι δʼ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ,
δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μʼ ἀεί,
ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον,
καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς,
ἐπώμοσʼ αὐτοῦ βίον ἀπορρήξειν θανών,
εἰ μή με σώσει Φοῖβος, ὅς μʼ ἀπώλεσεν.
ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν
Φοῖβός μʼ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν
ἄγαλμʼ Ἀθηνῶν τʼ ἐγκαθιδρῦσαι χθονί.
ἀλλʼ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν,
σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας,
μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει
στείλας Μυκήναις ἐγκαταστήσω πάλιν.
ἀλλʼ, ὦ φιληθεῖσʼ, ὦ κασίγνητον κάρα,
σῷσον πατρῷον οἶκον, ἔκσῳσον δʼ ἐμέ·
ὡς τἄμʼ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν,
οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.
Χορός
δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε
τὸ Ταντάλειον σπέρμα διὰ πόνων τʼ ἄγει.
Ἰφιγένεια
τὸ μὲν πρόθυμον, πρίν σε δεῦρʼ ἐλθεῖν, ἔχω
Ἄργει γενέσθαι καὶ σέ, σύγγονʼ, εἰσιδεῖν.
θέλω δʼ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων
νοσοῦντά τʼ οἶκον, οὐχὶ τῷ κτανόντι με
θυμουμένη, πατρῷον ὀρθῶσαι· θέλω·
σφαγῆς τε γὰρ σῆς χεῖρʼ ἀπαλλάξαιμεν ἂν
σῴσαιμί τʼ οἴκους. τὴν θεὸν δʼ ὅπως λάθω
δέδοικα καὶ τύραννον, ἡνίκʼ ἂν κενὰς
κρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος.
πῶς δʼ οὐ θανοῦμαι; τίς δʼ ἔνεστί μοι λόγος;
ἀλλʼ, εἰ μὲν — ἕν τι — τοῦθʼ ὁμοῦ γενήσεται,
ἄγαλμά τʼ οἴσεις κἄμʼ ἐπʼ εὐπρύμνου νεὼς
ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν·
τούτου δὲ χωρισθεῖσʼ — ἐγὼ μὲν ὄλλυμαι,
σὺ δʼ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις.
οὐ μήν τι φεύγω γʼ, οὐδέ σʼ εἰ θανεῖν χρεὼν
σῴσασαν· οὐ γὰρ ἀλλʼ ἀνὴρ μὲν ἐκ δόμων
θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ.
Ὀρέστης
οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς·
ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ
καὶ ζῆν θέλοιμʼ ἂν καὶ θανὼν λαχεῖν ἴσον.
ἄξω δέ γʼ, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ,
πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα.
γνώμης δʼ ἄκουσον· εἰ πρόσαντες ἦν τόδε
Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε
κομίσαι μʼ ἄγαλμα θεᾶς πόλισμʼ ἐς Παλλάδος
καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ
συνθεὶς τάδʼ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.
Ἰφιγένεια
πῶς οὖν γένοιτʼ ἂν ὥστε μήθʼ ἡμᾶς θανεῖν,
λαβεῖν θʼ ἃ βουλόμεσθα; τῇδε γὰρ νοσεῖ
νόστος πρὸς οἴκους· ἡ δὲ βούλησις πάρα.
Ὀρέστης
ἆρʼ ἂν τύραννον διολέσαι δυναίμεθʼ ἄν;
Ἰφιγένεια
δεινὸν τόδʼ εἶπας, ξενοφονεῖν ἐπήλυδας.
Ὀρέστης
ἀλλʼ, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον.
Ἰφιγένεια
οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ᾔνεσα.
Ὀρέστης
τί δʼ, εἴ με ναῷ τῷδε κρύψειας λάθρα;
Ἰφιγένεια
ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν;
Ὀρέστης
κλεπτῶν γὰρ ἡ νύξ, τῆς δʼ ἀληθείας τὸ φῶς.
Ἰφιγένεια
εἴσʼ ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν.
Ὀρέστης
οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν;
Ἰφιγένεια
ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι.
Ὀρέστης
ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω.
Ἰφιγένεια
ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι.
Ὀρέστης
δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας.
Ἰφιγένεια
φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν.
Ὀρέστης
χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς.
Ἰφιγένεια
ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ,
Ὀρέστης
τίνʼ αἰτίαν ἔχουσʼ; ὑποπτεύω τι γάρ.
Ἰφιγένεια
οὐ καθαρὸν ὄντα· τὸ δʼ ὅσιον δώσω φόβῳ.
Ὀρέστης
τί δῆτα μᾶλλον θεᾶς ἄγαλμʼ ἁλίσκεται;
Ἰφιγένεια
πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι,
Ὀρέστης
ἔτʼ ἐν δόμοισι βρέτας, ἐφʼ ᾧ πεπλεύκαμεν.
Ἰφιγένεια
κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ.
Ὀρέστης
ποῖ δῆτα; πόντου νοτερὸν εἶπας ἔκβολον;
Ἰφιγένεια
οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν.
Ὀρέστης
σὺ δʼ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας;
Ἰφιγένεια
ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστʼ ἐμοὶ μόνῃ.
Ὀρέστης
Πυλάδης δʼ ὅδʼ ἡμῖν ποῦ τετάξεται πόνου;
Ἰφιγένεια
ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμʼ ἔχων.
Ὀρέστης
λάθρα δʼ ἄνακτος ἢ εἰδότος δράσεις τάδε;
Ἰφιγένεια
πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε.
Ὀρέστης
καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα.
Ἰφιγένεια
σοὶ δὴ μέλειν χρὴ τἄλλʼ ὅπως ἕξει καλῶς.
Ὀρέστης
ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε.
ἀλλʼ ἀντίαζε καὶ λόγους πειστηρίους
εὕρισκʼ· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή.
τὰ δʼ ἄλλʼ ἴσως — . ἅπαντα συμβαίη καλῶς.
Ἰφιγένεια
ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω,
καὶ τἄμʼ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν
ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας
φίλου τʼ ἀδελφοῦ φιλτάτης τε συγγόνου.
καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδʼ ἀρχέτω·
γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος
σῴζειν τε κοινὰ πράγματʼ ἀσφαλέσταται.
σιγήσαθʼ ἡμῖν καὶ συνεκπονήσατε
φυγάς. καλόν τοι γλῶσσʼ ὅτῳ πιστὴ παρῇ.
ὁρᾶτε δʼ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους,
ἢ γῆς πατρῴας νόστον ἢ θανεῖν ἔχει.
σωθεῖσα δʼ, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης,
σώσω σʼ ἐς Ἑλλάδʼ. ἀλλὰ πρός σε δεξιᾶς
σὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος,
γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων
μητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ.
τί φατέ; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν —
φθέγξασθε — ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους
ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας.
Χορός
θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον·
ὡς ἔκ γʼ ἐμοῦ σοι πάντα σιγηθήσεται —
ἴστω μέγας Ζεύς — ὧν ἐπισκήπτεις πέρι.
Ἰφιγένεια
ὄναισθε μύθων καὶ γένοισθʼ εὐδαίμονες.
σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους·
ὡς αὐτίχʼ ἥξει τῆσδε κοίρανος χθονός,
θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων.
>ὦ πότνιʼ, ἥπερ μʼ Αὐλίδος κατὰ πτυχὰς
δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός,
σῶσόν με καὶ νῦν τούσδε τʼ· ἢ τὸ Λοξίου
οὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα.
ἀλλʼ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς
ἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδʼ οὐ πρέπει
ναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα.
Χορός
ὄρνις, ἃ παρὰ πετρίνας
πόντου δειράδας, ἀλκυών,
ἔλεγον οἶτον ἀείδεις,
εὐξύνετον ξυνετοῖς βοάν,
ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς,
ἐγώ σοι παραβάλλομαι
θρήνους, ἄπτερος ὅρνις,
ποθοῦσʼ Ἑλλάνων ἀγόρους,
ποθοῦσʼ Ἄρτεμιν λοχίαν,
ἃ παρὰ Κύνθιον ὄχθον οἰ-
κεῖ φοίνικά θʼ ἁβροκόμαν
δάφναν τʼ εὐερνέα καὶ
γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί-
ας, Λατοῦς ὠδῖνα φίλαν,
λίμναν θʼ εἱλίσσουσαν ὕδωρ
κύκλιον, ἔνθα κύκνος μελῳ-
δὸς Μούσας θεραπεύει.
Χορός
ὦ πολλαὶ δακρύων λιβάδες,
αἳ παρηίδας εἰς ἐμὰς
ἔπεσον, ἁνίκα πύργων
ὀλομένων ἐν ναυσὶν ἔβαν
πολεμίων ἐρετμοῖσι καὶ λόγχαις.
ζαχρύσου δὲ διʼ ἐμπολᾶς
νόστον βάρβαρον ἦλθον,
ἔνθα τᾶς ἐλαφοκτόνου
θεᾶς ἀμφίπολον κόραν
παῖδʼ Ἀγαμεμνονίαν λατρεύ-
ω βωμούς τʼ οὐ μηλοθύτας,
ζηλοῦσʼ ἄταν διὰ παν-
τὸς δυσδαίμονʼ· ἐν γὰρ ἀνάγ-
καις οὐ κάμνεις σύντροφος ὤν.
μεταβάλλει δυσδαιμονία·
τὸ δὲ μετʼ εὐτυχίας κακοῦ-
σθαι θνατοῖς βαρὺς αἰών.
Χορός
καὶ σὲ μέν, πότνιʼ, Ἀργεία
πεντηκόντορος οἶκον ἄξει·
συρίζων θʼ ὁ κηροδέτας
κάλαμος οὐρείου Πανὸς
κώπαις ἐπιθωΰξει,
ὁ Φοῖβός θʼ ὁ μάντις ἔχων
κέλαδον ἑπτατόνου λύρας
ἀείδων ἄξει λιπαρὰν
εὖ σʼ Ἀθηναίων ἐπὶ γᾶν.
ἐμὲ δʼ αὐτοῦ λιποῦσα
βήσῃ ῥοθίοισι πλάταις·
ἀέρι δὲ ἱστία πρότονοι κατὰ πρῷραν ὑ-
πὲρ στόλον ἐκπετάσουσι πόδα
ναὸς ὠκυπόμπου.
Χορός
λαμπροὺς ἱπποδρόμους βαίην,
ἔνθʼ εὐάλιον ἔρχεται πῦρ·
οἰκείων δʼ ὑπὲρ θαλάμων
πτέρυγας ἐν νώτοις ἁμοῖς
λήξαιμι θοάζουσα·
χοροῖς δʼ ἑσταίην, ὅθι καὶ
παρθένος, εὐδοκίμων γάμων,
παρὰ πόδʼ εἱλίσσουσα φίλας
ματρὸς ἡλίκων θιάσους,
χαρίτων εἰς ἁμίλλας,
χαίτας ἁβρόπλουτον ἔριν,
ὀρνυμένα, πολυποίκιλα φάρεα
καὶ πλοκάμους περιβαλλομένα
γένυσιν ἐσκίαζον.
Θόας
ποῦ ʼσθʼ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ
Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο;
ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί;
Χορός
ἥδʼ ἐστίν, ἥ σοι πάντʼ, ἄναξ, ἐρεῖ σαφῶς.
Θόας
ἔα·
τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων,
Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμʼ ἐν ὠλέναις;
Ἰφιγένεια
ἄναξ, ἔχʼ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν.
Θόας
τί δʼ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις;
Ἰφιγένεια
ἀπέπτυσʼ· Ὁσίᾳ γὰρ δίδωμʼ ἔπος τόδε.
Θόας
τί φροιμιάζῃ νεοχμόν; ἐξαύδα σαφῶς.
Ἰφιγένεια
οὐ καθαρά μοι τὰ θύματʼ ἠγρεύσασθʼ, ἄναξ.
Θόας
τί τοὐκδιδάξαν τοῦτό σʼ; ἢ δόξαν λέγεις;
Ἰφιγένεια
βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη.
Θόας
αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός;
Ἰφιγένεια
αὐτόματον· ὄψιν δʼ ὀμμάτων ξυνήρμοσεν.
Θόας
ἡ δʼ αἰτία τίς; ἦ τὸ τῶν ξένων μύσος;
Ἰφιγένεια
ἥδʼ, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον.
Θόας
ἀλλʼ ἦ τινʼ ἔκανον βαρβάρων ἀκτῆς ἔπι;
Ἰφιγένεια
οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι.
Θόας
τίνʼ; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν.
Ἰφιγένεια
μητέρα κατειργάσαντο κοινωνῷ ξίφει.
Θόας
Ἄπολλον, οὐδʼ ἐν βαρβάροις ἔτλη τις ἄν.
Ἰφιγένεια
πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος.
Θόας
ἦ τῶνδʼ ἕκατι δῆτʼ ἄγαλμʼ ἔξω φέρεις;
Ἰφιγένεια
σεμνόν γʼ ὑπʼ αἰθέρʼ, ὡς μεταστήσω φόνου.
Θόας
μίασμα δʼ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ;
Ἰφιγένεια
ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν.
Θόας
σοφήν σʼ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς.
Ἰφιγένεια
καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν.
Θόας
τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι;
Ἰφιγένεια
τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν.
Θόας
ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων.
Ἰφιγένεια
καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν.
Θόας
σὺ δʼ ἐς τὸ τῆς θεοῦ γʼ ἐξένευσας εἰκότως.
Ἰφιγένεια
πᾶσάν γε μισοῦσʼ Ἑλλάδʼ, ἥ μʼ ἀπώλεσεν.
Θόας
τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι;
Ἰφιγένεια
τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν.
Θόας
οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν;
Ἰφιγένεια
ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω.
Θόας
πηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ;
Ἰφιγένεια
θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.
Θόας
ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν.
Ἰφιγένεια
καὶ τἀμά γʼ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι.
Θόας
οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων;
Ἰφιγένεια
ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν.
Θόας
ἄγʼ ἔνθα χρῄζεις· οὐ φιλῶ τἄρρηθʼ ὁρᾶν.
Ἰφιγένεια
ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας.
Θόας
εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος.
Ἰφιγένεια
οὐ γάρ ποτʼ ἄν νιν ἠράμην βάθρων ἄπο.
Θόας
δίκαιος ηὑσέβεια καὶ προμηθία.
Ἰφιγένεια
οἶσθά νυν ἅ μοι γενέσθω;
Θόας
σὸν τὸ σημαίνειν τόδε.
Ἰφιγένεια
δεσμὰ τοῖς ξένοισι πρόσθες.
Θόας
ποῖ δέ σʼ ἐκφύγοιεν ἄν;
Ἰφιγένεια
πιστὸν Ἑλλὰς οἶδεν οὐδέν.
Θόας
ἴτʼ ἐπὶ δεσμά, πρόσπολοι.
Ἰφιγένεια
κἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους —
Θόας
ἔσται τάδε.
Ἰφιγένεια
κρᾶτα κρύψαντες πέπλοισιν.
Θόας
ἡλίου πρόσθεν φλογός.
Ἰφιγένεια
σῶν τέ μοι σύμπεμπʼ ὀπαδῶν.
Θόας
οἵδʼ ὁμαρτήσουσί σοι.
Ἰφιγένεια
καὶ πόλει πέμψον τινʼ ὅστις σημανεῖ —
Θόας
ποίας τύχας;
Ἰφιγένεια
ἐν δόμοις μίμνειν ἅπαντας.
Θόας
μὴ συναντῷεν φόνῳ;
Ἰφιγένεια
μυσαρὰ γὰρ τὰ τοιάδʼ ἐστί.
Θόας
στεῖχε καὶ σήμαινε σύ —
Ἰφιγένεια
μηδένʼ εἰς ὄψιν πελάζειν.
Θόας
εὖ γε κηδεύεις πόλιν.
Ἰφιγένεια
καὶ φίλων γʼ οὓς δεῖ μάλιστα.
Θόας
τοῦτʼ ἔλεξας εἰς ἐμέ.
Ἰφιγένεια
Θόας
ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις.
Ἰφιγένεια
σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ —
Θόας
τί χρῆμα δρῶ;
Ἰφιγένεια
ἅγνισον πυρσῷ μέλαθρον.
Θόας
καθαρὸν ὡς μόλῃς πάλιν.
Ἰφιγένεια
ἡνίκʼ ἂν δʼ ἔξω περῶσιν οἱ ξένοι —
Θόας
τί χρή με δρᾶν;
Ἰφιγένεια
πέπλον ὀμμάτων προθέσθαι.
Θόας
μὴ παλαμναῖον λάβω.
Ἰφιγένεια
ἢν δʼ ἄγαν δοκῶ χρονίζειν —
Θόας
τοῦδʼ ὅρος τίς ἐστί μοι;
Ἰφιγένεια
θαυμάσῃς μηδέν.
Θόας
τὰ τῆς θεοῦ πρᾶσσʼ — ἐπεὶ σχολή — καλῶς.
Ἰφιγένεια
εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι.
Θόας
συνεύχομαι.
Ἰφιγένεια
τούσδʼ ἄρʼ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους
καὶ θεᾶς κόσμους νεογνούς τʼ ἄρνας, ὡς φόνῳ φόνον
μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τʼ ἄλλʼ ὅσα
προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια.
ἐκποδὼν δʼ αὐδῶ πολίταις τοῦδʼ ἔχειν μιάσματος,
εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς
ἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται,
φεύγετʼ, ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε.
ὦ Διὸς Λητοῦς τʼ ἄνασσα παρθένʼ, ἢν νίψω φόνον
τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον,
εὐτυχεῖς δʼ ἡμεῖς ἐσόμεθα. τἄλλα δʼ οὐ λέγουσʼ, ὅμως
τοῖς τὰ πλείονʼ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά.
Χορός
εὔπαις ὁ Λατοῦς γόνος,
τόν ποτε Δηλιὰς ἐν καρποφόροις γυάλοις
ἔτικτε, χρυσοκόμαν
ἐν κιθάρᾳ σοφόν, ἅ τʼ ἐπὶ τόξων
εὐστοχίᾳ γάνυται· φέρε δʼ αὐτά
νιν ἀπὸ δειράδος εἰναλίας,
λοχεῖα κλεινὰ λιποῦσα μά-
τηρ, τὰν ἀστάκτων ὑδάτων
βακχεύουσαν Διονύ-
σῳ Παρνάσιον κορυφάν·
ὅθι ποικιλόνωτος οἰ-
νωπὸς δράκων,
σκιερᾷ κατάχαλκος εὐ-
φύλλῳ δάφνᾳ,
γᾶς πελώριον τέρας, ἄμφεπε μαντεῖ-
ον Χθόνιον.
ἔτι μιν ἔτι βρέφος, ἔτι φίλας
ἐπὶ ματέρος ἀγκάλαισι θρῴσκων
ἔκανες, ὦ Φοῖβε, μαντείων δʼ ἐπέβας ζαθέων,
τρίποδί τʼ ἐν χρυσέῳ θάσσεις, ἐν ἀψευδεῖ θρόνῳ
μαντείας βροτοῖς θεσφάτων νέμων
ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον
γᾶς ἔχων μέλαθρον.
Χορός
Θέμιν δʼ ἐπεὶ γᾶς ἰὼν
παῖδʼ ἀπενάσσατο Πυθῶνος ἀπὸ ζαθέων
χρηστηρίων, νύχια
Χθὼν ἐτεκνώσατο φάσματʼ ὀνείρων,
οἳ πολέσιν μερόπων τά τε πρῶτα, τά τʼ
ἔπειθʼ, ὅσσα τʼ ἔμελλε τυχεῖν,
ὕπνου κατὰ δνοφερὰς γᾶς εὐ-
νὰς ἔφραζον· Γαῖα δὲ τὰν
μαντεῖον ἀφείλετο τι-
μὰν Φοῖβον, φθόνῳ θυγατρός.
ταχύπους δʼ ἐς Ὄλυμπον ὁρ-
μαθεὶς ἄναξ
χέρα παιδνὸν ἕλιξεν ἐκ
Διὸς θρόνων
Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆ-
νιν θεᾶς. νυχίους τʼ ἐνοπὰς.
γέλασε δʼ, ὅτι τέκος ἄφαρ ἔβα
πολύχρυσα θέλων λατρεύματα σχεῖν·
ἐπὶ δʼ ἔσεισεν κόμαν, παῦσαι νυχίους ἐνοπάς,
ἀπὸ δʼ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν,
καὶ τιμὰς πάλιν θῆκε Λοξίᾳ,
πολυάνορι δʼ ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖς
θεσφάτων ἀοιδαῖς.
Ἄγγελος
ὦ ναοφύλακες βώμιοί τʼ ἐπιστάται,
Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς;
καλεῖτʼ ἀναπτύξαντες εὐγόμφους πύλας
ἔξω μελάθρων τῶνδε κοίρανον χθονός.
Χορός
τί δʼ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν;
Ἄγγελος
βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι
Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων
φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας
λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς.
Χορός
ἄπιστον εἶπας μῦθον· ὃν δʼ ἰδεῖν θέλεις
ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς.
Ἄγγελος
ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα.
Χορός
οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νιν
ὅπου κυρήσας τούσδʼ ἀπαγγελεῖς λόγους.
Ἄγγελος
ὁρᾶτʼ, ἄπιστον ὡς γυναικεῖον γένος·
μέτεστι χὑμῖν τῶν πεπραγμένων μέρος.
Χορός
μαίνῃ· τί δʼ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα;
οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος;
Ἄγγελος
οὔ, πρίν γʼ ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς ὅδε,
εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον ἀρχηγὸς χθονός.
ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω,
καὶ δεσπότῃ σημήναθʼ οὕνεκʼ ἐν πύλαις
πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν.
Θόας
τίς ἀμφὶ δῶμα θεᾶς τόδʼ ἵστησιν βοήν,
πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω;
Ἄγγελος
φεῦ·
πῶς ἔλεγον αἵδε, καί μʼ ἀπήλαυνον δόμων,
ὡς ἐκτὸς εἴης· σὺ δὲ κατʼ οἶκον ἦσθʼ ἄρα.
Θόας
τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι;
Ἄγγελος
αὖθις τὰ τῶνδε σημανῶ· τὰ δʼ ἐν ποσὶ
παρόντʼ ἄκουσον. ἡ νεᾶνις ἣ ʼνθάδε
βωμοῖς παρίστατʼ, Ἰφιγένειʼ, ἔξω χθονὸς
σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς
ἄγαλμʼ ἔχουσα· δόλια δʼ ἦν καθάρματα.
Θόας
πῶς φῄς; τί πνεῦμα συμφορᾶς κεκτημένη;
Ἄγγελος
σῴζουσʼ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσῃ.
Θόας
τὸν ποῖον; ἆρʼ ὃν Τυνδαρὶς τίκτει κόρη;
Ἄγγελος
ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο.
Θόας
ὦ θαῦμα — πῶς σε μεῖζον ὀνομάσας τύχω;
Ἄγγελος
μὴ ʼνταῦθα τρέψῃς σὴν φρένʼ, ἀλλʼ ἄκουέ μου·
σαφῶς δʼ ἀθρήσας καὶ κλύων ἐκφρόντισον
διωγμὸς ὅστις τοὺς ξένους θηράσεται.
Θόας
λέγʼ· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρον
φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.
Ἄγγελος
ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας,
οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη,
ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων
ἔχοντας, ἐξένευσʼ ἀποστῆναι πρόσω
Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα
θύουσα καὶ καθαρμὸν ὃν μετῴχετο,
αὐτὴ δʼ ὄπισθε δέσμʼ ἔχουσα τοῖν ξένοιν
ἔστειχε χερσί. καὶ τάδʼ ἦν ὕποπτα μέν,
ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ.
χρόνῳ δʼ, ἵνʼ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον,
ἀνωλόλυξε καὶ κατῇδε βάρβαρα
μέλη μαγεύουσʼ, ὡς φόνον νίζουσα δή.
ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον,
ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι
κτάνοιεν αὐτὴν δραπέται τʼ οἰχοίατο.
φόβῳ δʼ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα
σιγῇ· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος
στείχειν ἵνʼ ἦσαν, καίπερ οὐκ ἐωμένοις.
κἀνταῦθʼ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος
ταρσῷ κατήρει πίτυλον ἐπτερωμένον,
ναύτας τε πεντήκοντʼ ἐπὶ σκαλμῶν πλάτας
ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας
ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς.
κοντοῖς δὲ πρῷραν εἶχον, οἳ δʼ ἐπωτίδων
ἄγκυραν ἐξανῆπτον· οἳ δέ, κλίμακας
σπεύδοντες, ἦγον διὰ χερῶν πρυμνήσια,
πόντῳ δὲ δόντες τοῖν ξένοιν καθίεσαν.
ἡμεῖς δʼ ἀφειδήσαντες, ὡς ἐσείδομεν
δόλια τεχνήματʼ, εἰχόμεσθα τῆς ξένης
πρυμνησίων τε, καὶ διʼ εὐθυντηρίας
οἴακας ἐξῃροῦμεν εὐπρύμνου νεώς.
λόγοι δʼ ἐχώρουν· Τίνι λόγῳ πορθμεύετε
κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους;
τίνος τίς ὢν σὺ τήνδʼ ἀπεμπολᾷς χθονός;
ὁ δʼ εἶπʼ· Ὀρέστης, τῆσδʼ ὅμαιμος, ὡς μάθῃς,
Ἀγαμέμνονος παῖς, τήνδʼ ἐμὴν κομίζομαι
λαβὼν ἀδελφήν, ἣν ἀπώλεσʼ ἐκ δόμων.
ἀλλʼ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης
καὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν·
ὅθεν τὰ δεινὰ πλήγματʼ ἦν γενειάδων.
κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν
ἡμεῖς τε· πυγμαί τʼ ἦσαν ἐγκροτούμεναι,
καὶ κῶλʼ ἀπʼ ἀμφοῖν τοῖν νεανίαιν ἅμα
ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο,
ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη.
δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι
ἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳ
κάθαιμʼ ἔχοντες τραύμαθʼ, οἳ δʼ ἐν ὄμμασιν·
ὄχθοις δʼ ἐπισταθέντες εὐλαβεστέρως
ἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν.
ἀλλʼ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι
σταθέντες ἰοῖς, ὥστʼ ἀναστεῖλαι πρόσω.
κἀν τῷδε — δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν
πρὸς γῆν, φόβος δʼ ἦν παρθένῳ τέγξαι πόδα —
λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν,
βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών,
ἔθηκʼ ἀδελφὴν ἐντὸς εὐσήμου νεώς,
τό τʼ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης
ἄγαλμα. ναὸς δʼ ἐκ μέσης ἐφθέγξατο
βοή τις· ὦ γῆς Ἑλλάδος ναῦται, νεὼς
λάβεσθε κώπαις ῥόθιά τʼ ἐκλευκαίνετε·
ἔχομεν γὰρ ὧνπερ οὕνεκʼ ἄξενον πόρον
Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.
οἳ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοι
ἔπαισαν ἅλμην. ναῦς δʼ, ἕως μὲν ἐντὸς ἦν
λιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲ
λάβρῳ κλύδωνι συμπεσοῦσʼ ἠπείγετο·
δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς
ὠθεῖ παλίμπρυμνʼ ἱστίʼ· οἳ δʼ ἐκαρτέρουν
πρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλιν
κλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲ
Ἀγαμέμνονος παῖς ηὔξατʼ· ὦ Λητοῦς κόρη
σῷσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα
ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθʼ ἐμαῖς.
φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά·
φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει.
ναῦται δʼ ἐπευφήμησαν εὐχαῖσιν κόρης
παιᾶνα, γυμνὰς ἐκ πέπλων ἐπωμίδας
κώπῃ προσαρμόσαντες ἐκ κελεύσματος.
μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ᾔει σκάφος·
χὣ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν,
ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας.
κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρʼ ἀπεστάλην,
σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας.
ἀλλʼ ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν·
εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται,
οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας.
πόντου δʼ ἀνάκτωρ Ἴλιόν τʼ ἐπισκοπεῖ
σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος,
καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον
σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν
λαβεῖν, ἀδελφήν θʼ, ἣ φόνον τὸν Αὐλίδι
ἀμνημόνευτον θεᾷ προδοῦσʼ ἁλίσκεται.
Χορός
ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέτα
θανῇ πάλιν μολοῦσα δεσποτῶν χέρας.
Θόας
ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός,
οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας
παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς
Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῇ θεῷ
σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε,
οἳ δʼ ὠκυπομποὺς ἕλξετʼ ἐς πόντον πλάτας;
ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασι
λαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτρας
ῥίψωμεν, ἢ σκόλοψι πήξωμεν δέμας.
ὑμᾶς δὲ τὰς τῶνδʼ ἴστορας βουλευμάτων,
γυναῖκες, αὖθις, ἡνίκʼ ἂν σχολὴν λάβω,
ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένην
σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι.
Ἀθήνα
ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ
Θόας; ἄκουσον τῆσδʼ Ἀθηναίας λόγους.
παῦσαι διώκων ῥεῦμά τʼ ἐξορμῶν στρατοῦ·
πεπρωμένος γὰρ θεσφάτοισι Λοξίου
δεῦρʼ ἦλθʼ Ὀρέστης, τόν τʼ Ἐρινύων χόλον
φεύγων ἀδελφῆς τʼ Ἄργος ἐσπέμψων δέμας
ἄγαλμά θʼ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα,
τῶν νῦν παρόντων πημάτων ἀναψυχάς.
πρὸς μὲν σὲ ὅδʼ ἡμῖν μῦθος· ὃν δʼ ἀποκτενεῖν
δοκεῖς Ὀρέστην ποντίῳ λαβὼν σάλῳ,
ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα
πόντου τίθησι νῶτα πορθμεύειν πλάτῃ.
μαθὼν δʼ, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς —
κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς —
χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν.
ὅταν δʼ Ἀθήνας τὰς θεοδμήτους μόλῃς,
χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις
ὅροισι, γείτων δειράδος Καρυστίας,
ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς·
ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας,
ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν,
οὓς ἐξεμόχθεις περιπολῶν καθʼ Ἑλλάδα
οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ
τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν.
νόμον τε θὲς τόνδʼ· ὅταν ἑορτάζῃ λεώς,
τῆς σῆς σφαγῆς ἄποινʼ ἐπισχέτω ξίφος
δέρῃ πρὸς ἀνδρὸς αἷμά τʼ ἐξανιέτω,
ὁσίας ἕκατι θεά θʼ ὅπως τιμὰς ἔχῃ.
σὲ δʼ ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακας
Βραυρωνίας δεῖ τῇδε κλῃδουχεῖν θεᾷ·
οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλων
ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς,
ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς
λίπωσʼ ἐν οἴκοις. τάσδε δʼ ἐκπέμπειν χθονὸς
Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι
γνώμης δικαίας οὕνεκʼ
ἐκσῴσασα δὲ
καὶ πρίν σʼ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας
κρίνασʼ, Ὀρέστα· καὶ νόμισμʼ ἔσται τόδε,
νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ.
ἀλλʼ ἐκκομίζου σὴν κασιγνήτην χθονός,
Ἀγαμέμνονος παῖ. — καὶ σὺ μὴ θυμοῦ, Θόας.
Θόας
ἄνασσʼ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις
ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ.
ἐγὼ δʼ Ὀρέστῃ τʼ, εἰ φέρων βρέτας θεᾶς
βέβηκʼ, ἀδελφῇ τʼ οὐχὶ θυμοῦμαι· τί γὰρ
πρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν;
ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι
γαῖαν, καθιδρύσαιντό τʼ εὐτυχῶς βρέτας.
πέμψω δὲ καὶ τάσδʼ Ἑλλάδʼ εἰς εὐδαίμονα
γυναῖκας, ὥσπερ σὸν κέλευσμʼ ἐφίεται.
παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις
ναῶν τʼ ἐρετμά, σοὶ τάδʼ ὡς δοκεῖ, θεά.
Ἀθήνα
αἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ.
ἴτʼ, ὦ πνοαί, ναυσθλοῦσθε τὸν Ἀγαμέμνονος
παῖδʼ εἰς Ἀθήνας· συμπορεύσομαι δʼ ἐγὼ
σῴζουσʼ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας.
Χορός
ἴτʼ ἐπʼ εὐτυχίᾳ τῆς σῳζομένης
μοίρας εὐδαίμονες ὄντες.
ἀλλʼ, ὦ σεμνὴ παρά τʼ ἀθανάτοις
καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα,
δράσομεν οὕτως ὡς σὺ κελεύεις.
μάλα γὰρ τερπνὴν κἀνέλπιστον
φήμην ἀκοαῖσι δέδεγμαι.
— — —
ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.