τὰ τοῦ δράματος πρόσωπα
Ἑλένη
Τεῦκρος
Χορός
Μενελέως
Γραῦς
Ἄγγελος
Θεονόη
Θεοκλύμενος
Ἕτερος Ἄγγελος
Διόσκοροι
Ἑλένη
Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν,
Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ,
ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ,
Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ.
τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,
Θεοκλύμενον ἄρσενʼ ὅτι δὴ θεοὺς σέβων
βίον διήνεγκʼ εὐγενῆ τε παρθένον
Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος·
ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ
τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο,
προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.
ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ
λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν
Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών,
ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ
δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·
Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ
λέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα,
Ἥρα Κύπρις τε διογενής τε παρθένος,
μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ,
νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις
Σπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος.
Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς,
ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη,
δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶ
εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο,
Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν —
κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸς
βουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς·
πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν
πλήθους τε κουφίσειε μητέρα χθόνα
γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.
Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,
τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
νεφέλῃ καλύψας — οὐ γὰρ ἠμέλησέ μου
Ζεύς — τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο,
πάντων προκρίνας σωφρονέστατον βροτῶν,
ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.
κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσις
στράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.
ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼ
κατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸν
πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
τί δῆτʼ ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔπος
Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον
οὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί.
ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν
Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς
σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος
θηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιν
τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,
ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω,
μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ.
Τεῦκρος
τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος;
πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,
βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι.
ἔα·
ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶ
γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν
πάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχεις
Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃ
γαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷ
ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.
Ἑλένη
τί δʼ, ὦ ταλαίπωρʼ — ὅστις ὤν μʼ ἀπεστράφης
καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;
Τεῦκρος
ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν·
μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι.
Ἑλένη
τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον;
Τεῦκρος
εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.
Ἑλένη
οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή;
Τεῦκρος
ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ
Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.
Ἑλένη
τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας;
Τεῦκρος
φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.
Ἑλένη
τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας;
Τεῦκρος
Τελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον;
Ἑλένη
ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.
Τεῦκρος
Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών.
Ἑλένη
πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς;
Τεῦκρος
οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος.
Ἑλένη
μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν;
Τεῦκρος
τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον;
Ἑλένη
ναί·
μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.
Τεῦκρος
θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις.
Ἑλένη
καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν;
Τεῦκρος
ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου.
Ἑλένη
σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;
Τεῦκρος
ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ.
Ἑλένη
ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν;
Τεῦκρος
καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.
Ἑλένη
ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;
Τεῦκρος
ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές.
Ἑλένη
ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες.
Τεῦκρος
καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά.
Ἑλένη
πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;
Τεῦκρος
ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.
Ἑλένη
χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον;
Τεῦκρος
πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
Ἑλένη
ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;
Τεῦκρος
Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης.
Ἑλένη
εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις;
Τεῦκρος
ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.
Ἑλένη
σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν.
Τεῦκρος
ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.
Ἑλένη
οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;
Τεῦκρος
αὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.
Ἑλένη
ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;
Τεῦκρος
οὔκουν ἐν Ἄργει γʼ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς.
Ἑλένη
αἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις.
Τεῦκρος
ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.
Ἑλένη
οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;
Τεῦκρος
ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν.
Ἑλένη
ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;
Τεῦκρος
μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.
Ἑλένη
κἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον;
Τεῦκρος
οὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα.
Ἑλένη
ἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη;
Τεῦκρος
Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή.
Ἑλένη
οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;
Τεῦκρος
φασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην.
Ἑλένη
οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;
Τεῦκρος
τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω.
Ἑλένη
πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν.
Τεῦκρος
ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ.
Ἑλένη
καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;
Τεῦκρος
σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον.
ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.
ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους,
τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,
σὺ προξένησον, ὡς τύχω μαντευμάτων
ὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸν
ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισεν
οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.
Ἑλένη
πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼν
γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως
ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ
κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·
κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον.
ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν
ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;
Τεῦκρος
καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι
ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρένας
ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.
κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰς
ἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι.
Ἑλένη
ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον
ποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθω
δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ.
Ἑλένη
πτεροφόροι νεάνιδες,
παρθένοι Χθονὸς κόραι
Σειρῆνες, εἴθʼ ἐμοῖς γόοις
μόλοιτʼ ἔχουσαι Λίβυν
λωτὸν ἢ σύριγγας ἢ
φόρμιγγας, αἰλίνοις κακοῖς
τοῖς ἐμοῖσι σύνοχα δάκρυα·
πάθεσι πάθεα, μέλεσι μέλεα,
μουσεῖα θρηνήμα-
σι ξυνῳδὰ πέμψειε
Φερσέφασσα
φόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσι
παρʼ ἐμέθεν ὑπὸ μέλαθρα νύχια
παιᾶνα
νέκυσιν ὀλομένοις λάβῃ.
Χορός
κυανοειδὲς ἀμφʼ ὕδωρ
ἔτυχον ἕλικά τʼ ἀνὰ χλόαν
φοίνικας ἁλίου πέπλους
αὐγαῖσιν ἐν χρυσέαις
ἀμφὶ δόνακος ἔρνεσιν
θάλπουσα· ποτνίας δʼ ἐμᾶς,
ἔνθεν οἰκτρὸν ἀνεβόασεν,
ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον,
ὅτι ποτʼ ἔλακεν αἰάγμα-
σι στένουσα, Νύμφα τις
οἷα Ναῒς
ὄρεσι φυγάδα νόμον ἱεῖσα
γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα
κλαγγαῖσι
Πανὸς ἀναβοᾷ γάμους.
Ἑλένη
ἰὼ ἰώ·
θήραμα βαρβάρου πλάτας,
Ἑλλανίδες κόραι,
ναύτας Ἀχαιῶν
τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων.
Ἰλίου κατασκαφαὶ
πυρὶ μέλουσι δαΐῳ
διʼ ἐμὲ τὰν πολυκτόνον,
διʼ ἐμὸν ὄνομα πολύπονον.
Λήδα δʼ ἐν ἀγχόναις
θάνατον ἔλαβεν αἰσχύ-
νας ἐμᾶς ὑπʼ ἀλγέων.
ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς
πόσις ὀλόμενος οἴχεται,
κάστορός τε συγγόνου τε
διδυμογενὲς ἄγαλμα πατρίδος
ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-
λοιπε δάπεδα γυμνάσιά τε
δονακόεντος Εὐρώ-
τα, νεανιᾶν πόνον.
Χορός
αἰαῖ αἰαῖ·
ὦ δαίμονος πολυστόνου
μοίρας τε σᾶς, γύναι.
αἰὼν δυσαίων
τις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθεν
χιονόχρως κύκνου πτερῷ
Ζεὺς πρέπων διʼ αἰθέρος·
τί γὰρ ἄπεστί σοι κακῶν;
τίνα δὲ βίοτον οὐκ ἔτλας;
μάτηρ μὲν οἴχεται,
δίδυμά τε Διὸς οὐκ εὐ-
δαιμονεῖ τέκεα φίλα,
χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,
διὰ δὲ πόλεας ἔρχεται
βάξις, ἅ σε βαρβάροισι,
πότνια, παραδίδωσι λέχεσιν,
ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-
λοιπε βίοτον, οὐδέ ποτʼ ἔτι
πάτρια μέλαθρα καὶ τὰν
Χαλκίοικον ὀλβιεῖς.
Ἑλένη
φεῦ φεῦ, τίς ἢ Φρυγῶν
ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς
ἔτεμε τὰν δακρυόεσσαν
Ἰλίῳ πεύκαν;
ἔνθεν ὀλόμενον σκάφος
συναρμόσας ὁ Πριαμίδας
ἔπλευσε βαρβάρῳ πλάτᾳ
τὰν ἐμὰν ἐφʼ ἑστίαν,
ἐπὶ τὸ δυστυχέστατον
κάλλος, ὡς ἕλοι, γάμων
ἀμῶν· ἅ τε δόλιος
ἁ πολυκτόνος Κύπρις
Δαναΐδαις ἄγουσα θάνατον Πριαμίδαις,
ὦ τάλαινα συμφορᾶς.
ἁ δὲ χρυσέοις θρόνοις
Διὸς ὑπαγκάλισμα σεμνὸν
Ἥρα τὸν ὠκύπουν
ἔπεμψε Μαιάδος γόνον·
ὅς με χλοερὰ δρεπομέναν
ἔσω πέπλων ῥόδεα πέταλα,
Χαλκίοικον ὡς Ἀθάναν μόλοιμʼ,
ἀναρπάσας διʼ αἰθέρος
τάνδε γαῖαν εἰς ἄνολβον
ἔριν ἔριν τάλαιναν ἔθετο
Πριαμίδαισιν Ἑλλάδος.
τὸ δʼ ἐμὸν ὄνομα
παρὰ Σιμουντίοις ῥοαῖσι
μαψίδιον ἔχει φάτιν.
Χορός
ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι
ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.
Ἑλένη
φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας;
γυνὴ γὰρ οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος
τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.
τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου,
τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιν
αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.
ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως·
ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής·
καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆς
ἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένη
δούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο·
τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη,
πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν —
οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή.
μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,
ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν·
ὃ δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ,
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
οὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ
τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ.
τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν,
κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳ
δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα.
εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν
ἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα.
νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε.
τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην;
γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,
μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν
τράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸς
ξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν.
θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς;
ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,
κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·
σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν,
σμικρὸν δʼ ὁ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου.
ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
γυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν.
Χορός
Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος,
μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι.
Ἑλένη
καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν.
Χορός
πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.
Ἑλένη
καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ.
Χορός
ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.
Ἑλένη
φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει.
Χορός
πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις;
Ἑλένη
πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.
Χορός
οἶσθʼ οὖν ὃ δρᾶσον; μνήματος λιποῦσʼ ἕδραν —
Ἑλένη
ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;
Χορός
ἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται,
τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,
πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτι
εἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖ
πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε.
πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
λυπουμένῃ γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ·
τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ·
ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν
ἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;
θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους
καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·
γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.
Ἑλένη
φίλαι, λόγους ἐδεξάμαν·
βᾶτε βᾶτε δʼ ἐς δόμους,
ἀγῶνας ἐντὸς οἴκων
ὡς πύθησθε τοὺς ἐμούς.
Χορός
θέλουσαν οὐ μόλις καλεῖς.
Ἑλένη
ἰὼ μέλεος ἁμέρα.
τίνʼ ἄρα τάλαινα τίνα δακρυό-
εντα λόγον ἀκούσομαι;
Χορός
μὴ πρόμαντις ἀλγέων
προλάμβανʼ, ὦ φίλα, γόους.
Ἑλένη
τί μοι πόσις μέλεος ἔτλα;
πότερα δέρκεται φάος
τέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων,
ἢ ʼν νέκυσι κατὰ χθονὸς
τὰν χρόνιον ἔχει τύχαν;
Χορός
ἐς τὸ φέρτερον τίθει
τὸ μέλλον, ὅ τι γενήσεται.
Ἑλένη
σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,
τὸν ὑδρόεντι δόνακι χλωρὸν
Εὐρώταν, θανόντος
εἰ βάξις ἔτυμος ἀνδρὸς
ἅδε μοι — τί τάδʼ ἀσύνετα; —
φόνιον αἰώρημα
διὰ δέρης ὀρέξομαι,
ἢ ξιφοκτόνον δίωγμα
λαιμορρύτου σφαγᾶς
αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
θῦμα τριζύγοις θεαῖσι
τῷ τε σήραγγας Ἰδαί-
ας ἐνίζοντι Πριαμί-
δᾳ ποτʼ ἀμφὶ βουστάθμους.
Χορός
ἄλλοσʼ ἀποτροπὰ κακῶν
γένοιτο, τὸ δὲ σὸν εὐτυχές.
Ἑλένη
ἰὼ Τροία τάλαινα,
διʼ ἔργʼ ἄνεργʼ ὄλλυσαι
μέλεά τʼ ἔτλας· τὰ δʼ ἐμὰ δῶρα
Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα,
πολὺ δὲ δάκρυον· ἄχεά τʼ ἄχεσι,
δάκρυα δάκρυσιν ἔλαβε, πάθεα
ματέρες τε παῖδας ὄλεσαν,
ἀπὸ δὲ παρθένοι κόμας
ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
ἀμφὶ Φρύγιον οἶδμα.
βοὰν βοὰν δʼ Ἑλλὰς
κελάδησε κἀνοτότυξεν,
ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
ὄνυχι δʼ ἁπαλόχροα γένυν
δεῦσε φονίαισι πλαγαῖς.
ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς
ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις,
ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον,
ἁ μορφᾷ θηρῶν λαχνογυίων —
ὄμματι λάβρῷ σχῆμα λεαίνης —
ἐξαλλάξασʼ ἄχθεα λύπης·
ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατο
χρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούραν
καλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμας
ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας
ὀλομένους τʼ Ἀχαιούς.
Μενελέως
ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα
Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
εἴθʼ ὤφελες τόθʼ, ἡνίκʼ ἔρανον εἰς θεοὺς
πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,
πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,
ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
Ἀγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν·
πλεῖστον γὰρ οἶμαι — καὶ τόδʼ οὐ κόμπῳ λέγω —
στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,
τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν,
ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις.
καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα,
τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν.
ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸς
τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν
οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
Λιβύης τʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰς
πέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας,
πάλιν μʼ ἀπωθεῖ πνεῦμα, κοὔποτʼ οὔριον
ἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν.
καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας
πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.
τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων,
ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ
Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.
ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς
οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην
ὥσθʼ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας
κρύπτων ὑπʼ αἰδοῦς τῆς τύχης. ὅταν δʼ ἀνὴρ
πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν
πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάρα
οὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαι
πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι.
πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματα
χλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς
κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
ἄρξασαν ἥκω τούς τε περιλελειμμένους
φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη.
μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω.
ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,
προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμων
λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον —
οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.
ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά;
Γραῦς
τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων
καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇ
Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.
Μενελέως
ὦ γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγειν
ἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον.
Γραῦς
ἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις.
Μενελέως
ἆ· μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ.
Γραῦς
πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος.
Μενελέως
ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς
Γραῦς
πικρῶς ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους.
Μενελέως
ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.
Γραῦς
οἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι.
Μενελέως
οὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.
Γραῦς
ὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ.
Μενελέως
αἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα;
Γραῦς
οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε.
Μενελέως
ὦ δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα.
Γραῦς
τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ;
Μενελέως
πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.
Γραῦς
οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;
Μενελέως
τίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι;
Γραῦς
Πρωτεὺς τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ.
Μενελέως
Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα.
Γραῦς
τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;
Μενελέως
οὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.
Γραῦς
πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
Μενελέως
ἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ;
Γραῦς
τόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός.
Μενελέως
ποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις;
Γραῦς
οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.
Μενελέως
τίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;
Γραῦς
Ἑλένη κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός.
Μενελέως
πῶς φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον.
Γραῦς
ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν.
Μενελέως
πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον;
Γραῦς
Λακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο.
Μενελέως
πότε; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος;
Γραῦς
πρὶν τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν.
ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοις
τύχη, τύραννος ᾗ ταράσσεται δόμος.
καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότης
λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται.
εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺς
λόγους ἔδωκα δεσπότην φοβουμένη.
Μενελέως
τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας
ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,
εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
ἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται,
ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
δάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις.
Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι.
ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρ
Νείλου παρʼ ὄχθας; εἷς γὰρ ὅ γε κατʼ οὐρανόν.
Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.
Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος
Τροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ
ὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλει
γυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον.
οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·
ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,
ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν,
Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.
δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι
ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ,
κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·
ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα
τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.
κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
βίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει.
λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος,
δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
Χορός
ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας,
ἃ χρῄζουσʼ ἐφάνη τυράννοις
δόμοις, ὡς Μενέλαος οὔ-
πω μελαμφαὲς οἴχεται
διʼ ἔρεβος χθονὶ κρυφθείς,
ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον
τρυχόμενος οὔπω λιμένων
ψαύσειεν πατρίας γᾶς,
ἀλατείᾳ βιότου
ταλαίφρων, ἄφιλος φίλων,
παντοδαπᾶς ἐπὶ γᾶς πόδα
χριμπτόμενος εἰναλίῳ
κώπᾳ Τρῳάδος ἐκ γᾶς.
Ἑλένη
ἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλιν
στείχω, μαθοῦσα Θεονόης φίλους λόγους,
ἣ πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάει
πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,
πορθμοὺς δʼ ἀλᾶσθαι μυρίους πεπλωκότα
ἐκεῖσε κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις,
ἥξειν δʼ ὅταν δὴ πημάτων λάβῃ τέλος.
ἓν δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.
ἐγὼ δʼ ἀπέστην τοῦτʼ ἐρωτῆσαι σαφῶς,
ἡσθεῖσʼ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον.
ἐγγὺς δέ νίν που τῆσδʼ ἔφασκʼ εἶναι χθονός,
ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.
ὤμοι, πόθʼ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις.
ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι
Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ
τάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τις
μορφὴν ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν.
Μενελέως
σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην
τύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας,
μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν
ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.
Ἑλένη
ἀδικούμεθʼ, ὦ γυναῖκες· εἰργόμεσθα γὰρ
τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλει
δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.
Μενελέως
οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.
Ἑλένη
καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις.
Μενελέως
στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα.
Ἑλένη
ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου.
Μενελέως
τίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι;
Ἑλένη
σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος.
Μενελέως
οὐπώποτʼ εἶδον προσφερέστερον δέμας.
Ἑλένη
ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
Μενελέως
Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;
Ἑλένη
Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Μενελέως
Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι.
Ἑλένη
ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ.
Μενελέως
ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Ἑλένη
ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
Μενελέως
ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων.
Ἑλένη
ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
Μενελέως
ὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ.
Ἑλένη
οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς.
Μενελέως
οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις.
Ἑλένη
ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
Μενελέως
ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
Ἑλένη
οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή.
Μενελέως
οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ;
Ἑλένη
οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς;
Μενελέως
τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ.
Ἑλένη
σκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος;
Μενελέως
ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι.
Ἑλένη
τίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα;
Μενελέως
ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω.
Ἑλένη
οὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν.
Μενελέως
καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται;
Ἑλένη
αἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη.
Μενελέως
τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις.
Ἑλένη
Ἥρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι.
Μενελέως
πῶς οὖν ἂν ἐνθάδʼ ἦσθά τʼ ἐν Τροίᾳ θʼ ἅμα;
Ἑλένη
τοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ.
Μενελέως
μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.
Ἑλένη
λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη;
Μενελέως
καὶ χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ.
Ἑλένη
ἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν.
Μενελέως
τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ.
Ἑλένη
οἲ ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα;
οἱ φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαι
Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.
Ἄγγελος
Μενέλαε, μαστεύων σε κιγχάνω μόλις
πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,
πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
Μενελέως
τί δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο;
Ἄγγελος
θαῦμʼ ἔστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον.
Μενελέως
λέγʼ· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.
Ἄγγελος
λέγω πόνους σε μυρίους τλῆναι μάτην.
Μενελέως
παλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί;
Ἄγγελος
βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς
ἀρθεῖσʼ ἄφαντος· οὐρανῷ δὲ κρύπτεται
λιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν,
τοσόνδε λέξασʼ· ὦ ταλαίπωροι Φρύγες
πάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε,
δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν.
ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν,
τὸ μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸν
ἄπειμι· φήμας δʼ ἡ τάλαινα Τυνδαρὶς
ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.
ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα;
ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς
ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον
δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν
ἡμᾶς τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ
πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.
Μενελέως
τοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι
οἱ τῆσδʼ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα,
ἥ σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
Ἑλένη
ὦ φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος
παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.
ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,
περί τʼ ἐπέτασα χέρα
φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.
Μενελέως
κἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχων
οὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.
Ἑλένη
γέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείρας
ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω,
περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν,
ὦ πόσις, ὡς λάβω.
Μενελέως
ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην·
ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ,
ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι
ξυνομαίμονες ὤλβισαν ὤλβισαν
τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦ
πρὸς ἄλλαν ἐλαύνει
θεὸς συμφορὰν τᾶσδε κρείσσω.
τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν
χρόνιον, ἀλλʼ ὅμως ὀναίμαν τύχας.
Χορός
ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι·
δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δʼ οὔ.
Ἑλένη
φίλαι φίλαι, τὰ πάρος οὐκέτι
στένομεν οὐδʼ ἀλγῶ.
πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενον
ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.
Μενελέως
ἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίους
μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ.
ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχει
χάριτος ἢ λύπας.
Ἑλένη
τί φῶ; τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε;
ἀδόκητον ἔχω σε πρὸς στέρνοις.
Μενελέως
κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν
μολεῖν Ἰλίου τε μελέους πύργους.
πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;
Ἑλένη
ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις,
ἒ ἔ· πικρὰν δʼ ἐρευνᾷς φάτιν.
Μενελέως
λέγʼ· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων.
Ἑλένη
ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι.
Μενελέως
ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.
Ἑλένη
οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία
πετομένας κώπας,
πετομένου δʼ ἔρωτος ἀδίκων γάμων
Μενελέως
τίς γάρ σε δαίμων ἢ πότμος συλᾷ πάτρας;
Ἑλένη
ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μʼ
ἐπέλασεν Νείλῳ.
Μενελέως
θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.
Ἑλένη
κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω
δάκρυσιν· ἁ Διός μʼ ἄλοχος ὤλεσεν.
Μενελέως
Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν;
Ἑλένη
ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,
ἵνα θεαὶ μορφὰν
ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.
Μενελέως
τὰ δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν — ;
Ἑλένη
Πάριν ὡς ἀφέλοιτο —
Μενελέως
πῶς; αὔδα.
Ἑλένη
Κύπρις ᾧ μʼ ἐπένευσεν —
Μενελέως
ὦ τλᾶμον.
Ἑλένη
τλάμων, τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ.
Μενελέως
εἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω.
Ἑλένη
τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-
τερ, οἲ ʼγώ.
Μενελέως
τί φῄς;
Ἑλένη
οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον
διʼ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.
Μενελέως
ὤμοι· θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν βίος;
Ἑλένη
ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει
γάμον ἄγαμον ἐμόν.
Μενελέως
ὦ πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις,
τάδε καὶ σὲ διώλεσε μυριάδας τε
χαλκεόπλων Δαναῶν.
Ἑλένη
ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν
ἔβαλε θεὸς ἀπό τε πόλεος ἀπό τε σέθεν,
ὅτε μέλαθρα λέχεά τʼ ἔλιπον — οὐ λιποῦσʼ
ἐπʼ αἰσχροῖς γάμοις.
Χορός
εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος
τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.
Ἄγγελος
Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,
ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω.
Μενελέως
ἀλλʼ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.
Ἄγγελος
οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς;
Μενελέως
οὐχ ἥδε, πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι,
νεφέλης ἄγαλμʼ ἔχοντες ἐν χεροῖν λυγρόν.
Ἄγγελος
τί φῄς;
νεφέλης ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι;
Μενελέως
Ἥρας τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις.
Ἄγγελος
ἡ δʼ οὖσʼ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;
Μενελέως
αὕτη· λόγοις δʼ ἐμοῖσι πίστευσον τάδε.
Ἄγγελος
ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον
καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει
ἐκεῖσε κἀκεῖσʼ ἀναφέρων· ὃ μὲν πονεῖ,
ὃ δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς,
βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.
σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,
σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ.
σπεύδων δʼ ὅτʼ ἔσπευδʼ οὐδὲν εἶχε· νῦν δʼ ἔχει
αὐτόματα πράξας τἀγάθʼ εὐτυχέστατα.
οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω
ᾔσχυνας, οὐδʼ ἔδρασας οἷα κλῄζεται.
νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν
καὶ λαμπάδων μεμνήμεθʼ ἃς τετραόροις
ἵπποις τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροις
ξὺν τῷδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον.
κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν
καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.
ἐγὼ μὲν εἴην, κεἰ πέφυχʼ ὅμως λάτρις,
ἐν τοῖσι γενναίοισιν ἠριθμημένος
δούλοισι, τοὔνομʼ οὐκ ἔχων ἐλεύθερον,
τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδʼ ἢ δυοῖν κακοῖν
ἕνʼ ὄντα χρῆσθαι, τὰς φρένας τʼ ἔχειν κακὰς
ἄλλων τʼ ἀκούειν δοῦλον ὄντα τῶν πέλας.
Μενελέως
ἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδα
μοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί,
καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
τάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης,
μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖν
ἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν,
κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός,
φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.
Ἄγγελος
ἔσται τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεων
ἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα.
οὐδʼ ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς
οὐδὲ πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοι
τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.
Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷ
νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους
οὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
εἴποις ἄν· οὕνεχʼ ὁ θεὸς οὐκ ἠβούλετο;
τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ
θύοντας αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν·
βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,
κοὐδεὶς ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν·
γνώμη δʼ ἀρίστη μάντις ἥ τʼ εὐβουλία.
Χορός
ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι
χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν
φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.
Ἑλένη
εἶἑν· τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει.
ὅπως δʼ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο,
κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις
τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.
Μενελέως
ἦ πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγῳ μιᾷ θʼ ὁδῷ.
τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς
τὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματα
Κρήτην τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις,
σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ἂν
μύθων, λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι,
πάσχων τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν.
Ἑλένη
κάλλιον εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ.
ἓν δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον
πόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;
Μενελέως
ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα
ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
Ἑλένη
φεῦ φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνον
σωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς.
Μενελέως
πῶς φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι.
Ἑλένη
φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός.
θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα.
Μενελέως
τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
Ἑλένη
ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
Μενελέως
ἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη;
Ἑλένη
ὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ.
Μενελέως
ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;
Ἑλένη
ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
Μενελέως
τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω.
Ἑλένη
ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
Μενελέως
τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.
Ἑλένη
οὔ που προσῄτεις βίοτον; ὦ τάλαινʼ ἐγώ.
Μενελέως
τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε.
Ἑλένη
πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων.
Μενελέως
οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω.
Ἑλένη
ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην.
Μενελέως
τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις.
Ἑλένη
ὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς;
Μενελέως
ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;
Ἑλένη
ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.
Μενελέως
βωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις;
Ἑλένη
ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν.
Μενελέως
οὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν σʼ ἔξεστί μοι;
Ἑλένη
ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.
Μενελέως
οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.
Ἑλένη
μή νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός.
Μενελέως
λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν.
Ἑλένη
κρεῖσσον γὰρ ἤ σε τἄμʼ ἀποκτεῖναι λέχη.
Μενελέως
ἄνανδρά γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια.
Ἑλένη
οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.
Μενελέως
οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας;
Ἑλένη
εἴσῃ. τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ.
Μενελέως
σιγῇ παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας;
Ἑλένη
ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.
Μενελέως
δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.
Ἑλένη
μίʼ ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν.
Μενελέως
ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;
Ἑλένη
εἰ μὴ τύραννός σʼ ἐκπύθοιτʼ ἀφιγμένον.
Μενελέως
ἐρεῖ δὲ τίς μʼ; οὐ γνώσεταί γʼ ὅς εἰμʼ ἐγώ.
Ἑλένη
ἔστʼ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση.
Μενελέως
φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;
Ἑλένη
οὔκ, ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν.
Μενελέως
χρηστήριον μὲν τοὔνομʼ· ὅ τι δὲ δρᾷ φράσον.
Ἑλένη
πάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε.
Μενελέως
θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.
Ἑλένη
ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν —
Μενελέως
τί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα;
Ἑλένη
παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.
Μενελέως
πείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα;
Ἑλένη
κοινῇ γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ.
Μενελέως
σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.
Ἑλένη
ὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν.
Μενελέως
φέρʼ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;
Ἑλένη
θανῇ· γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίᾳ.
Μενελέως
προδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις.
Ἑλένη
ἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα
Μενελέως
τί φῄς; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη;
Ἑλένη
ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.
Μενελέως
ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.
Ἑλένη
ψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος.
Μενελέως
κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.
Ἑλένη
πῶς οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν;
Μενελέως
τύμβου ʼπὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ.
πρῶτον δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθα
λέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας·
τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος
οὐδʼ Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον,
ὅστις Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως,
Τελαμωνίου δʼ Αἴαντος εἰσεῖδον σφαγάς,
τὸν Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν
οὐκ ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ;
μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,
εὔψυχον ἄνδρα πολεμίων θανόνθʼ ὕπο
κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί,
κακοὺς δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.
Χορός
ὦ θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένος
τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.
Ἑλένη
οἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω.
Μενέλαε, διαπεπράγμεθʼ· ἐκβαίνει δόμων
ἡ θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμος
κλῄθρων λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον;
ἀποῦσα γάρ σε καὶ παροῦσʼ ἀφιγμένον
δεῦρʼ οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην.
Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς
ἐς βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῇ.
Θεονόη
ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας
θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,
ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·
σὺ δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ
στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί,
κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός.
νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος
ἐφέστιον φλόγʼ ἐς δόμους κομίζετε.
Ἑλένη, τί τἀμὰ — πῶς ἔχει — θεσπίσματα;
ἥκει πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής,
νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.
ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,
οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς·
ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι
ἔσται πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι.
Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,
νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει
ξὺν τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,
δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ·
Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,
ὡς μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇ
τὸ κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις.
τέλος δʼ ἐφʼ ἡμῖν, εἴθʼ, ἃ βούλεται Κύπρις,
λέξασʼ ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω,
εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον,
κρύψασʼ ὁμαίμονʼ, ὅς με προστάσσει τάδε
εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς
τίς εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ
παρόνθʼ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;
Ἑλένη
ὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα
ὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲ
λαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν·
μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν
τόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,
σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ
τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,
χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.
μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
ἐατέος δʼ ὁ πλοῦτος ἄδικός τις ὤν.
κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς
καὶ γαῖʼ, ἐν ᾗ χρὴ δώματʼ ἀναπληρουμένους
τἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ.
ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί,
Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει
τῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.
πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς
τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν;
ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·
πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας
βούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν;
δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον
νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί.
εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένη
τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,
τῷ δʼ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν,
αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι,
τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.
τήν τʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς,
ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης·
Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·
ἣ κλῄζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸν
πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.
ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης πάλιν,
κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν
ὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ ἦ φίλων,
πάλιν μʼ ἀνάξουσʼ ἐς τὸ σῶφρον αὖθις αὖ,
ἑδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ,
τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰν
ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.
κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη,
πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων·
νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι;
μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε·
δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους
πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε
κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς
ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.
Χορός
οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι,
οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ
λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.
Μενελέως
ἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυ
οὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν
δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς
ἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν.
ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,
αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας.
ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον
ζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν,
ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ,
ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις
ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.
ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθα
καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,
λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ·
ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.
οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών·
ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.
ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματα
πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις·
ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,
ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον
κρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη.
εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.
ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, ὦ παρθένε,
πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ
κἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.
ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί,
λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,
κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν
πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
τύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶ
τάφου καταστάζωσι· κεισόμεσθα δὲ
νεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ,
ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.
οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθεν
οὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι,
εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς.
τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος
ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·
μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω.
Χορός
ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·
οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.
Θεονόη
ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι,
φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς
οὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάριν
δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.
ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα
ἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα
ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.
Ἥρᾳ δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν,
ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δʼ ἐμοὶ
ἵλεως μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ·
πειράσομαι δὲ παρθένος μένειν ἀεί.
ἃ δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί,
ἡμῖν ὅδʼ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν,
εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων
ἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ.
καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροις
καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς
τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχει
ἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών.
ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι
ἅ μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳ
ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.
εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως,
ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.
αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε,
ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι.
ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετε
τὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,
Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν
ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.
σὺ δʼ, ὦ θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω,
οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντʼ εὐσεβοῦς.
Χορός
οὐδείς ποτʼ εὐτύχησεν ἔκδικος γεγώς,
ἐν τῷ δικαίῳ δʼ ἐλπίδες σωτηρίας.
Ἑλένη
Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα·
τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ
κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.
Μενελέως
ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας
καὶ συντέθραψαι προσπόλοισι βασιλέως.
Ἑλένη
τί τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας
ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.
Μενελέως
πείσειας ἄν τινʼ οἵτινες τετραζύγων
ὄχων ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους;
Ἑλένη
πείσαιμʼ ἄν· ἀλλὰ τίνα φυγὴν φευξούμεθα
πεδίων ἄπειροι βαρβάρου τʼ ὄντες χθονός;
Μενελέως
ἀδύνατον εἶπας. φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοις
κτάνοιμʼ ἄνακτα τῷδε διστόμῳ ξίφει;
Ἑλένη
οὐκ ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂν
μέλλοντʼ ἀδελφὴ σύγγονον κατακτενεῖν.
Μενελέως
ἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν
φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει.
Ἑλένη
ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.
βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν;
Μενελέως
κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν
ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.
Ἑλένη
καὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθα
κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.
Μενελέως
σωτηρίας δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος;
παλαιότης γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις.
Ἑλένη
ὡς δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳ
θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.
Μενελέως
καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς
σωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας;
Ἑλένη
δοῦναι κελεύσω πορθμίδʼ, ᾗ καθήσομαι
κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.
Μενελέως
ὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς
θεῖναι κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει.
Ἑλένη
ἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδα
χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.
Μενελέως
τοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαι
καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.
Ἑλένη
σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς
πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.
Μενελέως
καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω,
ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος.
Ἑλένη
σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον
λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.
Μενελέως
ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.
ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη;
Ἑλένη
σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον
Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν.
Μενελέως
καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη
ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων.
Ἑλένη
ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο·
τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι.
Μενελέως
πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ
ἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα;
Ἑλένη
αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ,
τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν.
ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ
πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι
παρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός.
μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς·
ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη,
ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.
ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις
Ἥρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων,
αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν
ῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα.
σύ θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ,
κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ.
ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάρος
τοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις.
θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις,
ἐν γῇ πατρῴᾳ. τί ποτʼ ἄπληστος εἶ κακῶν,
ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματα
ἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ δωμάτων;
εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶν
πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.
Χορός
σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις
μουσεῖα καὶ θάκους ἐνί-
ζουσαν ἀναβοάσω,
σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν
ἀηδόνα δακρυόεσσαν,
ἔλθʼ ὦ διὰ ξουθᾶν
γενύων ἐλελιζομένα
θρήνων ἐμοὶ ξυνεργός,
Ἑλένας μελέας πόνους
τὸν Ἰλιάδων τʼ ἀει-
δούσᾳ δακρυόεντα πότμον
Ἀχαιῶν ὑπὸ λόγχαις·
ὅτʼ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ
ὅτʼ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων
Λακεδαίμονος ἄπο λέχεα
σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος
πομπαῖσιν Ἀφροδίτας.
Χορός
πολλοὶ δʼ Ἀχαιῶν δορὶ καὶ πετρίναις
ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι-
δαν μέλεον ἔχουσιν,
ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν·
ἄνυμφα δὲ μέλαθρα κεῖται·
πολλοὺς δὲ πυρσεύσας
φλογερὸν σέλας ἀμφιρύταν
Εὔβοιαν εἷλʼ Ἀχαιῶν
μονόκωπος ἀνήρ, πέτραις
Καφηρίσιν ἐμβαλὼν
Αἰγαίαις τʼ ἐνάλοις δόλιον
ἀκταῖς ἀστέρα λάμψας.
ἀλίμενα δʼ ὄρεα Μάλεα χειμάτων πνοᾷ,
ὅτʼ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς
γέρας, οὐ γέρας ἀλλʼ ἔριν,
Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων,
εἴδωλον ἱερὸν Ἥρας.
Χορός
ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον,
τίς φησʼ ἐρευνήσας βροτῶν
μακρότατον πέρας εὑρεῖν
ὃς τὰ θεῶν ἐσορᾷ
δεῦρο καὶ αὖθις ἐκεῖσε
καὶ πάλιν ἀντιλόγοις
πηδῶντʼ ἀνελπίστοις τύχαις;
σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ·
πτανὸς γὰρ ἐν κόλποις σε Λή-
δας ἐτέκνωσε πατήρ.
κᾆτʼ ἰαχήθης καθʼ Ἑλλανίαν
προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδʼ ἔχω
τί τὸ σαφὲς ἔτι ποτʼ ἐν βροτοῖς·
τὸ τῶν θεῶν δʼ ἔπος ἀλαθὲς ηὗρον.
Χορός
ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ
λόγχαισί τʼ ἀλκαίου δορὸς
κτᾶσθε, πόνους ἀμαθῶς θνα-
τῶν καταπαυόμενοι·
εἰ γὰρ ἅμιλλα κρινεῖ νιν
αἵματος, οὔποτʼ ἔρις
λείψει κατʼ ἀνθρώπων πόλεις·
ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους,
ἐξὸν διορθῶσαι λόγοις
σὰν ἔριν, ὦ Ἑλένα.
νῦν δʼ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω,
τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ,
ἐπὶ δὲ πάθεα πάθεσι φέρεις
ἀθλίοις συμφοραῖς αἰλίνοις.
Θεοκλύμενος
ὦ χαῖρε, πατρὸς μνῆμʼ· ἐπʼ ἐξόδοισι γὰρ
ἔθαψα, Πρωτεῦ, σʼ ἕνεκʼ ἐμῆς προσρήσεως·
ἀεὶ δέ σʼ ἐξιών τε κἀσιὼν δόμους
Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ.
ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,
δμῶες, κομίζετʼ ἐς δόμους τυραννικούς·
ἐγὼ δʼ ἐμαυτὸν πόλλʼ ἐλοιδόρησα δή·
οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν;
καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ
ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,
ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον
Ἑλένην· θανεῖται δʼ, ἤν γε δὴ ληφθῇ μόνον.
ἔα·
ἀλλʼ, ὡς ἔοικε, πάντα διαπεπραγμένα
ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσʼ ἕδρας
ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.
ὠή, χαλᾶτε κλῇθρα· λύεθʼ ἱππικὰ
φάτνης, ὀπαδοί, κἀκκομίζεθʼ ἅρματα,
ὡς ἂν πόνου γʼ ἕκατι μὴ λάθῃ με γῆς
τῆσδʼ ἐκκομισθεῖσʼ ἄλοχος, ἧς ἐφίεμαι. —
ἐπίσχετʼ· εἰσορῶ γὰρ οὓς διώκομεν
παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.
αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς
λευκῶν ἀμείψασʼ ἔκ τε κρατὸς εὐγενοῦς
κόμας σίδηρον ἐμβαλοῦσʼ ἀπέθρισας
χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα
κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη
στένεις ὀνείροις, ἢ φάτιν τινʼ οἴκοθεν
κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας;
Ἑλένη
ὦ δέσποτʼ — ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος —
ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμʼ ἔτι.
Θεοκλύμενος
ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη;
Ἑλένη
Μενέλαος — οἴμοι, πῶς φράσω; — τέθνηκέ μοι.
Θεοκλύμενος
οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δʼ εὐτυχῶ.
πῶς δʼ οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε;
Ἑλένη
κείνη τε φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο.
Θεοκλύμενος
ἥκει γὰρ ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ;
Ἑλένη
ἥκει· μόλοι γὰρ οἷ σφʼ ἐγὼ χρῄζω μολεῖν.
Θεοκλύμενος
τίς ἐστι; ποῦ ʼστιν; ἵνα σαφέστερον μάθω.
Ἑλένη
ὅδʼ ὃς κάθηται τῷδʼ ὑποπτήξας τάφῳ.
Θεοκλύμενος
Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει.
Ἑλένη
οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδʼ ἔχειν πόσιν.
Θεοκλύμενος
ποδαπὸς δʼ ὅδʼ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;
Ἑλένη
Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει.
Θεοκλύμενος
θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν;
Ἑλένη
οἰκτρόταθʼ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.
Θεοκλύμενος
ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;
Ἑλένη
Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.
Θεοκλύμενος
καὶ πῶς ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης;
Ἑλένη
ἐσθλῶν κακίους ἐνίοτʼ εὐτυχέστεροι.
Θεοκλύμενος
λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;
Ἑλένη
ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.
Θεοκλύμενος
ὄλωλʼ ἐκεῖνος. ἦλθε δʼ ἐν ποίῳ σκάφει;
Ἑλένη
ναῦταί σφʼ ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει.
Θεοκλύμενος
ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν;
Ἑλένη
νεφέλης λέγεις ἄγαλμα; ἐς αἰθέρʼ οἴχεται.
Θεοκλύμενος
ὦ Πρίαμε καὶ γῆ Τρῳάς, ὡς ἔρρεις μάτην.
Ἑλένη
κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.
Θεοκλύμενος
πόσιν δʼ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί;
Ἑλένη
ἄθαπτον· οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν.
Θεοκλύμενος
τῶνδʼ οὕνεκʼ ἔταμες βοστρύχους ξανθῆς κόμης·
Ἑλένη
φίλος γάρ ἐστιν, ὅς ποτʼ ἐστίν, ἐνθάδʼ ὤν.
Θεοκλύμενος
ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται —
Ἑλένη
ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.
Θεοκλύμενος
οὐ δῆτα. πῶς οὖν; τόνδʼ ἔτʼ οἰκήσεις τάφον;
Ἑλένη
τί κερτομεῖς με, τὸν θανόντα δʼ οὐκ ἐᾷς;
Θεοκλύμενος
πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με.
Ἑλένη
ἀλλʼ οὐκέτʼ· ἤδη δʼ ἄρχε τῶν ἐμῶν γάμων.
Θεοκλύμενος
χρόνια μὲν ἦλθεν, ἀλλʼ ὅμως αἰνῶ τάδε.
Ἑλένη
οἶσθʼ οὖν ὃ δρᾶσον; τῶν πάρος λαθώμεθα.
Θεοκλύμενος
ἐπὶ τῷ; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.
Ἑλένη
σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.
Θεοκλύμενος
μεθίημι νεῖκος τὸ σόν, ἴτω δʼ ὑπόπτερον.
Ἑλένη
πρός νύν σε γονάτων τῶνδʼ, ἐπείπερ εἶ φίλος —
Θεοκλύμενος
τί χρῆμα θηρῶσʼ ἱκέτις ὠρέχθης ἐμοῦ;
Ἑλένη
τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.
Θεοκλύμενος
τί δʼ; ἔστʼ ἀπόντων τύμβος; ἢ θάψεις σκιάν;
Ἑλένη
Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ —
Θεοκλύμενος
τί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.
Ἑλένη
κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.
Θεοκλύμενος
κτέριζʼ· ἀνίστη τύμβον οὗ χρῄζεις χθονός.
Ἑλένη
οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν.
Θεοκλύμενος
πῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων.
Ἑλένη
ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν.
Θεοκλύμενος
τί σοι παράσχω δῆτα τῷ τεθνηκότι;
Ἑλένη
ὅδʼ οἶδʼ, ἐγὼ δʼ ἄπειρος, εὐτυχοῦσα πρίν.
Θεοκλύμενος
ὦ ξένε, λόγων μὲν κληδόνʼ ἤνεγκας φίλην.
Μενελέως
οὔκουν ἐμαυτῷ γʼ οὐδὲ τῷ τεθνηκότι.
Θεοκλύμενος
πῶς τοὺς θανόντας θάπτετʼ ἐν πόντῳ νεκρούς;
Μενελέως
ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ.
Θεοκλύμενος
πλούτου λέγʼ οὕνεχʼ ὅ τι θέλεις ταύτης χάριν.
Μενελέως
προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις.
Θεοκλύμενος
τίνος; σύ μοι σήμαινε, πείσομαι δʼ ἐγώ.
Μενελέως
αὐτὸς σὺ γίγνωσκʼ· ἀρκέσει γὰρ ἃν διδῷς.
Θεοκλύμενος
ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος.
Μενελέως
διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου.
Θεοκλύμενος
οὐ τῶνδʼ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν.
Μενελέως
καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.
Θεοκλύμενος
ἔσται· τί δʼ ἄλλο προσφέρειν νομίζεται;
Μενελέως
χαλκήλαθʼ ὅπλα· καὶ γὰρ ἦν φίλος δορί.
Θεοκλύμενος
ἄξια τάδʼ ἔσται Πελοπιδῶν ἃ δώσομεν.
Μενελέως
καὶ τἄλλʼ ὅσα χθὼν καλὰ φέρει βλαστήματα.
Θεοκλύμενος
πῶς οὖν; ἐς οἶδμα τίνι τρόπῳ καθίετε;
Μενελέως
ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας.
Θεοκλύμενος
πόσον δʼ ἀπείργει μῆκος ἐκ γαίας δόρυ;
Μενελέως
ὥστʼ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.
Θεοκλύμενος
τί δή; τόδʼ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;
Μενελέως
ὡς μὴ πάλιν γῇ λύματʼ ἐκβάλῃ κλύδων.
Θεοκλύμενος
Φοίνισσα κώπη ταχύπορος γενήσεται.
Μενελέως
καλῶς ἂν εἴη Μενέλεῴ τε πρὸς χάριν.
Θεοκλύμενος
οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;
Μενελέως
μητρὸς τόδʼ ἔργον ἢ γυναικὸς ἢ τέκνων.
Θεοκλύμενος
ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.
Μενελέως
ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν.
Θεοκλύμενος
ἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.
ἐλθὼν δʼ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ·
καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,
δράσαντα τῇδε πρὸς χάριν· φήμας δʼ ἐμοὶ
ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας
ἐσθῆτα λήψῃ σῖτά θʼ, ὥστε σʼ ἐς πάτραν
ἐλθεῖν, ἐπεὶ νῦν γʼ ἀθλίως ἔχονθʼ ὁρῶ.
σὺ δʼ, ὦ τάλαινα, μὴ ʼπὶ τοῖς ἀνηνύτοις
τρύχουσα σαυτήν — Μενέλεως δʼ ἔχει πότμον,
κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις.
Μενελέως
σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν
στέργειν πόσιν χρή, τὸν δὲ μηκέτʼ ὄντʼ ἐᾶν·
ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.
ἢν δʼ Ἑλλάδʼ ἔλθω καὶ τύχω σωτηρίας,
παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ
οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ.
Ἑλένη
ἔσται τάδʼ· οὐδὲ μέμψεται πόσις ποτὲ
ἡμῖν· σὺ δʼ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε.
ἀλλʼ, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε
ἐσθῆτά τʼ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς
εὐεργετήσω σʼ· εὐμενέστερον γὰρ ἂν
τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα
δρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.
Χορός
Ὀρεία ποτὲ δρομάδι κώ-
λῳ μάτηρ θεῶν ἐσύθη ἀνʼ
ὑλάεντα νάπη
ποτάμιόν τε χεῦμʼ ὑδάτων
βαρύβρομόν τε κῦμʼ ἅλιον
πόθῳ τᾶς ἀποιχομένας
ἀρρήτου κούρας.
κρόταλα δὲ βρόμια διαπρύσιον
ἱέντα κέλαδον ἀνεβόα,
θηρῶν ὅτε ζυγίους
ζευξάσᾳ θεᾷ σατίνας
τὰν ἁρπασθεῖσαν κυκλίων
χορῶν ἔξω παρθενίων
μετὰ κούραν, ἀελλόποδες,
ἃ μὲν τόξοις Ἄρτεμις, ἃ δʼ
ἔγχει Γοργῶπις πάνοπλος,
συνείποντο. Ζεὺς δʼ ἑδράνων
αὐγάζων ἐξ οὐρανίων
ἄλλαν μοῖραν ἔκραινε.
Χορός
δρομαῖον δʼ ὅτε πολυπλάνη-
τον μάτηρ ἔπαυσε πόνον,
μαστεύουσα πόνους
θυγατρὸς ἁρπαγὰς δολίους,
χιονοθρέμμονάς γʼ ἐπέρασʼ
Ἰδαιᾶν Νυμφᾶν σκοπιάς·
ῥίπτει δʼ ἐν πένθει
πέτρινα κατὰ δρία πολυνιφέα·
βροτοῖσι δʼ ἄχλοα πεδία γᾶς
οὐ καρπίζουσʼ ἀρότοις
λαῶν δὲ φθείρει γενεάν·
ποίμναις δʼ οὐχ ἵει θαλερὰς
βοσκὰς εὐφύλλων ἑλίκων,
πόλεων δʼ ἀπέλειπε βίος·
οὐδʼ ἦσαν θεῶν θυσίαι,
βωμοῖς δʼ ἄφλεκτοι πέλανοι·
πηγὰς δʼ ἀμπαύει δροσερὰς
λευκῶν ἐκβάλλειν ὑδάτων
πένθει παιδὸς ἀλάστωρ.
Χορός
ἐπεὶ δʼ ἔπαυσʼ εἰλαπίνας
θεοῖς βροτείῳ τε γένει,
Ζεὺς μειλίσσων στυγίους
ματρὸς ὀργὰς ἐνέπει·
βᾶτε, σεμναὶ Χάριτες,
ἴτε, τᾷ περὶ παρθένῳ
Δηοῖ θυμωσαμένᾳ
λύπαν ἐξαλλάξατʼ ἀλαλᾷ,
Μοῦσαί θʼ ὕμνοισι χορῶν.
χαλκοῦ δʼ αὐδὰν χθονίαν
τύπανά τʼ ἔλαβε βυρσοτενῆ
καλλίστα τότε πρῶτα μακά-
ρων Κύπρις· γέλασέν τε θεὰ
δέξατό τʼ ἐς χέρας
βαρύβρομον αὐλὸν
τερφθεῖσʼ ἀλαλαγμῷ.
Χορός
ὧν οὐ θέμις σʼ οὔθʼ ὁσία
ʼπʼύρωσας ἐν θεῶν θαλάμοις,
μῆνιν δʼ ἔσχες μεγάλας
ματρός, ὦ παῖ, θυσίας
οὐ σεβίζουσα θεᾶς.
μέγα τοι δύναται νεβρῶν
παμποίκιλοι στολίδες
κισσοῦ τε στεφθεῖσα χλόα
νάρθηκας εἰς ἱερούς,
ῥόμβου θʼ εἱλισσομένα
κύκλιος ἔνοσις αἰθερία,
βακχεύουσά τʼ ἔθειρα Βρομί-
ῳ καὶ παννυχίδες θεᾶς.
εὖ δέ νιν ἄμασιν
ὑπέρβαλε σελάνα
μορφᾷ μόνον ηὔχεις.
Ἑλένη
τὰ μὲν κατʼ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι·
ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη
πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη
οὐκ εἶπʼ ἀδελφῷ· κατθανόντα δʼ ἐν χθονὶ
οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.
κάλλιστα δῆτʼ ἀνήρπασʼ ἐν τύχῃ πόσις·
ἃ γὰρ καθήσειν ὅπλʼ ἔμελλεν εἰς ἅλα,
ταῦτʼ ἐμβαλὼν πόρπακι γενναίαν χέρα
αὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών,
ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν.
προύργου δʼ ἐς ἀλκὴν σῶμʼ ὅπλοις ἠσκήσατο,
ὡς βαρβάρων τρόπαια μυρίων χερὶ
θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος,
πέπλους δʼ ἀμείψασʼ ἀντὶ ναυφθόρου στολῆς
ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα
ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.
ἀλλʼ, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς
γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,
σιγητέον μοι· καὶ σὲ προσποιούμεθα
εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα
σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε.
Θεοκλύμενος
χωρεῖτʼ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος,
δμῶες, φέροντες ἐνάλια κτερίσματα.
Ἑλένη, σὺ δʼ, ἤν σοι μὴ κακῶς δόξω λέγειν,
πείθου, μένʼ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε
πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς.
δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος
πείσῃ μεθεῖναι σῶμʼ ἐς οἶδμα πόντιον
τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην·
ἄγαν γὰρ αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις.
Ἑλένη
ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει
τὰ πρῶτα λέκτρα νυμφικάς θʼ ὁμιλίας
τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν
καὶ ξυνθάνοιμʼ ἄν· ἀλλὰ τίς κείνῳ χάρις
ξὺν κατθανόντι κατθανεῖν; ἔα δέ με
αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ.
θεοὶ δὲ σοί τε δοῖεν οἷʼ ἐγὼ θέλω,
καὶ τῷ ξένῳ τῷδʼ, ὅτι συνεκπονεῖ τάδε.
ἕξεις δέ μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασι
γυναῖκʼ, ἐπειδὴ Μενέλεων εὐεργετεῖς
κἄμʼ· ἔρχεται γὰρ δή τινʼ ἐς τύχην τάδε.
ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδʼ ἄξομεν,
πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.
Θεοκλύμενος
χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον
Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.
Ἑλένη
οὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;
Θεοκλύμενος
μάλιστʼ· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.
Ἑλένη
αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.
Θεοκλύμενος
αὖθις κελεύω καὶ τρίτον γʼ, εἴ σοι φίλον.
Ἑλένη
ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.
Θεοκλύμενος
μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα.
Ἑλένη
ἥδʼ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.
Θεοκλύμενος
τὰ τῶν θανόντων οὐδέν, ἀλλʼ ἄλλως πόνος.
Ἑλένη
ἔστιν τι κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω.
Θεοκλύμενος
οὐδὲν κακίω Μενέλεώ μʼ ἕξεις πόσιν.
Ἑλένη
οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.
Θεοκλύμενος
ἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς.
Ἑλένη
οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.
Θεοκλύμενος
βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;
Ἑλένη
ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.
Θεοκλύμενος
ἀλλʼ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·
καθαρὰ γὰρ ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδε
ψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τις
φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων
ἀγάλματʼ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ
γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις
ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ.
σὺ δʼ, ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλας
τῷ τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε,
πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων,
ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ
στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς.
Μενελέως
ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός,
βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.
ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς
σπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί,
ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης.
ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.
κέκλησθέ μοι, θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύειν
καὶ λύπρʼ· ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς,
ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν
δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.
Χορός
Φοίνισσα Σιδωνιὰς ὦ
ταχεῖα κώπα, ῥοθίοισι μάτηρ
εἰρεσίας φίλα,
χοραγὲ τῶν καλλιχόρων
δελφίνων, ὅταν αὔραις
πέλαγος ἀνήνεμον ᾖ,
γλαυκὰ δὲ Πόντου θυγάτηρ
Γαλάνεια τάδʼ εἴπῃ·
κατὰ μὲν ἱστία πετάσατʼ αὔ-
ραις λιπόντες εἰναλίαις,
λάβετε δʼ εἰλατίνας πλάτας,
ὦ ναῦται, ναῦται,
πέμποντες εὐλιμένους
Περσείων οἴκων Ἑλέναν ἐπʼ ἀκτάς.
Χορός
ἦ που κόρας ἂν ποταμοῦ
παρʼ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ
Παλλάδος ἂν λάβοις
χρόνῳ ξυνελθοῦσα χοροῖς
ἢ κώμοις Ὑακίνθου
νύχιον ἐς εὐφροσύναν,
ὃν ἐξαμιλλησάμενος
τροχῷ τέρμονα δίσκου
ἔκανε Φοῖβος, τᾷ Λακαί-
νᾳ γᾷ βούθυτον ἁμέραν·
ὁ Διὸς δʼ εἶπε σέβειν γόνος·
μόσχον θʼ, ἃν οἴκοις
ἔλειπες, Ἑρμιόναν,
ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.
Χορός
διʼ ἀέρος εἴθε ποτανοὶ
γενοίμεσθʼ ᾇ Λιβύας
οἰωνοὶ στοχάδες
ὄμβρον λιποῦσαι χειμέριον
νίσονται πρεσβυτάτᾳ
σύριγγι πειθόμεναι
ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς
ἐπιπετόμενος ἰαχεῖ.
ὦ πταναὶ δολιχαύχενες,
σύννομοι νεφέων δρόμου,
βᾶτε Πλειάδας ὑπὸ μέσας
ὠρίωνά τʼ ἐννύχιον·
καρύξατʼ ἀγγελίαν,
Εὐρώταν ἐφεζόμεναι,
Μενέλεως ὅτι Δαρδάνου
πόλιν ἑλὼν δόμον ἥξει.
Χορός
μόλοιτέ ποθʼ ἵππιον οἶμον
διʼ αἰθέρος ἱέμενοι
παῖδες Τυνδαρίδαι,
λαμπρῶν ἄστρων ὑπʼ ἀέλλαισιν·
οἳ ναίετʼ οὐράνιοι,
σωτῆρες τᾶς Ἑλένας,
γλαυκὸν ἔπιτʼ οἶδμα κυανόχροά τε κυμάτων
ῥόθια πολιὰ θαλάσσας,
ναύταις εὐαεῖς ἀνέμων
πέμποντες Διόθεν πνοάς·
δύσκλειαν δʼ ἀπὸ συγγόνου
βάλετε βαρβάρων λεχέων,
ἃν Ἰδαίων ἐρίδων
ποιναθεῖσʼ ἐκτήσατο, γᾶν
οὐκ ἐλθοῦσά ποτʼ Ἰλίου
Φοιβείους ἐπὶ πύργους.
Ἄγγελος
ἄναξ, τὰ κάκιστʼ ἐν δόμοις εὑρήκαμεν·
ὡς καίνʼ ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα.
Θεοκλύμενος
τί δʼ ἔστιν;
Ἄγγελος
ἄλλης ἐκπόνει μνηστεύματα
γυναικός· Ἑλένη γὰρ βέβηκʼ ἔξω χθονός.
Θεοκλύμενος
πτεροῖσιν ἀρθεῖσʼ ἢ πεδοστιβεῖ ποδί;
Ἄγγελος
Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,
ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.
Θεοκλύμενος
ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία
ἐκ τῆσδʼ ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις.
Ἄγγελος
ἥν γε ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχων
ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς.
Θεοκλύμενος
πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων
ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα
τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα.
Ἄγγελος
ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους
ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη
σοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενε
πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.
ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων,
Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν
ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα
ἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο·
ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο
ταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν
πηδάλιά τε ζεύγλαισι παρακαθίετο.
κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι,
Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι
προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι
πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν.
ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος
προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·
ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε
Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;
ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε,
ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ;
οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ,
ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα
φέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψία
λόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν
ὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμως
τοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼς
ξένον κελεύσας πάντα συνέχεας τάδε.
καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς
ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς
οὐκ ἤθελʼ ὀρθὸς σανίδα προσβῆναι κάτα,
ἀλλʼ ἐξεβρυχᾶτʼ ὄμμʼ ἀναστρέφων κύκλῳ
κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων
μὴ θιγγάνειν ἀπεῖργεν. ὁ δʼ Ἑλένης πόσις
ἐκάλεσεν· ὦ πέρσαντες Ἰλίου πόλιν,
οὐκ εἶʼ ἀναρπάσαντες Ἑλλήνων νόμῳ
νεανίαις ὤμοισι ταύρειον δέμας
ἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θʼ ἅμα
πρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι;
οἳ δʼ ἐς κέλευσμʼ ἐλθόντες ἐξανήρπασαν
ταῦρον φέροντές τʼ εἰσέθεντο σέλματα.
μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην
μέτωπά τʼ ἐξέπεισεν ἐσβῆναι δόρυ.
τέλος δʼ, ἐπειδὴ ναῦς τὰ πάντʼ ἐδέξατο,
πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδί
Ἑλένη καθέζετʼ ἐν μέσοις ἑδωλίοις,
ὅ τʼ οὐκέτʼ ὢν λόγοισι Μενέλεως πέλας·
ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τʼ ἴσοι
ἀνὴρ παρʼ ἄνδρʼ ἕζονθʼ, ὑφʼ εἵμασι ξίφη
λαθραῖʼ ἔχοντες, ῥόθιά τʼ ἐξεπίμπλατο
βοῆς κελευστοῦ φθέγμαθʼ ὡς ἠκούσαμεν.
ἐπεὶ δὲ γαίας ἦμεν οὔτʼ ἄγαν πρόσω
οὔτʼ ἐγγύς, οὕτως ἤρετʼ οἰάκων φύλαξ·
ἔτʼ, ὦ ξένʼ, ἐς τὸ πρόσθεν — ἢ καλῶς ἔχει —
πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.
ὃ δʼ εἶφʼ· ἅλις μοι. δεξιᾷ δʼ ἑλὼν ξίφος
ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ
σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,
τέμνων δὲ λαιμὸν ηὔχετʼ· ὦ ναίων ἅλα
πόντιε Πόσειδον Νηρέως θʼ ἁγναὶ κόραι,
σώσατέ μʼ ἐπʼ ἀκτὰς Ναυπλίας δάμαρτά τε
ἄσυλον ἐκ γῆς. αἵματος δʼ ἀπορροαὶ
ἐς οἶδμʼ ἐσηκόντιζον οὔριοι ξένῳ.
καί τις τόδʼ εἶπε· δόλιος ἡ ναυκληρία.
πάλιν πλέωμεν· δεξιὰν κέλευε σύ,
σὺ δὲ στρέφʼ οἴακʼ. ἐκ δὲ ταυρείου φόνου
Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·
τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα,
σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄπο
ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς
βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα·
οὐκ εἶʼ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ,
ὃ δὲ ζύγʼ ἄξας, ὃ δʼ ἀφελὼν σκαλμοῦ πλάτην
καθαιματώσει κρᾶτα πολεμίων ξένων;
ὀρθοὶ δʼ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν
κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη·
φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δʼ ἦν
πρύμνηθεν Ἑλένης· ποῦ τὸ Τρωικὸν κλέος;
δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δʼ ὕπο
ἔπιπτον, οἳ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένους
νεκροὺς ἂν εἶδες. Μενέλεως δʼ ἔχων ὅπλα,
ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,
ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος,
ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ
σῶν ναυβατῶν ἐρετμά. ἐπʼ οἰάκων δὲ βὰς
ἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ.
οἳ δʼ ἱστὸν ᾖρον, οὔριαι δʼ ἧκον πνοαί.
βεβᾶσι δʼ ἐκ γῆς. διαφυγὼν δʼ ἐγὼ φόνον
καθῆκʼ ἐμαυτὸν εἰς ἅλʼ ἄγκυραν πάρα·
ἤδη δὲ κάμνονθʼ ὁρμιατόνων μέ τις
ἀνείλετʼ, ἐς δὲ γαῖαν ἐξέβησέ σοι
τάδʼ ἀγγελοῦντα. σώφρονος δʼ ἀπιστίας
οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.
Χορός
οὐκ ἄν ποτʼ ηὔχουν οὔτε σʼ οὔθʼ ἡμᾶς λαθεῖν
Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών.
Θεοκλύμενος
ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας·
ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμος
ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους·
νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,
ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.
τοιγὰρ οὔποτʼ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.
Θεράπων
οὗτος ὤ, ποῖ σὸν πόδʼ αἴρεις, δέσποτʼ, ἐς ποῖον φόνον;
Θεοκλύμενος
οἷπερ ἡ δίκη κελεύει με· ἀλλʼ ἀφίστασʼ ἐκποδών.
Θεράπων
οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα γὰρ σπεύδεις κακά.
Θεοκλύμενος
ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν;
Θεράπων
φρονῶ γὰρ εὖ.
Θεοκλύμενος
οὐκ ἔμοιγʼ, εἰ μή μʼ ἐάσεις —
Θεράπων
οὐ μὲν οὖν σʼ ἐάσομεν.
Θεοκλύμενος
σύγγονον κτανεῖν κακίστην —
Θεράπων
εὐσεβεστάτην μὲν οὖν.
Θεοκλύμενος
ἥ με προύδωκεν —
Θεράπων
καλήν γε προδοσίαν, δίκαια δρᾶν.
Θεοκλύμενος
τἀμὰ λέκτρʼ ἄλλῳ διδοῦσα.
Θεράπων
τοῖς γε κυριωτέροις.
Θεοκλύμενος
κύριος δὲ τῶν ἐμῶν τίς;
Θεράπων
ὃς ἔλαβεν πατρὸς πάρα.
Θεοκλύμενος
ἀλλʼ ἔδωκεν ἡ τύχη μοι.
Θεράπων
τὸ δὲ χρεὼν ἀφείλετο.
Θεοκλύμενος
οὐ σὲ τἀμὰ χρὴ δικάζειν.
Θεράπων
ἤν γε βελτίω λέγω.
Θεοκλύμενος
ἀρχόμεσθʼ ἄρʼ, οὐ κρατοῦμεν.
Θεράπων
ὅσια δρᾶν, τὰ δʼ ἔκδικʼ οὔ.
Θεοκλύμενος
κατθανεῖν ἐρᾶν ἔοικας.
Θεράπων
κτεῖνε· σύγγονον δὲ σὴν
οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλʼ ἔμε· ὡς πρὸ δεσποτῶν
τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.
Διόσκοροι
ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ,
Θεοκλύμενε, γαίας τῆσδʼ ἄναξ· δισσοὶ δέ σε
Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ
ἔτικτεν Ἑλένην θʼ, ἣ πέφευγε σοὺς δόμους·
οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις,
οὐδʼ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη
ἀδικεῖ σʼ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν
τιμῶσα πατρός τʼ ἐνδίκους ἐπιστολάς.
ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον
κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν·
ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα,
καὶ τοῖς θεοῖς παρέσχε τοὔνομʼ, οὐκέτι·
ἐν τοῖσι δʼ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις
ἐλθεῖν τʼ ἐς οἴκους καὶ συνοικῆσαι πόσει.
ἀλλʼ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,
νόμιζε δʼ αὐτὴν σωφρόνως πράσσειν τάδε.
πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,
ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·
ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμα
καὶ τῶν θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν.
σοὶ μὲν τάδʼ αὐδῶ, συγγόνῳ δʼ ἐμῇ λέγω·
πλεῖ ξὺν πόσει σῷ· πνεῦμα δʼ ἕξετʼ οὔριον·
σωτῆρε δʼ ἡμεῖς σὼ κασιγνήτω διπλῶ
πόντον παριππεύοντε πέμψομεν πάτραν.
ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον,
θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα
σπονδῶν μεθέξεις ξένιά τʼ ἀνθρώπων πάρα
ἕξεις μεθʼ ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται.
οὗ δʼ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος,
Σπάρτης ἀπάρας, τὸν κατʼ οὐρανὸν δρόμον,
κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,
— φρουρὸν παρʼ Ἀκτὴν τεταμένην νῆσον λέγω —
Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,
ἐπεὶ κλοπαίαν σʼ ἐκ δόμων ἐδέξατο.
καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα
μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον·
τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες,
τῶν δʼ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι.
Θεοκλύμενος
ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος
νείκη μεθήσω σφῶν κασιγνήτης πέρι·
ἐγὼ δʼ ἀδελφὴν οὐκέτʼ ἂν κτάνοιμʼ ἐμήν.
κείνη δʼ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ.
ἴστον δʼ ἀρίστης σωφρονεστάτης θʼ ἅμα
γεγῶτʼ ἀδελφῆς ὁμογενοῦς ἀφʼ αἵματος.
καὶ χαίρεθʼ Ἑλένης οὕνεκʼ εὐγενεστάτης
γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.
Χορός
πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη,
τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός.
τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.