τὰ τοῦ δράματος πρόσωπα
Ἰοκάστη
Παιδαγωγός
Ἀντιγόνη
Χορός ἐκ Φοινισσῶν
Πολυνείκης
Ἐτεοκλῆς
Κρέων
Τειρεσίας
Μενοικεύς
Ἄγγελος
Ἕτερος Ἄγγελος
Οἰδίπους
Ἰοκάστη
ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν
καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις
Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,
ὡς δυστυχῆ Θήβαισι τῇ τόθʼ ἡμέρᾳ
ἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆν
τήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα·
ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ
Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον
φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.
ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως,
— Κρέων τʼ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ —
καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ
ἔθετο. γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαις
ἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν,
ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θʼ ἅμα
παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.
ὃ δʼ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ,
μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ·
εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς,
καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος.
ὃ δʼ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν
ἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, βρέφος
γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,
λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας
δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος,
σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον·
ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.
Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι
φέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέρας
ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον
μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.
ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος
παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα
ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων
πρὸς δῶμα Φοίβου, Λάιός θʼ, οὑμὸς πόσις,
τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν
εἰ μηκέτʼ εἴη. καὶ ξυνάπτετον πόδα
ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.
καί νιν κελεύει Λαΐου τροχηλάτης·
ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.
ὃ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν
χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.
ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; —
παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα
Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δʼ ἐπεζάρει
Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις,
Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη,
ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,
τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως
μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών·
ὅθεν τύραννος τῆσδε γῆς καθίσταται
καὶ σκῆπτρʼ ἔπαθλα τῆσδε λαμβάνει χθονός.
γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας
οὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.
τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας,
Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν,
κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρ
ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.
μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων
ὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματα
ἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον,
χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.
ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,
κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχη
γένοιτο πολλῶν δεομένη σοφισμάτων·
ζῶν δʼ ἔστʼ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν
ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,
θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.
τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους
εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ,
ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάρος
φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,
Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς,
ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δʼ ἐπὶ ζυγοῖς
καθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων,
φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.
ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,
πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει·
ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε,
πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.
ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖν
ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.
ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.
ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς
Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις.
χρὴ δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν
τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.
Παιδαγωγός
ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,
ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν
μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον
στράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,
ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,
μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται,
κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος,
σοὶ δʼ ὡς ἀνάσσῃ· πάντα δʼ ἐξειδὼς φράσω
ἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα,
σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων
ἐνθένδʼ ἐκεῖσε, δεῦρό τʼ αὖ κείνων πάρα.
ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις,
κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί·
σκόπει δὲ πεδία καὶ παρʼ Ἰσμηνοῦ ῥοὰς
Δίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον.
Ἀντιγόνη
ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ
χεῖρʼ ἀπὸ κλιμάκων
ποδὸς ἴχνος ἐπαντέλλων.
Παιδαγωγός
ἰδοὺ ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης·
κινούμενον γὰρ τυγχάνει Πελασγικὸν
στράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους.
Ἀντιγόνη
ἰὼ πότνια παῖ
Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν
πεδίον ἀστράπτει.
Παιδαγωγός
οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,
πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων.
Ἀντιγόνη
ἆρα πύλαι κλῄθροις — χαλκόδετʼ ἆρʼ ἔμβολα
λαϊνέοισιν Ἀμφίονος ὀργάνοις
τείχεος ἥρμοσται;
Παιδαγωγός
θάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις.
ἀλλʼ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν.
Ἀντιγόνη
τίς οὗτος ὁ λευκολόφας,
πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδʼ
ἀμφὶ βραχίονι κουφίζων;
Παιδαγωγός
λοχαγός, ὦ δέσποινα.
Ἀντιγόνη
τίς, πόθεν γεγώς;
αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται;
Παιδαγωγός
οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος,
Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ.
Ἀντιγόνη
ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν,
γίγαντι γηγενέτᾳ προσόμοιος
ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος
ἁμερίῳ γέννᾳ.
Παιδαγωγός
τὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾷς Δίρκης ὕδωρ;
Ἀντιγόνη
ἄλλος ἄλλος ὅδε τευχέων τρόπος.
τίς δʼ ἐστὶν οὗτος;
Παιδαγωγός
παῖς μὲν Οἰνέως ἔφυ
Τυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει.
Ἀντιγόνη
οὗτος ὁ τᾶς Πολυνείκεος,
ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας
ὁμόγαμος κυρεῖ;
ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος.
Παιδαγωγός
σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον,
λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι.
Ἀντιγόνη
σὺ δʼ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε;
Παιδαγωγός
σημεῖʼ ἰδὼν τότʼ ἀσπίδων ἐγνώρισα,
σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων
ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.
Ἀντιγόνη
τίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ
καταβόστρυχος, ὄμμασι γοργὸς
εἰσιδεῖν νεανίας,
λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ
πάνοπλος ἀμφέπει;
Παιδαγωγός
ὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος.
Ἀντιγόνη
ἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέρος
Ἄρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν,
ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων.
Παιδαγωγός
εἴη τάδʼ, ὦ παῖ. σὺν δίκῃ δʼ ἥκουσι γῆν·
ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί.
Ἀντιγόνη
ποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸς
πολυπόνῳ μοίρᾳ;
ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον.
Παιδαγωγός
ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας
Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ.
ὁρᾷς;
Ἀντιγόνη
ὁρῶ δῆτʼ οὐ σαφῶς, ὁρῶ δέ πως
μορφῆς τύπωμα στέρνα τʼ ἐξῃκασμένα.
ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι
διʼ αἰθέρος
πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δʼ ὠλένας
δέρᾳ φιλτάτᾳ βάλοιμʼ ἐν χρόνῳ
φυγάδα μέλεον. ὡς
ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,
ἑῴοις ὅμοια φλεγέθων βολαῖς ἀελίου.
Παιδαγωγός
ἥξει δόμους τούσδʼ, ὥστε σʼ ἐμπλῆσαι χαρᾶς,
ἔνσπονδος.
Ἀντιγόνη
οὗτος δʼ, ὦ γεραιέ, τίς κυρεῖ,
ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;
Παιδαγωγός
ὁ μάντις Ἀμφιάραος, ὦ δέσποινʼ, ὅδε·
σφάγια δʼ ἅμʼ αὐτῷ, γῆς φιλαίματοι ῥοαί.
Ἀντιγόνη
ὦ λιπαροζώνου θύγατερ Ἀελίου
Σελαναία, χρυσεόκυκλον φέγγος,
ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα
πώλοις μεταφέρων ἰθύνει.
ποῦ δʼ ὃς τὰ δεινὰ τῇδʼ ἐφυβρίζει πόλει;
Παιδαγωγός
Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται
πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν.
Ἀντιγόνη
ἰώ,
Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί,
κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι
μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις·
ὅδʼ ἐστίν, αἰχμαλώτιδας
ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν
Λερναίᾳ τε δώσειν τριαίνᾳ,
Ποσειδανίοις Ἀμυμωνίοις
ὕδασι δουλείαν περιβαλών —
μήποτε μήποτε τάνδʼ, ὦ πότνια,
χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος
Ἄρτεμι, δουλοσύναν τλαίην.
Παιδαγωγός
ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας
ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου
ἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν.
ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν,
χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς,
φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ,
σμικράς τʼ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων,
πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις
γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.
Χορός
Τύριον οἶδμα λιποῦσʼ ἔβαν
ἀκροθίνια Λοξίᾳ
Φοινίσσας ἀπὸ νάσου
Φοίβῳ δούλα μελάθρων,
ἵνʼ ὑπὸ δειράσι νιφοβόλοις
Παρνασοῦ κατενάσθη,
Ἰόνιον κατὰ πόντον ἐλά-
τᾳ πλεύσασα περιρρύτῳ
ὑπὲρ ἀκαρπίστων πεδίων
Σικελίας Ζεφύρου πνοαῖς
ἱππεύσαντος, ἐν οὐρανῷ
κάλλιστον κελάδημα.
Χορός
πόλεος ἐκπροκριθεῖσʼ ἐμᾶς
καλλιστεύματα Λοξίᾳ
Καδμείων ἔμολον γᾶν,
κλεινῶν Ἀγηνοριδᾶν
ὁμογενεῖς ἐπὶ Λαΐου
πεμφθεῖσʼ ἐνθάδε πύργους.
ἴσα δʼ ἀγάλμασι χρυσοτεύ-
κτοις Φοίβῳ λάτρις ἐγενόμαν·
ἔτι δὲ Κασταλίας ὕδωρ
περιμένει με κόμας ἐμᾶς
δεῦσαι παρθένιον χλιδὰν
Φοιβείαισι λατρείαις.
Χορός
ἰὼ λάμπουσα πέτρα πυρὸς
δικόρυφον σέλας ὑπὲρ ἄκρων
βακχειῶν Διονύσου,
οἴνα θʼ ἃ καθαμέριον
στάζεις τὸν πολύκαρπον
οἰνάνθας ἱεῖσα βότρυν,
ζάθεά τʼ ἄντρα δράκοντος οὔ-
ρειαί τε σκοπιαὶ θεῶν
νιφόβολόν τʼ ὄρος ἱερόν, εἱ-
λίσσων ἀθανάτας θεοῦ
χορὸς γενοίμαν ἄφοβος
παρὰ μεσόμφαλα γύαλα Φοί-
βου Δίρκαν προλιποῦσα.
Χορός
νῦν δέ μοι πρὸ τειχέων
θούριος μολὼν Ἄρης
αἷμα δάιον φλέγει
τᾷδʼ, ὃ μὴ τύχοι, πόλει·
κοινὰ γὰρ φίλων ἄχη,
κοινὰ δʼ, εἴ τι πείσεται
ἑπτάπυργος ἅδε γᾶ,
Φοινίσσᾳ χώρᾳ. φεῦ φεῦ.
κοινὸν αἷμα, κοινὰ τέκεα
τᾶς κερασφόρου πέφυκεν Ἰοῦς·
ὧν μέτεστί μοι πόνων.
Χορός
ἀμφὶ δὲ πτόλιν νέφος
ἀσπίδων πυκνὸν φλέγει
σχῆμα φοινίου μάχης,
ἃν Ἄρης τάχʼ εἴσεται
παισὶν Οἰδίπου φέρων
πημονὰν Ἐρινύων.
Ἄργος ὦ Πελασγικόν,
δειμαίνω τὰν σὰν ἀλκάν,
καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον
εἰς ἀγῶνα τόνδʼ ἔνοπλος ὁρμᾷ παῖς
ὃς μετέρχεται δόμους.
Πολυνείκης
τὰ μὲν πυλωρῶν κλῇθρά μʼ εἰσεδέξατο
διʼ εὐπετείας τειχέων ἔσω μολεῖν.
ὃ καὶ δέδοικα μή με δικτύων ἔσω
λαβόντες οὐκ ἐκφρῶσʼ ἀναίμακτον χρόα.
ὧν οὕνεκʼ ὄμμα πανταχῇ διοιστέον
κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ.
ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ
τὰ πίστʼ ἐμαυτῷ τοῦ θράσους παρέξομαι.
ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;
ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,
ὅταν διʼ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.
πέποιθα μέντοι μητρί, κοὐ πέποιθʼ ἅμα,
ἥτις μʼ ἔπεισε δεῦρʼ ὑπόσπονδον μολεῖν.
ἀλλʼ ἐγγὺς ἀλκή· βώμιοι γὰρ ἐσχάραι
πέλας πάρεισι, κοὐκ ἔρημα δώματα.
φέρʼ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος
καὶ τάσδʼ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.
ξέναι γυναῖκες, εἴπατʼ, ἐκ ποίας πάτρας
Ἑλληνικοῖσι δώμασιν πελάζετε;
Χορός
Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με,
Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς
Φοίβῳ μʼ ἔπεμψαν ἐνθάδʼ ἀκροθίνιον.
μέλλων δὲ πέμπειν μʼ Οἰδίπου κλεινὸς γόνος
μαντεῖα σεμνὰ Λοξίου τʼ ἐπʼ ἐσχάρας —
ἐν τῷδʼ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.
σὺ δʼ ἀντάμειψαί μʼ, ὅστις ὢν ἐλήλυθας
ἑπτάστομον πύργωμα Θηβαίας χθονός.
Πολυνείκης
πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου,
ἔτικτε δʼ Ἰοκάστη με, παῖς Μενοικέως·
καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.
Χορός
ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων,
ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο —
Χορός
γονυπετεῖς ἕδρας προσπίτνω σʼ, ἄναξ,
τὸν οἴκοθεν νόμον σέβουσʼ —
ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν.
ἰὼ ἰώ· πότνια, μόλε πρόδομος,
ἀμπέτασον πύλας.
κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ;
τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν
θιγεῖν τʼ ὠλέναισιν τέκνου;
Ἰοκάστη
Φοίνισσαν βοὰν
κλύουσʼ, ὦ νεάνιδες, γηραιὸν
πόδʼ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον,
χρόνῳ σὸν ὄμμα μυρίαις τʼ ἐν ἁμέραις
προσεῖδον· ἀμφίβαλλε μα-
στὸν ὠλέναισι ματέρος,
παρηίδων τʼ ὄρεγμα βο-
στρύχων τε κυανόχρωτα χαί-
τας πλόκαμον, δέραν σκιάζων ἁμάν.
ἰὼ ἰώ, μόλις φανεὶς
ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.
τί φῶ σε; πῶς ἅπαντα
καὶ χερσὶ καὶ λόγοισι
πολυέλικτον ἁδονὰν
ἐκεῖσε καὶ τὸ δεῦρο
περιχορεύουσα τέρψιν παλαιᾶν λάβω
χαρμονᾶν; ἰὼ τέκος,
ἔρημον πατρῷον ἔλιπες δόμον
φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ,
ἦ ποθεινὸς φίλοις,
ἦ ποθεινὸς Θήβαις.
ὅθεν ἐμάν τε λευκόχροα κείρομαι
δακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν,
ἄπεπλος φαρέων λευκῶν, ὦ τέκνον,
δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδε
σκότιʼ ἀμείβομαι.
ὁ δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς
ἀπήνας ὁμοπτέρου τᾶς ἀπο-
ζυγείσας δόμων
πόθον ἀμφιδάκρυτον ἀεὶ κατ-
έχων ἀνῇξε μὲν ξίφους
ἐπʼ αὐτόχειρά τε σφαγάν,
ὑπὲρ τέραμνά τʼ ἀγχόνας,
στενάζων ἀρὰς τέκνοις·
σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτων
σκότια κρύπτεται.
σὲ δʼ, ὦ τέκνον, καὶ γάμοισι δὴ
κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν
ξένοισιν ἐν δόμοις ἔχειν
ξένον τε κῆδος ἀμφέπειν,
ἄλαστα ματρὶ τᾷδε Λα-
ίῳ τε τῷ παλαιγενεῖ,
γάμων ἐπακτὸν ἄταν.
ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶς
νόμιμον ἐν γάμοις
ὡς πρέπει ματέρι μακαρίᾳ·
ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη
λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν
πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας.
ὄλοιτο, τάδʼ εἴτε σίδαρος
εἴτʼ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,
εἴτε τὸ δαιμόνιον κατεκώμασε
δώμασιν Οἰδιπόδα·
πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη.
Χορός
δεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί,
καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.
Πολυνείκης
μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην
ἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχει
πατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει,
λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει.
οὕτω δʼ ἐτάρβουν ἐς φόβον τʼ ἀφικόμην,
μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ,
ὥστε ξιφήρη χεῖρʼ ἔχων διʼ ἄστεως
κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μʼ ὠφελεῖ,
σπονδαί τε καὶ σὴ πίστις, ἥ μʼ ἐσήγαγε
τείχη πατρῷα· πολύδακρυς δʼ ἀφικόμην,
χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν
γυμνάσιά θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ·
ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν
ναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον.
ἀλλʼ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι
κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους
ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν.
ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων
καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς.
τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ,
σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;
ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς;
Ἰοκάστη
κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος·
οὕτω γὰρ ἤρξατʼ, ἄνομα μὲν τεκεῖν ἐμέ,
κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.
ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.
ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα,
δέδοιχʼ, ἃ χρῄζω· διὰ πόθου δʼ ἐλήλυθα.
Πολυνείκης
ἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς·
ἃ γὰρ σὺ βούλῃ, ταὔτʼ ἐμοί, μῆτερ, φίλα.
Ἰοκάστη
καὶ δή σʼ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν,
τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;
Πολυνείκης
μέγιστον· ἔργῳ δʼ ἐστὶ μεῖζον ἢ λόγῳ.
Ἰοκάστη
τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;
Πολυνείκης
ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν.
Ἰοκάστη
δούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.
Πολυνείκης
τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.
Ἰοκάστη
καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.
Πολυνείκης
ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.
Ἰοκάστη
αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.
Πολυνείκης
καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ.
Ἰοκάστη
οὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς;
Πολυνείκης
ἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν.
Ἰοκάστη
πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;
Πολυνείκης
ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν.
Ἰοκάστη
φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν;
Πολυνείκης
εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς.
Ἰοκάστη
οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν;
Πολυνείκης
κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με.
Ἰοκάστη
ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
Πολυνείκης
οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον.
Ἰοκάστη
πῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες;
Πολυνείκης
ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα.
Ἰοκάστη
ποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν.
Πολυνείκης
κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους.
Ἰοκάστη
καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;
Πολυνείκης
οὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην.
Ἰοκάστη
σοφὸς γὰρ ὁ θεός· τίνι τρόπῳ δʼ ἔσχες λέχος;
Πολυνείκης
νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας.
Ἰοκάστη
κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος;
Πολυνείκης
ἦν ταῦτα· κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς.
Ἰοκάστη
τίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν.
Πολυνείκης
Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.
Ἰοκάστη
τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν;
Πολυνείκης
στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι.
Ἰοκάστη
ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;
Πολυνείκης
κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας.
Ἰοκάστη
ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;
Πολυνείκης
οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας.
Ἰοκάστη
πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;
Πολυνείκης
δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,
Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστʼ ἐμός·
ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ.
πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι
πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶ
διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι
πόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίως
τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.
ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,
μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους
παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν.
πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ·
τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα,
δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.
ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων
λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.
Χορός
καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε
χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν
τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.
Ἐτεοκλῆς
μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς
ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου·
ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων
τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου
κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν
τόνδʼ εἰσεδέξω τειχέων πείσασά με.
Ἰοκάστη
ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει,
βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν.
σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς·
οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα
Γοργόνος, ἀδελφὸν δʼ εἰσορᾷς ἥκοντα σόν.
σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,
Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων
λέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξῃ λόγους.
παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν·
ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ
ἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ,
ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,
κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.
λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον·
σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,
ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τις
θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.
Πολυνείκης
ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,
κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων·
ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγος
νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.
ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην
τοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰς
ἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε,
ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός,
δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον,
ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν
καὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼν
κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται.
ὃ δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεούς,
ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχει
τυραννίδʼ αὐτὸς καὶ δόμων ἐμῶν μέρος.
καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν
στρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός,
οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν
καὶ τῷδʼ ἀφεῖναι τὸν ἴσον αὖθις αὖ χρόνον,
καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν
πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις,
ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι
δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ,
ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ
ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.
ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς
λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς
καὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ.
Χορός
ἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνα
τεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν.
Ἐτεοκλῆς
εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα,
οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις·
νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς,
πλὴν ὀνόμασαι· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε.
ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ·
ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς
καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε,
τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν Τυραννίδα.
τοῦτʼ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι
ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί·
ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας
τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδʼ αἰσχύνομαι,
ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν
τυχεῖν ἃ χρῄζει· ταῖς γὰρ ἂν Θήβαις τόδε
γένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸς
φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδʼ ἔχειν.
χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,
μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος
ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,
ἔξεστʼ· ἐκεῖνο δʼ οὐχ ἑκὼν μεθήσομαι.
ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ;
πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,
ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων,
ὡς οὐ παρήσω τῷδʼ ἐμὴν τυραννίδα.
εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι
κάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών.
Χορός
οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς·
οὐ γὰρ καλὸν τοῦτʼ, ἀλλὰ τῇ δίκῃ πικρόν.
Ἰοκάστη
ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,
Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρία
ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
τί τῆς κακίστης δαιμόνων ἐφίεσαι
Φιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος ἡ θεός·
πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας
ἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρῳ τῶν χρωμένων·
ἐφʼ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον,
Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις
πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις
συνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ,
τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται
τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται.
καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶν
Ἰσότης ἔταξε κἀριθμὸν διώρισε,
νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς
ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,
κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.
εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς
σὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον
καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ʼστιν ἡ δίκη;
τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα,
τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε;
περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.
ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασι
βούλῃ; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον·
ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν.
οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί,
τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα·
ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν.
ὁ δʼ ὄλβος οὐ βέβαιος, ἀλλʼ ἐφήμερος.
ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα,
πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις,
ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σʼ ὅδε;
Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,
ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε,
ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας
βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.
ὀδυνηρὸς ἆρʼ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν,
γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.
σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω·
ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο,
ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν.
φέρʼ, ἢν ἕλῃς γῆν τήνδʼ — ὃ μὴ τύχοι ποτέ —
πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί;
πῶς δʼ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν,
καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς;
Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς
ἀσπίδας ἔθηκε;
μήποτʼ, ὦ τέκνον, κλέος
τοιόνδε σοι γένοιθʼ ὑφʼ Ἑλλήνων λαβεῖν.
ἢν δʼ αὖ κρατηθῇς καὶ τὰ τοῦδʼ ὑπερδράμῃ,
πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς;
ἐρεῖ δὲ δή τις· ὦ κακὰ μνηστεύματα
Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον
ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον,
κείνων στέρεσθαι τῶνδέ τʼ ἐν μέσῳ πεσεῖν.
μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν,
ἐς ταὔθʼ ὅταν μόλητον, ἔχθιστον κακόν.
Χορός
ὦ θεοί, γένοισθε τῶνδʼ ἀπότροποι κακῶν
καὶ ξύμβασίν τινʼ Οἰδίπου τέκνοις δότε.
Ἐτεοκλῆς
μῆτερ, οὐ λόγων ἔθʼ ἁγών, ἀλλʼ ἀναλοῦται χρόνος
οὑν μέσῳ μάτην, περαίνει δʼ οὐδὲν ἡ προθυμία·
οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ʼπὶ τοῖς εἰρημένοις,
ὥστʼ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδʼ ἄνακτʼ εἶναι χθονός·
τῶν μακρῶν δʼ ἀπαλλαγεῖσα νουθετημάτων μʼ ἔα.
καὶ σὺ τῶνδʼ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ.
Πολυνείκης
πρὸς τίνος; τίς ὧδʼ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος
φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον;
Ἐτεοκλῆς
ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς;
Πολυνείκης
εἰσορῶ· δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.
Ἐτεοκλῆς
κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;
Πολυνείκης
ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης.
Ἐτεοκλῆς
κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν.
Πολυνείκης
καὶ σέ· δεύτερον δʼ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.
Ἐτεοκλῆς
οὐκ ἀπαιτούμεσθʼ· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.
Πολυνείκης
τοῦ μέρους ἔχων τὸ πλεῖον;
Ἐτεοκλῆς
φήμʼ· ἀπαλλάσσου δὲ γῆς.
Πολυνείκης
ὦ θεῶν βωμοὶ πατρῴων —
Ἐτεοκλῆς
οὓς σὺ πορθήσων πάρει.
Πολυνείκης
κλύετέ μου —
Ἐτεοκλῆς
τίς δʼ ἂν κλύοι σου πατρίδʼ ἐπεστρατευμένου;
Πολυνείκης
καὶ θεῶν τῶν λευκοπώλων δώματα —
Ἐτεοκλῆς
οἳ στυγοῦσί σε.
Πολυνείκης
ἐξελαυνόμεσθα πατρίδος —
Ἐτεοκλῆς
καὶ γὰρ ἦλθες ἐξελῶν.
Πολυνείκης
ἀδικίᾳ γʼ, ὦ θεοί.
Ἐτεοκλῆς
Μυκήναις, μὴ ʼνθάδʼ ἀνακάλει θεούς.
Πολυνείκης
ἀνόσιος πέφυκας —
Ἐτεοκλῆς
ἀλλʼ οὐ πατρίδος, ὡς σύ, πολέμιος.
Πολυνείκης
ὅς μʼ ἄμοιρον ἐξελαύνεις.
Ἐτεοκλῆς
καὶ κατακτενῶ γε πρός.
Πολυνείκης
ὦ πάτερ, κλύεις ἃ πάσχω;
Ἐτεοκλῆς
καὶ γὰρ οἷα δρᾷς κλύει.
Πολυνείκης
καὶ σύ, μῆτερ;
Ἐτεοκλῆς
ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.
Πολυνείκης
ὦ πόλις.
Ἐτεοκλῆς
μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.
Πολυνείκης
εἶμι, μὴ πόνει· σὲ δʼ αἰνῶ, μῆτερ.
Ἐτεοκλῆς
ἔξιθι χθονός.
Πολυνείκης
ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν.
Ἐτεοκλῆς
οὐκ ἂν τύχοις.
Πολυνείκης
ἀλλὰ παρθένους ἀδελφάς.
Ἐτεοκλῆς
οὐδὲ τάσδʼ ὄψῃ ποτέ.
Πολυνείκης
ὦ κασίγνηται.
Ἐτεοκλῆς
τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;
Πολυνείκης
μῆτερ, ἀλλά μοι σὺ χαῖρε.
Ἰοκάστη
χαρτὰ γοῦν πάσχω, τέκνον.
Πολυνείκης
οὐκέτʼ εἰμὶ παῖς σός.
Ἰοκάστη
ἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ.
Πολυνείκης
ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει.
Ἐτεοκλῆς
καὶ γὰρ ἀνθυβρίζομαι.
Πολυνείκης
ποῦ ποτε στήσῃ πρὸ πύργων;
Ἐτεοκλῆς
ὡς τί μʼ ἱστορεῖς τόδε;
Πολυνείκης
ἀντιτάξομαι κτενῶν σε.
Ἐτεοκλῆς
κἀμὲ τοῦδʼ ἔρως ἔχει.
Ἰοκάστη
ὦ τάλαινʼ ἐγώ· τί δράσετʼ, ὦ τέκνα;
Πολυνείκης
αὐτὸ σημανεῖ.
Ἰοκάστη
πατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς;
Ἐτεοκλῆς
ἐρρέτω πρόπας δόμος.
Πολυνείκης
ὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος.
τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι,
ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός,
δοῦλος ὥς, ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς·
κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δʼ αἰτιῶ·
οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δʼ ἐξελαύνομαι χθονός.
καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε,
ἥλικές θʼ οὑμοί, θεῶν τε δεξίμηλʼ ἀγάλματα.
οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε·
ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖς
τόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.
Ἐτεοκλῆς
ἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρ
ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.
Χορός
Κάδμος ἔμολε τάνδε γᾶν
Τύριος, ᾧ τετρασκελὴς
μόσχος ἀδάματον πέσημα
δίκε τελεσφόρον διδοῦσα
χρησμόν, οὗ κατοικίσαι
πεδία νιν τὸ θέσφατον
πυροφόρα δόμων ἔχρη,
καλλιπόταμος ὕδατος ἵνα τε
νοτὶς ἐπέρχεται γύας,
Δίρκας χλοηφόρους
καὶ βαθυσπόρους γύας·
Βρόμιον ἔνθα τέκετο μά-
τηρ Διὸς γάμοισι,
κισσὸς ὃν περιστεφὴς
ἕλικος εὐθὺς ἔτι βρέφος
χλοηφόροισιν ἔρνεσιν
κατασκίοισιν ὀλβίσας ἐνώτισεν,
Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι
καὶ γυναιξὶν εὐίοις.
Χορός
ἔνθα φόνιος ἦν δράκων
Ἄρεος ὠμόφρων φύλαξ
νάματʼ ἔνυδρα καὶ ῥέεθρα
χλοερὰ δεργμάτων κόραισι
πολυπλάνοις ἐπισκοπῶν·
ὃν ἐπὶ χέρνιβας μολὼν
Κάδμος ὄλεσε μαρμάρῳ·
κρᾶτα φόνιον ὀλεσίθηρος
ὠλένας δικὼν βολαῖς,
δίας ἀμάτορος δʼ
ἐς βαθυσπόρους γύας
γαπετεῖς δικὼν ὀδόν-
τας Παλλάδος φραδαῖσιν·
ἔνθεν ἐξανῆκε γᾶ
πάνοπλον ὄψιν ὑπὲρ ἄκρων
ὅρων χθονός· σιδαρόφρων
δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ.
αἵματος δʼ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι
δεῖξεν αἰθέρος πνοαῖς.
Χορός
καὶ σέ, τὸν προμάτορος
Ἰοῦς ποτʼ ἔκγονον
Ἔπαφον, ὦ Διὸς γένεθλον,
ἐκάλεσʼ ἐκάλεσα βαρβάρῳ βοᾷ,
ἰώ, βαρβάροις λιταῖς·
βᾶθι βᾶθι τάνδε γᾶν·
— σοί νιν ἔκγονοι κτίσαν
καὶ διώνυμοι θεαί,
Περσέφασσα καὶ φίλα
Δαμάτηρ θεά,
πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,
κτήσαντο — πέμπε πυρφόρους
θεάς, ἄμυνε τᾷδε γᾷ·
πάντα δʼ εὐπετῆ θεοῖς.
Ἐτεοκλῆς
χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως
Κρέοντʼ, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,
λέγων τάδʼ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς
θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,
πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.
καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών·
ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντʼ ἐμούς.
Κρέων
ἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρῄζων σʼ, ἄναξ
Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας
φυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος.
Ἐτεοκλῆς
καὶ μὴν ἐγὼ σʼ ἔχρῃζον εἰσιδεῖν, Κρέον·
πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς
ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.
Κρέων
ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν,
κήδει τʼ Ἀδράστου καὶ στρατῷ πεποιθότα.
ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν·
ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων.
Ἐτεοκλῆς
τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.
Κρέων
ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.
Ἐτεοκλῆς
λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;
Κρέων
μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν
ὅπλοις ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν.
Ἐτεοκλῆς
ἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει.
Κρέων
ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν;
Ἐτεοκλῆς
ἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα.
Κρέων
σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δʼ ἄφθονοι.
Ἐτεοκλῆς
ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.
Κρέων
ἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα.
Ἐτεοκλῆς
θάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου.
Κρέων
θέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου.
Ἐτεοκλῆς
ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.
Κρέων
καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία.
Ἐτεοκλῆς
βούλῃ τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς;
Κρέων
πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν.
Ἐτεοκλῆς
εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;
Κρέων
εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν.
Ἐτεοκλῆς
ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
Κρέων
ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.
Ἐτεοκλῆς
ἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;
Κρέων
ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ.
Ἐτεοκλῆς
βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.
Κρέων
ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.
Ἐτεοκλῆς
τί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;
Κρέων
κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ.
Ἐτεοκλῆς
τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;
Κρέων
μὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός.
Ἐτεοκλῆς
τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;
Κρέων
ἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ —
Ἐτεοκλῆς
τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.
Κρέων
λόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις.
Ἐτεοκλῆς
τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.
Κρέων
ἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.
Ἐτεοκλῆς
λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;
Κρέων
λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.
Ἐτεοκλῆς
ξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις.
Κρέων
καὶ ξυστρατήγους γʼ· εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾷ.
Ἐτεοκλῆς
θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ;
Κρέων
ἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον.
Ἐτεοκλῆς
ἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν
τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,
ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.
ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν,
ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων.
ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα.
καί μοι γένοιτʼ ἀδελφὸν ἀντήρη λαβεῖν
καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί.
κτανεῖν θʼ, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.
γάμους δʼ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ
Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,
σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δʼ ἐχέγγυον
τὴν πρόσθε ποιῶ νῦν ἐπʼ ἐξόδοις ἐμαῖς.
μητρὸς δʼ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν;
τρέφʼ ἀξίως νιν σοῦ τε τήν τʼ ἐμὴν χάριν.
πατὴρ δʼ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,
ὄψιν τυφλώσας· οὐκ ἄγαν σφʼ ἐπῄνεσα·
ἡμᾶς δʼ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ.
ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον
οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,
τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸν
Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,
λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον·
σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,
ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην
ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.
πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον·
ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν
μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί,
θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ.
σοὶ μὲν τάδʼ εἶπον· προσπόλοις δʼ ἐμοῖς λέγω·
ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα,
ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς
ὁρμώμεθʼ ἤδη ξὺν δίκῃ νικηφόρῳ.
τῇ δʼ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν,
προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.
Χορός
ὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματι
καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς;
οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας
βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ
μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί,
ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας
αἵματι Θήβας
κῶμον ἀναυλότατον προχορεύεις.
οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ,
ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων
ἱππείαις ἐπὶ χεύμασι βαίνων
Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας
Σπαρτῶν γένναν,
ἀσπιδοφέρμονα θίασον ἐνόπλιον,
ἀντίπαλον κατὰ λάινα τείχεα
χαλκῷ κοσμήσας.
ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε
μήσατο πήματα γᾶς βασιλεῦσιν,
Λαβδακίδαις πολυμόχθοις.
Χορός
ὦ ζαθέων πετάλων πολυθηρότα-
τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών,
μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμʼ Ἰοκάστας,
ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων,
χρυσοδέτοις περόναις ἐπίσαμον·
μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν
πένθεα γαίας
Σφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς,
ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς
τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς
γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας
Καδμείοις ἐπιπέμπει· δυσδαίμων δʼ ἔρις ἄλλα
θάλλει παίδων
Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν.
οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν,
οὐδʼ οἱ μὴ νόμιμοι
παῖδες ματρὶ λόχευμα, μίασμα πατρός·
ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν.
Χορός
ἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε,
βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις,
τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος
γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος·
Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίους
ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας
τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα
διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον,
Δίρκα χλοεροτρόφον ᾇ πεδίον
πρόπαρ Ἰσμηνοῦ καταδεύει·
Ἰώ θʼ, ἁ κερόεσσα προμάτωρ,
Καδμείων βασιλῆας ἐγείνατο,
μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ-
ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις ἕστακʼ
Ἀρηΐοις στεφάνοισιν.
Τειρεσίας
ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶ
ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς·
δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμόν,
πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ·
κλήρους τέ μοι φύλασσε παρθένῳ χερί,
οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼν
θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι.
τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι
πόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸς
πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ,
πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ.
Κρέων
θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς
ἐξώρμισαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον·
ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ
χειρὸς θυραίας ἀναμένειν κουφίσματα.
Τειρεσίας
εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον;
Κρέων
οὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένος
καὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ.
Τειρεσίας
κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο
δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας·
κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός,
οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ·
καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω
λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων.
Κρέων
οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη·
ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ,
δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών.
βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις
ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα·
ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα,
τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.
Τειρεσίας
Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμα
χρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν,
λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον,
ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶν
πόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν·
αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶ
θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι.
ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ
χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι,
ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ
οὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ
ἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰς
δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος.
ἁγὼ τί οὐ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπη
ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου;
ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον·
πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες
Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη
πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί.
σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι,
εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται.
ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου
μηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός,
ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν.
ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ,
μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας.
ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς
πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις
πόλει παρασχεῖν φάρμακον σωτηρίας —
ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτα
τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω;
Κρέων
ἐπίσχες αὐτοῦ, πρέσβυ.
Τειρεσίας
μὴ ʼπιλαμβάνου.
Κρέων
μεῖνον, τί φεύγεις;
Τειρεσίας
ἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ.
Κρέων
φράσον πολίταις καὶ πόλει σωτηρίαν.
Τειρεσίας
βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα.
Κρέων
καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω;
Τειρεσίας
θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις;
Κρέων
ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν;
Τειρεσίας
κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων.
πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν,
ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν;
Κρέων
ὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ.
Τειρεσίας
ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς.
Κρέων
ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται.
Τειρεσίας
βούλῃ παρόντος δῆτά σοι τούτου φράσω;
Κρέων
κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.
Τειρεσίας
ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν·
ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν
σφάξαι Μενοικέα τόνδε δεῖ σʼ ὑπὲρ πάτρας,
σὸν παῖδʼ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς.
Κρέων
τί φῄς; τίνʼ εἶπας τόνδε μῦθον, ὦ γέρον;
Τειρεσίας
ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν.
Κρέων
ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά.
Τειρεσίας
σοί γʼ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια.
Κρέων
οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις.
Τειρεσίας
ἁνὴρ ὅδʼ οὐκέθʼ αὑτός· ἐκνεύει πάλιν.
Κρέων
χαίρων ἴθʼ· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων.
Τειρεσίας
ἀπόλωλεν ἡ ἀλήθειʼ, ἐπεὶ σὺ δυστυχεῖς;
Κρέων
ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς —
Τειρεσίας
τί προσπίτνεις με; δυσφύλακτʼ αἰτῇ κακά.
Κρέων
σίγα· πόλει δὲ τούσδε μὴ λέξῃς λόγους.
Τειρεσίας
ἀδικεῖν κελεύεις μʼ· οὐ σιωπήσαιμεν ἄν.
Κρέων
τί δή με δράσεις; παῖδά μου κατακτενεῖς;
Τειρεσίας
ἄλλοις μελήσει ταῦτʼ, ἐμοὶ δʼ εἰρήσεται.
Κρέων
ἐκ τοῦ δʼ ἐμοὶ τόδʼ ἦλθε καὶ τέκνῳ κακόν;
Τειρεσίας
ὀρθῶς μʼ ἐρωτᾷς κεἰς ἀγῶνʼ ἔρχῃ λόγων.
δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς
ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος,
σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς
Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων,
ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον.
καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθʼ Ἄρη.
χθὼν δʼ ἀντὶ καρποῦ καρπὸν ἀντί θʼ αἵματος
αἷμʼ ἢν λάβῃ βρότειον, ἕξετʼ εὐμενῆ
γῆν, ἥ ποθʼ ἡμῖν χρυσοπήληκα στάχυν
σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν
τοῦδʼ, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς.
σὺ δʼ ἐνθάδʼ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους
ἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο,
οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι
σφαγὰς ἀπείργουσʼ. οὐ γάρ ἐστιν ᾔθεος·
κεἰ μὴ γὰρ εὐνῆς ἥψατʼ, ἀλλʼ ἔχει λέχος.
οὗτος δὲ πῶλος τῇδʼ ἀνειμένος πόλει
θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν.
πικρὸν δʼ Ἀδράστῳ νόστον Ἀργείοισί τε
θήσει, μέλαιναν κῆρʼ ἐπʼ ὄμμασιν βαλών,
κλεινάς τε Θήβας. τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιν
τὸν ἕτερον· ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν.
τὰ μὲν παρʼ ἡμῶν πάντʼ ἔχεις· ἡγοῦ, τέκνον,
πρὸς οἶκον. ὅστις δʼ ἐμπύρῳ χρῆται τέχνῃ,
μάταιος· ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ,
πικρὸς καθέστηχʼ οἷς ἂν οἰωνοσκοπῇ·
ψευδῆ δʼ ὑπʼ οἴκτου τοῖσι χρωμένοις λέγων
ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον
χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα.
Χορός
Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας;
κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα.
Κρέων
τί δʼ ἄν τις εἴποι; δῆλον οἵ γʼ ἐμοὶ λόγοι.
ἐγὼ γὰρ οὔποτʼ ἐς τόδʼ εἶμι συμφορᾶς,
ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει.
πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος,
οὐδʼ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν.
μή μʼ εὐλογείτω τἀμά τις κτείνων τέκνα.
αὐτὸς δʼ — ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου —
θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον.
ἀλλʼ εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν,
ἀκόλαστʼ ἐάσας μάντεων θεσπίσματα,
φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός·
λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε,
πύλας ἐφʼ ἑπτὰ καὶ λοχαγέτας μολών·
κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία·
ἢν δʼ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ.
Μενοικεύς
ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων;
Κρέων
ὅπου χθονὸς τῆσδʼ ἐκποδὼν μάλιστʼ ἔσῃ.
Μενοικεύς
οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δʼ ἐμέ.
Κρέων
Δελφοὺς περάσας —
Μενοικεύς
ποῖ με χρή, πάτερ, μολεῖν;
Κρέων
Αἰτωλίδʼ ἐς γῆν.
Μενοικεύς
ἐκ δὲ τῆσδε ποῖ περῶ;
Κρέων
Θεσπρωτὸν οὖδας.
Μενοικεύς
σεμνὰ Δωδώνης βάθρα;
Κρέων
ἔγνως.
Μενοικεύς
τί δὴ τόδʼ ἔρυμά μοι γενήσεται;
Κρέων
πόμπιμος ὁ δαίμων.
Μενοικεύς
χρημάτων δὲ τίς πόρος;
Κρέων
ἐγὼ πορεύσω χρυσόν.
Μενοικεύς
εὖ λέγεις, πάτερ.
χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών,
ἧς πρῶτα μαστὸν εἵλκυσʼ, Ἰοκάστην λέγω,
μητρὸς στερηθεὶς ὀρφανός τʼ ἀποζυγείς —
προσηγορήσων εἶμι καὶ σῴσων βίον.
ἀλλʼ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω. —
γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον,
κλέψας λόγοισιν, ὥσθʼ ἃ βούλομαι τυχεῖν·
ὅς μʼ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης,
καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν
γέροντι, τοὐμὸν δʼ οὐχὶ συγγνώμην ἔχει,
προδότην γενέσθαι πατρίδος ἥ μʼ ἐγείνατο.
ὡς οὖν ἂν εἰδῆτʼ, εἶμι καὶ σῴσω πόλιν
ψυχήν τε δώσω τῆσδʼ ὑπερθανεῖν χθονός.
αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι
κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι
στάντες παρʼ ἀσπίδʼ οὐκ ὀκνήσουσιν θανεῖν,
πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ·
ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς
πόλιν τʼ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς
ἄπειμʼ· ὅπου δʼ ἂν ζῶ, κακὸς φανήσομαι.
μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον,
ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ
Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο.
ἀλλʼ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων
σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ
δράκοντος, ἔνθʼ ὁ μάντις ἐξηγήσατο,
ἐλευθερώσω γαῖαν· εἴρηται λόγος.
στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει
δώσων, νόσου δὲ τήνδʼ ἀπαλλάξω χθόνα.
εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις
χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι
πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων
πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.
Χορός
ἔβας ἔβας,
ὦ πτεροῦσσα, γᾶς λόχευμα
νερτέρου τʼ Ἐχίδνας,
Καδμείων ἁρπαγά,
πολύφθορος πολύστονος
μειξοπάρθενος,
δάιον τέρας,
φοιτάσι πτεροῖς
χαλαῖσί τʼ ὠμοσίτοις·
Διρκαίων ἅ ποτʼ ἐκ
τόπων νέους πεδαίρουσʼ
ἄλυρον ἀμφὶ μοῦσαν
ὀλομέναν τʼ Ἐρινὺν
ἔφερες ἔφερες ἄχεα πατρίδι
φόνια· φόνιος ἐκ θεῶν
ὃς τάδʼ ἦν ὁ πράξας.
ἰάλεμοι δὲ ματέρων,
ἰάλεμοι δὲ παρθένων
ἐστέναζον οἴκοις·
ἰηιήιον βοάν,
ἰηιήιον μέλος,
ἄλλος ἄλλʼ ἐπωτότυζε
διαδοχαῖς ἀνὰ πτόλιν.
βροντᾷ δὲ στεναγμὸς
ἀχά τʼ ἦν ὅμοιος,
ὁπότε πόλεος ἀφανίσειεν
ἁ πτεροῦσσα παρθένος τινʼ ἀνδρῶν.
Χορός
χρόνῳ δʼ ἔβα
Πυθίαις ἀποστολαῖσιν
Οἰδίπους ὁ τλάμων
Θηβαίαν τάνδε γᾶν
τότʼ ἀσμένοις, πάλιν δʼ ἄχη·
ματρὶ γὰρ γάμους
δυσγάμους τάλας
καλλίνικος ὢν
αἰνιγμάτων συνάπτει,
μιαίνει δὲ πτόλιν·
διʼ αἱμάτων δʼ ἀμείβει
μυσαρὸν εἰς ἀγῶνα
καταβαλὼν ἀραῖσι
τέκεα μέλεος. ἀγάμεθʼ ἀγάμεθʼ,
ὃς ἐπὶ θάνατον οἴχεται
γᾶς ὑπὲρ πατρῴας,
Κρέοντι μὲν λιπὼν γόους,
τὰ δʼ ἑπτάπυργα κλῇθρα γᾶς
καλλίνικα θήσων.
γενοίμεθʼ ὧδε ματέρες
γενοίμεθʼ εὔτεκνοι, φίλα
Παλλάς, ἃ δράκοντος αἷμα
λιθόβολον κατειργάσω,
Καδμείαν μέριμναν
ὁρμήσασʼ ἐπʼ ἔργον,
ὅθεν ἐπέσυτο τάνδε γαῖαν
ἁρπαγαῖσι δαιμόνων τις ἄτα.
Ἄγγελος
ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ;
ἀνοίγετʼ· ἐκπορεύετʼ Ἰοκάστην δόμων.
ὠὴ μάλʼ αὖθις· διὰ μακροῦ μέν, ἀλλʼ ὅμως
ἔξελθʼ, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ,
λήξασʼ ὀδυρμῶν πενθίμων τε δακρύων.
Ἰοκάστη
ὦ φίλτατʼ, οὔ που ξυμφορὰν ἥκεις φέρων
Ἐτεοκλέους θανόντος, οὗ παρʼ ἀσπίδα
βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη;
τί μοί ποθʼ ἥκεις καινὸν ἀγγελῶν ἔπος;
τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι.
Ἄγγελος
ζῇ, μὴ τρέσῃς τόδʼ, ὥς σʼ ἀπαλλάξω φόβου.
Ἰοκάστη
τί δʼ; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί;
Ἄγγελος
ἑστᾶσʼ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις.
Ἰοκάστη
ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός;
Ἄγγελος
ἀκμήν γʼ ἐπʼ αὐτήν· ἀλλʼ ὁ Καδμείων Ἄρης
κρείσσων κατέστη τοῦ Μυκηναίου δορός.
Ἰοκάστη
ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι
οἶσθʼ· ὡς μέλει μοι καὶ τόδʼ, εἰ λεύσσει φάος.
Ἄγγελος
ζῇ σοι ξυνωρὶς ἐς τόδʼ ἡμέρας τέκνων.
Ἰοκάστη
εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ
πυλῶν ἀπεστήσασθε πυργηρούμενοι;
λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας
ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης.
Ἄγγελος
ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν
πύργων ἐπʼ ἄκρων στὰς μελάνδετον ξίφος
λαιμῶν διῆκε τῇδε γῇ σωτήριον,
λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας
πύλας ἐφʼ ἑπτά, φύλακας Ἀργείου δορός,
σὸς παῖς, ἐφέδρους δʼ ἱππότας μὲν ἱππόταις
ἔταξʼ, ὁπλίτας δʼ ἀσπιδηφόροις ἔπι,
ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς
ἀλκὴ διʼ ὀλίγου. περγάμων δʼ ἀπʼ ὀρθίων
λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν
Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας
δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός.
παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ
ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.
καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις
λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα
ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος,
ἐπίσημʼ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει,
ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον
χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας
πύλας ἐχώρει σφάγιʼ ἔχων ἐφʼ ἅρματι
ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖʼ ἔχων
ὑβρισμένʼ, ἀλλὰ σωφρόνως ἄσημʼ ὅπλα.
Ὠγύγια δʼ ἐς πυλώμαθʼ Ἱππομέδων ἄναξ
ἔστειχʼ ἔχων σημεῖον ἐν μέσῳ σάκει
στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα,
τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα
βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα,
ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν.
Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις
Τυδεύς, λέοντος δέρος ἔχων ἐπʼ ἀσπίδι
χαίτῃ πεφρικός· δεξιᾷ δὲ λαμπάδα
Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν.
ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις
Ἄρη προσῆγε· Ποτνιάδες δʼ ἐπʼ ἀσπίδι
ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ,
εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι
πόρπαχʼ ὑπʼ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν.
ὁ δʼ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν
Καπανεὺς προσῆγε λόχον ἐπʼ Ἠλέκτραις πύλαις·
σιδηρονώτοις δʼ ἀσπίδος τύποις ἐπῆν
γίγας ἐπʼ ὤμοις γηγενὴς ὅλην πόλιν
φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων,
ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις.
ταῖς δʼ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν,
ἑκατὸν ἐχίδναις ἀσπίδʼ ἐκπληρῶν γραφῇ,
ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν
Ἀργεῖον αὔχημʼ· ἐκ δὲ τειχέων μέσων
δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις.
παρῆν δʼ ἑκάστου τῶνδέ μοι θεάματα
ξύνθημα παρφέροντι ποιμέσιν λόχων.
καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις
ἐμαρνάμεσθα σφενδόναις θʼ ἑκηβόλοις
πετρῶν τʼ ἀραγμοῖς· ὡς δʼ ἐνικῶμεν μάχῃ,
ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος·
ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς,
τί μέλλετʼ ἄρδην πάντες ἐμπίπτειν πύλαις,
γυμνῆτες ἱππῆς ἁρμάτων τʼ ἐπιστάται;
ἠχῆς δʼ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν·
πολλοὶ δʼ ἔπιπτον κρᾶτας αἱματούμενοι,
ἡμῶν τʼ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων
πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας·
ξηρὰν δʼ ἔδευον γαῖαν αἵματος ῥοαῖς.
ὁ δʼ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος
τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ
πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν·
ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου θεοῦ
Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ
ἁμαξοπληθῆ, γεῖσʼ ἐπάλξεων ἄπο·
ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς
ἔρρηξεν ὀστέων, ἄρτι δʼ οἰνωπὸν γένυν
καθῃμάτωσεν· οὐδʼ ἀποίσεται βίον
τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ.
ἐπεὶ δὲ τάσδʼ ἐσεῖδεν εὐτυχεῖς πύλας,
ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δʼ ἐγώ.
ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς
Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα
πύργων ἀκοντίζοντας, ὥστʼ ἐπάλξεων
λιπεῖν ἐρίπνας φυγάδας· ἀλλά νιν πάλιν
κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται,
πύργοις δʼ ἐπέστησʼ αὖθις. ἐς δʼ ἄλλας πύλας
ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν.
Καπανεὺς δὲ πῶς εἴποιμʼ ἂν ὡς ἐμαίνετο;
μακραύχενος γὰρ κλίμακος προσαμβάσεις
ἔχων ἐχώρει, καὶ τοσόνδʼ ἐκόμπασε,
μηδʼ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς
τὸ μὴ οὐ κατʼ ἄκρων περγάμων ἑλεῖν πόλιν.
καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πετρούμενος
ἀνεῖρφʼ ὑπʼ αὐτὴν ἀσπίδʼ εἱλίξας δέμας,
κλίμακος ἀμείβων ξέστʼ ἐνηλάτων βάθρα.
ἤδη δʼ ὑπερβαίνοντα γεῖσα τειχέων
βάλλει κεραυνῷ Ζεύς νιν· ἐκτύπησε δὲ
χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων
ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη,
κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δʼ ἐς χθόνα,
χεῖρες δὲ καὶ κῶλʼ ὡς κύκλωμʼ Ἰξίονος
εἱλίσσετʼ· ἐς γῆν δʼ ἔμπυρος πίπτει νεκρός.
ὡς δʼ εἶδʼ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ,
ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν.
οἱ δʼ αὖ παρʼ ἡμῶν δεξιὸν Διὸς τέρας
ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους
ἱππῆς ὁπλῖται, κἀς μέσʼ Ἀργείων ὅπλα
συνῆψαν ἔγχη· πάντα δʼ ἦν ὁμοῦ κακά·
ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο,
τροχοί τʼ ἐπήδων ἄξονές τʼ ἐπʼ ἄξοσι,
νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ.
πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς
ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δʼ εὐτυχὴς
ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει·
καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις.
Χορός
καλὸν τὸ νικᾶν· εἰ δʼ ἀμείνονʼ οἱ θεοὶ
γνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ.
Ἰοκάστη
καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει·
παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ.
Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτων
τῶν τʼ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν,
παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς,
ἰδίᾳ δὲ λυπρῶς. ἀλλʼ ἄνελθέ μοι πάλιν,
τί τἀπὶ τούτοις παῖδʼ ἐμὼ δρασείετον.
Ἄγγελος
ἔα τὰ λοιπά· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς.
Ἰοκάστη
τοῦτʼ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον.
Ἄγγελος
μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους;
Ἰοκάστη
καὶ τἀπίλοιπά γʼ εἰ καλῶς πράσσω κλύειν.
Ἄγγελος
μέθες μʼ· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν.
Ἰοκάστη
κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ.
Ἄγγελος
κοὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσι σοῖς κακά.
Ἰοκάστη
ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα.
Ἄγγελος
αἰαῖ· τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλου
φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά;
τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα
αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ,
λέξαντες Ἀργείοισι Καδμείοισί τε
ἐς κοινὸν οἷον μήποτʼ ὤφελον λόγον.
Ἐτεοκλέης δʼ ὑπῆρξʼ ἀπʼ ὀρθίου σταθεὶς
πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ·
ἔλεξε δʼ· ὦ γῆς Ἑλλάδος στρατηλάται
Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετʼ ἐνθάδε,
Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν
ψυχὰς ἀπεμπολᾶτε μήθʼ ἡμῶν ὕπερ.
ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς
μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην·
κἂν μὲν κτάνω τόνδʼ, οἶκον οἰκήσω μόνος,
ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ·
ὑμεῖς δʼ ἀγῶνʼ ἀφέντες, Ἀργεῖοι, χθόνα
νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε,
Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός.
τοσαῦτʼ ἔλεξε· σὸς δὲ Πολυνείκης γόνος
ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους.
πάντες δʼ ἐπερρόθησαν Ἀργεῖοι τάδε
Κάδμου τε λαὸς ὡς δίκαιʼ ἡγούμενοι.
ἐπὶ τοῖσδε δʼ ἐσπείσαντο, κἀν μεταιχμίοις
ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται.
ἤδη δʼ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις
δισσοὶ γέροντος Οἰδίπου νεανίαι·
φίλοι δʼ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς
Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι.
ἔσταν δὲ λαμπρὼ χρῶμά τʼ οὐκ ἠλλαξάτην
μαργῶντʼ ἐπʼ ἀλλήλοισιν ἱέναι δόρυ.
παρεξιόντες δʼ ἄλλος ἄλλοθεν φίλων
λόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε·
Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας
τρόπαιον Ἄργει τʼ εὐκλεᾶ δοῦναι λόγον·
Ἐτεοκλέα δʼ αὖ· νῦν πόλεως ὑπερμαχεῖς,
νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς.
τάδʼ ἠγόρευον παρακαλοῦντες ἐς μάχην.
μάντεις δὲ μῆλʼ ἔσφαζον, ἐμπύρους τʼ ἀκμὰς
ῥήξεις τʼ ἐνώμων ὑγρότητʼ ἐναντίαν
ἄκραν τε λαμπάδʼ, ἣ δυοῖν ὅρους ἔχει,
νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων.
ἀλλʼ, εἴ τινʼ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους
ἢ φίλτρʼ ἐπῳδῶν, στεῖχʼ, ἐρήτυσον τέκνα
δεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας·
κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται
δισσοῖν στερείσῃ τῇδʼ ἐν ἡμέρᾳ τέκνοιν.
Ἰοκάστη
ὦ τέκνον ἔξελθʼ Ἀντιγόνη δόμων πάρος·
οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασι
νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις,
ἀλλʼ ἄνδρʼ ἀρίστω καὶ κασιγνήτω σέθεν
ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ
ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν.
Ἀντιγόνη
τίνʼ, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν
φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος;
Ἰοκάστη
ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος.
Ἀντιγόνη
πῶς εἶπας;
Ἰοκάστη
αἰχμὴν ἐς μίαν καθέστατον.
Ἀντιγόνη
οἲ ʼγώ, τί λέξεις, μῆτερ;
Ἰοκάστη
οὐ φίλʼ, ἀλλʼ ἕπου.
Ἀντιγόνη
ποῖ, παρθενῶνας ἐκλιποῦσʼ;
Ἰοκάστη
ἀνὰ στρατόν.
Ἀντιγόνη
αἰδούμεθʼ ὄχλον.
Ἰοκάστη
οὐκ ἐν αἰσχύνῃ τὰ σά.
Ἀντιγόνη
δράσω δὲ δὴ τί;
Ἰοκάστη
συγγόνων λύσεις ἔριν.
Ἀντιγόνη
τί δρῶσα, μῆτερ;
Ἰοκάστη
προσπίτνουσʼ ἐμοῦ μέτα.
Ἀντιγόνη
ἡγοῦ σὺ πρὸς μεταίχμιʼ· οὐ μελλητέον.
Ἰοκάστη
ἔπειγʼ ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσω
παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος·
θανοῦσι δʼ αὐτοῖς συνθανοῦσα κείσομαι.
Χορός
αἰαῖ αἰαῖ, τρομερὰν φρίκᾳ
τρομερὰν φρένʼ ἔχω· διὰ σάρκα δʼ ἐμὰν
ἔλεος ἔλεος ἔμολε μα-
τέρος δειλαίας.
δίδυμα τέκεα πότερος ἄρα
πότερον αἱμάξει —
ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ γᾶ —
ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰν
διʼ ἀσπίδων, διʼ αἱμάτων;
τάλαινʼ ἐγὼ τάλαινα, πό-
τερον ἄρα νέκυν ὀλόμενον ἰαχήσω;
Χορός
φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες,
φόνιαι ψυχαὶ δορὶ παλλόμεναι
πέσεα πέσεα δάιʼ αὐ-
τίχʼ αἱμάξετον.
τάλανες, ὅ τι ποτὲ μονομάχον
ἐπὶ φρένʼ ἠλθέτην,
βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰν
μελομέναν νεκροῖς δάκρυσι θρηνήσω.
σχεδὸν τύχα πέλας φόνου·
κρινεῖ φάος τὸ μέλλον. ἄ-
ποτμος ἄποτμος ὁ φόνος ἕνεκʼ Ἐρινύων.
Χορός
ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆ
πρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους.
Κρέων
οἴμοι, τί δράσω; πότερʼ ἐμαυτὸν ἢ πόλιν
στένω δακρύσας, ἣν πέριξ ἔχει νέφος
τοιοῦτον ὥστε διʼ Ἀχέροντος ἱέναι;
ἐμός τε γὰρ παῖς γῆς ὄλωλʼ ὑπερθανών,
τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δʼ ἐμοί·
ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν
αὐτοσφαγῆ δύστηνος ἐκόμισʼ ἐν χεροῖν,
βοᾷ δὲ δῶμα πᾶν· ἐγὼ δʼ ἥκω μέτα
γέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπως
λούσῃ προθῆταί τʼ οὐκέτʼ ὄντα παῖδʼ ἐμόν.
τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότα
τιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν.
Χορός
βέβηκʼ ἀδελφὴ σή, Κρέων, ἔξω δόμων
κόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί.
Κρέων
ποῖ; κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι.
Χορός
ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶ
ἐς ἀσπίδʼ ἥξειν βασιλικῶν δόμων ὕπερ.
Κρέων
πῶς φῄς; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ
οὐκ ἐς τόδʼ ἦλθον ὥστε καὶ τάδʼ εἰδέναι.
Χορός
ἀλλʼ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι·
δοκῶ δʼ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον,
ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου.
Κρέων
οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε,
σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου
στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.
Ἄγγελος
ὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους;
Κρέων
οἰχόμεσθʼ· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου.
Ἄγγελος
ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά.
Κρέων
πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί;
Ἄγγελος
οὐκέτʼ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.
Κρέων
αἰαῖ·
μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει.
ὦ δώματʼ εἰσηκούσατʼ Οἰδίπου τάδε
παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων;
Χορός
ὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν.
Κρέων
οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας,
οἴμοι κακῶν δύστηνος· ὦ τάλας ἐγώ.
Ἄγγελος
εἰ καὶ τὰ πρὸς τούτοισί γʼ εἰδείης κακά.
Κρέων
καὶ πῶς γένοιτʼ ἂν τῶνδε δυσποτμώτερα;
Ἄγγελος
τέθνηκʼ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα.
Χορός
ἀνάγετʼ ἀνάγετε κωκυ-
τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν.
Κρέων
ὦ τλῆμον, οἷον τέρμονʼ, Ἰοκάστη, βίου
γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης.
πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος
ἀρᾶς τʼ ἀγώνισμʼ Οἰδίπου; σήμαινέ μοι.
Ἄγγελος
τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς
οἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί.
ὥστʼ οὐχ ἅπαντά σʼ εἰδέναι τὰ δρώμενα.
ἐπεὶ δὲ χαλκέοις σῶμʼ ἐκοσμήσανθʼ ὅπλοις
οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι,
ἔστησαν ἐλθόντʼ ἐς μέσον μεταίχμιον
δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα
ὡς εἰς ἀγῶνα μονομάχου τʼ ἀλκὴν δορός.
βλέψας δʼ ἐπʼ Ἄργος ἧκε Πολυνείκης ἀράς·
ὦ πότνιʼ Ἥρα — σὸς γάρ εἰμʼ, ἐπεὶ γάμοις
ἔζευξʼ Ἀδράστου παῖδα καὶ ναίω χθόνα —
δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δʼ ἐμὴν
καθαιματῶσαι δεξιὰν νικηφόρον· —
αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν.
πολλοῖς δʼ ἐπῄει δάκρυα τῆς τύχης ὅση,
κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.
Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος
βλέψας πρὸς οἶκον ηὔξατʼ· ὦ Διὸς κόρη,
δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς
ἐς στέρνʼ ἀδελφοῦ τῆσδʼ ἀπʼ ὠλένης βαλεῖν
κτανεῖν θʼ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.
ἐπεὶ δʼ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς
σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης,
ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι·
κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυν
ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας·
ᾖσσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις,
ὅπως σίδηρος ἐξολισθάνοι μάτην.
εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι,
λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων.
ἀλλʼ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν
ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ.
πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσʼ ἱδρὼς
ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.
Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον
ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος
τίθησι· Πολυνείκης δʼ ἀπήντησεν δορί,
πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών,
κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ·
στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας.
κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν
ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ
διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς
Κάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ.
ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν
χωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρον
μέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρης
ἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν.
ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων
ἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδας
πολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης.
καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν
ἐσήγαγεν σόφισμʼ ὁμιλίᾳ χθονός.
ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου,
λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα,
πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος,
προβὰς δὲ κῶλον δεξιὸν διʼ ὀμφαλοῦ
καθῆκεν ἔγχος σφονδύλοις τʼ ἐνήρμοσεν.
ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας
σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει.
ὃ δʼ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ,
ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν
τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ.
ὃ καί νιν ἔσφηλʼ· ἔτι γὰρ ἐμπνέων βραχύ,
σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι,
μόλις μέν, ἐξέτεινε δʼ εἰς ἧπαρ ξίφος.
Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών.
γαῖαν δʼ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας
πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος.
Χορός
φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σʼ ὅσον στένω·
τὰς σὰς δʼ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.
Ἄγγελος
ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά.
ἐπεὶ τέκνω πεσόντʼ ἐλειπέτην βίον,
ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνει
σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός.
τετρωμένους δʼ ἰδοῦσα καιρίους σφαγὰς
ᾤμωξεν· ὦ τέκνʼ, ὑστέρα βοηδρόμος
πάρειμι. προσπίτνουσα δʼ ἐν μέρει τέκνα
ἔκλαιʼ, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον
στένουσʼ, ἀδελφή θʼ ἡ παρασπίζουσʼ ὁμοῦ·
ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς
προδόντʼ ἀδελφὼ φιλτάτω. στέρνων δʼ ἄπο
φύσημʼ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ
ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα
φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δʼ ἄπο
προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα.
ὃ δʼ ἦν ἔτʼ ἔμπνους, πρὸς κασιγνήτην δʼ ἰδὼν
γραῖάν τε μητέρʼ εἶπε Πολυνείκης τάδε·
Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δὲ σὲ
καὶ τήνδʼ ἀδελφὴν καὶ κασίγνητον νεκρόν.
φίλος γὰρ ἐχθρὸς ἐγένετʼ, ἀλλʼ ὅμως φίλος.
θάψον δέ μʼ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε,
ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην
παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω
χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα.
ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί,
μῆτερ — τίθησι δʼ αὐτὸς ὀμμάτων ἔπι —
καὶ χαίρετʼ· ἤδη γάρ με περιβάλλει σκότος.
ἄμφω δʼ ἅμʼ ἐξέπνευσαν ἄθλιον βίον.
μήτηρ δʼ, ὅπως ἐσεῖδε τήνδε συμφοράν,
ὑπερπαθήσασʼ, ἥρπασʼ ἐκ νεκρῶν ξίφος
κἄπραξε δεινά· διὰ μέσου γὰρ αὐχένος
ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις
θανοῦσα κεῖται περιβαλοῦσʼ ἀμφοῖν χέρας.
ἀνῇξε δʼ ὀρθὸς λαὸς εἰς ἔριν λόγων,
ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν,
οἳ δʼ ὡς ἐκεῖνον. ἦν δʼ ἔρις στρατηλάταις,
οἳ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί,
οἳ δʼ ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι.
κἀν τῷδʼ ὑπεξῆλθʼ Ἀντιγόνη στρατοῦ δίχα.
οἳ δʼ εἰς ὅπλʼ ᾖσσον· εὖ δέ πως προμηθίᾳ
καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι·
κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένον
Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν.
κοὐδεὶς ὑπέστη, πεδία δʼ ἐξεπίμπλασαν
φεύγοντες, ἔρρει δʼ αἷμα μυρίων νεκρῶν
λόγχαις πιτνόντων. ὡς δʼ ἐνικῶμεν μάχῃ,
οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας,
οἳ δʼ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν
σκυλεύματʼ εἴσω τειχέων ἐπέμπομεν.
ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα
νεκροὺς φέρουσιν ἐνθάδʼ οἰκτίσαι φίλοις.
πόλει δʼ ἀγῶνες οἳ μὲν εὐτυχέστατοι
τῇδʼ ἐξέβησαν, οἳ δὲ δυστυχέστατοι.
Χορός
οὐκ εἰς ἀκοὰς ἔτι δυστυχία
δώματος ἥκει· πάρα γὰρ λεύσσειν
πτώματα νεκρῶν τρισσῶν ἤδη
τάδε πρὸς μελάθροις κοινῷ θανάτῳ
σκοτίαν αἰῶνα λαχόντων.
Ἀντιγόνη
οὐ προκαλυπτομένα βοτρυχώδεος
ἁβρὰ παρηίδος οὐδʼ ὑπὸ παρθενί-
ας τὸν ὑπὸ βλεφάροις φοίνικʼ, ἐρύθημα προσώπου,
αἰδομένα φέρομαι βάκχα νεκύ-
ων, κράδεμνα δικοῦσα κόμας ἀπʼ ἐ-
μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν,
ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι.
ὦ Πολύνεικες, ἔφυς ἄρʼ ἐπώνυμος· ὤμοι μοι, Θῆβαι·
σὰ δʼ ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος —
Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσʼ
αἵματι δεινῷ, αἵματι λυγρῷ.
τίνα προσῳδὸν
ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ
δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος,
ἀγκαλέσωμαι,
τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα,
ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος;
ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε,
τᾶς ἀγρίας ὅτε
δυσξυνέτου ξυνετὸν μέλος ἔγνω
Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας.
ἰώ μοί μοι, πάτερ,
τίς Ἑλλὰς ἢ βάρβαρος ἢ
τῶν προπάροιθʼ εὐγενετᾶν
ἕτερος ἔτλα κακῶν τοσῶνδʼ
αἵματος ἁμερίου
τοιάδʼ ἄχεα φανερά;
τάλαινʼ, ὡς ἐλελίζει —
τίς ἄρʼ ὄρνις, ἢ δρυὸς ἢ
ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα,
μονομάτορσιν ὀδυρμοῖς
ἐμοῖς ἄχεσι συνῳδός;
αἴλινον αἰάγμασιν ἃ
τοῖσδε προκλαίω μονάδʼ αἰ-
ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν
λειβομένοισιν δάκρυσιν ἰαχήσω.
τίνʼ ἐπὶ πρῶτον ἀπὸ χαί-
τας σπαραγμοῖς ἀπαρχὰς βάλω;
ματρὸς ἐμᾶς ἢ διδύμοι-
σι γάλακτος παρὰ μαστοῖς
ἢ πρὸς ἀδελ-
φῶν οὐλόμενʼ αἰκίσματα νεκρῶν;
ὀτοτοτοῖ λεῖπε σοὺς
δόμους, ἀλαὸν ὄμμα φέρων,
πάτερ γεραιέ, δεῖξον,
Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἐπὶ
δώμασιν ἀέριον σκότον ὄμμασι
σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν.
κλύεις, ὦ κατʼ αὐλὰν
ἀλαίνων γεραιὸν
πόδʼ ἢ δεμνίοις δύ-
στανος ἰαύων;
Οἰδίπους
τί μʼ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ
ποδὸς ἐξάγαγες ἐς φῶς
λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ-
τροτάτοισιν δακρύοισιν,
πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ
νέκυν ἔνερθεν ἢ
πτανὸν ὄνειρον;
Ἀντιγόνη
δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ,
πάτερ, οὐκέτι σοι τέκνα λεύσσει
φάος οὐδʼ ἄλοχος, παραβάκτροις
ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει,
ὦ πάτερ, ὤμοι.
Οἰδίπους
ὤμοι ἐμῶν παθέων· πάρα γὰρ στενάχειν τάδʼ, ἀυτεῖν.
τρισσαὶ ψυχαί· ποίᾳ μοίρᾳ
πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.
Ἀντιγόνη
οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν,
ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρ
ξίφεσιν βρίθων
καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς,
ὦ πάτερ, ὤ μοι.
Οἰδίπους
αἰαῖ.
Ἀντιγόνη
τί τάδε καταστένεις,
Οἰδίπους
τέκνα.
Ἀντιγόνη
διʼ ὀδύνας ἔβας·
εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσων
ἀελίου τάδε σώματα νεκρῶν
ὄμματος αὐγαῖς σαῖς ἐπενώμας —
Οἰδίπους
τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν·
ἁ δὲ τάλαινʼ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ;
Ἀντιγόνη
δάκρυα γοερὰ
φανερὰ πᾶσι τιθεμένα,
τέκεσι μαστὸν ἔφερεν ἔφερεν
ἱκέτις ἱκέτιν ὀρομένα.
ηὗρε δʼ ἐν Ἠλέκτραισι πύλαις τέκνα
λωτοτρόφον κατὰ λείμακα λόγχαις,
κοινὸν ἐνυάλιον,
μάτηρ, ὥστε λέοντας ἐναύλους,
μαρναμένους ἐπὶ τραύμασιν, αἵματος
ἤδη ψυχρὰν λοιβὰν φονίαν,
ἃν ἔλαχʼ Ἅιδας, ὤπασε δʼ Ἄρης·
χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω
σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ τέκνοισι.
πάντα δʼ ἐν ἄματι τῷδε συνάγαγεν,
ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς
τάδε τελευτᾷ.
Χορός
πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις
τόδʼ ἦμαρ· εἴη δʼ εὐτυχέστερος βίος.
Κρέων
οἴκτων μὲν ἤδη λήγεθʼ, ὡς ὥρα τάφου
μνήμην τίθεσθαι· τόνδε δʼ, Οἰδίπου, λόγον
ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι
Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς
Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν.
οὐκ οὖν σʼ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι·
σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε
σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.
ἀλλʼ ἐκκομίζου. καὶ τάδʼ οὐχ ὕβρει λέγω
οὐδʼ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας
τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν.
Οἰδίπους
ὦ μοῖρʼ, ἀπʼ ἀρχῆς ὥς μʼ ἔφυσας ἄθλιον
καὶ τλήμονʼ, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ·
ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν,
ἄγονον Ἀπόλλων Λαΐῳ μʼ ἐθέσπισεν
φονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ.
ἐπεὶ δʼ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ
κτείνει με νομίσας πολέμιον πεφυκέναι·
χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ με
μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν·
οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν
ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα,
ὅς μʼ οὐ διώλεσʼ, ἀλλὰ
δουλεῦσαί τέ μοι
δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.
κτανὼν δʼ ἐμαυτοῦ πατέρʼ ὁ δυσδαίμων ἐγὼ
ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος,
παῖδάς τʼ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα,
ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.
οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκʼ ἐγὼ
ὥστʼ εἰς ἔμʼ ὄμματʼ ἔς τʼ ἐμῶν παίδων βίον
ἄνευ θεῶν του ταῦτʼ ἐμηχανησάμην.
εἶἑν· τί δράσω δῆθʼ ὁ δυσδαίμων ἐγώ;
τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;
ἥδʼ ἡ θανοῦσα; ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι.
ἀλλʼ εὔτεκνος ξυνωρίς; ἀλλʼ οὐκ ἔστι μοι.
ἀλλʼ ἔτι νεάζων αὐτὸς εὕροιμʼ ἂν βίον;
πόθεν; τί μʼ ἄρδην ὧδʼ ἀποκτείνεις, Κρέον;
ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς.
οὐ μὴν ἑλίξας γʼ ἀμφὶ σὸν χεῖρας γόνυ
κακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτʼ εὐγενὲς
οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς.
Κρέων
σοί τʼ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά,
ἐγὼ δὲ ναίειν σʼ οὐκ ἐάσαιμʼ ἂν χθόνα.
νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν
ἤδη κομίζειν, τόνδε δʼ, ὃς πέρσων πόλιν
πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν
ἐκβάλετʼ ἄθαπτον τῆσδʼ ὅρων ἔξω χθονός.
κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε·
ὃς ἂν νεκρὸν τόνδʼ ἢ καταστέφων ἁλῷ
ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται.
ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.
σὺ δʼ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν
κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω
καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν
μένουσʼ, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει.
Ἀντιγόνη
ὦ πάτερ, ἐν οἵοις κείμεθʼ ἄθλιοι κακοῖς.
ὥς σε στενάζω τῶν τεθνηκότων πλέον·
οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δʼ οὐ βαρύ,
ἀλλʼ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ.
ἀτὰρ σʼ ἐρωτῶ τὸν νεωστὶ κοίρανον·
τί τόνδʼ ὑβρίζεις πατέρʼ ἀποστέλλων χθονός;
τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ;
Κρέων
Ἐτεοκλέους βουλεύματʼ, οὐχ ἡμῶν, τάδε.
Ἀντιγόνη
ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε.
Κρέων
πῶς; τἀντεταλμένʼ οὐ δίκαιον ἐκπονεῖν;
Ἀντιγόνη
οὔκ, ἢν πονηρά γʼ ᾖ κακῶς τʼ εἰρημένα.
Κρέων
τί δʼ; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται;
Ἀντιγόνη
οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν.
Κρέων
εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν.
Ἀντιγόνη
οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα.
Κρέων
καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω.
Ἀντιγόνη
τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς;
Κρέων
ἄταφος ὅδʼ ἁνήρ, ὡς μάθῃς, γενήσεται.
Ἀντιγόνη
ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις.
Κρέων
σαυτὴν ἄρʼ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ.
Ἀντιγόνη
ἀλλʼ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας.
Κρέων
λάζυσθε τήνδε κἀς δόμους κομίζετε.
Ἀντιγόνη
οὐ δῆτʼ, ἐπεὶ τοῦδʼ οὐ μεθήσομαι νεκροῦ.
Κρέων
ἔκρινʼ ὁ δαίμων, παρθένʼ, οὐχ ἃ σοὶ δοκεῖ.
Ἀντιγόνη
κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς.
Κρέων
ὡς οὔτις ἀμφὶ τῷδʼ ὑγρὰν θήσει κόνιν.
Ἀντιγόνη
ναὶ πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον.
Κρέων
μάταια μοχθεῖς· οὐ γὰρ ἂν τύχοις τάδε.
Ἀντιγόνη
σὺ δʼ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μʼ ἔα.
Κρέων
ἓν τοῦτʼ ἂν εἴη τῶν ἀπορρήτων πόλει.
Ἀντιγόνη
ἀλλʼ ἀμφὶ τραύματʼ ἄγρια τελαμῶνας βαλεῖν.
Κρέων
οὐκ ἔσθʼ ὅπως σὺ τόνδε τιμήσεις νέκυν.
Ἀντιγόνη
ὦ φίλτατʼ, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.
Κρέων
οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις.
Ἀντιγόνη
ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε;
Κρέων
πολλή σʼ ἀνάγκη· ποῖ γὰρ ἐκφεύξῃ λέχος;
Ἀντιγόνη
νὺξ ἆρʼ ἐκείνη Δαναΐδων μʼ ἕξει μίαν.
Κρέων
εἶδες τὸ τόλμημʼ οἷον ἐξωνείδισεν;
Ἀντιγόνη
ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος.
Κρέων
τί δʼ ἐκπροθυμῇ τῶνδʼ ἀπηλλάχθαι γάμων;
Ἀντιγόνη
συμφεύξομαι τῷδʼ ἀθλιωτάτῳ πατρί.
Κρέων
γενναιότης σοι, μωρία δʼ ἔνεστί τις.
Ἀντιγόνη
καὶ ξυνθανοῦμαί γʼ, ὡς μάθῃς περαιτέρω.
Κρέων
ἴθʼ, οὐ φονεύσεις παῖδʼ ἐμόν, λίπε χθόνα.
Οἰδίπους
ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας.
Ἀντιγόνη
ἀλλʼ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ;
Οἰδίπους
μένʼ εὐτυχοῦσα, τἄμʼ ἐγὼ στέρξω κακά.
Ἀντιγόνη
καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ;
Οἰδίπους
πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ.
Ἀντιγόνη
ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα;
Οἰδίπους
ὄλωλʼ· ἓν ἦμάρ μʼ ὤλβισʼ, ἓν δʼ ἀπώλεσεν.
Ἀντιγόνη
οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν;
Οἰδίπους
αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί.
Ἀντιγόνη
οὔ, σωφρονούσῃ γʼ, ἀλλὰ γενναία, πάτερ.
Οἰδίπους
προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.
Ἀντιγόνη
ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.
Οἰδίπους
ὦ μῆτερ, ὦ ξυνάορʼ ἀθλιωτάτη.
Ἀντιγόνη
οἰκτρὰ πρόκειται, πάντʼ ἔχουσʼ ὁμοῦ κακά.
Οἰδίπους
Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ;
Ἀντιγόνη
τώδʼ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.
Οἰδίπους
πρόσθες τυφλὴν χεῖρʼ ἐπὶ πρόσωπα δυστυχῆ.
Ἀντιγόνη
ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί.
Οἰδίπους
ὦ φίλα πεσήματʼ ἄθλιʼ ἀθλίου πατρός.
Ἀντιγόνη
ὦ φίλτατον δῆτʼ ὄνομα Πολυνείκους ἐμοί.
Οἰδίπους
νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται.
Ἀντιγόνη
ὁ ποῖος; ἀλλʼ ἦ πρὸς κακοῖς ἐρεῖς κακά;
Οἰδίπους
ἐν ταῖς Ἀθήναις κατθανεῖν μʼ ἀλώμενον.
Ἀντιγόνη
ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται;
Οἰδίπους
ἱερὸς Κολωνός, δώμαθʼ ἱππίου θεοῦ.
ἀλλʼ εἶα, τυφλῷ τῷδʼ ὑπηρέτει πατρί,
ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.
Ἀντιγόνη
ἴθʼ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν,
πάτερ γεραιέ, πομπίμαν
ἔχων ἔμʼ ὥστε ναυσίπομπον αὔραν.
Οἰδίπους
ἰδοὺ ἰδού, πορεύομαι·
τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ.
Ἀντιγόνη
γενόμεθα γενόμεθʼ, ἄθλιαί
γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων.
Οἰδίπους
πόθι γεραιὸν ἴχνος τίθημι;
βάκτρα πρόσφερʼ, ὦ τέκνον.
Ἀντιγόνη
τᾷδε τᾷδε βᾶθί μοι,
τᾷδε τᾷδε πόδα τιθείς,
ὥστʼ ὄνειρον ἰσχύν.
Οἰδίπους
ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς
ἐλαύνων τὸν γέροντά μʼ ἐκ πάτρας.
ἰὼ ἰώ, δεινὰ δείνʼ ἐγὼ τλάς.
Ἀντιγόνη
τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς,
οὐδʼ ἀμείβεται βροτῶν ἀσυνεσίας.
Οἰδίπους
ὅδʼ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ-
λίνικον οὐράνιον ἔβαν
μειξοπαρθένου κόρας
αἴνιγμʼ ἀσύνετον εὑρών.
Ἀντιγόνη
Σφιγγὸς ἀναφέρεις ὄνειδος.
ἄπαγε τὰ πάρος εὐτυχήματʼ αὐδῶν.
τάδε σʼ ἐπέμενε μέλεα πάθεα
φυγάδα πατρίδος ἄπο γενόμενον,
ὦ πάτερ, θανεῖν που.
ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις
λιποῦσʼ ἄπειμι πατρίδος ἀποπρὸ γαίας
ἀπαρθένευτʼ ἀλωμένα.
φεῦ τὸ χρήσιμον φρενῶν
ἐς πατρός γε συμφορὰς
εὐκλεᾶ με θήσει·
τάλαινʼ ἐγὼ σῶν συγγόνου θʼ ὑβρισμάτων,
ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται
μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών,
σκότια γᾷ καλύψω.
Οἰδίπους
πρὸς ἥλικας φάνηθι σάς.
Ἀντιγόνη
ἅλις ὀδυρμάτων ἐμῶν.
Οἰδίπους
σὺ δʼ ἀμφὶ βωμίους λιτὰς —
Ἀντιγόνη
κόρον ἔχουσʼ ἐμῶν κακῶν.
Οἰδίπους
ἴθʼ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς
ἄβατος ὄρεσι μαινάδων.
Ἀντιγόνη
Καδμείαν ᾧ νεβρίδα
στολιδωσαμένα ποτʼ ἐγὼ Σεμέλας
θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα,
χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα;
Οἰδίπους
ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετʼ, Οἰδίπους ὅδε,
ὃς τὰ κλείνʼ αἰνίγματʼ ἔγνω καὶ μέγιστος ἦν ἀνήρ,
ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη,
νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός.
ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι;
τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν.
Χορός
ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.