τὰ τοῦ δράματος πρόσωπα
Ἠλέκτρα
Ἑλένη
Χορός
Ὀρέστης
Μενέλαος
Τυνδάρεως
Πυλάδης
Ἄγγελος
Ἑρμιόνη
Φρύξ
Ἀπόλλων
Ἠλέκτρα
Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος
οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,
ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις.
ὁ γὰρ μακάριος — κοὐκ ὀνειδίζω τύχας —
Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος
κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην,
ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν
κοινῆς τραπέζης ἀξίωμʼ ἔχων ἴσον,
ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.
οὗτος φυτεύει Πέλοπα, τοῦ δʼ Ἀτρεὺς ἔφυ,
ᾧ στέμματα ξήνασʼ ἐπέκλωσεν θεὰ
ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ
θέσθαι. τί τἄρρητʼ ἀναμετρήσασθαί με δεῖ;
ἔδαισε δʼ οὖν νιν τέκνʼ ἀποκτείνας Ἀτρεύς.
Ἀτρέως δέ· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας·
ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ
Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.
γαμεῖ δʼ ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένην
Μενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχος
ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ·
ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,
Χρυσόθεμις Ἰφιγένειά τʼ Ἠλέκτρα τʼ ἐγώ,
ἄρσην δʼ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,
ἣ πόσιν ἀπείρῳ περιβαλοῦσʼ ὑφάσματι
ἔκτεινεν· ὧν δʼ ἕκατι, παρθένῳ λέγειν
οὐ καλόν· ἐῶ τοῦτʼ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.
Φοίβου δʼ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;
πείθει δʼ Ὀρέστην μητέρʼ ἥ σφʼ ἐγείνατο
κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον.
ὅμως δʼ ἀπέκτεινʼ οὐκ ἀπειθήσας θεῷ·
κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.
Πυλάδης θʼ, ὃς ἡμῖν συγκατείργασται τάδε.
ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ νοσεῖ
τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις
κεῖται, τὸ μητρὸς δʼ αἷμά νιν τροχηλατεῖ
μανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς
εὐμενίδας, αἳ τόνδʼ ἐξαμιλλῶνται φόβῳ.
ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου σφαγαῖς
θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας,
ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,
οὐ λούτρʼ ἔδωκε χρωτί· χλανιδίων δʼ ἔσω
κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου,
ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο
πηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.
ἔδοξε δʼ Ἄργει τῷδε μήθʼ ἡμᾶς στέγαις,
μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τινα
μητροκτονοῦντας· κυρία δʼ ἥδʼ ἡμέρα,
ἐν ᾗ διοίσει ψῆφον Ἀργείων πόλις,
εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι.
ἢ φάσγανον θήξαντʼ ἐπʼ αὐχένος βαλεῖν.
ἐλπίδα δὲ δή τινʼ ἔχομεν ὥστε μὴ θανεῖν·
ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,
λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ
ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον
ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολύστονον
Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν
μεθʼ ἡμέραν στείχουσαν, ὧν ὑπʼ Ἰλίῳ
παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς,
προύπεμψεν ἐς δῶμʼ ἡμέτερον· ἔστιν δʼ ἔσω
κλαίουσʼ ἀδελφὴν συμφοράν τε δωμάτων.
ἔχει δὲ δή τινʼ ἀλγέων παραψυχήν·
ἣν γὰρ κατʼ οἴκους ἔλιφʼ, ὅτʼ ἐς Τροίαν ἔπλει,
παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν
Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,
ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν.
βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότʼ ὄψομαι
Μενέλαον ἥκονθʼ· ὡς τά γʼ ἄλλʼ ἐπʼ ἀσθενοῦς
ῥώμης ὀχούμεθʼ, ἤν τι μὴ κείνου πάρα
σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος.
Ἑλένη
ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος,
παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,
πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸς
τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει;
προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,
ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.
καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,
ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον
ἔπλευσʼ ὅπως ἔπλευσα θεομανεῖ πότμῳ,
οὐκ εἶδον, ἀπολειφθεῖσα δʼ αἰάζω τύχας.
Ἠλέκτρα
Ἑλένη, τί σοι λέγοιμʼ ἂν ἅ γε παροῦσʼ ὁρᾷς;
ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον
ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ
— νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς —
θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά.
σὺ δʼ εἶ μακαρία μακάριός θʼ ὁ σὸς πόσις.
ἥκετον ἐφʼ ἡμᾶς ἀθλίως πεπραγότας
Ἑλένη
πόσον χρόνον δʼ ἐν δεμνίοις πέπτωχʼ ὅδε;
Ἠλέκτρα
ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.
Ἑλένη
ὢ μέλεος· ἡ τεκοῦσά θʼ, ὡς διώλετο.
Ἠλέκτρα
οὕτως ἔχει τάδʼ, ὥστʼ ἀπείρηκεν κακοῖς.
Ἑλένη
πρὸς θεῶν, πίθοιʼ ἂν δῆτά μοί τι, παρθένε;
Ἠλέκτρα
ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.
Ἑλένη
βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;
Ἠλέκτρα
μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν;
Ἑλένη
κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσʼ ἐμάς.
Ἠλέκτρα
σοὶ δʼ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;
Ἑλένη
δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι.
Ἠλέκτρα
ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους.
Ἑλένη
ὀρθῶς ἔλεξας, οὐ φίλως δʼ ἐμοὶ λέγεις.
Ἠλέκτρα
αἰδὼς δὲ δὴ τίς σʼ ἐς Μυκηναίους ἔχει;
Ἑλένη
δέδοικα πατέρας τῶν ὑπʼ Ἰλίῳ νεκρῶν.
Ἠλέκτρα
δεινὸν γάρ· Ἄργει τʼ ἀναβοᾷ διὰ στόμα.
Ἑλένη
σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.
Ἠλέκτρα
οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.
Ἑλένη
αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.
Ἠλέκτρα
τί δʼ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;
Ἑλένη
ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.
Ἠλέκτρα
καὶ μὴν τίνοι γʼ ἂν τῇ τεθνηκυίᾳ τροφάς.
Ἑλένη
ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.
καὶ πέμψομέν γε θυγατέρʼ· εὖ γάρ τοι λέγεις.
ὦ τέκνον, ἔξελθʼ, Ἑρμιόνη, δόμων πάρος
καὶ λαβὲ χοὰς τάσδʼ ἐν χεροῖν κόμας τʼ ἐμάς·
ἐλθοῦσα δʼ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον
μελίκρατʼ ἄφες γάλακτος οἰνωπόν τʼ ἄχνην,
καὶ στᾶσʼ ἐπʼ ἄκρου χώματος λέξον τάδε·
Ἑλένη σʼ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,
φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε
Ἀργεῖον ὄχλον. πρευμενῆ δʼ ἄνωγέ νιν
ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν
τοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός.
ἃ δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,
ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα.
ἴθʼ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ
δοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ.
Ἠλέκτρα
ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν,
σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.
εἴδετε παρʼ ἄκρας ὡς ἀπέθρισεν τρίχας,
σῴζουσα κάλλος; ἔστι δʼ ἡ πάλαι γυνή.
θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσας
καὶ τόνδε πᾶσάν θʼ Ἑλλάδα. ὦ τάλαινʼ ἐγώ·
αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι
φίλαι ξυνῳδοί· τάχα μεταστήσουσʼ ὕπνου
τόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸν
δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.
ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ
χωρεῖτε, μὴ ψοφεῖτε, μηδʼ ἔστω κτύπος.
φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλʼ ἐμοὶ
τόνδʼ ἐξεγεῖραι συμφορὰ γενήσεται.
Χορός
σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης
τίθετε, μὴ κτυπεῖτʼ.
Ἠλέκτρα
ἀποπρὸ βᾶτʼ ἐκεῖσʼ, ἀποπρό μοι κοίτας.
Χορός
ἰδού, πείθομαι.
Ἠλέκτρα
ἆ ἆ σύριγγος ὅπως πνοὰ
λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.
Χορός
ἴδʼ, ἀτρεμαῖον ὡς ὑπόροφον φέρω
βοάν.
Ἠλέκτρα
ναί, οὕτως·
κάταγε κάταγε, πρόσιθʼ ἀτρέμας, ἀτρέμας ἴθι·
λόγον ἀπόδος ἐφʼ ὅ τι χρέος ἐμόλετέ ποτε.
χρόνια γὰρ πεσὼν ὅδʼ εὐνάζεται.
Χορός
πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα·
τίνα τύχαν εἴπω; τίνα δὲ συμφοράν;
Ἠλέκτρα
ἔτι μὲν ἐμπνέει, βραχὺ δʼ ἀναστένει.
Χορός
τί φῄς; ὦ τάλας.
Ἠλέκτρα
ὀλεῖς, εἰ βλέφαρα κινήσεις
ὕπνου γλυκυτάταν φερομένῳ χάριν.
Χορός
μέλεος ἐχθίστων θεόθεν ἐργμάτων,
τάλας.
Ἠλέκτρα
φεῦ μόχθων.
ἄδικος ἄδικα τότʼ ἄρʼ ἔλακεν ἔλακεν, ἀπό-
φονον ὅτʼ ἐπὶ τρίποδι Θέμιδος ἄρʼ ἐδίκασε
φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.
Χορός
ὁρᾷς; ἐν πέπλοισι κινεῖ δέμας.
Ἠλέκτρα
σὺ γάρ νιν, ὦ τάλαινα,
θωΰξασʼ ἔβαλες ἐξ ὕπνου.
Χορός
εὕδειν μὲν οὖν ἔδοξα.
Ἠλέκτρα
οὐκ ἀφʼ ἡμῶν, οὐκ ἀπʼ οἴκων
πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις
μεθεμένα κτύπου;
Χορός
ὑπνώσσει.
Ἠλέκτρα
λέγεις εὖ.
πότνια, πότνια νύξ,
ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,
ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος
τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.
ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς
διοιχόμεθʼ, οἰχόμεθα. κτύπον ἠγάγετʼ· οὐχὶ σῖγα
σῖγα φυλασσομένα στόματος
ἄνα κέλαδον ἀπὸ λέχεος ἥ-
συχον ὕπνου χάριν παρέξεις, φίλα;
Χορός
θρόει τίς κακῶν τελευτὰ μένει.
Ἠλέκτρα
θανεῖν θανεῖν, τί δʼ ἄλλο;
οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.
Χορός
πρόδηλος ἆρʼ ὁ πότμος.
Ἠλέκτρα
ἐξέθυσʼ ὁ Φοῖβος ἡμᾶς
μέλεον ἀπόφονον αἷμα δοὺς
πατροφόνου ματρός.
Χορός
δίκᾳ μέν.
Ἠλέκτρα
καλῶς δʼ οὔ.
ἔκανες ἔθανες, ὦ
τεκομένα με μᾶτερ, ἀπὸ δʼ ὤλεσας
πατέρα τέκνα τε τάδε σέθεν ἀφʼ αἵματος·
ὀλόμεθʼ ἰσονέκυες, ὀλόμεθα.
σύ τε γὰρ ἐν νεκροῖς, τό τʼ ἐμὸν οἴχεται
βίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισι
δάκρυσί τʼ ἐννυχίοις, ἄγαμος
ἐπὶ δʼ ἄτεκνος ἅτε βίοτον ἁ
μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.
Χορός
ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας,
μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε·
οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ.
Ὀρέστης
ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,
ὡς ἡδύ μοι προσῆλθες — ἐν δέοντί γε.
ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην;
ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.
Ἠλέκτρα
ὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών.
βούλῃ θίγω σου κἀνακουφίσω δέμας;
Ὀρέστης
λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίου
στόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν.
Ἠλέκτρα
ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαι
ἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.
Ὀρέστης
ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην
ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.
Ἠλέκτρα
ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα,
ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.
Ὀρέστης
κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος
μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.
Ἠλέκτρα
ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,
ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως.
Ὀρέστης
αὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·
δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.
Ἠλέκτρα
ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,
χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ.
Ὀρέστης
μάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει.
κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.
Ἠλέκτρα
ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα,
ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.
Ὀρέστης
λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·
εἰ δʼ ἐς βλάβην τινʼ, ἅλις ἔχω τὸ δυστυχεῖν.
Ἠλέκτρα
Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,
ἐν Ναυπλίᾳ δὲ σέλμαθʼ ὥρμισται νεῶν.
Ὀρέστης
πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς
ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;
Ἠλέκτρα
ἥκει — τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου —
Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.
Ὀρέστης
εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·
εἰ δʼ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.
Ἠλέκτρα
ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον
γένος θυγατέρων δυσκλεές τʼ ἀνʼ Ἑλλάδα.
Ὀρέστης
σύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ·
καὶ μὴ μόνον λέγʼ, ἀλλὰ καὶ φρόνει τάδε.
Ἠλέκτρα
οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται,
ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.
Ὀρέστης
ὦ μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοι
τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας.
αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου.
Ἠλέκτρα
μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις·
ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφʼ εἰδέναι.
Ὀρέστης
ὦ Φοῖβʼ, ἀποκτενοῦσί μʼ αἱ κυνώπιδες
γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.
Ἠλέκτρα
οὔτοι μεθήσω· χεῖρα δʼ ἐμπλέξασʼ ἐμὴν
σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.
Ὀρέστης
μέθες· μίʼ οὖσα τῶν ἐμῶν Ἐρινύων
μέσον μʼ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον.
Ἠλέκτρα
οἲ ʼγὼ τάλαινα, τίνʼ ἐπικουρίαν λάβω,
ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;
Ὀρέστης
δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,
οἷς μʼ εἶπʼ Ἀπόλλων ἐξαμύνασθαι θεάς,
εἴ μʼ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.
βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί,
εἰ μὴ ʼξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.
οὐκ εἰσακούετʼ; οὐχ ὁρᾶθʼ ἑκηβόλων
τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;
ἆ ἆ·
τί δῆτα μέλλετʼ; ἐξακρίζετʼ αἰθέρα
πτεροῖς· τὰ Φοίβου δʼ αἰτιᾶσθε θέσφατα.
ἔα·
τί χρῆμʼ ἀλύω, πνεῦμʼ ἀνεὶς ἐκ πλευμόνων;
ποῖ ποῖ ποθʼ ἡλάμεσθα δεμνίων ἄπο;
ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ.
σύγγονε, τί κλαίεις κρᾶτα θεῖσʼ ἔσω πέπλων;
αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν
ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς.
μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·
σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοὶ
μητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι,
ὅστις μʼ ἐπάρας ἔργον ἀνοσιώτατον,
τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δʼ ἔργοισιν οὔ.
οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατʼ ὄμματα
ἐξιστόρουν νιν, μητέρʼ εἰ κτεῖναι χρεών,
πολλὰς γενείου τοῦδʼ ἂν ἐκτεῖναι λιτὰς
μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,
εἰ μήτʼ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς,
ἐγώ θʼ ὁ τλήμων τοιάδʼ ἐκπλήσειν κακά.
καὶ νῦν ἀνακάλυπτʼ, ὦ κασιγνήτη, κάρα,
ἐκ δακρύων τʼ ἄπελθε, κεἰ μάλʼ ἀθλίως
ἔχομεν. ὅταν δὲ τἄμʼ ἀθυμήσαντʼ ἴδῃς,
σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν
ἴσχναινε παραμυθοῦ θʼ· ὅταν δὲ σὺ στένῃς,
ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·
ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.
ἀλλʼ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω
ὕπνῳ τʼ ἄυπνον βλέφαρον ἐκταθεῖσα δός,
σίτων τʼ ὄρεξαι λουτρά τʼ ἐπιβαλοῦ χροΐ.
εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον
κτήσῃ τινʼ, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην
ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν.
Ἠλέκτρα
οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι
καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς,
γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι,
ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ,
δρᾶν χρὴ τάδʼ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,
καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σʼ ἐκ δεμνίων
ἄγαν ἀποδέχου, μένε δʼ ἐπὶ στρωτοῦ λέχους.
κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν,
κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.
Χορός
αἰαῖ,
δρομάδες ὦ πτεροφόροι
ποτνιάδες θεαί,
ἀβάκχευτον αἳ θίασον ἐλάχετʼ ἐν
δάκρυσι καὶ γόοις,
μελάγχρωτες εὐμενίδες, αἵτε τὸν
ταναὸν αἰθέρʼ ἀμπάλλεσθʼ, αἵματος
τινύμεναι δίκαν, τινύμεναι φόνον,
καθικετεύομαι καθικετεύομαι,
τὸν Ἀγαμέμνονος
γόνον ἐάσατʼ ἐκλαθέσθαι λύσσας
μανιάδος φοιταλέου. φεῦ μόχθων,
οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις,
τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε, δε-
ξάμενος ἀνὰ δάπεδον,
ἵνα μεσόμφαλοι λέγονται μυχοί.
Χορός
ἰὼ Ζεῦ,
τίς ἔλεος, τίς ὅδʼ ἀγὼν
φόνιος ἔρχεται,
θοάζων σε τὸν μέλεον, ᾧ δάκρυα
δάκρυσι συμβάλλει
πορεύων τις ἐς δόμον ἀλαστόρων
ματέρος αἷμα σᾶς, ὅ σʼ ἀναβακχεύει;
ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς·
κατολοφύρομαι κατολοφύρομαι.
ἀνὰ δὲ λαῖφος ὥς
τις ἀκάτου θοᾶς τινάξας δαίμων
κατέκλυσεν δεινῶν πόνων ὡς πόντου
λάβροις ὀλεθρίοισιν ἐν κύμασιν.
τίνα γὰρ ἔτι πάρος οἶκον ἕτερον ἢ τὸν ἀπὸ
θεογόνων γάμων,
τὸν ἀπὸ Ταντάλου, σέβεσθαί με χρή;
Χορός
καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει,
Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃ
δῆλος ὁρᾶσθαι
τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν.
ὦ χιλιόναυν στρατὸν ὁρμήσας
ἐς γῆν Ἀσίαν,
χαῖρʼ, εὐτυχίᾳ δʼ αὐτὸς ὁμιλεῖς,
θεόθεν πράξας ἅπερ ηὔχου.
Μενέλαος
ὦ δῶμα, τῇ μέν σʼ ἡδέως προσδέρκομαι
Τροίαθεν ἐλθών, τῇ δʼ ἰδὼν καταστένω·
κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς
οὐπώποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν.
Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην
καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,
Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων
ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς·
Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
δακρύων δʼ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς
πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
ἤδη δάμαρτος ἐνθάδʼ ἐξορμωμένης,
δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
καὶ νῦν ὅπου ʼστὶν εἴπατʼ, ὦ νεάνιδες,
Ἀγαμέμνονος παῖς, ὃς τὰ δείνʼ ἔτλη κακά.
βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν,
ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών.
Ὀρέστης
ὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.
ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.
τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς·
σῷσόν μʼ· ἀφῖξαι δʼ αὐτὸς ἐς καιρὸν κακῶν.
Μενέλαος
ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων;
Ὀρέστης
εὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ.
Μενέλαος
ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.
Ὀρέστης
οὐχ ἡ πρόσοψίς μʼ, ἀλλὰ τἄργʼ αἰκίζεται.
Μενέλαος
δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.
Ὀρέστης
τὸ σῶμα φροῦδον· τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ μοι.
Μενέλαος
ὦ παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία.
Ὀρέστης
ὅδʼ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.
Μενέλαος
ἤκουσα, φείδου δʼ· ὀλιγάκις λέγειν κακά.
Ὀρέστης
φειδόμεθʼ· ὁ δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν.
Μενέλαος
τί χρῆμα πάσχεις; τίς σʼ ἀπόλλυσιν νόσος;
Ὀρέστης
ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος.
Μενέλαος
πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.
Ὀρέστης
λύπη μάλιστά γʼ ἡ διαφθείρουσά με —
Μενέλαος
δεινὴ γὰρ ἡ θεός, ἀλλʼ ὅμως ἰάσιμος.
Ὀρέστης
μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.
Μενέλαος
ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότʼ ἦν;
Ὀρέστης
ἐν ᾗ τάλαιναν μητέρʼ ἐξώγκουν τάφῳ.
Μενέλαος
πότερα κατʼ οἴκους ἢ προσεδρεύων πυρᾷ;
Ὀρέστης
νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.
Μενέλαος
παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;
Ὀρέστης
Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.
Μενέλαος
ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο;
Ὀρέστης
ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.
Μενέλαος
οἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι.
Ὀρέστης
σεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετρέπου λέγειν.
Μενέλαος
αὗταί σε βακχεύουσι συγγενῆ φόνον;
Ὀρέστης
οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.
Μενέλαος
οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.
Ὀρέστης
ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.
Μενέλαος
μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν.
Ὀρέστης
Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.
Μενέλαος
ἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.
Ὀρέστης
δουλεύομεν θεοῖς, ὅ τι ποτʼ εἰσὶν οἱ θεοί.
Μενέλαος
κᾆτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;
Ὀρέστης
μέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει.
Μενέλαος
πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;
Ὀρέστης
ἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.
Μενέλαος
ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί.
Ὀρέστης
οὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους ἔφυν φίλος.
Μενέλαος
πατρὸς δὲ δή τι σʼ ὠφελεῖ τιμωρία;
Ὀρέστης
οὔπω· τὸ μέλλον δʼ ἴσον ἀπραξίᾳ λέγω.
Μενέλαος
τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;
Ὀρέστης
μισούμεθʼ οὕτως ὥστε μὴ προσεννέπειν.
Μενέλαος
οὐδʼ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;
Ὀρέστης
ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω.
Μενέλαος
τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;
Ὀρέστης
Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.
Μενέλαος
συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.
Ὀρέστης
οὗ γʼ οὐ μετῆν μοι· διὰ τριῶν δʼ ἀπόλλυμαι.
Μενέλαος
τίς δʼ ἄλλος; ἦ που τῶν ἀπʼ Αἰγίσθου φίλων;
Ὀρέστης
οὗτοί μʼ ὑβρίζουσʼ, ὧν πόλις τὰ νῦν κλύει.
Μενέλαος
Ἀγαμέμνονος δὲ σκῆπτρʼ ἐᾷ σʼ ἔχειν πόλις;
Ὀρέστης
πῶς, οἵτινες ζῆν οὐκ ἐῶσʼ ἡμᾶς ἔτι;
Μενέλαος
τί δρῶντες ὅ τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί;
Ὀρέστης
ψῆφος καθʼ ἡμῶν οἴσεται τῇδʼ ἡμέρᾳ.
Μενέλαος
φεύγειν πόλιν τήνδʼ; ἢ θανεῖν ἢ μὴ θανεῖν;
Ὀρέστης
θανεῖν ὑπʼ ἀστῶν λευσίμῳ πετρώματι.
Μενέλαος
κᾆτʼ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους;
Ὀρέστης
κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.
Μενέλαος
ἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός;
Ὀρέστης
πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.
Μενέλαος
ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.
Ὀρέστης
ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.
ἀλλʼ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν
μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,
καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,
ἀλλʼ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει,
χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ.
ὄνομα γάρ, ἔργον δʼ οὐκ ἔχουσιν οἱ φίλοι
οἱ μὴ ʼπὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.
Χορός
καὶ μὴν γέροντι δεῦρʼ ἁμιλλᾶται ποδὶ
ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος
κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος.
Ὀρέστης
ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε
στείχει πρὸς ἡμᾶς, οὗ μάλιστʼ αἰδώς μʼ ἔχει
ἐς ὄμματʼ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.
καὶ γάρ μʼ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ
φιλήματʼ ἐξέπλησε, τὸν Ἀγαμέμνονος
παῖδʼ ἀγκάλαισι περιφέρων, Λήδα θʼ ἅμα,
τιμῶντέ μʼ οὐδὲν ἧσσον ἢ Διοσκόρω·
οἷς, ὦ τάλαινα καρδία ψυχή τʼ ἐμή,
ἀπέδωκʼ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον
λάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφος
θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;
Τυνδάρεως
ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,
Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ
χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν
ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος.
ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω
στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.
Μενέλαος
ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.
Τυνδάρεως
ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμʼ ἐμόν.
ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.
ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων
στίλβει νοσώδεις ἀστραπάς, στύγημʼ ἐμόν.
Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα;
Μενέλαος
τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος.
Τυνδάρεως
κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;
Μενέλαος
πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.
Τυνδάρεως
βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.
Μενέλαος
Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.
Τυνδάρεως
καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.
Μενέλαος
πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστʼ ἐν τοῖς σοφοῖς.
Τυνδάρεως
κέκτησό νυν σὺ τοῦτʼ, ἐγὼ δʼ οὐ κτήσομαι.
Μενέλαος
ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.
Τυνδάρεως
πρὸς τόνδʼ ἀγὼν τίς ἀσοφίας ἥκει πέρι;
εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,
τούτου τίς ἀνδρῶν ἐγένετʼ ἀσυνετώτερος,
ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο
οὐδʼ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον;
ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον
πληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα,
αἴσχιστον ἔργον — οὐ γὰρ αἰνέσω ποτέ —
χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην,
ὁσίαν διώκοντʼ, ἐκβαλεῖν τε δωμάτων
μητέρα· τὸ σῶφρόν τʼ ἔλαβεν ἀντὶ συμφορᾶς
καὶ τοῦ νόμου τʼ ἂν εἴχετʼ εὐσεβής τʼ ἂν ἦν.
νῦν δʼ ἐς τὸν αὐτὸν δαίμονʼ ἦλθε μητέρι.
κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,
αὐτὸς κακίων μητέρʼ ἐγένετο κτανών.
ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε·
εἰ τόνδʼ ἀποκτείνειεν ὁμόλεκτρος γυνή,
χὡ τοῦδε παῖς αὖ μητέρʼ ἀνταποκτενεῖ,
κἄπειθʼ ὁ κείνου γενόμενος φόνῳ φόνον
λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;
καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·
ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν
οὐδʼ εἰς ἀπάντημʼ, ὅστις αἷμʼ ἔχων κυροῖ,
φυγαῖσι δʼ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.
αἰεὶ γὰρ εἷς ἔμελλʼ ἐνέξεσθαι φόνῳ,
τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.
ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,
πρώτην δὲ θυγατέρʼ, ἣ πόσιν κατέκτανεν·
Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτʼ αἰνέσω
οὐδʼ ἂν προσείποιμʼ· οὐδὲ σὲ ζηλῶ, κακῆς
γυναικὸς ἐλθόνθʼ οὕνεκʼ ἐς Τροίας πέδον.
ἀμυνῶ δʼ, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ,
τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον
παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσʼ ἀεί.
ἐπεὶ τίνʼ εἶχες, ὦ τάλας, ψυχὴν τότε,
ὅτʼ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε
μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά,
δακρύοις γέροντʼ ὀφθαλμὸν ἐκτήκω τάλας.
ἓν δʼ οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ·
μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,
μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων
ἄλλων ἀκούειν δεῖ μʼ, ἅ γʼ εἰσορᾶν πάρα;
ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς
μὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων,
ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,
ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα·
ἀλλʼ οὐχὶ πρὸς τοῦτʼ εἰκὸς ἦν αὐτὴν θανεῖν.
ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνήρ,
πλὴν ἐς θυγατέρας· τοῦτο δʼ οὐκ εὐδαιμονῶ.
Χορός
ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα
καὶ μὴ ʼπισήμους συμφορὰς ἐκτήσατο.
Ὀρέστης
ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν,
ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα.
ἐγᾦδʼ, ἀνόσιός εἰμι μητέρα κτανών,
ὅσιος δέ γʼ ἕτερον ὄνομα, τιμωρῶν πατρί.
ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν
τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μʼ ἐκπλήσσει λόγου,
καὶ καθʼ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.
τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν·
πατὴρ μὲν ἐφύτευσέν με, σὴ δʼ ἔτικτε παῖς,
τὸ σπέρμʼ ἄρουρα παραλαβοῦσʼ ἄλλου πάρα·
ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν.
ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ
μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.
ἡ σὴ δὲ θυγάτηρ — μητέρʼ αἰδοῦμαι λέγειν —
ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν
ἐς ἀνδρὸς ᾔει λέκτρʼ· ἐμαυτόν, ἢν λέγω
κακῶς ἐκείνην, ἐξερῶ· λέξω δʼ ὅμως.
Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις.
τοῦτον κατέκτεινʼ, ἐπὶ δʼ ἔθυσα μητέρα,
ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.
ἐφʼ οἷς δʼ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,
ἄκουσον ὡς ἅπασαν Ἑλλάδʼ ὠφελῶ.
εἰ γὰρ γυναῖκες ἐς τόδʼ ἥξουσιν θράσους,
ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι
ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,
παρʼ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις
ἐπίκλημʼ ἐχούσαις ὅ τι τύχοι. δράσας δʼ ἐγὼ
δείνʼ, ὡς σὺ κομπεῖς, τόνδʼ ἔπαυσα τὸν νόμον.
μισῶν δὲ μητέρʼ ἐνδίκως ἀπώλεσα,
ἥτις μεθʼ ὅπλων ἄνδρʼ ἀπόντʼ ἐκ δωμάτων
πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην
προύδωκε κοὐκ ἔσῳσʼ ἀκήρατον λέχος·
ἐπεὶ δʼ ἁμαρτοῦσʼ ᾔσθετʼ, οὐχ αὑτῇ δίκην
ἐπέθηκεν, ἀλλʼ, ὡς μὴ δίκην δοίη πόσει,
ἐζημίωσε πατέρα κἀπέκτεινʼ ἐμόν.
πρὸς θεῶν — ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν,
φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέρος
σιγῶν ἐπῄνουν, τί μʼ ἂν ἔδρασʼ ὁ κατθανών;
οὐκ ἄν με μισῶν ἀνεχόρευʼ Ἐρινύσιν;
ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,
τῷ δʼ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;
σύ τοι φυτεύσας θυγατέρʼ, ὦ γέρον, κακὴν
ἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσος
πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε
Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,
μένει δʼ ἐν οἴκοις ὑγιὲς εὐνατήριον.
ὁρᾷς δʼ Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδρας
ναίων βροτοῖσι στόμα νέμει σαφέστατον,
ᾧ πειθόμεσθα πάνθʼ ὅσʼ ἂν κεῖνος λέγῃ·
τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε·
ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν;
ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι
μίασμα λῦσαι; ποῖ τις οὖν ἔτʼ ἂν φύγοι,
εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε,
ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
γάμοι δʼ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,
μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,
τά τʼ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.
Χορός
αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς
ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.
Τυνδάρεως
ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ,
οὕτω δʼ ἀμείβῃ μʼ ὥστε μʼ ἀλγῆσαι φρένα,
μᾶλλόν μʼ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·
καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνων
ὧν εἵνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον.
μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
σοὶ σῇ τʼ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία,
ἣ τῇ τεκούσῃ σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶ
πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
ὀνείρατʼ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
καὶ τοῦθʼ — ὃ μισήσειαν — Αἰγίσθου λέχος —
οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν·
ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστῳ πυρί.
Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·
εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τʼ ἐμόν,
μὴ τῷδʼ ἀμύνειν φόνον ἐναντίον θεοῖς·
ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις,
ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός.
τοσαῦτʼ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς
ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους·
ἡμᾶς δʼ ἀπʼ οἴκων ἄγετε τῶνδε, πρόσπολοι.
Ὀρέστης
στεῖχʼ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος
πρὸς τόνδʼ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
Μενέλαε, ποῖ σὸν πόδʼ ἐπὶ συννοίᾳ κυκλεῖς,
διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;
Μενέλαος
ἔασον· ἐν ἐμαυτῷ τι συννοούμενος
ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ.
Ὀρέστης
μή νυν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺς
λόγους ἀκούσας πρόσθε, βουλεύου τότε.
Μενέλαος
λέγʼ· εὖ γὰρ εἶπας· ἔστι δʼ οὗ σιγὴ λόγου
κρείσσων γένοιτʼ ἄν. ἔστι δʼ οὗ σιγῆς λόγος.
Ὀρέστης
λέγοιμʼ ἂν ἤδη. τὰ μακρὰ τῶν σμικρῶν λόγων
ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν.
ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,
ἃ δʼ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.
— οὐ χρήματʼ εἶπον· χρήματʼ, ἢν ψυχὴν ἐμὴν
σῴσῃς, ἅπερ μοι φίλτατʼ ἐστὶ τῶν ἐμῶν. —
ἀδικῶ· λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦ
ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ
ἀδίκως ἀθροίσας Ἑλλάδʼ ἦλθʼ ὑπʼ Ἴλιον,
οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλʼ ἁμαρτίαν
τῆς σῆς γυναικὸς ἀδικίαν τʼ ἰώμενος.
ἓν μὲν τόδʼ ἡμῖν ἀνθʼ ἑνὸς δοῦναί σε χρή.
ἀπέδοτο δʼ, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,
τὸ σῶμʼ ἀληθῶς, σοὶ παρʼ ἀσπίδʼ ἐκπονῶν,
ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.
ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτʼ ἐκεῖ λαβών,
μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ
σωτήριος στάς, μὴ δέκʼ ἐκπλήσας ἔτη.
ἃ δʼ Αὐλὶς ἔλαβε σφάγιʼ ἐμῆς ὁμοσπόρου,
ἐῶ σʼ ἔχειν ταῦθʼ· Ἑρμιόνην μὴ κτεῖνε σύ.
δεῖ γὰρ σʼ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν
πλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν.
ψυχὴν δʼ ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶ
κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον·
θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
ἐρεῖς· ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλους
ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·
ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.
φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·
κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω·
ταύτης ἱκνοῦμαί σʼ — ὦ μέλεος ἐμῶν κακῶν,
ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ·
ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς
θανόντʼ ἀκούειν τάδε δόκει, ποτωμένην
ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω,
ταὔτʼ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς.
εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν,
θηρῶν ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.
Χορός
κἀγώ σʼ ἱκνοῦμαι καὶ γυνή περ οὖσʼ ὅμως
τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δʼ εἶ.
Μενέλαος
Ὀρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα
καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·
καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός,
θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους·
τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων.
μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις
δυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προσήκομεν.
σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε.
ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,
ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·
εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῇ πνοάς,
τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
ἔνεστι δʼ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,
καραδοκοῦντι κτῆμα τιμιώτατον.
ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι
πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς.
καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ
ἔβαψεν, ἔστη δʼ αὖθις, ἢν χαλᾷ πόδα.
μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,
μισοῦσι δʼ ἀστοί· δεῖ δέ μʼ — οὐκ ἄλλως λέγω —
σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων.
ἀλκῇ δέ σʼ οὐκ ἄν, ᾗ σὺ δοξάζεις ἴσως,
σῴσαιμʼ ἄν· οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ
στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.
οὐ γάρ ποτʼ Ἄργους γαῖαν ἐς τὸ μαλθακὸν
προσηγόμεσθα· νῦν δʼ ἀναγκαίως ἔχει.
δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης
Ὀρέστης
ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν
τἄλλʼ οὐδέν, ὦ κάκιστε τιμωρεῖν φίλοις,
φεύγεις ἀποστραφείς με, τὰ δʼ Ἀγαμέμνονος
φροῦδʼ; ἄφιλος ἦσθʼ ἄρʼ, ὦ πάτερ, πράσσων κακῶς.
οἴμοι, προδέδομαι, κοὐκέτʼ εἰσὶν ἐλπίδες,
ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω·
οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.
ἀλλʼ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν
Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο,
ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ
κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.
Πυλάδης
θᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην διʼ ἄστεως,
σύλλογον πόλεως ἀκούσας, τὸν δʼ ἰδὼν αὐτὸς σαφῶς,
ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθʼ ἡλίκων ἐμοὶ
καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδʼ εἶ σύ μοι.
Ὀρέστης
οἰχόμεσθʼ, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.
Πυλάδης
συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.
Ὀρέστης
Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.
Ὀρέστης
ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.
Πυλάδης
ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδʼ ἀφιγμένος χθόνα;
Ὀρέστης
χρόνιος· ἀλλʼ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.
Πυλάδης
καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;
Ὀρέστης
οὐκ ἐκεῖνος, ἀλλʼ ἐκείνη κεῖνον ἐνθάδʼ ἤγαγεν.
Πυλάδης
ποῦ ʼστιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;
Ὀρέστης
ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδʼ ἐμοὺς καλεῖν χρεών.
Πυλάδης
σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός;
Ὀρέστης
μή μʼ ἰδεῖν θανόνθʼ ὑπʼ ἀστῶν καὶ κασιγνήτην ἐμήν.
Πυλάδης
πρὸς θεῶν, τί πρὸς τάδʼ εἶπε; τόδε γὰρ εἰδέναι θέλω.
Ὀρέστης
εὐλαβεῖθʼ, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.
Πυλάδης
σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντʼ ἔχω μαθών.
Ὀρέστης
οὗτος ἦλθʼ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.
Πυλάδης
Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος;
Ὀρέστης
αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετʼ ἢ πατρός.
Πυλάδης
κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;
Ὀρέστης
οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δʼ ἄλκιμος.
Πυλάδης
ἐν κακοῖς ἄρʼ εἶ μεγίστοις· καί σʼ ἀναγκαῖον θανεῖν;
Ὀρέστης
ψῆφον ἀμφʼ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.
Πυλάδης
ἣ κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι.
Ὀρέστης
ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.
Πυλάδης
φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.
Ὀρέστης
οὐχ ὁρᾷς; φυλασσόμεσθα φρουρίοισι πανταχῇ.
Πυλάδης
εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.
Ὀρέστης
ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.
Πυλάδης
κἀμὲ νῦν ἐροῦ τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.
Ὀρέστης
πρὸς τίνος; τοῦτʼ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.
Πυλάδης
Στρόφιος ἤλασέν μʼ ἀπʼ οἴκων φυγάδα θυμωθεὶς πατήρ.
Ὀρέστης
ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;
Πυλάδης
ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.
Ὀρέστης
ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.
Πυλάδης
οὐχὶ Μενέλεω τρόποισι χρώμεθʼ· οἰστέον τάδε.
Ὀρέστης
οὐ φοβῇ μή σʼ Ἄργος ὥσπερ κἄμʼ ἀποκτεῖναι θέλῃ;
Πυλάδης
οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ.
Ὀρέστης
δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.
Πυλάδης
ἀλλʼ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσʼ ἀεί.
Ὀρέστης
εἶἑν. ἐς κοινὸν λέγειν χρή.
Πυλάδης
τίνος ἀναγκαίου πέρι;
Ὀρέστης
εἰ λέγοιμʼ ἀστοῖσιν ἐλθὼν —
Πυλάδης
ὡς ἔδρασας ἔνδικα;
Ὀρέστης
πατρὶ τιμωρῶν ἐμαυτοῦ;
Πυλάδης
μὴ λάβωσί σʼ ἄσμενοι.
Ὀρέστης
ἀλλʼ ὑποπτήξας σιωπῇ κατθάνω;
Πυλάδης
δειλὸν τόδε.
Ὀρέστης
πῶς ἂν οὖν δρῴην;
Πυλάδης
ἔχεις τινʼ, ἢν μένῃς, σωτηρίαν;
Ὀρέστης
οὐκ ἔχω.
Πυλάδης
μολόντι δʼ ἐλπίς ἐστι σωθῆναι κακῶν;
Ὀρέστης
εἰ τύχοι, γένοιτʼ ἄν.
Πυλάδης
οὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν.
Ὀρέστης
ἀλλὰ δῆτʼ ἔλθω.
Πυλάδης
θανὼν γοῦν ὧδε κάλλιον θανῇ.
Ὀρέστης
εὖ λέγεις· φεύγω τὸ δειλὸν τῇδε.
Πυλάδης
μᾶλλον ἢ μένων.
Ὀρέστης
καὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι.
Πυλάδης
τῷ Δοκεῖν εὔχου μόνον.
Ὀρέστης
καί τις ἄν γέ μʼ οἰκτίσειε
Πυλάδης
μέγα γὰρ ἡ εὐγένειά σου.
Ὀρέστης
θάνατον ἀσχάλλων πατρῷον.
Πυλάδης
πάντα ταῦτʼ ἐν ὄμμασιν.
Ὀρέστης
ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.
Πυλάδης
αἰνῶ τάδε.
Ὀρέστης
ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτʼ ἐμῇ;
Πυλάδης
μὴ πρὸς θεῶν.
Ὀρέστης
δάκρυα γοῦν γένοιτʼ ἄν.
Πυλάδης
οὐκοῦν οὗτος οἰωνὸς μέγας.
Ὀρέστης
δηλαδὴ σιγᾶν ἄμεινον.
Πυλάδης
τῷ χρόνῳ δὲ κερδανεῖς.
Ὀρέστης
κεῖνό μοι μόνον πρόσαντες.
Πυλάδης
τί τόδε καινὸν αὖ λέγεις;
Ὀρέστης
μὴ θεαί μʼ οἴστρῳ κατάσχωσι.
Πυλάδης
ἀλλὰ κηδεύσω σʼ ἐγώ.
Ὀρέστης
δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός.
Πυλάδης
οὐκ ἔμοιγε σοῦ.
Ὀρέστης
εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς.
Πυλάδης
τόδʼ οὖν ἴτω.
Ὀρέστης
οὐκ ἄρʼ ὀκνήσεις;
Πυλάδης
ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.
Ὀρέστης
ἕρπε νυν οἴαξ ποδός μοι.
Πυλάδης
φίλα γʼ ἔχων κηδεύματα.
Ὀρέστης
καί με πρὸς τύμβον πόρευσον πατρός.
Πυλάδης
ὡς τί δὴ τόδε;
Ὀρέστης
ὥς νιν ἱκετεύσω με σῶσαι.
Πυλάδης
τό γε δίκαιον ὧδʼ ἔχει.
Ὀρέστης
μητέρος δὲ μηδʼ ἴδοιμι μνῆμα.
Πυλάδης
πολεμία γὰρ ἦν.
ἀλλʼ ἔπειγʼ, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ,
περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ·
ὡς ἐγὼ διʼ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,
οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος,
εἴ σε μὴ ʼν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;
Ὀρέστης
τοῦτʼ ἐκεῖνο, κτᾶσθʼ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον
·
ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢν
μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.
Χορός
ὁ μέγας ὄλβος ἅ τʼ ἀρετὰ
μέγα φρονοῦσʼ ἀνʼ Ἑλλάδα καὶ
παρὰ Σιμουντίοις ὀχετοῖς
πάλιν ἀνῆλθʼ ἐξ εὐτυχίας Ἀτρείδαις
πάλαι παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,
ὁπότε χρυσείας ἔρις ἀρνὸς
ἤλυθε Τανταλίδαις,
οἰκτρότατα θοινάματα καὶ
σφάγια γενναίων τεκέων·
ὅθεν φόνῳ φόνος ἐξαμεί-
βων διʼ αἵματος οὐ προλεί-
πει δισσοῖσιν Ἀτρείδαις.
Χορός
τὸ καλὸν οὐ καλόν, τοκέων
πυριγενεῖ τεμεῖν παλάμᾳ
χρόα μελάνδετον δὲ φόνῳ
ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι·
τὸ δʼ εὖ κακουργεῖν ἀσέβεια ποικίλα
κακοφρόνων τʼ ἀνδρῶν παράνοια.
θανάτου γὰρ ἀμφὶ φόβῳ
Τυνδαρὶς ἰάχησε τάλαι-
να· Τέκνον, οὐ τολμᾷς ὅσια
κτείνων σὰν ματέρα· μὴ πατρῴ-
αν τιμῶν χάριν ἐξανά-
ψῃ δύσκλειαν ἐς αἰεί.
Χορός
τίς νόσος ἢ τίνα δάκρυα καὶ
τίς ἔλεος μείζων κατὰ γᾶν
ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;
οἷον ἔργον τελέσας
βεβάκχευται μανίαις,
Εὐμενίσι θήραμα, φόνον
δρομάσι δινεύων βλεφάροις,
Ἀγαμεμνόνιος παῖς.
ὦ μέλεος, ματρὸς ὅτε
χρυσεοπηνήτων φαρέων
μαστὸν ὑπερτέλλοντʼ ἐσιδὼν
σφάγιον ἔθετο ματέρα, πατρῴ-
ων παθέων ἀμοιβάν.
Ἠλέκτρα
γυναῖκες, ἦ που τῶνδʼ ἀφώρμηται δόμων
τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς;
Χορός
ἥκιστα· πρὸς δʼ Ἀργεῖον οἴχεται λεών,
ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών.
Ἠλέκτρα
οἴμοι· τί χρῆμʼ ἔδρασε; τίς δʼ ἔπεισέ νιν;
Χορός
Πυλάδης· ἔοικε δʼ οὐ μακρὰν ὅδʼ ἄγγελος
λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.
Ἄγγελος
ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου
Ἀγαμέμνονος παῖ, πότνιʼ Ἠλέκτρα, λόγους
ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.
Ἠλέκτρα
αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ.
κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.
Ἄγγελος
ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν
καὶ σέ, ὦ τάλαινʼ, ἔδοξε τῇδʼ ἐν ἡμέρᾳ.
Ἠλέκτρα
οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη
πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.
ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι
καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;
λέγʼ, ὦ γεραιέ· πότερα λευσίμῳ χερὶ
ἢ διὰ σιδήρου πνεῦμʼ ἀπορρῆξαί με δεῖ,
κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην;
Ἄγγελος
ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω
βαίνων, πυθέσθαι δεόμενος τά τʼ ἀμφὶ σοῦ
τά τʼ ἀμφʼ Ὀρέστου· σῷ γὰρ εὔνοιαν πατρὶ
ἀεί ποτʼ εἶχον, καί μʼ ἔφερβε σὸς δόμος
πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.
ὁρῶ δʼ ὄχλον στείχοντα καὶ θάσσοντʼ ἄκραν,
οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας
διδόντʼ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.
ἀστῶν δὲ δή τινʼ ἠρόμην ἄθροισμʼ ἰδών·
Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα
ἄγγελμʼ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;
ὃ δʼ εἶπʼ· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας
στείχοντʼ, ἀγῶνα θανάσιμον δραμούμενον;
ὁρῶ δʼ ἄελπτον φάσμʼ, ὃ μήποτʼ ὤφελον,
Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθʼ ὁμοῦ,
τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ,
τὸν δʼ ὥστʼ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον,
νόσημα κηδεύοντα παιδαγωγίᾳ.
ἐπεὶ δὲ πλήρης ἐγένετʼ Ἀργείων ὄχλος,
κῆρυξ ἀναστὰς εἶπε· Τίς χρῄζει λέγειν,
πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,
μητροκτονοῦντα; κἀπὶ τῷδʼ ἀνίσταται
Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας.
ἔλεξε δʼ, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,
διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,
σὸν δʼ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς
λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους
ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δʼ ὄμμʼ ἀεὶ
φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.
τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ
πηδῶσʼ ἀεὶ κήρυκες· ὅδε δʼ αὐτοῖς φίλος,
ὃς ἂν δύνηται πόλεος ἔν τʼ ἀρχαῖσιν ᾖ.
ἐπὶ τῷδε δʼ ἠγόρευε Διομήδης ἄναξ.
οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον
εἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν.
ἐπερρόθησαν δʼ οἳ μὲν ὡς καλῶς λέγοι,
οἳ δʼ οὐκ ἐπῄνουν. κἀπὶ τῷδʼ ἀνίσταται
ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει,
Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,
θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ,
πιθανὸς ἔτʼ αὐτοὺς περιβαλεῖν κακῷ τινι·
ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς
πείθῃ τὸ πλῆθος, τῇ πόλει κακὸν μέγα·
ὅσοι δὲ σὺν νῷ χρηστὰ βουλεύουσʼ ἀεί,
κἂν μὴ παραυτίκʼ, αὖθίς εἰσι χρήσιμοι
πόλει. θεᾶσθαι δʼ ὧδε χρὴ τὸν προστάτην
ἰδόνθʼ· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται
τῷ τοὺς λόγους λέγοντι καὶ τιμωμένῳ.
ὃς εἶπʼ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις
βάλλοντας· ὑπὸ δʼ ἔτεινε Τυνδάρεως λόγους
τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν.
ἄλλος δʼ ἀναστὰς ἔλεγε τῷδʼ ἐναντία,
μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δʼ ἀνήρ,
ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,
αὐτουργός — οἵπερ καὶ μόνοι σῴζουσι γῆν —
ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,
ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον·
ὃς εἶπʼ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,
κακὴν γυναῖκα κἄθεον κατακτανών,
ἣ κεῖνʼ ἀφῄρει, μήθʼ ὁπλίζεσθαι χέρα
μήτε στρατεύειν ἐκλιπόντα δώματα,
εἰ τἄνδον οἰκουρήμαθʼ οἱ λελειμμένοι
φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.
καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.
κοὐδεὶς ἔτʼ εἶπε. σὸς δʼ ἐπῆλθε σύγγονος,
ἔλεξε δʼ· ὦ γῆν Ἰνάχου κεκτημένοι,
πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον,
ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ
ἔκτεινα μητέρʼ. εἰ γὰρ ἀρσένων φόνος
ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτʼ ἔτʼ ἂν
θνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών·
τοὐναντίον δὲ δράσετʼ ἢ δρᾶσαι χρεών.
νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρʼ ἐμοῦ πατρὸς
τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτʼ ἐμέ,
ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν·
ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.
ἀλλʼ οὐκ ἔπειθʼ ὅμιλον, εὖ δοκῶν λέγειν.
νικᾷ δʼ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων,
ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.
μόλις δʼ ἔπεισε μὴ πετρουμένους θανεῖν
τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῇ
ὑπέσχετʼ ἐν τῇδʼ ἡμέρᾳ λείψειν βίον
σὺν σοί. πορεύει δʼ αὐτὸν ἐκκλήτων ἄπο
Πυλάδης δακρύων· σὺν δʼ ὁμαρτοῦσιν φίλοι
κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι
πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.
ἀλλʼ εὐτρέπιζε φάσγανʼ ἢ βρόχον δέρῃ·
ὡς δεῖ λιπεῖν σε φέγγος· ἡ εὐγένεια δὲ
οὐδέν σʼ ἐπωφέλησεν, οὐδʼ ὁ Πύθιος
τρίποδα καθίζων Φοῖβος, ἀλλʼ ἀπώλεσεν.
Χορός
ὦ δυστάλαινα παρθένʼ, ὡς ξυνηρεφὲς
πρόσωπον εἰς γῆν σὸν βαλοῦσʼ ἄφθογγος εἶ,
ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.
Ἠλέκτρα
κατάρχομαι στεναγμόν, ὦ Πελασγία,
τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηίδων,
αἱματηρὸν ἄταν,
κτύπον τε κρατός, ὃν ἔλαχʼ ἁ κατὰ χθονὸς
νερτέρων Περσέφασσα καλλίπαις θεά.
ἰαχείτω δὲ γᾶ Κυκλωπία,
σίδαρον ἐπὶ κάρα τιθεῖσα κούριμον,
πήματʼ οἴκων.
ἔλεος ἔλεος ὅδʼ ἔρχεται
τῶν θανουμένων ὕπερ,
στρατηλατᾶν Ἑλλάδος ποτʼ ὄντων.
Ἠλέκτρα
βέβακε γὰρ βέβακεν, οἴχεται τέκνων
πρόπασα γέννα Πέλοπος ὅ τʼ ἐπὶ μακαρίοις
ζῆλος ὤν ποτʼ οἴκοις·
φθόνος νιν εἷλε θεόθεν, ἅ τε δυσμενὴς
φοινία ψῆφος ἐν πολίταις.
ἰὼ ἰώ, πανδάκρυτʼ ἐφαμέρων
ἔθνη πολύπονα, λεύσσεθʼ, ὡς παρʼ ἐλπίδας
μοῖρα βαίνει.
ἕτερα δʼ ἕτερος ἀμείβεται
πήματʼ ἐν χρόνῳ μακρῷ·
βροτῶν δʼ ὁ πᾶς ἀστάθμητος αἰών.
Ἠλέκτρα
μόλοιμι τὰν οὐρανοῦ
μέσον χθονός τε τεταμέναν
αἰωρήμασι πέτραν,
ἁλύσεσιν χρυσέαισι φερομέναν δίναισι,
βῶλον ἐξ Ὀλύμπου,
ἵνʼ ἐν θρήνοισιν ἀναβοάσω
γέροντι πατρὶ Ταντάλῳ
ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν δόμων,
οἳ κατεῖδον ἄτας,
ποτανὸν μὲν δίωγμα πώλων
τεθριπποβάμονι στόλῳ Πέλοψ ὅτε
πελάγεσι διεδίφρευσε, Μυρτίλου φόνον
δικὼν ἐς οἶδμα πόντου,
λευκοκύμοσιν
πρὸς Γεραιστίαις
ποντίων σάλων
ᾐόσιν ἁρματεύσας.
ὅθεν δόμοισι τοῖς ἐμοῖς
ἦλθʼ ἀρὰ πολύστονος,
λόχευμα ποιμνίοισι Μαιάδος τόκου,
τὸ χρυσόμαλλον ἀρνὸς ὁπότʼ
ἐγένετο τέρας ὀλοὸν ὀλοὸν
Ἀτρέος ἱπποβώτα·
ὅθεν Ἔρις τό τε πτερωτὸν
ἁλίου μετέβαλεν ἅρμα,
τὰν πρὸς ἑσπέραν κέλευθον
οὐρανοῦ προσαρμόσα-
σα μονόπωλον ἐς Ἀῶ,
ἑπταπόρου τε δράμημα Πελειάδος
εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει,
τῶνδέ τʼ ἀμείβει θανάτους θανά-
των τά τʼ ἐπώνυμα δεῖπνα Θυέστου
λέκτρα τε Κρήσσας Ἀερόπας δολί-
ας δολίοισι γάμοις· τὰ πανύστατα δʼ
εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε
δόμων πολυπόνοις ἀνάγκαις.
Χορός
καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπει
ψήφῳ θανάτου κατακυρωθείς,
ὅ τε πιστότατος πάντων Πυλάδης,
ἰσάδελφος ἀνήρ, ἰθύνων
νοσερὸν κῶλον Ὀρέστου,
ποδὶ κηδοσύνῳ παράσειρος.
Ἠλέκτρα
οἲ ἐγώ· πρὸ τύμβου γάρ σʼ ὁρῶσʼ ἀναστένω,
ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.
οἲ ἐγὼ μάλʼ αὖθις· ὥς σʼ ἰδοῦσʼ ἐν ὄμμασιν
πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.
Ὀρέστης
οὐ σῖγʼ ἀφεῖσα τοὺς γυναικείους γόους
στέρξεις τὰ κρανθέντʼ; οἰκτρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως
φέρειν σʼ ἀνάγκη τὰς παρεστώσας τύχας.
Ἠλέκτρα
καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦ
τόδʼ οὐκέθʼ ἡμῖν τοῖς ταλαιπώροις μέτα.
Ὀρέστης
σὺ μή μʼ ἀπόκτεινʼ· ἅλις ὑπʼ Ἀργείας χερὸς
τέθνηχʼ ὁ τλήμων· τὰ δὲ παρόντʼ ἔα κακά.
Ἠλέκτρα
ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου
θανάτου τʼ ἀώρου. ζῆν ἐχρῆν σʼ, ὅτʼ οὐκέτʼ εἶ.
Ὀρέστης
μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν,
ἐς δάκρυα πορθμεύουσʼ ὑπομνήσει κακῶν.
Ἠλέκτρα
θανούμεθʼ· οὐχ οἷόν τε μὴ στένειν κακά.
πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.
Ὀρέστης
τόδʼ ἦμαρ ἡμῖν κύριον· δεῖ δʼ ἢ βρόχους
ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.
Ἠλέκτρα
σύ νύν μʼ, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ
ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον.
Ὀρέστης
ἅλις τὸ μητρὸς αἷμʼ ἔχω· σὲ δʼ οὐ κτενῶ,
ἀλλʼ αὐτόχειρι θνῇσχʼ ὅτῳ βούλῃ τρόπῳ.
Ἠλέκτρα
ἔσται τάδʼ· οὐδὲν σοῦ ξίφους λελείψομαι.
ἀλλʼ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας.
Ὀρέστης
τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε
θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας.
Ἠλέκτρα
ὦ φίλτατʼ, ὦ ποθεινὸν ἥδιστόν τʼ ἔχων
τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.
Ὀρέστης
ἔκ τοί με τήξεις· καί σʼ ἀμείψασθαι θέλω
φιλότητι χειρῶν. τί γὰρ ἔτʼ αἰδοῦμαι τάλας;
ὦ στέρνʼ ἀδελφῆς, ὦ φίλον πρόσπτυγμʼ ἐμόν,
τάδʼ ἀντὶ παίδων καὶ γαμηλίου λέχους —
προσφθέγματʼ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα.
Ἠλέκτρα
φεῦ·
πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι
καὶ μνῆμα δέξαιθʼ ἕν, κέδρου τεχνάσματα;
Ὀρέστης
ἥδιστʼ ἂν εἴη ταῦθʼ· ὁρᾷς δὲ δὴ φίλων
ὡς ἐσπανίσμεθʼ, ὥστε κοινωνεῖν τάφου.
Ἠλέκτρα
οὐδʼ εἶφʼ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων,
Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;
Ὀρέστης
οὐδʼ ὄμμʼ ἔδειξεν, ἀλλʼ ἐπὶ σκήπτροις ἔχων
τὴν ἐλπίδʼ, εὐλαβεῖτο μὴ σῴζειν φίλους.
ἀλλʼ εἶʼ ὅπως γενναῖα καὶ Ἀγαμέμνονος
δράσαντε κατθανούμεθʼ ἀξιώτατα.
κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,
παίσας πρὸς ἧπαρ φασγάνῳ· σὲ δʼ αὖ χρεὼν
ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.
Πυλάδη, σὺ δʼ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,
καὶ κατθανόντοιν εὖ περίστειλον δέμας
θάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.
καὶ χαῖρʼ· ἐπʼ ἔργον δʼ, ὡς ὁρᾷς, πορεύομαι.
Πυλάδης
ἐπίσχες. ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω,
εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας.
Ὀρέστης
τί γὰρ προσήκει κατθανεῖν σʼ ἐμοῦ μέτα;
Πυλάδης
ἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;
Ὀρέστης
οὐκ ἔκτανες σὴν μητέρʼ, ὡς ἐγὼ τάλας.
Πυλάδης
σὺν σοί γε κοινῇ· ταὐτὰ καὶ πάσχειν με δεῖ.
Ὀρέστης
ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι.
σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δʼ οὐκ ἔστι δή,
καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν.
γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδʼ ἐσφάλης,
ἥν σοι κατηγγύησʼ ἑταιρίαν σέβων·
σὺ δʼ ἄλλο λέκτρον παιδοποίησαι λαβών,
κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτʼ ἔστι δή.
ἀλλʼ, ὦ ποθεινὸν ὄμμʼ ὁμιλίας ἐμῆς,
χαῖρʼ· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν·
οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.
Πυλάδης
ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων.
μήθʼ αἷμά μου δέξαιτο κάρπιμον πέδον,
μὴ λαμπρὸς αἰθήρ, εἴ σʼ ἐγὼ προδούς ποτε
ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ.
καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,
καὶ πάντʼ ἐβούλευσʼ ὧν σὺ νῦν τίνεις δίκας·
καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδʼ ὁμοῦ.
ἐμὴν γὰρ αὐτήν, ἧς γε λέχος ἐπῄνεσα,
κρίνω δάμαρτα· τί γὰρ ἐρῶ κἀγώ ποτε
γῆν Δελφίδʼ ἐλθὼν Φωκέων ἀκρόπτολιν,
ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ,
νῦν δʼ οὐκέτʼ εἰμὶ δυστυχοῦντί σοι φίλος;
οὐκ ἔστιν. ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει·
ἐπεὶ δὲ κατθανούμεθʼ, ἐς κοινοὺς λόγους
ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ.
Ὀρέστης
ὦ φίλτατʼ, εἰ γὰρ τοῦτο κατθάνοιμʼ ἰδών.
Πυλάδης
πιθοῦ νυν, ἄμμεινόν τε φασγάνου τομάς.
Ὀρέστης
μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.
Πυλάδης
σίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ.
Ὀρέστης
μηδὲν τρέσῃς τάσδʼ· ὡς πάρεισʼ ἡμῖν φίλαι.
Πυλάδης
Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν.
Ὀρέστης
πῶς; τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γʼ ἔσται καλῶς.
Πυλάδης
σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν.
Ὀρέστης
μάλιστα· καὶ δὴ πάντʼ ἀποσφραγίζεται.
Πυλάδης
ἀλλʼ οὐκέθʼ, Ἅιδην νυμφίον κεκτημένη.
Ὀρέστης
καὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας.
Πυλάδης
τίνας; Φρυγῶν γὰρ οὐδένʼ ἂν τρέσαιμʼ ἐγώ.
Ὀρέστης
οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.
Πυλάδης
τρυφὰς γὰρ ἥκει δεῦρʼ ἔχουσα Τρωικάς;
Ὀρέστης
ὥσθʼ Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον.
Πυλάδης
οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος.
Ὀρέστης
καὶ μὴν τόδʼ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.
Πυλάδης
ἀλλʼ οὐδʼ ἐγὼ μήν, σοί γε τιμωρούμενος.
Ὀρέστης
τὸ πρᾶγμα δήλου καὶ πέραινʼ, ὅπως λέγεις.
Πυλάδης
ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.
Ὀρέστης
ἔχω τοσοῦτον, τἀπίλοιπα δʼ οὐκ ἔχω.
Πυλάδης
γόους πρὸς αὐτὴν θησόμεσθʼ ἃ πάσχομεν.
Ὀρέστης
ὥστʼ ἐκδακρῦσαί γʼ ἔνδοθεν κεχαρμένην.
Πυλάδης
καὶ νῷν παρέσται ταῦθʼ ἅπερ κείνῃ τότε.
Ὀρέστης
ἔπειτʼ ἀγῶνα πῶς ἀγωνιούμεθα;
Πυλάδης
κρύπτʼ ἐν πέπλοισι τοισίδʼ ἕξομεν ξίφη.
Ὀρέστης
πρόσθεν δʼ ὀπαδῶν τίς ὄλεθρος γενήσεται;
Πυλάδης
ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης.
Ὀρέστης
καὶ τόν γε μὴ σιγῶντʼ ἀποκτείνειν χρεών.
Πυλάδης
εἶτʼ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών.
Ὀρέστης
Ἑλένην φονεύειν· μανθάνω τὸ σύμβολον.
Πυλάδης
ἔγνως· ἄκουσον δʼ ὡς καλῶς βουλεύομαι.
εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν
ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος·
νῦν δʼ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην,
ὧν πατέρας ἔκτεινʼ, ὧν δʼ ἀπώλεσεν τέκνα,
νύμφας τʼ ἔθηκεν ὀρφανὰς ξυναόρων.
ὀλολυγμὸς ἔσται, πῦρ τʼ ἀνάψουσιν θεοῖς,
σοὶ πολλὰ κἀμοὶ κέδνʼ ἀρώμενοι τυχεῖν,
κακῆς γυναικὸς οὕνεχʼ αἷμʼ ἐπράξαμεν.
ὁ μητροφόντης δʼ οὐ καλῇ ταύτην κτανών,
ἀλλʼ ἀπολιπὼν τοῦτʼ ἐπὶ τὸ βέλτιον πεσῇ,
Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς.
οὐ δεῖ ποτʼ, οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν,
τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν,
μητέρα τε — ἐῶ τοῦτʼ· οὐ γὰρ εὐπρεπὲς λέγειν —
δόμους δʼ ἔχειν σοὺς διʼ Ἀγαμέμνονος δόρυ
λαβόντα νύμφην· μὴ γὰρ οὖν ζῴην ἔτι,
ἢν μὴ ʼπʼ ἐκείνῃ φάσγανον σπασώμεθα.
ἢν δʼ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον,
πρήσαντες οἴκους τούσδε κατθανούμεθα.
ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος,
καλῶς θανόντες ἢ καλῶς σεσῳσμένοι.
Χορός
πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ
ἡ Τυνδαρὶς παῖς, ἣ κατῄσχυνεν γένος.
Ὀρέστης
φεῦ·
οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής,
οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τι
τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.
σὺ γὰρ τά τʼ εἰς Αἴγισθον ἐξηῦρες κακὰ
καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί,
νῦν τʼ αὖ δίδως μοι πολεμίων τιμωρίαν
κοὐκ ἐκποδὼν εἶ — παύσομαί σʼ αἰνῶν, ἐπεὶ
βάρος τι κἀν τῷδʼ ἐστίν, αἰνεῖσθαι λίαν.
ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν
δράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,
ἵνʼ ἀνταναλώσω μὲν οἵ με προύδοσαν,
στένωσι δʼ οἵπερ κἄμʼ ἔθηκαν ἄθλιον.
Ἀγαμέμνονός τοι παῖς πέφυχʼ, ὃς Ἑλλάδος
ἦρξʼ ἀξιωθείς, οὐ τύραννος, ἀλλʼ ὅμως
ῥώμην θεοῦ τινʼ ἔσχε· ὃν οὐ καταισχυνῶ
δοῦλον παρασχὼν θάνατον, ἀλλʼ ἐλευθέρως
ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.
ἑνὸς γὰρ εἰ λαβοίμεθʼ, εὐτυχοῖμεν ἄν,
εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία
κτανοῦσι μὴ θανοῦσιν· εὔχομαι τάδε.
ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα
πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.
Ἠλέκτρα
ἐγώ, κασίγνητʼ, αὐτὸ τοῦτʼ ἔχειν δοκῶ,
σωτηρίαν σοὶ τῷδέ τʼ ἐκ τρίτων τʼ ἐμοί.
Ὀρέστης
θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε;
ἐπεὶ τὸ συνετόν γʼ οἶδα σῇ ψυχῇ παρόν.
Ἠλέκτρα
ἄκουε δή νυν· καὶ σὺ δεῦρο νοῦν ἔχε.
Ὀρέστης
λέγʼ· ὡς τὸ μέλλειν ἀγάθʼ ἔχει τινʼ ἡδονήν.
Ἠλέκτρα
Ἑλένης κάτοισθα θυγατέρʼ; εἰδότʼ ἠρόμην.
Ὀρέστης
οἶδʼ, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.
Ἠλέκτρα
αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον.
Ὀρέστης
τί χρῆμα δράσουσʼ; ὑποτίθης τίνʼ ἐλπίδα;
Ἠλέκτρα
χοὰς κατασπείσουσʼ ὑπὲρ μητρὸς τάφῳ.
Ὀρέστης
καὶ δὴ τί μοι τοῦτʼ εἶπας ἐς σωτηρίαν;
Ἠλέκτρα
ξυλλάβεθʼ ὅμηρον τήνδʼ, ὅταν στείχῃ πάλιν.
Ὀρέστης
τίνος τόδʼ εἶπας φάρμακον τρισσοῖς φίλοις;
Ἠλέκτρα
Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ
ἢ τόνδε κἀμέ — πᾶν γὰρ ἓν φίλον τόδε —
λέγʼ ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴ
δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντʼ ἔχειν.
κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην
Ἑλένης Μενέλεως πτῶμʼ ἰδὼν ἐν αἵματι,
μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας·
ἢν δʼ ὀξυθύμου μὴ κρατῶν φρονήματος
κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην.
καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ,
χρόνῳ μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺς
οὔτʼ ἄλκιμος πέφυκε. τήνδʼ ἡμῖν ἔχω
σωτηρίας ἔπαλξιν. εἴρηται λόγος.
Ὀρέστης
ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,
τὸ σῶμα δʼ ἐν γυναιξὶ θηλείαις πρέπον,
ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.
Πυλάδη, τοιαύτης ἆρʼ ἁμαρτήσῃ τάλας
γυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος.
Πυλάδης
εἰ γὰρ γένοιτο, Φωκέων δʼ ἔλθοι πόλιν
καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.
Ὀρέστης
ἥξει δʼ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;
ὡς τἄλλα γʼ εἶπας, εἴπερ εὐτυχήσομεν,
κάλλισθʼ, ἑλόντες σκύμνον ἀνοσίου πατρός.
Ἠλέκτρα
καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ·
τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.
Ὀρέστης
καλῶς· σὺ μέν νυν, σύγγονʼ Ἠλέκτρα, δόμων
πάρος μένουσα παρθένου δέχου πόδα,
φύλασσε δʼ ἤν τις, πρὶν τελευτηθῇ φόνος,
ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός,
ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τʼ ἐς δόμους,
ἢ σανίδα παίσασʼ ἢ λόγους πέμψασʼ ἔσω·
ἡμεῖς δʼ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον
ἀγῶνʼ ὁπλιζώμεσθα φασγάνῳ χέρας,
Πυλάδη· σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους.
ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ,
καλεῖ σʼ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν
τοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλας
ἀδίκως· προδέδομαι δʼ ὑπὸ κασιγνήτου σέθεν,
δίκαια πράξας· οὗ θέλω δάμαρθʼ ἑλὼν
κτεῖναι· σὺ δʼ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ.
Ἠλέκτρα
ὦ πάτερ, ἱκοῦ δῆτʼ, εἰ κλύεις ἔσω χθονὸς
τέκνων καλούντων, οἳ σέθεν θνῄσκουσʼ ὕπερ.
Πυλάδης
ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,
Ἀγάμεμνον, εἰσάκουσον· ἔκσῳσον τέκνα.
Ὀρέστης
ἔκτεινα μητέρα —
Ἠλέκτρα
ἡψάμην δʼ ἐγὼ ξίφους —
Πυλάδης
ἐγὼ δʼ ἐπεβούλευσα κἀπέλυσʼ ὄκνου —
Ὀρέστης
σοί, πάτερ, ἀρήγων.
Ἠλέκτρα
οὐδʼ ἐγὼ προύδωκά σε.
Πυλάδης
οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα;
Ὀρέστης
δακρύοις κατασπένδω σε.
Ἠλέκτρα
ἐγὼ δʼ οἴκτοισί γε.
Πυλάδης
παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα.
εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσʼ ἀραί,
κλύει. σὺ δʼ, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,
δότʼ εὐτυχῆσαι τῷδʼ ἐμοί τε τῇδέ τε·
τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία,
ἢ ζῆν ἅπασιν ἢ — θανεῖν ὀφείλεται.
Ἠλέκτρα
Μυκηνίδες ὦ φίλαι,
τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων.
Χορός
τίνα θροεῖς αὐδάν, πότνια; παραμένει
γὰρ ἔτι σοι τόδʼ ἐν Δαναϊδῶν πόλει.
Ἠλέκτρα
στῆθʼ αἳ μὲν ὑμῶν τόνδʼ ἁμαξήρη τρίβον,
αἳ δʼ ἐνθάδʼ ἄλλον οἶμον ἐς φρουρὰν δόμων.
Χορός
τί δέ με τόδε χρέος ἀπύεις;
ἔνεπέ μοι, φίλα.
Ἠλέκτρα
φόβος ἔχει με μή τις ἐπὶ δώμασι
σταθεὶς ἐπὶ φοίνιον αἷμα
πήματα πήμασιν ἐξεύρῃ.
Ἡμίχορος
χωρεῖτʼ, ἐπειγώμεσθʼ· ἐγὼ μὲν οὖν τρίβον
τόνδʼ ἐκφυλάξω, τὸν πρὸς ἡλίου βολάς.
Ἡμίχορος
καὶ μὴν ἐγὼ τόνδʼ, ὃς πρὸς ἑσπέραν φέρει.
Ἠλέκτρα
δόχμιά νυν κόρας διάφερʼ ὀμμάτων.
Χορός
ἐκεῖθεν ἐνθάδʼ, εἶτα παλινσκοπιὰν
ἔχομεν, ὡς θροεῖς.
Ἠλέκτρα
ἑλίσσετέ νυν βλέφαρα,
κόραισι δίδοτε πάντα διὰ βοστρύχων.
Ἡμίχορος
ὅδε τις ἐν τρίβῳ προσέρχεται. τίς ὅδʼ ἄρʼ ἀμ-
φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ;
Ἠλέκτρα
ἀπωλόμεσθʼ ἄρʼ, ὦ φίλαι· κεκρυμμένους
θῆρας ξιφήρεις αὐτίκʼ ἐχθροῖσιν φανεῖ.
Ἡμίχορος
ἄφοβος ἔχε· κενός, ὦ φίλα,
στίβος ὃν οὐ δοκεῖς.
Ἠλέκτρα
τί δέ; τὸ σὸν βέβαιον ἔτι μοι μένει;
δὸς ἀγγελίαν ἀγαθάν τινʼ,
εἰ τάδʼ ἔρημα τὰ πρόσθʼ αὐλᾶς.
Ἡμίχορος
καλῶς τά γʼ ἐνθένδʼ. ἀλλὰ τἀπὶ σοῦ σκόπει·
ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται.
Ἡμίχορος
ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδὲ τῇδʼ ὄχλος.
Ἠλέκτρα
φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω.
Χορός
τί μέλλεθʼ οἱ κατʼ οἶκον ἐν ἡσυχίᾳ
σφάγια φοινίσσειν;
Ἠλέκτρα
οὐκ εἰσακούουσʼ· ὦ τάλαινʼ ἐγὼ κακῶν.
ἆρʼ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;
τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας
ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει.
σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών·
ἀλλʼ αἳ μὲν ἐνθάδʼ, αἳ δʼ ἐκεῖσʼ ἑλίσσετε.
Χορός
ἀμείβω κέλευθον σκοποῦσα πάντῃ.
Ἑλένη
ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.
Χορός
— ἠκούσαθʼ; ἅνδρες χεῖρʼ ἔχουσιν ἐν φόνῳ.
— Ἑλένης τὸ κώκυμʼ ἐστίν, ὡς ἀπεικάσαι.
Ἠλέκτρα
ὦ Διός, ὦ Διὸς ἀέναον κράτος,
ἔλθʼ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως.
Ἑλένη
Μενέλαε, θνῄσκω· σὺ δὲ παρών μʼ οὐκ ὠφελεῖς.
Ἠλέκτρα
φονεύετε, καίνετε,
ὄλλυτε, δίπτυχα δίστομα φάσγανα
ἐκ χερὸς ἱέμενοι
τὰν λιποπάτορα λιπόγαμον, ἃ
πλείστους ἔκανεν Ἑλλάνων
δορὶ παρὰ ποταμὸν ὀλομένους,
ὅθι δάκρυα δάκρυσιν ἔπεσεν
σιδαρέοισι βέλεσιν ἀμ-
φὶ τὰς Σκαμάνδρου δίνας.
Χορός
σιγᾶτε σιγᾶτʼ· ᾐσθόμην κτύπου τινὸς
κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα.
Ἠλέκτρα
ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον
ἥδʼ Ἑρμιόνη πάρεστι· παύσωμεν βοήν.
στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους.
καλὸν τὸ θήραμʼ, ἢν ἁλῷ, γενήσεται.
πάλιν κατάστηθʼ ἡσύχῳ μὲν ὄμματι,
χρόᾳ δʼ ἀδήλῳ τῶν δεδραμένων πέρι·
κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας,
ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα.
ὦ παρθένʼ, ἥκεις τὸν Κλυταιμήστρας τάφον
στέψασα καὶ σπείσασα νερτέροις χοάς;
Ἑρμιόνη
ἥκω, λαβοῦσα πρευμένειαν. ἀλλά μοι
φόβος τις εἰσελήλυθʼ, ἥντινʼ ἐν δόμοις
τηλουρὸς οὖσα δωμάτων κλύω βοήν.
Ἠλέκτρα
τί δʼ; ἄξιʼ ἡμῖν τυγχάνει στεναγμάτων.
Ἑρμιόνη
εὔφημος ἴσθι· τί δὲ νεώτερον λέγεις;
Ἠλέκτρα
θανεῖν Ὀρέστην κἄμʼ ἔδοξε τῇδε γῇ.
Ἑρμιόνη
μὴ δῆτʼ, ἐμοῦ γε συγγενεῖς πεφυκότας.
Ἠλέκτρα
ἄραρʼ· ἀνάγκης δʼ ἐς ζυγὸν καθέσταμεν.
Ἑρμιόνη
ἦ τοῦδʼ ἕκατι καὶ βοὴ κατὰ στέγας;
Ἠλέκτρα
ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾷ —
Ἑρμιόνη
τίς; οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγῃς.
Ἠλέκτρα
τλήμων Ὀρέστης· μὴ θανεῖν, ἐμοῦ θʼ ὕπερ.
Ἑρμιόνη
ἐπʼ ἀξίοισί τἄρʼ ἀνευφημεῖ δόμος.
Ἠλέκτρα
περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις;
ἀλλʼ ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις,
σῇ μητρὶ προσπεσοῦσα τῇ μέγʼ ὀλβίᾳ,
Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν.
ἀλλʼ, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς,
οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν.
ἴθʼ εἰς ἀγῶνα δεῦρʼ, ἐγὼ δʼ ἡγήσομαι·
σωτηρίας γὰρ τέρμʼ ἔχεις ἡμῖν μόνη.
Ἑρμιόνη
ἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα.
σώθηθʼ ὅσον γε τοὐπʼ ἐμέ.
Ἠλέκτρα
ὦ κατὰ στέγας
φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθʼ ἄγραν;
Ἑρμιόνη
οἲ ἐγώ· τίνας τούσδʼ εἰσορῶ;
Ὀρέστης
σιγᾶν χρεών·
ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία.
Ἠλέκτρα
ἔχεσθʼ ἔχεσθε· φάσγανον δὲ πρὸς δέρῃ
βάλλοντες ἡσυχάζεθʼ, ὡς εἰδῇ τόδε
Μενέλαος, οὕνεκʼ ἄνδρας, οὐ Φρύγας κακούς,
εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.
Χορός
— ἰὼ ἰὼ φίλαι,
κτύπον ἐγείρετε, κτύπον καὶ βοὰν
πρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνος
μὴ δεινὸν Ἀργείοισιν ἐμβάλῃ φόβον,
βοηδρομῆσαι πρὸς δόμους τυραννικούς,
πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνον
καθαιμακτὸν ἐν δόμοις κείμενον,
ἢ καὶ λόγον του προσπόλων πυθώμεθα·
τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δʼ οὐ σαφῶς.
— διὰ δίκας ἔβα θεῶν
νέμεσις ἐς Ἑλέναν.
δακρύοισι γὰρ Ἑλλάδʼ ἅπασαν ἔπλησε,
διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον
Πάριν, ὃς ἄγαγʼ Ἑλλάδʼ εἰς Ἴλιον.
Χορός
ἀλλὰ κτυπεῖ γὰρ κλῇθρα βασιλείων δόμων,
σιγήσατʼ· ἔξω γάρ τις ἐκβαίνει Φρυγῶν,
οὗ πευσόμεσθα τἀν δόμοις ὅπως ἔχει.
Φρύξ
Ἀργέϊον ξίφος ἐκ θανάτου πέφευγα
βαρβάροις ἐν εὐμάρι-
σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμνα
Δωρικάς τε τριγλύφους,
φροῦδα φροῦδα, γᾶ γᾶ,
βαρβάροισι δρασμοῖς.
αἰαῖ·
πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρʼ ἀμ-
πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃν
ταυρόκρανος ἀγκάλαις
ἑλίσσων κυκλοῖ χθόνα;
Χορός
τί δʼ ἔστιν, Ἑλένης πρόσπολʼ. Ἰδαῖον κάρα;
Φρύξ
Ἴλιον Ἴλιον, ὤμοι μοι,
Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ-
δας ὄρος ἱερόν, ὥς σʼ ὀλόμενον στένω
ἁρμάτειον ἁρμάτειον μέλος
βαρβάρῳ βοᾷ διʼ ὀρνιθόγονον
ὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδας
σκύμνου, δυσελένας
δυσελένας,
ξεστῶν περγάμων Ἀπολλωνίων
ἐρινύν· ὀττοτοῖ·
ἰαλέμων ἰαλέμων
Δαρδανία τλᾶμον Γανυμήδεος
ἱπποσύνᾳ, Διὸς εὐνέτα.
Χορός
σαφῶς λέγʼ ἡμῖν αὔθʼ ἕκαστα τἀν δόμοις.
τὰ γὰρ πρὶν οὐκ εὔγνωστα συμβαλοῦσʼ ἔχω.
Φρύξ
αἴλινον αἴλινον ἀρχὰν θανάτου
βάρβαροι λέγουσιν, αἰαῖ,
Ἀσιάδι φωνᾷ, βασιλέων
ὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσιν
σιδαρέοισιν Ἅιδα.
ἦλθον ἐς δόμους, ἵνʼ αὔθʼ ἕ-
καστά σοι λέγω, λέοντες
Ἕλλανες δύο διδύμω·
τῷ μὲν ὁ στρατηλάτας πατὴρ ἐκλῄζεθʼ,
ὃ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,
οἷος Ὀδυσσεύς, σιγᾷ δόλιος,
πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν,
ξυνετὸς πολέμου, φόνιός τε δράκων.
ἔρροι τᾶς ἡσύχου
προνοίας κακοῦργος ὤν.
οἳ δὲ πρὸς θρόνους ἔσω
μολόντες ἇς ἔγημʼ ὁ τοξότας Πάρις
γυναικός, ὄμμα δακρύοις
πεφυρμένοι, ταπεινοὶ
ἕζονθʼ, ὃ μὲν τὸ κεῖθεν, ὃ δὲ
τὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι.
περὶ δὲ γόνυ χέρας ἱκεσίους ἔβαλον ἔβαλον
Ἑλένας ἄμφω.
ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον
ἀμφίπολοι Φρύγες·
προσεῖπε δʼ ἄλλος ἄλλον ἐν φόβῳ πεσών,
μή τις εἴη δόλος.
κἀδόκει τοῖς μὲν οὔ,
τοῖς δʼ ἐς ἀρκυστάταν
μηχανὰν ἐμπλέκειν
παῖδα τὰν Τυνδαρίδʼ ὁ
μητροφόντας δράκων.
Χορός
σὺ δʼ ἦσθα ποῦ τότʼ; ἢ πάλαι φεύγεις φόβῳ,
Φρύξ
Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις
παρὰ βόστρυχον αὔραν αὔραν
Ἑλένας Ἑλένας εὐπαγεῖ
κύκλῳ πτερίνῳ πρὸ παρηίδος
ἀίσσων βαρβάροις νόμοισιν.
ἃ δὲ λίνον ἠλακάτᾳ
δακτύλοις ἕλισσεν,
νῆμα δʼ ἵετο πέδῳ,
σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ-
ματα συστολίσαι χρῄζουσα λίνῳ,
φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ.
προσεῖπεν δʼ Ὀρέστας
Λάκαιναν κόραν· ὦ
Διὸς παῖ, θὲς ἴχνος
πέδῳ δεῦρʼ ἀποστᾶσα κλισμοῦ,
Πέλοπος ἐπὶ προπάτορος ἕδραν
παλαιᾶς ἑστίας,
ἵνʼ εἰδῇς λόγους ἐμούς. —
ἄγει δʼ ἄγει νιν· ἃ δʼ ἐφείπετʼ,
οὐ πρόμαντις ὧν ἔμελλεν·
ὁ δὲ συνεργὸς ἄλλʼ ἔπρασσʼ
ἰὼν κακὸς Φωκεύς·
οὐκ ἐκποδὼν ἴτʼ; ἀλλʼ ἀεὶ κακοὶ Φρύγες.
ἔκλῃσε δʼ ἄλλον ἄλλοσʼ ἐν
στέγαισι· τοὺς μὲν ἐν σταθμοῖ-
σιν ἱππικοῖσι, τοὺς δʼ ἐν ἐξ-
έδραισι, τοὺς δʼ ἐκεῖσʼ ἐκεῖθεν ἄλλον ἄλ-
λοσε διαρμόσας ἀποπρὸ δεσποίνας.
Χορός
τί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο;
Φρύξ
Ἰδαία μᾶτερ
μᾶτερ ὀβρίμα ὀβρίμα,
αἰαὶ φονίων παθέων ἀνόμων
τε κακῶν ἅπερ ἔδρακον ἔδρακον
ἐν δόμοις τυράννων.
ἀμφιπορφυρέων πέπλων
ὑπὸ σκότου ξίφη σπάσα-
ντες ἄλλος ἄλλοσʼ ἐν χεροῖν
δίνασεν ὄμμα, μή τις παρὼν τύχοι.
ὡς κάπροι δʼ ὀρέστεροι γυ-
ναικὸς ἀντίοι σταθέντες
ἐννέπουσι· Κατθανῇ
κατθανῇ,
κακός σʼ ἀποκτείνει πόσις,
κασιγνήτου προδοὺς
ἐν Ἄργει θανεῖν γόνον.
ἃ δʼ ἀνίαχεν ἴ-
αχεν· Ὤμοι μοι.
λευκὸν δʼ ἐμβαλοῦσα πῆχυν στέρνοις
κτύπησε κρᾶτα μέλεον πλαγᾷ·
φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον
ἴχνος ἔφερεν ἔφερεν· ἐς
κόμας δὲ δακτύλους δικὼν Ὀρέστας,
Μυκηνίδʼ ἀρβύλαν προβάς,
ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην,
παίειν λαιμῶν ἔμελ-
λεν εἴσω μέλαν ξίφος.
Χορός
ποῦ δʼ ἦτʼ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;
Φρύξ
ἰαχᾷ
δόμων θύρετρα καὶ σταθμοὺς
μοχλοῖσιν ἐκβαλόντες, ἔνθʼ ἐμίμνομεν,
βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης,
ὃ μὲν πέτρους, ὃ δʼ ἀγκύλας,
ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.
ἔναντα δʼ ἦλθε Πυλάδης
ἀλίαστος, οἷος οἷος Ἕκ-
τωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἴας,
ὃν εἶδον εἶδον ἐν πύλαις
Πριαμίσι· φασγάνων δʼ ἀκμὰς
συνήψαμεν.
δὴ τότε διαπρεπεῖς τότʼ ἐγένοντο Φρύγες,
ὅσον Ἄρεως ἀλκὰν
ἥσσονες Ἑλλάδος ἐγενόμεθʼ αἰχμᾶς,
ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν,
ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος,
θανάτου προβολάν·
ὑπὸ σκότον δʼ ἐφεύγομεν·
νεκροὶ δʼ ἔπιπτον, οἳ δʼ ἔμελλον, οἳ δʼ ἔκειντʼ.
ἔμολε δʼ ἁ τάλαινʼ Ἑρμιόνα δόμους
ἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅ
νιν ἔτεκεν τλάμων.
ἄθυρσοι δʼ
οἷά νιν δραμόντε Βάκχαι
σκύμνον ἐν χεροῖν ὀρείαν
ξυνήρπασαν· πάλιν δὲ τὰν Διὸς κόραν
ἐπὶ σφαγὰν ἔτεινον· ἃ δʼ
ἐκ θαλάμων
ἐγένετο διαπρὸ δωμάτων
ἄφαντος, ὦ Ζεῦ καὶ γᾶ
καὶ φῶς καὶ νύξ,
ἤτοι φαρμάκοισιν ἢ
μάγων τέχναις ἢ θεῶν κλοπαῖς.
τὰ δʼ ὕστερʼ οὐκέτʼ οἶδα· δρα-
πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα.
πολύπονα δὲ πολύπονα πάθεα
Μενέλεως ἀνασχόμενος ἀνόνητον ἀ-
πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.
Χορός
καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε·
ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων
βαίνοντʼ Ὀρέστην ἐπτοημένῳ ποδί.
Ὀρέστης
ποῦ ʼστιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;
Φρύξ
προσκυνῶ σʼ, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.
Ὀρέστης
οὐκ ἐν Ἰλίῳ τάδʼ ἐστίν, ἀλλʼ ἐν Ἀργείᾳ χθονί.
Φρύξ
πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.
Ὀρέστης
οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν;
Φρύξ
σοὶ μὲν οὖν ἔγωγʼ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ.
Ὀρέστης
ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο;
Φρύξ
ἐνδικώτατʼ, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν.
Ὀρέστης
δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν.
Φρύξ
οὐ γάρ, ἥτις Ἑλλάδʼ αὐτοῖς Φρυξὶ διελυμήνατο;
Ὀρέστης
ὄμοσον — εἰ δὲ μή, κτενῶ σε — μὴ λέγειν ἐμὴν χάριν.
Φρύξ
τὴν ἐμὴν ψυχὴν κατώμοσʼ, ἣν ἂν εὐορκοῖμʼ ἐγώ.
Ὀρέστης
ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;
Φρύξ
ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.
Ὀρέστης
μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόνʼ εἰσιδών;
Φρύξ
μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δʼ οὐ κάτοιδʼ ἐγὼ κάρα.
Ὀρέστης
δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σʼ ἀπαλλάξει κακῶν;
Φρύξ
πᾶς ἀνήρ, κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν.
Ὀρέστης
εὖ λέγεις· σῴζει σε σύνεσις. ἀλλὰ βαῖνʼ ἔσω δόμων.
Φρύξ
οὐκ ἄρα κτενεῖς με;
Ὀρέστης
ἀφεῖσαι.
Φρύξ
καλὸν ἔπος λέγεις τόδε.
Ὀρέστης
ἀλλὰ μεταβουλευσόμεσθα.
Φρύξ
τοῦτο δʼ οὐ καλῶς λέγεις.
Ὀρέστης
μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην·
οὔτε γὰρ γυνὴ πέφυκας — οὔτʼ ἐν ἀνδράσιν σύ γʼ εἶ.
τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκʼ ἐξῆλθον δόμων·
ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.
Μενέλεων δʼ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους·
ἀλλʼ ἴτω ξανθοῖς ἐπʼ ὤμων βοστρύχοις γαυρούμενος·
εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,
τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλει
σύγγονόν τʼ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι,
παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.
Χορός
— ἰὼ ἰὼ τύχα,
ἕτερον εἰς ἀγῶνʼ, ἕτερον αὖ δόμος
φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.
— τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε;
ἢ σῖγʼ ἔχωμεν; ἀσφαλέστερον, φίλαι.
— ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει
θοάζων ὅδʼ αἰθέρος ἄνω καπνός.
— ἅπτουσι πεύκας, ὡς πυρώσοντες δόμους
τοὺς Τανταλείους, οὐδʼ ἀφίστανται φόνου.
— τέλος ἔχει δαίμων βροτοῖς,
τέλος ὅπᾳ θέλῃ.
— μεγάλα δέ τις ἁ δύναμις διʼ ἀλαστόρων
ἔπεσʼ ἔπεσε μέλαθρα τάδε διʼ αἱμάτων
διὰ τὸ Μυρτίλου πέσημʼ ἐκ δίφρου.
Χορός
ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλας
ὀξύπουν, ᾐσθημένον που τὴν τύχην ἣ νῦν πάρα.
οὐκέτʼ ἂν φθάνοιτε κλῇθρα συμπεραίνοντες μοχλοῖς,
ὦ κατὰ στέγας Ἀτρεῖδαι. δεινὸν εὐτυχῶν ἀνὴρ
πρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.
Μενέλαος
ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια
δισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρʼ αὐτὼ καλῶ.
ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον
ὡς οὐ τέθνηκεν, ἀλλʼ ἄφαντος οἴχεται —
κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς
ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου
τεχνάσματʼ ἐστὶ ταῦτα καὶ πολὺς γέλως.
ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγω
ὠθεῖν πύλας τάσδʼ, ὡς ἂν ἀλλὰ παῖδʼ ἐμὴν
ῥυσώμεθʼ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων,
καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτʼ ἐμὴν
λάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶ
τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον.
Ὀρέστης
οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί·
Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει·
ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν,
ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.
μοχλοῖς δʼ ἄραρε κλῇθρα, σῆς βοηδρόμου
σπουδῆς ἅ σʼ εἴρξει, μὴ δόμων ἔσω περᾶν.
Μενέλαος
ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας,
δόμων δʼ ἐπʼ ἄκρων τούσδε πυργηρουμένους,
ξίφος δʼ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ.
Ὀρέστης
πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;
Μενέλαος
οὐδέτερʼ· ἀνάγκη δʼ, ὡς ἔοικε, σου κλύειν.
Ὀρέστης
μέλλω κτενεῖν σου θυγατέρʼ, εἰ βούλῃ μαθεῖν.
Μενέλαος
Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον;
Ὀρέστης
εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.
Μενέλαος
ἀρνῇ κατακτὰς κἀφʼ ὕβρει λέγεις τάδε;
Ὀρέστης
λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον —
Μενέλαος
τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.
Ὀρέστης
τὴν Ἑλλάδος μιάστορʼ εἰς Ἅιδου βαλεῖν.
Μενέλαος
ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ.
Ὀρέστης
θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν.
Μενέλαος
ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον;
Ὀρέστης
ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.
Μενέλαος
οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;
Ὀρέστης
οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.
Μενέλαος
ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου;
Ὀρέστης
φησὶν σιωπῶν· ἀρκέσω δʼ ἐγὼ λέγων.
Μενέλαος
ἀλλʼ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς.
Ὀρέστης
οὐ φευξόμεσθα· πυρὶ δʼ ἀνάψομεν δόμους.
Μενέλαος
ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε;
Ὀρέστης
ὡς μή γʼ ἔχῃς σύ, τήνδʼ ἐπισφάξας πυρί.
Μενέλαος
κτεῖνʼ· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.
Ὀρέστης
ἔσται τάδε.
Μενέλαος
ἆ ἆ, μηδαμῶς δράσῃς τάδε.
Ὀρέστης
σίγα νυν, ἀνέχου δʼ ἐνδίκως πράσσων κακῶς.
Μενέλαος
ἦ γὰρ δίκαιον ζῆν σε;
Ὀρέστης
καὶ κρατεῖν γε γῆς.
Μενέλαος
ποίας;
Ὀρέστης
ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ.
Μενέλαος
εὖ γοῦν θίγοις ἂν χερνίβων —
Ὀρέστης
τί δὴ γὰρ οὔ;
Μενέλαος
καὶ σφάγια πρὸ δορὸς καταβάλοις.
Ὀρέστης
σὺ δʼ ἂν καλῶς;
Μενέλαος
ἁγνὸς γάρ εἰμι χεῖρας.
Ὀρέστης
ἀλλʼ οὐ τὰς φρένας.
Μενέλαος
τίς δʼ ἂν προσείποι σέ;
Ὀρέστης
ὅστις ἐστὶ φιλοπάτωρ.
Μενέλαος
ὅστις δὲ τιμᾷ μητέρα;
Ὀρέστης
εὐδαίμων ἔφυ.
Μενέλαος
οὔκουν σύ γε.
Ὀρέστης
οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.
Μενέλαος
ἄπαιρε θυγατρὸς φάσγανον.
Ὀρέστης
ψευδὴς ἔφυς.
Μενέλαος
ἀλλὰ κτενεῖς μου θυγατέρα;
Ὀρέστης
οὐ ψευδὴς ἔτʼ εἶ.
Μενέλαος
οἴμοι, τί δράσω;
Ὀρέστης
πεῖθʼ ἐς Ἀργείους μολὼν —
Μενέλαος
πειθὼ τίνα;
Ὀρέστης
ἡμᾶς μὴ θανεῖν· αἰτοῦ πόλιν.
Μενέλαος
ἢ παῖδά μου φονεύσετε;
Ὀρέστης
ὧδʼ ἔχει τάδε.
Μενέλαος
ὦ τλῆμον Ἑλένη —
Ὀρέστης
τἀμὰ δʼ οὐχὶ τλήμονα;
Μενέλαος
σὲ σφάγιον ἐκόμισʼ ἐκ Φρυγῶν —
Ὀρέστης
εἰ γὰρ τόδʼ ἦν.
Μενέλαος
πόνους πονήσας μυρίους.
Ὀρέστης
πλήν γʼ εἰς ἐμέ.
Μενέλαος
πέπονθα δεινά.
Ὀρέστης
τότε γὰρ ἦσθʼ ἀνωφελής.
Μενέλαος
ἔχεις με.
Ὀρέστης
σαυτὸν σύ γʼ ἔλαβες κακὸς γεγώς.
ἀλλʼ εἶʼ, ὕφαπτε δώματʼ, Ἠλέκτρα, τάδε·
σύ τʼ, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε,
Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.
Μενέλαος
ὦ γαῖα Δαναῶν ἱππίου τʼ Ἄργους κτίται,
οὐκ εἶʼ ἐνόπλῳ ποδὶ βοηδρομήσετε;
πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν
ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.
Ἀπόλλων
Μενέλαε, παῦσαι λῆμʼ ἔχων τεθηγμένον·
Φοῖβός σʼ ὁ Λητοῦς παῖς ὅδʼ ἐγγὺς ὢν καλῶ·
σύ θʼ ὃς ξιφήρης τῇδʼ ἐφεδρεύεις κόρῃ,
Ὀρέσθʼ, ἵνʼ εἰδῇς οὓς φέρων ἥκω λόγους.
Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢν
ἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος,
ἥδʼ ἐστίν, ἣν ὁρᾶτʼ ἐν αἰθέρος πτυχαῖς,
σεσῳσμένη τε κοὐ θανοῦσα πρὸς σέθεν.
ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνου
τοῦ σοῦ κελευσθεὶς ἥρπασʼ ἐκ Διὸς πατρός.
Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών,
Κάστορί τε Πολυδεύκει τʼ ἐν αἰθέρος πτυχαῖς
σύνθακος ἔσται, ναυτίλοις σωτήριος.
ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών,
ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματι
Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον,
θανάτους τʼ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς
ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.
τὰ μὲν καθʼ Ἑλένην ὧδʼ ἔχει· σὲ δʼ αὖ χρεών,
Ὀρέστα, γαίας τῆσδʼ ὑπερβαλόνθʼ ὅρους
Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον.
κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον
Ἀζᾶσιν Ἀρκάσιν τʼ Ὀρέστειον καλεῖν.
ἐνθένδε δʼ ἐλθὼν τὴν Ἀθηναίων πόλιν
δίκην ὑπόσχες αἵματος μητροκτόνου
Εὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆς
πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην
ψῆφον διοίσουσʼ, ἔνθα νικῆσαί σε χρή.
ἐφʼ ἧς δʼ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ,
γῆμαι πέπρωταί σʼ Ἑρμιόνην· ὃς δʼ οἴεται
Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε.
θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει,
δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.
Πυλάδῃ δʼ ἀδελφῆς λέκτρον, ὥς ποτʼ ᾔνεσας,
δός· ὁ δʼ ἐπιών νιν βίοτος εὐδαίμων μένει.
Ἄργους δʼ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν,
ἐλθὼν δʼ ἄνασσε Σπαρτιάτιδος χθονός,
φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις
πόνοις διδοῦσα δεῦρʼ ἀεὶ διήνυσεν.
τὰ πρὸς πόλιν δὲ τῷδʼ ἐγὼ θήσω καλῶς,
ὅς νιν φονεῦσαι μητέρʼ ἐξηνάγκασα.
Ὀρέστης
ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων.
οὐ ψευδόμαντις ἦσθʼ ἄρʼ, ἀλλʼ ἐτήτυμος.
καίτοι μʼ ἐσῄει δεῖμα, μή τινος κλύων
ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.
ἀλλʼ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις.
ἰδού, μεθίημʼ Ἑρμιόνην ἀπὸ σφαγῆς,
καὶ λέκτρʼ ἐπῄνεσʼ, ἡνίκʼ ἂν διδῷ πατήρ.
Μενέλαος
ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σε
θεῶν κατοικήσασαν ὄλβιον δόμον.
Ὀρέστα, σοὶ δὲ παῖδʼ ἐγὼ κατεγγυῶ,
Φοίβου λέγοντος· εὐγενὴς δʼ ἀπʼ εὐγενοῦς
γήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ.
Ἀπόλλων
χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν,
νείκας τε διαλύεσθε.
Μενέλαος
πείθεσθαι χρεών.
Ὀρέστης
κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς,
Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.
Ἀπόλλων
ἴτε νυν καθʼ ὁδόν, τὴν καλλίστην
θεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δʼ
Ἑλένην Δίοις μελάθροις πελάσω,
λαμπρῶν ἄστρων πόλον ἐξανύσας,
ἔνθα παρʼ Ἥρᾳ τῇ θʼ Ἡρακλέους
Ἥβῃ πάρεδρος θεὸς ἀνθρώποις
ἔσται σπονδαῖς ἔντιμος ἀεί,
σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς,
ναύταις μεδέουσα θαλάσσης.
Χορός
ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.