optical character recognition
This pointer pattern extracts chapter and section.
This pointer pattern extracts chapter.
θαυμαστὸν μὲν ἴσως οὐκ ἔστιν, ἐν ἀπείρῳ
ἐπεὶ δʼ ἀγαπῶντες ἔνιοι τὰ τοιαῦτα συνάγουσιν ἱστορίᾳ καὶ ἀκοῇ τῶν κατὰ τύχην γεγονότων ὅσα λογισμοῦ καὶ προνοίας ἔργοις ἔοικεν, οἷον ὅτι δυεῖν Ἄττεων γενομένων ἐμφανῶν, τοῦ μὲν Σύρου, τοῦ δὲ Ἀρκάδος, ἑκάτερος ὑπὸ συὸς ἀπώλετο, δυεῖν δὲ Ἀκταιώνων, ὁ μὲν ὑπὸ τῶν κυνῶν, ὁ δʼ ὑπὸ τῶν ἐραστῶν διεσπάσθη, δυεῖν δὲ Σκηπιώνων, ὑφʼ οὗ μὲν ἐνικήθησαν Καρχηδόνιοι πρότερον, ὑφʼ οὗ δὲ ὕστερον ἄρδην ἀνῃρέθησαν,
ἑάλω δὲ τὸ Ἴλιον ὑφʼ Ἡρακλέους διὰ τὰς Λαομέδοντος ἵππους καὶ ὑπὸ Ἀγαμέμνονος διὰ τοῦ δουρείου προσαγορευθέντος ἵππου, τρίτον δʼ ὑπὸ
φέρε καὶ τοῦτο προσθῶμεν αὐτοῖς, ὅτι καὶ τῶν στρατηγῶν οἱ πολεμικώτατοι καὶ πλεῖστα δόλῳ κατεργασάμενοι μετὰ δεινότητος ἑτερόφθαλμοι γεγόνασι, Φίλιππος, Ἀντίγονος, Ἀννίβας καὶ περὶ οὗ τόδε τὸ σύγγραμμα Σερτώριος, ὃν Φιλίππου μὲν ἄν τις ἀποφαίνοιτο σωφρονέστερον περὶ τὰς γυναῖκας, Ἀντιγόνου δὲ πιστότερον περὶ φίλους, Ἀννίβου δὲ ἡμερώτερον πρὸς πολεμίους,
λειπόμενον δὲ συνέσει μὲν οὐδενὸς τούτων, τύχῃ δὲ πάντων, ᾗ πολὺ τῶν ἐμφανῶν πολεμίων χαλεπωτέρᾳ περὶ πάντα χρησάμενος ἐπανίσωσεν ἑαυτὸν ἐμπειρίᾳ μὲν τῇ Μετέλλου, τόλμῃ δὲ τῇ Πομπηΐου, τύχῃ δὲ τῇ Σύλλα, δυνάμει δὲ τῇ Ῥωμαίων, φυγὰς καὶ βαρβάρων ἔπηλυς ἄρχων ἀντιταξάμενος.
Κοΐντῳ
Σερτωρίῳ γένος ἦν οὐκ ἀσημότατον ἐν πόλει Νούρσοις τῆς Σαβίνων τραφεὶς δὲ
πρῶτον μὲν οὖν Κίμβρων καὶ Τευτόνων ἐμβεβληκότων εἰς Γαλατίαν στρατευόμενος ὑπὸ Καιπίωνι, κακῶς ἀγωνισαμένων τῶν Ῥωμαίων καὶ τροπῆς γενομένης ἀποβεβληκὼς τὸν ἵππον καὶ κατατετρωμένος τὸ σῶμα τὸν Ῥοδανὸν διεπέρασεν, αὐτῷ τε τῷ θώρακι καὶ θυρεῷ πρὸς ἐναντίον ῥεῦμα πολὺ νηχόμενος· οὕτω τὸ σῶμα ῥωμαλέον ἦν αὐτῷ καὶ διάπονον τῇ ἀσκήσει.
δεύτερον δὲ τῶν αὑτῶν ἐπερχομένων μυριάσι πολλαῖς καὶ δειναῖς ἀπειλαῖς, ὥστε καὶ τὸ μένειν ἄνδρα Ῥωμαῖον ἐν τάξει τότε καὶ τ πείθεσθαι τῷ στρατηγῷ μέγα ἔργον εἶναι, Μάριος μὲν ἡγεῖτο, Σερτώριος δὲ κατασκοπὴν ὑπέστη τῶν πολεμίων, ἐσθῆτι δὲ Κελτικῇ σκευασάμενος καὶ τὰ κοινότατα τῆς διαλέκτου πρὸς ἔντευξιν ἐπὶ καιροῦ παραλαβών, ἀναμίγνυται τοῖς βαρβάροις· καὶ τὰ μὲν ἰδών, τὰ δʼ ἀκοῇ πυθόμενος τῶν ἐπειγόντων ἐπανῆλθε πρὸς Μάριον.
τότε μὲν οὖν ἀριστείων ἔτυχεν· ἐν δὲ τῇ λοιπῇ στρατείᾳ πολλὰ καὶ συνέσεως ἔργα καὶ τόλμης ἀποδειξάμενος εἰς ὄνομα καὶ πίστιν ὑπὸ τοῦ στρατηγοῦ προήχθη, Μετὰ δὲ τὸν Κίμβρων καὶ Τευτόνων πόλεμον ἐκπεμφθεὶς ὑπὸ Δειδίῳ στρατηγῷ χιλίαρχος ἐπὶ
Ἰβηρίας ἐν τῇ πόλει Κάστλωνι
ἐπεὶ δὲ τῶν στρατιωτῶν ἐν ἀφθόνοις ὑβριζόντων καὶ τὰ πολλὰ μεθυόντων καταφρονήσαντες οἱ βάρβαροι μετεπέμψαντο νυκτὸς ἐπικουρίαν παρὰ τῶν ἀστυγειτόνων Ὠριτανῶν καὶ κατʼ οἰκίας ἐπιόντες ἔκτεινον αὐτούς, ὑπεκδὺς ὁ Σερτώριος μετʼ ὀλίγων καὶ τοὺς ἐκπίπτοντας συναγαγών κύκλῳ τὴν πόλιν περιῆλθε· καὶ καθʼ ἃς οἱ βάρβαροι πύλας ἔλαθον παρεισπεσόντες ἀνεῳγμένας εὑρών, οὐ ταὐτὸν ἐκείνοις ἔπαθεν, ἀλλὰ φρουρὰς ἐπιστήσας καὶ καταλαβὼν πανταχόθεν τὴν πόλιν ἔκτεινε τοὺς ἐν ἡλικίᾳ πάντας.
ὡς δὲ ἀνῃρέθησαν, ἐκέλευσε τοὺς στρατιώτας πάντας τὰ μὲν αὑτῶν ὅπλα καὶ τὴν ἐσθῆτα καταθέσθαι, τοῖς δὲ τῶν βαρβάρων ἐνσκευασαμένους ἕπεσθαι πρὸς τὴν πόλιν ἐκείνην ἐξ ἧς ἀπεστάλησαν οἱ νύκτωρ ἐπιπεσόντες αὐτοῖς. ψευσάμενος δὲ τῇ τῶν ὅπλων ὄψει τοὺς βαρβάρους τάς τε πύλας ἀνεῳγμένας εὗρε καὶ πλῆθος ἀνθρώπων ἔλαβεν οἰομένων ἀπαντᾶν εὖ πεπραχόσι φίλοις καὶ πολίταις. διὸ πλεῖστοι μὲν ὑπὸ τῶν Ῥωμαίων ἐσφάττοντο περὶ τὰς πύλας, οἱ δὲ λοιποὶ παραδόντες ἑαυτοὺς ἐπράθησαν.
ἐκ τούτου Σερτώριος ἐν τῇ Ἰβηρίᾳ διεβοήθη· καὶ ὅτε πρῶτον ἐπανῆκεν εἰς Ῥώμην, ταμίας ἀποδείκνυται τῆς περὶ Πάδον Γαλατίας, ἐν δέοντι. τοῦ γὰρ Μαρσικοῦ πολέμου συνισταμένου, στρατιώτας τε προσταχθὲν αὐτῷ καταλέγειν καὶ ὅπλα ποιεῖσθαι, σπουδὴν καὶ τάχος
οὐ μὴν ὑφήκατο τῆς στρατιωτικῆς τόλμης εἰς ἀξίωμα προεληλυθὼς ἡγεμόνος, ἀλλὰ καὶ χειρὸς ἐπιδεικνύμενος ἔργα θαυμαστὰ καὶ τὸ σῶμα τοῖς ἀγῶσιν ἀφειδῶς ἐπιδιδούς, τῶν ὄψεων ἀπέβαλε τὴν ἑτέραν ἐκκοπεῖσαν. ἐπὶ τούτῳ δὲ καὶ καλλωπιζόμενος ἀεὶ διετέλει. τοὺς μὲν γὰρ ἄλλους οὐκ ἀεὶ τὰ μαρτύρια τῶν ἀριστειῶν περιφέρειν, ἀλλὰ καὶ ἀποτίθεσθαι στρεπτὰ καὶ δόρατα καὶ στεφάνους, αὐτῷ δὲ τῆς ἀνδραγαθίας παραμένειν τὰ γνωρίσματα, τοὺς αὐτοὺς ἔχοντι τῆς ἀρετῆς ἅμα καὶ τῆς συμφορᾶς θεατάς.
ἀπέδωκε δὲ
καὶ ὁ δῆμος αὐτῷ τιμὴν πρέπουσαν. εἰσελθόντα γὰρ εἰς θέατρον ἐδέξαντό τε κρότῳ καὶ κατευφήμησαν, ὧν οὐδὲ τοῖς πάνυ προήκουσιν ἡλικίᾳ τε καὶ δόξῃ τυχεῖν ἦν ῥᾴδιον. δημαρχίαν μέντοι μετιών Σύλλα καταστασιάσαντος αὑτὸν ἐξέπεσε· διὸ
ἐπεὶ δὲ Μάριος μὲν ὑπὸ Σύλλα κρατηθεὶς ἔφευγε, Σύλλας δὲ Μιθριδάτῃ πολεμήσων ἀπῆρε, τῶν δὲ ὑπάτων Ὀκτάβιος μὲν ἐπὶ τῆς Σύλλα προαιρέσεως ἔμενε, Κίννας δὲ νεωτερίζων ὑποφερομένην ἀνεκαλεῖτο τὴν Μαρίου στάσιν, τούτῳ προσένειμεν αὑτὸν ὁ Σερτώριος, ἄλλως τε καὶ τὸν Ὀκτάβιον ὁρῶν αὑτὸν μὲν ἀμβλύτερον ὄντα, τοῖς δὲ Μαρίου φίλοις ἀπιστοῦντα.
γενομένης δὲ τοῖς ὑπάτοις
Μαρίου δὲ καταπλεύσαντος ἐκ Λιβύης καὶ τῷ Κίννᾳ προστιθέντος ἑαυτὸν ὡς ἰδιώτην ὑπάτῳ, τοῖς μὲν ἄλλοις ἐδόκει δέχεσθαι, Σερτώριος δὲ ἀπηγόρευεν, εἴτε τὸν Κίνναν ἧττον οἰόμενος ἑαυτῷ προσέξειν ἀνδρὸς ἡγεμονικωτέρου παρόντος, εἴτε τὴν βαρύτητα τοῦ Μαρίου δεδοικώς, μὴ πάντα τὰ πράγματα συγχέῃ θυμῷ μέτρον οὐκ ἔχοντι, πέρα δίκης ἐν τῷ κρατεῖν προερχόμενος.
ἔλεγεν οὖν μικρὸν εἶναι τὸ ὑπολειπόμενον ἔργον αὐτοῖς ἤδη κρατοῦσι, δεξαμένων δὲ τὸν Μάριον τὸ σύμπαν οἴσεσθαι τῆς δόξης ἐκεῖνον καὶ τῆς δυνάμεως, χαλεπὸν ὄντα πρὸς κοινωνίαν ἀρχῆς καὶ ἄπιστον. εἰπόντος δὲ τοῦ Κίννα ταῦτα μὲν ὀρθῶς ὑπολογίζεσθαι τὸν Σερτώριον, αἰδεῖσθαι δὲ καὶ διαπορεῖν ὅπως ἀπώσεται τὸν Μάριον αὐτὸς ἐπὶ κοινωνίᾳ πραγμάτων κεκληκώς,
ὑπολαβὼν ὁ
Σερτώριος εἶπεν ἀλλʼ ἐγὼ μὲν αὐτὸν ἀφʼ ἑαυτοῦ Μάριον ἥκειν νομίζων εἰς Ἰταλίαν τὸ συμφέρον ἐσκόπουν σοὶ δὲ τὴν ἀρχὴν οὐδὲ βουλεύεσθαι καλῶς εἶχεν ἥκοντος ὃν αὐτὸς ἐλθεῖν ἠξίωσας, ἀλλὰ χρῆσθαι καὶ δέχεσθαι, τῆς
οὕτως μεταπέμπεται τὸν Μάριον Κίννας· καὶ τριχῇ τῆς δυνάμεως διανεμηθείσης ἦρχον οἱ τρεῖς.
τέλος δὲ τῶν δούλων, οὓς Μάριος συμμάχους μὲν ἐν τῷ πολέμῳ δορυφόρους δὲ τῆς τυραννίδος ἔχων ἰσχυροὺς καὶ πλουσίους ἐποίησε, τὰ μὲν ἐκείνου διδόντος καὶ κελεύοντος, τὰ δὲ καὶ βίᾳ παρανομούντων εἰς τοὺς δεσπότας, σφαττόντων μὲν αὐτούς, ταῖς δὲ δεσποίναις πλησιαζόντων καὶ βιαζομένων τοὺς παῖδας, οὐκ ἀνασχετὰ ποιούμενος ὁ Σερτώριος ἅπαντας ἐν ταὐτῷ στρατοπεδεύοντας κατηκόντισεν, οὐκ ἐλάττους τετρακισχιλίων ὄντας.
ἐπεὶ δὲ Μάριος μὲν ἐτελεύτησε καὶ Κίννας ἀνῃρέθη μικρὸν ὕστερον, ὁ δὲ νεανίας Μάριος ἄκοντος αὐτοῦ παρὰ τοὺς νόμους ὑπατείαν ἔλαβε, Κάρβωνες δὲ καὶ Νωρβανοὶ καὶ Σκηπίωνες ἐπιόντι Σύλλᾳ κακῶς ἐπολέμουν, καὶ τὰ μὲν ἀνανδρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν ἐφθείρετο, τὰ δὲ οἱ προδιδόντες ἀπώλλυσαν,
ἔργον δὲ οὐδὲν ἦν αὐτοῦ παρόντος τοῖς πράγμασι μοχθηρῶς ὑποφερομένοις διὰ τὸ χεῖρον φρονεῖν τοὺς μᾶλλον
παραλαβὼν δὲ ἔθνη πλήθει μὲν καὶ ἡλικίᾳ ἀκμάζοντα, πλεονεξίᾳ δὲ καὶ ὕβρει τῶν πεμπομένων ἑκάστοτε στρατηγῶν πρὸς ὅλην κακῶς διακείμενα τὴν ἡγεμονίαν, ἀνελάμβανεν ὁμιλίᾳ τε τοὺς δυνατοὺς καὶ φόρων ἀνέσει τοὺς πολλούς, μάλιστα δὲ τῶν ἐπισταθμιῶν ἀπαλλάξας ἠγαπήθη· τοὺς γὰρ στρατιώτας ἠνάγκαζεν ἐν τοῖς προαστείοις χειμάδια πήγνυσθαι, πρῶτος αὐτὸς οὕτω κατασκηνῶν.
οὐ μὴν ἐπὶ τῇ τῶν βαρβάρων εὐνοίᾳ τὸ πᾶν ἐποιήσατο, Ῥωμαίων δὲ
ὡς δὲ Σύλλαν μὲν ἐπυνθάνετο τῆς Ῥώμης κρατεῖν, ἔρρειν δὲ τὴν Μαρίου καὶ Κάρβωνος στάσιν, αὐτίκα προσδοκῶν στρατιὰν διαπολεμήσουσαν αὐτῷ μεθʼ ἡγεμόνος ἀφίξεσθαι φράγνυται τὰ Πυρηναῖα ὄρη διὰ Ἰουλίου Σαλινάτορος ἑξακισχιλίους ὁπλίτας ἔχοντος, καὶ μετʼ οὐ πολὺ Γάϊος Ἄννιος ἐκπεμφθεὶς ὑπὸ Σύλλα καὶ τὸν Ἰούλιον ἀπρόσμαχον ὁρῶν ἐν ἀπόρῳ καθῆστο παρὰ ταῖς ὑπωρείαις.
Καλπουρνίου δέ τινος ἐπίκλησιν Λαναρίου δολοφονήσαντος τὸν Ἰούλιον καὶ τῶν στρατιωτῶν τὰ ἄκρα τῆς Πυρήνης ἐκλιπόντων, ὑπερβαλὼν Ἄννιος ἐπῄει χειρὶ μεγάλῃ τοὺς ἐμποδὼν ἀνιστάς. Σερτώριος δὲ οὐκ ὢν ἀξιόμαχος μετὰ τρισχιλίων εἰς Καρχηδόνα τὴν νέαν καταφυγών, κἀκεῖθεν ἐπιβὰς τῶν νεῶν καὶ διαπεράσας τὸ πέλαγος, Λιβύῃ κατὰ τὴν Μαυρουσίαν προσέσχεν.
ἀφυλάκτοις δὲ τοῖς στρατιώταις ὑδρευομένοις τῶν βαρβάρων ἐπιπεσόντων, συχνοὺς ἀποβαλὼν αὖθις εἰς Ἰβηρίαν ἀπέπλει· καὶ ταύτης μὲν ἀποκρούεται, Κιλισσῶν δὲ λῃστρίδων αὐτῷ προσγενομένων Πιτυούσσῃ νήσῳ προσέβαλε, καὶ ἀπέβη τὴν παρʼ Ἀννίου φρουρὰν βιασάμενος. Ἄννιος δὲ μετʼ οὐ πολὺ παρῆν ναυσί
ζεφύρῳ δὲ λαμπρῷ τοῦ πελάγους ἀνισταμένου καὶ τὰ πολλὰ τῶν τοῦ Σερτωρίου πλοίων ὑπὸ κουφότητος πλάγια ταῖς ῥαχίαις περιβάλλοντος, αὐτὸς ὀλίγαις ναυσὶ τῆς μὲν θαλάσσης ὑπὸ τοῦ χειμῶνος εἰργόμενος, τῆς δὲ γῆς ὑπὸ τῶν πολεμίων, ἡμέρας δέκα σαλεύων πρὸς ἐναντίον κῦμα καὶ κλύδωνα τραχὺν ἐπιπόνως διεκαρτέρησεν.
ἐνδόντος δὲ τοῦ πνεύματος φερόμενος νήσοις τισὶν ἐναυλίζεται σποράσιν ἀνύδροις· κἀκεῖθεν ἄρας καὶ διεκβαλὼν τὸν Γαδειραῖον πορθμόν ἐν δεξιᾷ τοῖς ἐκτὸς ἐπιβάλλει τῆς Ἰβηρίας, μικρὸν ὑπὲρ τῶν τοῦ Βαίτιος ἐκβολῶν, ὃς εἰς τὴν Ἀτλαντικὴν ἐκφερόμενος θάλατταν ὄνομα τῇ περὶ αὐτὸν Ἰβηρίᾳ, παρέσχεν.
ἀὴρ δὲ ἄλυπος ὡρῶν τε
ταῦθʼ ὁ Σερτώριος ἀκούσας ἔρωτα θαυμαστὸν ἔσχεν οἰκῆσαι τὰς νήσους καὶ ζῆν ἐν ἡσυχίᾳ, τυραννίδος ἀπαλλαγεὶς καὶ πολέμων ἀπαύστων. αἰσθόμενοι δὲ οἱ Κίλικες, οὐθὲν εἰρήνης δεόμενοι καὶ σχολῆς, ἀλλὰ πλούτου καὶ λαφύρων, εἰς Λιβύην ἀπέπλευσαν, Ἄσκαλιν τὸν Ἴφθα κατάξοντες ἐπὶ τὴν Μαυρουσίων βασιλείαν.
οὐ μὴν ἀπέκαμεν ὁ Σερτώριος, ἀλλὰ τοῖς πρὸς τὸν Ἄσκαλιν διαπολεμοῦσιν ἔγνω βοηθεῖν, ὡς οἱ σὺν αὐτῷ καινήν τινα λαβόντες ἐλπίδων ἀρχὴν καὶ πράξεων ἑτέρων ὑπόθεσιν μὴ διαλυθεῖεν ὑπὸ τῆς ἀπορίας, ἀσμένοις δὲ τοῖς Μαυρουσίοις ἀφικόμενος εἴχετο ἔργου, καὶ καταμαχεσάμενος τὸν Ἄσκαλιν ἐπολιόρκει.
Σύλλα δὲ Πακκιανὸν ἐκπέμψαντος βοηθῆσαι τοῖς περὶ τὸν Ἄσκαλιν μετὰ δυνάμεως, συμβαλὼν ὁ Σερτώριος τὸν μὲν Πακκιανὸν ἀπέκτεινε, τὴν δὲ στρατιὰν κρατήσας
Τιγγῖται δὲ μυθολογοῦσιν Ἀνταίου τελευτήσαντος τὴν γυναῖκα Τίγγην Ἡρακλεῖ συνελθεῖν, Σόφακα δʼ ἐξ αὐτῶν γενόμενον βασιλεῦσαι τῆς χώρας καὶ πόλιν ἐπώνυμον τῆς μητρὸς ἀποδεῖξαι, Σόφακος δὲ παῖδα γενέσθαι Διόδωρον, ᾧ πολλὰ τῶν Λιβυκῶν ἐθνῶν ὑπή· κουσεν Ἑλληνικὸν ἔχοντι στράτευμα τῶν αὐτόθι κατῳκισμένων ὑφʼ Ἡρακλέους Ὀλβιανῶν καὶ Μυκηναίων.
ἀλλὰ ταῦτα μὲν ἀνακείσθω τῇ
Ἰόβα χάριτι, τοῦ πάντων ἱστορικωτάτου βασιλέων·
ἐκείνου γὰρ ἱστοροῦσι τοὺς προγόνους
Διοδώρου καὶ Σόφακος ἀπογόνους εἶναι.
ἐντεῦθεν ὅποι χρὴ τραπέσθαι βουλευόμενον ἐκάλουν Λυσιτανοὶ πρέσβεις πέμψαντες ἐφʼ ἡγεμονίᾳ, πάντως μὲν ἄρχοντος ἀξίωμα μέγα καὶ ἐμπειρίαν ἔχοντος δεόμενοι πρὸς τὸν ἀπὸ
λέγεται δὲ
ἐν δὲ ταῖς τιμαῖς τῶν ἀνδραγαθημάτων δαψιλὴς φαινόμενος, περὶ τὰς τιμωρίας ἐμετρίαζε τῶν ἁμαρτημάτων, καίτοι δοκεῖ περὶ τὸν ἔσχατον αὐτοῦ βίον ὠμότητος καὶ βαρυθυμίας τὸ περὶ τοὺς ὁμήρους πραχθὲν ἔργον ἐπιδεῖξαι τὴν φύσιν οὐκ οὖσαν ἥμερον, ἀλλʼ ἐπαμπεχομένην λογισμῷ διὰ τὴν ἀνάγκην.
ἐμοὶ δὲ ἀρετὴν μὲν εἰλικρινῆ καὶ κατὰ λόγον συνεστῶσαν οὐκ ἄν ποτε δοκεῖ τύχη τις ἐκστῆσαι πρὸς τοὐναντίον, ἄλλως δὲ προαιρέσεις καὶ φύσεις χρηστὰς ὑπὸ συμφορῶν μεγάλων παρʼ ἀξίαν κακωθείσας οὐκ ἀδύνατον τῷ δαίμονι συμμεταβαλεῖν τὸ ἦθος. ὃ καὶ Σερτώριον οἶμαι παθεῖν ἤδη τῆς τύχης αὐτὸν ἐπιλειπούσης, ἐκτραχυνόμενον ὑπὸ τῶν πραγμάτων γινομένων πονηρῶν πρὸς τοὺς ἀδικοῦντας.
οὐ
μὴν ἀλλὰ τότε γε τῶν Λυσιτανῶν καλούντων ἀπῆρεν ἐκ Λιβύης, καὶ τούτους συνέταττεν εὐθὺς αὐτοκράτωρ στρατηγὸς, καὶ τὴν ἐγγὺς Ἰβηρίαν ὑπήκοον ἐποιεῖτο, τῶν πλείστων
ὁ δὲ δεξάμενος αὐτίκα μὲν ἥσθη μετρίως· χρόνῳ δὲ ποιησάμενος τιθασὸν οὕτω καὶ φιλάνθρωπον ὥστε καὶ καλοῦντος ἀκούειν, καὶ βαδίζοντί ποι παρακολουθεῖν, ὄχλου τε καὶ θορύβου παντὸς ἀνέχεσθαι στρατιωτικοῦ, κατὰ μικρὸν ἐξεθείαζε φάσκων Ἀρτέμιδος δῶρον τὴν ἔλαφον εἶναι, καὶ πολλὰ τῶν ἀδήλων ἐπεφήμιζεν αὐτῷ δηλοῦν, γινώσκων εὐάλωτον εἰς δεισιδαιμονίαν εἶναι φύσει τὸ βαρβαρικόν.
ὁ δὲ καὶ προσετεχνᾶτο τοιάδε· γνοὺς γὰρ ἂν κρύφα τοὺς πολεμίους ἐμβεβληκότας ποι τῆς ὑπʼ αὐτὸν χώρας ἢ πόλιν ἀφιστάντας, προσεποιεῖτο τὴν ἔλαφον αὐτῷ κατὰ τοὺς ὕπνους διειλέχθαι, κελεύουσαν ἐν ἑτοίμῳ τὰς δυνάμεις ἔχειν, αὖθις δὲ νίκην τινὰ τῶν ἑαυτοῦ στρατη·
οὕτως δὲ χειροήθεις ποιησάμενος αὐτούς ἐχρῆτο πρὸς ἅπαντα μετριωτέροις, οὐχ ὑπʼ ἀνδρὸς ἀλλοδαποῦ λογισμῶν, ἀλλʼ ὑπὸ θεοῦ στρατηγεῖσθαι πειθομένοις, ἅμα καὶ τῶν πραγμάτων ἐπιμαρτυρούντων τῷ παρὰ λόγον τὴν δύναμιν αὐξάνεσθαι.
δισχιλίοις γὰρ ἑξακοσίοις οὓς ὠνόμαζε Ῥωμαίους, συμμείκτοις δὲ ἑπτακοσίοις Λιβύων εἰς Λυσιτανίαν αὐτῷ συνδιαβᾶσι πελταστὰς τετρακισχιλίους Λυσιτανῶν καὶ ἱππεῖς ἑπτακοσίους προσλαβὼν ἐπολέμει τέτταρσι Ῥωμαίων στρατηγοῖς, ὑφʼ οἷς ἦσαν πεζῶν μὲν δώδεκα μυριάδες, ἱππεῖς δὲ ἑξακισχίλιοι, τοξόται δὲ καὶ σφενδονῆται δισχίλιοι, πόλεις δὲ ἀναρίθμητοι τὸ πλῆθος, αὐτὸς εἴκοσι τὰς πάσας ἐν ἀρχῇ κεκτημένος.
ἀλλʼ ὅμως ἀσθενὴς οὕτω καὶ μικρὸς ἀρξάμενος οὐ μόνον ἐθνῶν ἐκράτησε μεγάλων καὶ πόλεις εἷλε πολλάς, ἀλλὰ καὶ τῶν ἀντιστρατήγων Κότταν μὲν ἐν τῷ περὶ τὴν Μελλαρίαν πορθμῷ κατεναυμάχησε, Φουφίδιον δὲ τὸν ἄρχοντα τῆς Βαιτικῆς περὶ τὸν Βαῖτιν ἐτρέψατο
2, after Amyot, for the MS. 1 and Bekker, read
καὶ Θώράνιον, ἄλλον ἡγεμόνα τῶν ὑπὸ Μετέλλου πεμφθέντων μετὰ δυνάμεως, ἀνεῖλεν, αὐτόν τε τὸν Μέτελλον,
ἔτι δὲ αὐτὸς μὲν ἤδη πρεσβύτερος ἦν καί τι καί πρὸς ἀνειμένην ἤδη καί τρυφερὰν δίαιταν ἐκ πολλῶν ἀγώνων καί μεγάλων ἐνδεδωκώς, τῷ δὲ Σερτωρίῳ συνειστήκει πνεύματος ἀκμαίου γέμοντι καί κατεσκευασμένον ἔχοντι θαυμασίως τὸ σῶμα ῥώμῃ καί τάχει καί λιτότητι.
μέθης μὲν γὰρ οὐδὲ ῥᾳθυμῶν ἥπτετο, πόνους δὲ μεγάλους καί μακρὰς ὁδοιπορίας καί συνεχεῖς ἀγρυπνίας ὀλίγοις εἴθιστο καί φαύλοις ἀρκούμενος σιτίοις διαφέρειν, πλάνοις δὲ χρώμενος ἀεὶ καί κυνηγεσίοις ὁπότε σχολάζοι, πάσης διεκδύσεως
καί γὰρ ὑδρείας ἀπέκοπτε καί σιτολογίας εἶργε, καί προϊόντι μὲν ἐκποδὼν ἦν, ἐκίνει δὲ ἱδρυνθέντα, πολιορκοῦντι δὲ ἄλλους ἐπιφαινόμενος ἀντεπολιόρκει ταῖς τῶν ἀναγκαίων ἀπορίαις, ὥστε τοὺς στρατιώτας ἀπαγορεύειν, καί τοῦ Σερτωρίου μονομαχῆσαι προκαλουμένου τὸν Μέτελλον, βοᾶν καί κελεύειν μάχεσθαι στρατηγὸν στρατηγῷ καί Ῥωμαῖον Ῥωμαίῳ, ἀναδυόμενον δὲ χλευάζειν.
ὁ δὲ τούτων μὲν, εὖ ποιῶν, κατεγέλα· στρατηγοῦ γὰρ, ὡς ἔφη Θεόφραστος, δεῖ θάνατον ἀποθνῄσκειν τὸν στρατηγόν, οὐ πελταστοῦ τοῦ τυχόντος, ὁρῶν δὲ τοὺς Λαγγοβρίγας οὐ μικρὰ τῷ Σερτωρίῳ συλλαμβανομένους, δίψῃ δὲ ὄντας εὐαλώτους ἓν γὰρ ἦν αὐτοῖς φρέαρ ἐν τῇ πόλει, τῶν δʼ ἐν τοῖς προαστείοις καί παρὰ τὰ τείχη ναμάτων ὁ πολιορκῶν ἐπικρατεῖν ἔμελλεν, ἧκεν ἐπὶ τὴν πόλιν ὡς ἡμέραις δυσὶ συναιρήσων τὴν πολιορκίαν, ὕδατος οὐκ ὄντος. διὸ καί πέντε ἡμερῶν ἐπιφέρεσθαι σιτία μόνον προείρητο τοῖς στρατιώταις.
ὁ
Σερτώριος δʼ ὀξέως βοηθήσας ἐκέλευσε δισχιλίους ἀσκοὺς ὕδατος ἐμπλῆσαι, καθʼ ἕκαστον ἀσκὸν ἀργύριον συχνὸν τάξας. καί πολλῶν μὲν Ἰβήρων, πολλῶν δὲ Μαυρουσίων ὑφισταμένων τὸ ἔργον, ἐπιλεξάμενος ἄνδρας εὐρώστους ἅμα καί
ἐκπύστου δὲ τούτου γενομένου πρὸς τὸν Μέτελλον, ἤχθετο μὲν ἤδη τὰ ἐπιτήδεια τῶν στρατιωτῶν ὑπαναλωκότων, ἐξέπεμψε
ἔκ τε δὴ τούτων θαυμαζόμενος ἠγαπᾶτο παρὰ τοῖς βαρβάροις ὁ Σερτώριος, καὶ ὅτι Ῥωμαϊκοῖς ὁπλισμοῖς καὶ τάξεσι καὶ συνθήμασιν ἀφαιρῶν τὸ μανικὸν καὶ θηριῶδες αὑτῶν τῆς ἀλκῆς ἀντὶ λῃστηρίου μεγάλου στρατὸν ἐποιεῖτο τὴν δύναμιν.
ἔτι δʼ ἀργύρῳ χρώμενος ἀφειδῶς καὶ χρυσῷ κράνη τε κατεκόσμει καὶ θυρεοὺς αὑτῶν διεποίκιλλε, καὶ χλαμύσιν ἀνθιναῖς καὶ χιτῶσι χρῆσθαι διδάσκων καὶ χορηγῶν εἰς ταῦτα καὶ συμφιλοκαλῶν ἐδημαγώγει. μάλιστα δὲ εἷλεν αὐτοὺς τὰ τῶν παίδων, τοὺς γὰρ εὐγενεστάτους ἀπὸ τῶν ἐθνῶν συναγαγὼν εἰς Ὄσκαν, πόλιν μεγάλην, διδασκάλους ἐπιστήσας
οἱ δὲ πατέρες ἥδοντο θαυμαστῶς τοὺς παῖδας ἐν περιπορφύροις ὁρῶντες μάλα κοσμίως φοιτῶντας εἰς τὰ διδασκαλεῖα, καὶ τὸν Σερτώριον ὑπὲρ αὑτῶν μισθοὺς τελοῦντα, καὶ πολλάκις ἀποδείξεις λαμβάνοντα, καὶ γέρα τοῖς ἀξίοις νέμοντα, καὶ τὰ χρυσᾶ περιδέραια δωρούμενον ἃ Ῥωμαῖοι βούλλας καλοῦσιν.
ἔθους δʼ ὄντος Ἰβηρικοῦ τοὺς περὶ τὸν ἄρχοντα τεταγμένους συναποθνῄσκειν αὐτῷ πεσόντι, καὶ τοῦτο τῶν ἐκεῖ βαρβάρων κατάσπεισιν ὀνομαζόντων, τοῖς μὲν ἄλλοις ἡγεμόσιν ὀλίγοι τῶν ὑπασπιστῶν καὶ τῶν ἑταίρων, Σερτωρίῳ δὲ πολλαὶ μυριάδες ἀνθρώπων κατεσπεικότων ἑαυτοὺς ἠκολούθουν.
λέγεται δὲ πρός τινι πόλει τροπῆς γενομένης καὶ τῶν πολεμίων ἐπικειμένων τοὺς Ἴβηρας ἀμελήσαντας αὑτῶν τὸν Σερτώριον σῴζειν καὶ τοῖς ὤμοις ἐπαραμένους ἄλλους πρὸ ἄλλων ἀνακουφίσαι πρὸς τὰ τείχη, γενομένου δʼ ἐν ἀσφαλεῖ τοῦ ἄρχοντος, οὕτω τρέπεσθαι πρὸς φυγὴν ἕκαστον αὑτῶν.
οὐ μόνον δὲ τοῖς Ἴβηρσιν ἦν ποθεινός, ἀλλὰ καὶ τοῖς ἐξ Ἰταλίας στρατευομένοις. Περπέννα γοῦν Οὐέντωνος ἀπὸ τῆς αὐτῆς Σερτωρίῳ στάσεως εἰς Ἰβηρίαν παραγενομένου μετὰ χρημάτων πολλῶν καὶ μεγάλης δυνάμεως, ἰδίᾳ δὲ καθʼ ἑαυτὸν ἐγνωκότος πολεμεῖν πρὸς τὸν Μέτελλον, ἐδυσχέραινον οἱ στρατιῶται, καὶ πολὺς ἦν τοῦ Σερτωρίου λόγος ἐν τῷ στρατοπέδῳ, τὸν Περπένναν ἀνιῶν εὐγενείᾳ καὶ πλούτῳ τετυφωμένον.
οὐ
μὴν ἀλλʼ ἐπεὶ Πομπήϊος ἠγγέλλετο
Σερτώριος δέ, τῶν ἐντὸς Ἴβηρος αὐτῷ ποταμοῦ πάντων ὁμοῦ τι προστιθεμένων, πλήθει μὲν ἦν μέγας· ἐπέρρεον γὰρ ἀεὶ καὶ συνεφέροντο πανταχόθεν πρὸς αὑτόν· ἀταξίᾳ δὲ βαρβαρικῇ καὶ θρασύτητι ταραττόμενος ἐπιχειρεῖν τοῖς πολεμίοις βοώντων καὶ τὴν τριβὴν δυσανασχετούντων ἐπειρᾶτο παραμυθεῖσθαι διὰ λόγων.
ὡς δὲ
ἑώρα χαλεπαίνοντας καὶ βιαζομένους ἀκαίρως, προήκατο καὶ περιεῖδε συμπλεκομένους τοῖς πολεμίοις
βουλόμενος δὲ καὶ τὴν ἀθυμίαν ἀφελεῖν, μεθʼ ἡμέρας ὀλίγας πάνδημον ἐκκλησίαν ἀθροίσας ἵππους εἰσήγαγε δύο, τὸν μὲν ἀσθενῆ τελέως καὶ πρεσβύτερον ἤδη, τὸν δὲ ἕτερον εὐμεγέθη μὲν αὐτὸν καὶ ἰσχυρόν, θαυμαστὴν δὲ πυκνότητι καὶ κάλλει τριχῶν οὐρὰν ἔχοντα, παρειστήκει δὲ τῷ μὲν ἀσθενεῖ μέγας
ἐπεὶ δὲ ὁ μὲν οὐκ ὀλίγα πράγματα μάτην ἑαυτῷ καὶ πολὺν γέλωτα τοῖς θεωμένοις παρασχὼν ἀπεῖπεν, ὁ δὲ ἀσθενὴς ἀκαρεὶ καὶ σὺν οὐδενὶ πόνῳ ψιλὴν τριχῶν ἀπέδειξε τὴν οὐράν, ἀναστὰς ὁ Σερτώριος, ὁρᾶτε,
εἶπεν, ἄνδρες σύμμαχοι, τὴν ἐπιμονὴν ἀνυσιμωτέραν τῆς βίας οὖσαν, καὶ πολλὰ τῶν ἁθρόως ἀλήπτων ἐνδιδόντα τῷ κατὰ μικρόν.
ἄμαχον γὰρ τὸ ἐνδελεχές, ᾧ πᾶσαν ἐπιὼν ὁ χρόνος αἱρεῖ καὶ κατεργάζεται δύναμιν, εὐμενὴς ὢν σύμμαχος τοῖς δεχομένοις λογισμῷ τὸν καιρὸν αὐτοῦ, τοῖς δὲ ἀκαίρως ἐπειγομένοις πολεμιώτατος.
τοιαῦτα μὲν ὁ Σερτώριος ἑκάστοτε πλέκων παραμύθια τοῖς βαρβάροις διεπαιδαγώγει τὸν καιρόν.
οὐδενὸς δὲ ἧττον αὐτοῦ τῶν πολεμικῶν ἔργων ἐθαυμάσθη τὸ περὶ τοὺς λεγομένους Χαρακιτανούς. εἰσὶ δὲ δῆμος ὑπὲρ τόν Ταγώνιον ποταμόν, οὐκ ἄστεσιν οὐδὲ κώμαις ἐνοικοῦντες, ἀλλὰ λόφος ἐστὶν εὐμεγέθης καὶ ὑψηλός ἄντρα καὶ κοιλώματα πετρῶν βλέποντα πρὸς βορέαν περιέχων, ἡ δʼ ὑποκειμένη πᾶσα χώρα πηλὸν ἀργιλώδη καὶ γῆν ὑπὸ χαυνότητος εὔθρυπτον
τῶν οὖν βαρβάρων, ὁσάκις φόβῳ πολέμου καταδύντες εἰς τὰ σπήλαια καὶ τὴν λείαν εἴσω συναγαγόντες ἀτρεμοῖεν, ὄντων ἀλήπτων ὑπὸ βίας, τόν δὲ Σερτώριον τότε διακεκριμένον ἀπὸ τοῦ Μετέλλου καὶ καταστρατοπεδεύσαντα παρὰ τόν λόφον ὑπερφρονούντων ὡς κεκρατημένον, εἴτε ὑπʼ ὀργῆς ἐκεῖνος εἴτε μὴ δοκεῖν φεύγειν βουλόμενος ἅμʼ ἡμέρᾳ προσελάσας κατεσκέπτετο τόν τόπον.
οὐδαμόθεν δὲ
προσβολὴν ἔχοντος, ἄλλως ἀλύων καὶ κεναῖς
χρώμενος ἀπειλαῖς ὁρᾷ τῆς γῆς ἐκείνης κονιορτὸν
ἄνω πολὺν ὑπὸ πνεύματος ἐπʼ αὐτούς φερόμενον.
τέτραπται μὲν γὰρ, ὡς ἔφην, τὰ σπήλαια πρὸς
βορέαν, ὁ δὲ ἀπὸ τῆς ἄρκτου πνέων
ταῦτα δὴ συλλογιζόμενος ὁ Σερτώριος καὶ παρὰ τῶν ἐγχωρίων ἀκούων, ἐκέλευσε τοὺς στρατιώτας τῆς ἀραιᾶς καὶ τεφρώδους γῆς ἐκείνης ἀποσπῶντας καὶ παραφέροντας καταντικρὺ τοῦ λόφου θῖνα ποιεῖν, ἣν οἱ βάρβαροι χώματος ἐπʼ αὐτούς εἶναι κατασκευὴν ὑπονοοῦντες ἐχλεύαζον.
τότε μὲν οὖν ἐργασαμένους τοὺς στρατιώτας ἄχρι
ἡ δʼ ὑπολαμβάνουσα πᾶν τὸ θρυπτόμενον καὶ κινούμενον ἄνω προσέβαλλε τοῖς οἰκήμασι τῶν βαρβάρων, κατὰ θύρας δεχομένοις τόν Καικίαν, οἱ δέ, ἅτε δὴ τῶν σπηλαίων μίαν ἐκείνην ἀναπνοὴν ἐχόντων ᾗ τὸ πνεῦμα προσέπιπτε, ταχὺ μὲν ἀπεσκοτοῦντο τὰς ὄψεις, ταχὺ δʼ ἀνεπίμπλαντο πνιγώδους ἄσθματος, τραχὺν ἀέρα καὶ πολλῇ κόνει συμπεφυρμένον ἕλκοντες.
ὅθεν ἡμέρας δύο μόλις ἀνασχόμενοι τῇ τρίτῃ παρέδωκαν ἑαυτούς, οὐ τοσοῦτον Σερτωρίῳ δυνάμεως ὅσον δόξης προσθέντες, ὡς τὰ διʼ ὃπλων ἀνάλωτα σοφίᾳ κατεργασαμένῳ.
μέχρι μὲν οὖν τοῖς περὶ Μέτελλον ἐπολέμει, τὰ πλεῖστα κατευτυχεῖν ἐδόκει, γήρᾳ καὶ φυσικῇ βραδυτῆτι τοῦ Μετέλλου πρὸς ἄνδρα τολμητὴν καὶ λῃστρικῆς μᾶλλον ἢ στρατιωτικῆς ἡγούμενον δυνάμεως οὐκ ἀναφέροντος· ἐπεὶ δὲ καὶ Πομπηΐῳ τὴν Πυρήνην ὑπερβαλόντι παραστρατοπεδεύσας, καὶ πᾶσαν ἅμα μὲν διδοὺς, ἅμα δὲ λαμβάνων στρατηγικῶν παλαισμάτων πεῖραν, ἀντιτεχνώμενός τε καὶ φυλαττόμενος πλεῖον εἶχε, κομιδῇ διεβοήθη μέχρι Ῥώμης ὡς δεινότατος ὢν
οὐ γάρ τι μικρὸν ἦν τὸ Πομπηΐου κλέος, ἀλλʼ ἤνθει τότε μάλιστα πρὸς δόξαν ἐκ τῶν περὶ Σύλλαν ἀνδραγαθημάτων, ἐφʼ οἷς καὶ Μᾶγνος ὑπʼ αὐτοῦ, τουτέστι Μέγας, ἐπωνομάσθη τιμῶν τε θριαμβικῶν οὔπω γενειῶν ἔτυχεν. ὅθεν καὶ πολλαὶ τῶν ὑπὸ Σερτωρίῳ πόλεων ἀποβλέψασαι πρὸς αὐτὸν ὁρμὴν μεταβολῆς ἔσχον, εἶτα ἐπαύσαντο, τοῦ περὶ Λαύρωνα πάθους παρὰ πᾶσαν ἐλπίδα συμβάντος.
ἐκεῖνος δʼ ἀκούσας ἐγέλασε, καὶ τὸν Σύλλα μαθητὴν οὕτω γὰρ τὸν Πομπήϊον ἐπισκώπτων προσηγόρευεν αὐτὸς ἔφη διδάξειν ὅτι δεῖ τὸν στρατηγὸν κατόπιν μᾶλλον ἢ κατὰ πρόσωπον βλέπειν. ταῦτα δὲ λέγων ἅμα τοῖς πολιορκουμένοις ἐπεδείκνυεν ἑξακισχιλίους ὁπλίτας ὑπʼ αὐτοῦ καταλελειμμένους ἐπὶ τοῦ προτέρου χάρακος, ὅθεν ὁρμηθεὶς κατειλήφει τὸν λόφον, ὅπως ἐπὶ σφᾶς
ὃ δὴ καὶ Πομπήϊος ὀψὲ μάλα συμφρονήσας ἐπιχειρεῖν μὲν οὐκ ἐθάρρει κύκλωσιν δεδοικώς, ἀπολιπεῖν δὲ ᾐσχύνετο κινδυνεύοντας ἀνθρώπους, παρὼν δὲ καὶ καθήμενος ἠναγκάζετο ὁρᾶν ἀπολλυμένους· ἀπέγνωσαν γὰρ αὑτοὺς οἱ βάρβαροι καὶ τῷ Σερτωρίῳ παρέδωκαν.
ὁ δὲ τῶν μὲν σωμάτων ἐφείσατο καὶ πάντας ἀφῆκε, τὴν δὲ πόλιν κατέπρησεν, οὐχ ὑπʼ ὀργῆς οὐδʼ ὠμότητος, ἐλάχιστα γὰρ δοκεῖ θυμῷ χαρίσασθαι τῶν στρατηγῶν οὗτος ἁνήρ, ἀλλʼ ἐπʼ αἰσχύνῃ καὶ κατηφείᾳ τῶν τεθαυμακότων Πομπήϊον, ἵνα ᾖ λόγος ἐν τοῖς βαρβάροις ὅτι παρὼν ἐγγὺς καὶ μονονοὺ θερμαινόμενος τῷ πυρὶ τῶν συμμάχων οὐ προσήμυνεν.
ἧτται μὲν οὖν τῷ Σερτωρίῳ πλείονες
συνέβαινον, αὑτὸν μὲν ἀήττητον ἀεὶ φυλάττοντι
2, after Ukert; Sintenis1, Coraës and Bekker have
ἡ
μὲν οὖν περὶ Σούκρωνι μάχη λέγεται γενέσθαι τοῦ Πομπηΐου κατεπείξαντος, ὡς μὴ μετάσχοι τῆς νίκης Μέτελλος. ὁ δὲ Σερτώριος ἐβούλετο μὲν τῷ Πομπηΐῳ, πρὶν ἐπελθεῖν τὸν Μέτελλον, διαγωνίσασθαι, παραγαγὼν δὲ ἑσπέρας ἤδη συνέβαλεν, οἰόμενος ξένοις οὖσι καὶ ἀπείροις τῶν χωρίων τοῖς πολεμίοις τὸ σκότος ἔσεσθαι καὶ φεύγουσιν ἐμπόδιον
γενομένης δὲ τῆς μάχης ἐν χερσίν ἔτυχε μὲν οὐ πρός Πομπήϊον αὐτός, ἀλλὰ πρός Ἀφράνιον ἐν ἀρχῇ συνεστηκώς ἔχοντα τὸ ἀριστερόν, αὐτὸς ἐπὶ τοῦ δεξιοῦ τεταγμένος, ἀκούσας δὲ τῷ Πομπηΐῳ τοὺς συνεστῶτας ὑποχωρεῖν ἐγκειμένῳ καὶ κρατεῖσθαι, τὸ μὲν δεξιὸν ἐπʼ ἄλλοις ἐποιήσατο στρατηγοῖς, πρός δὲ ἐκεῖνο τὸ νικώμενον αὐτὸς ἐβοηδρόμει.
καὶ τοὺς μὲν ἤδη τρεπομένους τοὺς δὲ ἔτι μένοντας ἐν τάξει συναγαγὼν καὶ ἀναθαρρύνας, ἐξ ὑπαρχῆς ἐνέβαλε τῷ Πομπηΐῳ διώκοντι, καὶ φυγὴν ἐποιήσατο πολλήν, ὅτε καὶ Πομπήϊος ἐγγὺς ἐλθὼν ἀποθανεῖν καὶ τραυματισθείς παραλόγως διέφυγεν. οἱ γὰρ μετὰ Σερτωρίου Λίβυες, ὡς ἔλαβον αὐτοῦ τὸν ἵππον χρυσῷ κεκοσμημένον καὶ φαλάρων ἀνάπλεων πολυτελῶν, ἐν τῷ διανέμεσθαι καὶ διαφέρεσθαι πρός ἀλλήλους προήκαντο τὴν δίωξιν.
Ἀφράνιος δὲ τοὺς ἀνθεστῶτας πρός αὑτὸν ἅμα τῷ Σερτώριον ἀπελθεῖν ἐπὶ θάτερα βοηθοῦντα τρεψάμενος εἰς τὸ στρατόπεδον κατήραξε· καὶ συνεισπεσὼν ἐπόρθει σκότους ἤδη ὄντος, μήτε τὴν Πομπηΐου φυγὴν εἰδώς μήτε τοὺς στρατιώτας τῆς ἁρπαγῆς ἐπισχεῖν δυνάμενος, ἐν τούτῳ δὲ Σερτώριος ἀνέστρεψε τὸ καθʼ αὑτὸν νενικηκώς· καὶ τοῖς Ἀφρανίου διʼ ἀταξίαν ταρασσομένοις ἐπιπεσών πολλοὺς διέφθειρε.
πρωὶ δὲ αὖθις ἐξοπλισθεὶς ἐπὶ μάχην κατέβαινεν, εἶτα Μέτελλον αἰσθόμενος ἐγγὺς εἶναι λύσας τὴν τάξιν ἀνέζευξεν, εἰπών· ἀλλʼ ἔγωγε τὸν παῖδα τοῦτον, εἰ μὴ παρῆν ἡ γραῦς
ἠθύμει δὲ δεινῶς διὰ τὸ μηδαμοῦ φανερὰν τὴν ἔλαφον ἐκείνην εἶναι· μηχανῆς γὰρ ἐπὶ τοὺς βαρβάρους ἐστέρητο θαυμαστῆς, τότε δὴ μάλιστα παραμυθίας δεομένους, εἶτα μέντοι νυκτὸς ἄλλως πλανώμενοί τινες ἐπιτυγχάνουσιν αὐτῇ, καί γνωρίσαντες ἀπὸ τῆς χρόας λαμβάνουσιν.
ἀκούσας δὲ ὁ Σερτώριος ἐκείνοις μὲν ὡμολόγησεν, ἂν μηδενὶ φράσωσι, χρήματα πολλὰ δώσειν, ἀποκρύψας δὲ τὴν ἔλαφον καί διαλιπὼν ὀλίγας ἡμέρας προῄει μάλα φαιδρὸς ἀπʼ ὄψεως ἐπὶ τὸ βῆμα, διηγούμενος τοῖς ἡγεμόσι τῶν βαρβάρων ὡς ἀγαθόν τι μέγα τοῦ θεοῦ προμηνύοντος αὐτῷ κατὰ τοὺς ὕπνους· εἶτα ἀναβὰς ἐπὶ τὸ βῆμα τοῖς ἐντυγχάνουσιν ἐχρημάτιζεν.
ἡ δὲ ἔλαφος ὑπὸ τῶν φυλαττόντων αὐτὴν ἐγγὺς ἀφεθεῖσα καί κατιδοῦσα τὸν Σερτώριον ἐχώρει δρόμῳ περιχαρὴς πρὸς τὸ βῆμα, καί παραστᾶσα τὴν κεφαλὴν ἐπέθηκε ταῖς γόνασιν αὐτοῦ καί τῷ στόματι τῆς δεξιᾶς ἔψαυεν, εἰθισμένη καί πρότερον τοῦτο ποιεῖν. ἀντιφιλοφρονουμένου δὲ τοῦ Σερτωρίου πιθανῶς καί τι καί δακρύσαντος, ἔκπληξις εἶχε τοὺς παρόντας τὸ πρῶτον, εἶτα κρότῳ καί βοῇ τὸν Σερτώριον ὡς δαιμόνιον ἄνδρα καί θεοῖς φίλον οἴκαδε προπέμψαντες ἐν εὐθυμίαις καί χρησταῖς ἐλπίσιν ἦσαν.
ἐν δὲ
τοῖς τῶν Σεγουντίνων πεδίοις εἰς τὰς ἐσχάτας ἀπορίας κατακεκλεικὼς τούς πολεμίους, ἠναγκάσθη συμβαλεῖν αὐτοῖς καταβαίνουσιν
ὁ δὲ παρʼ ἡλικίαν ὑποστὰς καὶ περιφανῶς ἀγωνιζόμενος παίεται δόρατι. τοῦτο τούς μὲν ἰδόντας τῶν Ῥωμαίων, τοὺς δὲ ἀκούσαντας αἰδὼς ἔσχεν ἐγκαταλιπεῖν τὸν ἡγεμόνα, καὶ θυμὸς ἅμα πρὸς τούς πολεμίους παρέστη. προθέμενοι δὲ τούς θυρεοὺς καὶ συνεξενεγκόντες εὐρώστως ἐξωθοῦσι τούς Ἴβηρας·
καὶ γενομένης οὕτω παλιντρόπου τῆς νίκης, ὁ Σερτώριος ἐκείνοις τε φυγὰς ἀδεεῖς μηχανώμενος καὶ τεχνάζων ἑτέραν αὐτῷ δύναμιν συνελθεῖν ἐφʼ ἡσυχίας, εἰς πόλιν ὀρεινὴν καὶ καρτερὰν ἀναφυγὼν ἐφράγνυτο τὰ τείχη καὶ τὰς πύλας ὠχυροῦτο, πάντα μᾶλλον ἢ πολιορκίαν ὑπομένειν διανοούμενος, ἀλλʼ ἐξηπάτα τοὺς πολεμίους·
ἐκείνῳ γὰρ προσκαθεζόμενοι καὶ τὸ χωρίον οὐ χαλεπῶς λήψεσθαι προσδοκῶντες, τούς τε φεύγοντας τῶν βαρβάρων προΐεντο καὶ τῆς ἀθροιζομένης αὖθις τῷ Σερτωρίῳ δυνάμεως ἠμέλησαν. ἠθροίζετο δέ, πέμψαντος ἡγεμόνας ἐπὶ τὰς πόλεις αὐτοῦ, καὶ κελεύοντος ὅταν ἤδη πολλοὺς ἔχωσιν, ἄγγελον ἀποστεῖλαι πρὸς αὐτόν.
ἐπεὶ δὲ ἀπέστειλαν, σὺν οὐδενὶ πόνῳ διεκπαισάμενος τούς πολεμίους συνέμιξε τοῖς ἑαυτοῦ· καὶ πάλιν ἐπῄει πολὺς γεγονώς καὶ περιέκοπτεν αὐτῶν τὴν μὲν ἀπὸ τῆς γῆς εὐπορίαν ἐνέδραις καὶ κυκλώσεσι καὶ τῷ πανταχόσε φοιτᾶν ὀξὺς ἐπιών,
καὶ πολὺς ἦν οὗτος ἐν Ῥώμῃ λόγος, ὡς Πομπηΐου πρότερος εἰς Ἰταλίαν ἀφίξοιτο Σερτώριος· εἰς τοσοῦτον τοὺς πρώτους καὶ δυνατωτάτους τῶν τότε στρατηγῶν ἡ Σερτωρίου δεινότης κατέστησεν.
ἐδήλωσε δὲ καὶ Μέτελλος ἐκπεπληγμένος τὸν ἄνδρα καὶ μέγαν ἡγούμενος, ἐπεκήρυξε γὰρ, εἴ τις αὐτὸν ἀνέλοι Ῥωμαῖος, ἑκατὸν ἀργυρίου τάλαντα δώσειν καὶ πλέθρα δισμύρια γῆς· εἰ δὲ φυγάς, κάθοδον εἰς Ῥώμην, ὡς ἀπογνώσει φανερᾶς ἀμύνης ὠνούμενος τὸν ἄνδρα διὰ προδοσίας.
ἔτι δὲ νικήσας ποτὲ μάχῃ τὸν Σερτώριον οὕτως ἐπήρθη καὶ τὴν εὐτυχίαν ἠγάπησεν ὥστε αὐτοκράτωρ ἀναγορευθῆναι, θυσίαις δʼ αὐτὸν αἱ πόλεις ἐπιφοιτῶντα καὶ βωμοῖς ἐδέχοντο. λέγεται δὲ καὶ στεφάνων ἀναδέσεις προσίεσθαι καὶ δείπνων σοβαρωτέρων ὑποδοχάς, ἐν οἷς ἐσθῆτα θριαμβικὴν ἔχων ἔπινε, καὶ Νῖκαι πεποιημέναι διʼ ὀργάνων ἐπιδρόμων χρύσεα τρόπαια καὶ στεφάνους διαφέρουσαι κατήγοντο, καὶ χοροὶ παίδων καὶ γυναικῶν ἐπινικίους ὕμνους ᾖδον εἰς αὐτόν.
ἐφʼ
οἷς εἰκότως ἦν καταγέλαστος, εἰ δραπέτην
ταμίας τε καὶ στρατηγοὺς ἐξ ἐκείνων ἀποδεικνύναι, καὶ πάντα τοῖς πατρίοις νόμοις τὰ τοιαῦτα κοσμεῖν ἔπειτα τὸ χρώμενον ὅπλοις καὶ χρήμασι καὶ πόλεσι ταῖς Ἰβήρων μηδʼ ἄχρι λόγου τῆς ἄκρας ἐξουσίας ὑφίεσθαι πρὸς αὐτούς, Ῥωμαίους
καὶ γὰρ ἦν ἀνὴρ φιλόπατρις καὶ πολὺν ἔχων ἵμερον τοῦ κατελθεῖν ἀλλὰ δυσπραγῶν μὲν ἠνδραγάθει καὶ ταπεινὸν οὐδὲν ἔπραττε πρὸς τοὺς πολεμίους, ἐν δὲ ταῖς νίκαις διεπέμπετο πρὸς Μέτελλον καὶ πρὸς Πομπήϊον ἕτοιμος ὢν τὰ ὅπλα καταθέσθαι καὶ βιοῦν ἰδιώτης καθόδου τυχών μᾶλλον γὰρ ἐθέλειν ἀσημότατος ἐν Ῥώμῃ πολίτης ἢ φεύγων τὴν ἑαυτοῦ πάντων ὁμοῦ τῶν ἄλλων αὐτοκράτωρ ἀναγορεύεσθαι.
διὸ καὶ πολλοῖς ἔδοξεν ἥμερος ἀνὴρ φύσει γεγονὼς καὶ πρὸς ἡσυχίαν ἔχων ἐπιεικῶς διʼ αἰτίας παρὰ γνώμην ταῖς στρατηγικαῖς ἀρχαῖς χρῆσθαι, καὶ μὴ τυγχάνων ἀδείας, ἀλλὰ συνελαυνόμενος ὑπὸ τῶν ἐχθρῶν εἰς τὰ ὅπλα φρουρὰν ἀναγκαίαν τοῦ σώματος περιβάλλεσθαι τὸν πόλεμον.
ἦν δὲ καὶ τὰ πρὸς Μιθριδάτην αὐτοῦ πολιτεύματα μεγαλοφροσύνης, ἐπεὶ γὰρ ἐκ τοῦ κατὰ Σύλλαν σφάλματος ὁ Μιθριδάτης ὥσπερ εἰς πάλαισμα δεύτερον ἀνιστάμενος αὖθις ἐπεχείρησε τῇ Ἀσίᾳ, μέγα δὲ ἤδη τὸ Σερτωρίου κλέος ἐφοίτα πανταχόσε καὶ τῶν περὶ αὐτοῦ λόγων ὥσπερ φορτίων ξενικῶν οἱ πλέοντες ἀπὸ τῆς ἑσπέρας ἀναπεπλήκεσαν τὸν Πόντον,
ὥρμητο διαπρεσβεύεσθαι πρὸς αὐτόν, ἐπηρμένος μάλιστα ταῖς τῶν κολάκων ἀλαζονείαις, οἳ τὸν μὲν Σερτώριον Ἀννίβᾳ, τὸν δὲ Μιθριδάτην Πύρρῳ παρεικάζοντες οὐκ ἂν ἔφασαν Ῥωμαίους πρὸς τηλικαύτας ὁμοῦ φύσεις τε καὶ δυνάμεις ἐπιχειρουμένους διχόθεν ἀντισχεῖν, τοῦ δεινοτάτου στρατηγοῦ τῷ μεγίστῳ τῶν βασιλέων προσγενομένου.
πέμπει δὴ πρέσβεις ὁ Μιθριδάτης εἰς Ἰβηρίαν
ἀθροίσαντος δὲ Σερτωρίου βουλήν, ἣν σύγκλητον ὠνόμαζε, καὶ τῶν ἄλλων δέχεσθαι τὰς προκλήσεις καὶ ἀγαπᾶν κελευόντων ὄνομα γὰρ καὶ γράμμα κενὸν αἰτουμένους περὶ τῶν οὐκ ὄντων ἐπʼ αὐτοῖς, ἀντὶ τούτων λαμβάνειν ὧν μάλιστα δεόμενοι τυγχάνουσιν, οὐκ ἠνέσχετο ὁ Σερτώριος, ἀλλὰ Βιθυνίαν μὲν ἔφη καὶ Καππαδοκίαν λαμβάνοντι Μιθριδάτῃ μὴ φθονεῖν, ἔθνη βασιλευόμενα καὶ μηδὲν προσήκοντα Ῥωμαίοις,
ἣν δὲ τῷ δικαιοτάτῳ τρόπῳ Ῥωμαίων κεκτημένων ἐπαρχίαν ἀφελόμενος καὶ κατασχών πολεμῶν μὲν ἐξέπεσεν ὑπὸ Φιμβρίου, σπενδόμενος δὲ πρὸς Σύλλαν ἀφῆκε, ταύτην οὐκ ἔφη περιόψεσθαι πάλιν ὑπʼ ἐκείνῳ γενομένην δεῖν γὰρ αὔξεσθαι τὴν πόλιν ὑπʼ αὐτοῦ κρατοῦντος, οὐκ ἐλαττώσει τῶν ἐκείνης κρατεῖν αὐτόν γενναίῳ γὰρ ἀνδρὶ μετὰ τοῦ καλοῦ νικᾶν αἱρετόν, αἰσχρῶς δὲ οὐδὲ σῴζεσθαι.
ταῦτα
ἀπαγγελθέντα Μιθριδάτης διὰ
τί δῆτα προστάξει Σερτώριος ἐν Παλατίῳ καθεζόμενος, εἰ νῦν εἰς τὴν Ἀτλαντικὴν ἐξεωσμένος θάλασσαν ὅρους ἡμῶν τῇ βασιλείᾳ τίθησι καὶ πειρωμένοις Ἀσίας ἀπειλεῖ πόλεμον;
οὐ μὴν ἀλλὰ γίνονταί γε συνθῆκαι καὶ ὅρκοι, Καππαδοκίαν καὶ Βιθυνίαν ἔχειν Μιθριδάτην· Σερτωρίου στρατηγὸν αὐτῷ καὶ στρατιώτας πέμποντος, Σερτώριον δὲ παρὰ Μιθριδάτου λαβεῖν τρισχίλια τάλαντα καὶ τεσσαράκοντα ναῦς.
πέμπεται δὲ καὶ στρατηγὸς εἰς Ἀσίαν ὑπὸ Σερτωρίου τῶν ἀπὸ βουλῆς πεφευγότων πρὸς αὐτὸν Μᾶρκος Μάριος, ᾧ συνεξελών τινας πόλεις τῶν Ἀσιάδων ὁ Μιθριδάτης εἰσελαύνοντι μετὰ ῥάβδων καὶ πελέκεων αὐτὸς εἵπετο δευτέραν τάξιν καὶ σχῆμα θεραπεύοντος ἑκουσίως ἀνειληφώς.
ὁ δὲ τὰς μὲν ἠλευθέρου, ταῖς δὲ ἀτέλειαν γράφων χάριτι Σερτωρίου κατήγγελεν, ὥστε τὴν Ἀσίαν αὖθις ἐνοχλουμένην μὲν ὑπὸ τῶν τελωνῶν, βαρυνομένην δὲ ταῖς πλεονεξίαις καὶ ὑπερηφανίαις τῶν ἐπισκήνων, ἀναπτοηθῆναι πρὸς τὴν ἐλπίδα καὶ ποθεῖν τὴν προσδοκωμένην μεταβολὴν τῆς ἡγεμονίας.
ἐν δʼ Ἰβηρίᾳ τῶν περὶ Σερτώριον συγκλητικῶν καὶ ἰσοτίμων, ὡς πρῶτον εἰς ἀντίπαλον ἐλπίδα κατέστησαν, ἐπανέντος τοῦ φόβου, φθόνος ἥπτετο καὶ ζῆλος ἀνόητος τῆς ἐκείνου δυνάμεως, ἐνῆγε δὲ Περπέννας διʼ εὐγένειαν ἐπαιρόμενος φρονήματι κενῷ πρὸς τὴν ἡγεμονίαν, καὶ λόγους μοχθηροὺς διεδίδου κρύφα τοῖς ἐπιτηδείοις·
τίς
ἄρα πονηρὸς ἡμᾶς ὑπολαβὼν ἐκ κακῶν εἰς χείρονα φέρει δαίμων, οἳ Σύλλᾳ μὲν ὁμοῦ τι συμπάσης ἄρχοντι γῆς καὶ θαλάττης ποιεῖν τὸ προσταττόμενον οὐκ ἠξιοῦμεν οἴκοι μένοντες, δεῦρο δὲ φθαρέντες ὡς ἐλεύθεροι βιωσόμενοι
τοιούτων ἀναπιμπλάμενοι λόγων οἱ πολλοὶ φανερῶς μὲν οὐκ ἀφίσταντο, δεδοικότες αὐτοῦ τὴν δύναμιν, κρύφα δὲ τάς τε πράξεις ἐλυμαίνοντο, καὶ τοὺς βαρβάρους ἐκάκουν κολάζοντες πικρῶς καὶ δασμολογοῦντες, ὡς Σερτωρίου κελεύοντος. ἐξ ὧν ἀποστάσεις ἐγίνοντο καὶ ταραχαὶ περὶ τάς πόλεις.
οἱ δὲ πεμπόμενοι ταῦτα θεραπεύειν καὶ ἀποπραΰνειν ἐπανήρχοντο πλείονας ἐξειργασμένοι πολέμους καὶ τάς ὑπαρχούσας ηὐξηκότες ἀπειθείας, ὥστε τὸν Σερτώριον ἐκ τῆς προτέρας ἐπιεικείας καὶ πρᾳότητος μεταβαλόντα περὶ τοὺς ἐν Ὄσκῃ τρεφομένους παρανομῆσαι παῖδας τῶν Ἰβήρων, τοὺς μὲν ἀνελόντα, τοὺς δὲ ἀποδόμενον.
ὁ δʼ οὖν Περπέννας πλείονας ἐνωμότους ἔχων πρὸς τὴν ἐπίθεσιν προσάγεται καί Μάλλιον, ἕνα τῶν ἐφʼ ἡγεμονίας, οὗτος ἐρῶν τινος τῶν ἐν ὥρᾳ μειρακίου καί φιλοφρονούμενος πρὸς αὐτό φράζει τὴν ἐπιβουλήν, κελεύων ἀμελήσαντα τῶν ἄλλων ἐραστῶν αὐτῷ μόνῳ προσέχειν ὡς ἐντὸς ἡμερῶν ὀλίγων μεγάλῳ γενησομένῳ. τὸ δὲ μειράκιον ἑτέρῳ τινὶ τῶν ἐραστῶν Αὐφιδίῳ μᾶλλον προσπεπονθὸς ἐκφέρει τὸν λόγον.
ἀκούσας δὲ ὁ Αὐφίδιος ἐξεπλάγη· καί γὰρ αὐτὸς μετεῖχε τῆς ἐπὶ Σερτώριον συνωμοσίας, οὐ μέντοι τὸν Μάλλιον ἐγίνωσκε μετέχοντα, Περπένναν δὲ καί Γραικῖνον καί τινας ἄλλους, ὧν αὐτὸς ᾔδει
οἱ δὲ
ἐπείθοντο, καί παρασκευάσαντες ἄνθρωπον γράμματα κομίζοντα τῷ Σερτωρίῳ προσήγαγον. ἐδήλου
ὁ δὲ
εἴτε δυσχεραίνων τὴν ἀκοσμίαν, εἴτε τὴν διάνοιαν αὐτῶν τῇ θρασύτητι τῆς λαλιᾶς καί τῇ παρὰ τὸ εἰωθὸς ὀλιγωρίᾳ συμφρονήσας, μετέβαλε τὸ σχῆμα τῆς κχισίας, ὕπτιον ἀνεὶς ἑαυτὸν, ὡς οὔτε προσέχων οὔτε κατακούων. ἐπεὶ δὲ ὁ Περπέννας φιάλην τινὰ λαβὼν ἀκράτου μεταξὺ πίνων ἀφῆκεν ἐκ τῶν χειρῶν καί ψόφον ἐποίησεν, ὅπερ ἦν αὐτοῖς
ἀναστρέψαντος δὲ πρὸς τὴν πληγὴν ἐκείνου καί συνεξανισταμένου, περιπεσὼν εἰς τὸ στῆθος κατέλαβε τὰς χεῖρας ἀμφοτέρας, ὥστε μηδὲ ἀμυνόμενον πολλῶν παιόντων ἀποθανεῖν.
οἱ μὲν οὖν πλεῖστοι τῶν Ἰβήρων εὐθὺς ᾤχοντο καὶ παρέδωκαν ἑαυτοὺς ἐπιπρεσβευσάμενοι τοῖς περὶ Πομπήϊον καὶ Μέτελλον τοὺς δὲ συμμείναντας ὁ Περπέννας ἀναλαβὼν ἐπεχείρει τι πράττειν. χρησάμενος δὲ ταῖς Σερτωρίου παρασκευαῖς ὅσον ἐνασχημονῆσαι καὶ φανερὸς γενέσθαι μήτε ἄρχειν μήτε ἄρχεσθαι πεφυκώς, Πομπηΐῳ συνέβαλε·
καὶ ταχὺ συντριβεὶς ὑπʼ αὐτοῦ καὶ γενόμενος αἰχμάλωτος οὐδὲ τὴν ἐσχάτην ὑπέμεινε συμφορὰν ἡγεμονικῶς, ἀλλὰ τῶν Σερτωρίου γραμμάτων κύριος γεγονώς ὑπισχνεῖτο Πομπηΐῳ δείξειν ὑπατικῶν ἀνδρῶν καὶ μέγιστον ἐν Ῥώμῃ δυναμένων αὐτογράφους ἐπιστολάς, καλούντων Σερτώριον εἰς Ἰταλίαν, ὡς πολλῶν ποθούντων τὰ παρόντα κινῆσαι καὶ μεταβαλεῖν τὴν πολιτείαν.
ἔργον οὖν ὁ Πομπήϊος οὐ νέας φρενός, ἀλλʼ εὖ μάλα βεβηκυίας καὶ κατηρτυμένης ἐργασάμενος μεγάλων ἀπήλλαξε τὴν Ῥώμην φόβων καὶ νεωτερισμῶν, τὰς μὲν γὰρ ἐπιστολὰς ἐκείνας καὶ τὰ γράμματα τοῦ Σερτωρίου συναγαγὼν ἅπαντα κατέκαυσεν οὔτε αὐτὸς ἀναγνοὺς