Ἀθήναιος μὲν ὁ τῆς βίβλου πατήρ· ποιεῖται δὲ τὸν λόγον πρὸς Τιμοκράτην
Δειπνοσοφιστὴς δὲ ταύτῃ τὸ ὄνομα. ὑπόκειται δὲ τῷ λόγῳ Λαρήνσιος
Ῥωμαῖος, ἀνὴρ τῇ τύχῃ περιφανής, τοὺς κατὰ πᾶσαν παιδείαν ἐμπειροτάτους ἐν τοῖς αὑτοῦ δαιτυμόνας ποιούμενος· ἐν οἷς οὐκ ἔσθ’ οὗτινος τῶν καλλίστων οὐκ ἐμνημόνευσεν. ἰχθῦς τε γὰρ τῇ
βίβλῳ ἐνέθετο καὶ τὰς τούτων χρείας καὶ τὰς τῶν ὀνομάτων ἀναπτύξεις, καὶ λαχάνων γένη παντοῖα.
καὶ ζῴων παντοδαπῶν, καὶ ἄνδρας ἱστορίας συγγεγραφότας καὶ ποιητὰς καὶ φιλοσόφους, καὶ ὄργανα μουσικὰ καὶ σκωμμάτων εἴδη μυρία· καὶ ἐκπωμάτων διαφορὰς καὶ πλούτους βασιλέων διηγήσατο, καὶ νηῶν μεγέθη, καὶ ὅσα ἄλλα οὐδ’ ἂν εὐχερῶς ἀπομνημονεύσαιμι, ἢ ἐπιλίποι ἂν με ἡ ἡμέρα κατ’ εἶδος διεξερχόμενον. καί ἐστιν ἡ τοῦ λόγου οἰκονομία μίμημα τῆς τοῦ δείπνου πολυτελείας, καὶ ἡ τῆς βίβλου διασκευὴ τῆς ἐν τῷ δείπνῳ
παρασκευῆς. τοιοῦτον ὁ θαυμαστὸς οὗτος τοῦ λόγου οἰκονόμος Ἀθήναιος ἥδιστον λογόδειπνον εἰσηγεῖται κρείττων τε αὐτὸς ἑαυτοῦ γινόμενος, ὥσπερ οἱ Ἀθήνησι ῥήτορες, ὑπὸ τῆς ἐν τῷ λέγειν
θερμότητος πρὸς τὰ ἑπόμενα τῆς βίβλου βαθμηδὸν ὑπεράλλεται.
οἱ δ’ ἐν τῷ δείπνῳ δῆθεν ἐπιδημήσαντες δειπνοσοφισταὶ ἦσαν Μανσούριος, νόμων ἐξηγητὴς καὶ πάσης παιδείας οὐ παρέργως ἐπιμέλειαν ποιούμενος, μόνος ποιητής, ἀνὴρ καὶ κατὰ τὴν ἄλλην παιδείαν οὐδενὸς δεύτερος καὶ τὴν ἐγκύκλιον οὐ παρέργως ἐζηλωκώς· ἕκαστον γὰρ ὧν ἐπεδείκνυτο
ὡς μόνον τοῦτο ἠσκηκὼς ἐφαίνετο, τοιαύτῃ
πολυμαθείᾳ ἐκ παίδων συνετράφη· ἰάμβων δὲ ἦν αποιητὴς οὐδενὸς δεύτερος φησί, τῶν μετ’ Ἀρχίλοχον ποιητῶν. παρῆν δὲ καὶ Πλούταρχος καὶ
Λεωνίδης ὁ Ἠλεῖος καὶ Αἰμιλιανὸς ὁ Μαυρούσιος καὶ Ζωίλος, γραμματικῶν οἱ χαριέστατοι. φιλοσόφων
δὲ παρῆσαν Ποντιανὸς καὶ Δημόκριτος οἱ Νικομηδεῖς, πολυμαθείᾳ πάντας ὑπερηκοντικότες,
Φιλάδελφός τε ὁ Πτολεμαεύς, ἀνὴρ οὐ μόνον ἐν φιλοσόφῳ θεωρίᾳ τεθραμμένος, ἀλλὰ καὶ κατὰ τὸν ἄλλον βίον ἐξητασμένος. τῶν δὲ κυνικῶν εἷς ἦν ὃν Κύνουλκον καλεῖ ᾧ οὐ μόνον δύο κύνες ἀργοὶ
εἵποντο,
ὡς τῷ Τηλεμάχῳ ἐκκλησιάζοντι, ἀλλὰ τῶν Ἀκταίωνος πολὺ πλείονες. ῥητόρων τε ἦν ἄγυρις τῶν κυνικῶν κατ’ οὐδὲν ἀπολειπομένη· ὧν κατέτρεχε μετὰ καὶ τῶν ἄλλων ὅσοι τι ἐφθέγγοντο Οὐλπιανὸς ὁ Τύριος, ὃς διὰ τὰς συνεχεῖς ζητήσεις,
ἃς ἀνὰ πᾶσαν ὥραν ποιεῖται ἐν ταῖς ἀγυιαῖς,
περιπάτοις, βιβλιοπωλείοις, βαλανείοις ἔσχεν ὄνομα τοῦ κυρίου διασημότερον Κειτούκειτος. οὗτος ὁ ἀνὴρ νόμον εἶχεν ἴδιον μηδενὸς ἀποτρώγειν πρὶν εἰπεῖν κεῖται ἢ οὐ κεῖται;
οἷον εἰ κεῖται ὥρα ἐπὶ τοῦ τῆς ἡμέρας μορίου, εἰ ὁ μέθυσος ἐπὶ ἀνδρός, εἰ ἡ μήτρα κεῖται ἐπὶ τοῦ ἐδωδίμου βρώματος, εἰ σύαγρος κεῖται τὸ σύνθετον ἐπὶ τοῦ συός. ἰατρῶν δὲ παρῆσαν Δάφνος
Ἐφέσιος, ἱερὸς τὴν τέχνην καὶ κατὰ τὰ ἤθη, τῶν Ἀκαδημαικῶν λόγων οὐ παρέργως ἁπτόμενος,, Γαληνός τε ὁ
Περγαμηνός, ὃς τοσαῦτ’ ἐκδέδωκε συγγράμματα φιλόσοφὰ τε καὶ ἰατρικὰ ὡς πάντας ὑπερβαλεῖν
τοὺς πρὸ αὐτοῦ, καὶ κατὰ τὴν ἑρμηνείαν οὐδενὸς ὢν τῶν ἀρχαίων ἀδυνατώτερος, Ῥουφῖνός τε ὁ Νικαεύς. μουσικὸς δὲ παρῆν Ἀλκείδης ὁ Ἀλεξανδρεύς, καί. ἦν ὁ κατάλογος οὗτος στρατιωτικός, φησί, μᾶλλον ἢ συμποτικός.
δραματουργεῖ δὲ τὸν διάλογον ὁ Ἀθήναιος ζήλῳ
Πλατωνικῷ· οὕτως
γοῦν ἄρχεται·
αὐτός, ὦ Ἀθήναιε, μετειληφὼς τῆς καλῆς ἐκείνης συνουσίας τῶν νῦν ἐπικληθέντων δειπνοσοφιστῶν, ἥτις ἀνὰ τὴν πόλιν πολυθρύλητος ἐγένετο, ἢ παρ’ ἄλλου μαθὼν τοῖς ἑταίροις. διεξῄεις,
αὐτός, ὦ Τιμόκρατες, μετασχών.
ἆρ’ οὖν ἐθελήσεις καὶ ἡμῖν τῶν καλῶν ἐπικυλικίων λόγων μεταδοῦναι
τρὶς δὲ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον,
ὣς πού φησιν ὁ Κυρηναῖος ποιητήσ—ἢ παρ’ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ.
εἶτα εἰσβάλλει μετ’ ὀλίγον εἰς τὸν τοῦ Λαρηνσίου ἔπαινον καὶ λέγει· ὃς ὑπὸ φιλοτιμίας πολλοὺς τῶν ἀπὸ παιδείας συναθροίζων οὐ μόνον τοῖς ἄλλοις ἀλλὰ καὶ λόγοις εἱστία, τὰ μὲν προβάλλων τῶν ἀξίων ζητήσεως, τὰ δὲ ἀνευρίσκων, οὐκ ἀβασανίστως οὐδ’ ἐκ τοῦ παρατυχόντος τὰς ζητήσεις ποιούμενος, ἀλλ’ ὡς ἔνι μάλιστα μετὰ κριτικῆς τινος καὶ Σωκρατικῆς ἐπιστήμης, ὡς πάντας
θαυμάζειν τῶν ζητήσεων τὴν τήρησιν. λέγει δὲ αὐτὸν καὶ καθεσταμένον ἐπὶ τῶν ἱερῶν εἶναι καὶ θυσιῶν ὑπὸ τοῦ πάντα ἀρίστου βασιλέως Μάρκου καὶ μὴ ἔλαττον τῶν πατρίων τὰ τῶν Ἑλλήνων μεταχειρίζεσθαι. καλεῖ δὲ αὐτὸν καὶ
Ἀστεροπαῖόν τινα ἐπ’ ἴσης ἀμφοτέρων τῶν φωνῶν προιστάμενον. λέγει δὲ αὐτὸν καὶ ἔμπειρον εἶναι ἱερουργιῶν τῶν νομισθεισῶν ὑπό τε τοῦ τῆς πόλεως ἐπωνύμου Ῥωμύλου καὶ Πομπιλίου
Νουμᾶ καὶ ἐπιστήμονα νόμων πολιτικῶν. πάντα δὲ ταῦτα
μόνον ἐξευρεῖν ἐκ παλαιῶν ψηφισμάτων καὶ δογμάτων
τηρήσεως, ἔτι δὲ νόμων συναγωγῆς οὐκέτι διδάσκουσιν, ὡς τὰ Πινδάρου ὁ κωμῳδιοποιὸς Εὔπολίς φησιν, ἤδη κατασεσιγασμένων
ὑπὸ τῆς τῶν πολλῶν ἀφιλοκαλίας. ἦν δέ, φησί, καὶ βιβλίων κτῆσις αὐτῷ ἀρχαίων Ἑλληνικῶν τοσαύτη ὡς ὑπερβάλλειν πάντας τοὺς ἐπὶ συναγωγῇ τεθαυμασμένους, Πολυκράτην τε τὸν Σάμιον καὶ Πεισίστρατον τὸν Ἀθηναίων τυραννήσαντα Εὐκλείδην τε τὸν καὶ αὐτὸν Ἀθηναῖον καὶ Νικοκράτην τὸν Κύπριον ἔτι τε τοὺς Περγάμου βασιλέας Εὐριπίδην τε τὸν ποιητὴν Ἀριστοτέλην τε τὸν φιλόσοφον καὶ Θεόφραστον καὶ τὸν τὰ τούτων
διατηρήσαντα βιβλία Νηλέα· παρ’ οὗ πάντα φησί,
πριάμενος ὁ ἡμεδαπὸς βασιλεὺς Πτολεμαῖος, Φιλάδελφος δὲ ἐπίκλην, μετὰ τῶν Ἀθήνηθεν καὶ τῶν ἀπὸ Ῥόδου εἰς τὴν καλὴν Ἀλεξάνδρειαν μετήγαγε.
διόπερ ἐκεῖνα τῶν Ἀντιφάνους ἐρεῖ τις εἰς αὐτόν·
ἀεὶ δὲ πρὸς Μούσαισι καὶ λόγοις πάρει
,
ὅπου τι σοφίας ἔργον ἐξετάζεται.
ἀγλαίζεται δὲ καὶ
μουσικᾶς ἐν ἀώτῳ
οἷα παίζομεν φίλαν
ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν,
κατὰ τὸν Θηβαῖον μελοποιόν. καὶ ἐπὶ τὰς ἑστιάσεις δὲ παρακαλῶν πατρίδα, φησί, τὴν Ῥώμην πᾶσιν ἀποφαίνει. τίς γὰρ τὰ οἴκοι ποθεῖ τούτῳ
ξυνὼν ἀναπεπταμένην ἔχοντι τοῖς φίλοις τὴν οἰκίαν;
κατὰ γὰρ τὸν κωμῳδιοποιὸν Ἀπολλόδωρον·
εἰς οἰκίαν ὅταν τις εἰσίῃ φίλου
ἔστιν θεωρεῖν Νικοφῶν, τὴν τοῦ φίλου εὔνοιαν
εὐθὺς εἰσιόντα τὰς θύρας.
ὁ θυρωρὸς ἱλαρὸς πρῶτόν ἐστιν, ἡ κύων
ἔσηνε καὶ προσῆλθ᾽
, ὑπαντήσας δέ τις
δίφρον εὐθέως ἔθηκε, κἂν μηδεὶς λέγῃ
μηδέν.
τοιούτους ἔδει καὶ τοὺς λοιποὺς εἶναι πλουσίους,
ὡς τοῖς γε μὴ τοῦτο ποιοῦσιν ἐρεῖ τις τί μικρολόγος
εἶ,
πλεῖαί τοι οἴνου κλισίαι· δαίνυ δαῖτα γέρουσι θάλειαν· ἔοικέ τοι.
τοιοῦτος ἦν τῇ μεγαλοψυχίᾳ ὁ μέγας Ἀλέξανδρος. Κόνων δὲ τῇ περὶ Κνίδον ναυμαχίᾳ νικήσας Λακεδαιμονίους καὶ τειχίσας τὸν Πειραιᾶ ἑκατόμβην τῷ ὄντι θύσας καὶ
οὐ ψευδωνύμως, πάντας Ἀθηναίους
εἱστίασεν. Ἀλκιβιάδης δὲ
Ὀλύμπια νικήσας ἅρματι πρῶτος καὶ δεύτερος καὶ τέταρτος, εἰς ἃς νίκας καὶ Εὐριπίδης ἔγραψεν ἐπινίκιον, θύσας Ὀλυμπίῳ
Διὶ τὴν πανήγυριν πᾶσαν εἱστίασε. τὸ αὐτὸ ἐποίησε
καὶ Λεώφρων
Ὀλυμπίασιν, ἐπινίκιον γράψαντος τοῦ Κείου
Σιμωνίδου. Ἐμπεδοκλῆς δ’ ὁ Ἀκραγαντῖνος ἵπποις Ὀλύμπια νικήσας, Πυθαγορικὸς ὢν καὶ ἐμψύχων ἀπεχόμενος, ἐκ σμύρνης καὶ λιβανωτοῦ καὶ τῶν πολυτελεστάτων ἀρωμάτων βοῦν ἀναπλάσας διένειμε τοῖς εἰς τὴν
πανήγυριν ἀπαντήσασιν. ὁ δὲ Χῖος
Ἴων τραγῳδίαν νικήσας Ἀθήνησιν ἑκάστῳ τῶν Ἀθηναίων ἔδωκε Χίου κεράμιον.
τοῦ γάρ τις ἄλλου πρὸς θεῶν ἂν οὕνεκα
εὔξαιτο πλουτεῖν εὐπορεῖν τε χρημάτων τοῦ
δύνασθαι παραβοηθεῖν τοῖς φίλοις
σπείρειν τε καρπὸν Χάριτος, ἡδίστης θεῶν τοῦ
μὲν πιεῖν γὰρ καὶ φαγεῖν τὰς ἡδονὰς
ἔχομεν ὁμοίας· οὐδὲ τοῖς λαμπροῖσι
γὰρ δείπνοις τὸ πεινῆν παύεται,
Ἀντιφάνης φησίν.
ὅτι Ξενοκράτης ὁ Χαλκηδόνιος καὶ Σπεύσιππος ὁ Ἀκαδημαικὸς καὶ Ἀριστοτέλης βασιλικοὺς νόμους ἔγραψε.
ἀλλὰ μὴν καὶ ὁ Ἀκραγαντῖνος
Τελλίας, φιλόξενος ὢν καὶ πάντας πολυωρῶν, πεντακοσίοις ἱππεῦσιν ἐκ Γέλας ποτὲ καταλύσασιν ὡς αὐτὸν χειμῶνος ὥρᾳ ἔδωκεν ἑκάστῳ χιτῶνα καὶ ἱμάτιον.
ὁ τρεχέδειπνος, φησί, σοφιστής
.
Κλέαρχός φησι Χάρμον τὸν Συρακούσιον εὐτρεπίσθαι στιχίδια καὶ παροιμίας εἰς ἕκαστον τῶν ἐν τοῖς δείπνοις παρατιθεμένων εἰς μὲν τὸν ἰχθὺν
ἥκω λιπὼν Αἰγαῖον ἁλμυρὸν βάθος,
εἰς δὲ τοὺς κήρυκας·
χαίρετε, κήρυκες, Διὸς ἄγγελοι
εἰς δὲ τὴν χορδὴν
ἑλικτὰ κοὐδὲν ὑγιές,
εἰς δὲ τὴν ὠνθυλευμένην τευθίδα·
σοφή, σοφὴ σύ,
εἰς δὲ τὸ ἐν τοῖς ἑψητοῖς ὡραῖον
οὐκ ἀπ’ ἐμοῦ σκεδάσεις ὄχλον;
εἰς δὲ τὴν ἀποδεδαρμένην ἔγχελυν·
οὐ προκαλυπτομένα βοστρυχώδεα.
τοιούτους πολλούς φησι τῷ Λαρηνσίου παρεῖναι δείπνῳ, ὥσπερ συμβολὰς κομίζοντας τὰ ἀπὸ τῶν στρωματοδέσμων γράμματα. φησὶ δὲ καὶ ὅτι ὁ
Χάρμος εἰς ἕκαστον τῶν παρατιθεμένων ἔχων τι πρόχειρον, ὡς προείρηται, ἐδόκει τοῖς Μεσσηνίοις πεπαιδευμένος εἶναι ὡς καὶ Καλλιφάνης ὁ τοῦ Παραβρύκοντος κληθεὶς ἀρχὰς ποιημάτων πολλῶν καὶ λόγων ἐκγραψάμενος ἀνειλήφει μέχρι τριῶν καὶ τεσσάρων στίχων, πολυμαθείας δόξαν προσποιούμενος.
πολλοὶ δὲ καὶ ἄλλοι διὰ στόματος εἶχον τὰς ἐν τῷ Σικελικῷ μυραίνας, τὰς πλωτὰς ἐγχέλεις, τῶν
Παχυνικῶν θύννων τὰς ἠτριαίας τοὺς ἐν Μήλῳ ἐρίφους, τοὺς ἐν Σκιάθῳ κεστρέας· καὶ τῶν
ἀδόξων δὲ τὰς Πελωρίδας κόγχας τὰς ἐκ Λιπάρας μαινίδας, τὴν Μαντινικὴν γογγυλίδα, τὰς ἐκ Θηβῶν βουνιάδας καὶ τὰ παρ’ Ἀσκραίοις τεῦτλα. Κλεάνθης δὲ ὁ Ταραντῖνος, ὥς φησι Κλέαρχος, πάντα παρὰ τοὺς πότους ἔμμετρα ἔλεγε, καὶ
Πάμφιλος δὲ ὁ Σικελός, ὡς ταῦτα· ἔγχει πιεῖν μοι καὶ τὸ πέρδικος σκέλος.
ἀμίδα δότω τις ἢ πλακοῦντά τις δότω.
τὸν βίον, φησίν, εὐσταθεῖς, οὐκ ἐγχειρογάστορες.
γυργάθους ψηφισμάτων φέροντες,
Ἀριστοφάνης
φησίν.
ὅτι Ἀρχέστρατος ὁ Συρακούσιος ἢ Γελῷος ἐν τῇ ὡς Χρύσιππος ἐπιγράφει Γαστρονομίᾳ, ὡς δὲ Λυγκεὺς καὶ Καλλίμαχος
Ἡδυπαθείᾳ, ὡς δὲ Κλέαρχος
Δειπνολογίᾳ, ὡς δὲ ἄλλοι Ὅψοποιίᾳ— ἐπικὸν δὲ τὸ ποίημα, οὗ ἡ ἀρχὴ
ἱστορίης ἐπίδειγμα ποιούμενος, Ἑλλάδι πάσῃ φησί·
πρὸς δὲ μιᾷ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ.
ἔστωσαν δὲ ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες ἢ
τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη μισθοφόρων
ἁρπαξιβίων σκηνὴ στρατιωτῶν.
ἀγνοεῖ δ’ ὅτι οἱ ἐν τῷ Πλάτωνος συσσιτίῳ ὀκτὼ
καί, εἴκοσι ἦσαν.
οὗτοι δὲ πρὸς τὰ δεῖπνα τῶν ἐν τῇ πόλει ἀφορῶσιν
ἀεὶ καὶ πέτονται δεξιῶς ἐπὶ ταῦτ’ ἄκλητοι,
Ἀντιφάνης φησί, καὶ ἐπάγει·
οὓς ἔδει
τὸν δῆμον ἐκ κοινοῦ τρέφειν, ἀεί θ’ ὅπερ
Ὀλυμπίασί φασι ταῖς μυίαις ποιεῖν,
βοῦν τοῖς ἀκλήτοις προκατακόπτειν πανταχοῦ.
τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
φησὶν ὁ Συρακούσιος ποιητής· οὐχ ἅμα μὲν οὖν
πάντα παρασκευάζεσθαι δυνατόν, λέγεσθαι δὲ ῥᾴδιον.
ὅτι δείπνων ἀναγραφὰς πεποίηνται ἄλλοι τε καὶ Τιμαχίδας ὁ Ῥόδιος δι’ ἐπῶν ἐν ἕνδεκα βιβλίοις
ἢ καὶ πλείοσι καὶ Νουμήνιος ὁ Ἡρακλεώτης,
ὁ Διεύχους τοῦ ἰατροῦ μαθητής, καὶ Ματρέας ὁ
Πιταναῖος ὁ παρῳδὸς καὶ Ἡγήμων ὁ Θάσιος ὁ ἐπικληθεὶς Φακῆ, ὃν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τινὲς
ἐντάττουσιν.
ὅτι Ἀρτεμίδωρος ὁ Ψευδαριστοφάνειος ὀψαρτυτικὰς λέξεις συνήγαγε. τοῦ Φιλοξένου δὲ τοῦ Λευκαδίου
Δείπνου
Πλάτων ὁ κωμῳδιοποιὸς μέμνηται·
α. ἐγὼ δ’ ἐνθάδ’ ἐν τῇ ἐρημίᾳ
τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον πρὸς
ἐμαυτόν. β. ἐστὶ δ᾽, ἀντιβολῶ σε, τοῦτο τί;
α. Φιλοξένου καινή τις ὀψαρτυσία.
β. ἐπίδειξον αὐτὴν ἥτις ἔστ᾽. α. ἄκουε δή.
ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ’ ἐπὶ θύννον.
β. ἐπὶ θύννον;
οὐκοῦν τῆς τελευτῆς πολὺ
κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.
α. βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας ὡς
πλείστους διάτρωγε· τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ. καὶ τάδε μὲν δὴ ταῦτα· θαλάσσης δ’ ἐς τέκν’ ἄνειμι.
εἶτα μετὰ μικρὸν
οὐδὲ λοπὰς κακόν ἐστιν ἀτὰρ τὸ τάγηνον ἄμεινον, οἶμαι.
καὶ μετ’ ὀλίγα·
ὀρφὼν αἰολίαν συνόδοντά τε καρχαρίαν τε μὴ
τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ,
ἀλλ’ ὅλον ὀπτήσας παράθες· πολλὸν γὰρ ἄμεινον.
πουλύποδος πλεκτὴ δ᾽, ἂν πιλήσῃς κατὰ καιρόν,
ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων·
ἢν ὀπταὶ δὲ δύ’ ὦσ᾽, ἑφθῇ κλαίειν ἀγορεύω.
τρίγλη δ’ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι·
παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ.
σκορπίος αὖ —
β. παίσειὲ γέ σου τὸν πρωκτὸν
ὑπελθών.
ἀπὸ τούτου τοῦ Φιλοξένου καὶ Φιλοξένειοί τινες πλακοῦντες ὠνομάσθησαν. περὶ τούτου Χρύσιππὸς
φησιν ἐγὼ κατέχω τινὰ ὀψοφάγον ἐπὶ τοσοῦτον ἐκπεπτωκότα τοῦ μὴ ἐντρέπεσθαι τοὺς πλησίον ἐπὶ τοῖς γινομένοις, ὥστε φανερῶς ἐν τοῖς βαλανείοις τήν τε χεῖρα συνεθίζειν πρὸς τὰ θερμὰ καθιέντα εἰς ὕδωρ θερμὸν καὶ τὸ στόμα ἀναγαργαριζόμενον θερμῷ, ὅπως δηλονότι ἐν τοῖς θερμοῖς δυσκίνητος ᾖ. ἔφασαν γὰρ αὐτὸν καὶ τοὺς ὀψοποιοῦντας ὑποποιεῖσθαι ἵνα θερμότατα παρατιθῶσι
καὶ μόνος καταναλίσκῃ αὐτὸς τῶν λοιπῶν συνακολουθεῖν μὴ δυναμένων.
τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ Κυθηρίου
Φιλοξένου ἱστοροῦσι καὶ Ἀρχύτου καὶ ἄλλων πλειόνων, ὧν τις παρὰ Κρωβύλῳ τῷ κωμικῷ φησιν·
α. ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ
τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω
καὶ τὸν λάρυγγ’ ἥδιστα πυριῶ τεμαχίοις.
β. κάμινος, οὐκ ἄνθρωπος.
Κλέαρχος δέ φησι Φιλόξενον προλουόμενον ἐν τῇ πατρίδι κἀν ἄλλαις πόλεσι περιέρχεσθαι τὰς
οἰκίας, ἀκολουθούντων αὐτῷ παίδων καὶ φερόντων ἔλαιον οἶνον γάρον ὄξος καὶ ἄλλα ἡδύσματα· ἔπειτα εἰσιόντα εἰς τὰς ἀλλοτρίας οἰκίας τὰ ἑψόμενα τοῖς ἄλλοις ἀρτύειν, ἐμβάλλοντα ὧν ἐστι χρεία
κἆθ’ οὕτως εἰς ἑαυτὸν κύψαντα εὐωχεῖσθαι. οὗτος εἰς Ἔφεσον καταπλεύσας εὑρὼν τὴν ὀψοπώλιδα κενὴν ἐπύθετο τὴν αἰτίαν καὶ μαθὼν ὅτι πᾶν εἰς γάμους συνηγόρασται, λουσάμενος παρῆν ἄκλητος ὡς τὸν νυμφίον. καὶ μετὰ τὸ δεῖπνον ᾅσας ὑμέναιον, οὗ ἡ ἀρχὴ
Γάμε θεῶν λαμπρότατε,
πάντας ἐψυχαγώγησεν· ἦν δὲ διθυραμβοποιός. καὶ ὁ νυμφίος
Φιλόξενε,
εἶπε, καὶ αὔριον ὧδε δειπνήσεις;
καὶ ὁ Φιλόξενος
ἂν ὄψον,
ἔφη, μὴ πωλῇ τις.
Θεόφιλος δέ φησιν οὐχ ὥσπερ Φιλόξενον τὸν Ἐρύξιδος· ἐκεῖνος γάρ ὡς ἔοικεν, ἐπιμεμφόμενος τὴν φύσιν εἰς τὴν ἀπόλαυσιν ηὔξατό ποτε γεράνου τὴν φάρυγγα σχεῖν ἀλλὰ πολὺ μᾶλλον ἵππον ὅλως ἢ βοῦν ἢ κάμηλον ἢ ἐλέφαντα δεῖ σπουδάζειν γενέσθαι. οὕτω γὰρ καὶ αἱ ἐπιθυμίαι καὶ αἱ ἡδοναὶ πολλῷ μείζους καὶ σφοδρότεραι· πρὸς γὰρ τὰς δυνάμεις ποιοῦνται τὰς ἀπολαύσεις.
Κλέαρχος δὲ Μελάνθιόν φησι τοῦτ’ εὔξασθαι
λέγων·
Τιθωνοῦ
Μελάνθιος ἔοικε βουλεύσασθαι βέλτιον. ὁ μὲν γὰρ ἀθανασίας ἐπιθυμήσας ἐν θαλάμῳ κρέμαται πάντων ὑπὸ γήρως ἐστερημένος τῶν ἡδέων· Μελάνθιος δὲ τῶν ἀπολαύσεων ἐρῶν, ηὔξατο τῆς μακραύχενος ὄρνιθος τὸν τράχηλον ἔχειν, ἵν’ ὅτι πλεῖστον τοῖς ἡδέσιν ἐνδιατρίβῃ.
ὁ αὐτός φησι Πίθυλλον τὸν Τένθην καλούμενον οὐ
περιγλωττίδα μόνον ὑμενίνην φορεῖν, ἀλλὰ καὶ προσελυτροῦν τὴν γλῶσσαν πρὸς τὰς ἀπολαύσεις.
καὶ τέλος ἰχθύαν τρίβων ἀπεκάθαιρεν αὐτήν· μόνος δ’ οὗτος τῶν ἀπολαυστικῶν καὶ δακτυλήθρας ἔχων ἐσθίειν λέγεται τὸ ὄψον, ἵν’ ὡς θερμότατον ὁ τρισάθλιος ἀναδιδῷ τῇ γλώττῃ. ἄλλοι δὲ φίλιχθυν τὸν Φιλόξενόν φασιν Ἀριστοτέλης δὲ φιλόδειπνον ἁπλῶς, ὃς καὶ γράφει που ταῦτα· δημηγοροῦντες ἐν τοῖς ὄχλοις κατατρίβουσιν ὅλην τὴν ἡμέραν ἐν τοῖς θαύμασι, καὶ πρὸς τοὺς ἐκ τοῦ Φάσιδος ἢ Βορυσθένους καταπλέοντας, ἀνεγνωκότες οὐδὲν πλὴν εἰ τὸ Φιλοξένου
Δεῖπνον οὐχ ὅλον.
Φαινίας δέ φησιν ὅτι Φιλόξενος ὁ Κυθήριος ποιητής, περιπαθὴς ὢν τοῖς ὄψοις, δειπνῶν ποτε παρὰ Διονυσίῳ ὡς εἶδεν ἐκείνῳ μὲν μεγάλην τρῖγλαν παρατεθεῖσαν, ἑαυτῷ δὲ μικράν, ἀναλαβών αὐτὴν εἰς τὰς χεῖρας πρὸς τὸ οὖς προσήνεγκε. πυθομένου δὲ τοῦ Διονυσίου τίνος ἕνεκεν τοῦτο
ποιεῖ, εἶπεν ὁ Φιλόξενος ὅτι γράφων τὴν Γαλάτειαν βούλοιτὸ τινα παρ’ ἐκείνης τῶν κατὰ Νηρέα πυθέσθαι· τὴν δὲ ἠρωτημένην ἀποκεκρίσθαι διότι
νεωτέρα ἁλοίη· διὸ μὴ παρακολουθεῖν· τὴν δὲ τῷ Διονυσίῳ παρατεθεῖσαν πρεσβυτέραν οὖσαν εἰδέναι πάντα σαφῶς ἃ βούλεται μαθεῖν. τὸν οὖν Διονύσιον γελάσαντα ἀποστεῖλαι αὐτῷ τὴν τρῖγλαν τὴν παρακειμένην αὐτῷ. συνεμέθυε δὲ τῷ Φιλοξένῳ
ἡδέως ὁ Διονύσιος. ἐπεὶ δὲ τὴν ἐρωμένην Γαλάτειαν ἐφωράθη διαφθείρων, εἰς τὰς λατομίας
ἐνεβλήθη· ἐν αἷς ποιῶν τὸν Κύκλωπα συνέθηκε τὸν μῦθον εἰς τὸ περὶ αὑτὸν γενόμενον πάθος, τὸν μὲν Διονύσιον
Κύκλωπα ὑποστησάμενος, τὴν δ’ αὐλητρίδα Γαλάτειαν, ἑαυτὸν δ’ Ὀδυσσέα.
ἐγένετο δὲ κατὰ τοὺς Τιβερίου χρόνους ἀνήρ τις Ἀπίκιος, πλουσιώτατος τρυφητής, ἀφ’ οὗ πλακούντων γένη πολλὰ Ἀπίκια ὀνομάζεται. οὗτος ἱκανὰς μυριάδας καταναλώσας εἰς τὴν γαστέρα ἐν Μιντούρναις (πόλις δὲ Καμπανίασ) διέτριβε τὰ
πλεῖστα καρίδας ἐσθίων πολυτελεῖς, αἳ γίνονται αὐτόθι ὑπέρ γε τὰς ἐν Σμύρνῃ μεγίστας καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ ἀστακούς. ἀκούσας οὖν καὶ κατὰ Λιβύην γίνεσθαι ὑπερμεγέθεις ἐξέπλευσεν οὐδ’ ἀναμείνας μίαν ἡμέραν καὶ πολλὰ κακοπαθήσας κατὰ τὸν πλοῦν ὡς πλησίον ἧκε τῶν τόπων πρὶν ἐξορμῆσαι τῆς νεὼς πολλὴ δ’ ἐγεγόνει παρὰ
Λίβυσι φήμη τῆς ἀφίξεως αὐτοῦ, προσπλεύσαντες ἁλιεῖς προσήνεγκαν αὐτῷ τὰς καλλίστας καρίδας.
ὁ δ’ ἰδὼν ἐπύθετο εἰ μείζους ἔχουσιν· εἰπόντων δὲ
μὴ γίνεσθαι ὧν ἤνεγκαν, ὑπομνησθεὶς τῶν ἐν
Μιντούρναις ἐκέλευσε τῷ κυβερνήτῃ τὴν αὐτὴν ὁδὸν ἐπὶ
Ἰταλίαν ἀναπλεῖν μηδὲ προσπελάσαντι τῇ γῇ.
Ἀριστόξενος δ’ ὁ Κυρηναῖος φιλόσοφος, ὁ ὄντως μετελθὼν τὴν πάτριον φιλοσοφίαν, ἀφ’ οὗ καὶ
κωλήν τις καλεῖται Ἀριστόξενος ἰδίως σκευαζόμενος, ὑπὸ τῆς ἀνυπερβλήτου τρυφῆς καὶ τὰς ἐν τῷ κήπῳ γινομένας θριδακίνας οἰνομέλιτι ἐπότιζεν ἑσπέρας, καὶ ὑπὸ τὴν ἕω λαμβάνων, χλωροὺς ἔχειν ἔλεγε πλακοῦντας ὑπὸ τῆς γῆς ἀναπεμπομένους αὐτῷ.
Τραιανῷ δὲ τῷ αὐτοκράτορι ἐν Παρθίᾳ ὄντι καὶ τῆς θαλάσσης ἀπέχοντι ἡμερῶν παμπόλλων ὁδόν, Ἀπίκιος ὄστρεα νεαρὰ διεπέμψατο ὑπὸ σοφίας αὐτοῦ τεθησαυρισμένα· καὶ οὐχ ὡς Νικομήδει τῷ Βιθυνῶν βασιλεῖ ἐπιθυμήσαντι ἀφύης
μακρὰν δὲ καὶ οὗτος ἦν τῆς θαλάσσης μάγειρός τις μιμησάμενος τὸ ἰχθύδιον παρέθηκεν ὡς ἀφύας.
ὁ γοῦν παρ’ Εὔφρονι τῷ κωμικῷ μάγειρὸς φησιν·
α. ἐγὼ μαθητὴς ἐγενόμην Σωτηρίδου
ὃς ἀπὸ θαλάσσης Νικομήδει δώδεκα
ὁδὸν ἀπέχοντι πρῶτος ἡμερῶν ποτε
ἀφύης ἐπιθυμήσαντι χειμῶνος μέσου;
παρέθηκε νὴ Δί᾽, ὥστε πάντας ἀνακραγεῖν
β. πῶς δὲ δυνατὸν τοῦτ’ ἐστι; α. θήλειαν λαβών
γογγυλίδα ταύτην ἔτεμε λεπτὰ καὶ μακρά,
τὴν ὄψιν αὐτῆς τῆς ἀφύης μιμούμενος
ἀποζέσας, ἔλαιον ἐπιχέας, ἅλας
δοὺς μουσικῶς, μήκωνος ἐπιπάσας ἄνω ακόκκους
μελαίνης τετταράκοντα τὸν ἀριθμόν,
περὶ τὴν Σκυθίαν ἔπαυσε τὴν ἐπιθυμίαν.
καὶ Νικομήδης γογγυλίδα μασώμενος
ἀφύης τότ’ ἔλεγε τοῖς φίλοις ἐγκώμιον. οὐδὲν ὁ μάγειρος τοῦ ποιητοῦ διαφέρει·
ὁ νοῦς γάρ ἐστιν ἐκατέρῳ τούτων τέχνη.
ὅτι περὶ Περικλέους φησὶν Ἀρχίλοχος ὁ Πάριος, ποιητὴς ὡς ἀκλήτου ἐπεισπαίοντος εἰς τὰ συμπόσια Μυκονίων δίκην. δοκοῦσι δ’ οἱ Μυκόνιοι διὰ τὸ
πένεσθαι καὶ λυπρὰν νῆσον οἰκεῖν ἐπὶ γλισχρότητι καὶ πλεονεξίᾳ διαβάλλεσθαι· τὸν γοῦν γλίσχρον
Ἰσχόμαχον
Κρατῖνος
Μυκόνιον καλεῖ·
πῶς ἂν σύγ᾽
Ἰσχομάχου γεγονὼς τοῦ Μυκονίου φιλόδωρος
ἂν εἴης;
ἀγαθὸς πρὸς ἀγαθοὺς ἄνδρας ἑστιασόμενος ἧκον· κοινὰ γάρ τὰ τῶν φίλων.
πολλὸν δὲ πίνων καὶ χαλίκρητον μέθυ,
οὔτε τῖμον εἰσενέγκας οὔτε ,
οὐδὲ μὲν κληθεὶς ἦλθες, οἷα δὴ φίλος·
ἀλλὰ σ’ ἡ γαστὴρ νόον τε καὶ φρένας παρήγαγεν
εἰς ἀναιδείην,
Ἀρχίλοχος φησίν.
Εὔβουλος ὁ κωμικὸς φησί που·
εἰσὶν ἡμῖν τῶν κεκλημένων δύο
ἐπὶ δεῖπνον ἄμαχοι, Φιλοκράτης καὶ Φιλοκράτης.
ἕνα γὰρ ἐκεῖνον ὄντα δύο λογίζομαι,
μεγάλους..
.. μᾶλλον δὲ τρεῖς.
ὅν φασί ποτε κληθέντ’ ἐπὶ δεῖπνον πρὸς τινος,
εἰπόντος αὐτῷ τοῦ φίλου, ὁπηνίκ’ ἂν εἴκοσι
ποδῶν μετροῦντι τὸ στοιχεῖον ᾖ,
ἥκειν, ἕωθεν αὐτὸν εὐθὺς ἡλίου
μετρεῖν ἀνέχοντος μακροτέρας δ’ οὔσης ἔτι πλεῖν
ἢ δυοῖν ποδοῖν παρεῖναι τῆς σκιᾶς·
ἔπειτα φάναι μικρὸν ὀψιαίτερον δι’
ἀσχολίαν ἥκειν, παρόνθ’ ἅμ’ ἡμέρᾳ.
ἀσυμβόλου δείπνου γὰρ ὅστις ὑστερεῖ,
τοῦτον ταχέως νόμιζε κἂν τάξιν λιπεῖν,
Ἄμφις φησὶν ὁ κωμικός. Χρύσιππος δὲ φησιν· ἀσύμβολον
κώθωνα μὴ παραλίμπανε.
κώθων δ’ οὐ παραλειπτὸς ἀσύμβολος, ἀλλὰ διωκτός.
Ἀντιφάνης δέ φησι
βίος θεῶν γάρ ἐστιν, ὅταν ἔχῃς ποθὲν τἀλλότρια
δειπνεῖν, μὴ προσέχων λογίσμασι.
καὶ πάλιν·
μακάριος ὁ βίος· δεῖ μ’ ἀεὶ καινὸν πόρον εὑρεῖν
ὅπως μάσημα ταῖς γνάθοις ἔχω.
ταῦτα οἴκοθεν ἔχων εἰς τὸ συμπόσιον ἦλθον καὶ προμελετήσας, ἵνα κἀγὼ τὸ στεγανόμιον κομίζων παραγένωμαι.
ἄκαπνα γὰρ αἰὲν ἀοιδοὶ θύομεν.
ὅτι τὸ μονοφαγεῖν ἐστιν ἐν χρήσει τοῖς παλαιοῖς.
Ἀντιφάνης·
..
μονοφαγεῖς, ἤδη τι καὶ βλάπτεις ἐμέ.
Ἀμειψίας·
ἔρρ’ ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε.
περὶ τοῦ τῶν ἡρώων καθ’ Ὅμηρον βίου
ὅτι Ὅμηρος ὁρῶν τὴν σωφροσύνην οἰκειοτάτην ἀρετὴν οὖσαν τοῖς νέοις καὶ πρώτην, ἔτι δὲ ἁρμόττουσαν καὶ πάντων τῶν καλῶν χορηγὸν οὖσαν, βουλόμενος ἐμφῦσαι πάλιν αὐτὴν ἀπ’ ἀρχῆς καὶ
ἐφεξῆς ἵνα τὴν σχολὴν καὶ τὸν ζῆλον ἐν τοῖς
καλοῖς ἔργοις ἀναλίσκωσι καὶ ὦσιν εὐεργετικοὶ καὶ
κοινωνικοὶ πρὸς ἀλλήλους, εὐτελῆ κατεσκεύασε πᾶσι τὸν βίον καὶ αὐτάρκη, λογιζόμενος τὰς ἐπιθυμίας καὶ τὰς ἡδονὰς ἰσχυροτάτας γίνεσθαι καὶ πρώτας ἔτι τε καὶ ἐμφύτους τὰς περὶ ἐδωδὴν καὶ πόσιν, τοὺς δὲ διαμεμενηκότας ἐν εὐτελείᾳ εὐτάκτους καὶ περὶ τὸν ἄλλον βίον γίνεσθαι ἐγκρατεῖς. ἁπλῆν οὖν ἀποδέδωκε τὴν δίαιταν πᾶσι καὶ τὴν αὐτὴν ὁμοίως βασιλεῦσιν ἰδιώταις, νέοις πρεσβύταις, λέγων·
παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν,
σῖτον δ’ αἰδοίη ταμίη παρέθηκε φέρουσα.
δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας,
καὶ τούτων ὀπτῶν καὶ ὡς ἐπὶ τὸ πολὺ βοείων· παρὰ
δὲ ταῦτα οὔτε ἐν ἑορταῖς οὔτ’ ἐν γάμοις οὔτ’ ἐν
ἄλλῃ συνόδῳ παρατίθησιν οὐδέν, καίτοι πολλάκις τὸν Ἀγαμέμνονα ποιήσας δειπνίζοντα τοὺς ἀρίστους· καὶ οὐ θρῖα καὶ κάνδυλον καὶ ἄμητας μελίπηκτά τε τοῖς βασιλεῦσιν ἐξαίρετα παρατίθησιν
Ὅμηρος, ἀλλ’ ἀφ’ ὧν εὖ ἕξειν ἔμελλον τὸ σῶμα καὶ τὴν ψυχήν. Αἴαντα οὖν μετὰ τὴν μονομαχίαν νώτοισι βοῶν γέραιρεν ὁ Ἀγαμέμνων· καὶ Νέστορι δ’ ἤδη ὄντι γηραιῷ καὶ Φοίνικι δὲ κρέας
ὀπτὸν δίδωσι ἀφιστῶν ἡμᾶς τῶν ἀτάκτων ἐπιθυμιῶν. καὶ Ἀλκίνους δὲ ὁ τὸν τρυφερὸν ᾑρημένος βίον τοὺς τρυφερωτάτους ἑστιῶν Φαίακας καὶ τὸν
Ὀδυσσέα ξενίζων, ἐπιδεικνύμενος αὐτῷ τὴν τοῦ κήπου κατασκευὴν καὶ τῆς οἰκίας καὶ τὸν αὑτοῦ βίον, τοιαύτας παρατίθεται τραπέζας. καὶ Μενέλαος
δὲ τοὺς τῶν παίδων γάμους ποιούμενος καὶ τοῦ Τηλεμάχου πρὸς αὐτὸν παραγενομένου
νῶτα βοὸς παρέθηκεν
ὄπτ’ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν
αὐτῷ.
καὶ Νέστωρ δὲ βόας θύει Ποσειδῶνι παρὰ θαλάσσῃ διὰ τῶν φιλτάτων καὶ οἰκειοτάτων τέκνων, βασιλεὺς ὢν καὶ πολλοὺς ἔχων ὑπηκόους, τάδε παρακελευόμενος·
ἀλλ’ ἄγ᾽, ὁ μὲν πεδίονδ’ ἐπὶ βοῦν ἴτω
καὶ τὰ ἑξῆς· ὁσιωτέρα γὰρ αὕτη ἡ θυσία θεοῖς καὶ προσφιλεστέρα ἡ διὰ τῶν οἰκείων καὶ εὐνουστάτων ἀνδρῶν. καὶ τοὺς μνηστῆρας δὲ
ὑβριστὰς ὄντας καὶ πρὸς ἡδονὰς ἀνειμένους οὔτε ἰχθῦς ἐσθίοντας ποιεῖ οὔτε ὄρνιθας οὔτε μελίπηκτα, περιελὼν παντὶ σθένει. τὰς μαγειρικὰς μαγγανείας, καὶ
τά, ὡς ὁ Μένανδρός φησιν, ὑποβινητιῶντα βρώματα καὶ τὸ παρὰ πολλοῖς λασταυροκάκαβον καλούμενον βρῶμα, ὥς φησι Χρύσιππος ἐν τῷ περὶ καλοῦ καὶ ἡδονῆς, οὗ ἡ κατασκευὴ περιεργοτέρα.
Πρίαμος δὲ παρὰ τῷ ποιητῇ καὶ ὀνειδίζει τοῖς υἱοῖς ἀναλίσκουσι τὰ μὴ νενομισμένα·
ἀρνῶν ἠδ’ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
Φιλόχορος δὲ ἱστορεῖ καὶ κεκωλῦσθαι Ἀθήνησιν
ἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτὲ τῆς τῶν ζῴων τούτων γενέσεως.
Ἑλλήσποντον δὲ Ὅμηρος ἰχθυόεντα προσαγορεύων καὶ τοὺς Φαίακας πλωτικωτάτους ποιῶν καὶ ἐν τῇ
Ἰθάκῃ εἰδὼς λιμένας πλείους καὶ νήσους προσεχεῖς πολλάς, ἐν αἷς ἰχθύων ἐγίνετο πλῆθος καὶ ἀγρίων ὀρνίθων, καὶ εἰς εὐδαιμονίαν δὲ καταριθμῶν τὸ τὴν θάλασσαν ἰχθῦς παρέχειν, ὅμως τούτων οὐδὲν οὐδένα ποιεῖ προσφερόμενον καὶ μὴν οὐδ’ ὀπώραν παρατίθησί τινι καίπερ οὖσαν
πολλὴν καὶ ἥδιστα ταύτης μνημονεύων καὶ πάντα χρόνον παρασκευάζων ἀθάνατον· ὄγχνη γάρ,
φησίν, ἐπ’ ὄγχνῃ καὶ τὰ ἑξῆς. ἀλλὰ μὴν οὐδὲ στεφανουμένους οὐδὲ μυρουμένους ποιεῖ ὥσπερ οὐδὲ θυμιῶντας, ἀλλὰ πάντων τούτων
ἀπολυομένους τοὺς ἀνθρώπους εἰς ἐλευθερίαν καὶ αὐτάρκειαν ἐξαιρεῖται τοὺς πρώτους. καὶ θεοῖς δὲ ἁπλῆν ἀποδίδωσι δίαιταν νέκταρ καὶ ἀμβροσίαν. καὶ τοὺς ἀνθρώπους δὲ ποιεῖ τιμῶντας αὐτοὺς ἀπὸ
τῆς διαίτης, ἀφελὼν λιβανωτὸν καὶ σμύρναν καὶ
στεφάνους καὶ τὴν περὶ ταῦτα τρυφήν. καὶ τῆς ἁπλῆς δὲ ταύτης διαίτης οὐκ ἀπλήστως ἀπολαύοντας παρίστησιν, ἀλλ’ ὡς οἱ κράτιστοι τῶν ἰατρῶν ἀφαιρεῖ τὰς πλησμονάς,
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο·
καὶ τὴν ἐπιθυμίαν πληρώσαντες καὶ ἐξώρμων ἐπὶ; μελέτην ἀθλητικὴν δίσκοισι τερπόμενοι καὶ αἰγανέαις τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες· οἱ
δὲ κιθαρῳδῶν ἠκροῶντο τὰς ἡρωικὰς πράξεις ἐν μέλει καὶ ῥυθμῷ ποιούντων.
διὸ οὐδὲν θαυμαστὸν τοὺς οὕτω τεθραμμένους ἀφλεγμάντους εἶναι τὰ σώματα καὶ τὰς ψυχάς. ἐνδεικνύμενος οὖν καὶ τὴν εὐταξίαν ὡς ὑγιεινὸν ἐστι καὶ εὔχρηστον καὶ κοινὸν τὸν σοφώτατον Νέστορα πεποίηκε
Μαχάονι τῷ ἰατρῷ τετρωμένῳ τὸν δεξιὸν ὦμον προσφέροντα οἶνον, ταῖς φλεγμοναῖς ἐναντιώτατον
ὄντα, καὶ τοῦτον Πράμνειον, ὃν ἴδμεν παχὺν καὶ πολύτροφον οὐ διψήσεως ἄκος, ἀλλ’ ἐμφορήσεως ἕνεκα· πεπωκότι γοῦν παρακελεύεται συνεχῶς τοῦτο ποιεῖν· σὺ μέν, φησί, πῖνε καθήμενος
?ʼ, καὶ ἐπιξύοντα τυρὸν αἴγειον, ἐπὶ δὲ κρόμυον ποτοῦ
ὄψον, ἵνα πλεῖον πίνῃ, καίτοι ἀλλαχοῦ λέγων τὸν οἶνον ἐκλύειν τὴν ἰσχὺν καὶ ἀπογυιοῦν. περὶ δὲ
τοῦ Ἕκτορος
Ἑκάβη οἰομένη μενεῖν αὐτὸν τὸ καταλειπόμενον τῆς ἡμέρας παρακαλεῖ πιεῖν σπείσαντα,
προτρεπομένη εἰς θυμηδίαν ὁ δ’ ὑπερτίθεται πρὸς πρᾶξιν ἐξιών. καὶ ἡ μὲν ἀπερισπάστως ἐπαινεῖ τὸν οἶνον, ὁ δὲ μετὰ ἄσθματος ἥκων ἀπωθεῖται· καὶ ἡ μὲν ἀξιοῖ σπείσαντα πιεῖν, ὁ δὲ καθῃμαγμένος ἀσεβὲς ἡγεῖται. οἶδε δὲ ὁ Ὅμηρος καὶ
τὸ ὠφέλιμον καὶ τὸ σύμμετρον τοῦ οἴνου ἐν οἷς τὸν χανδὸν ἕλκοντα αὐτὸν βλάπτεσθαί φησί καὶ
κράσεων δὲ γένη διάφορα ἐπίσταται· οὐκ ἂν γὰρ
Ἀχιλλεὺς τὸ ζωρότερον κεραίρειν διέστειλε, μὴ οὔσης τινὸς καθημερινῆς κράσεως. ἴσως οὖν οὐκ ἐγίνωσκεν αὐτὸν εὐδιαφόρητον ἄνευ στερεμνίου σιτίου μίγματος, ὃ τοῖς ἰατροῖς διὰ τὴν τέχνην ἐστὶ
δῆλον τοῖς γοῦν καρδιακοῖς μετὰ οἴνου σιτῶδες ἀναμίσγουσί τι πρὸς κατοχὴν τῆς δυνάμεως. ἀλλ᾽
ἐκεῖνος τῷ μὲν Μαχάονι μετ’ ἀλφίτου καὶ τυροῦ δέδωκε τὸν οἶνον, τὸν δ’ Ὀδυσσέα ποιεῖ συνάπτοντα τὴν ἀπὸ τῶν σιτίων καὶ οἴνου ὠφέλειαν
ὃς δὲ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς.
τῷ δὲ κωθωνιζομένῳ δίδωσι τὸν ἡδύποτον, οὕτω καλέσας αὐτόν·
ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο.
ποιεῖ δὲ Ὅμηρος καὶ τὰς κόρας καὶ τὰς γυναῖκας
λουούσας τοὺς ξένους, ὡς οὔτε φλεγμονὴν
οὔτε ἀκρασίαν τῶν εὖ βεβιωκότων καὶ σωφρόνως
ἁπτομένας. ἀρχαῖον δὲ τοῦτο ἔθος· λούουσι γοῦν καὶ αἱ Κωκάλου θυγατέρες, ὡς νενομισμένον, τὸν Μίνω παραγενόμενον εἰς Σικελίαν.
τῆς μέθης δὲ κατατρέχων ὁ ποιητὴς τὸν τηλικοῦτον Κύκλωπα ὑπὸ μικροῦ σώματος διὰ ταύτην ἀπολλύμενον παρίστησι καὶ Εὐρυτίωνα τὸν Κένταυρον τούς τε παρὰ Κίρκῃ λέοντας ποιεῖ καὶ
λύκους ταῖς ἡδοναῖς ἐπακολουθήσαντας. τὸν δὲ
Ὀδυσσέα σῴζει τῷ Ἑρμοῦ λόγῳ πεισθέντα· διὸ καὶ ἀπαθὴς γίνεται.
Ἐλπήνορα δὲ πάροινον ὄντα καὶ τρυφερὸν κατακρημνίζει
. καὶ Ἀντίνοος δ’ ὁ
λέγων πρὸς Ὀδυσσέα
οἶνός σε τρώει μελιηδής
αὐτὸς οὐκ ἀπείχετο τοῦ πώματος· διὸ καὶ τρωθεὶς ἀπώλετο, ἔτι κρατῶν τὸ ποτήριον. ποιεῖ δὲ καὶ τοὺς Ἕλληνας ἐν τῷ ἀπόπλῳ μεθύοντας, διὸ καὶ
στασιάζοντας ὅθεν καὶ ἀπόλλυνται. ἱστορεῖ δὲ
καὶ τὸν δεινότατον Αἰνείαν τῶν Τρώων ἐν τῷ βουλεύεσθαι διὰ τὴν ἐν τῇ μέθῃ παρρησίαν καὶ τὰς ἀπειλὰς ἃς Τρωσὶν ὑπέσχετο οἰνοποτάζων ὑπομείναντα τὴν
Ἀχιλλέως ὁρμὴν καὶ μικροῦ παραπολλύμενον. καὶ Ἀγαμέμνων δὲ λέγει που περὶ αὑτοῦ·
ἀλλ’ ἐπεὶ ἀασάμην φρεσὶ λευγαλέῃσι πιθήσας ἢ
οἴνῳ μεθύων, ἤ μ’ ἔβλαψαν θεοὶ αὐτοί,
εἰς τὴν αὐτὴν τιθεὶς πλάστιγγα τὴν μέθην τῇ μανίᾳ.
οὕτω δὲ καὶ τὰ ἔπη ταῦτα προηνέγκατο Διοσκουρίδης
ὁ
Ἰσοκράτους μαθητής.ʼ καὶ ὁ
Ἀχιλλεὺς δ’ ὀνειδίζων τῷ Ἀγαμέμνονί φησιν· οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων.
ταῦτ’ εἶπε τὸ Θετταλὸν σόφισμα ἤτοι ὁ ἐκ Θετταλίας σοφιστής· παίζει δ’ ἴσως πρὸς τὴν παροιμίαν ὁ Ἀθήναιος.
ὅτι τροφαῖς ἐχρῶντο οἱ ἥρωες παρ’ Ὁμήρῳ πρῶτον μὲν τῷ καλουμένῳ ἀκρατίσματι ὃ λέγει ἄριστον· οὗ ἅπαξ μέμνηται ἐν Ὀδυσσείᾳ·
Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς ἐντύνοντ’ ἄριστον κειαμένω
πῦρ,
καὶ ἅπαξ ἐν
Ἰλιάδι·
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντ’ ἄριστον.
λέγει δὲ τὸ πρωινὸν ἔμβρωμα, ὃ ἡμεῖς ἀκρατισμὸν καλοῦμεν διὰ τὸ ἐν ἀκράτῳ βρέχειν καὶ προσίεσθαι
ψωμούς, ὡς Ἀντιφάνης·
ἄριστον ἐν ὅσῳ ὁ μάγειρος ποιεῖ,
εἶτ’ ἐπάγει·
συνακρατίσασθαι πῶς ἔχεις μετ’ ἐμοῦ;
καὶ Κάνθαρος·
α. οὐκοῦν ἀκρατισώμεθ’ αὐτοῦ. β. μηδαμῶς·
Ἰσθμοῖ γὰρ ἀριστήσομεν.
Ἀριστομένης·
ἀκρατιοῦμαι μικρόν, εἶθ’ ἥξω πάλιν
ἄρτου δὶς ἢ τρὶς ἀποδακών.
Φιλήμων δέ φησιν ὅτι τροφαῖς δ’ ἐχρῶντο οἱ παλαιοί, ἀκρατίσματι, ἀρίστῳ, ἑσπερίσματι, δείπνῳ. τὸν μὲν οὖν ἀκρατισμὸν διανηστισμὸν ἔλεγον, τὸ
δ’ ἄριστον δεῖπνον τὸ δ’ ἑσπέρισμα δορπηστόν,
τὸ δὲ δεῖπνον ἐπιδορπίδα. ἐστὶ δ’ ἡ τάξις καὶ παρ’ Αἰσχύλῳ τῶν ὀνομάτων ἐν οἷς ὁ Παλαμήδης πεποίηται λέγων
καὶ ταξιάρχας χἀκατοντάρχας στρατῷ
ἔταξα. σῖτον δ’ εἰδέναι διώρισα
ἄριστα, δεῖπνα, δόρπα δ’ αἱρεῖσθαι τρίτα.
τῆς δὲ τετάρτης τροφῆς οὕτως Ὅμηρος μέμνηται σὺ δ’ ἔρχεο δειελιήσας,
ὃ καλοῦσί τινες δειλινόν, ὅ ἐστι μεταξὺ τοῦ ὑφ’ ἡμῶν λεγομένου ἀρίστου καὶ δείπνου. καὶ ἄριστον μέν ἐστι τὸ ὑπὸ τὴν ἕω λαμβανόμενον, δεῖπνον δὲ τὸ μεσημβρινὸν
ὃ ἡμεῖς ἄριστον, δόρπον δὲ τὸ ἑσπερινόν. μήποτε δὲ καὶ συνωνυμεῖ τὸ ἄριστον τῷ δείπνῳ. ἐπὶ γὰρ τῆς πρωινῆς που τροφῆς ἔφη· οἱ δ’ ἄρα δεῖπνον
ἕλοντο, ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο.
μετὰ γὰρ τὴν ἀνατολὴν εὐθὺς δειπνοποιησάμενοι προέρχονται εἰς τὴν μάχην.
εὐωχοῦνται δὲ παρ’ Ὁμήρῳ καθήμενοι. οἴονται δέ τινες καὶ ἑκάστῳ τῶν δαιτυμόνων κατ’ ἄνδρα παρακεῖσθαι τράπεζαν. τῷ γοῦν Μέντῃ, φασίν, ἀφικομένῳ πρὸς Τηλέμαχον τῶν τραπεζῶν παρακειμένων ξεστὴ παρετέθη τράπεζα. οὔκ ἐστι δὲ τοῦτο ἐμφανῶς τοῦ προκειμένου κατασκευαστικὸν δύναται γὰρ ἡ Ἀθηνᾶ ἀπὸ τῆς Τηλεμάχου τραπέζης δαίνυσθαι. παρ’ ὅλην δὲ τὴν συνουσίαν
παρέκειντο αἱ τράπεζαι πλήρεις, ὡς παρὰ πολλοῖς τῶν βαρβάρων ἔτι καὶ νῦν ἔθος ἐστί, κατηρεφέες
παντοίων ἀγαθῶν, κατὰ Ἀνακρέοντα. μετὰ δὲ τὴν ἀναχώρησιν αἱ δμωαὶ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον καὶ τράπεζαν καὶ δέπα.
ἰδιάζον δὲ τὸ παρὰ Μενελάῳ εἰσάγει συμπόσιον. δειπνήσαντας γὰρ ποιεῖ ὁμιλοῦντας· εἶτ’ ἀπονιψαμένους ποιεῖ πάλιν δειπνοῦντας καὶ δόρπου ἐξαῦτις μεμνημένους μετὰ τὸν κλαυθμόν. τῷ δὲ
μὴ αἴρεσθαι τὰς τραπέζας ἐναντιοῦσθαι δοκεῖ τὸ
ἐν
Ἰλιάδι·
ἔσθων καὶ πίνων, ἔτι καὶ παρέκειτο τράπεζα.
ἀναγνωστέον οὖν οὕτω·
ἔσθων καὶ πίνων ἔτι, καὶ παρέκειτο τράπεζα,
ἢ τὸν καιρὸν αἰτιᾶσθαι τὸν παρόντα δεῖ. πῶς γὰρ ἦν πρέπον τῷ Ἀχιλλεῖ πενθοῦντι παρακεῖσθαι τράπεζαν καθάπερ τοῖς εὐωχουμένοις παρ’ ὅλην τὴν συνουσίαν; παρετίθεντο δὲ οἱ μὲν ἄρτοι σὺν τοῖς κανοῖς, τὰ δὲ δεῖπνα κρέα μόνον ἦν ὀπτά. ζωμὸν δὲ οὐκ ἐποίει Ὅμηρος θύων βοῦς,
οὐδ’ ἦψεν κρέα
οὐδ’ ἐγκέφαλον· ὤπτα δὲ καὶ τὰς κοιλίας.
οὕτω σφόδρ’ ἦν ἀρχαῖος
Ἀντιφάνης φησί.
καὶ τῶν κρεῶν δὲ μοῖραι ἐνέμοντο· ὅθεν ἐίσας φησὶ τὰς δαῖτας ἀπὸ τῆς ἰσότητος. τὰ γὰρ δεῖπνα δαῖτας ἔλεγον ἀπὸ τοῦ δατεῖσθαι, οὐ μόνον τῶν κρεῶν διανεμομένων ἀλλὰ καὶ τοῦ οἴνου·
ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης.
καί·
χαῖρ᾽
, Ἀχιλεῦ, δαιτὸς μὲν ἐίσης οὐκ ἐπιδευεῖς.
ἐκ τούτων δ’ ἐπείσθη Ζηνόδοτος δαῖτα ἐίσην τὴν
ἀγαθὴν λέγεσθαι. ἐπεὶ γὰρ ἡ τροφὴ τῷ ἀνθρώπῳ ἀγαθὸν ἀναγκαῖον ἦν, ἐπεκτείνας, φησίν, εἴρηκεν ἐίσην· ἐπεὶ οἱ πρῶτοι ἄνθρωποι, οἷς δὴ οὐ παρῆν ἄφθονος τροφή ἄρτι φαινομένης ἀθρόον ἐπ’ αὐτὴν ἰόντες βίᾳ ἥρπαζον καὶ ἀφῃροῦντο τοὺς ἔχοντας, καὶ μετὰ τῆς ἀκοσμίας ἐγίνοντο καὶ φόνοι. ἐξ ὧν εἰκὸς λεχθῆναι καὶ τὴν ἀτασθαλίαν, ὅτι ἐν ταῖς θαλίαις τὰ πρῶτα ἐξημάρτανον οἱ ἄνθρωποι εἰς ἀλλήλους. ὡς δὲ παρεγένετο αὐτοῖς πολλὴ ἐκ τῆς Δήμητρος διένεμον ἑκάστῳ ἴσην, καὶ οὕτως εἰς
κόσμον ἦλθε τοῖς ἀνθρώποις τὰ δόρπα. διὸ ἄρτου τε ἐπίνοια πέμματός τε εἰς ἴσον διαμεμοιραμένου καὶ τοῖς διαπίνουσιν ἄλεισα καὶ γὰρ ταῦτα εἰς τὸ ἴσον χωρούντων ἐγίνετο. ὥστε ἡ τροφὴ δαὶς ἐπὶ
τῷ δαίεσθαι λέγεται ὅ ἐστι διαμοιρᾶσθαι ἐπ’ ἴσης· καὶ ὁ τὰ κρέα ὀπτῶν δαιτρός, ἐπεὶ ἴσην ἑκάστῳ
μοῖραν ἐδίδου. καὶ ἐπὶ μόνων ἀνθρώπων δαῖτα λέγει ὁ ποιητής, ἐπὶ δὲ θηρίων οὐκ ἔτι. ἀγνοῶν δὲ ταύτης τῆς φωνῆς τὴν δύναμιν Ζηνόδοτος ἐν
τῇ κατ’ αὐτὸν ἐκδόσει γράφει·
αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν οἰωνοῖσί
τε δαῖτα,
τὴν τῶν γυπῶν καὶ τῶν ἄλλων οἰωνῶν τροφὴν οὕτω καλῶν, μόνου ἀνθρώπου χωροῦντος εἰς τὸ
ἴσον ἐκ τῆς πρόσθεν βίας. διὸ καὶ μόνου τούτου ἡ τροφὴ δαίς· καὶ μοῖρα τὸ ἑκάστῳ διδόμενον. οὐκ ἔφερον δὲ οἴκαδε παρ’ Ὁμήρῳ οἱ δαιτυμόνες τὰ λειπόμενα, ἀλλὰ κορεσθέντες κατέλιπον παρ᾽
οἷς ἦν ἡ δαὶς καὶ ἡ ταμία λαβοῦσα εἶχεν, ἵνα ἄν τις ἀφίκηται ξένος, ἔχοι δοῦναι αὐτῷ.
καὶ ἰχθύσι δὲ Ὅμηρος ποιεῖ χρωμένους τοὺς τότε καὶ ὄρνισι. κατὰ γοῦν τὴν Θρινακίαν οἱ
Ὀδυσσέως ἑταῖροι θηρεύουσιν
ἰχθῦς ὄρνιθάς τε φίλας θ’ ὅ τι χεῖρας ἵκοιτο γναμπτοῖς
ἀγκίστροισιν.
οὐ γὰρ ἐν τῇ Θρινακίᾳ ἐκεχάλκευτο τὰ ἄγκιστρα,
ἀλλ’ ἐπεφέροντο ἐν τῷ πλῷ δηλονότι· ὥστε ἦν αὐτοῖς θήρας ἰχθύων ἐπιμέλεια καὶ τέχνη. εἰκάζει δὲ καὶ τοὺς ὑπὸ Σκύλλης ἁρπαζομένους Ὀδυσσέως ἑταίρους ἰχθύσι προμήκει ῥάβδῳ ἁλισκομένοις καὶ θύραζε ῥιπτομένοις. οὕτω καὶ ταύτην τὴν τέχνην ἀκριβοῖ μᾶλλον τῶν τοιαῦτα προηγουμένως ἐκδεδωκότων ποιήματα ἢ συγγράμματα, Καίκαλον
λέγω τὸν Ἀργεῖον καὶ Νουμήνιον τὸν Ἡρακλεώτην, Παγκράτην τὸν Ἀρκάδα, Ποσειδώνιον τὸν Κορίνθιον καὶ τὸν ὀλίγῳ πρὸ ἡμῶν γενόμενον
Ὀππιανὸν τὸν Κίλικα· τοσούτοις γάρ ἐνετύχομεν ἐποποιοῖς Ἁλιευτικὰ γεγραφόσι, καταλογάδην δὲ
τοῖς Σελεύκου τοῦ Ταρσέως καὶ Λεωνίδου τοῦ
Βυζαντίου καὶ Ἀγαθοκλέους τοῦ Ἀτρακίου. οὐ μνημονεύει δὲ τοιαύτης ἐδωδῆς ἐπὶ τῶν δείπνων,
ὡς οὐκ οἰκείας νομιζομένης τῆς τροφῆς τοῖς ἐν ἀξιώμασιν ἥρωσι κειμένοις, ὡς οὐδὲ τῆς τῶν νεογνῶν ἱερείων. οὐ μόνον δὲ ἰχθύσιν ἀλλὰ καὶ
ὀστρείοις ἐχρῶντο, καίτοι τῆς τούτων ἐδωδῆς οὐ πολὺ ἐχούσης τὸ ὠφέλιμον καὶ ἡδύ, ἀλλὰ κἀν τῷ
βυθῷ κατὰ βάθος κειμένων· καὶ οὐκ ἔστιν εἰς
ταῦτα ἄλλῃ τινὶ τέχνῃ χρήσασθαι ἢ δύντα κατὰ
βυθοῦ.
ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ,
ὃν καὶ λέγει πολλοὺς ἂν κορέσαι τήθεα διφῶντα.
ἑκάστῳ δὲ τῶν δαιτυμόνων παρ’ Ὁμήρῳ παράκειται ποτήριον. Δημοδόκῳ γοῦν παρατίθεται
κάνεον καὶ τράπεζα καὶ δέπας πιεῖν ὅτε θυμὸς ἀνώγοι.
ἐπιστέφονται δὲ ποτοῖο οἱ κρητῆρες ἤτοι ὑπερχειλεῖς οἱ κρατῆρες ποιοῦνται, ὥστε διὰ
τοῦ ποτοῦ ἐπιστεφανοῦσθαι, καὶ ταῦτα ἔπρασσον πρὸς οἰωνοῦ τιθέμενοι. κοῦροι δὲ διανέμουσι πᾶσιν ἐπαρξάμενοι δεπάεσσι.
τὸ δὲ πᾶσιν οὐ τοῖς ποτηρίοις, ἀλλὰ τοῖς ἀνδράσιν. Ἀλκίνους γοῦν τῷ Ποντονόῳ φησί· μέθυ νεῖμον πᾶσιν ἀνὰ
μέγαρον.
καὶ ἑξῆς ἐπάγει·
νώμησεν δ’ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
εἰσὶ δὲ καὶ τοῖς ἀρίστοις κατὰ δεῖπνα τιμαί.
Τυδείδης γοῦν καὶ κρέασι καὶ πλείοις δεπάεσσι
τιμᾶται καὶ Αἴας νώτοισι διηνεκέεσσι γεραίρεται,
καὶ οἱ βασιλεῖς δὲ τοῖς αὐτοῖς· νῶτα βοός, τὰ
ῥὰ οἱ πάρθεσαν αὐτῷ,
Μενέλαος δηλονότι. καὶ
Ἰδομενέα δὲ Ἀγαμέμνων πλείῳ δέπᾳ τιμᾷ. καὶ
Σαρπηδὼν δὲ παρὰ Λυκίοις τοῖς αὐτοῖς τιμᾶται
καὶ ἕδρῃ καὶ κρέασιν.
ἦν δέ τις αὐτοῖς καὶ διὰ τῆς προπόσεως ἀσπασμός· οἱ γοῦν θεοὶ χρυσέοις δεπάεσσι δειδέχατ᾽
ἀλλήλους,
ἤτοι ἐδεξιοῦντο προπίνοντες ἑαυτοῖς ταῖς δεξιαῖς. καί τις δὲ δείδεκτ’ Ἀχιλλέα
ἀντὶ τοῦ ἐδεξιοῦτο, ὅ ἐστι προέπινεν αὐτῷ τῇ
δεξιᾷ διδοὺς τὸ ποτήριον. ἐδωροῦντο δὲ καὶ ἀπὸ τῆς αὑτῶν μοίρας οἷς ἐβούλοντο, ὡς
Ὀδυσσεὺς νώτου ἀποπροταμὼν οὗ αὐτῷ παρέθεντο τῷ Δημοδόκῳ.
ἐχρῶντο δὲ ἐν τοῖς συμποσίοις καὶ κιθαρῳδοῖς
καὶ ὀρχησταῖς, ὡς οἱ μνηστῆρες. καὶ παρὰ Μενελάῳ
ἐμέλπετο θεῖος ἀοιδός,
δύο δὲ κυβιστητῆρες μολπῆς ἐξάρχοντες ἐδίνευον. μολπῆς δὲ
ἀντὶ τοῦ παιδιᾶς. σῶφρον δέ τι ἦν τὸ τῶν συμποσίοις καὶ φιλοσόφων διάθεσιν ἐπέχον.
Ἀγαμέμνων γοῦν τὸν ἀοιδὸν καταλείπει τῇ Κλυταιμνήστρᾳ φύλακα καὶ παραινετῆρά τινα· ὃς πρῶτον μὲν ἀρετὴν γυναικῶν διερχόμενος ἐνέβαλλὲ τινα φιλοτιμίαν εἰς καλοκἀγαθίαν, εἶτα διατριβὴν παρέχων ἡδεῖαν ἀπεπλάνα τὴν διάνοιαν φαύλων ἐπινοιῶν. διὸ Αἴγισθος οὐ πρότερον διέφθειρε τὴν γυναῖκα πρὶν τὸν ἀοιδὸν ἀποκτεῖναι ἐν νήσῳ ἐρήμῃ.
τοιοῦτός ἐστι καὶ ὁ παρὰ τοῖς μνηστῆρσιν ἀείδων
ἀνάγκῃ, ὃς τοὺς ἐφεδρεύοντας τῇ Πηνελόπῃ ἐβδελύττετο. κοινῶς δέ που πάντας τοὺς ἀοιδοὺς αἰδοίους τοῖς ἀνθρώποις εἶναί φησι·
τοὔνεκ’ ἄρα σφέας
οἴμας Μοῦσ᾽ ἐδίδαξε φίλησέ τε φῦλον ἀοιδῶν.
ὁ δὲ παρὰ Φαίαξι
Δημόδοκος ᾄδει Ἄρεος καὶ Ἀφροδίτης συνουσίαν, οὐ διὰ τὸ ἀποδέχεσθαι τὸ τοιοῦτον πάθος, ἀλλ’ ἀποτρέπων αὐτοὺς παρανόμων ὀρέξεων, ἢ εἰδὼς ἐν τρυφερῷ τινι βίῳ τεθραμμένους κἀντεῦθεν ὁμοιότατα τοῖς τρόποις αὐτῶν
τὰ πρὸς ἀνάπαυσιν προφέρων. καὶ τοῖς μνηστῆρσιν ᾅδει πρὸς τὴν αὐτὴν βουλὴν ὁ Φήμιος νόστον Ἀχαιῶν. καὶ αἱ Σειρῆνες δὲ ᾄδουσι τῷ Ὀδυσσεῖ
τὰ μάλιστα αὐτὸν τέρψοντα, καὶ τὰ οἰκεῖα τῇ φιλοτιμίᾳ αὐτοῦ καὶ πολυμαθείᾳ λέγουσαι. ἴσμεν γάρ φασί, τὰ τά ἄλλα καὶ ὅσσα γένηται ἐν χθονὶ πολυβοτείρῃ.
ὀρχήσεις δ’ εἰσὶ παρ’ Ὁμήρῳ αἱ μέν τινες τῶν
κυβιστητήρων, αἱ δὲ διὰ τῆς σφαίρας· ἧς τὴν εὕρεσιν Ἀγαλλὶς ἡ Κερκυραία γραμματικὴ Ναυσικάᾳ ἀνατίθησιν ὡς πολίτιδι χαριζομένη· Δικαίαρχος
δὲ Σικυωνίοις,
Ἵππασος δὲ Λακεδαιμονίοις ταύτην τε καὶ τὰ γυμνάσια πρώτοις. ταύτην δὲ μόνην τῶν ἡρωίδων Ὅμηρος παράγει σφαιρίζουσαν.
διαβόητοι δὲ ἐπὶ σφαιρικῇ Δημοτέλης ὁ Θεοκρίτου τοῦ Χίου σοφιστοῦ ἀδελφὸς καί τις Χαιρεφάνης·
ὃς ἀσελγεῖ τινι νέῳ παρακολουθῶν οὐ διελέγετο
μέν, ἐκώλυε δὲ πράττειν τὸν νεανίσκον. εἰπόντος δὲ ὅτι Χαιρέφανες, ἐὰν παύσῃ ἀκολουθῶν, πάντα σοι ἔσται παρ’ ἡμῶν, ἐγὼ δ’ ἄν, ἔφη, σοὶ
διαλεχθείην;
τί οὖν, εἶπε, παρακολουθεῖς;
χαίρω σε θεωρῶν, ἔφη, τὸ δὲ ἦθος οὐ δοκιμάζω.
ὅτι τὸ φούλλικλον καλούμενον ἦν δὲ ὡς ἔοικε σφαιρίσκιόν τί εὗρεν Ἀττικὸς
Νεαπολίτης παιδοτρίβης γυμνασίας ἕνεκα Πομπηίου
Μὰγνου. τὸ δὲ
καλούμενον διὰ τῆς σφαίρας ἁρπαστὸν φαινίνδα ἐκαλεῖτο, ὃ ἐγὼ πάντων μάλιστα ἀσπάζομαι.
πολὺ δὲ τὸ σύντονον καὶ καματηρὸν τῆς περὶ τὴν σφαιριστικὴν ἁμίλλης τό τε κατὰ τοὺς τραχηλισμοὺς ῥωμαλέον. Ἀντιφάνης·
οἴμοι κακοδαίμων, τὸν τράχηλον ὡς ἔχω.
διηγεῖται δὲ τὴν φαινίνδα παιδιὰν οὕτως Ἀντιφάνης·
σφαῖραν λαβὼν
τῷ μὲν διδοὺς ἔχαιρε, τὸν δ’ ἔφευγ’ ἅμα,
τοῦ δ’ ἐξέκρουσε, τὸν δ’ ἀνέστησεν πάλιν,
κλαγκταῖσι φωναῖς
ἔξω, μακράν, παρ’ αὐτόν, ὑπὲρ αὐτόν κάτω,
ἄνω, βραχεῖαν, ἀπόδος ἐν καταστροφῇ.
ἐκαλεῖτο δὲ φαινίνδα ἀπὸ τῆς ἀφέσεως τῶν σφαιριζόντων, ἢ ὅτι εὑρετὴς αὐτοῦ, ὥς φησιν
Ἰόβας ὁ Μαυρούσιος, Φαινέστιος ὁ παιδοτρίβης. καὶ Ἀντιφάνης·
φαινίνδα παίζων ᾔεις ἐν Φαινεστίου.
ἐφρόντιζον δὲ εὐρυθμίας οἱ σφαιρίζοντες. Δαμόξενος γοῦν φησι·
νεανίας τις ἐσφαίριζεν εἷς ἐτῶν
ἴσως ἑκκαίδεκ’ ἢ ἑπτακαίδεκα,
Κῷος· θεοὺς γὰρ φαίνεθ’ ἡ νῆσος φέρειν.
ὃς ἐπεὶ ποτ’ ἐμβλέψειε τοῖς καθημένοις,
ἢ λαμβάνων τὴν σφαῖραν ἢ διδούς, ἅμα
πάντες ἐβοῶμεν·
ἡ δ’ εὐρυθμία, τὸ δ’ ἦθος, ἡ τάξις δ’ ὅση.
ἐν τῷ τι πράττειν ἢ λέγειν ἐφαίνετο τέρας
τι κάλλους, ἄνδρες· οὔτ’ ἀκήκοα
ἔμπροσθεν οὔθ’ ἑόρακα τοιαύτην χάριν.
κακὸν ἄν τι μεῖζον ἔλαβον, εἰ πλείω χρόνον
ἔμεινα· καὶ νῦν δ’ οὐχ ὑγιαίνειν μοι δοκῶ.
ἐσφαίριζε δ’ οὐκ ἀηδῶς καὶ Κτησίβιος ὁ Χαλκιδεὺς φιλόσοφος· καὶ πολλοὶ διὰ τὴν σφαιρικὴν αὐτῷ συναπεδύοντο τῶν Ἀντιγόνου τοῦ βασιλέως φίλων. συνέγραψε δὲ περὶ σφαιριστικῆς Τιμοκράτης
ὁ Λάκων.
οἱ Φαίακες δὲ παρ’ Ὁμήρῳ καὶ ἄνευ σφαίρας
ὀρχοῦνται. καὶ ὀρχοῦνταί που ἀνὰ μέρος πυκνῶς
ʽ τοῦτο γάρ ἐστι τὸ ταρφέ’ ἀμειβόμενοι
ʼ,
ἄλλων ἐφεστώτων καὶ ἐπικροτούντων τοῖς λιχανοῖς δακτύλοις, ὅ φησι ληκεῖν. οἶδε δὲ ὁ ποιητὴς καὶ τὴν πρὸς ᾠδὴν ὄρχησιν· Δημοδόκου γοῦν ᾅδοντος κοῦροι πρωθῆβαι ὠρχοῦντο καὶ ἐν τῇ
Ὁπλοποιίᾳ δὲ παιδὸς κιθαρίζοντος ἄλλοι ἐναντίοι μολπῇ τε ὀρχηθμῷ τε ἔσκαιρον. ὑποσημαίνεται δὲ ἐν τούτοις ὁ ὑπορχηματικὸς τρόπος, ὃς ἤνθησεν
ἐπὶ Ξενοδήμου καὶ Πινδάρου. καί ἐστιν ἡ τοιαύτη
ὄρχησις μίμησις τῶν ὑπὸ τῆς λέξεως ἑρμηνευομένων πραγμάτων ἣν παρίστησι γινομένην Ξενοφῶν ὁ καλὸς ἐν τῇ
Ἀναβάσει ἐν τῷ παρὰ Σεύθῃ
τῷ Θρᾳκὶ συμποσίῳ. φησὶ γοῦν· ἐπειδὴ σπονδαὶ
τε ἐγένοντο καὶ ἐπαιώνισαν, ἀνέστησαν πρῶτοι
Θρᾷκες καὶ πρὸς αὐλὸν ὠρχοῦντο σὺν ὅπλοις καὶ
ἥλλοντο ὑψηλά τε καὶ κούφως καὶ ταῖς μαχαίραις ἐχρῶντο· τέλος δὲ ὁ ἕτερος τὸν ἕτερον παίει, ὡς πᾶσι δοκεῖν πεπληγέναι τὸν ἄνδρα. ὁ δ’ ἔπεσε τεχνικῶς πως καὶ πάντες ἀνέκραγον οἱ συνδειπνοῦντες Παφλαγόνες. καὶ ὁ μὲν σκυλεύσας τὰ
ὅπλα τοῦ ἑτέρου ἐξῄει ᾄδων Σιτάλκαν, ἄλλοι δὲ τῶν Θρᾳκῶν τὸν ἕτερον ἐξέφερον ὡς τεθνηκότα· ἦν δὲ οὐδὲν πεπονθώς. μετὰ τοῦτον Αἰνιᾶνες καὶ Μάγνητες ἀνέστησαν, οἳ ὠρχοῦντο τὴν καρπαίαν καλουμένην ἐν τοῖς ὅπλοις. ὁ δὲ τρόπος τῆς ὀρχήσεως ἦν ὁ μὲν παραθέμενος τὰ ὅπλα σπείρει καὶ ζευγηλατεῖ πυκνὰ μεταστρεφόμενος ὡς φοβούμενος, λῃστὴς δὲ προσέρχεται· ὁ δὲ ἐπὰν προίδηται ἁρπάσας τὰ ὅπλα μάχεται πρὸ τοῦ ζεύγους ἐν ῥυθμῷ πρὸς τὸν αὐλόν καὶ τέλος ὁ λῃστὴς
δήσας τὸν ἄνδρα τὸ ζεῦγος ἀπάγει, ἐνίοτε δὲ καὶ
ὁ ζευγηλάτης τὸν λῃστὴν εἶτα παρὰ τοὺς βοῦς δήσας ὀπίσω τὼ χεῖρε δεδεμένον ἐλαύνει.
καί τις, φησί, τὸ Περσικὸν ὠρχεῖτο καὶ κροτῶν τὰς πέλτας ὤκλαζε καὶ ἐξανίστατο· καὶ ταῦτα πάντα ῥυθμῷ πρὸς τὸν αὐλὸν ἐποίει. καὶ Ἀρκάδες δέ φησίν, ἀναστάντες ἐξοπλισάμενοι ᾔεσαν ἐν ῥυθμῷ
πρὸς τὸν ἐνόπλιον ῥυθμὸν αὐλούμενοι καὶ ἐνωπλίσαντο καὶ ὠρχήσαντο.
ἐχρῶντο δὲ καὶ αὐλοῖς καὶ σύριγξιν οἱ ἥρωες.
ὁ γοῦν Ἀγαμέμνων
αὐλῶν συρίγγων τ’ ἐνοπὴν
ἀκούει. εἰς δὲ τὰ συμπόσια οὐ παρήγαγε· πλὴν ἐν τῇ Ὁπλοποιίᾳ γάμων γινομένων αὐλῶν μνημονεύει. τοῖς δὲ βαρβάροις ἀποδίδωσι τοὺς αὐλούς· παρὰ Τρωσὶ γοῦν ἦν αὐλῶν συρίγγων τ’ ἐνοπή.
ἔσπενδον δὲ ἀπὸ τῶν δείπνων ἀναλύοντες καὶ
τὰς σπονδὰς ἐποιοῦντο Ἑρμῇ καὶ οὐχ ὡς ὕστερον
Διὶ τελείῳ. δοκεῖ γὰρ Ἑρμῆς ὕπνου προστάτης εἶναι. σπένδουσι δ’ αὐτῷ καὶ ἐπὶ ταῖς γλώσσαις ἐκ τῶν δείπνων ἀπιόντες. προσνέμονται δ’ αὐτῷ
αἱ γλῶσσαι διὰ τὴν ἑρμηνείαν.
οἶδε δ᾽
Ὅμηρος καὶ ποικίλας ἐδωδάς· λέγει γοῦν ἐδωδὴν παντοίην
καὶ ὄψα οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
οἶδε δὲ καὶ πᾶσαν τὴν νῦν πολυτέλειαν. οἴκων μὲν οὖν λαμπρότατος ὁ Μενελάου. τοιοῦτον δέ τινα ὑφίσταται τῇ κατασκευῇ καὶ λαμπρότητι οἵανπερ Πολύβιος
Ἴβηρός τινος βασιλέως οἰκίαν ὃν καὶ ἐζηλωκέναι λέγει τὴν τῶν Φαιάκων τρυφὴν πλὴν τοῦ τοὺς κρατῆρας ἐν μέσῳ τῆς οἰκίας ἑστάναι πλήρεις οἴνου κριθίνου, ἀργυροῦς ὄντας καὶ χρυσοῦς. Ὅμηρος δὲ
τοπογραφῶν καὶ τὴν Καλυψοῦς οἰκίαν ἐκπλήττει τὸν
Ἑρμῆν.
ἀπολαυστικὸς δέ ἐστι παρ’ αὐτῷ καὶ ὁ τῶν Φαιάκων βίος· αἰεὶ γὰρ ἡμῖν δαίς τε φίλη κίθαρίς τε
καὶ τὰ ἑξῆς ἃ ἔπη Ἐρατοσθένης οὕτω γεγράφθαι φησίν·
οὐ γὰρ ἔγωγὲ τί φημι τέλος χαριέστερον εἶναι ἢ
ὅταν εὐφροσύνη μὲν ἔχῃ κακότητος ἀπούσης,
δαιτυμόνες δ’ ἀνὰ δώματ’ ἀκουάζωνται ἀοιδοῦ,
κακότητος ἀπούσης φάσκων τῆς ἀφροσύνης. ἀδύνατον γὰρ μὴ φρονίμους εἶναι Φαίακας, οἳ μάλα φίλοι εἰσὶ θεοῖσιν, ὡς ἡ Ναυσικάα φησί.
καὶ οἱ μνηστῆρες δὲ παρ’ αὐτῷ πεσσοῖσι προπάροιθε θυράων
ἐτέρποντο, οὐ παρὰ τοῦ μεγάλου Διοδώρου ἢ Θεοδώρου μαθόντες τὴν πεττείαν οὐδὲ τοῦ Μιτυληναίου
Λέοντος τοῦ ἀνέκαθεν
Ἀθηναίου, ὃς ἀήττητος ἦν κατὰ τὴν πεττευτικήν,
ὥς φησι Φαινίας. Ἀπίων δὲ ὁ Ἀλεξανδρεὺς καὶ ἀκηκοέναι φησὶ παρὰ τοῦ
Ἰθακησίου
Κτήσωνος τὴν τῶν μνηστήρων πεττείαν οἵα ἦν. ὀκτὼ γάρ, φησί, καὶ ἑκατὸν ὄντες οἱ μνηστῆρες διετίθεσαν ψήφους ἐναντίας ἀλλήλαις, ἴσας πρὸς ἴσας τὸν ἀριθμόν ὅσοιπερ ἦσαν καὶ αὐτοί. γίνεσθαι οὖν ἑκατέρωθεν δ’ καὶ πεντήκοντα. τὸ δ’ ἀνὰ μέσον τούτων διαλιπεῖν ὀλίγον ἐν δὲ τῷ μεταιχμίῳ τούτῳ μίαν τιθέναι ψῆφον, ἣν καλεῖν μὲν
αὐτοὺς Πηνελόπην, σκοπὸν δὲ ποιεῖσθαι εἲ τις βάλλοι ψήφῳ ἑτέρᾳ· καὶ κληρουμένων τὸν λαχόντα στοχάζεσθαι ταύτης. εἰ δέ τις τύχοι καὶ
ἐκκρούσειε πρόσω τὴν Πηνελόπην, ἀποτίθεσθαι τὴν ἑαυτοῦ εἰς τὴν τῆς βληθείσης καὶ ἐξωσμένης χώραν, ἐν ᾗ πρότερον ἦν καὶ πάλιν στήσαντα τὴν Πηνελόπην ἐν ᾧ τὸ δεύτερον ἐγένετο χωρίῳ ἐντεῦθεν βάλλειν τὴν ἑαυτοῦ. εἰ δὲ τύχοι ἄνευ τοῦ μηδεμιᾶς τῶν ἄλλων ψαῦσαι, νικᾶν καὶ ἐλπίδας
ἔχειν πολλὰς γαμήσειν αὐτήν. τὸν δὲ Εὐρύμαχον πλείστας εἰληφέναι ταύτῃ τῇ παιδιᾷ καὶ εὔελπιν
εἶναι τῷ γάμῳ.
οὕτω δὲ διὰ τὴν τρυφὴν τὰς χεῖρας οἱ μνηστῆρες ἔχουσιν ἁπαλὰς ὡς μηδὲ τὸ τόξον ἐντεῖναι δύνασθαι. πολυτελεῖς δ’ αὐτοῖς
καὶ οἱ διακονούμενοι.
δυνατωτάτη δὲ παρ᾽
Ὁμήρῳ καὶ ἡ τῶν μύρων εὐωδία· οὗ κινυμένου Διὸς ποτὶ χαλκοβατὲς δῶμα
ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή.
καὶ στρωμνὰς δὲ οἶδε διαπρεπούσας· τοιαύτας
οὖν Ἀρήτη
Ὀδυσσεῖ ὑποστρωννύειν κελεύει, καὶ Νέστωρ αὐχεῖ πρὸς Τηλέμαχον πολλῶν τοιούτων εὐπορεῖν.
τῶν δ’ ἄλλων ποιητῶν ἔνιοι τὰς καθ’ αὑτοὺς πολυτελείας καὶ ῥᾳθυμίας ἀνέπεμπον ὡς οὔσας
καὶ κατὰ τὰ Τρωικά. Αἰσχύλος γοῦν ἀπρεπῶς που παράγει μεθύοντας τοὺς Ἕλληνας, ὡς καὶ τὰς ἀμίδας ἀλλήλοις περικαταγνύναι. λέγει γοῦν
ὅδ’ ἐστὶν ὅς ποτ’ ἀμφ’ ἐμοὶ βέλος
γελωτοποιόν, τὴν κάκοσμον οὐράνην,
ἔρριψεν οὐδ’ ἥμαρτε· περὶ δ’ ἐμῷ κάρᾳ
πληγεῖσ’ ἐναυάγησεν ὀστρακουμένη,
χωρὶς μυρηρῶν τευχέων πνέουσ’ ἐμοί
.
καὶ Σοφοκλῆς δὲ ἐν Ἀχαιῶν συνδείπνῳ·
ἀλλ’ ἀμφὶ θυμῷ τὴν κάκοσμον οὐράνην ἔρριψεν
οὐδ’ ἥμαρτε; περὶ δ’ ἐμῷ κάρᾳ
κατάγνυται τὸ τεῦχος οὐ μύρου πνέον.
ἐδειματούμην δ’ οὐ φίλης ὀσμῆς ὕπο.
Εὔπολις δὲ τὸν πρῶτον εἰσηγησάμενον τὸ τῆς ἀμίδος ὄνομα ἐπιπλήττει λέγων
Ἀλκιβιάδης
μισῶ λακωνίζειν, ταγηνίζειν δὲ κἂν πριαίμην.
β
πολλὰς δ’ οἶμαι νῦν βεβινῆσθαι.
Ἀλκιβιάδης
ὃς δὲ πρῶτος ἐξεῦρεν τὸ πρῴ πιπίνειν,
β
πολλήν γε λακκοπρωκτίαν ἡμῖν ἐπίστασ’ εὑρών.
Ἀλκιβιάδης
εἶεν τίς εἶπεν ἀμίδα παῖ πρῶτος μεταξὺ πίνων;
β
Παλαμηδικόν γε τοῦτο τοὐξεύρημα καὶ σοφὸν σου.
παρ’ Ὁμήρῳ δὲ οἱ ἀριστεῖς κοσμίως δειπνοῦσιν ἐν Ἀγαμέμνονος. εἰ δ’ ἐν Ὀδυσσείᾳ φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς καὶ Ἀγαμέμνων
χαῖρε νόῳ,
ἀλλ’ ὠφέλιμοι αἱ φιλοτιμίαι ζητούντων
εἰ λόγῳ ἢ μάχῃ αἱρεθῆναι δεῖ τὸ
Ἴλιον. ἀλλ᾽
οὐδ’ ὅτε μνηστῆρας εἰσάγει μεθύοντας, οὐδὲ τότε τοιαύτην ἀκοσμίαν εἰσήγαγεν ὡς Σοφοκλῆς καὶ Αἰσχύλος πεποιήκασιν, ἀλλὰ πόδα βόειον ἐπὶ τὸν
Ὀδυσσέα ῥιπτούμενον.
καθέζονται δ’ ἐν τοῖς συνδείπνοις οἱ ἥρωες, οὐ κατακέκλινται. τοῦτο δὲ καὶ παρ’ Ἀλεξάνδρῳ τῷ
βασιλεῖ ἐνίοτε ἦν, ὥς φησι Δοῦρις. ἑστιῶν γοῦν ποτε ἡγεμόνας εἰς ἑξακισχιλίους ἐκάθισεν ἐπὶ δίφρων ἀργυρῶν καὶ κλιντήρων, ἁλουργοῖς περιστρώσας
ἱματίοις. Ἡγήσανδρος δέ φησιν οὐδὲ ἔθος εἶναι ἐν Μακεδονίᾳ κατακλίνεσθαί τινα ἐν δείπνῳ, εἰ μή τις ἔξω λίνων ὗν κεντήσειεν· ἕως δὲ τότε καθήμενοι ἐδείπνουν. Κάσανδρος οὖν πέντεα καὶ τριάκοντα ὢν ἐτῶν ἐδείπνει παρὰ τῷ πατρὶ καθήμενος, οὐ δυνάμενος τὸν ἆθλον ἐκτελέσαι καίπερ ἀνδρεῖος γεγονὼς καὶ κυνηγὸς ἀγαθός.
ἐς τὸ πρέπον δὲ Ὅμηρος ἀφορῶν τοὺς ἥρωας οὐ παρήγαγεν ἄλλο τι δαινυμένους ἢ κρέα, καὶ ταῦτα ἑαυτοῖς σκευάζοντας. οὐ γὰρ ἔχει γέλωτα οὐδ’ αἰσχύνην ὀψαρτύοντας αὐτοὺς καὶ ἕψοντας ὁρᾶν.
ἐπετήδευον γὰρ τὴν αὐτοδιακονίαν καὶ ἐκαλλωπίζοντο, φησὶ Χρύσιππος, τῇ ἐν τούτοις εὐστροφίᾳ.
Ὀδυσσεὺς γοῦν δαιτρεῦσαί τε καὶ πῦρ νηῆσαι
οἷος οὐκ ἄλλος δεξιὸς εἶναί φησι. καὶ ἐν Λιταῖς δὲ Πάτροκλος καὶ Ἀχιλλεὺς πάντα εὐτρεπίζει. καὶ Μενελάου δὲ τελοῦντος γάμους ὁ νυμφίος Μεγαπένθης οἰνοχοεῖ. νῦν δὲ ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν ὡς κατακεῖσθαι δαινύμενοι.
προσφάτως δὲ καὶ τὰ βαλανεῖα παρῆκται, τὴν ἀρχὴν οὐδὲ ἔνδον τῆς πόλεως ἐώντων εἶναι αὐτά,
ὧν τὸ βλαπτικὸν Ἀντιφάνης δηλοῖ·
εἰς μακαρίαν τὸ λουτρόν, ὡς διέθηκέ με.
ἑφθὸν κομιδῇ πεποίηκεν ἀποκναίσειεν ἂν
κἂν ὁστισοῦν μου λαβόμενος τοῦ δέρματος.
οὕτω στερεόν τι πρᾶγμα θερμὸν ἐσθ’ ὕδωρ.
Ἕρμιππος·
μὰ τὸν Δί᾽, οὐ μέντοι μεθύειν τὸν ἄνδρα χρὴ
τὸν ἀγαθὸν οὐδὲ θερμολουτεῖν, ἃ σὺ ποιεῖς.
ηὔξηται δὲ καὶ ἡ τῶν ὀψοποιῶν περιεργία καὶ ἡ τῶν μυρεψῶν· ὥστ’ οὐδ’ ἂν κολυμβᾶν εἰς κολυμβήθραν μύρου
ἀρκεῖσθαί τις ἂν δύναιτο, φησὶν
Ἄλεξις. ἀνθοῦσι δὲ καὶ αἱ τῶν περὶ τὰ πέμματα δημιουργίαι καὶ αἱ περὶ τὰς συνουσίας περιεργίαι,
ὥστ’ ἐπιτεχνᾶσθαι σπόγγους ὑποτίθεσθαι· ἐπακτικὸν γὰρ εἶναι τὸ τοιοῦτον πρὸς ἀφροδισίων πλῆθος. Θεόφραστος δ’ οὕτω φησί τινας ὀχευτικὰς δυνάμεις εἶναι ὡς καὶ μέχρι ἑβδομήκοντα συνουσιῶν ἐπιτελεῖν καὶ τὸ τελευταῖον αὐτοῖς αἷμα ἀποκρίνεσθαι. Φύλαρχος δὲ Σανδρόκοττόν φησι τὸν
Ἰνδῶν βασιλέα Σελεύκῳ μεθ’ ὧν ἔπεμψε δώρων ἀποστεῖλαί τινας δυνάμεις στυτικὰς τοιαύτας ὡς ὑπὸ τοὺς πόδας τιθεμένας τῶν συνουσιαζόντων οἷς μὲν ὁρμὰς ἐμποιεῖν ὀρνίθων δίκην οὓς δὲ καταπαύειν. ηὔξηται δὲ νῦν καὶ ἡ τῆς μουσικῆς διαστροφή, καὶ ἡ περὶ τὰς ἐσθήσεις καὶ ὑποδέσεις ἐπήκμασε πολυτέλεια.
Ὅμηρος δὲ τὴν τοῦ μύρου φύσιν εἰδὼς οὐκ εἰσήγαγε μύροις ἀλειφομένους τοὺς ἥρωας πλὴν τὸν Πάριν ἐν οἷς φησὶ κάλλει στίλβων,
ὡς καὶ Ἀφροδίτη κάλλει τὰ πρόσωπα καθαίρει. ἀλλ’ οὐδὲ στεφανουμένους εἰσάγει, καίτοι τῷ ἐκ τῆς
μεταφορᾶς ὁμοιώματι σημαίνεται ὅτι ᾔδει τὸν στέφανον. φησὶ γοῦν
νῆσος, ἣν πέρι πόντος ἀπείριτος ἐστεφάνωτο.
καὶ
πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε.
παρατηρητέον δὲ καὶ ὅτι ἐν μὲν Ὀδυσσείᾳ ἀπονιζομένους τὰς χεῖρας ποιεῖ πρὶν μεταλαβεῖν τροφῆς,
ἐν
Ἰλιάδι. δὲ τοῦτο ποιοῦντας οὐκ ἔστιν εὑρεῖν. σχολαζόντων γὰρ βίος ὁ ἐν
Ὀδυσσείᾳ καὶ διὰ τὴν εἰρήνην τρυφώντων διὸ οἱ ἐνταῦθα ἐθεράπευον τὸ
σῶμα διὰ λουτρῶν καὶ κατανιμμάτων. διὰ τοῦτο καὶ ἀστραγαλίζουσιν ἐν ταύτῃ τῇ πολιτείᾳ καὶ
ὀρχοῦνται καὶ σφαιρίζουσιν. Ἡρόδοτος δὲ οὐ καλῶς εἴρηκεν ἐπὶ Ἄτυος διὰ λιμὸν εὑρεθῆναι τὰς παιδιὰς· πρεσβεύει γὰρ τοῖς χρόνοις τὰ ἡρωικά.
οἱ δ’ ἐν τῇ
Ἰλιακῇ πολιτείᾳ μονονοὺ βοῶσι·
κλῦθ’ Ἀλαλά, Πολέμου θύγατερ,
ἐγχέων προοίμιον.
ὅτι Ἀριστόνικον τὸν Καρύστιον, τὸν
Ἀλεξάνδρου σφαιριστήν,
Ἀθηναῖοι πολίτην ἐποιήσαντο διὰ τὴν τέχνην καὶ ἀνδριάντα ἀνέστησαν. τὰς γὰρ
βαναύσους τέχνας Ἕλληνες ὕστερον περὶ πλείστου μᾶλλον ἐποιοῦντο ἢ τὰς κατὰ παιδείαν γινομένας ἐπινοίας. Ἑστιαιεῖς γοῦν καὶ
Ὠρεῖται Θεοδώρου τοῦ ψηφοκλέπτου ἐν θεάτρῳ χαλκῆν εἰκόνα ἀνέθηκαν ψῆφον κρατοῦσαν· ὡς δ’ αὕτως Μιλήσιοι
Ἀρχελάου τοῦ κιθαριστοῦ. ἐν δὲ Θήβαις
Πινδάρου μὲν οὐκ ἔστιν εἰκών, Κλέωνος δὲ τοῦ ᾠδοῦ, ἐφ’ ἧς ἐπιγέγραπται·
Πυθέα υἱὸς ὅδ’ ἐστὶ Κλέων
Θηβαῖος ἀοιδός,
ὃς πλείστους θνητῶν ἀμφέθετο στεφάνους
κρατὸς ἐπὶ σφετέρου, καὶ οἱ κλέος οὐρανόμηκες.
χαῖρε, Κλέων, Θήβας πατρίδ’ ἐπευκλεΐσας
ὑπὸ.
τούτου τὸν ἀνδριάντα, ὅτε Ἀλέξανδρος τὰς
Θήβας κατασκάπτων , φησὶ Πολέμων φεύγοντά τινα χρυσίον εἰς τὸ ἱμάτιον κοῖλον ὂν ἐνθέσθαι, καὶ ἀνοικιζομένης τῆς πόλεως ἐπανελθόντα εὑρεῖν τὸ χρυσίον μετὰ ἔτη τριάκοντα. Ἡρόδοτος δὲ ὁ λογόμιμος, ὥς φησιν Ἡγήσανδρος, καὶ Ἀρχέλαος ὁ ὀρχηστὴς παρὰ Ἀντιόχῳ τῷ βασιλεῖ
μάλιστα ἐτιμῶντο τῶν φίλων. ὁ δὲ πατὴρ αὐτοῦ Ἀντίοχος τοὺς Σωστράτου τοῦ αὐλητοῦ υἱεῖς σωματοφύλακας ἐπεποίητο.
ἐθαυμάζετο δὲ παρ᾽
Ἕλλησι καὶ Ῥωμαίοις
Ματρέας ὁ πλάνος ὁ Ἀλεξανδρεύς, ὃς ἔλεγε καὶ θηρίον τρέφειν ὃ αὐτὸ ἑαυτὸ κατεσθίει· ὡς καὶ ζητεῖσθαι μέχρι νῦν τὸ Ματρέου θηρίον τί ἐστιν. ἐποίησε δ’ οὗτος καὶ παρὰ τὰς Ἀριστοτέλους ἀπορίας καὶ ἀνεγίνωσκε δημοσίᾳ, διὰ τί ὁ ἥλιος δύνει μὲν κολυμβᾷ δ’ οὔ, καὶ διὰ τί οἱ σπόγγοι συμπίνουσι μὲν συγκωθωνίζονται δ’ οὔ, καὶ τὰ τετράδραχμα καταλλάττεται μὲν ὀργίζεται δ’ οὔ.
Ἀθηναῖοι δὲ Ποθεινῷ τῷ νευροσπάστῃ τὴν σκηνὴν ἔδωκαν ἀφ’ ἧς ἐνεθουσίων οἱ περὶ Εὐριπίδην.
Ἀθηναῖοι δὲ καὶ Εὐρυκλείδην ἐν τῷ θεάτρῳ ἀνέστησαν μετὰ τῶν περὶ Αἰσχύλον. ἐθαυμάζετο καὶ Ξενοφῶν ὁ θαυματοποιός, ὃς μαθητὴν κατέλιπε Κρατισθένη τὸν Φλιάσιον ὃς πῦρ τε αὐτόματον ἐποίει ἀναφύεσθαι καὶ ἄλλα πολλὰ φάσματα ἐτεχνᾶτο, ἀφ’ ὧν ἐξίστα τῶν ἀνθρώπων
τὴν διάνοιαν. τοιοῦτος ἦν καὶ Νυμφόδωρος ὁ
θαυματοποιός, ὃς προσκρούσας Ῥηγίνοις, ὥς φησι Δοῦρις, εἰς δειλίαν αὐτοὺς ἔσκωψε πρῶτος. Εὔδικος δὲ ὁ γελωτοποιὸς ηὐδοκίμει μιμούμενος παλαιστὰς καὶ πύκτας, ὥς φησιν Ἀριστόξενος. Στράτων δ᾽
ὁ Ταραντῖνος ἐθαυμάζετο τοὺς διθυράμβους μιμούμενος·
τὰς δὲ κιθαρῳδίας οἱ περὶ τὸν ἐξ
Ἰταλίας
Οἰνώναν, ὃς καὶ Κύκλωπα εἰσήγαγε τερετίζοντα καὶ ναυαγὸν
Ὀδυσσέα σολοικίζοντα, ὁ αὐτός φησι. Διοπείθης δὲ ὁ Λοκρός, ὥς φησι Φανόδημος, παραγενόμενος εἰς Θήβας καὶ ὑποζωννύμενος οἴνου κύστεις μεστὰς καὶ γάλακτος καὶ ταύτας ἀποθλίβων ἀνιμᾶν ἔλεγεν ἐκ τοῦ στόματος. τοιαῦτα ποιῶν ηὐδοκίμει καὶ Νοήμων ὁ ἠθολόγος. ἔνδοξοι δ’ ἦσαν καὶ παρ’ Ἀλεξάνδρῳ θαυματοποιοὶ Σκύμνος ὁ Ταραντῖνος, Φιλιστίδης ὁ Συρακούσιος, Ἡράκλειτος ὁ Μιτυληναῖος. γεγόνασι δὲ καὶ πλάνοι
ἔνδοξοι, ὧν Κηφισόδωρος καὶ Πανταλέων, Φιλίππου δὲ τοῦ γελωτοποιοῦ Ξενοφῶν μνημονεύει.
ὅρος.. οἰκουμένης δῆμον τὴν Ῥώμην φησί, λέγει δὲ καὶ ὅτι οὐκ ἄν τις σκοποῦ πόρρω τοξεύων λέγοι τὴν Ῥώμην πόλιν ἐπιτομὴν τῆς οἰκουμένης·
ἐν ᾗ συνιδεῖν ἔστιν οὕτως πάσας τὰς πόλεις ἱδρυμένας, καὶ κατ’ ἰδίαν δὲ τὰς πολλάς, ὡς Ἀλεξανδρέων μὲν τὴν χρυσῆν, Ἀντιοχέων δὲ τὴν καλήν, Νικομηδέων δὲ τὴν περικαλλῆ, προσέτι τε
τὴν λαμπροτάτην πόλεων πασῶν ὁπόσας ὁ Ζεὺς
ἀναφαίνει,
τὰς Ἀθήνας λέγω. ἐπιλείποι δ’ ἄν με οὐχ ἡμέρα μία ἐξαριθμούμενον τὰς ἐν τῇ Ῥωμαίων οὐρανοπόλει Ῥώμῃ ἀριθμουμένας πόλεις, ἀλλὰ πᾶσαι αἱ κατὰ τὸν ἐνιαυτὸν ἀριθμούμεναι διὰ τὸ πλῆθος. καὶ γὰρ ὅλα ἔθνη ἀθρόως αὐτόθι συνῴκισται, ὡς τὸ Καππαδοκῶν καὶ Σκυθῶν καὶ Ποντίων καὶ ἄλλων πλειόνων. οὗτοι οὖν πάντες, ὁ σύμπας δῆμος τῆς οἰκουμένης, τὸν ἐφ’ ἡμῶν, φησί, φιλόσοφον ὀρχηστὴν Μέμφιν ἐκάλεσαν ἀπαρχαΐζοντες τὴν διὰ τοῦ σώματος αὐτοῦ κίνησιν τῇ τῶν πόλεων ἀρχαιοτάτῃ καὶ βασιλικωτάτῃ, περὶ ἧς Βακχυλίδης φησὶ
τὴν ἀχείμαντόν τε Μέμφιν καὶ δονακώδεα Νεῖλον.
οὗτος τὴν Πυθαγόρειον φιλοσοφίαν ἐπιδείκνυσιν ἥτις ἐστί, μετὰ σιωπῆς πάνθ’ ἡμῖν ἐμφανίζων σαφέστερον ἢ οἱ τὰς τῶν λόγων τέχνας ἐπαγγελλόμενοι διδάσκειν.
τῆς δὲ κατὰ τοῦτον ὀρχήσεως τῆς τραγικῆς καλουμένης πρῶτος εἰσηγητὴς γέγονε Βάθυλλόν φησιν Ἀλεξανδρεύς, ὅν φησι παντομίμους ὀρχήσασθαι Σέλευκος. τοῦτον τὸν Βάθυλλόν φησιν
Ἀριστόνικος καὶ Πυλάδην, οὗ ἐστι καὶ σύγγραμμα περὶ ὀρχήσεως, τὴν
Ἰταλικὴν ὄρχησιν συστήσασθαι ἐκ τῆς κωμικῆς, ἣ ἐκαλεῖτο κόρδαξ, καὶ
τῆς τραγικῆς, ἣ ἐκαλεῖτο ἐμμέλεια, καὶ τῆς σατυρικῆς ἣ ἐλέγετο σίκιννις διὸ καὶ οἱ σάτυροι σικιννισταί, ἧς εὑρετὴς Σίκιννός τις βάρβαρος.
οἱ δέ φασιν ὅτι Κρὴς ἦν ὁ Σίκιννος. ἦν δὲ ἡ Πυλάδου ὄρχησις ὀγκώδης παθητική τε καὶ πολυπρόσωπος, ἡ δὲ Βαθύλλειος ἱλαρωτέρα καὶ γὰρ ὑπόρχημά τι τοῦτον διατίθεσθαι. Σοφοκλῆς δὲ πρὸς τῷ καλὸς γεγενῆσθαι τὴν ὥραν ἦν καὶ ὀρχηστικὴν δεδιδαγμένος καὶ μουσικὴν ἔτι παῖς
ὢν παρὰ Λάμπρῳ. μετὰ γοῦν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν περὶ λ τρόπαιον γυμνὸς ἀληλιμμένος ἐχόρευσε μετὰ λύρας· οἱ δὲ ἐν ἱματίῳ φασί. καὶ τὸν Θάμυριν διδάσκων αὐτὸς ἐκιθάρισεν ἄκρως δὲ ἐσφαίρισεν ὅτε τὴν Ναυσικάαν καθῆκε. τῆς δὲ Μέμφιδος ὀρχήσεως ἤρα καὶ Σωκράτης ὁ σοφὸς καὶ πολλάκις καταλαμβανόμενος ὀρχούμενος, ὥς φησι Ξενοφῶν, ἔλεγε τοῖς γνωρίμοις παντὸς εἶναι
μέλους τὴν ὄρχησιν γυμνάσιον. ἔταττον γὰρ τὸ
ὀρχεῖσθαι ἐπὶ τοῦ κινεῖσθαι καὶ ἐρεθίζεσθαι. Ἀνακρέων
καλλίκομοι κοῦραι Διὸς ὠρχήσαντ’ ἐλαφρῶς.
Ἴων·
ἐκ τῶν ἀέλπτων μᾶλλον ὤρχησεν φρένας.
Ἕρμιππος δέ φησι Θεόφραστον παραγίνεσθαι εἰς τὸν περίπατον καθ’ ὥραν λαμπρὸν καὶ ἐξησκημένον, εἶτα καθίσαντα διατίθεσθαι τὸν λόγον
οὐδεμιᾶς ἀπεχόμενον κινήσεως οὐδὲ σχήματος ἑνός. καί ποτε ὀψοφάγον μιμούμενον ἐξείραντα τὴν γλῶσσαν περιλείχειν τὰ χείλη.
ἔμελε δὲ αὐτοῖς καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα καὶ τοὺς μὴ τοῦτο ποιοῦντας
ἔσκωπτον. Πλάτων ἐν Θεαιτήτῳ· πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναβάλλεσθαι δ’ οὐκ ἐπισταμένους ἐπιδέξι’ ἐλευθερίως οὐδ’ ἁρμονίαν λόγων λαβόντας ὀρθῶς ὑμνῆσαι θεῶν τε καὶ ἀνθρώπων εὐδαιμόνων βίον.
Σαπφὼ περὶ Ἀνδρομέδας σκώπτει
τίς δ’ ἀγροιῶτις θέλγει νόον
οὐκ ἐπισταμένη τὰ βράκε’ ἕλκειν ἐπὶ τῶν σφυρῶν;
Φιλέταιρος·
ἀμφιβάλλου σφυροῖς· οὐ καθήσεις, τάλαν,
μηδ’ ἀγροίκως ἄνω γόνατος ἀμφέξει;
Ἕρμιππος δέ φησι Θεόκριτον τὸν Χῖον ὡς ἀπαίδευτον μέμφεσθαι τὴν Ἀναξιμένους περιβολὴν
Καλλίστρατός τε ὁ Ἀριστοφάνειος
Ἀρίσταρχον ἐν συγγράμματι κακῶς εἴρηκεν ἐπὶ τῷ μὴ εὐρύθμως ἀμπέχεσθαι, φέροντός τι καὶ τοῦ τοιούτου πρὸς παιδείας ἐξέτασιν. διὸ καὶ Ἄλεξίς φησιν
ἓν γὰρ νομίζω τοῦτο τῶν ἀνελευθέρων εἶναι
τὸ βαδίζειν ἀρρύθμως ἐν ταῖς ὁδοῖς,
ἐξὸν καλῶς. οὗ μήτε πράττεται τέλος μηδεὶς
ἡμᾶς, μήτε τιμὴν δόντα δεῖ ἑτέρων
λαβεῖν, φέρει δὲ τοῖς μὲν χρωμένοις δόξης
τιν’ ὄγκον, τοῖς δ’ ὁρῶσιν ἡδονήν,
κόσμον δὲ τῷ βίῳ
τὸ τοιοῦτον γέρας τίς
οὐκ ἂν αὑτῷ κτῷτο φάσκων νοῦν ἔχειν;
καὶ Αἰσχύλος δὲ οὐ μόνον ἐξεῦρε τὴν τῆς στολῆς
εὐπρέπειαν καὶ σεμνότητα, ἣν ζηλώσαντες οἱ
ἱεροφάνται καὶ δᾳδοῦχοι ἀμφιέννυνται, ἀλλὰ καὶ πολλὰ σχήματα ὀρχηστικὰ αὐτὸς ἐξευρίσκων ἀνεδίδου τοῖς χορευταῖς. χαμαιλέων γοῦν πρῶτον αὐτόν φησι σχηματίσαι τοὺς χοροὺς ὀρχηστοδιδασκάλοις οὐ χρησάμενον, ἀλλὰ καὶ αὐτὸν τοῖς χοροῖς τὰ σχήματα ποιοῦντα τῶν ὀρχήσεων, καὶ ὅλως πᾶσαν τὴν τῆς τραγῳδίας οἰκονομίαν εἰς ἑαυτὸν περιιστάντα. ὑπεκρίνετο γοῦν μετὰ τοῦ εἰκότος τὰ δράματα. Ἀριστοφάνης γοῦν παρὰ δὲ
τοῖς κωμικοῖς ἡ περὶ τῶν τραγικῶν ἀπόκειται πίστισ’ ποιεῖ αὐτὸν Αἰσχύλον λέγοντα·
τοῖσι χοροῖς αὐτὸς τὰ σχήματ’ ἐποίουν.
καὶ πάλιν·
τοὺς Φρύγας οἶδα θεωρῶν,
ὅτε τῷ Πριάμῳ συλλυσόμενοι τὸν παῖδ’ ἦλθον
τεθνεῶτα,
πολλὰ τοιαυτὶ καὶ τοιαυτὶ καὶ δεῦρο σχηματίσαντες.
καὶ Τέλεσις δὲ ἢ Τελέστης ὁ ὀρχηστοδιδάσκαλος πολλὰ ἐξεύρηκε σχήματα, ἄκρως ταῖς χερσὶ τὰ
λεγόμενα δεικνύς. Φίλλις ὁ Δήλιος μουσικὸς τοὺς ἀρχαίους φησὶ κιθαρῳδοὺς κινήσεις ἀπὸ μὲν τοῦ προσώπου μικρὰς φέρειν, ἀπὸ ποδῶν δὲ
πλείους, ἐμβατηρίους καὶ χορευτικάς. Ἀριστοκλῆς οὖν φησιν ὅτι Τελέστης ὁ Αἰσχύλου ὀρχηστὴς οὕτως ἦν τεχνίτης ὥστε ἐν τῷ ὀρχεῖσθαι τοὺς
Ἑπτὰ ἐπὶ Θήβας φανερὰ ποιῆσαι τὰ πράγματα δι’ ὀρχήσεως. φασὶ δὲ καὶ ὅτι οἱ ἀρχαῖοι ποιηταί, Θέσπις, Πρατίνας, Κρατῖνος, Φρύνιχος ὀρχησταὶ ἐκαλοῦντο διὰ τὸ μὴ μόνον τὰ ἑαυτῶν δράματα
ἀναφέρειν εἰς ὄρχησιν τοῦ χοροῦ, ἀλλὰ καὶ ἔξω τῶν ἰδίων ποιημάτων διδάσκειν τοὺς βουλομένους ὀρχεῖσθαι Μεθύων.
δὲ ἐποίει τὰς τραγῳδίας Αἰσχύλος, ὥς φησι Χαμαιλέων. Σοφοκλῆς γοῦν ὠνείδιζεν αὐτῷ
ὅτι εἰ καὶ τὰ δέοντα ποιεῖ, ἀλλ’ οὐκ εἰδώς γε.
ὀρχήσεις δὲ ἐθνικαὶ αἵδε· Λακωνικαί, Τροιζήνιαι,
Ἐπιζεφύριοι, Κρητικαί,
Ἰωνικαί, Μαντινικαί,
ἃς προκρίνει Ἀριστόξενος διὰ τὴν τῶν χειρῶν κίνησιν. οὕτως δ’ ἦν ἔνδοξον καὶ σοφὸν ἡ ὄρχησις ὥστε Πίνδαρος τὸν Ἀπόλλωνα ὀρχηστὴν καλεῖ·
ὀρχήστ’ ἀγλαΐας ἀνάσσων,
εὐρυφάρετρ’ Ἄπολλον,
καὶ
Ὅμηρος ἢ τῶν Ὁμηριδῶν τις ἐν τῷ εἰς Ἀπόλλωνα ὕμνῳ φησίν·
Ἀπόλλων
φόρμιγγ’ ἐν χείρεσσιν ἔχων χάριεν κιθάριζε,
καλὰ καὶ ὕψι βιβάς.
Εὔμηλος δὲ ὁ Κορίνθιος ἢ Ἀρκτῖνος τὸν Δία ὀρχούμενόν που παράγει λέγων·
μέσσοισιν δ’ ὠρχεῖτο πατὴρ ἀνδρῶν τε θεῶν τε.
Θεόφραστος δὲ πρῶτόν φησιν Ἄνδρωνα τὸν Καταναῖον αὐλητὴν κινήσεις καὶ ῥυθμοὺς ποιῆσαι τῷ σώματι αὐλοῦντα· ὅθεν σικελίζειν τὸ ὀρχεῖσθαι
παρὰ τοῖς παλαιοῖς· μεθ’ ὃν Κλεόλαν τὸν Θηβαῖον.
ὀρχησταὶ δὲ ἔνδοξοι Βολβὸς μὲν παρὰ Κρατίνῳ καὶ Καλλίᾳ, Ζήνων δὲ ὁ Κρὴς ὁ πάνυ Ἀρταξέρξῃ
προσφιλέστατος παρὰ Κτησίᾳ. Ἀλέξανδρος δὲ ἐν τῇ πρὸς Φιλόξενον ἐπιστολῇ μέμνηται Θεοδώρου καὶ Χρυσίππου·
ὅτι τὸ Μουσεῖον ὁ Φλιάσιος
Τίμων ὁ σιλλοαγράφος τάλαρὸν πού φησιν ἐπισκώπτων τοὺς ἐν αὐτῷ τρεφομένους φιλοσόφους, ὅτι ὥσπερ ἐν πανάγρῳ τινὶ σιτοῦνται καθάπερ οἱ πολυτιμότατοι ὄρνιθες·
πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ
βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες
Μουσέων ἐν ταλάρῳ.
ἕως ἂν τῆς λογοδιαρροίας ἀπαλλαγῶσιν οὗτοι οἱ
τραπεζορήτορες· οἳ ὑπὸ γλωσσαλγίας ἐπιλελῆσθαί μοι δοκοῦσι καὶ τοῦ Πυθικοῦ χρησμοῦ,
ὃν ἀναγράφει Χαμαιλέων
εἴκοσι τὰς πρὸ κυνὸς καὶ εἴκοσι τὰς μετέπειτα
οἴκῳ ἐνὶ σκιερῷ Διονύσῳ χρῆσθαι ἰητρῷ.
καὶ Μνησίθεος δ’ ὁ Ἀθηναῖος
Διόνυσον ἰατρόν φησι τὴν Πυθίαν χρῆσαι τιμᾶν Ἀθηναίοις. φησὶ
δὲ καὶ Ἀλκαῖος ὁ Μιτυληναῖος ποιητής·
τέγγε πνεύμονα οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται·
ἡ δ’ ὥρη χαλεπή· πάντα δὲ δίψαισ’ ὑπὸ καύματος.
καὶ ἀλλαχοῦ·
πίνωμεν, τὸ γὰρ ἄστρον περιτέλλεται.
Εὔπολίς τε τὸν Καλλίαν φησὶν ἀναγκάζεσθαι ὑπὸ Πρωταγόρου πίνειν, ἵνα·
πρὸ τοῦ κυνὸς τὸν πνεύμον’ ἔκλυτον φορῇ.
ἡμῖν δ’ οὐ μόνον ὁ πνεύμων ἀπεξήρανται, κινδυνεύει δὲ καὶ ἡ καρδία. καίτοι Ἀντιφάνης λέγει·
τὸ δὲ ζῆν, εἰπέ μοι,
τί ἐστι; πίνειν φήμ’ ἐγώ.
ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα
δένδρων ἀεὶ τὴν νύκτα καὶ τὴν ἡμέραν βρέχεται,
μέγεθος καὶ κάλλος οἷα γίνεται,
τὰ δ’ ἀντιτείνοντ’ οἱονεὶ δίψαν τινὰ
ἢ ξηρασίαν σχόντ’ αὐτόπρεμν’ ἀπόλλυται.
οὕτω τούτοις, φησί, κυνολογήσασιν ἐδόθη πιεῖν. εἴρηται δὲ τὸ βρέχειν καὶ ἐπὶ τοῦ πίνειν. Ἀντιφάνης·
δεῖ γὰρ φαγόντας δαψιλῶς βρέχειν.
Εὔβουλος·
Σίκων ἐγὼ
βεβρεγμένος ἥκω καὶ κεκωθωνισμένος.
β. πέπωκας οὗτος; ς. πέπωκ’ ἐγώ,
μὰ Δία τὸν Μενδαῖον
ὅτι τὸ ἀναπίπτειν κυρίως ἐπὶ ψυχῆς ἐστιν, οἷον ἀθυμεῖν, ὀλιγοδρανεῖν. Θουκυδίδης α′· νικώμενοι ἐπ’ ἐλάχιστον ἀναπίπτουσι.
Κρατῖνος δ’ ἐπὶ ἐρετῶν χρᾶται τῇ λέξει· ῥοθίαζε κἀνάπιπτε.
καὶ Ξενοφῶν ἐν Οἰκονομικῷ· διὰ τί ἄλυποι ἀλλήλοις εἰσὶν οἱ ἐρέται; ἢ ὅτι ἐν τάξει μὲν κάθηνται, ἐν τάξει δὲ προνεύουσιν, ἐν τάξει δὲ ἀναπίπτουσιν;
ἀνακεῖσθαι δέ φαμεν ἐπὶ ἀνδριάντος·
ὅθεν τοὺς ἐπὶ κατακειμένων χρωμένους τῇ λέξει διέσυρον. Δίφιλος·
ἐγὼ δ’ ἕως μέν τινος ἀνεκείμην.
πρὸς ὃν δυσχεραίνων ὁ ἑταῖρός φησιν ἀνάκεισο.
Φιλιππίδης·
καὶ δειπνῶν ἀεὶ ι
ἀνακείμενος παρ’ αὐτόν,
καὶ ἐπάγει·
πότερον ἀνδριάντας εἱστία;
κατακεῖσθαι δὲ λέγεται καὶ κατακεκλίσθαι, ὡς ἐν Συμποσίοις
Ξενοφῶν καὶ Πλάτων. Ἄλεξις·
ὥς ἐστι κατακεῖσθαι πρὸ δείπνου συμφορά
οὔτε γὰρ ὕπνος δήπουθεν οὐδέν’ ἂν λάβοι
οὔτε ἃν λέγῃ τις οὐδαμῶς μάθοιμεν ἂν
ὁ νοῦς γάρ ἐστι τῆς τραπέζης πλησίον.
ἔστι δὲ εὑρεῖν καὶ ἐπὶ τῆς ἐννοίας ταύτης σπανίως τὸ ἀνακεῖσθαι. σάτυρος παρὰ Σοφοκλεῖ τοῦτό φησιν ἐπικαιόμενος τῷ Ἡρακλεῖ·
ἀνακειμένῳ
μέσον εἰς τὸν αὐχέν’ εἰσαλοίμην.
Ἀριστοτέλης ἐν Τυρρηνῶν
Νομίμοις· οἱ δὲ Τυρρηνοὶ δειπνοῦσι μετὰ τῶν γυναικῶν ἀνακείμενοι ὑπὸ τῷ αὐτῷ ἱματίῳ.
Θεόπομπος
ἐπίνομεν μετὰ ταῦτα
κατακείμενοι μαλακώτατ᾽· τρικλινίῳ, Τελαμῶνος οἰμώζοντες ἀλλήλοις μέλη.
Φιλωνίδης·
κατάκειμαι, ὡς ὁρᾶτε, δεκάπαλαι.
Εὐριπίδης
Κύκλωπι·
ἀνέπεσε φάρυγος αἰθέρ’ ἐξανιεὶς βαρύν.
Ἄλεξις·
μετὰ ταῦτ’ ἀναπεσεῖν
ἐκέλευον αὐτὴν παρ’ ἐμέ.
ὅτι τὸ πάσασθαι ἐπὶ τοῦ ἀπογεύσασθαι τίθεται,
φησὶ γοῦν Φοῖνιξ πρὸς Ἀχιλλέα· οὐκ ἤθελον ἅμ’ ἄλλῳ ἐν μεγάροισι πάσασθαι.
καὶ ἀλλαχοῦ· εὖθ’ οἱ σπλάγχν’ ἐπάσαντο.
τῶν γὰρ σπλάγχνων ἀπογεύσασθαι μόνον ὡς ἂν ὀλίγων πολὺς ὅμιλος, καὶ ὁ Πρίαμος δὲ πρὸς Ἀχιλλέα φησί·
νῦν δὴ καὶ σίτου πασάμην.
οἰκεῖον γὰρ τοῦ τηνικάδε ἀτυχήσαντος ἀπογεύσασθαι μόνον εἰς κόρον γὰρ ἐλθεῖν οὐκ εἴα τὸ πένθος, διὸ καὶ ὁ τὸ σύνολον οὐ γευσάμενος τροφῆς κεῖτ’ ἄσιτος, ἄπαστος.
ἐπὶ δὲ τῶν ἀποπληρουμένων οὐδέποτε λέγει τὸ πάσασθαι, ἀλλ’ ὁπόσα δηλοῖ κόρον
αὐτὰρ ἐπεὶ σίτου τάρφθεν
καὶ ἐδητύος ἐξ ἔρον ἕντο.
οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι τιθέασι τὸ πάσασθαι. Καλλίμαχος·
μύθου δὲ πασαίμην
ἥδιον.
Ἐρατοσθένης·
ὀπταλέα κρέα
ἐκ τέφρης ἐπάσαντο τὰ τ’ ἀγρώσσοντες ἕλοντο.
ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ,
φησὶν ὁ Θηβαῖος μελοποιός.
ἔτι περὶ τοῦ Τῶν ἡρώων Βίου ὅτι Σέλευκός φησι τὴν παρ’ Ὁμήρῳ δαῖτα
θάλειαν στοιχείων μεταθέσει δίαιταν εἶναι· τὸ δὲ ἀπὸ τοῦ δαίσασθαι λέγειν βιαιότερόν ἐστι.
ὅτι Καρύστιος ὁ Περγαμηνὸς ἱστορεῖ τὰς Κερκυραίας γυναῖκας ἔτι καὶ νῦν σφαιριζούσας ᾄδειν. σφαιρίζουσι δὲ παρ᾽παρ’ Ὁμήρῳ οὐ μόνον ἄνδρες ἀλλὰ καὶ γυναῖκες, καὶ δίσκοις δὲ καὶ ἀκοντίοις μετά τινος συμμετρίας ἐχρῶντο
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες.
τὸ γὰρ τερπνὸν τὴν κακοπάθειαν κουφίζει. καὶ ἐπὶ κυνηγέσια δὲ ἐξίασιν οἱ νέοι πρὸς μελέτην τῶν πολεμικῶν κινδύνων καὶ ἐπὶ θήρας παντοίας, ἀφ’ ὧν ῥωμαλεώτεροι καὶ ὑγιεινότεροι διετέλουν, ὡς ὅτε πυργηδὸν σφέας αὐτοὺς ἀρτύνουσι καὶ ἀντίον ἱστάμενοι ἀκοντίζουσιν.
᾽ἴσασι δὲ καὶ λουτρὰ ἄκη πόνων παντοῖα, κόπον μὲν θαλάττῃ λύοντες, ἣ μάλιστα τοῖς νεύροις ἐστὶ πρόσφορος, ἀναχαλῶντες
δὲ ταῖς ἐμβάσεσι τὰς τῶν μυῶν συντάσεις, εἶτ’ ἐπαλείφοντες λίπα πρὸς τὸ μὴ ξηρανθέντος τοῦ ὕδατος ἀπεσκληρυμμένα γίνεσθαι τὰ σώματα, οἱ γοῦν ἀπὸ τῆς σκοπιῆς ἐπανελθόντες ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ κνήμας ἠδὲ λόφον ἀμφί τε μηρούς,
καὶ οὕτως ἀναψύξαντες ἐς ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο καὶ ἀλειψάμενοι λίπ’ ἐλαίῳ δείπνῳ ἐφιζανέτην.
ἔστι καὶ τρόπος ἕτερος καμάτων λύσεως ἐκ τῶν κατὰ κεφαλῆς καταιονήσεων·
θυμῆρες κεράσασα κατὰ κρατός τε καὶ ὤμων.
αἱ γὰρ ἐμβάσεις περικεχυμένου πανταχόθεν τοῖς πόροις τοῦ ὕδατος φράττουσι τὴν τῶν ἱδρώτων
ἔκκρισιν καθάπερ ἂν εἴ τις ἠθμὸς εἰς ὕδωρ βληθείς. διέξεισι γὰρ οὐθέν, εἰ μή τις αὐτὸν μετεωρίσας τοῖς πόροις ἀναψυχὴν καὶ διέξοδον εἰς τὸ ἔξω παράσχῃ, ὡς Ἀριστοτέλης εἴρηκεν ἐν τοῖς φυσικοῖς προβλήμασι ζητῶν διὰ τί οἱ ἱδροῦντες ἐπὰν ἔλθωσιν εἰς θερμὸν ἢ ψυχρὸν ὕδωρ οὐκ ἔτι ἱδροῦσιν, ἕως ἂν πάλιν ἐπανέλθωσιν ἀπὸ τῶν ἐμβάσεων.
παρετίθετο δὲ τοῖς ἥρωσι δειπνοῦσι καὶ λάχανα,
ὅτι δὲ οἴδασι τὰς λαχανείας δῆλον ἐκ τῶν παρὰ νείατον ὄρχον κοσμητῶν πρασιῶν. ἀλλὰ μὴν καὶ τοῖς κακοχυμοτάτοις κρομύοις ἐχρῶντο·
ἐπὶ δὲ κρόμυον ποτοῦ ὄψον.
ἐπιμελουμένους δὲ αὐτοὺς εἰσάγει καὶ τῶν ἀκροδρύων
ὄγχνη γὰρ ἐπ’ ὄγχνῃ που γηράσκει, σῦκον δ’ ἐπὶ σύκῳ.
διὸ καὶ τῶν δένδρων τὰ μὲν καρποφόρα καλὰ προσαγορεύει· ἔνθα δένδρεα καλὰ πεφύκει, ὄγχναι καὶ ῥοιαὶ καὶ
μηλέαι.
τὰ δ’ εἰς ξυλείαν εὔθετα μακρά, τοῖς ἐπιθέτοις τὰς χρήσεις διαστέλλων
ἔνθα δένδρεα μακρὰ πεφύκει,
κλήθρη τ’ αἴγειρὸς τ’ ἐλάτη τ’ ἦν οὐρανομήκης.
ἀρχαιοτέρα δ’ ἦν καὶ τῶν Τρωικῶν ἡ τούτων χρῆσις. Τάνταλος γοῦν οὐδὲ θανὼν ἀπαλλάττεται
τῆς τούτων ἐπιθυμίας· εἴπερ ὁ κολάζων αὐτὸν θεὸς προσείων, καθάπερ οἱ τὰ ἄλογα τῶν ζῴων τοῖς θαλλοῖς ἄγοντες, τοὺς τοιούτους καρποὺς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως, ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθοι. καὶ Λαέρτην δ’ Ὀδυσσεὺς ἀναμιμνήσκει ὧν ἔδωκεν αὐτῷ παιδὶ ὄντι· ὄγχνας μοι δῶκας τρισκαίδεκα
καὶ τὰ ἑξῆς.
ὅτι δὲ καὶ ἰχθῦς ἤσθιον Σαρπηδὼν δῆλον ποιεῖ, ὁμοιῶν τὴν ἅλωσιν πανάγρου δικτύου θήρᾳ. καίτοι Εὔβουλος κατὰ τὴν κωμικὴν χάριν φησὶ παίζων
ἰχθὺν δ’ Ὅμηρος ἐσθίοντ’ εἴρηκε ποῦ
τίνα τῶν Ἀχαιῶν; κρέα δὲ μόνον ὤπτων, ἐπεὶ
ἕψοντά γ’ οὐ πεποίηκεν αὐτῶν οὐδένα.
ἀλλ’ οὐδὲ μίαν ὅλως ἑταίραν εἶδέ τις
αὐτῶν, ἑαυτοὺς δ’ ἔδεφον ἐνιαυτοὺς δέκα.
πικρὰν στρατείαν δ’ εἶδον, οἵτινες πόλιν
μίαν λαβόντες εὐρυπρωκτότεροι πολὺ
τῆς πόλεος ἀπεχώρησαν ἧς εἷλον τότε.
οὐδὲ τὸν ἀέρα δ’ οἱ ἥρωες τοῖς ὄρνισιν εἴων ἐλεύθερον,
παγίδας καὶ νεφέλας ἐπὶ ταῖς κίχλαις καὶ πελειάσιν ἱστάντες. ἐγυμνάζοντο δὲ πρὸς ὀρνεοθηρευτικήν, καὶ τὴν πελειάδα τῇ μηρίνθῳ κρεμῶντες ἀπὸ νηὸς ἱστοῦ καὶ τοξεύοντες ἑκηβόλως εἰς αὐτήν, ὡς ἐν τῷ ἐπιταφίῳ δηλοῦται. παρέλιπε δὲ τὴν χρῆσιν τῶν λαχάνων καὶ ἰχθύων καὶ τῶν ὀρνίθων διά τε τὴν λιχνείαν καὶ προσέτι τὴν ἐν ταῖς σκευασίαις ἀπρέπειαν, ἐλάττω κεκρικὼς ἡρωικῶν καὶ θείων ἔργων. ὅτι δὲ καὶ ἑφθοῖς ἐχρῶντο κρέασιν ἐμφανίζει ἐν οἷς λέγει·
ὡς δὲ λέβης ζεῖ
κνίσσῃ μελδόμενος ἁπαλοτρεφέος σιάλοιο.
καὶ ὁ κατ’ ᾽ Ὀδυσσέως ἀφεθεὶς ποῦς βοὸς τούτου σημεῖον· πόδα γὰρ βόειον οὐδεὶς ὀπτᾷ. καὶ τὸ κρειῶν δὲ πίνακας παρέθηκεν ἀείρας παντοίων
οὐ μόνον τὴν τῶν κρεῶν ἐξαλλαγὴν
δηλοῖ, ὡς ὀρνίθεια, χοίρεια, ἐρίφεια, βόεια λέγων, ἀλλὰ τὴν σκευασίαν ὡς ποικίλην ἔχοντα καὶ οὐ μονοειδῆ ἀλλὰ περιττήν.
ὡς ἀνακύπτειν τὰς Σικελικὰς καὶ Συβαριτικὰς τραπέζας, ἤδη δὲ καὶ Χίας. μαρτυροῦνται
γὰρ καὶ Χῖοι οὐκ ἔλαττον τῶν προειρημένων ἐπὶ ὀψαρτυτικῇ. Τιμοκλῆς·
Χῖοι πολὺ
ἄριστ’ ἀνευρήκασιν ὀψαρτυτικήν.
κοιμῶνται δὲ μετὰ γυναικῶν παρ’ Ὁμήρῳ οὐ μόνον οἱ νέοι, ἀλλὰ καὶ οἱ γέροντες Φοῖνιξ τε καὶ Νέστωρ, μόνῳ Μενελάῳ οὐ συνέζευκται γυνὴ διὰ γυναικῶν γαμετὴν ἡρπασμένην τὴν στρατείαν πεποιημένῳ.
παλαιὸν μὲν οἶνον, ἄνθεα δ’ ὕμνων νεωτέρων
Πίνδαρος ἐπαινεῖ. Εὔβουλος δέ φησιν
ἄτοπον δὲ τὸν μὲν οἶνον εὐδοκιμεῖν ἀεὶ
παρὰ ταῖς ἑταίραις τὸν παλαιόν, ἄνδρα δὲ
μὴ τὸν παλαιόν, ἀλλὰ τὸν νεώτερον.
τὸ αὐτὸ δὲ καὶ Ἄλεξις σχεδὸν ἀπαραλλάκτως, τοῦ σφόδρα μόνου κειμένου ἀντὶ τοῦ ἀεί. ὄντως δὲ ὁ παλαιὸς οἶνος οὐ πρὸς ἡδονὴν μόνον, ἀλλὰ καὶ πρὸς ὑγίειαν προσφορώτερος, πέσσει τε γὰρ μᾶλλον τὰ σῖτα καὶ λεπτομερὴς ὢν εὐανάδοτός ἐστι δύναμίν τε τοῖς σώμασιν ἐμποιεῖ τὸ αἷμά τε ἐνερευθὲς καὶ εὐανάδοτον κατασκευάζει καὶ τοὺς ὕπνους ἀταράχους παρέχει, ἐπαινεῖ δὲ Ὅμηρος
τὸν ἐπιδεχόμενον ἱκανὴν κρᾶσιν, ὡς τὸν τοῦ Μάρωνος. ἐπιδέχεται δὲ πλείω κρᾶσιν ὁ παλαιὸς οἶνος διὰ τὸ μᾶλλον θερμὸς γίνεσθαι παλαιούμενος. ἔνιοι δὲ καὶ τὴν Διονύσου φυγὴν εἰς τὴν θάλασσαν οἰνοποιίαν σημαίνειν φασὶ πάλαι γνωριζομένην. ἡδὺν γὰρ εἶναι τὸν οἶνον παρεγχεομένης
θαλάσσης, ἐπαινῶν δὲ Ὅμηρος τὸν μέλανα οἶνον πολλάκις αὐτὸν καὶ αἴθοπα καλεῖ. δυναμικώτατος γάρ ἐστι καὶ μένων ἐν ταῖς ἕξεσι τῶν πινόντων πλεῖστον χρόνον. Θεόπομπος δέ φησι παρὰ Χίοις πρώτοις γενέσθαι τὸν μέλανα οἶνον, καὶ τὸ φυτεύειν δὲ καὶ θεραπεύειν ἀμπέλους Χίους πρώτους μαθόντας
παρ’ Οἰνοπίωνος τοῦ Διονύσου, ὃς καὶ συνῴκισε τὴν νῆσον, τοῖς ἄλλοις ἀνθρώποις μεταδοῦναι. ὁ δὲ λευκὸς οἶνος ἀσθενὴς καὶ λεπτός, ὁ δὲ κιρρὸς πέττει ῥᾷον ξηραντικὸς ὤν.
περὶ Ἰταλικῶν οἴνων φησὶν ὁ παρὰ τούτῳ τῷ σοφιστῇ Γαληνός· ὁ Φαλερῖνος οἶνος ἀπὸ ἐτῶν δέκα ἐστὶ πότιμος καὶ ἀπὸ πεντεκαίδεκα μέχρι εἴκοσιν· ὁ δ᾽· ὑπὲρ τοῦτον ἐκπίπτων τὸν χρόνον κεφαλαλγὴς καὶ τοῦ νευρώδους καθάπτεται. εἴδη δ’ αὐτοῦ δύο, ὁ αὐστηρὸς καὶ ὁ γλυκάζων οὗτος δὲ τοιοῦτος γίνεται ὅταν ὑπὸ τὸν τρυγητὸν νότοι
πνεύσωσι, παρ’ ὃ καὶ μελάντερος γίνεται, ὁ δὲ μὴ οὕτω τρυγηθεὶς αὐστηρός τε καὶ τῷ χρώματι κιρρός. καὶ τοῦ Ἀλβανοῦ δὲ οἴνου εἴδη δύο, ὁ μὲν γλυκάζων, ὁ δ’ ὀμφακίας· ἀμφότεροι δὲ ἀπὸ πεντεκαίδεκα ἐτῶν ἀκμάζουσι. Συρεντῖνος δὲ ἀπὸ πέντε καὶ εἴκοσιν ἐτῶν ἄρχεται γίνεσθαι πότιμος· ὢν γὰρ ἀλιπὴς καὶ λίαν ψαφαρὸς μόλις πεπαίνεται καὶ παλαιούμενος σχεδὸν μόνοις ἐστὶν ἐπιτήδειος
τοῖς χρωμένοις διηνεκῶς. ὁ δὲ Ῥηγῖνος τοῦ Συρεντίνου λιπαρώτερος ὢν χρήσιμος ἀπὸ ἐτῶν πεντεκαίδεκα. χρήσιμος καὶ ὁ Πριούερνος λεπτομερέστερος ὢν τοῦ Ῥηγίνου ἥκιστά τε καθαπτόμενος κεφαλῆς, τούτῳ ἐμφερὴς ὁ Φορμιανός, ταχὺ δὲ ἀκμάζει καὶ λιπαρώτερός ἐστιν αὐτοῦ.
βράδιον δ’ ἀκμάζει ὁ Τριφολῖνος, ἐστὶ δὲ τοῦ Συρεντίνου γεωδέστερος. ὁ δὲ Στατανὸς τῶν πρώτων ἐστὶν οἴνων, ἐμφερὴς τῷ Φαλερίνῳ, κουφότερος, οὐ πληκτικός, ὁ Τιβουρτῖνος λεπτός, εὐδιάπνευστος, ἀκμάζων ἀπὸ ἐτῶν δέκα· κρείττων
δὲ γίνεται παλαιούμενος. ὁ Λαβικανὸς ἡδὺς καὶ λιπαρὸς τῇ γεύσει, μεταξὺ Φαλερίνου καὶ ᾽
Ἀλβανοῦ· ὁ δὲ ἄρχεται τῆς πόσεως ἀπὸ ἐτῶν δέκα. ὁ Γαυρανὸς δὲ καὶ ὀλίγος καὶ κάλλιστος, προσέτι τε εὔτονος καὶ παχύς, Πραινεστίνου δὲ καὶ Τιβουρτίνου λιπαρώτερος. ὁ Μαρσικὸς δὲ πάνυ αὐστηρός, εὐστόμαχος δέ. γίνεται δὲ περὶ τὴν Καμπανίας
Κύμην ὁ καλούμενος Οὐλβανός, κοῦφος, πότιμος ἀπὸ ἐτῶν πέντε, ὁ Ἀγκωνιτανὸς χρηστός, λιπαρός,
πο ὁ Βυξεντῖνος ἐμφερῶς ἔχει τῷ
Ἀλβανῷ τῷ ὀμφακίᾳ· ἐστὶ δὲ δυνάμει καὶ εὐστόμαχος. ὁ Οὐελίτερνος δὲ ἡδὺς πινόμενος, εὐστόμαχος· ἴδιον δ’ αὐτοῦ τὸ μὴ δοκεῖν ἀπαρέγχυτος εἶναι· ἐμφαίνει γὰρ ὡς ἐμμεμιγμένου αὐτῷ ἑτέρου, ὁ Καληνὸς κοῦφος, τοῦ Φαλερίνου εὐστομαχώτερος. εὐγενὴς δὲ καὶ ὁ Καίκουβος, πληκτικός, εὔτονος· παλαιοῦται δὲ μετὰ ἱκανὰ ἔτη. ὁ Φουνδανὸς εὔτονος, πολύτροφος, κεφαλῆς καὶ στομάχου ἅπτεται· διὸ οὐ πολὺς ἐν συμποσίοις πίνεται.
πάντων δὲ τούτων ὁ Σαβῖνος κουφότερος, ἀπὸ ἐτῶν ἑπτὰ ἐπιτήδειος πίνεσθαι μέχρι πεντεκαίδεκα. ὁ δὲ Σιγνῖνος μέχρις ἐτῶν ἓξ χρήσιμος, παλαιωθεὶς δὲ πολὺ χρησιμώτερος. ὁ Νουμεντανὸς ἀκμάζει ταχὺ καὶ ἀπὸ ἐτῶν πέντε πότιμός ἐστιν ἐστὶ οὔτε λίαν ἡδὺς οὔτε λεπτός, ὁ Σπωλητῖνος οἶνος καὶ πινόμενος ἡδὺς καὶ τῷ χρώματι χρυσίζει. Αἰκουανὸς κατὰ πολλὰ τῷ Συρεντίνῳ
παρεμφερής, ὁ Βαρῖνος λίαν αὐστηρὸς καὶ ἀεὶ ἑαυτοῦ κρείττων γίνεται, εὐγενὴς καὶ ὁ
Καυκῖνος
καὶ τῷ Φαλερίνῳ ἐμφερής. ὁ Βενεφρανὸς εὐστόμαχος καὶ κοῦφος, ὁ ἐν Νεαπόλει
Τρεβιλλικὸς εὔκρατος τῇ δυνάμει, εὐστόμαχος, εὔστομος. ὁ Ἔρβουλος ἐν ἀρχῇ μέν ἐστι μέλας, μετ’ οὐ πολλὰ δὲ ἔτη λευκὸς γίνεται· ἐστὶ δὲ λίαν κοῦφος καὶ τρυφερός, ὁ Μασσαλιήτης καλός· ὀλίγος δὲ γίνεται, παχύς, σαρκώδης. Ταραντῖνος δὲ καὶ οἱ ἀπὸ τοῦ κλίματος τούτου πάντες ἁπαλοί, οὐ πλῆξιν, οὐ τόνον ἔχοντες, ἡδεῖς, εὐστόμαχοι. ὁ δὲ
Μαμερτῖνος
ἔξω μὲν τῆς Ἰταλίας γίνεται· καὶ γινόμενος ἐν Σικελίᾳ καλεῖται Ἰωτάλινος. ἡδὺς δ’ ἐστί, κοῦφος, εὔτονος
ὅτι παρ’ Ἰνδοῖς τιμᾶται δαίμων, ὥς φησι Χάρης ὁ Μιτυληναῖος, ὃς καλεῖται Σοροάδειος· ἑρμηνεύεται δὲ Ἑλλάδι φωνῇ οἰνοποιός.
ὅτι Ἀντιφάνης που ὁ χαρίεις τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα οὕτω καταλέγει·
ἐξ Ἤλιδος μάγειρος, ἐξ Ἄργους λέβης,
Φλιάσιος οἶνος, ἐκ Κορίνθου στρώματα,
ἰχθῦς Σικυῶνος, Αἰγίου δ’ αὐλητρίδες,
τυρὸς Σικελικός, ,
μύρον ἐξ Ἀθηνῶν, ἐγχέλεις Βοιώτιαι.
Ἕρμιππος δ’ οὕτως·
ἕσπετε νῦν μοι, Μοῦσαι
Ὀλύμπια δώματ’ ἔχουσαι,
ἐξ οὗ ναυκληρεῖ Διόνυσος ἐπ᾽· οἴνοπα πόντον,
ὅσσ’ ἀγάθ’ ἀνθρώποις δεῦρ’ ἤγαγε νηὶ μελαίνῃ.
ἐκ μὲν Κυρήνης καυλὸν καὶ δέρμα βόειον
ἐκ δ’ Ἑλλησπόντου σκόμβρους καὶ πάντα ταρίχη·
ἐκ δ’ αὖ Θετταλίας χόνδρον καὶ πλευρὰ βόεια·
καὶ παρὰ Σιτάλκου ψώραν Λακεδαιμονίοισι·
καὶ παρὰ Περδίκκου ψεύδη ναυσὶν πάνυ πολλαῖς.
αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι.
καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε
ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι.
ταῦτα μὲν ἐντεῦθεν· ἐκ δ’ Αἰγύπτου τὰ κρεμαστὰ
ἱστία καὶ βίβλους· ἀπὸ δ’ αὖ Συρίας λιβανωτόν·
ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν,
ἡ Λιβύη δ’ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν·
ἡ ʽ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους.
αὐτάρ ἀπ’ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα·
ἀνδράποδ’ ἐκ Φρυγίας, ἀπὸ δ’ Ἀρκαδίας ἐπικούρους.
αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι.
τὰς δὲ Διὸς βαλάνους καὶ ἀμύγδαλα σιγαλόεντα
Παφλαγόνες παρέχουσι· τὰ γάρ τ’ ἀναθήματα
δαιτός·
Φοινίκη δ’ αὖ καρπὸν φοίνικος καὶ σεμίδαλιν
Καρχηδὼν δάπιδας καὶ ποικίλα προσκεφάλαια.
Πίνδαρος δ’ ἐν τῇ εἰς Ἱέρωνα
Πυθικῇ ᾠδῇ
ἀπὸ Ταϋγέτοιο μὲν Λάκαιναν
ἐπὶ θηρσὶ κύνα τρέχειν πυκινώτατον ἑρπετόν.
Σκύριαι δ’ ἐς ἄμελξιν γάλακτος
αἶγες ἐξοχώταται·
ὅπλα δ’ ἀπ’ Ἄργεος, ἅρμα Θηβαῖον, ἀλλ’ ἀπὸ
τῆς ἀγλαοκάρπου
Σικελίας ὄχημα δαιδάλεον ματεύειν.
Κριτίας δὲ οὕτως·
κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον,
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.
εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνῃ τε κράτιστος.
Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα.
εὐναίου
δὲ λέχους κάλλος ἔχει
Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος.
Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη
καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείᾳ.
Φοίνικες δ’ εὗρον γράμματα ἀλεξίλογα.
Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη·
φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι.
τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον εὗρε,
κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον,
ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.
καὶ ἐπαινεῖται ὄντως ὁ Ἀττικὸς κέραμος. Εὔβουλος δέ φησι
Κνίδια κεράμια, Σικελικὰ βατάνια,
Μεγαρικὰ πιθάκνια.
Ἀντιφάνης δέ·
καὶ νᾶπυ Κύπριον καὶ σκαμωνίας ὀπὸν
καὶ κάρδαμον Μιλήσιον καὶ κρόμμυον
Σαμοθρᾴχκιον καὶ καυλὸν ἐκ Καρχηδόνος
καὶ σίλφιον θύμον τε τῶν Ὑμηττίων
ὀρίγανόν τε Τενέδιον.
ὅτι ὁ Περσῶν βασιλεὺς τὸν Χαλυβώνιον μόνον οἶνον ἔπινεν ὅν φησι Ποσειδώνιος κἀν Δαμασκῷ τῆς Συρίας γίνεσθαι, Περσῶν αὐτόθι καταφυτευσάντων τὰς ἀμπέλους. ἐν δὲ Ἴσσῃ τῇ κατὰ τὸν Ἀδρίαν νήσῳ Ἀγαθαρχίδης φησὶν οἶνον γίνεσθαι
ὃν πᾶσι συγκρινόμενον καλλίω εὑρίσκεσθαι. Χίου δὲ οἴνου καὶ Θασίου μέμνηται Ἐπίλυκος·
Χῖος
καὶ Θάσιος ἠθημένος.
καὶ Ἀντίδοτος δέ
Θάσιον ἔγχει
ὁ γὰρ λαβών μου καταφάγῃ τὴν καρδίαν,
ὅταν πίω τοῦδ᾽, εὐθὺς ὑγιὴς γίνεται·
Ἀσκληπιὸς κατέβρεξε
οἶνος Λέσβιος,
ὃν αὐτὸς ἐποίησεν ὁ Μάρων, μοι δοκῶ,
φησὶ Κλέαρχος.
Λεσβίου
πώματος
οὐκ ἔστιν ἄλλος οἶνος ἡδίων πιεῖν,
φησὶν Ἄλεξις.
Θασίοις καὶ Λεσβίοις οἰναρίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
ὁ αὐτός·
ἡδὺς γ’ ὁ Βρόμιος τὴν ἀτέλειαν Λεσβίου
ποιῶν τὸν οἶνον εἰσάγουσιν ἐνθάδε
ὃς ἂν εἰς ἑτέραν ληφθῇ δ’ ἀποστέλλων πόλιν
κἂν κύαθον, ἱερὰν ἐγγράφων τὴν οὐσίαν.
Ἔφιππος·
φιλῶ γε πράμνιον οἶνον Λέσβιον. . . . .
πολλὴ δὲ Λεσβία σταγὼν ἐκπίνεται
ἄγαν.
Ἀντιφάνης·
πάρεστιν ὄψον χρηστόν, ἐπαγωγὸν πάνυ,
οἶνός τε Θάσιος καὶ μύρον καὶ στέμματα,
ἐν πλησμονῇ γὰρ Κύπρις, ἐν
δὲ τοῖς κακῶς
πράσσουσιν οὐκ ἔνεστιν Ἀφροδίτη βροτοῖς.
Εὔβουλος·
Θάσιον ἢ Χῖον λαβὼν
ἢ Λέσβιον γέροντα νεκταροσταγῆ.
μέμνηται δὲ οὗτος καὶ ψιθίου οἴνου·
οἶνον γάρ με Ψίθιον γεύσας
ἡδὺν ἄκρατον, διψῶντα λαβὼν
ὄξει παίει πρὸς τὰ στήθη.
καὶ Ἀναξανδρίδης· χοῦς κεκραμένος ψιθίου.
ὅτι Ἀριστοφάνους τὰς δευτέρας Θεσμοφοριαζούσας Δημήτριος ὁ Τροιζήνιος Θεσμοφοριασάσας ἐπιγράφει. ἐν ταύτῃ ὁ κωμικὸς μέμνηται Πεπαρηθίου οἴνου·
οἶνον δὲ πίνειν οὐκ ἐάσω πράμνιον,
οὐ Χῖον, οὐχὶ Θάσιον, οὐ Πεπαρήθιον,
οὐδ’ ἄλλον ὅστις ἐπεγερεῖ τὸν ἔμβολον.
Εὔβουλος·
ὁ Λευκάδιος πάρεστι καὶ μελίττιος
οἰνίσκος οὕτω πότιμος.
Ἀρχεστράτου τοῦ δειπνολόγου·
εἶθ’ ὁπόταν πλήρωμα Διὸς σωτῆρος ἕλησθε,
ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα
οἶνον, ὑγρὰν χαίταν λευκῷ πεπυκασμένον ἄνθει
πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα.
τὸν τ’ ἀπὸ Φοινίκης ἱερᾶς τὸν Βύβλινον αἰνῶ·
οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ
ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς,
εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι
μᾶλλον· ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον·
πινόμενος δ’ ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει
οὐκ οἴνῳ σοι ἔχειν ὅμοιον γέρας, ἀμβροσίᾳ, δέ.
εἰ δέ τινες σκώπτουσιν
ἀλαζονοχαυνοφλύαροι,
ὡς ἅδιστος ἔφυ πάντων Φοινίκιος οἶνος,
οὐ προσέχω τὸν νοῦν αὐτοῖς
ἐστὶ δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ
πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις,
οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη
εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ’ ὀνομῆναι·
ἀλλ’ οὐδὲν τἄλλ’ ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον.
ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ’ αὑτοῖς.
φοινικίνου δὲ οἴνου μέμνηται καὶ Ἔφιππος·
κάρυα, ῥόας, φοίνικας, ἕτερα νώγαλα,
σταμνάριὰ τ’ οἴνου μικρὰ τοῦ φοινικίνου.
καὶ πάλιν
φοινικίνου βῖκός τις ὑπανεῴγνυτο.
μνημονεύει αὐτοῦ καὶ Ξενοφῶν
Ἀναβάσει. Μενδαίου δὲ Κρατῖνος·
νῦν δ’ ἂν ἴδῃ Μενδαῖον ἡβῶντ’ ἀρτίως
οἰνίσκον, ἕπεται κἀκολουθεῖ καὶ λέγει·
οἴμ’ ὡς ἁπαλὸς καὶ λευκός· ἆρ’ οἴσει τρία;
Ἕρμιππος δέ που ποιεῖ τὸν Διόνυσον πλειόνων μεμνημένον
Μενδαίῳ
μὲν καὶ ἐνουροῦσιν θεοὶ αὐτοὶ
στρώμασιν ἐν μαλακοῖς. Μάγνητα δὲ μειλιχόδωρον
καὶ Θάσιον, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή,
τοῦτον ἐγὼ κρίνω πολὺ πάντων εἶναι ἄριστον
τῶν ἄλλων οἴνων μετ’ ἀμύμονα Χῖον ἄλυπον.
ἔστι δέ τις οἶνος, τὸν δὴ σαπρίαν καλέουσι,
οὗ καὶ ἀπὸ στόματος στάμνων ὑπανοιγομενάων
ὄζει ἴων, ὄζει δὲ ῥόδων, ὄζει δ’ ὑακίνθου·
ὀσμὴ θεσπεσία κατὰ πᾶν δ’ ἔχει ὑψερεφὲς δῶ,
ἀμβροσία καὶ νέκταρ ὁμοῦ. τοῦτ’ ἐστὶ τὸ νέκταρ,
τούτου χρὴ παρέχειν πίνειν ἐν δαιτὶ θαλείῃ
τοῖσιν ἐμοῖσι φίλοις, τοῖς δ’ ἐχθροῖς ἐκ Πεπαρήθου.
φησὶ δὲ Φαινίας ὁ Ἐρέσιος
Μενδαίους τοὺς βότρυς ἐπὶ τῇ ἀμπέλῳ ῥαίνειν τῷ ἐλατηρίῳ· διὸ γίνεσθαι τὸν οἶνον μαλακόν.
ὅτι Θεμιστοκλῆς ὑπὸ βασιλέως ἔλαβε δωρεὰν τὴν Λάμψακον εἰς οἶνον, Μαγνησίαν δ’ εἰς ἄρτον, Μυοῦντα δ’ εἰς ὄψον, Περκώτην δὲ καὶ τὴν Παλαίσκηψιν εἰς στρωμνὴν καὶ ἱματισμόν. ἐκέλευσε δὲ τούτῳ στολὴν φορεῖν βαρβαρικήν, ὡς καὶ Δημαράτῳ,
δοὺς τὰ πρότερον ὑπάρχοντα καὶ εἰς στολὴν Γάμβρειον προσθεὶς ἐφ’ ᾧ τε μηκέτι Ἑλληνικὸν ἱμάτιον περιβάληται. καὶ Κῦρος δὲ ὁ μέγας Πυθάρχῳ τῷ Κυζικηνῷ φίλῳ ὄντι ἐχαρίσατο ἑπτὰ πόλεις, ὥς φησιν ὁ Βαβυλώνιος
Ἀγαθοκλῆς, Πήδασον, Ὀλύμπιον, Ἀκαμάντιον, Τίον, Σκῆπτρα, Ἀρτύψον, Τορτύρην. ὁ δ’ εἰς ὕβριν, φησί, καὶ ἄνοιαν προελθὼν τυραννεῖν ἐπεχείρησε τῆς πατρίδος στρατιὰν συναγαγών. καὶ οἱ Κυζικηνοὶ ἐξορμήσαντες ἐπ’ αὐτὸν ἐβοηδρόμουν, πρόκροσσοι φερόμενοι ἐπὶ τὸν κίνδυνον.
τιμᾶται δὲ παρὰ Λαμψακηνοῖς
ὁ Πρίηπος ὁ αὐτὸς ὢν τῷ Διονύσῳ, ἐξ ἐπιθέτου καλούμενος οὕτως, ὡς Θρίαμβος καὶ Διθύραμβος.
ὅτι Μιτυληναῖοι τὸν παρ’ αὑτοῖς γλυκὺν οἶνον πρόδρομον καλοῦσι, ἄλλοι δὲ πρότροπον.
θαυμάζεται δὲ
καὶ ὁ Ἰκάριος οἶνος, ὡς Ἄμφις·
ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακοί,
Ἰκάριος οἶνος, ἰσχάδες Κιμώλιαι.
γίνεται δὲ ἐν Ἰκάρῳ, φησὶν Ἐπαρχίδης, ὁ πράμνιος. ἐστὶ δὲ οὗτος γένος τι οἴνου, καί ἐστιν οὗτος οὔτε
γλυκὺς
οὔτε παχύς, ἀλλ’ αὐστηρὸς καὶ σκληρὸς καὶ δύναμιν ἔχων διαφέρουσαν· οἵῳ Ἀριστοφάνης οὐχ ἥδεσθαι Ἀθηναίους φησί, λέγων τὸν Ἀθηναίων δῆμον οὔτε ποιηταῖς ἥδεσθαι σκληροῖς καὶ ἀστεμφέσιν οὔτε πραμνίοις οἴνοις συνάγουσι τὰς ὀφρῦς τε καὶ τὴν κοιλίαν, ἀλλ’ ἀνθοσμίᾳ καὶ πέπονι νεκταροσταγεῖ. εἶναι γὰρ ἐν Ἰκάρῳ φησὶ Σῆμος
Πράμνιον πέτραν καὶ παρ’ αὐτῇ ὄρος μέγα, ἀφ’ οὗ τὸν Πράμνιον οἶνον, ὃν καὶ φαρμακίτην
τινὰς καλεῖν. ἐκαλεῖτο δὲ ἡ Ἴκαρος πρότερον Ἰχθυόεσσα διὰ τὸ ἐν αὐτῇ τῶν ἰχθύων πλῆθος, ὡς καὶ Ἐχινάδες ἀπὸ τῶν ἐχίνων καὶ Σηπιὰς ἄκρα ἀπὸ τῶν περὶ αὐτὴν σηπιῶν καὶ Λαγοῦσσαι νῆσοι ἀπὸ τῶν ἐν αὐταῖς λαγωῶν καὶ ἕτεραι Φυκοῦσσαι καὶ Λοπαδοῦσσαι ἀπὸ τῶν παραπλησίων, προσαγορεύεται δέ, φησὶν Ἐπαρχίδης, ἡ ἄμπελος ἡ τὸν Ἰκάριον πράμνιον φέρουσα ὑπὸ τῶν ξένων μὲν ἱερά, ὑπὸ δὲ τῶν Οἰνοαίων
Διονυσιάς. Οἰνόη δὲ πόλις ἐν τῇ νήσῳ ἐστί. Δίδυμος δὲ πράμνιόν φησιν οἶνον ἀπὸ πραμνίας ἀμπέλου οὕτω
καλουμένης , οἱ δὲ ἰδίως τὸν μέλανα, ἔνιοι δὲ ἐν τῷ
καθόλου τὸν πρὸς παραμονὴν ἐπιτήδειον οἱονεὶ παραμόνιον ὄντα· οἱ δὲ τὸν πραύνοντα τὸ μένος, ἐπεὶ οἱ πιόντες προσηνεῖς.
ἐπαινεῖ Ἄμφις καὶ τὸν ἐξ Ἀκάνθου πόλεως οἶνον λέγων ποδαπὸς εἶ; φράσον,
β. Ἀκάνθιος. α. εἶτα πρὸς θεῶν
οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ
καὶ τοὔνομ’ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις
ἔχεις, τὰ δ᾽· ἤθη τῶν πολιτῶν οὐκ ἔχεις;
Κορινθίου οἴνου Ἄλεξις μνημονεύει ὡς σκληροῦ·
οἶνος ξενικὸς παρῆν τὰ γὰρ Κορίνθια
βασανισμός ἐστι.
καὶ Εὐβοικοῦ δέ· πολὺν πιὼν Εὐβοικὸν οἶνον.
Ἀρχίλοχος τὸν Νάξιον τῷ νέκταρι παραβάλλει ὃς καὶ πού φησιν
ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ’ οἶνος
Ἰσμαρικός· πίνω δ’ ἐν δορὶ κεκλιμένος.
Στράττις δὲ τὸν Σκιάθιον ἐπαινεῖ·
οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν
μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος·
Ἀχαιὸς δὲ τὸν Βίβλινον· ἐδεξιοῦτο Βίβλινον· μέθης ἐκπώματι.
ἐκαλεῖτο δ’ οὕτως ἀπό τινος χωρίου οὕτω προσαγορευομένου. φησὶ δὲ Φιλύλλιος ὅτι
παρέξω Λέσβιον, Χῖον σαπρόν,
Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν.
Ἐπίχαρμος δὲ ἀπό τινων ὀρῶν Βιβλίνων φησὶν αὐτὸν ὠνομάσθαι. Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν εἶναι χώραν τὴν Βιβλίαν, ἣν ᾽
Ἀντισάρην καὶ Οἰσύμην προσαγορευθῆναι. ἐπιεικῶς δὲ ἡ Θρᾴκη
ἐθαυμάζετο ὡς ἡδύοινος, καὶ συνόλως τὰ ἀπὸ πλησίον αὐτῆς χωρία·
νῆες δ’ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι.
Ἵππυς δ’ ὁ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι, ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακουσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰταλίας, εἴη ἂν οὖν ὁ παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος ὁ Βίβλινος οἶνος.
χρησμός, ἐν τῷ χρησμῷ, φησίν, ὁ θεὸς ηὐτομάτισε·
πῖν’ οἶνον τρυγίαν, ἐπεὶ οὐκ ᾽
Ἀνθηδόνα ναίεις
οὐδ’ ἱερὰν Ὑπέραν, ὅθι γ᾽
ἄτρυγον οἶνον ἔπινες.
ὠνομάζετο δὲ παρὰ Τροιζηνίοις, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ αὐτῶν πολιτείᾳ, ἄμπελος Ἀνθηδονιὰς καὶ Ὑπερειὰς ἀπὸ Ἀλθηφίου τινὸς καὶ
Ὑπέρου, ὡς καὶ Ἀλθηφιὰς ἀπὸ Ἀλθηφίου τινός, ἑνὸς τῶν Ἀλφειοῦ ἀπογόνων.
ι
Ἀλκμὰν δέ που ἄπυρον οἶνον καὶ ἄνθεος ὄσδοντά.
φησι τὸν ἐκ Πέντε λόφων, ὅς ἐστι τόπος Σπάρτης ἀπέχων στάδια ἑπτά· καὶ τὸν ἐκ Δενθιάδων, ἐρύματός τινος, καὶ τὸν ἐξ Οἰνοῦντος
καὶ τὸν ἐξ Ὀνόγλων καὶ Σταθμῶν. χωρία δὲ ταῦτα Λακωνικὰ πλησίον Πιτάνης. φησὶν οὖν οἶνον δ’ Οἰνουντιάδαν ἢ Δένθιν ἢ Καρύστιον ἢ
Ὄνογλιν ἢ Σταθμίταν.
καὶ τὸν ἐκ Καρύστου, ὅς ἐστι πλησίον Ἀρκαδίας, ἄπυρον δὲ εἶπε τὸν οὐχ ἡψημένον ἐχρῶντο γὰρ ἑφθοῖς οἴνοις. Πολύβιος δὲ διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, ᾧ μηδένα συγκρίνεσθαι. Ἀλκίφρων δὲ ὁ Μαιάνδριος περὶ τὴν Ἐφεσίαν φησὶν εἶναι ὀρείαν κώμην τὴν πρότερον μὲν καλουμένην Λητοῦς, νῦν δὲ Λατώρειαν ἀπὸ Λατωρείας
Ἀμαζόνος· ἐν ᾗ γίνεσθαι τὸν πράμνιον οἶνον. Τιμαχίδας δὲ ὁ ʽ Ῥόδιος ὑπόχυτὸν
τινα οἶνον ἐν Ῥόδῳ καλεῖ παραπλήσιον τῷ γλεύκει. καὶ γλύξις δ’ οἶνος καλεῖται ὁ τὸ ἕψημα ἔχων. Πολύζηλος δ’ αὐτίτην καλεῖ οἶνον. Πλάτων δ’ ὁ κωμικὸς καπνίαν κάλλιστος δ’ οὗτος γίνεται ἐν Βενεβέντῳ πόλει Ἰταλίας, ἀμφίας δ’ οἶνος ὁ φαῦλος καλεῖται παρὰ Σωσικράτει. ἐχρῶντο δ’ οἱ ἀρχαῖοι καὶ πόματί τινι ἐξ ἀρωμάτων κατασκευαζομένῳ, ὃ ἐκάλουν τρίμμα. Θεόφραστος δὲ ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ φησὶν ἐν Ἡραίᾳ
τῆς Ἀρκαδίας γίνεσθαι οἶνον ὃς τοὺς μὲν ἄνδρας πινόμενος ἐξίστησι, τὰς δὲ γυναῖκας τεκνούσσας ποιεῖ. περὶ δὲ Κερυνίαν τῆς Ἀχαίας ἀμπέλου τι γένος εἶναι, ἀφ’ ἧς τὸν οἶνον ἐξαμβλοῦν ποιεῖν τὰς γυναῖκας τὰς ἐγκύμονας· κἂν τῶν βοτρύων δέ, φησί, φάγωσιν, ἐξαμβλοῦσιν. ὁ δὲ Τροιζήνιος οἶνος ἀγόνους, φησί, ποιεῖ τοὺς πίνοντας, ἐν Θάσῳ δὲ λέγει ὡς αὐτοὶ ποιοῦσιν οἶνόν τινα ὑπνωτικὸν καὶ ἕτερον ἀγρυπνεῖν ποιοῦντα τοὺς πίνοντας.
περὶ δὲ τῆς τοῦ ἀνθοσμίου οἴνου σκευασίας
Φαινίας ὁ Ἐρέσιός φησι τάδε· γλεύκει παραχεῖται
παρὰ χοῦς πεντήκοντα εἷς θαλάσσης καὶ γίνεται ἀνθοσμίας.
καὶ πάλιν ἀνθοσμίας γίνεται ἐκ νέων ἀμπέλων ἰσχυρότερος ἢ ἐκ παλαιῶν.
ἑξῆς τέ φησι· τὰς ὀμφακώδεις συμπατήσαντες ἀπέθεντο καὶ ἀνθοσμίας ἐγένετο.
Θεόφραστος δ’ ἐν Θάσῳ φησὶ τὸν ἐν τῷ πρυτανείῳ διδόμενον θαυμαστὸν εἶναι τὴν ἡδονὴν ἠρτυμένος γάρ ἐστιν. ἐμβάλλουσι γὰρ εἰς τὸ κεράμιον σταῖς μέλιτι φυράσαντες, ὥστε τὴν ὀσμὴν ἀπ’ αὐτοῦ, τὴν δὲ γλυκύτητα ἀπὸ τοῦ σταιτὸς λαμβάνειν τὸν οἶνον
καὶ ἑξῆς δέ φησιν ἐάν τις κεράσῃ σκληρὸν καὶ εὔοσμον μαλακῷ καὶ
ἀόσμῳ, καθάπερ τὸν Ἡρακλεώτην καὶ τὸν Ἐρυθραῖον, τοῦ μὲν τὴν μαλακότητα, τοῦ δὲ τὴν εὐοσμίαν παρεχομένου.
μυρίνης δὲ οἶνος κεῖται παρὰ Ποσειδίππῳ·
διψηρὸς ἄτοπος ὁ μυρίνης ὁ τίμιος.
καὶ Ἑρμῆς δ’ εἶδος πόσεως παρὰ Στράττιδι.
Χαιρέας δὲ ἐν Βαβυλῶνι οἶνόν φησι γίνεσθαι
τὸν καλούμενον νέκταρ.
ἦν ἄρ’ ἔπος τόδ’ ἀληθές, ὅ τ’ οὐ μόνον ὕδατος αἶσαν,
ἀλλά τι καὶ χλεύης οἶνος ἔχειν ἐθέλει.
οὐδὲν ἀπόβλητον Διονύσιον, οὐδὲ γίγαρτον,
ὁ Κεῖός φησι ποιητής.
τῶν οἴνων ὁ μὲν λευκός, ὁ δὲ κιρρός, ὁ δὲ μέλας.
καὶ ὁ μὲν λευκὸς λεπτότατος τῇ φύσει, οὐρητικός, θερμὸς πεπτικός τε ὢν τὴν κεφαλὴν ποιεῖ διάπυρον ἀνωφερὴς γὰρ ὁ οἶνος. ὁ δὲ μέλας, ὁ μὴ γλυκάζων, τροφιμώτατος, στυπτικός· ὁ δὲ γλυκάζων
καὶ τῶν λευκῶν καὶ τῶν κιρρῶν τροφιμώτατος.
λεαίνει γὰρ κατὰ τὴν πάροδον καὶ παχύνων τὰ ὑγρὰ μᾶλλον κεφαλὴν ἧττον παρενοχλεῖ, ὄντως γὰρ ἡ τοῦ γλυκέος οἴνου φύσις ἐγχρονίζει περὶ τὰ ὑποχόνδρια καὶ πτυέλου ἐστὶν ἀναγωγός, ὡς Διοκλῆς καὶ Πραξαγόρας ἱστοροῦσι. Μνησίθεος δ’ ὁ Ἀθηναῖός φησιν ὁ μέλας οἶνός ἐστι θρεπτικώτατος, ὁ δὲ λευκὸς οὐρητικώτατος καὶ λεπτότατος, ὁ δὲ κιρρὸς ξηρὸς καὶ τῶν σιτίων πεπτικώτερος.
οἱ δ’ ἐπιμελέστερον τεθαλαττωμένοι οἶνοι ἀκραίπαλοὶ τέ εἰσι καὶ κοιλίας λύουσιν ἐπιδάκνουσὶ
τε τὸν στόμαχον ἐμφυσήσεις τε ἐνεργάζονται καὶ συγκατεργάζονται τὴν τροφήν. τοιοῦτος δ’ ἐστὶν ὅ τε Μύνδιος καὶ ὁ ἀπὸ Ἁλικαρνασσοῦ. ὁ γοῦν κυνικὸς Μένιππος ἁλμοπότιν τὴν Μύνδον φησίν. ἱκανῶς δὲ καὶ ὁ Κῷος τεθαλάττωται. καὶ ὁ Ῥόδιος δὲ ἐλάττονος μὲν κεκοινώνηκε θαλάσσης, ὁ δὲ πολὺς αὐτοῦ ἀχρεῖός ἐστιν. ὁ δὲ νησιώτης εἴς τε τοὺς πότους ἐστὶν εὖ πεφυκὼς καὶ πρὸς τὴν καθημερινὴν χρῆσιν οὐκ ἀνοίκειος. ὁ δὲ Κνίδιος αἵματος γεννητικός, τρόφιμος, κοιλίαν εὔλυτον
κατασκευάζων πλείων δὲ πινόμενος ἐκλύει τὸν στόμαχον. ὁ δὲ Λέσβιος στῦψιν μικροτέραν ἔχει καὶ μᾶλλον οὐρεῖται. χαριέστατος δ’ ἐστὶν ὁ Χῖος καὶ τοῦ Χίου ὁ καλούμενος Ἀριούσιος. διαφοραὶ δὲ αὐτοῦ εἰσι τρεῖς· ὁ μὲν γὰρ αὐστηρὸς ἐστιν, ὁ δὲ γλυκάζων, ὁ δὲ μέσος τούτων τῇ γεύσει αὐτόκρατος καλεῖται. ὁ μὲν οὖν αὐστηρὸς εὔστομός ἐστι καὶ τρόφιμος καὶ μᾶλλον οὐρεῖται, ὁ
δὲ γλυκάζων τρόφιμος, πλήσμιος, κοιλίας μαλακτικός, ὁ δ’ αὐτόκρατος τῇ χρείᾳ μέσος ἐστί. κοινῶς
δ’ ὁ Χῖος πεπτικός, τρόφιμος, αἵματος χρηστοῦ
γεννητικός, προσηνέστατος, πλήσμιος διὰ τὸ παχὺς εἶναι τῇ δυνάμει.
τῶν δ’ οἴνων χαριέστατος ὁ κατὰ τὴν Ἰταλίαν
Ἀλβανὸς καὶ ὁ Φαλερνίτης. ὁ δὲ τούτων πεπαλαιωμένος καὶ κεχρονικὼς φαρμακώδης ὢν καροῖ λίαν ταχέως, ὁ δὲ Ἀδριανὸς καλούμενος εὔπνους, εὐανάδοτος, ἄλυπος τὸ σύνολον, οἰνοποιητέον δὲ αὐτοὺς πρό τινος χρόνου καὶ εἰς
ἀναπεπταμένον τόπον θετέον εἰς τὸ διαπνεῦσαι τὸ παχὺ τῆς δυνάμεως αὐτῶν. χαριέστατος δ’ οἶνος εἰς παλαίωσιν ὁ Κερκυραῖος. ὁ δὲ Ζακύνθιος καὶ ὁ Λευκάδιος διὰ τὸ γύψον λαβεῖν καὶ κεφαλὴν ἀδικοῦσιν. ὁ δ’ ἀπὸ Κιλικίας
Ἀβάτης καλούμενος κοιλίας μόνον ἐστὶ
᾽ μαλακτικός. Κῴῳ δὲ καὶ Μυνδίῳ καὶ Ἁλικαρνασσίῳ καὶ παντὶ τῷ ἱκανῶς τεθαλαττωμένῳ συνᾴδει τὰ σκληρὰ τῶν ὑδάτων οἷον κρηναῖα καὶ ὄμβρια, ἐὰν ᾖ διυλισμένα καὶ πλείονα χρόνον καθεσταμένα. χρήσιμοι δ᾽
εἰσὶν οὗτοι Ἀθήνησι καὶ Σικυῶνι· ἐν ταύταις γὰρ σκληρὰ τὰ ὕδατα, τοῖς δ’ ἀθαλάσσοις τῶν οἴνων καὶ τοῖς παρέχουσιν ἱκανωτέραν στύψιν, ἔτι δὲ τῷ Χίῳ καὶ Λεσβίῳ τὰ ἀποιότατα τῶν ὑδάτων εὐθετεῖ
.
ὦ γλῶσσα, σιγήσασα τὸν πολὺν χρόνον,
πῶς δῆτα τλήσῃ πρᾶγμ’ ὑπεξελθεῖν τόδε;
ἦ τῆς ἀνάγκης οὐδὲν ἐμβριθέστερον,
ὑφ’ ἧς τὸ κρυφθὲν ἐκφανεῖς ἀνακτόρων,
φησὶ Σοφοκλῆς.
αὐτὸς ἐμαυτοῦ Ἰόλεώς τε καὶ Ἀλκείδης γενήσομαι.
ὅτι ὁ Μαρεώτης οἶνος ὁ Ἀλεξανδρεωτικὸς τὴν μὲν
προσηγορίαν ἔχει ἀπὸ τῆς ἐν Ἀλεξανδρείᾳ λίμνης Μαρείας καὶ τῆς παρ’ αὐτὴν πόλεως ὁμωνύμου, ἣ πρότερον μὲν ἦν μεγίστη, νῦν δὲ κώμης περιείληφε μέγεθος, τὴν προσηγορίαν λαβοῦσα ἀπὸ Μάρωνος ἑνὸς τῶν μετὰ Διονύσου τὰς στρατείας πεποιημένων. πολλὴ δὲ ἡ περὶ τὴν γῆν ταύτην ἄμπελος, ἧς καὶ ἡ σταφυλὴ πάνυ βρωθῆναι εὔστομος καὶ ὁ γινόμενος οἶνος κάλλιστος· λευκός τε γὰρ καὶ ἡδύς, εὔπνους,
εὐανάδοτος , λεπτός, κεφαλῆς οὐ καθικνούμενος, διουρητικός, τούτου δὲ καλλίων ὁ Ταινιωτικὸς καλούμενος, ταινία δ’ ἐστὶν ἐπιμήκης περὶ τοὺς αὐτοὺς τόπους, ἀφ᾽· ἧς οἱ γινόμενοι οἶνοί εἰσι μὲν ἠρέμα ὑπόχλωροι, ἐμφαίνοντές τι ἐν αὑτοῖς λιπαρόν, ὃ κατὰ τὴν τοῦ ὕδατος κρᾶσιν ἀναλύεται κατὰ βραχύ, ὡς καὶ τὸ μέλι τὸ Ἀττικὸν ἀνακιρνάμενον. οὗτος ὁ Ταινιωτικὸς πρὸς τῷ ἡδὺς εἶναι ἔχει τι καὶ ἀρωματῶδες ἠρέμα ἐπιστῦφον. ἡ δὲ περὶ τὸν Νεῖλον ἄμπελος πλείστη μὲν αὐτή, ὅσος καὶ
ὁ ποταμός, καὶ πολλαὶ τῶν οἴνων αἱ ἰδιότητες κατά τε τὰ χρώματα καὶ τὴν προσφοράν. τούτους δ’ ὑπερβάλλει ὁ κατὰ Ἄντυλλαν πόλιν οὐ μακρὰν οὖσαν Ἀλεξανδρείας, ἧς τοὺς φόρους οἱ τότε βασιλεῖς Αἰγύπτιοί τε καὶ Πέρσαι ταῖς γαμεταῖς ἐδίδοσαν εἰς ζώνας. ὁ δὲ κατὰ τὴν Θηβαίδα καὶ μάλιστα ὁ κατὰ τὴν Κόπτον πόλιν οὕτως ἐστὶ λεπτὸς καὶ εὐανάδοτος καὶ ταχέως πεπτικὸς ὡς καὶ τοῖς πυρεταίνουσι διδόμενος μὴ βλάπτειν.
σαυτὴν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας, γύναι. ἦν
δὲ τραγικὸς ποιητὴς ὁ Ἀστυδάμας.
ὅτι ὁ Θεόπομπος ὁ Χῖος τὴν ἄμπελον ἱστορεῖ εὑρεθῆναι ἐν Ὀλυμπίᾳ παρὰ τὸν Ἀλφειόν καὶ ὅτι τῆς Ἠλείας τόπος ἐστὶν ἀπέχων ὀκτὼ στάδια, ἐν ᾧ οἱ ἐγχώριοι κατακλείοντες τοῖς Διονυσίοις χαλκοῦς λέβητας τρεῖς κενοὺς παρόντων τῶν ἐπιδημούντων ἀποσφραγίζονται καὶ ὕστερον ἀνοίγοντες εὑρίσκουσιν οἴνου πεπληρωμένους. Ἑλλάνικος δέ φησιν ἐν τῇ Πλινθίνῃ πόλει Αἰγύπτου πρώτῃ
εὑρεθῆναι τὴν ἄμπελον. διὸ καὶ Δίων ὁ ἐξ Ἀκαδημίας φιλοίνους καὶ φιλοπότας τοὺς Αἰγυπτίους γενέσθαι· εὑρεθῆναί τε βοήθημα παρ᾽· αὐτοῖς ὥστε τοὺς διὰ πενίαν
ἀποροῦντας οἴνου τὸν ἐκ τῶν κριθῶν γενόμενον πίνειν· καὶ οὕτως ἥδεσθαι τοὺς τοῦτον προσφερομένους ὡς καὶ ᾄδειν καὶ ὀρχεῖσθαι καὶ πάντα ποιεῖν ὅσα τοὺς ἐξοίνους γινομένους. Ἀριστοτέλης δέ φησιν ὅτι οἱ μὲν ὑπ’ οἴνου μεθυσθέντες ἐπὶ πρόσωπον φέρονται, οἱ δὲ τὸν κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλὴν ὁ μὲν γὰρ οἶνος καρηβαρικός, ὁ δὲ κρίθινος καρωτικός.
ὅτι δὲ φίλοινοι Αἰγύπτιοι, σημεῖον καὶ τὸ παρὰ μόνοις αὐτοῖς ὡς νόμιμον ἐν τοῖς δείπνοις πρὸ πάντων ἐδεσμάτων κράμβας ἔσθειν ἑφθὰς καὶ μέχρι τοῦ δεῦρο παρασκευάζεσθαι. καὶ πολλοὶ εἰς τὰς κατασκευαζομένας ἀμεθύστους προσλαμβάνουσι τὸ τῆς κράμβης σπέρμα, καὶ ἐν ᾧ δ’ ἂν ἀμπελῶνι κράμβαι φύωνται, ἀμαυρότερος ὁ οἶνος
γίνεται, διὸ καὶ Συβαρῖται, φησὶ Τίμαιος, πρὸ τοῦ πίνειν κράμβας ἤσθιον. Ἄλεξις ·
ἐχθὲς ὑπέπινες, εἶτα νυνὶ κραιπαλᾷς.
κατανύστασον παύσῃ γάρ. εἶτά σοι δότω
ῥάφανόν τις ἑφθήν.
Εὔβουλος δὲ πού φησι·
γύναι,
ῥάφανόν με νομίσασ’ εἰς ἐμέ σου τὴν κραιπάλην
μέλλεις ἀφεῖναι πᾶσαν, ὡς ἐμοὶ δοκεῖς.
ὅτι δὲ τὴν κράμβην ῥάφανον ἐκάλουν οἱ παλαιοὶ Ἀπολλόδωρος δηλοῖ ὁ Καρύστιος·
εἰ δ’ ὅτι καλοῦμεν ῥάφανον, ὑμεῖς δ’ οἱ ξένοι
κράμβην, γυναιξὶ διαφέρειν οἴονται.
Ἀναξανδρίδης ·
ἐὰν λούσησθε νῦν
ῥάφανόν τε πολλὴν ἐντράγητε, παύσεται
τὸ βάρος διασκεδᾷ τε τὸ προσὸν νῦν νέφος
ἐπὶ τοῦ μετώπου,
Νικοχάρης·
εἰσαύριον.. ἀντὶ ῥαφάνων ἐψήσομεν
βαλάνιον, ἵνα νῷν ἐξάγῃ τὴν κραιπάλην.
Ἄμφις·
οὐκ ἔστιν, ὡς ἔοικε, φάρμακον μέθης
οὐδὲν τοιοῦτον ὡς τὸ προσπεσεῖν ἄφνω
λύπην τιν᾽. οὕτως ἐξελαύνει γὰρ σφόδρα
λῆρον ὥστε τὰς ῥαφάνους οὕτω δοκεῖν.
περὶ δὲ τῆς δυνάμεως ταύτης ἣν ἡ κράμβη ποιεῖ ἱστορεῖ καὶ Θεόφραστος φεύγειν φάσκων καὶ ζῶσαν τὴν ἄμπελον τῆς ῥαφάνου τὴν ὀδμήν.
τὸ πολὺ τῆς ἠμέρας προσεπιμετρει τω ὕπνῳ.
οὐκ εἴων με οἱ λόγοι οὓς ἀπεμνημόνευσας, ὄντες ποικίλοι, ὕπνῳ διδόναι σχολήν. οὐκ ἀπὸ σκοποῦ τοξεύειν.
ὅτι τὸν οἶνον Κολοφώνιος
Νίκανδρος ὠνομάσθαι φησὶν ἀπὸ Οἰνέως·
Οἰνεὺς δ’ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν
οἶνον ἔκλησε.
φησὶ δὲ καὶ Μελανιππίδης ὁ Μήλιος·
ἐπώνυμον, δέσποτ᾽, οἶνον Οἰνέως.
Ἑκαταῖος δ’ ὁ Μιλήσιος τὴν ἄμπελον ἐν Αἰτωλίᾳ
λέγων εὑρεθῆναί φησι καὶ τάδε·
Ὀρεσθεὺς ὁ Δευκαλίωνος ἦλθεν εἰς Αἰτωλίαν ἐπὶ βασιλείᾳ, καὶ κύων αὐτοῦ στέλεχος ἔτεκε· καὶ ὃς ἐκέλευσεν αὐτὸ κατορυχθῆναι, καὶ ἐξ αὐτοῦ ἔφυ ἄμπελος πολυστάφυλος, διὸ καὶ τὸν αὑτοῦ παῖδα Φύτιον ἐκάλεσε. τούτου δ’ Οἰνεὺς ἐγένετο κληθεὶς ἀπὸ τῶν ἀμπέλων.
οἱ γὰρ παλαιοί, φησίν, Ἕλληνες οἴνας ἐκάλουν τὰς ἀμπέλους.
Οἰνέως δ’ ἐγένετο Αἰτωλός.
Πλάτων δ’ ἐν Κρατύλῳ
ἐτυμολογῶν τὸν οἶνον
οἰόνουν αὐτόν φησιν εἶναι διὰ τὸ οἰήσεως ἡμῶν
τὸν νοῦν ἐμπιπλᾶν. ἢ τάχα ἀπὸ τῆς ὀνήσεως κέκληται· παρετυμολογῶν γὰρ Ὅμηρος τὴν φωνὴν ὧδὲ πώς φησιν
ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.
καὶ γὰρ τὰ βρώματα ὀνείατα καλεῖν εἴωθεν ἀπὸ
τοῦ ὀνίσκειν ἡμᾶς.
οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον
θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.
ὁ τῶν Κυπρίων τοῦτό φησι ποιητής, ὅστις ἂν εἴη. Δίφιλος δ’ ὁ κωμικός φησιν
ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε
Διόνυσε καὶ σοφώταθ᾽, ὡς ἡδύς τις εἶ·
ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος,
τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν
τὸν τ’ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν . . .
ὁ δὲ Κυθήριος
Φιλόξενος λέγει· εὐρείτας οἶνος πάμφωνος.
Χαιρήμων δὲ ὁ τραγῳδὸς παρασκευάζειν φησὶ τὸν οἶνον τοῖς χρωμένοις
γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν.
Ἴων δ’ ὁ Χῖός φησιν
ἄδαμνον
παῖδα ταυρωπόν, νέον οὐ νέον, ἥδιστον πρόπολον
βαρυγδούπων ἐρώτων, οἶνον ἀερσίνοον, ..
ἀνθρώπων πρύτανιν.-
ὁ Μνησίθεος δ’ ἔφη τὸν οἶνον τοὺς θεοὺς
θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις
ἀγαθὸν μέγιστον, τοῖς δ’ ἀτάκτως τοὔμπαλιν,
τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις
ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν
εἰς τὴν ἰατρικήν τε χρησιμώτατον
καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται
καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει.
ἐν ταῖς συνουσίαις τε ταῖς καθ’ ἡμέραν
τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον
εὐθυμίαν ἐὰν δ’ ὑπερβάλῃς, ὕβριν·
ἐὰν δ’ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ·
ἐὰν δ’ ἄκρατον, παράλυσιν τῶν σωμάτων,
διὸ καὶ καλεῖσθαι τὸν Διόνυσον πανταχοῦ
ἰατρόν.
ἡ δὲ Πυθία εἴρηκέ τισι Διόνυσον ὑγιάτην καλεῖν.
Εὔβουλος δὲ ποιεῖ τὸν Διόνυσον λέγοντα·
τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω
τοῖς εὖ φρονοῦσι τὸν μὲν ὑγιείας ἕνα,
ὃν πρῶτον ἐκπίνουσι τὸν δὲ δεύτερον
ἔρωτος ἡδονῆς τε· τὸν τρίτον δ’ ὕπνου,
ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι
οἴκαδε βαδίζουσ᾽. ὁ δὲ τέταρτος οὐκ ἔτι
ἡμέτερός ἐστ᾽, ἀλλ’ ὕβρεος· ὁ δὲ πέμπτος βοῆς·
ἕκτος δὲ κώμων ἕβδομος δ’ ὑπωπίων·
ὁ δ’ ὄγδοος κλητῆρος· ὁ δ’ ἔνατος χολῆς·
δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ,
πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς
ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.
Ἐπίχαρμος δέ φησιν
ἐκ μὲν θυσίας θοίνα ,
ἐκ δὲ θοίνας πόσις ἐγένετο. β. χάριεν, ὣς γ᾽
ἐμοὶ δοκεῖ.
α. ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δ’ ἐγένεθ’ ὑανία
ἐκ δ’ ὑανίας δίκα , ἐκ δίκας, ἐκ δὲ καταδίκα,
ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία.
Πανύασις δ’ ὁ ἐποποιὸς τὴν μὲν πρώτην πόσιν ἀπονέμει Χάρισιν, ῝
Ὥραις, καὶ Διονύσῳ, τὴν δὲ δευτέραν Ἀφροδίτῃ καὶ πάλιν Διονύσῳ, Ὕβρει δὲ καὶ Ἄτῃ τὴν τρίτην. Πανύασίς φησι·
πρῶται μὲν Χάριτές τ’ ἔλαχον καὶ ἐύφρονες Ὧραι
μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν.
τοῖς δ’ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος.
ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου·
εἴ τις τὸν γε πίοι καὶ ἀπότροπος· οἴκαδ’ ἀπέλθοι
δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι·
ἀλλ’ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι
πίνων ἀβλεμέως, τότε δ’ Ὕβριος αἶσα καὶ Ἄτης
γίνεται ἀργαλέα, κακὰ δ’ ἀνθρώποισιν ὀπάζει.
ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο,
στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ’ ἑταίρους·
δείδια γάρ, τριτάτης μοίρης μελιηδέος οἴνου
πινομένης, μὴ σ’ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ,
ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι τελευτήν.
ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον.
καὶ ἑξῆς περὶ ἀμέτρου οἴνου
ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶσ’ ἅμ’ ὀπηδεῖ.
κατὰ γὰρ τὸν Εὐριπίδην
πληγὰς ὁ κῶμος λοίδορὸν θ’ ὕβριν φέρει.
ὅθεν τινὲς τὴν Διονύσου γένεσιν καὶ τὴν τῆς
Ὕβρεως κατὰ ταὐτὰ γενέσθαι φασίν.
Ἄλεξις δὲ πού φησιν ὡς
ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν
τρόπον τιν’ ἐστί. τὸν γὰρ οἶνον τὸν νέον
πολλὴ ᾽ στ’ ἀνάγκη καὶ τὸν ἄνδρ’ ἀποζέσαι
πρώτιστον ἀφυβρίσαι τ᾽, ἀπανθήσαντα δὲ
σκληρὸν γενέσθαι, παρακμάσαντα δ’ ὧν λέγω
τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω
ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε
πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν
ἡδὺν θ’ ἅπασι τοὐπίλοιπον διατελεῖν.
κατὰ δὲ τὸν Κυρηναῖον ποιητὴν
οἶνός ξ ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ’ ἂν ἐς ἄνδρας
ἔλθῃ· κυμαίνει δ’ οἷα Λίβυσσαν ἅλα
βορρῆς ἠὲ νότος· τὰ δὲ καὶ κεκρυμμένα φαίνει
βυσσόθεν· ἐκ δ’ ἀνδρῶν πάντ’ ἐτίναξε νόον.
ἀλλαχοῦ δὲ τοὐναντίον φησὶν Ἄλεξις·
οὐδὲν.. ἔοικ’ ἄνθρωπος οἴνῳ τὴν φύσιν,
ὁ μὲν γὰρ ἀπογηρὰς ἀηδὴς γίνεται,
οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν.
ὁ μὲν δάκνει γάρ, ὁ δ’ ἱλαροὺς ἡμᾶς ποιεῖ.
Πανύασις δὲ λέγει·
οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ,
ἐσθλόν, ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ.
ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαίης τε,
ἐν δὲ χοροιτυπίης, ἐν δ’ ἱμερτῆς φιλότητος.
τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ
πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε παῖδα
ἧσθαι πλημμύροντα, λελησμένον εὐφροσυνάων.
καὶ πάλιν
οἶνος δὲ θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον,
ἀγλαός· ᾧ πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί,
πάντες δ’ ὀρχησμοί, πᾶσαι δ’ ἐραταὶ φιλότητες.
πάσας δ’ ἐκ κραδίας ἀνίας ἀνδρῶν ἀλαπάζει
πινόμενος κατὰ μέτρον ὑπὲρ μέτρον δὲ χερείων.
Τίμαιος δὲ ὁ Ταυρομενίτης ἐν Ἀκράγαντι οἰκίαν τινά φησι καλεῖσθαι τριήρη ἐξ αἰτίας τοιαύτης, νεανίσκους τινὰς ἐν αὐτῇ μεθυσκομένους ἐς τοσοῦτον ἐλθεῖν μανίας ἐκθερμανθέντας ὑπὸ τῆς μέθης ὡς νομίζειν μὲν ἐπὶ τριήρους πλεῖν, χειμάζεσθαι
δὲ χαλεπῶς κατὰ τὴν θάλασσαν καὶ τοσοῦτον ἔκφρονας γενέσθαι ὡς τὰ ἀπὸ τῆς οἰκίας πάντα σκεύη καὶ στρώματα ῥίπτειν ὡς ἐπὶ τὴν θάλασσαν, τὴν ναῦν διὰ τὸν χειμῶνα ἀποφορτίζεσθαι δόξαν αὐτοῖς λέγειν τὸν κυβερνήτην. συναθροιζομένων οὖν πολλῶν καὶ τὰ ῥιπτόμενα διαρπαζόντων οὐδ’ ὣς παύεσθαι τῆς μανίας τοὺς νεανίσκους, καὶ τῇ ἐπιούσῃ τῶν ἡμερῶν παραγενομένων τῶν
στρατηγῶν ἐπὶ τὴν οἰκίαν ἐγκληθέντες οἱ νεανίσκοι ἔτι ναυτιῶντες ᾽ ἀπεκρίναντο πυνθανομένων τῶν ἀρχόντων ὑπὸ χειμῶνος ἐνοχλούμενοι ἠναγκάσθαι ἀποφορτίσασθαι τῇ θαλάσσῃ τὰ περιττὰ τῶν φορτίων, θαυμαζόντων δὲ τῶν στρατηγῶν τὴν ἔκπληξιν τῶν ἀνδρῶν εἷς τῶν νεανίσκων, καίτοι δοκῶν τῶν ἄλλων πρεσβεύειν κατὰ τὴν ἡλικίαν, ἐγὼ δ᾽
, ἔφη· ἄνδρες Τρίτωνες, ὑπὸ τοῦ δέους καταβαλὼν ἐμαυταν ὑπὸ τοὺς θαλάμους ὡς ἔνι μάλιστα κατωτάτω ἐκείμην.
συγγνόντες οὖν τῇ αὐτῶν ἐκστάσει ἐπιτιμήσαντες μὴ πλείονος οἴνου ἐμφορεῖσθαι ἀφῆκαν. καὶ οἱ χάριν ἔχειν
ὁμολογήσαντες
ἂν λιμένος, ἔφη, τύχωμεν ἀπαλλαγέντες τοσούτου κλύδωνος, Σωτῆρας ὑμᾶς ἐπιφανεῖς μετὰ τῶν θαλασσίων δαιμόνων ἐν τῇ πατρίδι ἱδρυσόμεθα ὡς αἰσίως ἡμῖν ἐπιφανέντας.
ἐντεῦθεν ἡ οἰκία τριήρης ἐκλήθη.
Φιλόχορος δέ φησιν ὅτι οἱ πίνοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζουσιν οἵτινές εἰσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν ἄγοντες. ὅθεν οἶνος καὶ ἀλήθεια
λέγεται καὶ ἀνδρὸς
δ’ οἶνος ἔδειξε νόον
καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους. καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν τοὺς ἀληθεύοντας· δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα, ἦν γὰρ τὸ ἀρχαῖον δύο γένη τριπόδων, οὓς καλεῖσθαι λέβητας συνέβαινεν ἀμφοτέρους ι ἐμπυριβήτης ὁ καὶ λοετροχόος. Αἰσχύλος·
τὸν μὲν τρίπους ἐδέξατ’ οἰκεῖος λέβης
αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν.
ὁ δ’ ἕτερος κρατήρ καλούμενος. Ὅμηρος· ἕπτ᾽
ἀπύρους τρίποδας.
ἐν τούτοις δὲ τὸν οἶνον ἐκίρνων καὶ οὗτός ἐστιν ὁ τῆς ἀληθείας οἰκεῖος τρίπους. διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαντικῆς ἀλήθειαν, Διονύσου δὲ διὰ τὴν ἐν μέθῃ. Σῆμος δ’ ὁ Δήλιός φησι· τρίπους χαλκοῦς, οὐχ ὁ Πυθικός, ἀλλ’ ὃν νῦν λέβητα καλοῦσιν. οὗτοι δ’ ἦσαν οἱ μὲν
ἄπυροι, εἰς οὓς τὸν οἶνον εἰσεκεράννυον, οἱ δὲ λοετροχόοι, ἐν οἷς τὸ ὕδωρ ἐθέρμαινον,
καὶ ἐμπυριβῆται. καὶ τούτων ἔνιοι ὠτώεντες,
τρίποδα δὲ τὴν ὑπόβασιν ἔχοντες τρίποδες ὠνομάζοντο.
φησί που Ἔφιππος·
α. οἴνου σε πλῆθος πόλλ’ ἀναγκάζει λαλεῖν.
β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν.
Ἀντιφάνης·
κρύψαι, Φειδία,
ἅπαντα τἄλλα τις δύναιτ’ ἂν πλὴν δυοῖν,
οἶνόν τε πίνων εἰς ἔρωτά τ’ ἐμπεσών.
ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων
καὶ τῶν λόγων ταῦθ’ ὥστε τοὺς ἀρνουμένους,
μάλιστα τούτους . . . . καταφανεῖς ποιεῖ.
Φιλόχορος δέ φησιν Ἀμφικτύονα τὸν Ἀθηναίων βασιλέα μαθόντα παρὰ Διονύσου τὴν τοῦ οἴνου κρᾶσιν πρῶτον κεράσαι. διὸ καὶ ὀρθοὺς γενέσθαι τοὺς ἀνθρώπους οὕτω πίνοντας, πρότερον ὑπὸ τοῦ ἀκράτου καμπτομένους· καὶ διὰ τοῦτο ἱδρύσασθαι βωμὸν ὀρθοῦ Διονύσου ἐν τῷ τῶν ʽ
Ὡρῶν ἱερῷ αὗται γάρ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. πλησίον δ’ αὐτοῦ καὶ ταῖς Νύμφαις
βωμὸν ἔδειμεν, ὑπόμνημα τοῖς χρωμένοις τῆς κράσεως ποιούμενος· καὶ γάρ Διονύσου τροφοὶ αἱ Νύμφαι λέγονται, καὶ θέσμιον ἔθετο προσφέρεσθαι μετὰ τὰ σιτία ἄκρατον μόνον ὅσον γεύσασθαι, δεῖγμα τῆς δυνάμεως τοῦ ἀγαθοῦ θεοῦ, τὸ δὲ λοιπὸν ἤδη κεκραμένον, ὁπόσον ἕκαστος βούλεται· προσεπιλέγειν δὲ τούτῳ τὸ τοῦ Διὸς σωτῆρος ὄνομα διδαχῆς καὶ μνήμης ἕνεκα τῶν πινόντων, ὅτι οὕτω πίνοντες ἀσφαλῶς σωθήσονται. Πλάτων δ’ ἐν δευτέρῳ Νόμων τὴν τοῦ οἴνου χρῆσίν φησιν ὑγιείας ἕνεκα ὑπάρχειν
ἀπὸ τοῦ κατὰ μέθην δὲ καταστήματος καὶ ταύρῳ παρεικάζουσι τὸν Διόνυσον καὶ παρδάλει διὰ τὸ πρὸς
βίαν τρέπεσθαι τοὺς ἐξοινωθέντας. Ἀλκαῖος·
ἄλλοτε μὲν μελιαδέος, ἄλλοτε δ’
ὀξυτέρου τριβόλων ἀρυτημένοι.
εἰσὶ δ’ οἳ καὶ θυμικοὶ γίνονται· τοιοῦτος δ’ ὁ ταῦρος. Εὐριπίδης·
ταῦροι δ᾽· ὑβρισταὶ κεἰς κέρας θυμούμενοι.
διὰ δὲ τὸ μάχιμον καὶ θηριώδεις ἔνιοι γίνονται· ὅθεν καὶ τὸ παρδαλῶδες.
καλῶς οὖν Ἀρίστων ὁ Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ’ εὐωδίας κοινωνοῦντα. διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας
Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς ταὐτὰ
καὶ τὰ τῶν ἀνθῶν εὐώδη, οἶδα δ’ ὅτι Ἀναξανδρίδης τὸ νέκταρ οὐ ποτόν, ἀλλὰ τροφὴν εἶναι λέγει θεῶν·
τὸ νέκταρ ἐσθίω πάνυ
μάττων διαπίνω τ’ ἀμβροσίαν καὶ τῷ Διὶ
διακονῶ καὶ σεμνὸς εἰμ’ ἑκάστοτε
Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος.
καὶ Ἀλκμὰν δέ φησι τὸ νέκταρ ἔδμεναι
αὐτούς· καὶ Σαπφὼ δέ φησιν·
ἀμβροσίας μὲν
κρατὴρ ἐκέκρατο,
Ἑρμᾶς δ’ ἕλεν ὄλπιν
θεοῖς οἰνοχοῆσαι.
ὁ δ’ Ὅμηρος θεῶν πόμα τὸ νέκταρ οἶδεν Ἴβυκος δέ φησι τὴν ἀμβροσίαν τοῦ μέλιτος κατ’ ἐπίτασιν
ἐννεαπλασίαν ἔχειν γλυκύτητα, τὸ μέλι λέγων ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν.
οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός.
ὁ γάρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν
ἀνδράσι πονηροῖς οὐδ’ ἀπαιδεύτῳ βίῳ,
φησὶν Ἄλεξις, καὶ ὅτι οἶνος
φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα
πίνοντας αὐτόν.
ὁ δὲ ποιήσας τὸ εἰς Κρατῖνον ἐπίγραμμά φησιν
οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ,
ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις,
ταῦτ’ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ
Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.
τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ
μέτωπον οἷα καὶ σὺ κεκροκωμένον.
πολέμων φησὶν ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις
Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν
τοῖς φειδιτίοις. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ
Δειπνεὺς ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν.
ἐκ τροφῆς ξηρᾶς οὔτ’ ἂν σκώμματα γένοιτο, οὔτ’ αὐτοσχέδια ποιήματα,
ἀλλὰ μὴν οὐδὲ κόμπος οὐδὲ ψυχῆς ἀλαζονεία, καλῶς οὖν ἐν τῷ πῆ ἔβαν εὐχωλαὶ
ἃς ἐν Λήμνῳ ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ καὶ πίνοντες οἴνου κρατῆρας ἐπιστεφέας
ἐπεσημήνατο ὁ γραμματικὸς Ἀρίσταρχος περιγράφων τὸν στίχον, ὃς ἀπὸ
κρεωφαγίας αὐχεῖν ποιεῖ τοὺς Ἕλληνας. οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι
καὶ σκώπτειν καὶ γελοιάζειν, ἀπὸ δὲ τῆς ἀλλοιούσης τὴν γνώμην καὶ πρὸς τὸ ψευδὲς τρεπούσης, ἣ γίνεται κατὰ τὴν μέθην.
διὸ Βακχυλίδης φησί·
γλυκεῖ’ ἀνάγκα
σευομένα κυλίκων θάλπησι θυμὸν
Κύπριδος δ’ ἐλπὶς διαιθύσσει φρένας
ἀμμιγνυμένα Διονυσίοισι δώροις.
ἀνδράσι δ’ ὑψοτάτω πέμπει μερίμνας·
αὐτίκα μὲν πόλεων κρήδεμνα λύει,
πᾶσι δ’ ἀνθρώποις μοναρχήσειν δοκεῖ.
χρυσῷ δ’ ἐλέφαντί τε μαρμαίρουσιν οἶκοι
πυροφόροι δὲ κατ’ αἰγλήεντα
πόντον νῆες ἄγουσιν ἀπ’ Αἰγύπτου μέγιστον
πλοῦτον· ὣς πίνοντος ὁρμαίνει κέαρ,
Σοφοκλῆς δέ φησι·
τὸ μεθύειν πημονῆς λυτήριον.
οἱ δ’ ἄλλοι ποιηταί φασι τὸν οἶνον ἐύφρονα καρπὸν ἀρούρης.
καὶ ὁ τῶν ποιητῶν δὲ βασιλεὺς τὸν Ὀδυσσέα παράγει λέγοντα; ὃς δὲ κ’ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, θαρσαλέον νὺ οἱ ἦτορ,
καὶ τὰ ἑξῆς.
ὅτι Σιμωνίδης τὴν αὐτὴν ἀρχὴν τίθησιν οἴνου καὶ μουσικῆς. ἀπὸ μέθης καὶ ἡ τῆς κωμῳδίας καὶ ἡ τῆς τραγῳδίας εὕρεσις ἐν Ἰκαρίῳ τῆς
Ἀττικῆς εὑρέθη, καὶ κατ’ αὐτὸν τὸν τῆς τρύγης καιρὸν ἀφ’ οὗ δὴ καὶ τρυγῳδία τὸ πρῶτον ἐκλήθη ἡ κωμῳδία.
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
οἴνου δὲ μηκέτ’ ὄντος οὐκ ἔστιν Κύπρις
οὐδ’ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι,
Εὐριπίδης ἐν Βάκχαις φησί. καὶ Ἀστυδάμας δέ φησι·
θνητοῖσι τὴν ἀκεσφόρον
λύπης ἔφηνεν οἰνομήτορ’ ἄμπελον.
συνεχῶς μὲν γὰρ ἐμπιπλάμενος ἀμελὴς γίνεται
ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός,
Ἀντιφάνης φησίν.
οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον,
τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα,
φησὶν Ἄλεξις. Σέλευκος δέ φησι τὸ παλαιὸν οὐκ εἶναι ἔθος οὔτ’ οἶνον ἐπὶ πλεῖον οὔτ’ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλείας καὶ μέθας ὠνόμαζον τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι δεῖν ὑπελάμβανον, τὰς δ’ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνῄεσαν. τοῦτο
γάρ ἐστι τὸ δαῖτα θάλειαν.
τὸ δὲ μεθύειν φησὶν Ἀριστοτέλης τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι.
θεοῖσι μικρὰ θύοντας τέλη,
τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους,
Εὐριπίδης φησί. καὶ σημαίνει ὧδε τὸ τέλος τὴν θυσίαν. καὶ Ὅμηρος·
οὐ γάρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι
ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα.
τελετάς τε καλοῦμεν τὰς ἔτι μείζους καὶ μετά τινος μυστικῆς παραδόσεως ἑορτὰς τῶν εἰς αὐτὰς
δαπανημάτων ἕνεκα, τελεῖν γὰρ τὸ δαπανᾶν, καὶ πολυτελεῖς οἱ πολλὰ ἀναλίσκοντες καὶ εὐτελεῖς οἱ ὀλίγα. φησὶν Ἄλεξις·
τοὺς εὐτυχοῦντας ἐπιφανῶς
δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ
ποιεῖν ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθὰ
ὧν μὲν πεποίηκεν οἴεται χάριν τινὰ
ἔχειν ἑαυτῷ· τοὺς ἀποκρυπτομένους δὲ καὶ
πράττειν μετρίως φάσκοντας ἀχαρίστους ὁρῶν
ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος
λαβὼν ἀφείλεθ’ ὅσα δεδωκὼς ἦν πάλαι.
τοσαῦτα οἰνολογήσαντος ἤτοι περὶ οἴνων εἰπόντος· λαφύσσοντος οἴνων ὀνόματα.
οὐ χαίρει τῷ πόματι ἐκ πρώτης ἐθισθεὶς ἀνατροφῆς ὑδροποτεῖν.
ἡδὺ ἐστ’ ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλυίῃ
τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται,
Ἡσίοδος ἐν τῇ Μελαμποδίᾳ φησίν.
οὔ τινι ὑμῶν ἐπῆλθε περὶ ὑδάτων εἰπεῖν τι, ἀφ’ ὧν καὶ ὁ οἶνος ἀφύεται, καίτοι Πινδάρου τοῦ μεγαλοφωνοτάτου ἄριστον πάντων εἶναι τὸ ὕδωρ
φήσαντος. Ὅμηρος μὲν οὖν ὁ θειότατος καὶ τροφιμώτατον αὐτὸ οἶδεν ἐν οἷς αἰγείρων ὑδατοτρεφέων
ἄλσος λέγει, ἐπαινεῖ δὲ καὶ τὸ διαυγὲς
αὐτοῦ· κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ.
τὸ δὲ δὴ κοῦφον καὶ πλείονος τιμῆς ἄξιον ἱμερτὸν καλεῖ· ἱμερτὸν οὖν φησι τὸν Τιταρήσιον, ὃς τῷ
Πηνειῷ συμμίσγεται.
καὶ τοῦ ῥυπτικοῦ δὲ ὕδατος μέμνηται· ὃ ἀποδεχόμενος καὶ Πραξαγόρας ὁ Κῷος.. καλὸν εἶναι λέγει·
καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι.
διαστέλλει δὲ καὶ γλυκὺ ὕδωρ ἀπὸ πλατέος, τὸν μὲν ʽ Ἑλλήσποντον εἶναι λέγων πλατύν, ὑπὲρ δὲ θατέρου φράζων στήσαμεν νῆας ἀγχοῦ ὕδατος γλυκεροῖο.
οἶδε δὲ καὶ τὴν τοῦ χλιαροῦ φύσιν πρὸς τὰ τραύματα, τὸν γοῦν Εὐρύπυλον τρωθέντα ι ἐκ τούτου καταιονᾷ· καίτοι εἰ ἐπισχεῖν ἔδει τὴν αἱμορραγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν συστρέφον καὶ συσφίγγον. εἰς δὲ τὸ παρηγορῆσαι τὰς ὀδύνας
τῷ θερμῷ ἐπαιονᾷ θέλγειν δυναμένῳ. ἐστὶ δὲ παρ’ αὐτῷ τὸ λιαρὸν θερμόν. ἐναργῶς δὲ τοῦτο δείκνυσιν ἐν τῷ περὶ τῶν Σκαμάνδρου πηγῶν
ἡ μὲν γάρ, φησίν, ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο.
ἆρά γε τοῦτο λιαρόν ἐστιν ἀφ’ οὗ πυρὸς ἀτμὶς καὶ καπνὸς ἔμπυρος ἀναφέρεται; περὶ δὲ τῆς ἑτέρας πηγῆς λέγει ὡς θέρους
ῥέει εἰκυῖα χαλάζῃ
ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
εἰωθὼς δὲ λέγειν καὶ τοὺς νεοτρώτους θερμῷ περιρρεῖσθαι αἵματι ἐπὶ μὲν ᾽ Ἀγαμέμνονός φησιν
ὄφρα οἱ αἷμ’ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
ἐπὶ δὲ τοῦ φεύγοντας μετὰ τὸ βληθῆναι ἐλάφου μεταφράζων φησὶν
ὄφρ’ αἷμα λιαρὸν καὶ γούνατ’ ὀρώρῃ.
Ἀθηναῖοι δὲ μετάκερας καλοῦσι τὸ χλιαρόν, ὡς Ἐρατοσθένης φησὶν
ὑδαρῆ φησὶ καὶ μετάκερας.
τῶν δ’ ἄλλων ὑδάτων τὰ μὲν ἐκ πετρῶν φερόμενα δνοφερὰ καλεῖ ὡς ἀχρεῖα δηλονότι· τὰ δὲ
κρηναῖα καὶ διὰ πλείονος γῆς καὶ εὐκάρπου φερόμενα τῶν ἄλλων προκρίνει, ὡς καὶ Ἡσίοδος·
κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ’ ἀθόλωτος.
καὶ Πίνδαρος·
μελιγαθὲς ἀμβρόσιον ὕδωρ
Τιλφώσσας ἀπὸ καλλικρήνου.
κρήνη δ’ ἐν Βοιωτίᾳ ἡ Τιλφῶσσα· ἀφ’ ἧς Ἀριστοφάνης φησὶ Τειρεσίαν πιόντα διὰ γῆρας οὐχ ὑπομείναντα τὴν ψυχρότητα ἀποθανεῖν. Θεόφραστος
δέ φησιν ἐν τῷ περὶ ὑδάτων τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον διὸ καὶ λύειν τὰς κοιλίας τῶν πινόντων
μῖξιν ἔχον λιτρώδη. ἐν δὲ τῷ περὶ φυτῶν ἐνιαχοῦ φησιν ὕδωρ γίνεσθαι παιδογόνον ὡς ἐν Θεσπιαῖς, ἐν Πύρρα. δὲ ἄγονον. καὶ τῶν γλυκέων δέ φησιν ὑδάτων ἔνια ἄγονα ἢ οὐ πολύγονα, ὡς τὸ ἐν Φέτᾳ καὶ τὸ ἐν Πύρρᾳ.
αὐχμῶν δέ ποτε γενομένων περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ πολλοὶ τῶν Αἰγυπτίων ἀπώλοντο. μεταβάλλειν τέ φησιν οὐ μόνον τὰ πικρὰ τῶν ὑδάτων, ἀλλὰ καὶ τὸ ἁλυκὸν καὶ ὅλους ποταμούς,
καθὰ τὸν ἐν Καρίᾳ, παρ’ ᾧ Ζηνοποσειδῶνος ἱερόν ἐστιν. αἴτιον δὲ τὸ πολλοὺς κεραυνοὺς πίπτειν περὶ τὸν τόπον,
ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη ἐστὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι· τοῦτο γάρ καὶ τῶν γευομένων εὐθὺς ποιεῖ πλῆρες τὸ στόμα, τὰ δὲ πρὸς τοῖς
περὶ Πάγγαιον μετάλλοις τοῦ μὲν χειμῶνος τὴν κοτύλην ἄγουσαν ἔχει ἐνενήκοντα ἕξ, θέρους δὲ τεσσαράκοντα ἕξ. συστέλλει δὲ αὐτὸ καὶ πυκνοῖ μᾶλλον τὸ ψῦχος. διὸ καὶ ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας ἐν τῷ χειμῶνι, ἀλλὰ περιττεύει βραδυτέρας οὔσης τῆς ἐκροῆς διὰ τὸ πάχος, καὶ ταὐτὰ περὶ Αἰγύπτου φησίν, ὅπου μαλακώτερος ὁ ἀήρ. τὸ δὲ ἁλυκὸν ὕδωρ γεωδέστερόν ἐστι καὶ πλείονος δεῖται κατεργασίας ὡς τὸ θαλάσσιον, θερμοτέραν ἔχον τὴν φύσιν καὶ μὴ ὁμοίως πάσχον. μόνον δ’ ἀτέραμνον τῶν
ἁλυκῶν τὸ τῆς Ἀρεθούσης. χείρω δ’ ἐστὶ τὰ βαρυσταθμότερα καὶ τὰ σκληρότερα καὶ τὰ ψυχρότερα διὰ τὰς αὐτὰς αἰτίας· δυσκατεργαστότερα γάρ ἐστι τὰ μὲν τῷ πολὺ τὸ γεῶδες ἔχειν, τὰ δὲ ψυχρότητος ὑπερβολῇ. τὰ δὲ ταχὺ θερμαινόμενα κοῦφα καὶ ὑγιεινά, ἐν Κραννῶνι δ’ ἐστὶν ὕδωρ ἡσυχῇ θερμόν, ὃ θερμόν διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας, τὰ δ’ ἐπίρρυτα καὶ ἐξ ὀχετοῦ ὡς ἐπίπαν βελτίω τῶν στασίμων, κοπτόμενά τε μαλακώτερα γίνεται, διὰ τοῦτο καὶ
τὰ ἀπὸ τῆς χιόνος δοκεῖ χρηστὰ εἶναι· καὶ γὰρ ἀνάγεται τὸ ποτιμώτερον καὶ τοῦτο κεκομμένον
ἐστὶ τῷ ἀέρι· διὸ καὶ τῶν ὀμβρίων βελτίω· καὶ τὰ ἐκ κρυστάλλου δὲ διὰ τὸ κουφότερα εἶναι· σημεῖον δ’ ὅτι καὶ ὁ κρύσταλλος αὐτὸς κουφότερος τοῦ ἄλλου ὕδατος. τὰ δὲ ψυχρὰ σκληρά, διότι γεωδέστερα. τὸ δὲ σωματῶδες καὶ θερμανθὲν θερμότερον καὶ ψυχθὲν ψυχρότερόν ἐστι. κατὰ τὴν αὐτὴν δ’ αἰτίαν καὶ τὰ ἐν τοῖς ὄρεσι ποτιμώτερα τῶν ἐν τοῖς πεδίοις· ἧττον γὰρ μέμικται τῷ γεώδει. ποιεῖ δὲ τὸ γεῶδες καὶ τὰς ἐπιχρόας τῶν ὑδάτων.
τὸ γοῦν τῆς ἐν Βαβυλῶνι λίμνης ἐρυθρὸν γίνεται ἐπί τινας ἡμέρας· τὸ δὲ τοῦ Βορυσθένους κατά τινας χρόνους ἰοβαφὲς καίπερ ὄντος καθ’ ὑπερβολὴν λεπτοῦ· σημεῖον δέ· τοῦ Ὑπάνιος ἐπάνω γίνεται διὰ κουφότητα τοῖς βορείοις.
πολλαχοῦ δ’ εἰσὶ κρῆναι αἱ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς ἡ περὶ Παφλαγονίαν, πρὸς ἣν
φασι τοὺς ἐγχωρίους ὑποπίνειν προσιόντας, ἁλμώδεις δ’ ἅμα τῷ ὀξεῖ ἐν Σικανοῖς τῆς Σικελίας, ἐν τῇ Καρχηδονίων δὲ ἐπικρατείᾳ κρήνη ἐστὶν ᾗ τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, μελάντερον δὲ τὴν χρόαν ὃ ἀποσφαιροῦντες χρῶνται πρὸς τὰ πρόβατα καὶ τὰ κτήνη, καὶ παρ’ ἄλλοις δ’ εἰσὶ λίπος ἔχουσαι τοιοῦτον, ὡς ἡ ἐν Ἀσίᾳ, ὑπὲρ ἧς Ἀλέξανδρος ἐπέστειλεν ὡς ἐλαίου κρήνην εὑρηκώς. καὶ τῶν θερμῶν δ’ ἐκ φύσεως ὑδάτων ἔνια γλυκέα ἐστίν, ὡς τὰ ἐν Αἰγαῖς τῆς Κιλικίας καὶ περὶ
Παγασὰς τὰ τ’ ἐν τῇ Τρωικῇ
Λαρίσσῃ καὶ περὶ Μαγνησίαν καὶ ἐν Μήλῳ καὶ Λιπάρᾳ· ἐν δὲ Προύσῃ τῇ πρὸς τὸν Μύσιον
Ὄλυμπον τὰ βασιλικὰ καλούμενα, τὰ δὲ ἐν ` Ἀσίᾳ περὶ Τράλλεις καὶ τὸν
Χαρακωμήτην ποταμόν, ἔτι δὲ Νῦσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὡς μὴ δεῖσθαι τοὺς ἐναπολουμένους ἐλαίου. τοιαῦτα καὶ τὰ ἐν Δασκύλου κώμῃ. τὰ δ’ ἐν Καρούροις κατάξηρα καὶ σφόδρα θερμά· τὰ
δὲ περὶ Μηνὸς κώμην, ἥ ἐστι Φρυγίας, τραχύτερά ἐστι καὶ λιτρωδέστερα, ὡς καὶ τὰ ἐν τῇ καλουμένῃ Λέοντος κώμῃ τῆς Φρυγίας, τὰ δὲ περὶ Δορύλαιον καὶ πινόμενά ἐστιν ἥδιστα· τὰ γὰρ περὶ Βαίας ἢ Βαίου λιμένα τῆς Ἰταλίας παντελῶς ἄποτα
σταθμήσας τὸ ἀπὸ τῆς ἐν Κορίνθῳ
Πειρήνης καλουμένης ὕδωρ κουφότερον πάντων εὗρον τῶν κατὰ τὴν Ἑλλάδα, οὐ γὰρ Ἀντιφάνει τῷ κωμικῷ πεπίστευκα λέγοντι κατὰ πολλὰ τὴν ᾽ Ἀττικὴν διαφέρουσαν τῶν ἄλλων καὶ ὕδωρ κάλλιστον ἔχειν, φησὶ γάρ·
οἷα δ’ ἡ χώρα φέρει
διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. β. σῦκα μέν, νὴ
τὸν Δία,
πάνυ φέρει. α. βοσκήματ᾽, ἔρια, μύρτα, θύμα, πυρούς, ὕδωρ,
ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ.
τὸ ὕδωρ ποταμοῦ σῶμά φησί που Εὔβουλος ὁ
κωμῳδιοποιὸς εἰρηκέναι Χαιρήμονα τὸν τραγικὸν
ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν
ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν.
καὶ ἡμῶν δὲ πᾶσα δύναμις ἐξ ὑδάτων ἄρδεται.
λ· ἐν Τήνῳ κρήνη ἐστὶν ἧς τῷ ὕδατι οἶνος οὐ μίγνυται. ʽ Ἡρόδοτος δὲ ἐν τετάρτῃ τὸν Ὕπανίν
φησιν ἀπὸ μὲν τῶν πηγῶν φερόμενον ἐπὶ πέντε
ἡμέρας βραχὺν εἶναι καὶ γλυκύν, μετὰ δὲ ἄλλων τεσσάρων ἡμερῶν πλόον πικρὸν γίνεσθαι ἐκδιδούσης εἰς αὐτὸν κρήνης τινὸς πικρᾶς. Θεόπομπος δὲ φησι περὶ τὸν Ἐριγῶνα ποταμὸν ὀξὺ εἶναι ὕδωρ καὶ τοὺς πίνοντας αὐτὸ μεθύσκεσθαι καθὰ καὶ τοὺς τὸν οἶνον.
Ἀριστόβουλος δ’ ὁ Κασανδρεύς φησιν ἐν Μιλήτῳ κρήνην εἶναι Ἀχίλλειον καλουμένην, ἧς τὸ μὲν ῥεῦμα εἶναι γλυκύτατον, τὸ δ’ ἐφεστηκὸς ἁλμυρόν ἀφ’ ἧς οἱ Μιλήσιοι περιρράνασθαί φασι τὸν ἥρωα, ὅτε ἀπέκτεινε Τράμβηλον τὸν τῶν Λελέγων βασιλέα, φασὶ δὲ καὶ ὅτι τὸ περὶ Καππαδοκίαν ὕδωρ πολύ τε ὂν καὶ κάλλιστον οὐ σήπεται ἀπόρρυσιν οὐκ ἔχον, πλὴν εἰ μὴ ὑπὸ γῆν ῥέοι. Πτολεμαῖος δὲ ὁ βασιλεὺς ἐν ἑβδόμῳ ὑπομνημάτων ἐπὶ Κορίνθου προάγουσι, φησίν,
ἡμῖν διὰ τῆς Κοντοπορείας καλουμένης κατὰ τὴν ἀκρώρειαν προσβαίνουσιν
εἶναι κρήνην νᾶμα ἀνιεῖσαν χιόνος ψυχρότερον ἐξ ἧς πολλοὺς μὴ πίνειν ἀποπαγήσεσθαι προσδοκῶντας, αὐτὸς δὲ
λέγει πεπωκέναι. Φύλαρχος δέ φησιν ἐν Κλείτορι εἶναι κρήνην
ἀφ’ ἧς τοὺς πιόντας οὐκ ἀνέχεσθαι τὴν τοῦ οἴνου ὀδμήν. Κλέαρχός φησι τὸ μὲν ὕδωρ ὥσπερ καὶ τὸ γάλα λευκὸν λέγεσθαι, οἶνον δὲ καθάπερ καὶ τὸ νέκταρ ἐρυθρόν, μέλι δὲ καὶ ἔλαιον χλωρόν, τὸ δ’ ἐκ τῶν μόρων θλιβόμενον μέλαν. Εὔβουλος εὑρετικούς φησι τὸ ὕδωρ ποιεῖν τοὺς πίνοντας αὐτὸ μόνον,
τὸν δ’ οἶνον ἡμῶν τῷ φρονεῖν ἐπισκοτεῖν,
τὰ αὐτὰ δ’ ἰαμβεῖα καὶ ᾽
Ὠφελίων φησί.
τοιαῦτα ὥσπερ οἱ ῥήτορες πρὸς ὕδωρ εἰπὼν καὶ βραχὺ ἀναπαυσάμενος αὖθις ἔφη· Ἄμφις ὁ κωμικὸς πού φησιν
ἐνῆν ἄρ᾽, ὡς ἔοικε, κἀν οἴνῳ λόγος·
ἔνιοι δ’ ὕδωρ πίνοντὲς εἰσ’ ἀβέλτεροι.
Ἀντιφάνης δέ·
οἴνῳ τὸν οἶνον ἐξελαύνειν,
σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα,
κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην,
αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ,
στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην,
πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα.
ὅτι καὶ ἐπὶ τοῦ ὕδατος ἔταττον οἱ παλαιοὶ τὸ ἄκρατον. σώφρων ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.
ὅτι Φύλαρχός φησι Θεόδωρον τὸν Λαρισσαῖον ὑδροπότην γενέσθαι, τὸν ἀλλοτρίως ἀεί ποτε πρὸς Ἀντίγονον ἐσχηκότα τὸν βασιλέα, φησὶ δὲ καὶ τοὺς Ἴβηρας πάντας ὑδροποτεῖν καίτοι πλουσιωτάτους ἀνθρώπων ὄντας, μονοσιτεῖν τε αὐτοὺς ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτας δὲ φορεῖν πολυτελεστάτας. Ἀριστοτέλης δ’ ἢ Θεόφραστος
Φιλῖνόν τινα ἱστορεῖ μήτε ποτῷ χρήσασθαί ποτε μήτε ἐδέσματι ἄλλῳ ἢ μόνῳ γάλακτι πάντα τὸν βίον. Πύθερμος δὲ ἐν τοῖς Πειραιῶς τυραννεύουσι καταγράφει καὶ Γλαύκωνα ὑδροπότην. Ἡγήσανδρος δ’ ὁ Δελφὸς
Ἀγχίμολον καὶ Μόσχον φησὶ τοὺς ἐν Ἤλιδι σοφιστεύσαντας ὑδροποτῆσαι πάντα τὸν βίον καὶ μόνα σῦκα προσφερομένους οὐδενὸς ἧττον διακεῖσθαι σώμασιν
ἐρρωμενεστέρους τὸν δ’ ἱδρῶτα αὐτῶν δυσώδη οὕτως ἔχειν ὡς πάντας αὐτοὺς ἐκκλίνειν ἐν τοῖς βαλανείοις. Μᾶτρις δ’ ὁ Θηβαῖος ὃν ἐβίω χρόνον
οὐδὲν ἐσιτεῖτο ἢ μυρρίνης ὀλίγον, οἴνου δὲ καὶ τῶν ἄλλων πάντων ἀπείχετο πλὴν ὕδατος, ὑδροπότης δ’ ἦν καὶ Λάμπρος ὁ μουσικός, περὶ οὗ Φρύνιχός φησι·
καὶ νιγλάρους θρηνεῖν, ἐν οἷσι Λάμπρος ἐναπέθνῃσκεν,
ἄνθρωπος ὢν ὑδατοπότης, μινυρὸς ὑπερσοφιστής,
Μουσῶν σκελετός, ἀηδόνων ἠπίαλος, ὕμνος Ἅιδου.
Μάχων δ’ ὁ κωμικὸς ὑδροπότου Μοσχίωνος μέμνηται.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ μέθης φησὶν ὅτι ἁλμυράς τινες προσφερόμενοι τροφὰς ἄδιψοι διέμειναν ὧν ἦν Ἀρχωνίδης ὁ Ἀργεῖος. μάγων
δὲ ὁ Καρχηδόνιος τρὶς τὴν ἄνυδρον διῆλθεν ἄλφιτα ξηρὰ σιτούμενος καὶ μὴ πίνων. πολέμων δ’ ὁ Ἀκαδημαικὸς ἀρξάμενος ἀπὸ τριάκοντα ἐτῶν ὑδροπότησε μέχρι θανάτου, ὡς ἔφη Ἀντίγονος ὁ Καρύστιος. Διοκλῆ τε τὸν Πεπαρήθιόν φησι Δημήτριος ὁ Σκήψιος μέχρι τέλους ψυχρὸν ὕδωρ πεπωκέναι. αὐτὸς δὲ περὶ αὑτοῦ μάρτυς ἀξιόχρεως Δημοσθένης ὁ ῥήτωρ φάσκων χρόνον τινὰ ὕδωρ μόνον πεπωκέναι. καὶ Πυθέας γοῦν φησιν
ἀλλὰ τοὺς νῦν δημαγωγοὺς ὁρᾶτε Δημοσθένη καὶ Δημάδην ὡς ἐναντίως τοῖς βίοις διάκεινται. ὁ μὲν γὰρ ὑδροποτῶν καὶ μεριμνῶν τὰς νύκτας,
ὥς φασιν, ὁ δὲ πορνοβοσκῶν καὶ μεθυσκόμενος κατὰ τὴν ἡμέραν ἑκάστην προγάστωρ ἡμῖν ἐν ταῖς ἐκκλησίαις ἀνακαλεῖ.
Εὐφορίων δὲ ὁ Χαλκιδεὺς οὕτω που γράφει·
Λασύρτας ὁ Λασιώνιος οὐδὲν προσεδεῖτο ποτοῦ καθάπερ οἱ ἄλλαι, οὖρον
δὲ προίετο καθάπερ πάντες ἄνθρωποι, καὶ πολλοὶ διὰ φιλοτιμίαν ἐπεχείρησαν παρατηρῆσαι καὶ ἀπέστησαν πρὸ τοῦ εὑρεῖν τὸ πραττόμενον. θέρους γὰρ ὥρᾳ καὶ τριακονθήμερον προσεδρεύοντες καὶ οὐδενὸς μὲν ὁρῶντες ἀπεχόμενον ἁλμυροῦ, τὴν κύστιν δ’ αὐτοῦ ἔχοντα συνεπείσθησαν ἀληθεύειν. ἐχρῆτο δὲ καὶ τῷ ποτῷ, ἀλλ’ οὐδὲν ἧττον οὐ προσεδεῖτο τούτου.
.. μεταλλάξαι διάφορα βρώματα
ἐσθ’ ἡδύ,
φησὶν Ἀντιφάνης,
καὶ τῶν πολλάκις θρυλουμένων
διάμεστον ὄντα τὸ παραγεύσασθαί τινος
καινοῦ παρέσχε διπλασίαν τὴν ἡδονήν.
ὁ Περσῶν βασιλεύς, ὥς φησιν ἐν τῇ αʹ Ἡρόδοτος,
ὕδωρ ἀπὸ τοῦ Χοάσπεω πιεῖν ἄγεται τοῦ παρὰ Σοῦσα ῥέοντος· τοῦ μόνου πίνει ὁ βασιλεύς, τοῦ δὲ τοιούτου ὕδατος ἀπεψημένου πολλαὶ κάρτα ἅμαξαι τετράκυκλοι ἡμιόνειαι κομίζουσαι ἐν ἀγγείοις ἀργυρέοισιν ἕπονταί οἱ. Κτησίας δὲ ὁ Κνίδιος καὶ ἱστορεῖ ὅπως ἕψεται τὸ βασιλικὸν τοῦτο ὕδωρ καὶ ὅπως ἐναποτιθέμενον τοῖς ἀγγείοις φέρεται τῷ βασιλεῖ, λέγων αὐτὸ καὶ ἐλαφρότατον καὶ ἥδιστον εἶναι. καὶ ὁ τῆς Αἰγύπτου δὲ
βασιλεὺς δεύτερος, ὁ Φιλάδελφος ἐπίκλην, ἐκδοὺς τὴν αὑτοῦ θυγατέρα Βερενίκην
Ἀντιόχῳ τῷ Συρίας βασιλεῖ, ἐν ἐπιμελείᾳ εἶχε πέμπειν αὐτῇ τὸ ἀπὸ τοῦ Νείλου ὕδωρ, ἵνα μόνου τούτου τοῦ ποταμοῦ ἡ παῖς πίνῃ, ἱστορεῖ Πολύβιος. Ἡλιόδωρος δέ φησι τὸν Ἐπιφανῆ
Ἀντίοχον, ὃν διὰ τὰς πράξεις Πολύβιος
Ἐπιμανῆ καλεῖ, τὴν κρήνην τὴν ἐν Ἀντιοχείᾳ κεράσαι οἴνῳ· καθάπερ καὶ τὸν Φρύγα
Μίδαν φησὶ Θεόπομπος, ὅτε ἑλεῖν τὸν Σιληνὸν ὑπὸ μέθης ἠθέλησεν. ἐστὶ δὲ ἡ κρήνη, ὥς φησι Βίων, μέση Μαιδῶν καὶ Παιόνων
Ἴννα καλουμένη. Στάφυλος δέ φησι τὴν τοῦ οἴνου
πρὸς τὸ ὕδωρ κρᾶσιν Μελάμποδα πρῶτον εὑρεῖν. φησὶ δὲ καὶ πεπτικώτερον τοῦ οἴνου τὸ ὕδωρ Πλειστόνικος.
ὅτι τοῖς προπίνουσιν ἐπιτεταμένως οὐκ οἰκείως διατίθεται ὁ στόμαχος, ἀλλὰ μᾶλλον κακοῦται καὶ πολλάκις φθορὰν τῶν ληφθέντων παρασκευάζει. δεῖ οὖν τὸν ὑγιείας ἀντιποιούμενον καὶ συμμέτροις γυμνασίοις χρᾶσθαι διὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ λουτροῖς, ὡς διᾶναί τε τὸ σῶμα καὶ μαλαχθῆναι· μετὰ δὲ ταῦτα προπίνειν ὕδωρ ὡς χρηστότατον, ἐν μὲν χειμῶνι καὶ ἔαρι θερμὸν ὡς μάλιστα,
ἐν δὲ τῷ θέρει ψυχρόν, ὡς μὴ προεκλύειν τὸν στόμαχον προπίνειν δὲ σύμμετρον τῷ πλήθει, χάριν τοῦ προαναληφθῆναι τοῦτο εἰς τὴν ἕξιν καὶ μὴ ἀκέραιον ἀναδίδοσθαι τὴν ἀπὸ τοῦ οἴνου δύναμιν μηδὲ τοῖς πέρασι τῶν ἀγγείων προσπίπτουσαν ἐπιδάκνειν. ἐὰν
δὲ τις ἡμῶν τοῦτο δυσκόλως
ποιῇ, γλυκὺν ὑδαρῆ θερμὸν προλαμβανέτω, μάλιστα δὲ τὸν καλούμενον πρότροπον τὸν γλυκὺν Λέσβιον ὄντα εὐστόμαχον. καὶ ὁ γλυκάζων δ’ οἶνος οὐ βαρύνει τὴν κεφαλήν, ὡς Ἱπποκράτης
ἐν τῷ περὶ διαίτης φησίν, ὅ τινες μὲν ἐπιγράφουσι περὶ ὀξέων νόσων, οἱ δὲ περὶ πτισάνης, ἄλλοι δὲ πρὸς τὰς Κνιδίας γνώμας. λέγει δέ· ὁ γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος καὶ ἧσσον φρενῶν ἁπτόμενος καὶ διαχωρητικώτερος τοῦ ἑτέρου κατ’ ἔντερον.
οὐ δεῖ δὲ προπίνειν καθὰ τοὺς Καρμανούς φησι Ποσειδώνιος· τούτους γὰρ φιλοφρονουμένους ἐν τοῖς συμποσίοις λύειν τὰς ἐπὶ τῷ προσώπῳ φλέβας καὶ τὸ καταρρέον αἷμα μιγνύντας τῷ πόματι προσφέρεσθαι,
τέλος φιλίας νομίζοντας τὸ γεύεσθαι τοῦ ἀλλήλων αἵματος, μετὰ δὲ τὴν προσφορὰν ταύτην συγχρίεσθαι τὴν κεφαλὴν μύρῳ, μάλιστα μὲν ῥοδίνῳ, εἰ δὲ μή, μηλίνῳ, εἰς τὸ
ἀποκρούεσθαι τὰ ἀπὸ τοῦ πότου καὶ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν οἴνων ἀναθυμιάσεως· εἰ δὲ μή, ἰρίνῳ ἢ ναρδίνῳ. οὐ κακῶς οὖν Ἄλεξίς φησιν
ἐναλείφεται τὰς ῥῖνας· ὑγιείας μέρος
μέγιστον
ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
ἐκκλίνειν δὲ δεῖ τὰ πάχη τῶν μύρων ὕδωρ τε πίνειν τὸ κατὰ πρόσοψιν λεπτὸν καὶ διαυγές, ὃ δὴ καὶ κατὰ τὸν σταθμόν ἐστι κοῦφον καὶ οὐδὲν ἐν αὑτῷ γεῶδες ἔχει. τὸ δὲ συμμέτρως θερμαινόμενον καὶ ψυχόμενον ὕδωρ χρηστόν ἐστι καὶ εἰς
χάλκεον ἢ ἀργύρεον ἄγγος ἐγχεόμενον οὐ ποιεῖ τὸ ἰῶδες. φησὶ δὲ καὶ Ἱπποκράτης· ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ψυχόμενον ἀεὶ κουφότερον. μοχθηρὰ δ’ ἐστὶ τὰ βραδέως τὰ ὄσπρια τήκοντα. τοιαῦτα δὲ τὰ νιτρώδη καὶ ἁλμυρά, ἐν δὲ τῷ περὶ ὑδάτων Ἱπποκράτης καλεῖ τὸ χρηστὸν ὕδωρ πότιμον. τὰ δὲ τῶν ὑδάτων στάσιμα χαλεπά, ὡς τὰ λιμναῖα καὶ τὰ ἑλώδη. ἐστὶ δὲ καὶ τῶν κρηναίων τὰ πλεῖστα σκληρότερα. Ἐρασίστρατος
δέ φησιν ὡς δοκιμάζουσί τινες τὰ ὕδατα σταθμῷ ἀνεξετάστως. ἰδοὺ γὰρ τοῦ ἐξ Ἀμφιαράου ὕδατος καὶ τοῦ ἐξ Ἐρετρίας συμβαλλομένων, τοῦ μὲν φαύλου τοῦ δὲ χρηστοῦ ὄντος, οὐδ’ ἥτις ἐστὶ διαφορὰ κατὰ τὸν σταθμόν.
Ἱπποκράτης δ’ ἐν τῷ περὶ τόπων ἄριστά φησιν εἶναι τῶν ὑδάτων ὅσα ἐκ μετεώρων χωρίων ῥεῖ καὶ ἐκ λόφων γεηρῶν. ταῦτα γὰρ λευκὰ καὶ γλυκέα καὶ τὸν οἶνον ὀλίγον φέρειν οἷά τέ ἐστι, τόν τε χειμῶνα θερμαίνεται καὶ τὸ θέρος ψυχρὰ ἐστιν.
ἐπαινεῖ δὲ μάλιστα ὧν τὰ ῥεύματα πρὸς
ἀνατολὴν ἡλίου ἔρρωγε καὶ μάλιστα πρὸς τὰς θερινάς. ἀνάγκη γὰρ λαμπρὰ εἶναι καὶ εὐώδη καὶ κοῦφα. Διοκλῆς δέ φησι τὸ ὕδωρ πεπτικὸν εἶναι καὶ ἄφυσον ψυκτικόν τε μετρίως ὀξυδερκές τε καὶ ἥκιστα καρηβαρικὸν κινητικόν τε ψυχῆς καὶ σώματος. Πραξαγόρας τε ταὐτά φησι· ἐπαινεῖ δὲ τὸ ὄμβριον, Εὐήνωρ δὲ τὰ λακκαῖα· χρηστότερόν τε εἶναι φάσκει τὸ ἐξ Ἀμφιαράου συμβαλλόμενον τῷ ἐν Ἐρετρίᾳ.
ὅτι δὲ τὸ ὕδωρ ὁμολογουμένως ἐστὶ τρόφιμον
δῆλον ἐκ τοῦ τρέφεσθαί τινα ἐξ αὐτοῦ μόνου τῶν ζῴων, ὥσπερ τοὺς τέττιγας. πολλὰ δὲ καὶ τῶν ἄλλων ὑγρῶν ἐστι τρόφιμα, οἷον γάλα, πτισάνη, οἶνος. τὰ γοῦν ὑποτίτθια γάλακτι διαρκεῖται, καὶ πολλὰ δὲ ἔθνη γαλακτοποτοῦντα ζῇ. Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ’ ἑκάστην ἡμέραν, ἐπεὶ αἱ τῶν Θεσμοφορίων
ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα μέλιτος ἀγγεῖον αὑτῷ πλησίον παρατεθῆναι, καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα, τῇ ἀπὸ τοῦ μέλιτος ἀναφορᾷ μόνῃ χρώμενον, καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος τοῦ μέλιτος ἀποθανεῖν. ἔχαιρε δὲ ὁ Δημόκριτος ἀεὶ τῷ μέλιτι· καὶ πρὸς τὸν πυθόμενον πῶς ἂν ὑγιῶς τις διάγοι, ἔφη εἰ τὰ μὲν ἐντὸς μέλιτι βρέχοι, τὰ δ’ ἐκτὸς ἐλαίῳ. καὶ τῶν
Πυθαγορικῶν δὲ τροφὴ ἦν ἄρτος μετὰ μέλιτος, ὥς φησιν Ἀριστόξενος, τοὺς προσφερομένους αὐτὰ ἀεὶ ἐπ’ ἀρίστῳ λέγων ἀνόσους διατελεῖν. λύκος δὲ πολυχρονίους φησὶν εἶναι τοὺς Κυρνίους οἰκοῦσι δ’ οὗτοι περὶ Σαρδόνα διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι· πλεῖστον δὲ τοῦτο γίνεται παρ’ αὐτοῖς.
ὅρα τὸ ἀνατιθεμένων πάντων τὴν ζήτησιν
ἤτοι ἀναβαλλομένων.
ὅτι τὸ ἄνηστις ἡ νῆστις πλεονασμῷ τοῦ ᾱ, ὡς στάχυς ἄσταχυς, παρὰ Κρατίνῳ κεῖται
οὐ γάρ τοι σύ γε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ
δεῖπνον ἄνηστις.
τὸ δὲ ὀξύπεινος παρὰ Διφίλῳ·
τέρπομαι γυμνοὺς ὁρῶν
τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ
πάντ’ εἰδέναι σπεύδοντας.
καὶ Ἀντιφάνης·
ἓν νόσημα τοῦτ’ ἔχει·
ἀεὶ γὰρ ὀξύπεινός ἐστι. β. Θετταλὸν
λέγει κομιδῇ τὸν ἄνδρα.
καὶ Εὔβουλος·
Ζῆθον μὲν ἐλθόνθ’ ἁγνὸν ἐς
Θήβης πέδον
οἰκεῖν κελεύει· καὶ γὰρ ἀξιωτέρους
πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ·
ὁ δὲ ὀξύπεινος. τὸν δὲ μουσικώτατον
κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα·
οὗ ῥᾷστ’ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι
κάπτοντες αὔρας, ἐλπίδας σιτούμενοι.
ὁ δὲ μονοσιτῶν κεῖται παρ’ Ἀλέξιδι·
ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντ’ ἴδῃς
ἢ μὴ ποθοῦντ’ ᾠδὰς ποιητὴν καὶ μέλη,
τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν
ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης
τὴν ἡμίσειαν ζῶσι δ’ ἀμφότεροι μόλις.
Πλάτων
οὐ μονοσιτῶν ἑκάστοτε ἀλλὰ κἀνίοτε δειπνῶν δὶς τῆς ἡμέρας.
ὅτι νωγαλεύματα ἐκάλουν τὰ ἡδέα βρώματα, Ἀραρώς·
τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα,
Ἄλεξις·
Θασίοις οἰναρίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
Ἀντιφάνης·
βότρυς, ῥόας, φοίνικας, ἕτερα νώγαλα.
ἀπόσιτον δ’ εἴρηκε Φιλωνίδης, αὐτόσιτον δὲ Κρώβυλος· παράσιτον αὐτόσιτον.
ἀναρίστητον δ’ εἴρηκεν Εὔπολις. ἀναγκόσιτον δὲ Κράτης. καὶ Νικόστρατος δέ·
μειράκιον.. κατὰ τύχην
ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον
κατάγεις ἀναγκόσιτον.
ἀριστόδειπνον δ’ εἶπεν Ἄλεξις·
ἀφ’ ὧν γένοιτ’ ἂν ἡμῖν σύντομον
ἀριστόδειπνον.
μετὰ ταῦτα ἀναστάντες κατεκλίνθημεν ὡς ἕκαστος ἤθελε, οὐ περιμείναντες ὀνομακλήτορα τὸν τῶν δείπνων ταξίαρχον. ὅτι καὶ τρίκλινοι οἶκοι καὶ τετράκλινοι καὶ
ἑπτάκλινοι καὶ ἐννεάκλινοι καὶ κατὰ τοὺς ἑξῆς ἀριθμοὺς ἦσαν παρὰ τοῖς παλαιοῖς, Ἀντιφάνης ·
συναγαγὼν
τρεῖς ὄντας εἰς τρίκλινον ὑμᾶς,
Φρύνιχος·
ἑπτάκλινος οἶκος ἦν καλός,
εἶτ’ ἐννεάκλινος ἕτερος οἶκος.
Εὔβουλος·
θὲς ἑπτάκλινον. β. ἑπτάκλινος οὑτοσί.
α. καὶ πέντε κλίνας Σικελικάς. β. λέγ’ ἄλλο τι.
α, Σικελικὰ προσκεφάλαια πέντε.
Ἄμφις·
οὐχ ὑποστρώσεις ποτὲ
τρίκλινον;
Ἀναξανδρίδης·
τρίκλινον δ’ εὐθέως συνήγετο καὶ συναυλίαι γερόντων.-
ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους
στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος
κρατῆρά τ’ αἴρου καὶ τὸν ἥδιστον κέρα.
νῦν δὲ τὴν τῶν στρωμάτων σύνθεσιν περιβολῇ χωρίζουσι καὶ ὑποβολῇ,
φησὶ Πλάτων ὁ φιλόσοφος, ὁ δ’ ὁμώνυμος αὐτῷ ποιητής φησι·
κἆτ’ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοις
κἀν φοινικίσι Σαρδιακαῖσιν κοσμησάμενοι κατάκεινται.
ἤκμασε δ’ ἡ τῶν ποικίλων ὑφή μάλιστα ἐντέχνων περὶ αὐτὰ γενομένων Ἀκεσᾶ καὶ Ἑλικῶνος τῶν Κυπρίων, ὑφάνται δ’ ἦσαν ἔνδοξοι· καὶ ἦν Ἑλικὼν υἱὸς Ἀκεσᾶ, ὥς φησιν Ἱερώνυμος. ἐν Πυθοῖ γοῦν ἐπί τινος ἔργου ἐπιγέγραπται
τεῦξ’ Ἑλικὼν
Ἀκεσᾶ
Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ
πότνια θεσπεσίην Παλλὰς ἔπνευσε χάριν.
τοιοῦτος ἦν καὶ Παθυμίας ὁ Αἰγύπτιος.—
ὡς ἐγὼ σκιρτῶ πάλαι
ὅπου ῥοδόπνοα στρώματ’ ἔστι, καὶ λούμενος
μύροις ψακαστοῖς,
φησὶν Ἔφιππος. Ἀριστοφάνης·
ὅστις ἐν ἡδυόσμοις
στρώμασι παννυχίζων
τὴν δέσποιναν ἐρείδεις.
σώφρων δὲ στρουθωτὰ ἑλίγματά φησιν ἐντετιμημένα.
Ὅμηρος δὲ ὁ θαυμασιώτατος τῶν στρωμάτων τὰ μὲν κατώτερα λῖτα εἶναι φάσκει ἤτοι λευκὰ καὶ μὴ βεβαμμένα ἢ πεποικιλμένα, τὰ δὲ περιστρώματα ῥήγεα καλά, πορφύρεα,
πρῶτοι δὲ Πέρσαι, ὥς φησιν Ἡρακλείδης,
καὶ τοὺς λεγομένους στρώτας ἐφεῦρον, ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ εὐάφειαν.
τὸν οὖν Τιμαγόραν ἢ τὸν ἐκ Γόρτυνος
Κρῆτα, ὥς φησι Φαινίας ὁ περιπατητικός, Ἔντιμον, ὃς ζήλῳ Θεμιστοκλέους ἀνέβη ὡς βασιλέα, τιμῶν Ἀρταξέρξης σκηνήν τε ἔδωκεν αὐτῷ διαφέρουσαν τὸ κάλλος καὶ τὸ μέγεθος καὶ κλίνην ἀργυρόποδα,
ἔπεμψε δὲ καὶ στρώματα πολυτελῆ καὶ τὸν ὑποστρώσοντα, φάσκων οὐκ ἐπίστασθαι τοὺς Ἕλληνας ὑποστρωννύειν. καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκαλεῖτο ὁ Κρὴς οὗτος, τὸν βασιλέα ψυχαγωγήσας· ὅπερ οὐδενὶ πρότερον τῶν Ἑλλήνων ἐγένετο, ἀλλ᾽
οὐδ’ ὕστερον, αὕτη γὰρ ἡ τιμὴ τοῖς συγγενέσι διεφυλάττετο. Τιμαγόρᾳ μὲν γὰρ τῷ Ἀθηναίῳ τῷ προσκυνήσαντι βασιλέα καὶ μάλιστα τιμηθέντι
τοῦτο οὐχ ὑπῆρξε· τῶν δὲ παρατιθεμένων βασιλεῖ τούτῳ τινὰ ἀπὸ τῆς τραπέζης ἀπέστελλε. Ἀνταλκίδᾳ δὲ τῷ Λάκωνι τὸν αὑτοῦ στέφανον εἰς μύρον βάψας ἔπεμψε, τῷ δὲ Ἐντίμῳ τοιαῦτα πολλὰ
ἐποίει καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκάλει. ἐφ’ ᾧ οἱ Πέρσαι χαλεπῶς ἔφερον ὡς τῆς τε τιμῆς δημευομένης καὶ στρατείας ἐπὶ τὴν Ἑλλάδα πάλιν ἐσομένης. ἔπεμψε δὲ καὶ κλίνην αὐτῷ ἀργυρόποδα καὶ στρωμνὴν καὶ σκηνὴν οὐρανοφόρον ἀνθινὴν καὶ θρόνον ἀργυροῦν καὶ ἐπίχρυσον σκιάδειον καὶ φιάλας λιθοκολλήτους χρυσᾶς εἴκοσι, ἀργυρᾶς δὲ μεγάλας ἑκατὸν καὶ κρατῆρας ἀργυροῦς καὶ παιδίσκας
ἑκατὸν καὶ παῖδας ἑκατὸν χρυσοῦς τε ἑξακισχιλίους χωρὶς τῶν εἰς τὰ ἐπιτήδεια καθ’ ἡμέραν διδομένων.
τράπεζαι ἐλεφαντόποδες τῶν ἐπιθημάτων ἐκ τῆς καλουμένης σφενδάμνου πεποιημένων. Κρατῖνος·
γαυριῶσαι δ’ ἀναμένουσιν ὧδ’ ἐπηγλαισμέναι
μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι.
εἰπόντος τινὸς κυνικοῦ τρίποδα τὴν τράπεζαν
δυσχεραίνει ὁ παρὰ τῷ σοφιστῇ Οὐλπιανὸς καὶ λέγει· τήμερον ἐγὼ ᾽ πράγματα ἕξω ἐξ ἀπραξίας πόθεν γὰρ τούτῳ ὁ τρίπους; εἰ μὴ τὴν Διογένους βακτηρίαν σὺν καὶ τὼ πόδε ἀριθμῶν οὗτος τρίποδα
προσηγόρευσε, πάντων τραπέζας καλούντων τὰς παραθέσεις ταύτας.
ὅτι Ἡσίοδος ἐν Κήυκος γάμῳ κἂν γὰρ γραμματικῶν παῖδες ἀποξενῶσι τοῦ ποιητοῦ τὰ ἔπη ταῦτα, ἀλλ’ ἐμοὶ δοκεῖ ἀρχαῖα εἶναι—τρίποδας τὰς τραπέζας φησί. καὶ Ξενοφῶν δ’ ὁ μουσικώτατος ἐν ζ’ Ἀναβάσεως γράφει· τρίποδες εἰσηνέχθησαν πᾶσιν οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων.
καὶ ἐπάγει· μάλιστα δ’ αἱ τράπεζαι κατὰ τοὺς ξένους ἀεὶ ἐτίθεντο.
᾽ Ἀντιφάνης·
ἐπεὶ δ’ ὁ τρίπους ἤρθη κατὰ χειρῶν τ’ εἴχομεν.
Εὔβουλος·
τρίποδες οὗτοι πέντε σοι
καὶ πέντε
β. πεντηκοστολόγος γενήσομαι.
Ἐπίχαρμος·
τί δὲ τόδὲ ἐστί; β. δηλαδὴ τρίπους. α. τί μὰν
ἔχει πόδας
τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλ’ ἐστὶν οἶμαι
τετράπους.
β. ἐστὶ δ’ ὄνομ’ αὐτῷ τρίπους, τέτοράς γε μὰν
ἔχει πόδας.
α. Οἰδίπους τοίνυν ποτ’ ἦν, αἴνιγμά τοι νοεῖς.
Ἀριστοφάνης·
τράπεζαν ἡμῖν εἴσφερε
τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ ᾽ χέτω.
β. καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι;
ὅτι ἔθος ἦν ἐν τοῖς δείπνοις τῷ ἑστιάτορι
κατακλιθέντι προδίδοσθαι γραμματείδιόν τι περιέχον ἀναγραφὴν τῶν παρεσκευασμένων, ἐφ’ ᾧ εἰδέναι ὅ τι μέλλει ὄψον φέρειν ὁ μάγειρος.
Δαμασκηνά
. Δαμασκοῦ τῆς πόλεως ἐνδόξου οὔσης καὶ μεγάλης πολλοὶ τῶν ἀρχαίων μέμνηνται. ἐπεὶ δὲ πλεῖστον ἐν τῇ τῶν Δαμασκηνῶν ἐστι χώρᾳ τὸ κοκκύμηλον καλούμενον καὶ κάλλιστα
γεωργεῖται, ἰδίως καλεῖται τὸ ἀκρόδρυον Δαμασκηνὸν ὡς διάφορον τῶν κατὰ τὰς ἄλλας χώρας γινομένων, κοκκύμηλα οὖν ἐστι ταῦτα ὧν ἄλλος τε μέμνηται καὶ Ἱππῶναξ·
στέφανον εἶχον κοκκυμήλων καὶ μίνθης.
Ἄλεξις·
καὶ μὴν ἐνύπνιον οἴομαὶ γ’ ἑορακέναι
νικητικόν. β. λέγ’ αὐτό. α. τὸν νοῦν πρόσεχε δή·
ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις
ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν.
στεφάνῳ κυλιστῷ κοκκυμήλων
β. Ἡράκλεις.
α. πεπόνων
πάλιν
ἑόρακας ἤδη πώποτ’ ἐσκευασμένον
ἤνυστρον ἢ σπλῆν’ ὀπτὸν ὠνθυλευμένον
ἢ κοκκυμήλων σπυρίδα πεπόνων;.
τοιοῦτ’ ἔχει τὸ μέτωπον.
Νίκανδρος·
μῆλον ὃ κόκκυγος καλέουσι.
Κλέαρχος δ’ ὁ περιπατητικός φησι Ῥοδίους καὶ Σικελιώτας βράβυλα καλεῖν τὰ κοκκύμηλα, ὡς καὶ Θεόκριτος ὁ Συρακούσιος·
ὅρπηκες βραβίλοισι καταβρίθοντες ἔραζε.
καὶ πάλιν
ὅσον μῆλον βραβίλοιο
ἥδιον.
ἐστὶ δὲ τοῦτο τὸ ἀκρόδρυον μικρότερον μὲν τῇ περιφορᾷ τῶν κοκκυμήλων, τῇ δ’ ἐδωδῇ τὸ αὐτό, πλὴν ὀλίγον δριμύτερον. Σέλευκος δ’ ἐν Γλώσσαις βράβιλά φησιν ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτὰ εἶναι· τὰ μὲν μάδρυα οἷον μαλόδρυα, τὰ δὲ βράβυλα ὅτι εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ
οἷον μῆλα, ὡς Δημήτριος ὁ Ἰξίων λέγει ἐν Ἐτυμολογίᾳ. Θεόφραστος δὲ λέγει· κοκκυμηλέα καὶ σποδιάς· τοῦτο δ’ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα.
Ἀραρὼς δὲ κοκκύμηλον καλεῖ τὸ δένδρον, κοκκύμηλον δὲ τὸ ἀκρόδρυον. Δίφιλος δὲ ὁ Σίφνιος μέσως φησὶν εἶναι ταῦτα εὔχυλα, εὔφθαρτα, εὐέκκριτα,
ὀλιγότροφα.
κεράσια. Θεόφραστος ἐν τῷ περὶ φυτῶν ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι καὶ μεγέθει μέγα· καὶ γὰρ εἰς εἴκοσι καὶ τέσσαρας πήχεις αὔξεται. φύλλον δὲ ὅμοιον ἔχει τῷ τῆς μεσπίλης, σκληρὸν δὲ καὶ πλατύτερον, φλοιὸν δ’ ὅμοιον
φιλύρᾳ, ἄνθος δὲ λευκόν, ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον, κηριῶδες. ὁ δὲ καρπὸς ἐρυθρός, ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρός, τοῦ δὲ κεράσου μαλακός.
καὶ πάλιν κράταιγος· οἱ δὲ κραταίγονον καλοῦσιν. ἔχει δὲ τὸ μὲν φύλλον τεταμένον ὅμοιον μεσπίλῃ πλὴν μεῖζον ἐκείνου καὶ πλατύτερον ἢ προμηκέστερον τὸν δὲ χαραγμὸν οὐκ ἔχει ὥσπερ
ἐκεῖνο. γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν
οὔτε παχύ· τὸ δὲ ξύλον ποικίλον, ξανθόν, ἰσχυρόν. φλοιὸν δ’ ἔχει λεῖον ὅμοιον μεσπίλῃ· μονόριζον εἰς βάθος ὡς ἐπὶ πολύ. καρπὸν δ’ ἔχει στρογγύλον ἡλίκον ὁ κότινος· πεπαινόμενος δὲ ξανθὸς τέ ἐστι καὶ ἐπιμελαίνεται· ἔχει δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπίλου· διόπερ ἀγρία μεσπίλη δόξειε ἂν μᾶλλον εἶναι.
ἐκ τούτων μοι δοκεῖ, φησίν, ὁ φιλόσοφος τὸ νῦν κεράσιον καλούμενον ἐμφανίζειν.
Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς χαμαικέρασόν τινα καλῶν δένδρον ἔφη οὕτως· ἐν τῇ Βιθυνῶν γῇ γίνεται ἡ χαμαικέρασος, ἧς ἡ μὲν ῥίζα ἐστὶν
οὐ μεγάλη, ἀλλ’ οὐδὲ τὸ δένδρον, ἀλλὰ τῇ ῥοδῇ ἴσον, ὁ δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα κεράσῳ ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους καθότι οἶνος βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι.
ταῦτα ὁ Ἀσκληπιάδης, φησί, μοι δοκεῖ λέγειν περὶ τῶν μιμαικύλων. τό τε γὰρ φέρον αὐτὰ δένδρον τοιοῦτον καὶ ὁ πλέον τῶν ἑπτὰ τοῦ καρποῦ φαγὼν κεφαλαλγὴς γίνεται.
Ἀριστοφάνης·
ἐν τοῖς ὄρεσιν δ’ αὐτόματ’ αὐτοῖς τὰ μιμαίκυλ’ ἐφύετο πολλά,
Θεόπομπος
τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα.
Κράτης·
πάνυ γάρ ἐστιν ὡρικώτατα
τὰ τιτθί’ ὥσπερ μῆλον ἢ μιμαίκυλον.
Ἄμφις·
ὁ συκάμινος συκάμιν᾽, ὁρᾷς, φέρει,
ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα
Θεόφραστος· ἡ κόμαρος ἡ τὸ μιμαίκυλον φέρουσα τὸ ἐδώδιμον.
ὅτι Ἀγῆνα σατυρικόν τι δρᾶμα ἀμφιβάλλεται εἴτε Πύθων ἐποίησεν ὁ Καταναῖος ἢ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος.
φησὶν ὁ παρὰ τῷ ῥήτορι Λαρήνσιος· πολλὰ ὑμεῖς οἱ Γραικοὶ ἐξιδιοποιεῖσθε ὡς αὐτοὶ ἢ ὀνομάσαντες ἢ πρῶτοι εὑρόντες· ἀγνοεῖτε δὲ ὅτι Λεύκολλος
ὁ Ῥωμαίων στρατηγός, ὁ τὸν Μιθριδάτην καὶ Τιγράνην καταγωνισάμενος, πρῶτος διεκόμισεν εἰς Ἰταλίαν τὸ φυτὸν τοῦτο ἀπὸ Κερασοῦντος Ποντικῆς πόλεως, καὶ οὗτός ἐστιν ὁ καὶ τὸν καρπὸν καλέσας κέρασον ὁμωνύμως τῇ πόλει, ὡς ἱστοροῦσιν οἱ ἡμέτεροι συγγραφεῖς.
πρὸς ὃν Δάφνος τίς φησιν ἀλλὰ μὴν παμπόλλοις χρόνοις πρεσβύτερος Λευκόλλου ἀνήρ ἐλλόγιμος Δίφιλος ὁ Σίφνιος, γεγονὼς κατὰ Λυσίμαχον τὸν βασιλέα—εἷς δὲ οὗτος τῶν Ἀλεξάνδρου διαδόχων—μνημονεύει τῶν κερασίων λέγων ` τὰ κεράσια εὐστόμαχα,
εὔχυλα,
ὀλιγότροφα, ἐκ ψυχροῦ δὲ λαμβανόμενα εὐστόμαχα. καλλίω δὲ τὰ ἐρυθρότερα καὶ τὰ Μιλήσια· εἰσὶ γὰρ διουρητικά.᾽
συκάμινα. ὅτι πάντων ἁπλῶς οὕτω καλούντων αὐτὰ Ἀλεξανδρεῖς μόνοι μόρα ὀνομάζουσι. συκάμινα δὲ οὐ τὰ ἀπὸ τῆς Αἰγυπτίας συκῆς, ἅ τινες συκόμορα λέγουσιν. ἅπερ οἱ ἐπιχώριοι ἐπὶ βραχὺ κνίσαντες σιδηρίῳ ἐῶσιν ἐπὶ τοῦ φυτοῦ ι καὶ ὑπὸ
τοῦ ἀνέμου κινούμενα ἐντὸς ἡμερῶν τριῶν οὕτω πέπονα καὶ εὐώδη γίνονται, μάλιστα δὲ ζεφύρων, πνευσάντων, καὶ ἐδώδιμα ὡς διὰ τὸ ἐν αὐτοῖς
ἠρέμα ψυχρὸν καὶ τοῖς πυρεταίνουσι μετὰ ῥοδίνου ἐλαίου καταπλαττόμενα ἐπὶ τοῦ στομάχου ἐπιτίθεσθαι καὶ οὐκ ὀλίγα παρηγορεῖσθαι τοὺς νοσοῦντας. φέρει δὲ τὸν καρπὸν τοῦτον ἡ Αἰγυπτία συκάμινος ἀπὸ τοῦ ξύλου καὶ οὐκ ἀπὸ τῶν ἐπικαρπίων. μόρα δὲ τὰ συκάμινα καὶ παρ’ Αἰσχύλῳ ἐν Φρυξὶν ἐπὶ τοῦ Ἕκτορος·
ἀνὴρ δ’ ἐκεῖνος ἦν πεπαίτερος μόρων.
ἐν δὲ Κρήσσαις καὶ κατὰ τῆς βάτου·
λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις
καὶ μιλτοπρέπτοις βρίθεται ταὐτοῦ χρόνου.
Σοφοκλῆς·
πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν,
ἔπειτα φοινίξαντα γογγύλον μόρον.
καὶ Νίκανδρος δὲ ἐν Γεωργικοῖς ἐμφανίζει καὶ ὅτι πρότερον τῶν ἄλλων ἀκροδρύων φαίνεται μορέην
τε καλεῖ τὸ δένδρον ἀεί, ὡς καὶ οἱ Ἀλεξανδρεῖς·
καὶ μορέης, ἣ παισὶ πέλει μείλιγμα νέοισι,
πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην.
Φαινίας δ’ ὁ Ἐρέσιος ὁ Ἀριστοτέλους μαθητὴς τὸν τῆς ἀγρίας συκαμίνου καρπὸν μόρον καλεῖ, ὄντα καὶ αὐτὸν γλυκύτατον καὶ ἥδιστον ὅτε πεπανθείη. γράφει δὲ οὕτως τὸ μόρον τὸ βατῶδες, ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους, σπερματικὰς ἔχει τὰς διαγονάς, καθάπερ
ὑφάλους, καὶ διαφυὰς ἔχει ψαθυρὰς καὶ εὐχύμους.
Παρθένιος δὲ ἅβρυνά φησι συκάμινα, ἃ καλοῦσιν ἔνιοι μόρα· Σαλαμίνιοι δὲ τὰ αὐτὰ ταῦτα βάτια
Δημήτριος δὲ ὁ Ἰξίων τὰ αὐτὰ συκάμινα καὶ μόρα οἷον αἱμόροα καὶ σύκων ἀμείνω. Δίφιλος δὲ ὁ Σίφνιος ἰατρὸς γράφει οὕτως· τὰ δὲ συκάμινα, ἃ καὶ μόρα λέγεται, εὔχυλα μέν ἐστιν,
ὀλιγότροφα δὲ καὶ εὐστόμαχα καὶ εὐέκκριτα. ἰδίως δὲ τούτων τὰ ἔνωμα ἕλμινθας ἐκτινάσσει.
Πύθερμος δὲ
ἱστορεῖ, ὥς φησιν Ἡγήσανδρος, καθ’ αὑτὸν τὰς συκαμίνους οὐκ ἐνεγκεῖν καρπὸν ἐτῶν εἴκοσι καὶ γενέσθαι ἐπιδημίαν ποδαγρικὴν τοσαύτην ὥστε μὴ μόνον ἄνδρας τῷ πάθει ἐνσχεθῆναι, ἀλλὰ καὶ παῖδας καὶ κόρας καὶ εὐνούχους, ἔτι δὲ γυναῖκας, περιπεσεῖν δὲ οὕτω τὸ δεινὸν καὶ αἰπολίῳ ὡς τὰ δύο μέρη τῶν προβάτων ἐνσχεθῆναι τῷ αὐτῷ πάθει.
κάρυα. οἱ Ἀττικοὶ καὶ οἱ ἄλλοι συγγραφεῖς κοινῶς πάντα τὰ ἀκρόδρυα κάρυα λέγουσιν Ἐπίχαρμος δὲ κατ’ ἐξοχὴν ὡς ἡμεῖς·
καπυρὰ τρώγων κάρυ᾽, ἀμυγδάλας.
Φιλύλλιος·
ᾠά, κάρυ᾽, ἀμυγδάλαι.
Ἡρακλέων δέ φησιν ὁ Ἐφέσιος· κάρυα ἐκάλουν καὶ τὰς ἀμυγδάλας καὶ τὰ νῦν καστάνεια.
τὸ δὲ δένδρον καρύα παρὰ Σοφοκλεῖ·
καρύαι μελίαι τε.
Εὔβουλος· φηγούς, κάρυα Καρύστια.
καλεῖται δέ τινα καὶ μόστηνα κάρυα.
ἀμυγδαλαῖ. ὅτι αἱ Νάξιαι ἀμυγδάλαι διὰ μνήμης ἦσαν τοῖς παλαιοῖς· καὶ γίνονται ὄντως ἐν Νάξῳ τῇ νήσῳ διάφοροι, ὡς ἐμαυτόν, φησί, πείθω.
Φρύνιχος
τοὺς δὲ γομφίους
ἅπαντας ἐξέκοψεν, ὥστ᾽
οὐκ ἂν δυναίμην Ναξίαν
ἀμυγδάλην κατᾶξαι.
διάφοροι δ’ ἀμυγδάλαι γίνονται κἀν Κύπρῳ τῇ νήσῳ· παρὰ γὰρ τὰς ἀλλαχόθεν καὶ ἐπιμήκεις εἰσὶ καὶ κατὰ τὸ ἄκρον ἐπικαμπεῖς. Λάκωνας δὲ Σέλευκος ἐν Γλώσσαις φησὶ καλεῖν τὰ μαλακὰ κάρυα μυκήρους, Τηνίους δὲ τὰ γλυκέα κάρυα. Ἀμερίας δέ φησι μύκηρον τὴν ἀμυγδάλην καλεῖσθαι.
ἐπακτικώτατα δὲ πρὸς πότον τὰ ἀμύγδαλα προεσθιόμενα. Εὔπολις·
δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας
οἶνόν τε πίνειν Ναξίων ἀπ’ ἀμπέλων.
ἦν δέ τις ἄμπελος Ναξία καλουμένη, Πλούταρχος δὲ ὁ Χαιρωνεύς φησι παρὰ Δρούσῳ τῷ Τιβερίου
Καίσαρος υἱῷ ἰατρόν τινα ὑπερβάντα πάντας ἐν τῷ πίνειν φωραθῆναι πρὸ τοῦ πότου προεσθίοντα πικρὰς ἀμυγδάλας πέντε ἢ ἕξ· ἅσπερ κωλυθεὶς
προσενέγκασθαι οὐδὲ πρὸς τὸ μικρότατον ἀντέσχε τοῦ πότου, αἴτιος οὖν ἦν ἡ τῆς πικρότητος δύναμις, ξηραντικὴ καὶ δάπανος ὑγρῶν οὖσα. κληθῆναι δὲ ἀμυγδάλην φησὶν Ἡρωδιανὸς ὁ Ἀλεξανδρεὺς παρὰ τὸ ἐν τῷ μετὰ τὸ χλωρὸν ὡσπερεὶ ἀμυχὰς ἔχειν πολλάς.
ὄνος βαδίζεις εἰς ἄχυρα τραγημάτων, φησί που Φιλήμων
φηγοὶ Πανὸς ἄγαλμα,
φησὶ Νίκανδρος ἐν β’ Γεωργικῶν.
ὅτι καὶ οὐδετέρως ἀμύγδαλα λέγεται, Δίφιλος·
τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.
ὅτι περὶ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδάλης Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ· τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος·
ῥοδῆς τε καλὸν ἄνθος.
Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προφέρεται κατ’ ὀξεῖαν τάσιν. Φιλόξενος δ’ ἀμφότερον περισπᾷ. Εὔπολις·
ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν.
Ἀριστοφάνης·
ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν
τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.
Φρύνιχος·
ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον.
ἄλλοι δὲ ἀμυγδαλάς, ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ ἀμυγδάλην μὲν τὸν καρπὸν
βαρέως, ὃν ἡμεῖς οὐδετέρως ἀμύγδαλον λέγομεν, ἀμυγδαλᾶς δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τοῦτο περισπωμένου.
ὅτι Πάμφιλος ἐν Γλώσσαις μουκηροβαγόν φησι καλεῖσθαι τὸν καρυοκατάκτην ὑπὸ τῶν Λακώνων ἀντὶ τοῦ ἀμυγδαλοκατάκτην· μουκήρους γὰρ Λάκωνες καλοῦσι τὰ ἀμύγδαλα.
ὅτι Ποντικῶν καλουμένων καρύων, ἃ λόπιμά τινες ὀνομάζουσι, μνημονεύει Νίκανδρος.
μῶναξ δὲ καὶ Τιμαχίδας ἐν Γλώσσαις
Διὸς βάλανόν φησι καλεῖσθαι τὸ Ποντικὸν κάρυον.
ʽ Ἡρακλείδης δὲ ὁ Ταραντῖνος ζητεῖ πότερον προπαρατίθεσθαι δεῖ τὰ τραγήματα, καθάπερ ἔν τισι τόποις τῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα γίνεται ἢ οὔ, ἀλλὰ μετὰ τὸ δεῖπνον. ἐὰν μὲν οὖν μετὰ τὸ δεῖπνον, συμβαίνει πλείονος τροφῆς κειμένης ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις τὰ ἐπεισφερόμενα κάρυα, χάριν τῆς πρὸς τὸ πίνειν ὁρμῆς ἐμπλεκόμενα τοῖς σιτίοις, ἐμπνευματώσεις καὶ φθορὰς τῆς τροφῆς παρασκευάζειν διὰ τὸ παρακολουθοῦν αὐτοῖς ἐπιπολαστικὸν φύσει καὶ δυσκατέργαστον· ἐξ ὧν ἀπεψίαι γίνονται καὶ κοιλίας καταφοραί.
τὰ
δὲ ἀμύγδαλα,
φησὶ Διοκλῆς, τρόφιμα μέν ἐστι καὶ εὐκοίλια, θερμαντικὰ δὲ διὰ τὸ ἔχειν κεγχρῶδές τι. λυπεῖ δ’ ἧττον τὰ χλωρὰ τῶν ξηρῶν καὶ τὰ βεβρεγμένα τῶν ἀβρόχων καὶ τὰ πεφρυγμένα τῶν ὠμῶν. τὰ δὲ Ἡρακλεωτικά, καλούμενα δὲ Διὸς βάλανοι, τρέφει μὲν οὐχ ὁμοίως τοῖς ἀμυγδάλοις, ἔχει δέ τι κεγχρῶδες καὶ ἐπιπολαστικὸν πλείω δὲ βρωθέντα βαρύνει τὴν κεφαλήν, ἧττον δ’ ἐνοχλεῖ καὶ τούτων τὰ χλωρὰ τῶν ξηρῶν, τὰ δὲ Περσικὰ κεφαλαλγικὰ μέν ἐστιν οὐχ ἧττον τῶν Διὸς βαλάνων, τρέφει δὲ
μᾶλλον φάρυγγα τραχύνει καὶ στόμα, ὀπτηθέντα δὲ ἀλυπότερα γίνεται· διαχωρεῖ δὲ μάλιστα τῶν καρύων ἐσθιόμενα μετὰ μέλιτος, τὰ δὲ πλατέα φυσωδέστερά ἐστιν, ἀλυπότερα δὲ τὰ ἑφθὰ τῶν ὠμῶν καὶ πεφρυγμένων, τὰ δὲ πεφρυγμένα τῶν
ὠμῶν.
Φυλότιμος δὲ ἐν τοῖς περὶ τροφῆς φησι· τὸ πλατὺ καὶ τὸ καλούμενον Σαρδιανὸν δυσκατέργαστά ἐστιν ὠμὰ πάντα καὶ δυσδιάλυτα, κατεχόμενα ὑπὸ τοῦ φλέγματος ἐν τῇ κοιλίᾳ, καὶ στρυφνότητα ἔχοντα, τὸ δὲ Ποντικὸν λιπαρὸν καὶ δυσκατέργαστον. τὸ δὲ ἀμύγδαλον ἧττον δυσκατέργαστον φαγόντες οὖν πλείονα οὐκ ἐνοχλούμεθα λιπαρώτερά τε φαίνεται καὶ
ἀναδίδωσι χυμὸν γλυκὺν καὶ λιπαρόν.
Δίφιλος δ’ ὁ Σίφνιος
τὰ κάρυα,
φησί, τὰ βασιλικὰ κεφαλαλγῆ ἐστι καὶ ἐπιπολαστικά. τούτων δὲ τὰ ἁπαλὰ ἔτι καὶ λελευκασμένα εὐχυλότερα καὶ κρείττονα ὑπάρχει, τὰ δ’ ἐν τοῖς ἰπνοῖς φρυγόμενα
ὀλιγότροφα. τὰ δὲ ἀμύγδαλά ἐστιν οὐρητικὰ καὶ λεπτυντικὰ καὶ καθαρτικὰ καὶ
ὀλιγότροφα. τῶν μέντοι χλωρῶν κακοχύλων ὄντων καὶ ἀτροφωτέρων πολὺ μᾶλλον φυσωδέστερα καὶ ἐπιπολαστικώτερά ἐστι τὰ ξηρά. τὰ δὲ ἁπαλὰ καὶ πλήρη καὶ λελευκασμένα γαλακτώδη
ὄντα εὐχυλότερά ἐστι. τῶν δὲ ξηρῶν τὰ Θάσια καὶ Κύπρια ἁπαλὰ ὄντα εὐεκκριτώτερά ἐστι. τὰ δὲ Ποντικὰ κάρυα κεφαλαλγῆ, ἧττον δὲ ἐπιπολαστικὰ τῶν βασιλικῶν.
Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν τῶν Εὐβοικῶν,
φησί, καρύων ἢ καστάνων ἀμφοτέρως γὰρ καλεῖται δύσπεπτος μὲν ἡ κατεργασία τῇ κοιλίᾳ καὶ φυσώδης ἡ πέψις γίνεται, παχύνει δὲ τὰς ἕξεις, ἐάν τις αὐτῶν κρατήσῃ, τὰ δὲ ἀμύγδαλα καὶ τὰ Ἡρακλεωτικὰ καὶ τὰ Περσικὰ κάρυα καὶ τἄλλα τὰ τοιαῦτα χείρω ἐστὶ τούτων,
χρὴ δὲ μηδὲν ὅλως τῆς τοιαύτης ἰδέας
ἄπυρον ἐσθίειν ἔξω τῶν χλωρῶν ἀμυγδάλων, ἀλλὰ τὰ
μὲν ἕψειν, τὰ δὲ φρύγειν. τὰ μὲν γὰρ αὐτῶν ἐστι λιπαρὰ τῇ φύσει, καθάπερ ἀμυγδάλαι τε αἱ ξηραὶ καὶ Διὸς βάλανοι, τὰ δὲ σκληρὰ καὶ στρυφνά, καθάπερ αἵ τε φηγοὶ καὶ πᾶν τὸ τοιοῦτον γένος, τῶν οὖν λιπαρῶν ἀφαιρεῖται τὸ λίπος ἡ πύρωσις· ἐστὶ γὰρ τοῦτο τὸ χείριστον τὰ δὲ σκληρὰ καὶ στρυφνὰ πεπαίνεται, ἐάν τις
ὀλίγῳ καὶ μαλακῷ πυρὶ χρῆται.
ὁ δὲ Δίφιλος τὰ κάστανα καὶ Σαρδιανὰς βαλάνους καλεῖ, εἶναι λέγων αὐτὰς καὶ
πολυτρόφους καὶ εὐχύλους,
δυσοικονομήτους δὲ διὰ τὸ ἐπιμένειν τῷ στομάχῳ· τὰς δὲ φρυγείσας ἀτροφωτέρας μὲν γίνεσθαι, εὐοικονομήτους δέ· τὰς δὲ ἑψομένας ἐμπνευματοῦν μὲν ἧττον, τρέφειν δὲ τούτων μᾶλλον.
λόπιμον κάρυόν τε
Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο,
Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γεωργικοῖς, Ἀγέλοχος δὲ ἄμωτα καλεῖ τὰ καστάνεια· ὅπου
δὲ γίνεται τὰ κάρυα τὰ Σινωπικά, ἐνταῦθα τὰ δένδρα ἐκάλουν ἄμωτα.
ἐρέβινθοι. Κρώβυλος·
φαγόντες χλωρὸν ἐρέβινθόν τινα
ἐκοττάβιζον, κενὸν ὅλως. β. τράγημα δέ
ἐστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς.
Ὅμηρος·
θρώσκουσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι.
Ξενοφάνης ὁ Κολοφώνιος ἐν παρῳδίαις·
πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ
ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα,
πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ’ ἐρεβίνθους·
τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτη ἐστί, φέριστε;
πηλίκος ἦσθ’ ὅθ’ ὁ Μῆδος ἀφίκετο;
Σαπφώ·
χρύσειοι ἐρέβινθοι ἐπ’ ἀιόνων ἐφύοντο.
Θεόφραστος δ’ ἐν φυτικοῖς τῶν ἐρεβίνθων τινὰς καλεῖ κριούς, καὶ Σώφιλος·
ὁ πατήρ ὁ ταύτης πολὺ μέγιστός ἐστι
κριὸς ἐρέβινθος.
Φαινίας δ’ ἐν τοῖς περὶ φυτῶν φησι· τραγήματος ἔχει χώραν ἁπαλὰ μὲν ὦχρος, κύαμος, ἐρέβινθος, ξηρὰ δὲ ἑφθὰ καὶ φρυκτὰ σχεδὸν τὰ πλεῖστα.
Ἄλεξις·
ἔστιν ἀνήρ μοι πτωχὸς κἀγὼ
γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς
χἤδ’ ἡ χρηστή, πένθ’ οἱ πάντες,
τούτων οἱ τρεῖς δειπνοῦμεν,
δύο δ’ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς. φθόγγους δ’ ἀλύρους
θρηνοῦμεν ἐπὰν μηδὲν ἔχωμεν
χρῶμα δ’ ἀσίτων ἡμῶν ὄντων
γίνεται ὠχρόν. τὰ μέρη δ’ ἡμῶν
χἠ σύνταξις τοῦ βίου ἐστὶν
κύαμος, θέρμος, λάχανον,
γογγυλίς, ὦχρος, λάθυρος, φηγός,
βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς,
τό τε θειοφανὲς μητρῷον ἐμοὶ
μελέδημ’ ἰσχάς,
Φρυγίας εὑρήματα συκῆς.
Φερεκράτης
τακεροὺς ποιήσεις τοὺς ἐρεβίνθους αὐτόθεν.
πάλιν
τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους,
Δίφιλος δέ φησιν οἱ ἐρέβινθοι δύσπεπτοι, σμηκτικοί, οὐρητικοί, πνευματικοί.
κατὰ δὲ Διοκλέα ζυμωτικοὶ τῆς σαρκός· κρείττους δ’ οἱ λευκοὶ τῶν μελάνων καὶ πυξοειδεῖς καὶ οἱ Μιλήσιοι τῶν λεγομένων κριῶν οἵ τε χλωροὶ τῶν ξηρῶν καὶ οἱ βεβρεγμένοι τῶν ἀβρόχων.
ὅτι Ποσειδῶνος εὕρημα οἱ ἐρέβινθοι.
θερμοί.
μὴ ὥρασι
μετὰ τῶν κακῶν ἵκοιθ’ ὁ τοὺς θέρμους φαγών,
ἐν τῷ προθύρῳ τὰ λέμμαθ’ ὁτιὴ κατέλιπε,
ἀλλ’ οὐκ ἀπεπνίγη καταφαγών. μάλιστα δὲ
β. Κλεαίνετος μὲν οὐκ ἐδήδοκ’ οἶδ’ ὅτι
ὁ τραγικὸς αὐτούς οὐδενὸς γὰρ πώποτε
ἀπέβαλεν ὀσπρίου λέπος·
οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ.
Λυκόφρων δ’ ὁ Χαλκιδεὺς ἐν σατυρικῷ δράματι ὃ ἐπὶ καταμωκήσει ἔγραψεν εἰς Μενέδημον τὸν φιλόσοφον, ἀφ’ οὗ ἡ τῶν Ἐρετρικῶν ὠνομάσθη αἵρεσις, διασκώπτων τῶν φιλοσόφων τὰ δεῖπνά φησι·
καὶ δημόκοινος ἐπεχόρευσε δαψιλὴς
θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
Δίφιλος·
οὐκ ἔστιν οὐδὲν τεχνίον ἐξωλέστερον
τοῦ πορνοβοσκοῦ
κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι
ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,
ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν.
καὶ σημειωτέον, φησί, τὸ θερμοκυάμους, ἐπεὶ καὶ νῦν οὕτω λέγεται. πολέμων δέ φησι τοὺς Λακεδαιμονίους τοὺς θέρμους λυσιλαίδας καλεῖν. Θεόφραστος δὲ ἱστορεῖ ἐν αἰτίοις φυτικοῖς ὅτι θέρμος καὶ ὄροβος καὶ ἐρέβινθος μόνα οὐ ζῳοῦται τῶν χεδροπῶν διὰ τὴν δριμύτητα καὶ πικρότητα. ὁ δ’ ἐρέβινθος,
φησί, μέλας γίνεται διαφθειρόμενος.
γίνεσθαι δὲ λέγει κάμπας ἐν τοῖς ἐρεβίνθοις ὁ
αὐτὸς ἐν τῷ τρίτῳ τῆς αὐτῆς πραγματείας. Δίφιλος δ’ ὁ Σίφνιος τοὺς θέρμους φησὶν εἶναι σμηκτικοὺς καὶ πολυτρόφους, μάλιστα δὲ τοὺς ἐπὶ πλεῖον ἀπεγλυκασμένους. διὸ καὶ Ζήνων ὁ Κιτιεύς, σκληρὸς ὢν καὶ πάνυ θυμικὸς πρὸς τοὺς γνωρίμους, ἐπὶ πλεῖον τοῦ οἴνου σπάσας ἡδὺς ἐγίνετο καὶ μείλιχος. πρὸς τοὺς πυνθανομένους οὖν τοῦ τρόπου τὴν διαφορὰν ἔλεγε τὸ αὐτὸ τοῖς θέρμοις πάσχειν καὶ γὰρ ἐκείνους πρὶν διαβραχῆναι πικροτάτους εἶναι, ποτισθέντας δὲ γλυκεῖς καὶ προσηνεστάτους.
φάσηλοι. Λακεδαιμόνιοι ἐν τοῖς δείπνοις τοῖς καλουμένοις κοπίσι διδόασι τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς· ἱστορεῖ Πολέμων. Ἐπίχαρμος·
φασήλους φῶγε θᾶσσον, αἴ χ’ ὁ Διόνυσος φιλῇ.
Δημήτριος·
ἢ σῦκον ἢ φάσηλον ἢ τοιοῦτό τι.
ἐλάαι. Εὔπολις· σηπίαι δρυπεπεῖς τ’ ἐλᾶαι.
ταύτας Ῥωμαῖοι δρύππας λέγουσι. Δίφιλος δὲ
φησιν ὁ Σίφνιος τὰς ἐλάας ὀλιγοτρόφους εἶναι καὶ κεφαλαλγεῖς, τὰς δὲ μελαίνας καὶ κακοστομαχωτέρας καὶ βαρύνειν τὴν κεφαλήν, τὰς δὲ κολυμβάδας καλουμένας εὐστομαχωτέρας εἶναι καὶ κοιλίας στατικάς, τὰς δὲ θλαστὰς μελαίνας εὐστομαχωτέρας εἶναι. μνημονεύει τῶν θλαστῶν ἐλαιῶν Ἀριστοφάνης· θλαστὰς ποιεῖν ἐλαίας.
πάλιν
οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
καὶ μετ’ ὀλίγα·
θλαστὰς γάρ εἶναι κρεῖσσόν ἐστιν ἁλμάδος.
Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ·
ῥυσαὶ καὶ δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι.
ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ’ ἀγαθῷ μεμνημένοι
πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας,
φησὶν Ἕρμιππος. Φιλήμων φησίν πιτυρίδες καλοῦνται αἱ φαυλίαι ἐλᾶαι, στεμφυλίδες δὲ αἱ μέλαιναι.
Καλλίμαχος δ’ ἐν τῇ ʽ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει·
γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν
εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα.
ἔλεγον δὲ τὰς δρυπεπεῖς ἐλάας καὶ ἰσχάδας καὶ
γεργερίμους, ὥς φησι Δίδυμος, καὶ χωρὶς δὲ τοῦ φάσκειν ἐλάας αὐτὸ καθ’ ἑαυτὸ ἔλεγον μόνον δρυπεπεῖς. Τηλεκλείδης·
ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω με
δρυπεπέσι, μάζαις καὶ διασκανδικίσαι.
Ἀθηναῖοι δὲ τὰς τετριμμένας ἐλαίας στέμφυλα ἐκάλουν, βρύτεα δὲ τὰ ὑφ’ ἡμῶν στέμφυλα, τὰ ἐκπιέσματα τῆς σταφυλῆς, παρὰ δὲ τοὺς βότρυς γέγονεν ἡ φωνή.
ῥαφανίδες. αὗται κέκληνται διὰ τὸ ῥᾳδίως
φαίνεσθαι. καὶ ἐκτεταμένως δὲ καὶ κατὰ συστολὴν λέγεται παρὰ Ἀττικοῖς. Κρατῖνος·
ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ’ ἄλλοις οὐ λαχάνοισιν.
Εὔπολις·
ῥαφανίδες ἄπλυτοι, σηπίαι.
ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ, οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων
νήττας, σχαδόνας, κάρυ’ ἐντραγεῖν, ᾤ᾽, ἐγκρίδας,
ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
ἰδίως δ’ οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες ἃς
καὶ Θασίας ὠνόμαζον. Φερεκράτης·
ῥαφανὶς τ’ ἄπλυτος ὑπάρχει
καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
ὑποκοριστικῶς δ’ εἴρηκε Πλάτων ἐν Ὑπερβόλῳ· φύλλιον ἢ ῥαφανίδιον.
Θεόφραστος δ’ ἐν τοῖς περὶ φυτῶν γένη ῥαφανίδων φησὶν εἶναι πέντε, Κορινθίαν, Λειοθασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιωτίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν Λειοθασίαν
Θρᾳκίαν γλυκυτάτην δὲ εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχήματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι
λεῖα τὰ φύλλα, γλυκύτεραί εἰσι. Καλλίας δ’ ἐπὶ τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς ἀρχαιότητος τῆς κωμῳδίας
διεξιών φησιν
ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς,
ἐλατῆρες.
ὅτι δ’ οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστοφάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν Δαναίσι γράφων καὶ αὐτὸς καὶ λέγων
ὁ χορὸς δ’ ὠρχεῖτ’ ἂν ἐναψάμενος δάπιδας καὶ
στρωματόδεσμα,
διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ
ῥαφανῖσιν.
εὐτελὲς δὲ σφόδρα ἔδεσμα ἡ ῥαφανίς. Ἄμφις·
ὅστις ἀγοράζων ὄψον
ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.
κῶνοι. Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς ἐν τῷ περὶ ἐδεστῶν ὀστρακίδας καλεῖ τῶν κώνων τοὺς πυρῆνας, ἔτι δὲ κώνους. Διοκλῆς δ’ ὁ Καρύστιος πιτύινα κάρυα. ὁ δὲ Μύνδιος
Ἀλέξανδρος πιτυίνους κώνους. Θεόφραστος δὲ τὸ μὲν δένδρον.᾽
πεύκην ὀνομάζει, τὸν δὲ καρπὸν κῶνον. Ἱπποκράτης δὲ ἐν τῷ περὶ πτισάνης, ὃ ἐκ τοῦ ἡμίσους μὲν νοθεύεται, ὑπ’ ἐνίων δὲ καὶ ὅλον, κοκκάλους· οἱ πολλοὶ δὲ πυρῆνας, ὡς καὶ Ἡρόδοτος ὅταν περὶ τοῦ Ποντικοῦ καρύου λέγῃ. φησὶ γάρ; πυρῆνα δ’ ἔχει τοῦτο ἐπὰν γένηται πέπον.
Δίφιλος δ’ ὁ Σίφνιός φησιν οἱ στρόβιλοι πολύτροφοι μέν εἰσι, λεαντικοὶ δὲ ἀρτηρίας καὶ θώρακος καθαρτικοὶ διὰ τὸ ἔχειν παρεμπεπλεγμένον τὸ
ὁητινῶδες.
Μνησίθεος δέ φησι πιαίνειν αὐτοὺς τὸ σῶμα καὶ πρὸς εὐπεψίαν ἀλύπους εἶναι, ὑπάρχειν δὲ καὶ οὐρητικοὺς καὶ οὐκ ἐφεκτικοὺς κοιλίας.
ᾦα. Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκόν. Ἀριστοφάνης· τίκτει πρῶτον ὑπηνέμιον ᾠὸν Νύξ.
Σαπφὼ δ’ αὐτὸ τρισυλλάβως καλεῖ·
φασὶ δή ποτε Λήδαν ὤιον εὑρεῖν.
καὶ πάλιν
ὠίου πολὺ λευκότερον.
ὤεα δ’ ἔφη Ἐπίχαρμος·
ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν.
Σιμωνίδης ἐν δευτέρῳ ἰάμβων
οἷόν τε χηνὸς ὤεον Μαιανδρίου.
διὰ τεσσάρων δ’ αὐτὰ προενήνεκται Ἀναξανδρίδης ὠάρια εἰπών. καὶ Ἔφιππος·
σταμνάριὰ τ’ οἴνου μικρὰ τοῦ Φοινικίνου,
ᾠάρια, τοιαῦθ’ ἕτερα πολλὰ παίγνια.
Ἄλεξις δὲ ἡμίτομά που ᾠῶν λέγει, ᾠὰ δὲ οὐ μόνον ἀνεμιαῖα ἐκάλουν, ἀλλὰ καὶ ὑπηνέμια. ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ’ ἡμῖν καλούμενα ὑπερῷα ᾠά,
φησὶ Κλέαρχος ἐν Ἐρωτικοῖς,
τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κροτωνιάτης ἔφη ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν ἐξ οὗ τὴν ʽ Ἑλένην γεννηθῆναι· τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ. Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι·
τούς τε λευκίππους κόρους
τέκνα Μολιόνας κτάνον,
ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους,
ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ
ἀργυρέῳ.
Ἔφιππος·
ἴτρια, τραγήματα . . ., πυραμοῦς, ἄμης,
ᾠῶν ἑκατόμβη· πάντα ταῦτ’ ἐχναύομεν.
ᾠῶν δὲ ῥοφητῶν μνημονεύει Νικόμαχος·
οὐσίδιον μοι καταλιπόντος τοῦ πατρός,
οὕτω συνεστρόγγυλα κἀξεκόκκισα
ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν.
χηνείων δ’ ᾠῶν Ἔριφος·
ᾠὰ λευκά γε
καὶ μεγάλα· β. χήνει’ ἐστίν, ὥς γ’ ἐμοὶ δοκεῖ·
οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.
Ἐπαίνετος δὲ καὶ ʽ Ἡρακλείδης ὁ Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι πρωτεύειν τὰ τῶν ταῶν μεθ’ ἃ εἶναι τὰ χηναλωπέκεια· τρίτα καταλέγοντες τὰ ὀρνίθεια.
πρόπομα. τούτου, φησί, περιενεχθέντος ὁ τῶν δείπνων ταμίας Οὐλπιανὸς ἔφη εἰ κεῖται παρά τινι τὸ πρόπομα οὕτω καλούμενον ὡς νῦν ἡμεῖς φαμεν. καὶ ζητούντων πάντων αὐτός,
ἔφη, ἐγὼ ἐρῶ,
Φύλαρχος ὁ Ἀθηναῖος ἢ Ναυκρατίτης ἐν οἷς ὁ λόγος ἐστὶν αὐτῷ περὶ Ζηλᾶ τοῦ Βιθυνῶν βασιλέως, ὃς ἐπὶ ξένια καλέσας τοὺς τῶν Γαλατῶν ἡγεμόνας ἐπιβουλεύσας αὐτοῖς καὶ αὐτὸς διεφθάρη, φησὶν οὕτως, εἰ μνήμης εὐτυχῶ· πρόπομά τι πρὸ τοῦ δείπνου περιεφέρετο, καθὼς εἰώθει τὸ πρῶτον.
καὶ ταῦτ’ εἰπὼν ὁ Οὐλπιανὸς ᾔτει πιεῖν ἐν ψυκτῆρι,
ἀρέσκειν ἑαυτὸν φάσκων διὰ τὸ ἑτοίμως ἀπεμνημονευκέναι. ἦν δὲ τῶν ἐν τοῖς προπόμασι, φησί, παρασκευαζομένων ἄλλα τε καὶ δὴ καὶ ταῦτα.
μαλάχαι. Ἡσίοδος·
οὐδ’ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ’ ὄνειαρ.
τοῦτο Ἀττικόν. ἐγὼ δέ
, φησίν, ἐν πολλοῖς ἀντιγράφοις εὗρον τοῦ Ἀντιφάνους
Μίνωος διὰ τοῦ ο γεγραμμένον
τρώγοντες μολόχης ῥίζαν.
καὶ Ἐπίχαρμος·
πραύτερος ἔγωγε μολόχας.
Φαινίας δ’ ἐν τοῖς Φυτικοῖς φησι· τῆς ἡμέρου μαλάχης ὁ σπερματικὸς τύπος καλεῖται πλακοῦς,
ἐμφερὴς ὢν αὐτῷ· τὸ μὲν γὰρ κτενῶδες ἀνάλογον καθάπερ ἡ τοῦ πλακοῦντος κρηπίς, κατὰ μέσον δὲ τοῦ πλακουντικοῦ ὄγκου τὸ κέντρον ὀμφαλικόν. καὶ περιληφθείσης τῆς κρηπῖδος ὅμοιον γίνεται τοῖς θαλαττίοις περιγεγραμμένοις ἐχίνοις.
ὁ δὲ Σίφνιος
Δίφιλος ἱστορεῖ ὡς ἡ μαλάχη ἐστὶν εὔχυλος, λεαντικὴ ἀρτηρίας, τὰς ἐπιπολαίους ἀποκρίνουσα δριμύτητας. ἐπιτήδειόν τε εἶναί φησιν αὐτὴν τοῖς τῶν νεφρῶν καὶ τῆς κύστεως ἐρεθισμοῖς
εὐέκκριτόν τε εἶναι μετρίως καὶ τρόφιμον, κρείττω δὲ τὴν ἀγρίαν τῆς κηπευομένης. Ἕρμιππος δ’ ὁ Καλλιμάχειος καὶ εἰς τὴν καλουμένην φησὶν
ἄλιμον προσέτι τε ἄδιψον ἐμβάλλεσθαι τὴν μαλάχην οὖσαν χρησιμωτάτην.
κολοκύνται. Εὐθύδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων σικύαν Ἰνδικὴν καλεῖ τὴν κολοκύντην διὰ τὸ κεκομίσθαι τὸ σπέρμα ἐκ τῆς Ἰνδικῆς. Μεγαλοπολῖται δὲ αὐτὴν σικυωνίαν ὀνομάζουσι. Θεόφραστος δὲ τῶν κολοκυντῶν φησιν οὐκ εἶναι ἐν μέρει ἰδέας, ἀλλ’ εἶναι τὰς μὲν βελτίους, τὰς δὲ
χείρους. Μηνόδωρος δ’ ὁ Ἐρασιστράτειος, Ἱκεσίου φίλος, τῶν κολοκυντῶν,
φησίν, ἡ μὲν Ἰνδική, ἡ καὶ αὐτὴ καὶ σικύα, ἡ δὲ κολοκύντη. καὶ ἡ μὲν Ἰνδικὴ κατὰ τὸ πλεῖστον ἕψεται, ἡ δὲ κολοκύντη καὶ ὀπτᾶται.
ἄχρι δὲ τοῦ νῦν λέγεσθαι παρὰ Κνιδίοις τὰς κολοκύντας Ἰνδικάς. Ἑλλησπόντιοι δὲ σικύας μὲν τὰς μακρὰς καλοῦσι, κολοκύντας
δὲ τὰς περιφερεῖς. Διοκλῆς δὲ κολοκύντας μὲν καλλίστας γίνεσθαι περὶ Μαγνησίαν, προσέτι τε γογγύλην ὑπερμεγέθη γλυκεῖαν καὶ εὐστόμαχον, ἐν Ἀντιοχείᾳ δὲ σικυόν, ἐν δὲ Σμύρνῃ καὶ Γαλατίᾳ θρίδακα, πήγανον δὲ ἐν Μύροις. Δίφιλος δέ φησιν ἡ δὲ κολοκύντη ὀλιγότροφός ἐστι καὶ εὔφθαρτος καὶ ὑγραντικὴ τῆς ἕξεως καὶ εὐέκκριτος, εὔχυλος. εὐστομαχωτέρα δ’ ἐστὶν ἡ δι’ ὕδατος καὶ ὄξους λαμβανομένη, εὐχυλοτέρα δὲ ἡ ἀρτυτή. λεπτυντικωτέρα δὲ ἐστὶν ἡ μετὰ νάπυος, εὐπεπτοτέρα δὲ καὶ εὐεκκριτωτέρα ἡ κάθεφθος.
Μνησίθεος δέ φησιν ὅσα εὐφυῶς διάκειται πρὸς τὴν τοῦ
πυρὸς κατεργασίαν, οἷον ὅ τε σικυὸς καὶ ἡ κολοκύντη καὶ μῆλα Κυδώνια καὶ στρουθία καὶ εἴ τι
τοιοῦτον, ταῦθ’ ὅταν προσενεχθῇ πυρωθέντα, δίδωσι τῷ σώματι τροφὴν οὐ πολλὴν μέν, ἄλυπον δὲ καὶ μᾶλλον ὑγράν. ἐστὶ δὲ καὶ ταῦτα τῆς κοιλίας ἐφεκτικὰ πάντα, δεῖ δὲ αὐτὰ λαμβάνειν ἑφθὰ μᾶλλον.
Ἀττικοὶ δὲ μόνως καλοῦσιν αὐτὴν κολοκύντην. Ἕρμιππος·
τὴν κεφαλὴν ὅσην ἔχει·
ὅσην κολοκύντην.
Φρύνιχος ὑποκοριστικῶς
ἢ μαζίου τι μικρὸν ἢ κολοκυντίου.
Ἐπίχαρμος·
ὑγιώτερόν θὴν ἐστι κολοκύντας πολύ,
Ἐπικράτης ὁ κωμῳδιοποιός·
τί Πλάτων
καὶ Σπεύσιππος καὶ Μενέδημος;
πρὸς τίσι νυνὶ διατρίβουσιν;
ποία φροντίς, ποῖος δὲ λόγος
διερευνᾶται παρὰ τούτοισιν;
τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς
ἥκεις, λέξον, πρὸς Γᾶς
β. ἀλλ’ οἶδα λέγειν περὶ τῶνδε σαφῶς·
Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην
μειρακίων
ἐν γυμνασίοις Ἀκαδημείας
ἤκουσα λόγων ἀφάτων, ἀτόπων,
περὶ γὰρ φύσεως ἀφοριζόμενοι
διεχώριζον ζῴων τε βίον
δένδρων τε φύσιν λαχάνων τε γένη.
κᾆτ’ ἐν τούτοις τὴν κολοκύντην
ἐξήταζον τίνος ἐστὶ γένους.
α. καὶ τί ποτ’ ἄρ’ ὡρίσαντο καί τίνος γένους
εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι.
β. πρώτιστα μὲν οὖν πάντες ἄναυδοι
τότ’ ἐπέστησαν καὶ κύψαντες
χρόνον οὐκ ὀλίγον διεφρόντιζον.
κᾆτ’ ἐξαίφνης, ἔτι κυπτόντων
καὶ ζητούντων τῶν μειρακίων,
λάχανόν τις ἔφη στρογγύλον εἶναι,
ποίαν δ’ ἄλλος, δένδρον δ’ ἕτερος,
ταῦτα δ’ ἀκούων ἰατρός τις
Σικελᾶς ἀπὸ γᾶς
κατέπαρδ’ αὐτῶν ὡς ληρούντων.
α. ἦ που δεινῶς ὠργίσθησαν χλευάζεσθαὶ τ᾽
ἐβόησαν;
τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαῦτα ποιεῖν ἀπρεπές
β. οὐδ’ ἐμέλησεν τοῖς μειρακίοις.
ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως,
οὐδὲν ὀρινθείς, ἐπέταξ’ αὐτοῖς
πάλιν ἐξ ἀρχῆς τὴν κολοκύντην
ἀφορίζεσθαι τίνος ἐστὶ γένους,
οἱ δὲ διῄρουν.
Ἄλεξις ὁ χαρίεις πρόπομα ὅλον παρατίθησι τοῖς διακρίνειν δυναμένοις·
ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ’ ἠβούλετο.
κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκ’ ἔχων,
ἐφ’ ἧς ἐπέκειτ’ οὐ τυρὸς οὐδ’ ἐλαῶν γένη
οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα
παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη
ὑπερηφάνως ὄζουσα τῶν ʽ
Ὡρῶν λοπάς,
τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον,
ἅπαντ’ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά,
ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος,
ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας.
ἐπεβάλομεν τὰς χεῖρας, ὁ μὲν ἐμοὶ λαλῶν
ἅμα καὶ διανεύων ἠσχολεῖθ’ ὁ πᾶς δ’ ἀγὼν
ἐπ’ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ’ ἕως
τὴν λοπάδ᾽
ὀρύττων ἀποδέδειχα κόσκινον.
μύκαι. Ἀριστίας·
μύκαισι δ’ ὠρέχθει τὸ λάινον πέδον.
Πολίοχος·
μεμαγμένην
μικρὰν μελαγχρῆ μᾶζαν ἠχυρωμένην
ἑκάτερος ἡμῶν εἶχε δὶς τῆς ἡμέρας
καὶ σῦκα βαιά· καὶ μύκης τις ἐνίοτ’ ἂν
ὠπτᾶτο καὶ κοχλίας γενομένου ψακαδίου
ἠγρεύετ’ ἂν καὶ λάχανα τῶν αὐτοχθόνων
θλαστὴ τ᾽· ἐλαία, καὶ πιεῖν οἰνάριον ἦν
ἀμφίβολον.
Ἀντιφάνης
τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένη
ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη,
καὶ βολβὸς εἷς τις καὶ παροψίδες τινές,
σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ’ ἃ δὴ
δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι’ ἀθλίοις.
τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ’ οὐκ ἔχων,
οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον,
οὐδ’ οἱ δοκοῦντες πυθαγορίζειν.
καὶ προελθών
τίς γὰρ οἶδ’ ἡμῶν τὸ μέλλον ὅ τι παθεῖν
πέπρωθ’ ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβὼν
ὄπτα μύκητας πρινίνους τουσδὶ δύο.
ὅτι Κηφισόδωρος ὁ Ἰσοκράτους μαθητὴς ἐν
τοῖς
κατὰ Ἀριστοτέλους (τέσσαρα δ’ ἐστὶ ταῦτα βιβλία ἐπιτιμᾷ τῷ φιλοσόφῳ ὡς οὐ ποιήσαντι λόγου ἄξιον τὸ παροιμίας ἀθροῖσαι, Ἀντιφάνους ὅλον ποιήσαντος δρᾶμα τὸ ἐπιγραφόμενον Παροιμίαι· ἐξ οὗ καὶ παρατίθεται τάδε·
ἐγὼ γὰρ εἰ τῶν ὑμετέρων φάγοιμί τι,
μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ
καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.
φύονται δὲ οἱ μύκητες γηγενεῖς καὶ εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι· οἱ γὰρ πολλοὶ ἀποπνίγουσιν. διὸ καὶ Ἐπίχαρμος παίζων ἔφη·
οἷον αἱ μύκαι γὰρ ἐξεσκληκότ’ ἀποπνιξεῖσθέ με.
Νίκανδρος δ’ ἐν Γεωργικοῖς καταλέγει καὶ τίνες αὐτῶν εἰσιν οἱ θανάσιμοι, λέγων
ἐχθρὰ δ’ ἐλαίης
ῥοιῆς τε πρίνου τε δρυὸς τ’ ἄπο πήματα κεῖται,
οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων.
φησὶ δὲ καὶ ὅτι
συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ
κακκρύψας ὑδάτεσσιν
ἀειναέεσσι νοτίζοις,
φύσονται πυθμέσσιν ἀκήριοι· ὧν σὺ μύκητα
θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο.
τὰ δ’ ἄλλα οὐκ ἦν ἀναγνῶναι.
καί τε μύκητας ἀμανίτας τότ’ ἐφεύσεις,
φησὶν ὁ αὐτὸς Νίκανδρος ἐν τῷ αὐτῷ. ἔφιππος·
ἵν’ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.
Ἐπαρχίδης
Εὐριπίδην φησὶ τὸν ποιητὴν ἐπιδημῆσαι
τῇ Ἰκάρῳ καὶ γυναικός τινος μετὰ τέκνων
κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα·
ὦ τὸν ἀγήρατον πόλον αἰθέρος, Ἥλιε, τέμνων, ,
ἆρ’ εἶδες τοιόνδ’ ὄμματι πρόσθε πάθος;
μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους
ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους.
Διοκλῆς ὁ Καρύστιος ἐν αʹ Ὑγιεινῶν φησιν ἄγρια ἑψήματα τεῦτλον, μαλάχη, λάπαθον, ἀκαλήφη, ἀνδράφαξυς, βολβοί, ὕδνα, μύκαι.
᾽
σία. Σπεύσιππος ἐν β’ Ὁμοίων φησὶ ἐν
ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. διὸ καὶ Πτολεμαῖος ὁ δεύτερος Εὐεργέτης
Αἰγύπτου βασιλεύσας παρ’ Ὁμήρῳ ἀξιοῖ γράφειν
ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου.
σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα.
Δίφιλός φησι τοὺς μύκητας εἶναι εὐστόμους,
κοιλίας διαχωρητικούς, θρεπτικούς, δυσπέπτους δὲ καὶ φυσώδεις. τοιούτους δὲ εἶναι τοὺς ἐκ Κέω τῆς νήσου. πολλοὶ μέντοι καὶ κτείνουσι. δοκοῦσι δὲ οἰκεῖοι εἶναι οἱ λεπτότατοι καὶ ἁπαλοὶ καὶ ᾽εὔθρυπτοι οἱ ἐπὶ πτελέαις καὶ πεύκαις γινόμενοι ἀνοίκειοι δὲ οἱ μέλανες καὶ πελιοὶ καὶ σκληροὶ καὶ οἱ μετὰ τὸ ἑψηθῆναι καὶ τεθῆναι πησσόμενοι, οἵτινες λαμβανόμενοι κτείνουσι. βοηθοῦνται δ’ ἀπὸ ὑδρομέλιτος πόσεως καὶ ὀξυμέλιτος, νίτρου καὶ
ὄξους, μετὰ τὴν πόσιν δὲ ἐμεῖν δεῖ. διόπερ καὶ δεῖ μάλιστα σκευάζειν αὐτοὺς μετὰ ὄξους καὶ
ὀξυμέλιτος ἢ μέλιτος ἢ ἁλῶν οὕτω γὰρ αὐτῶν τὸ πνιγῶδες ἀφαιρεῖται. Θεόφραστος δὲ ἐν τῷ περὶ φυτῶν ἱστορίας γράφει· ὑπόγεια δὲ τὰ τοιαῦτά ἐστι καὶ ἐπίγεια, καθάπερ οὓς καλοῦσί τινες πέζιας, ἅμα τοῖς μύκησι γινομένους, ἄριζοι γὰρ καὶ αὐτοὶ τυγχάνουσιν. ὁ δὲ μύκης ἔχει προσφύσεως δίκην τὸν καυλὸν εἰς μῆκος, καὶ
ἀποτείνουσιν ἀπ’ αὐτοῦ ῥίζαι.
φησὶ δὲ καὶ ὅτι
ἐν τῇ περὶ Ἡρακλέους στήλας θαλάσσῃ ὅταν ὕδατα πλείω γένηται, μύκητες φύονται πρὸς τῇ θαλάσσῃ, οὓς καὶ ἀπολιθοῦσθαι ὑπὸ τοῦ ἡλίου φησί. καὶ Φαινίας δὲ ἐν αʹ περὶ φυτῶν τὰ δὲ οὐδὲ φύει τὴν ἀνθήλην οὐδὲ τῆς σπερματικῆς ἴχνος κορυνήσεως οὐδὲ σπερματώσεως, οἷον μύκης, ὕδνον, πτέρις, ἕλιξ.
ὁ αὐτός φησι· πτέρις, ἣν ἔνιοι βλάχνον καλοῦσι.
Θεόφραστος ἐν Φυτικοῖς· λειόφλοια, καθάπερ ὕδνον, μύκης, πέζις, γεράνειον.
ὕδνα. γίνεται καὶ ταῦτα αὐτόματα ἀπὸ γῆς μάλιστα περὶ τοὺς ἀμμώδεις τόπους. λέγει δὲ περὶ αὐτῶν Θεόφραστος· τὸ ὕδνον ὃ καλοῦσί τινες γεράνειον καὶ εἴ τι ἄλλο ὑπόγειον.
καὶ πάλιν καὶ ἡ τῶν
ἐγγεοτόκων τούτων γένεσις ἅμα καὶ φύσις, οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ. δοκεῖ δ’ ἡδὺ σφόδρα τοῦτ’ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη,
καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γινόμενον οἰτόν. περὶ δὲ
τούτων ἴδιόν τι λέγεται· φασὶ γάρ, ὅταν ὕδατα μετοπωρινὰ καὶ βρονταὶ γίνωνται σκληραί, τότε γίνεσθαι, καὶ μᾶλλον ὅταν αἱ βρονταί, ὡς ταύτης αἰτιωτέρας οὔσης, οὐ διετίζειν δέ, ἀλλ’ ἐπέτειον εἶναι· τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχειν τοῦ ἦρος. οὐ μὴν ἀλλ’ ἔνιοί γε ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν. ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν τοῦτο δ’ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται, γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου
χώρα ὕπαμμος· καὶ γὰρ αἱ Τιάραι τοιαῦται. φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων.
Λυγκεὺς ὁ Σάμιός φησιν ἀκαλήφην ἡ θάλασσα ἀνίησιν, ἡ δὲ γῆ ὕδνα.
καὶ Μάτρων ὁ παρῳδὸς ἐν τῷ Δείπνῳ ·
ὄστρεὰ τ’ ἤνεικεν, Θέτιδος
Νηρηίδος ὕδνα.
Δίφιλος δὲ δύσπεπτά φησιν εἶναι τὰ ὕδνα, εὔχυλα δὲ καὶ παραλεαντικά, προσέτι δὲ διαχωρητικά, καὶ ἔνια αὐτῶν ὁμοίως τοῖς μύκαις πνιγώδη εἶναι.
Ἡγήσανδρος δ’ ὁ Δελφὸς ἐν Ἑλλησπόντῳ φησὶν οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους, ὑδνόφυλλον δέ φησι Πάμφιλος ἐν Γλώσσαις τὴν φυομένην τῶν ὕδνων ὕπερθε πόαν, ἀφ’ ἧς τὸ ὕδνον γινώσκεσθαι.
ἀκαλήφη. λέγεται παρὰ τοῖς Ἀττικοῖς οὕτως καὶ τὸ βοτανῶδες καὶ τὸ κνησμοῦ αἴτιον, Ἀριστοφάνης
Φοινίσσαις· πρῶτον πάντων ἴφυα φῦναι, εἶθ’ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.
ἀσπάραγοι. οὗτοι καὶ ἕλειοι καὶ ὄρειοι καλοῦνται.
ὧν οἱ κάλλιστοι οὐ σπείρονται, πάντων ὄντες τῶν ἐντὸς θεραπευτικοί, οἱ δὲ σπαρτοὶ καὶ σφόδρα ὑπερμεγέθεις γίνονται. ἐν Λιβύῃ δέ φασιν ἐν Γαιτουλίᾳ γίνεσθαι πάχος μὲν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα· ἐν δὲ τῇ ὀρεινῇ, καὶ παρωκεανίτιδι πάχος μὲν μεγάλων ναρθήκων, μῆκος δὲ περὶ τοὺς εἴκοσι πήχεις. Κρατῖνος δὲ διὰ τοῦ ἀσφάραγον ὀνομάζει. καὶ Θεόπομπος
κἄπειτ’ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.
Ἀμειψίας·
οὐ σχῖνος οὐδ᾽
ἀσφάραγος, οὐ δάφνης κλάδοι.
Δίφιλος δέ φησιν ὡς ὁ τῆς κράμβης ἀσφάραγος λεγόμενος ἰδίως ὄρμενος εὐστομαχώτερός ἐστι καὶ εὐεκκριτώτερος, ὄψεων δὲ βλαπτικός, ἐστὶ δὲ δριμὺς καὶ οὐρητικὸς καὶ ἀδικεῖ νεφροὺς καὶ κύστιν. Ἀττικοὶ δ’ εἰσὶν οἱ λέγοντες ὄρμενον τὸν ἀπὸ τῆς κράμβης ἐξηνθηκότα. Σοφοκλῆς
Ἰχνευταῖς·
κἀξορμενίζει κοὐκ ἔτι
σχολάζεται βλάστη.
παρὰ τὸ ἐξορούειν καὶ βλαστάνειν. Ἀντιφάνης δὲ διὰ τοῦ π φησὶν ἀσπάραγον
ἀσπάραγος ἠγλάιζεν, ὦχρος ἐξήνθηκέ τις.
Ἀριστοφῶν
κάππαριν, βληχώ, θύμον, ἀσπάραγον, πίτταν, ῥάμνον, σφακόν, πήγανον.
κοχλίας. Φιλύλλιος·
οὔκ εἰμι τέττιξ οὐδὲ κοχλίας, ὦ γύναι.
καὶ πάλιν
μαινίδες , σκόμβροι, κοχλίαι, κορακῖνοι.
Ἡσίοδος δὲ τὸν κοχλίαν φερέοικον καλεῖ. καὶ Ἀναξίλας δέ·
ἀπιστότερος τῶν κοχλιῶν πολλῷ πάνυ,
οἳ περιφέρουσ’ ὑπ’ ἀπιστίας τὰς οἰκίας. ᾽
Ἀχαιός ·
ἦ τοσούσδ’ Αἴτνη τρέφει
κοχλίας κεράστας;
προβάλλεται δὲ κἀν τοῖς συμποσίοις γρίφου τάξιν ἔχον περὶ τῶν κοχλιῶν οὕτως·
ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος.
Ἀριστοτέλης δὲ ἐν εʹ περὶ ζῴων μορίων φησὶν οἱ κοχλίαι φαίνονται κύοντες ἐν τῷ μετοπώρῳ καὶ τοῦ ἔαρος· μόνοι τε οὗτοι τῶν ὀστρακοδέρμων
συνδυαζόμενοι ὤφθησαν.
Θεόφραστος δὲ ἐν τῷ περὶ φωλευόντων οἱ κοχλίαι,
φησί, φωλεύουσι μὲν καὶ τοῦ χειμῶνος, μᾶλλον δὲ τοῦ θέρους, διὸ καὶ πλεῖστοι φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν. ἡ δὲ φωλεία τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων.
λέγονται δέ τινες τῶν κοχλιῶν καὶ σέσιλοι. Ἐπίχαρμος ·
τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι,
κόγχων δὲ τὸν σέσιλον. β. ἄπαγ’ ἐς τὸν φθόρον.
ἀπολλᾶς δὲ Λακεδαιμονίους φησὶ σέμελον τὸν κοχλίαν λέγειν. Ἀπολλόδωρος δὲ ἐν β’ ἐτυμολογιῶν τῶν κοχλιῶν φησί τινας καλεῖσθαι κωλυσιδείπνους.
βολβοί. τούτων Ἡρακλῆς ἐσθίειν παραιτεῖται ἐν Ἀμαλθείᾳ
Εὐβούλου λέγων
θερμότερον ἢ κραυρότερον ἢ
μέσως ἔχον,
τοῦτ’ ἔσθ’ ἑκάστῳ
μεῖζον ἢ Τροίαν ἑλεῖν.
κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ
οὐδ’ ἱεροσύλοις καὶ πικραῖς παροψίσι
βολβοῖς τ’ ἐμαυτὸν χορτάσων ἐλήλυθα.
ἃ δ’ εἲς τ’ ἐδωδὴν πρῶτα καὶ ῥώμης
ἀκμὴν
καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ’ ἐδαινύμην,
κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα,
ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος
ἁλίπαστα τρία.
Ἄλεξις ἐμφανίζων τὴν τῶν βολβῶν πρὸς τὰ ἀφροδίσια δύναμίν φησι·
πίννας, κάραβον,
βολβούς, κοχλίας, κήρυκας, ᾤ᾽, ἀκροκώλια,
τοσαῦτα· τούτων ἄν τις εὕρῃ φάρμακα
ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα
Ξέναρχος ἐν Βουκολίωνι·
φθίνει δόμος
ἀσυντάτοισι δεσποτῶν κεχρημένος
τύχαις, ἀλάστωρ τ’ εἰσπέπαικε Πελοπιδῶν.
ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς
Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις
ἑφθὸς βοηθῶν δυνατὸς ἐστ’ ἐπαρκέσαι·
μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς
φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων
πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
πίμπλησι λοπάδος στερροσώματον κύτος. ᾽
Ἀρχέστρατος ·
βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι
ταῖς τ’ ἄλλαις πάσῃσι παροψίσι.
Ἡρακλείδης ὁ Ταραντῖνος ἐν Συμποσίῳ
βολβὸς καὶ κοχλίας καὶ ᾠὸν καὶ τὰ ὅμοια δοκεῖ σπέρματος εἶναι ποιητικά, οὐ διὰ τὸ πολύτροφα εἶναι, ἀλλὰ διὰ τὸ ὁμοειδεῖς ἔχειν τὰς πρώτας φύσεις αὐτὰς
τὰς δυνάμεις τῷ σπέρματι.
Δίφιλος· οἱ βολβοὶ δύσπεπτοι μέν εἰσι, πολύτροφοι δὲ καὶ εὐστόμαχοι, ἔτι δὲ σμηκτικοὶ καὶ ἀμβλυντικοὶ ὄψεως, διεγερτικοὶ δ’ ἀφροδισίων.
ἡ δὲ παροιμία φησὶν
οὐδέν σ’ ὀνήσει βολβός, ἂν μὴ νεῦρ’ ἔχῃς.
διεγείρουσι δ’ ὄντως αὐτῶν πρὸς ἀφροδίσια οἱ βασιλικοὶ λεγόμενοι, οἳ καὶ κρείσσονες τῶν ἄλλων εἰσί· μεθ’ οὓς
οἱ πυρροί, οἱ δὲ λευκοὶ καὶ Λιβυκοὶ σκιλλώδεις· χείρονες δὲ πάντων οἱ Αἰγύπτιοι.
αἱ δὲ βολβῖναι καλούμεναι εὐχυλότεραι μέν εἰσι τῶν βολβῶν, οὐ μὴν οὕτως εὐστόμαχοι διὰ τὸ γλυκάζον ἔχειν τι· παχυντικαί τε ἱκανῶς εἰσι διὰ τὴν πολλὴν
σκληρότητα καὶ εὐέκκριτοι. μνημονεύει δὲ βολβίνης Μάτρων ἐν παρῳδίαις·
σόγκους δ’ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ’ ὀνομήνω,
μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις,
βολβίνας θ᾽, αἳ Ζῆνος
Ὀλυμπίου εἰσὶν ἀοιδή,
ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος,
λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας
τάων φυομένων ἠράσσατο πότνια γαστήρ,
ὅτι Νίκανδρος
Μεγαρῆας βολβοὺς
ἐπαινεῖ. Θεόφραστος δ’ ἐν ζ’ Φυτικῶν
ἐνιαχοῦ, φησίν, οὕτω γλυκεῖς εἰσιν οἱ βολβοὶ ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, ὥσπερ ἐν τῇ Ταυρικῇ
Χερρονήσῳ.
τὰ αὐτὰ ἱστορεῖ καὶ Φαινίας. ἔστι δὲ καὶ γένος, φησί, βολβῶν, Θεόφραστος, ἐριοφόρων, ὃ φύεται ἐν αἰγιαλοῖς. ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνὰ μέσον εἶναι τοῦ ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω. ὑφαίνεται δ’ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια, ὡς καὶ Φαινίας φησί,
τὸ δὲ ἐν Ἰνδοῖς τριχῶδές ἐστι.
περὶ δὲ τῆς τῶν βολβῶν σκευασίας Φιλήμων
φησί·
τὸν βολβόν, εἰ
βούλει, σκόπει
ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι,
σήσαμον, ἔλαιον, κρόμυον, ὄξος, σίλφιον.
αὐτὸς δ’ ἐφ’ αὑτοῦ ᾽ στιν πονηρὸς καὶ πικρός.
Ἡρακλείδης δ’ ὁ Ταραντῖνος τοῦ συμποσίου περιγράφων τοὺς βολβοὺς φησι·
περιγράφειν δεῖ τὴν πολλὴν βρῶσιν καὶ μάλιστα τῶν ἐχόντων ὅλκιμόν τι καὶ γλίσχρον, οἷον ᾠῶν, βολβῶν, ἀκροκωλίων,
κοχλιῶν καὶ τῶν ὁμοίων, ἐπιμένει γὰρ τῇ κοιλίᾳ πλείονας χρόνους καὶ ἐμπλεκόμενα παρακατέχει τὰ ὑγρά.
κίχλαι. καὶ τούτων ἦσαν καὶ ἄλλων ὀρνίθων ἀγέλαι ἐν τοῖς προπόμασι. Τηλεκλείδης·
ὀπταὶ δὲ κίχλαι μετ’ ἀμητίσκων εἰς τὸν φάρυγ᾽
εἰσεπέτοντο.
Συρακούσιοι δὲ τὰς κίχλας κιχήλας λέγουσιν. Ἐπίχαρμος ·
τὰς τ᾽
ἐλαιοφιλοφάγους κιχήλας.
μέμνηται τούτων καὶ Ἀριστοφάνης ἐν Νεφέλαις.
τρία δὲ γένη κιχλῶν Ἀριστοτέλης εἶναι ἱστορεῖ,
ὧν τὴν πρώτην καὶ μεγίστην κίσσῃ πάρισον εἶναι,
ἣν καὶ καλεῖσθαι ἰξοφάγον, ἐπειδὴ ἰξὸν ἐσθίει τὴν δὲ τῷ κοσσύφῳ ἴσην, ἣν ὀνομάζεσθαι τριχάδα· τὴν δὲ τρίτην ἐλαχίστην τῶν προειρημένων οὖσαν ἰλλάδα ὀνομάζεσθαι. οἱ δὲ τυλάδα λέγουσιν, ὡς Ἀλέξανδρος ἱστορεῖ ὁ Μύνδιος· ἣν καὶ συναγελαστικὴν εἶναι καὶ νεοττεύειν ὡς καὶ τὰς χελιδόνας. ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον, ἐπιγραφόμενον
δὲ Ἐπικιχλίδες, ἔτυχε ταύτης τῆς προσηγορίας διὰ τὸ τὸν Ὅμηρον ᾄδοντα αὐτὸ τοῖς παισὶ κίχλας δῶρον λαμβάνειν, ἱστορεῖ Μέναιχμος ἐν τῷ περὶ τεχνιτῶν.
συκαλίδες. Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ· ἅτερος τῶν αἰγιθαλῶν ὑφ’ ὧν μὲν ἔλαιον καλεῖται, ὑπὸ δέ τινων πυρρίας· συκαλὶς δ᾽, ὅταν ἀκμάζῃ τὰ σῦκα.
δύο δ’ εἶναι γένη αὐτοῦ συκαλίδα καὶ μελαγκόρυφον. Ἐπίχαρμος· ἀγλαὰς συκαλλίδας.
καὶ πάλιν
ἦν δ’ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
τέτρακές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες.
ἁλίσκονται δ’ αὗται τῷ τῶν σύκων καιρῷ, διὸ
βέλτιον ὀνομάζοιτ’ ἂν δι’ ἑνὸς λ· διὰ δὲ τὸ μέτρον Ἐπίχαρμος διὰ δυεῖν εἴρηκεν.
σπίνοι. Εὔβουλος·
Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται
ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον
ἕψειν τ’ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
πνίγειν τε παχέων ἀρνίων στηθύνια
τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια
πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
κόψιχοι. Νικόστρατος ἢ Φιλέταιρος·
τί οὖν ἀγοράσω; φράζε γάρ.
β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως· δασύποδα,
ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία
ὁπόσα σὺ βούλει καὶ κίχλας καὶ κοψίχους,
ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά·
χάριεν γάρ.
Ἀντιφάνης δὲ καὶ ψᾶρας ἐν τοῖς βρώμασι καταλέγει·
μέλι, πέρδικες,
φάτται, νῆτται, χῆνες, ψᾶρες,
κίττα, κολοιός, κόψιχος, ὄρτυξ,
ὄρνις θήλεια.
πάντων ἡμᾶς λόγον ἀπαιτεῖς καὶ οὐδ’ ὁτιοῦν ἔξεστιν εἰπεῖν ἀνυπεύθυνον.
ὅτι τὸ στρουθάριον παρ’ ἄλλοις τε καὶ δὴ καὶ παρ’ Εὐβούλῳ·
περδίκια
λαβὲ τέτταρ’ ἢ καὶ πέντε, δασύποδας δὲ τρεῖς,
στρουθάριὰ θ’ οἷον ἐντραγεῖν, ἀκανθίδας,
καὶ βιττάκους, σπινίδια, κερχνῇδας
τά τ’ ἄλλ’ ἅττ’ ἂν ἐπιτύχῃς.
ἐγκέφαλοι χοίρειοι. τούτων ἡμᾶς
ἐσθίειν οὐκ
εἴων οἱ φιλόσοφοι, φάσκοντες τοὺς αὐτῶν μεταλαμβάνοντας ἶσον καὶ κυάμων τρώγειν κεφαλῶν τε
οὐ τοκήων
μόνον, ἀλλὰ καὶ τῶν ἄλλων βεβήλων, οὐδένα γοῦν τῶν ἀρχαίων βεβρωκέναι διὰ τὸ τὰς αἰσθήσεις ἁπάσας σχεδὸν ἐν αὐτῷ εἶναι.
Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος οὐδ᾽
ὀνομάζειν τινὰ τῶν παλαιῶν φησιν ἐγκέφαλον καὶ Σοφοκλέα γοῦν ἐν Τραχινίαις ποιήσαντα τὸν Ἡρακλέα ῥιπτοῦντα τὸν Λίχαν ἐς θάλασσαν οὐκ ὀνομάσαι ἐγκέφαλον,
ἀλλὰ λευκὸν μυελόν, ἐκκλίνοντα τὸ μὴ ὀνομαζόμενον·
κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου
κρατὸς διασπαρέντος αἵματός θ’ ὁμοῦ,
καίτοι τἄλλα διαρρήδην
ὀνομάσαντα. καὶ Εὐριπίδης
δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφέντα φησί·
δύστηνε, κρατὸς ὥς σ’ ἔκειρεν ἀθλίως
τείχη πατρῷα, Λοξίου πυργώματα,
ὃν πόλλ’ ἐκήπευσ’ ἡ τεκοῦσα βόστρυχον
φιλήμασὶν τ’ ἔδωκεν· ἔνθεν ἐκγελᾷ
ὀστέων ῥαγέντων φόνος, ἵν᾽· αἰσχρὰ μὴ λέγω.
ἔχει δὲ ἐπίστασιν ἡ τῶν ποιημάτων τούτων ἐκδοχή. καὶ γὰρ Φιλοκλῆς τε ἐγκέφαλόν φησιν
οὐδ’ ἂν ἐγκέφαλον ἔσθων λίποι,
καὶ Ἀριστοφάνης·
ἀπολέσαιμ’ ἂν ἐγκεφάλου θρίω δύο,
καὶ ἄλλοι. λευκὸν οὖν ἂν εἴη μυελὸν εἰρηκὼς Σοφοκλῆς
ποιητικῶς, Εὐριπίδης δὲ τὸ τῆς προσόψεως
εἰδεχθὲς καὶ αἰσχρὸν οὐχ αἱρούμενος ἐναργῶς ἐμφανίσαι ἐδήλωσεν ὡς ἐβούλετο. ὅτι δ’ ἱερὸν ἐνόμιζον τὴν κεφαλὴν δῆλον ἐκ τοῦ καὶ κατ’ αὐτῆς ὀμνύειν καὶ τοὺς γινομένους ἀπ’ αὐτῆς πταρμοὺς προσκυνεῖν ὡς ἱερούς. ἀλλὰ μὴν καὶ τὰς συγκαταθέσεις βεβαιοῦμεν τῇ ταύτης ἐπινεύσει, ὡς καὶ ὁ Ὁμηρικὸς
Ζεύς φησιν
εἰ δ’ ἄγε τοι κεφαλῇ ἐπινεύσομαι.
ὅτι εἰς τὸ πρόπομα καὶ ταῦτα ἐνεβάλλοντο, πέπερι, φυλλίς, σμύρνα, κύπειρον, μύρον Αἰγύπτιον.
Ἀντιφάνης·
ἂν μὲν ἄρα πέπερι πριάμενός τις εἰσφέρῃ,
στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον.
πάλιν
νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου
ζητεῖν.
Εὔβουλος·
κόκκον λαβοῦσα κνίδιον ἢ τοῦ πεπέριδος
τρίψασ’ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν.
᾽
Ὠφελίων·
Λιβυκὸν πέπερι θυμίαμα καὶ βιβλίον
Πλάτωνος ἐμβρόντητον.
Νίκανδρος
Θηριακοῖς·
ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης,
πολλάκι δ’ ἢ πέπερι κόψας νέον ἢ
ἀπὸ Μήδων
κάρδαμον.
Θεόφραστος ἐν φυτῶν ἱστορίᾳ· τὸ πέπερι καρπὸς μέν ἐστι, διττὸν δὲ αὐτοῦ τὸ γένος· τὸ μὲν στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον ὑπέρυθρον, τὸ
δὲ πρόμηκες, μέλαν, σπερμάτια μηκωνικὰ ἔχον. ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου, θερμαντικὰ
δὲ ἄμφω· διὸ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτα.
ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει· ἡ δὲ τούτων ἀνάκτησις ὄξους ἐγχύσει καὶ πεπέριδος ἢ κνίδης καρπῷ τριφθείσης.
τοῦτο δ’ ἡμᾶς τηρῆσαι δεῖ ὅτι οὐδέτερον ὄνομα οὐδέν ἐστι παρὰ τοῖς Ἕλλησιν εἰς ι λῆγον, εἰ μὴ μόνον τὸ μέλι. τὸ γὰρ πέπερι καὶ κόμμι καὶ κοῖφι ξενικά.
ἔλαιον. Σαμιακοῦ ἐλαίου μνημονεύει Ἀντιφάνης ἢ Ἄλεξις·
οὑτοσὶ δέ σοι
τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ
ἐστιν μετρητής.
Καρικοῦ δὲ ᾽
Ὠφελίων·
ἐλαίῳ Καρικῷ
ἀλείφεται.
Ἀμύντας ἐν σταθμοῖς Περσικοῖς φησι· φέρει τὰ ὄρη τέρμινθον καὶ σχῖνον καὶ κάρυα τὰ Περσικά, ἀφ’ ὧν ποιοῦσι τῷ βασιλεῖ ἔλαιον πολύ.
Κτησίας δ’ ἐν Καρμανίᾳ φησὶ γίνεσθαι ἔλαιον ἀκάνθινον, ᾧ χρῆσθαι βασιλέα· ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων τούτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους, ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων.
ἀλλὰ μὴν οὐδὲ
Δίνων ἐν τῇ Περσικῇ πραγματείᾳ· ὃς γέ φησι καὶ ἅλας Ἀμμωνιακὸν ἀπ’ Αἰγύπτου ἀναπέμπεσθαι βασιλεῖ καὶ ὕδωρ ἐκ τοῦ Νείλου, ἐλαίου δὲ τοῦ ὠμοτριβοῦς καλουμένου μέμνηται
Θεόφραστος ἐν τῷ περὶ ὀδμῶν, φάσκων αὐτὸ γίνεσθαι ἐκ τῶν φαυλιῶν ἐλαιῶν καὶ ἐξ ἀμυγδάλων, τοῦ δὲ ἐν Θουρίοις γινομένου ἐλαίου ὡς διαφόρου μνημονεύει Ἄμφις·
ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακῆ..
γάρος. Κρατῖνος·
ὁ τάλαρος ὑμῶν διάπλεως ἔσται γάρου,
Φερεκράτης·
ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.
Σοφοκλῆς
Τριπτολέμῳ·
τοῦ ταριχηροῦ γάρου.
Πλάτων
ἐν σαπρῷ γάρῳ
βάπτοντες ἀποπνίξουσί με.
ὅτι δ’ ἀρσενικὸν ἐστι τοὔνομα Αἰσχύλος δηλοῖ εἰπών
καὶ τὸν ἰχθύων γάρον.
ὄξος. τοῦτο μόνον Ἀττικοὶ τῶν ἡδυσμάτων ἦδος καλοῦσι. κάλλιστον δ’ ὄξος εἶναί φησι Χρύσιππος ὁ φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον.Ἀριστοφάνης δὲ ἐν Πλούτῳ φησὶν
ὄξει διέμενος Σφηττίῳ.
Δίδυμος δ’ ἐξηγούμενος τὸ ἰαμβεῖόν φησιν ἴσως διότι οἱ Σφήττιοι ὀξεῖς.
μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου ·
ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.
καὶ Δίφιλος·
δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς,
ὄξους δὲ κοτύλην β. πάξ. α. τί πάξ;
β. ὀξὶς μέτρον
χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.
Φιλωνίδης·
τὰ καταχύσματα
αὐτοῖσιν ὄξος οὐκ ἔχει.
ὁ δὲ Ταραντῖνος ʽ Ἡρακλείδης ἐν τῷ Συμποσίῳ
φησί· τὸ ὄξος τινὰ τῶν ἐκτὸς συνιστάνει, παραπλησίως δὲ καὶ τὰ ἐν κοιλίᾳ, τὰ δ’ ἐν τῷ ὄγκῳ διαλύει, διὰ τὸ δηλονότι διαφόρους ἐν ἡμῖν μίγνυσθαι χυμούς.
ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελεικὸν ὄξος. Ἄλεξις
κοτύλας τέτταρας
ἀναγκάσας μεστὰς ἔμ’ αὐτίτου σπάσαι
ὄξους Δεκελεικοῦ δι’ ἀγορᾶς μέσης ἄγεις.
λεκτέον δὲ ὀξύγαρον διὰ τοῦ ῡ καὶ τὸ δεχόμενον
αὐτὸ ἀγγεῖον ὀξύβαφον· ἐπεὶ καὶ Λυσίας ἐν τῷ κατὰ Θεοπόμπου αἰκίας εἴρηκεν ἐγὼ δ’ ὀξύμελι πίνω.
οὕτως οὖν ἐροῦμεν καὶ ὀξυρόδινον.
ὅτι ἀρτύματα εὕρηται παρὰ Σοφοκλεῖ·
καὶ βορᾶς ἀρτύματα.
καὶ παρ’ Αἰσχύλῳ ·
διαβρέχεις τἀρτύματα.
καὶ Θεόπομπος δέ φησι· πολλοὶ μὲν
ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι καὶ θύλακοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν
βίον.
τὸ δὲ ῥῆμα κεῖται παρὰ Σοφοκλεῖ·
ἐγὼ μάγειρος ἀρτύσω σοφῶς.
Κρατῖνος·
γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι
καλῶς.
Εὔπολις·
ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ.
ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης·
ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου,
σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου,
βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης,
καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ.
ὅτι οἴδασιν οἱ παλαιοὶ τὸ Αἰθιοπικὸν καλούμενον
κύμινον.
ὅτι εἴρηται ἀρσενικῶς ὁ θύμος καὶ ὁ ὀρίγανος. Ἀναξανδρίδης ·
ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ
σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.
Ἴων
αὐτὰρ ὃ γ’ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει.
θηλυκῶς δὲ Πλάτων ἢ Κάνθαρος·
ἢ ᾽ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον.
οὐδετέρως δ’ Ἐπίχαρμος καὶ Ἀμειψίας. τὸν
δὲ θύμον ἀρσενικῶς Νίκανδρος ἐν Μελισσουργικοῖς.
ὅτι τοὺς πέπονας Κρατῖνος μὲν σικύους σπερματίας κέκληκεν ἐν Ὀδυσσεῦσιν·
ποῦ ποτ’ εἶδές μοι τὸν ἄνδρα, παῖδα Λαέρτα
φίλον;
β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον.
Πλάτων
Λαίῳ·
οὐχ ὁρᾷς ὅτι
ὁ μὲν Λέαγρος, Γλαύκωνας ὢν μεγάλου γένους,
ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται
σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων;
Ἀναξίλας·
τὰ δὲ σφύρ’ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.
Θεόπομπος·
μαλθακωτέρα
πέπονος σικυοῦ μοι γέγονε.
Φαινίας· βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον, κολοκύντη δὲ ὠμὴ μὲν
ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή.
Διοκλῆς δ’ ὁ Καρύστιος ἐν πρώτῳ Ὑγιεινῶν φησιν ἑψανὰ ἄγρια εἶναι θρίδακα ταύτης κρατίστην τὴν μέλαιναν,
κάρδαμον, κορίαννον, σίναπυ, κρόμμυον τούτου εἶδος ἀσκαλώνιον καὶ γήτειον, σκόροδον, φύσιγγες, σικυός, πέπων, μήκων, καὶ μετ’ ὀλίγα· ὁ πέπων δ’ ἐστὶν εὐκαρδιώτερος καὶ εὐπεπτότερος. ἑφθὸς δ’ ὁ σικυὸς ἁπαλὸς, ἄλυπος, οὐρητικός. ὁ δὲ πέπων ἑψηθεὶς ἐν μελικράτῳ διαχωρητικώτερος.
Σπεύσιππος δ’ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν καὶ ὁ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει.
Δίφιλος δέ φησιν ὁ πέπων εὐχυλότερός ἐστι καὶ ἐπικρατητικὸς κακοχυλότερος δέ, ὀλιγότροφος δὲ καὶ εὔφθαρτος καὶ εὐεκκριτώτερος.
θρίδαξ. ταύτην Ἀττικοὶ θριδακίνην καλοῦσιν. Ἐπίχαρμος·
θρίδακος ἀπολελεμμένας τὸν καυλόν,
θριδακινίδας δ’ εἴρηκε Στράττις·
πρασοκουρίδες, αἳ καταφύλλους
ἀνὰ κήπους πεντήκοντα ποδῶν
ἴχνεσι βαίνετ᾽, ἐφαπτόμεναι
ποδοῖν σατυριδίων
μακροκέρκων, χοροὺς
ἑλίσσουσαι παρ’ ὠκίμων
πέταλα καὶ θριδακινίδων
εὐόσμων τε σελίνων.
Θεόφραστος δέ φησι· τῆς θριδακίνης ἡ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δ’ αὐτῆς τρία, τὸ πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν. αὕτη δ’ ἔχει τὸ μὲν φύλλον σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστός ἐστιν ἐκ τοῦ καυλοῦ, τῶν δὲ πλατειῶν οὕτω τινὲς
γίνονται πλατύκαυλοι ὥστ’ ἐνίους καὶ θύραις χρῆσθαι κηπουρικαῖς.
τῶν δὲ καυλῶν φησι κολουσθέντων ἡδίους τοὺς παλιμβλαστεῖς εἶναι.
Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν
β’ Γλωσσῶν βρένθιν λέγεσθαί φησι παρὰ Κυπρίοις θρίδακα, οὗ ὁ Ἄδωνις καταφυγὼν ὑπὸ τοῦ κάπρου διεφθάρη. Ἄμφις τε ἐν Ἰαλέμῳ φησὶν
ἐν ταῖς θριδακίναις ταῖς κάκιστ’ ἀπολουμέναις,
ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ’ ἐτῶν,
ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,
στρέφοιθ’ ὅλην τὴν νύκτ’ ἂν οὐδὲ ἓν πλέον
ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας
τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην,
καὶ Καλλίμαχος δέ φησιν ὅτι ἡ Ἀφροδίτη τὸν Ἄδωνιν ἐν θριδακίνῃ κρύψειεν, ἀλληγορούντων τῶν ποιητῶν
ὅτι ἀσθενεῖς εἰσι πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θρίδαξι. καὶ Εὔβουλος δ’ ἐν Ἀστύτοις φησί·
μὴ παρατίθει σύ μοι θριδακίνας, ὦ γύναι,
ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ.
ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ
τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις·
ὥστ’ ἐστὶ νεκύων βρῶμα,
Κρατῖνος δέ φησι Φάωνος ἐρασθεῖσαν τὴν Ἀφροδίτην ἐν καλαῖς θριδακίναις
αὐτὸν ἀποκρύψαι, Μαρσύας δ’ ὁ νεώτερος ἐν χλόῃ κριθῶν. Ἱππώνακτα δὲ τετρακίνην τὴν θρίδακα καλεῖν Πάμφιλος ἐν Γλώσσαις φησί, Κλείταρχος δὲ Φρύγας
οὕτω καλεῖν. λύκος δ’ ὁ Πυθαγόρειος τὴν ἐκ γενέσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν
ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα· διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια· ἐστὶ δὲ κρατίστη ἐσθίεσθαι.
Δίφιλος δέ φησιν ὡς ὁ τῆς θρίδακος καυλὸς πολύτροφὸς ἐστι καὶ δυσέκκριτος μᾶλλον τῶν φύλλων ταῦτα δὲ πνευματικώτερὰ ἐστι καὶ τροφιμώτερα καὶ εὐεκκριτώτερα. κοινῶς μέντοι ἡ θρίδαξ εὐστόμαχος, ψυκτική, εὐκοίλιος, ὑπνωτική,
εὔχυλος, ἐφεκτικὴ τῆς πρὸς τὰ ἀφροδίσια ὁρμῆς, ἡ δὲ τρυφερωτέρα θρίδαξ εὐστομαχωτέρα καὶ μᾶλλον ὕπνον ποιοῦσα, ἡ δὲ σκληροτέρα καὶ ψαθυρὰ ἧττόν ἐστι καὶ εὐστόμαχος καὶ εὐκοίλιος,
ὕπνον τε ποιεῖ, ἡ δὲ μέλαινα θρίδαξ ψύχει μᾶλλον εὐκοίλιός τέ ἐστι, , καὶ αἱ μὲν θερινοὶ εὐχυλότεραι καὶ τροφιμώτεραι, αἱ δὲ φθινοπωρινοὶ
ἄτροφοι καὶ ἀχυλότεραι. ὁ δὲ καυλὸς τῆς θρίδακος ἄδιψος εἶναι δοκεῖ. θρίδαξ δ’ ἑψομένη ὁμοίως τῷ ἀπὸ κράμβης ἀσπαράγῳ ἐν λοπάδι, ὡς Γλαυκίας ἱστορεῖ,
κρείττων τῶν ἄλλων ἑψητῶν λαχάνων. ἐν ἄλλοις δὲ Θεόφραστος ἐπίσπορά φησι καλεῖσθαι τευτλίον, θριδακίνην, εὔζωμον, νᾶπυ, λάπαθον, κορίαννον, ἄνηθον, κάρδαμον. Δίφιλος δὲ κοινῶς φησιν εἶναι πάντα τὰ λάχανα ἄτροφα καὶ λεπτυντικὰ καὶ κακόχυλα ἔτι τε ἐπιπολαστικὰ καὶ δυσοικονόμητα. θερινῶν δὲ λαχάνων Ἐπίχαρμος μέμνηται.
κινάρα. ταύτην Σοφοκλῆς ἐν Κολχίσι κυνάραν καλεῖ, ἐν δὲ Φοίνικι ·
κύναρος ἄκανθα πάντα πληθύει γύην.
Ἑκαταῖος δ’ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει, εἰ γνήσιον τοῦ συγγραφέως τὸ βιβλίον Καλλίμαχος
γὰρ Νησιώτου αὐτὸ ἀναγράφει· ὅστις οὖν ἐστιν ὁ ποιήσας, λέγει οὕτως· περὶ τὴν Ὑρκανίην θάλασσαν καλεομένην οὔρεα ὑψηλὰ καὶ δασέα ὕλῃσιν, ἐπὶ δὲ τοῖσιν οὔρεσιν ἄκανθα κυνάρα.
καὶ ἑξῆς·
Πάρθων πρὸς ἥλιον ἀνίσχοντα Χοράσμιοι οἰκοῦσι γῆν, ἔχοντες καὶ πεδία καὶ οὔρεα· ἐν δὲ τοῖσιν οὔρεσι δένδρεα ἔνι ἄγρια, ἄκανθα κυνάρα, ἰτέα, μυρίκη.
καὶ περὶ τὸν Ἰνδὸν δέ φησι ποταμὸν γίνεσθαι τὴν κυνάραν. καὶ Σκύλαξ δὲ ἢ Πολέμων γράφει· εἶναι δὲ τὴν γῆν ὑδρηλὴν
κρήνῃσι καὶ ὀχετοῖσιν, ἐν δὲ τοῖς οὔρεσι πέφυκε κυνάρα καὶ βοτάνη ἄλλη.
καὶ ἐν τοῖς ἑξῆς· ἐντεῦθεν δὲ ὄρος παρέτεινε τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ καὶ ἔνθεν καὶ ἔνθεν ὑψηλόν τε καὶ δασὺ ἀγρίῃ ὕλῃ καὶ ἀκάνθῃ κυνάρᾳ.
Δίδυμος δ’ ὁ γραμματικὸς ἐξηγούμενος παρὰ τῷ Σοφοκλεῖ τὸ κύναρος ἄκανθα μήποτε, φησί, τὴν κυνόσβατον λέγει διὰ τὸ ἀκανθῶδες καὶ τραχὺ εἶναι τὸ φυτόν. καὶ γάρ ἡ Πυθία ξυλίνην κύνα αὐτὸ εἶπεν, καὶ ὁ
Λοκρὸς χρησμὸν λαβὼν ἐκεῖ πόλιν οἰκίζειν ὅπου ἂν ὑπὸ ξυλίνης κυνὸς δηχθῇ, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισε τὴν πόλιν,
ἐστὶ δὲ ὁ κυνόσβατος μεταξὺ θάμνου καὶ δένδρου,
ὥς φησι Θεόφραστος, καὶ τὸν καρπὸν ἔχει ἐρυθρόν, παραπλήσιον τῇ ῥοιᾷ, ἔχει δὲ καὶ τὸ φύλλον ἀγνῶδες,
Φαινίας δ’ ἐν εʹ περὶ φυτῶν κάκτον
Σικελικήν τινα καλεῖ, ἀκανθῶδες φυτόν, ὡς καὶ Θεόφραστος ἐν ἕκτῳ περὶ φυτῶν ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δ’ οὐκ ἔστι.
ἀφίησι δ’ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους· τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες· καυλοὺς δὲ τοὺς καλουμένους κάκτους, ἐδώδιμοι δ’ εἰσὶ περιλεπόμενοι καὶ μικρὸν ὑπόπικροι, καὶ ἀποθησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ. ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα, καὶ τοῦτον ἐδώδιμον. τὸ δὲ περικάρπιον ἀφαιρεθέντων τῶν παππωδῶν ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ,
ἐδώδιμον καὶ τοῦτο· καλοῦσι δ’ αὐτὸ ἀσκάληρον.
τίς δὲ τούτοις οὐχὶ πειθόμενος θαρρῶν ἂν εἴποι τὴν κάκτον εἶναι ταύτην τὴν ὑπὸ Ῥωμαίων μὲν καλουμένην κάρδον, οὐ μακράν, ὄντων τῆς Σικελίας,
περιφανῶς δ’ ὑπὸ τῶν Ἑλλήνων κινάραν ὀνομαζομένην; ἀλλαγῇ] γὰρ δύο γραμμάτων κάρδος καὶ κάκτος ταὐτὸν ἂν εἴη. σαφῶς δ’ ἡμᾶς διδάσκει καὶ Ἐπίχαρμος μετὰ τῶν ἐδωδίμων λαχάνων καὶ τὴν κάκτον καταλέγων οὕτως μήκων
μάραθα τραχέες τε κάκτοι τοῖς ἄλλοις μὲν φαγεῖν
ἐντὶ λαχάνοις
εἶτα προιών
αἲ κά τις ἐκτρίψας καλῶς
παρατιθῇ νιν, ἁδὺς ἐστ’ αὐτὸς δ’ ἐφ’ αὑτοῦ χαιρέτω,
καὶ πάλιν
θρίδακας, ἐλάταν, σχῖνον, .., ῥαφανίδας, κάκτους
καὶ πάλιν
ὁ δέ τις ἀγρόθεν ἔοικε μάραθα καὶ κάκτους φέρειν,
ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδ᾽, ἀτράκτυλον,
πτέριν, κάκτον, ὀνόπορδον.
καὶ Φιλίτας ὁ Κῷος·
γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα,
ὀξείης κάκτου τύμμα φυλαξαμένη.
ἀλλὰ μὴν καὶ κινάραν ὠνόμασε παραπλησίως ἡμῖν Σώπατρος ὁ Πάφιος γεγονὼς τοῖς χρόνοις
κατ’ Ἀλέξανδρον τὸν Φιλίππου, ἐπιβιοὺς δὲ καὶ
ἕως τοῦ δευτέρου τῆς Αἰγύπτου βασιλέως, ὡς αὐτὸς ἐμφανίζει ἔν τινι τῶν συγγραμμάτων αὑτοῦ. Πτολεμαῖος δ’ ὁ Εὐεργέτης βασιλεὺς Αἰγύπτου, εἷς ὢν τῶν Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, ἐν δευτέρῳ ὑπομνημάτων γράφει οὕτως· περὶ Βερενίκην τῆς Λιβύης
Λήθων ποτάμιον, ἐν ᾧ γίνεται ἰχθὺς λάβραξ καὶ χρύσοφρυς καὶ ἐγχέλεων πλῆθος καὶ τῶν καλουμένων βασιλικῶν,
αἳ τῶν τε ἐκ Μακεδονίας καὶ τῆς Κωπαίδος λίμνης τὸ μέγεθός εἰσιν ἡμιόλιαι, πᾶν τε τὸ ῥεῖθρον αὐτοῦ ἰχθύων ποικίλων ἐστὶ πλῆρες. πολλῆς δ’ ἐν τοῖς τόποις κινάρας φυομένης οἵ τε συνακολουθοῦντες ἡμῖν στρατιῶται πάντες δρεπόμενοι σίτῳ ἐχρῶντο καὶ ἡμῖν προσέφερον, ψιλοῦντες τῶν ἀκανθῶν.
οἶδα δὲ καὶ Κίναρον καλουμένην νῆσον, ἧς μνημονεύει Σῆμος.
ἐγκέφαλος φοίνικος φοίνικος. Θεόφραστος περὶ φοίνικος τοῦ φυτοῦ εἰπὼν ἐπιφέρει· ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις· ἡ δ’ ἀπ’ αὐτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος.
καὶ
Ξενοφῶν ἐν δευτέρῳ Ἀναβάσεως γράφει τάδε· ἐνταῦθα καὶ τὸν ἐγκέφαλον τοῦ φοίνικος πρῶτον ἔφαγον οἱ στρατιῶται· καὶ οἱ πολλοὶ ἐθαύμαζον τό τε εἶδος καὶ τὴν ἰδιότητα τῆς ἡδονῆς· ἦν δὲ σφόδρα καὶ τοῦτο κεφαλαλγές. ὁ δὲ φοῖνιξ, ὅταν ἐξαιρεθῇ ὁ ἐγκέφαλος, ὅλος ἐξαυαίνεται.
Νίκανδρος
Γεωργικοῖς·
σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντες
ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα.
Δίφιλος δ’ ὁ Σίφνιος ἱστορεῖ· οἱ τῶν φοινίκων
ἐγκέφαλοι πλήσμιοι καὶ πολύτροφοι, ἔτι δὲ βαρεῖς καὶ δυσοικονόμητοι διψώδεις τε καὶ στατικοὶ κοιλίας.
ἡμεῖς δέ, φησὶν οὗτος, ἑταῖρε Τιμόκρατες, δόξομεν ἐγκέφαλον ἔχειν μέχρι τοῦ τέλους, εἰ καταπαύσομεν ἐνταῦθα καὶ τήνδε τὴν συναγωγήν.
—
᾽ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν
οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ,
καὶ παραινέσας πέπαικεν, εἶτα μήτηρ δευτέρα,
εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,
τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον
ὁ δ’ ἐπινεύει πᾶσι τούτοις,
φησὶ Μένανδρος, πάλιν
τῆς σκιᾶς τὴν πορφύραν
πρῶτον ἐνυφαίνουσ᾽, εἶτα μετὰ τὴν πορφύραν
τοῦτ’ ἐστίν, οὔτε λευκὸν οὔτε πορφύρα,
ἀλλ’ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.
Ἀντιφάνης·
τί φής; ἐνθάδ’ οἴσεις τι καταφαγεῖν
ἐπὶ τὴν θύραν; εἶθ’ ὥσπερ οἱ πτωχοὶ χαμαὶ
ἐνθάδ’ ἔδομαι καί τις ὄψεται.
ὁ αὐτός·
εὐτρέπιζε δὴ
ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον,
χύτραν, θυίαν, κάκκαβον, ζωμήρυσιν.
ὅτι Καλλίμαχος ὁ
γραμματικὸς τὸ μέγα βιβλίον ἴσον ἔλεγεν εἶναι τῷ μεγάλῳ κακῷ.
κιβώρια. Νίκανδρος ἐν Γεωργικοῖς·
σπείρειας κυάμων Αἰγύπτιον, ὄφρα θερείης
ἀνθέων μὲν στεφάνους ἀνύσῃς, τὰ δὲ πεπτηῶτα
ἀκμαίου καρποῖο κιβώρια δαινυμένοισιν
εἰς χέρας ἠιθέοισι πάλαι ποθέουσιν ὀρέξῃς.
ῥίζας δὲ ἐν θοίνῃσιν ἀφεψήσας προτίθημι.
ῥίζας δὲ λέγει Νίκανδρος τὰ ὑπ’ Ἀλεξανδρέων κολοκάσια καλούμενα· ὡς ὁ αὐτός·
κυάμου λέψας κολοκάσιον ἐντμήξας τε.
ἐστὶ δ’ ἐν Σικυῶνι
Κολοκασίας
Ἀθηνᾶς ἱερόν.
ἐστὶ δὲ καὶ κιβώριον εἶδος ποτηρίου.
Θεόφραστος δ’ ἐν τῷ περὶ φυτῶν οὕτω γράφει·
ὁ κύαμος ἐν Αἰγύπτῳ φύεται μὲν ἐν ἕλεσι καὶ λίμναις. καυλὸς δ’ αὐτοῦ μῆκος μὲν ὁ μακρότατος εἰς δ πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος καλάμῳ μαλακῷ ἀγονάτῳ· διαφύσεις δ’ ἔνδοθεν ἔχει δι’ ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις. ἐπὶ τούτῳ δ’ ἡ κωδύα καὶ τὸ ἄνθος διπλάσιον ἢ μήκωνος· χρῶμα δ’ ὅμοιον ῥόδῳ κατακορές. παραφύεται
δὲ φύλλα μεγάλα· ἡ δὲ ῥίζα παχυτέρα καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίας ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ’ αὐτὴν καὶ ἑφθὴν καὶ ὠμὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἕλη τούτῳ σίτῳ χρῶνται. γίνεται δὲ καὶ ἐν Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλ’ οὐκ ἐκπέττουσιν αἱ χῶραι· καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει, καὶ
αὕτη πέττεται καὶ τελεοκαρπεῖ.
Δίφιλος δὲ ὁ Σίφνιός φησιν ἡ τοῦ κυάμου τοῦ Αἰγυπτίου ῥίζα, ἥτις λέγεται κολοκάσιον, εὔστομὸς τέ ἐστι καὶ τρόφιμος, δυσέκκριτος δὲ διὰ τὸ παραστύφειν κρεῖττον δ’ ἐστὶ τὸ ἥκιστα ἐριῶδες. οἱ δὲ γινόμενοι, φησί, κύαμοι ἐκ τῶν κιβωρίων χλωροὶ μέν εἰσι δύσπεπτοι, ὀλιγότροφοι, διαχωρητικοί, πνευματικώτατοι, ξηρανθέντες δὲ ἧττον πνευματοῦσι.
γίνεται δὲ ὄντως ἐκ τῶν κιβωρίων καὶ ἄνθος στεφανωτικόν. καλοῦσι δ’ Αἰγύπτιοι μὲν αὐτὸ λωτόν, Ναυκρατῖται δὲ οἱ ἐμοί, λέγει οὗτος ὁ Ἀθήναιος, μελίλωτον ἀφ’ οὗ καὶ μελιλώτινοι
στέφανοι πάνυ εὐώδεις καὶ καύσωνος ὥρᾳ ψυκτικώτατοι.
Φύλαρχος δέ φησιν οὐδέποτε πρότερον ἐν οὐδενὶ τόπῳ κυάμων Αἰγυπτίων οὔτε σπαρέντων οὔτε εἰ σπείρειέ τις τικτομένων εἰ μὴ κατὰ Αἴγυπτον, ἐπὶ τοῦ βασιλέως Ἀλεξάνδρου τοῦ Πύρρου παρὰ τὸν Θύαμιν ποταμὸν τῆς ἐν Ἠπείρῳ
Θεσπρωτίας ἐν ἕλει τινὶ συνέβη φυῆναι. δύο μὲν οὖν ἤνεγκέ πως ἔτη καρπὸν ἐκτενῶς καὶ ηὔξησε· τοῦ δ’ Ἀλεξάνδρου φυλακὴν ἐπιστήσαντος καὶ κωλύοντος
οὐχ ὅτι λαμβάνειν τὸν βουλόμενον, ἀλλὰ μηδὲ προσέρχεσθαι πρὸς τὸν τόπον, ἀνεξηράνθη τὸ ἕλος καὶ τὸ λοιπὸν οὐχ ὅτι τὸν προειρημένον ἤνεγκε
καρπόν, ἀλλ’ οὐδὲ ὕδωρ εἴ ποτε ἔσχε φαίνεται. τὸ παραπλήσιον ἐγένετο καὶ ἐν Αἰδηψῷ. χωρὶς γὰρ τῶν ἄλλων ὑδάτων ναμάτιόν τι ἐφάνη ψυχρὸν ὕδωρ προιέμενον οὐ πόρρω τῆς θαλάσσης, τούτου πίνοντες οἱ ἀρρωστοῦντες τὰ μέγιστα ὠφελοῦντο διὸ πολλοὶ παρεγίνοντο καὶ μακρόθεν τῷ ὕδατι χρησόμενοι. οἱ οὖν τοῦ βασιλέως Ἀντιγόνου
στρατηγοὶ βουλόμενοι οἰκονομικώτεροι εἶναι διάφορόν τι ἔταξαν διδόναι τοῖς πίνουσι, καὶ ἐκ τούτου ἀπεξηράνθη τὸ νᾶμα. καὶ ἐν Τρῳάδι δὲ ἐξουσίαν εἶχον οἱ βουλόμενοι τὸν πρὸ τοῦ χρόνον τὸν Τραγασαῖον ἅλα λαμβάνειν. Λυσιμάχου δὲ τέλος ἐπιβαλόντος ἠφανίσθη. θαυμάσαντος δὲ καὶ ἀφέντος τὸν τόπον ἀτελῆ πάλιν ηὐξήθη.
σίκυος. παροιμία·
σικυὸν τρώγουσα, γύναι, τὴν χλαῖναν ὕφαινε.
Μάτρων ἐν παρῳδίαις·
καὶ σικυὸν εἶδον, γαίης ἐρικυδέος υἱόν,
κείμενον ἐν λαχάνοις· ὁ δ’ ἐπ’ ἐννέα κεῖτο τραπέζας.
καὶ Λάχης·
ὡς δ’ ὅτ’ ἀέξηται σικυὸς δροσερῷ ἐνὶ χώρῳ.
Ἀττικοὶ μὲν οὖν ἀεὶ τρισυλλάβως, Ἀλκαῖος δὲ δάκῃ, φησί, τῶν σικύων
ἀπὸ εὐθείας τῆς σίκυς, ὡς στάχυς στάχυος.
γ
στελεόν, ῥαφανίδας , σικυοὺς τέτταρας. σικύδιον δ’ ὑποκοριστικῶς εἴρηκε Φρύνιχος ἐν Μονοτρόπῳ·
κἀντραγεῖν σικύδιον.
Θεόφραστος δέ φησι σικυῶν τρία εἶναι γένη, Λακωνικόν, Σκυταλίαν, Βοιώτιον. καὶ τούτων τὸν μὲν Λακωνικὸν ὑδρευόμενον βελτίω γίνεσθαι, τοὺς δ’ ἄλλους ἀνύδρους. γίνονται δέ, φησί, καὶ εὐχυλότεροι οἱ σικυοί, ἐὰν τὸ σπέρμα ἐν γάλακτι βραχὲν σπαρῇ ἢ ἐν μελικράτῳ.
ἱστορεῖ δὲ ταῦτα
ἐν φυτικοῖς αἰτίοις· θᾶττον αὔξεσθαι, κἂν ἐν ὕδατι κἂν ἐν γάλακτι πρότερον ἢ εἰς τὴν γῆν κατατεθῆναι βραχῇ. Εὐθύδημος δ’ ἐν τῷ περὶ λαχάνων εἶδος σικυῶν εἶναι τοὺς προσαγορευομένους δρακοντίας. ὠνομάσθαι δὲ σικυούς φησι Δημήτριος ὁ Ἰξίων ἐν πρώτῃ Ἐτυμολογουμένων ἀπὸ τοῦ σεύεσθαι καὶ κίειν ὁρμητικὸν γὰρ ὑπάρχειν. Ἡρακλείδης δ’ ὁ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ἡδύγαιον καλεῖ τὸν σικυόν. Διοκλῆς δ’ ὁ Καρύστιος τὸν σικυόν φησι μετὰ σίων ἐν πρώτοις λαμβανόμενον ἐνοχλεῖν φέρεσθαι γὰρ ἄνω καθάπερ τὴν ῥάφανον τελευταῖον δὲ λαμβανόμενον ἀλυπότερον εἶναι καὶ εὐπεπτότερον ἑφθὸν δὲ καὶ
διουρητικὸν μετρίως ὑπάρχειν. Δίφιλος δέ φησιν ὁ σικυὸς ψυκτικὸς ὑπάρχων δυσοικονόμητός ἐστι καὶ δυσυποβίβαστος, ἔτι δὲ φρικοποιὸς καὶ γεννητικὸς χολῆς ἀφροδισίων τε ἐφεκτικός.
αὔξονται δ’ ἐν τοῖς κήποις οἱ σικυοὶ κατὰ τὰς πανσελήνους καὶ φανερὰν ἴσχουσι τὴν ἐπίδοσιν, καθάπερ καὶ οἱ θαλάττιοι ἐχῖνοι.
σῦκα. ἡ συκῆ,
φησὶν ὁ Μάγνος· οὐδενὶ γὰρ τῶν περὶ σύκων λόγων παραχωρήσαιμι ἄν, κἂν
ἀπὸ κράδης ἀποκρέμασθαι δέῃ· φιλόσυκος γάρ εἰμι δαιμονίως· λέξω τά μοι προσπίπτοντα—ἡ συκῆ, ἄνδρες φίλοι, ἡγεμὼν τοῦ καθαρείου βίου
τοῖς ἀνθρώποις ἐγένετο. δῆλον δὲ τοῦτο ἐκ τοῦ καλεῖν τοὺς Ἀθηναίους ἱερὰν μὲν συκῆν τὸν τόπον ἐν ᾧ πρῶτον εὑρέθη, τὸν δ’ ἀπ’ αὐτῆς καρπὸν ἡγητηρίαν διὰ τὸ πρῶτον εὑρεθῆναι τῆς ἡμέρου τροφῆς, τῶν δὲ σύκων ἐστὶ γένη πλείονα. Ἀττικὸν μέν, οὗ μνημονεύει Ἀντιφάνης ἐν Ὁμωνύμοις· ἐπαινῶν δὲ τὴν χώραν τὴν Ἀττικὴν τάδε λέγει·
οἷα δ’ ἡ χώρα φέρει
διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. β. σῦκα μέν, νὴ τὸν Δία,
πάνυ φέρει.
Ἴστρος δ’ ἐν τοῖς Ἀττικοῖς οὐδ’ ἐξάγεσθαί φησι τῆς Ἀττικῆς τὰς ἀπ’ αὐτῶν γινομένας ἰσχάδας, ἵνα μόνοι ἀπολαύοιεν οἱ κατοικοῦντες· καὶ ἐπεὶ πολλοὶ ἐνεφανίζοντο διακλέπτοντες, οἱ τούτους μηνύοντες τοῖς δικασταῖς ἐκλήθησαν τότε πρῶτον συκοφάνται. Ἄλεξις δ’ ἐν Ποιητῇ φησιν
ὁ συκοφάντης οὐ δικαίως τοὔνομα
ἐν τοῖσι μοχθηροῖσίν ἐστι κείμενον.
ἔδει γὰρ ὅστις χρηστὸς ἦν ἡδύς τ’ ἀνήρ,
τὰ σῦκα προστεθέντα δηλοῦν τὸν τρόπον
νυνὶ δὲ πρὸς μοχθηρὸν ἡδὺ προστεθὲν
ἀπορεῖν πεποίηκε διὰ τί τοῦθ’ οὕτως ἔχει.
Φιλόμνηστος δ’ ἐν τῷ περὶ τῶν ἐν Ῥόδῳ
Σμινθείων φησίν ἐπεὶ καὶ ὁ συκοφάντης ἐντεῦθεν προσηγορεύθη, διὰ τὸ εἶναι τότε τὰ ἐπιζήμια καὶ
τὰς εἰσφορὰς σῦκα καὶ οἶνον καὶ ἔλαιον, ἀφ’ ὧν τὰ κοινὰ διῴκουν, καὶ τοὺς ταῦτα εἰσπράττοντας καὶ φαίνοντας ἐκάλουν, ὡς ἔοικε, συκοφάντας, αἱρούμενοι τοὺς ἀξιοπιστοτάτους τῶν πολιτῶν.
Λακωνικοῦ δὲ σύκου μνημονεύει ἐν Γεωργοῖς
Ἀριστοφάνης ταδὶ λέγων
συκᾶς φυτεύω, πάντα πλὴν Λακωνικῆς·
τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν.
οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα,
μικρὸν δὲ αὐτὸ εἶπε διὰ τὸ μὴ μέγα εἶναι φυτόν.
Ἄλεξις δ’ ἐν Ὀλυνθίῳ
Φρυγίων σύκων μνημονεύων φησί
τό τε θειοφανὲς μητρῷον ἐμοὶ
μελέδημ’ ἰσχάς,
Φρυγίας εὑρήματα
συκῆς
. τῶν δὲ καλουμένων φιβάλεων σύκων πολλοὶ μὲν μέμνηνται τῶν κωμῳδιοποιῶν ἀτὰρ καὶ Φερεκράτης ἐν Κραπατάλλοις·
ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας
καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους
κἀμπιμπλάμενος κάθευδε τῆς μεσημβρίας·
κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.
Τηλεκλείδης δ’ ἐν Ἀμφικτύοσι·
ὡς καλοὶ καὶ φιβάλεῳ.
καὶ τὰς μυρρίνας δὲ φιβαλέας λέγουσιν, ὡς Ἀπολλοφάνης ἐν Κρησί·
πρώτιστα δὲ
τῶν μυρρινῶν
ἐπὶ τὴν τράπεζαν βούλομαι,
ἃς διαμασῶμ’ ὅταν τι βουλεύειν δέῃ,
τὰς φιβάλεως δὲ πάνυ καλὰς στεφανωτρίδας
χελιδονείων δὲ σύκων μνημονεύει Ἐπιγένης ἐν Βακχίῳ,
εἶτ’ ἔρχεται
χελιδονείων μετ’ ὀλίγον σκληρῶν ἁδρὸς
πινακίσκος.
Ἀνδροτίων δὲ ἢ Φίλιππος ἢ ʽ Ἡγήμων ἐν τῷ Γεωργικῷ γένη συκῶν τάδε ἀναγράφει οὕτως· ἐν μὲν οὖν τῷ πεδίῳ φυτεύειν χρὴ χελιδόνεων, ἐρινεών, λευκερινεών, φιβάλεων ὀπωροβασιλίδας δὲ πανταχοῦ, ἔχει γάρ τι χρήσιμον ἕκαστον τὸ γένος· ἐπὶ δὲ τὸ πλεῖστον αἱ κόλουροι καὶ φορμύνιοι καὶ δίφοροι καὶ Μεγαρικαὶ καὶ Λακωνικαὶ συμφέρουσιν, ἐὰν ἔχωσιν ὕδωρ.
τῶν δὲ ἐν Ῥόδῳ γινομένων σύκων μνημονεύει Λυγκεὺς ἐν ἐπιστολαῖς σύγκρισιν ποιούμενος τῶν Ἀθήνησι γινομένων καλλίστων πρὸς τὰ Ῥοδιακά. γράφει δὲ οὕτως· τὰ δὲ ἐρινεὰ τοῖς Λακωνικοῖς ὥστε συκάμινα σύκοις δοκεῖν ἐρίζειν. καὶ ταῦτ’ οὐκ ἀπὸ δείπνου καθάπερ ἐκεῖ διεστραμμένης ἤδη διὰ τὴν πλησμονὴν τῆς γεύσεως, ἀλλ’ ἀθίκτου τῆς ἐπιθυμίας οὔσης πρὸ δείπνου παρατέθεικα.
τῶν δ’ ἐν τῇ καλῇ Ῥώμῃ καλλιστρουθίων καλουμένων σύκων εἰ ὁ Λυγκεὺς ἐγεύσατο ὥσπερ ἐγώ, ὀξυωπέστερος ἂν ἐγεγόνει παρὰ πολὺ τοῦ ὁμωνύμου· τοσαύτην ὑπεροχὴν ἔχει ταῦτα τὰ σῦκα πρὸς τὰ ἐν τῇ πάσῃ οἰκουμένῃ γινόμενα, ἐπαινεῖται δὲ καὶ ἄλλα. σύκων γένη κατὰ τὴν Ῥώμην γινομένων, τά τε καλούμενα Χῖα καὶ τὰ Λιβιανά, ἔτι δὲ καὶ τὰ Χαλκιδικὰ ὀνομαζόμενα καὶ τὰ Ἀφρικανά, ὡς καὶ Ἡρόδοτος ὁ Λύκιος μαρτυρεῖ ἐν τῷ περὶ σύκων συγγράμματι.
Παρμένων δ’ ὁ Βυζάντιος ἐν τοῖς ἰάμβοις τὰ ἀπὸ Κανῶν τῆς Αἰολικῆς πόλεως ὡς διάφορα ἐπαινῶν φησιν·
ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα
Καναῖα φόρτον.
ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος καὶ Νίκανδρος ὁ Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε·
πλὴν τὸ γ’ οἰνάριον πάνυ
ἦν ὀξὺ καὶ πονηρόν, ὥστ’ ᾐσχυνόμην.
τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία
συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
τῶν δ’ ἐν Πάρῳ τῇ νήσῳ—διάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχεν
Ἀρχίλοχος μνημονεύει λέγων οὕτως ·
ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.
τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς
τὰ ἀλλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου σῦκα κρέας πρὸς τὰ ἄλλα, τὰ μὴ τῶν ἀγρίων χοίρων κρέα.
λευκερινεὼς δέ τι εἶδός ἐστι συκῆς, καὶ ἴσως αὕτη ἐστὶν ἡ τὰ λευκὰ σῦκα φέρουσα, μνημονεύει δ’ αὐτῆς Ἕρμιππος ἐν Ἰάμβοις οὕτως
τὰς λευκερινεὼς δὲ χωρὶς ἰσχάδας.
τῶν δ’ ἐρινῶν σύκων Εὐριπίδης ἐν Σκίρωνι·
ἢ προσπηγνύναι
κράδαις ἐριναῖς.
καὶ Ἐπίχαρμος ἐν Σφιγγί·
ἀλλ’ οὐχ ὅμοιὰ γ’ ἐρινοῖς οὐδαμῶς.
Σοφοκλῆς δ’ ἐν Ἑλένης
Γάμῳ τροπικῶς τῷ τοῦ δένδρου ὀνόματι τὸν καρπὸν ἐκάλεσεν εἰπών
πέπων ἐρινὸς ἀχρεῖος ὢν
ἐς βρῶσιν ἄλλους ἐξερινάζεις λόγῳ.
πέπων δ’ ἐρινὸς εἴρηκεν ἀντὶ τοῦ πέπον ἐρινόν. καὶ Ἄλεξις ἐν Λέβητι·
καὶ τί δεῖ
λέγειν ἔθ’ ἡμᾶς τοὺς τὰ σῦχ’ ἑκάστοτε
ἐν τοῖς συρίχοις πωλοῦντας; οἳ κάτωθε μὲν
τὰ σκληρὰ καὶ μοχθηρὰ τῶν σύκων ἀεὶ
τιθέασιν, ἐπιπολῆς δὲ πέπονα καὶ καλά.
εἶθ’ ὁ μὲν ἔδωκεν ὡς τοιαῦτ’ ὠνούμενος
τιμήν, ὁ δ’ ἐγκάψας τὸ κέρμ’ εἰς τὴν γνάθον
ἐρίν’ ἀπέδοτο σῦκα πωλεῖν ὀμνύων,
τὸ δὲ δένδρον ἡ ἀγρία συκῆ, ἐξ ἧς τὰ ἐρινά, ἐρινὸς κατὰ τὸ ἄρρεν λέγεται. Στράττις
Τρωίλῳ·
ἐρινὸν οὖν τιν’ αὐτῆς πλησίον
νενόηκας ὄντα;
καὶ Ὅμηρος·
τῷ δ’ ἐν ἐρινεός ἐστι μέγας φύλλοισι τεθηλώς.
Ἀμερίας δ’ ἐρινάδας καλεῖσθαι τοὺς ὀλόνθους.
Ἑρμῶναξ δ’ ἐν Γλώτταις
Κρητικαῖς σύκων
γένη ἀναγράφει ἁμάδεα καὶ νικύλεα. Φιλήμων δ’ ἐν Ἀττικαῖς λέξεσι καλεῖσθαι φησί τινα σῦκα βασίλεια, ἀφ’ ὧν καλεῖσθαι καὶ τὰς βασιλίδας ἰσχάδας, προσιστορῶν ὅτι κόλυθρα καλεῖται τὰ πέπονα σῦκα. Σέλευκος δ’ ἐν ταῖς Γλώσσαις καὶ γλυκυσίδην τινὰ καλεῖσθαί φησι σύκῳ τὴν μορφὴν μάλιστα ἐοικυῖαν, φυλάσσεσθαι δὲ τὰς γυναῖκας ἐσθίειν διὰ τὸ ποιεῖν ματαισμούς, ὡς καὶ Πλάτων
ὁ κωμῳδιοποιός φησιν ἐν Κλεοφῶντι. τὰ δὲ
χειμερινὰ σῦκα Πάμφιλος καλεῖσθαί φησιν κωδωναῖα ὑπὸ Ἀχαιῶν, τοῦτο λέγων Ἀριστοφάνην εἰρηκέναι ἐν Λακωνικαῖς
Γλώσσαις. κοράκεων δὲ σύκων εἶδος Ἕρμιππος ἐν Στρατιώταις παραδίδωσι διὰ τούτων
τῶν φιβάλεων μάλιστ’ ἂν ἢ τῶν κοράκεων.
Θεόφραστος δ’ ἐν δευτέρω φυτῶν ἱστορίας συκῶν φησι γένος τοιοῦτόν τι εἶναι οἷον ἡ Ἀράτειος καλουμένη, ἐν δὲ τῷ τρίτῳ περὶ τὴν
Τρωικήν
φησιν Ἴδην γίνεσθαι συκῆν θαμνώδη, φύλλον ὅμοιον ἔχουσαν τῷ τῆς φιλύρας ·
φέρειν δὲ σῦκα ἐρυθρὰ ἡλίκα ἐλαία τὸ μέγεθος, στρογγυλώτερα δέ, εἶναι δὲ τὴν γεῦσιν μεσπιλώδη. περὶ δὲ τῆς ἐν Κρήτῃ καλουμένης Κυπρίας συκῆς ὁ αὐτὸς Θεόφραστος ἐν τῷ τετάρτῳ τῆς φυτικῆς ἱστορίας τάδε γράφει ἡ ἐν Κρήτῃ καλουμένη Κυπρία συκῆ φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ τῶν παχυτάτων ἀκρεμόνων, βλαστὸν δέ τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ ῥίζιον, πρὸς ᾧ ὁ καρπός, τὸ δὲ στέλεχος μέγα καὶ παρόμοιον τῇ
λεύκῃ, φύλλον δὲ τῇ πτελέᾳ. πεπαίνει δὲ τέτταρας καρπούς, ὅσαιπερ αὐτοῦ καὶ αἱ βλαστήσεις, ἡ δὲ γλυκύτης προσεμφερὴς τῷ σύκῳ καὶ τὰ ἔσωθεν τοῖς ἐρινοῖς· μέγεθος δὲ ἡλίκον κοκκύμηλον.
τῶν δὲ προδρόμων καλουμένων σύκων ὁ αὐτὸς Θεόφραστος μνημονεύει ἐν ε φυτικῶν αἰτίων οὕτως· τῇ συκῇ ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς
καὶ ὑγρὸς καὶ θερμός, ἐξεκαλέσατο τὴν βλάστησιν ὅθεν καὶ οἱ πρόδρομοι.
καὶ προελθὼν τάδε λέγει· πάλιν δὲ τοὺς προδρόμους αἱ μὲν φέρουσιν, ἥ τε Λακωνικὴ καὶ ἡ λευκομφάλιος καὶ ἕτεραι
πλείους, αἱ δ’ οὐ φέρουσι.
Σέλευκος δ’ ἐν Γλώσσαις πρῳτερικήν φησι καλεῖσθαι γένος τι συκῆς, ἥτις φέρει πρώιον τὸν καρπόν. διφόρου δὲ συκῆς μνημονεύει καὶ Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις·
ὑμᾶς δὲ τέως θρῖα λαβόντας
διφόρου συκῆς.
καὶ Ἀντιφάνης ἐν Σκληρίαις·
ἔστι γὰρ παρ’ αὐτὴν τὴν δίφορον συκῆν κάτω.
ὁ Θεόπομπος δὲ ἐν τῇ πεντηκοστῇ τετάρτῃ τῶν ἱστοριῶν κατὰ τὴν Φιλίππου φησὶν ἀρχὴν περὶ
τὴν Βισαλτίαν καὶ Ἀμφίπολιν καὶ Γραστωνίαν τῆς Μακεδονίας ἔαρος μεσοῦντος τὰς μὲν συκᾶς σῦκα, τὰς δ’ ἀμπέλους βότρυς, τὰς δ’ ἐλαίας ἐν ᾧ χρόνῳ βρύειν εἰκὸς ἦν αὐτὰς ἐλαίας ἐνεγκεῖν, καὶ εὐτυχῆσαι πάντα Φίλιππον. ἐν δὲ τῷ δευτέρῳ περὶ φυτῶν ὁ Θεόφραστος καὶ τὸν ἐρινεὸν εἶναί φησι δίφορον οἱ δὲ καὶ τρίφορον, ὥσπερ ἐν Κέῳ.
λέγει
δὲ καὶ τὴν συκῆν ἐὰν ἐν σκίλλῃ φυτευθῇ θᾶττον παραγίνεσθαι καὶ ὑπὸ σκωλήκων μὴ διαφθείρεσθαι· καὶ πάντα δὲ τὰ ἐν σκίλλῃ, φυτευθέντα καὶ θᾶττον
αὐξάνεσθαι καὶ εὐβλαστῆ γίγνεσθαι, πάλιν δὲ ὁ Θεόφραστος ἐν τῷ β τῶν αἰτίων ἡ Ἰνδική, φησί, συκῆ καλουμένη θαυμαστὴ οὖσα τῷ μεγέθει μικρὸν ἔχει τὸν καρπὸν καὶ ὀλίγον, ὡς ἂν εἰς τὴν
βλάστησιν ἐξαναλίσκουσα ἅπασαν τὴν τροφήν.
ἐν δὲ τῷ δευτέρῳ τῆς φυτικῆς ἱστορίας ὁ φιλόσοφός φησιν ἔστι καὶ ἄλλο γένος συκῆς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Κιλικίαν καὶ Κύπρον ὀλονθοφόρον, ὃ τὸ μὲν σῦκον ἔμπροσθε φέρει τοῦ θρίου, τὸν δὲ ὄλονθον ἐξόπισθεν. αἱ δὲ ὅλως ἐκ τοῦ ἔνου βλαστοῦ καὶ οὐκ ἐκ τοῦ νέου. πρῶτον δὲ τοῦτο τῶν σύκων πέπονά τε καὶ γλυκὺν ἔχει καὶ οὐχ ὥσπερ τὸν παρ’ ἡμῖν. γίνεται δὲ καὶ μείζων
οὗτος πολὺ τῶν σύκων ἡ δ’ ὥρα μετὰ τὴν βλάστησιν οὐ πολύ.
οἶδα δὲ καὶ ἄλλα σύκων ὀνόματα λεγόμενα· βασίλεια, συκοβασίλεια, κιρροκοιλάδια, σαρκελάφεια, καπύρια, πικρίδια, δρακόντια, λευκόφαια, μελανόφαια, κρήνεια, μυλαικά, ἀσκαλώνια.
περὶ δὲ τῆς προσηγορίας τῶν σύκων λέγων. Τρύφων ἐν δευτέρῳ φυτῶν ἱστορίας Ἀνδροτίωνά φησιν ἐν Γεωργικῷ ἱστορεῖν Συκέα ἕνα τινὰ τῶν Τιτάνων διωκόμενον ὑπὸ Διὸς τὴν μητέρα Γῆν
ὑποδέξασθαι καὶ ἀνεῖναι τὸ φυτὸν εἰς διατριβὴν τῷ παιδί, ἀφ’ οὗ καὶ Συκέαν πόλιν εἶναι ἐν Κιλικίᾳ, Φερένικος δ’ ὁ ἐποποιός, Ἡρακλεώτης δὲ γένος, ἀπὸ Συκῆς τῆς Ὀξύλου θυγατρὸς προσαγορευθῆναι· Ὄξυλον γὰρ τὸν Ὀρείου
Ἁμαδρυάδι τῇ ἀδελφῇ μιγέντα μετ’ ἄλλων γεννῆσαι Καρύαν, Βάλανον, Κράνειαν, Μορέαν, Αἴγειρον, Πτελέαν, Ἄμπελον, Συκῆν καὶ ταύτας Ἁμαδρυάδας νύμφας καλεῖσθαι καὶ ἀπ’ αὐτῶν πολλὰ τῶν δένδρων προσαγορεύεσθαι. ὅθεν καὶ τὸν Ἱππώνακτα φάναι·
συκῆν μέλαιναν ἀμπέλου κασιγνήτην.
Σωσίβιος δ’ ὁ Λάκων ἀποδεικνὺς εὕρημα Διονύσου τὴν συκῆν διὰ τοῦτό φησι καὶ Λακεδαιμονίους
Συκίτην
Διόνυσον τιμᾶν. Νάξιοι δέ, ὡς Ἀνδρίσκος, ἔτι δ’ Ἀγλαοσθένης, ἱστοροῦσι Μειλίχιον καλεῖσθαι τὸν Διόνυσον διὰ τὴν τοῦ συκίνου καρποῦ παράδοσιν. διὸ καὶ τὸ πρόσωπον τοῦ θεοῦ παρὰ τοῖς Ναξίοις τὸ μὲν τοῦ Βακχέως
Διονύσου καλουμένου εἶναι ἀμπέλινον, τὸ δὲ τοῦ Μειλιχίου σύκινον. τὰ γὰρ σῦκα μείλιχα καλεῖσθαι.
ὅτι δὲ πάντων τῶν καλουμένων ξυλίνων καρπῶν ὠφελιμώτερά ἐστι τοῖς ἀνθρώποις τὰ σῦκα ἱκανῶς Ἡρόδοτος ὁ Λύκιος διὰ πολλῶν ἀποδείκνυσιν ἐν τῷ περὶ σύκων συγγράμματι, εὐτραφῆ λέγων γίνεσθαι τὰ νεογνὰ τῶν παιδίων, ἐν τῷ χυλῷ τῶν σύκων εἰ διατρέφοιτο. Φερεκράτης δὲ ἢ ὁ πεποιηκὼς τοὺς Πέρσας φησὶν
ἢν δ’ ἡμῶν σῦκόν τις ἴδῃ διὰ χρόνου νέον ποτέ,
τὠφθαλμὼ τούτῳ περιμάττομεν τὼ τῶν παιδίων,
ὡς καὶ ἰάματος οὐ τοῦ τυχόντος τῶν σύκων
ὑπαρχόντων, ὁ δὲ θαυμασιώτατος καὶ μελίγηρυς Ἡρόδοτος ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν καὶ μέγα ἀγαθόν φησιν εἶναι τὰ σῦκα οὑτωσὶ λέγων· βασιλεῦ, σὺ δ’ ἐπ’ ἄνδρας τοιούτους παρασκευάζεαι στρατεύεσθαι, οἳ σκυτίνας μὲν ἀναξυρίδας, σκυτίνην δὲ τὴν ἄλλην ἐσθῆτα φορέουσι, σιτέονταὶ τ’ οὐχ ὅσα ἐθέλουσιν, ἀλλ’ ὅσα ἔχουσι, χώρην ἔχοντες τρηχείην πρὸς δὲ οὐκ οἴνῳ διαχρέονται, ἀλλ’ ὑδροποτέουσιν· οὐ σῦκα ἔχουσι τρώγειν, οὐκ ἄλλο
οὐθὲν ἀγαθόν.
Πολύβιος δ’ ὁ Μεγαλοπολίτης ἐν τῇ ισ’ τῶν ἱστοριῶν
Φίλιππος, φησίν, ὁ Περσέως
πατήρ ὅτε τὴν Ἀσίαν κατέτρεχεν ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε. διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων.
καὶ Ἀνάνιος δ’ ὁ ἰαμβοποιὸς ἔφη·
εἴ τις καθείρξαι χρυσὸν ἐν δόμοις πολλὸν
καὶ σῦκα βαιὰ καὶ δύ’ ἢ τρεῖς ἀνθρώπους,
γνοίη χ’ ὅσῳ τὰ σῦκα τοῦ χρυσοῦ κρέσσω.
τοσαῦτα
τοῦ Μάγνου συκολογήσαντος Δάφνος ὁ ἰατρὸς ἔφη·
Φυλότιμος ἐν γ’ περὶ τροφῆς τὰ ἁπαλά, φησί, σῦκα διαφορὰς μὲν ἔχει πλείους πρὸς ἄλληλα καὶ τοῖς γένεσι καὶ τοῖς χρόνοις ἐν οἷς ἕκαστα γίγνεται καὶ ταῖς δυνάμεσιν, οὐ μὴν ἀλλὰ καθόλου εἰπεῖν τά τε ὑγρὰ τὰ πεπεμμένα καὶ μάλιστα αὐτῶν διαλύεται ταχέως καὶ κατεργάζεται μᾶλλον τῆς ἄλλης ὀπώρας καὶ τὴν λοιπὴν τροφὴν οὐ κωλύει κατεργάζεσθαι. δυνάμεις δ’ ἔχει τῶν ὑγρῶν κολλώδεις τε καὶ γλυκείας ὑπονιτρώδεις
τε, καὶ τὴν διαχώρησιν ἀθρουστέραν καὶ διακεχυμένην καὶ θάττω καὶ λίαν ἄλυπον παρασκευάζει, χυλὸν δ’ ἁλυκὸν δριμύτητα ἔχοντα ἀναδίδωσι μεθ’ ἁλῶν καταπινόμενα. διαλύεται μὲν οὖν ταχέως, διότι πολλῶν καὶ μεγάλων ὄγκων εἰσενεχθέντων μετὰ μικρὸν χρόνον λαγαροὶ γινόμεθα καθ’ ὑπερβολήν. ἀδύνατον δ’ ἦν τοῦτο συμβαίνειν διαμενόντων καὶ μὴ ταχὺ διαλυομένων τῶν σωμάτων. κατεργάζεται δὲ μᾶλλον τῆς ἄλλης οὐ μόνον ὅτι πολλαπλασίονα λαμβάνοντες αὐτὴν τῆς λοιπῆς.
ὀπώρας ἀλύπως διάγομεν, ἀλλ’ οὐδὲ τὴν εἰωθυῖαν τροφὴν ἴσην λαμβάνοντες τούτων προχειρισθέντων οὐθὲν ἐνοχλούμεθα. δῆλον οὖν ὡς εἰ κρατοῦμεν ἀμφοτέρων, ταῦτά τε πέττεται μᾶλλον καὶ τὴν λοιπὴν οὐ κωλύει κατεργάζεσθαι τροφήν. τὰς δὲ δυνάμεις ἔχει τὰς λεγομένας· τὴν μὲν κολλώδη τε καὶ τὴν ἁλυκὴν ἐκ τοῦ κολλᾶν τε καὶ ῥύπτειν
τὰς χεῖρας, τὴν δὲ γλυκεῖαν ἐν τῷ στόματι γινομένην ὁρῶμεν. τὴν δὲ διαχώρησιν ἄνευ στρόφων τε καὶ ταραχῆς καὶ πλείω καὶ θάττω καὶ μαλακωτέραν ὅτι παρασκευάζει, λόγου προσδεῖν οὐθὲν νομίζομεν. ἀλλοιοῦται δ’ οὐ λίαν, οὐ διὰ τὸ δύσπεπτον αὐτῶν, ἀλλ’ ὅτι καταπίνομέν τε ταχέως οὐ λεάναντες, καὶ τὴν διέξοδον διότι ταχεῖαν ποιεῖται. χυμὸν δ’ ἁλυκὸν ἀναδίδωσι, διότι τὸ μὲν νιτρῶδες ἀπεδείχθη τὰ σῦκα ἔχοντα, ἁλυκώτερον δὲ ποιήσει ἢ δριμύν, ἐκ τῶν ἐπιπινομένων. οἱ
μὲν γὰρ ἅλες τὸν ἁλυκόν, τὸ δ’ ὄξος καὶ τὸ θύμον τὸν δριμὺν αὔξει χυμόν.
ʽ ʽἩρακλείδης δ’ ὁ Ταραντῖνος ἐν τῷ Συμποσίῳ ᾽ ζητεῖ πότερον ἐπιλαμβάνειν δεῖ μετὰ τὴν τῶν σύκων προσφορὰν θερμὸν ὕδωρ ἢ ψυχρόν. καὶ τοὺς μὲν λέγοντας θερμὸν δεῖν ἐπιλαμβάνειν προορῶντας τὸ τοιοῦτο παρακελεύεσθαι, διότι καὶ τὰς χεῖρας ταχέως τὸ θερμὸν ῥύπτει διὸ πιθανὸν εἶναι καὶ ἐν κοιλίᾳ συντόμως αὐτὰ τῷ θερμῷ διαλύεσθαι.
καὶ ἐπὶ τῶν ἐκτὸς δὲ τῶν σύκων τὸ θερμὸν διαλύει τὴν συνέχειαν αὐτῶν καὶ εἰς λεπτομερεῖς τόμους ἄγει, τὸ δὲ ψυχρὸν συνίστησιν. οἱ δὲ ψυχρὸν λέγοντες προσφέρεσθαι ἡ τοῦ ψυχροῦ,
φασί,
πόματος λῆψις τὰ ἐπὶ τοῦ στομάχου καθήμενα τῷ βάρει καταφέρει· τὰ γὰρ σῦκα οὐκ ἀστείως διατίθησι
᾽ τὸν στόμαχον, καυσώδη καὶ ἀτονώτερον αὐτὸν ποιοῦντα διόπερ τινὲς καὶ τὸν ἄκρατον συνεχῶς προσφέρονται, μετὰ δὲ ταῦτα ἑτοίμως
καὶ τὰ ἐν τῇ κοιλίᾳ προωθεῖ.
δεῖ δὲ πλέονι καὶ ἀθρουστέρῳ χρῆσθαι τῷ πόματι μετὰ τὴν τῶν σύκων προσφορὰν ἕνεκα τοῦ μὴ ὑπομένειν αὐτὰ ἐν κοιλίᾳ, φέρεσθαι δὲ εἰς τὰ κάτω μέρη τῶν ἐντέρων
ι
ἄλλοι δέ φασιν ὅτι μὴ δεῖ σῦκα προσφέρεσθαι μεσημβρίας ι νοσώδη γὰρ εἶναι τότε, ὡς καὶ Φερεκράτης ἐν Κραπατάλλοις εἴρηκεν. Ἀριστοφάνης δ’ ἐν Προαγῶνι·
κάμνοντα δ’ αὐτὸν τοῦ θέρους ἰδών ποτε
ἔτρωγ’ ἵνα κάμνοι, σῦκα τῆς μεσημβρίας.
καὶ Εὔβουλος ἐν Σφιγγοκαρίωνι·
νὴ τὸν Δί᾽, ἠσθένουν γάρ, ὦ βέλτιστε σύ,
φαγοῦσα πρῴην σῦκα τῆς μεσημβρίας.
Νικοφῶν δ’ ἐν Σειρῆσιν
ἐὰν δὲ γ’ ἡμῶν σῦκά τις μεσημβρίας
τραγὼν καθεύδῃ χλωρά, πυρετὸς εὐθέως
ἥκει τρέχων οὐκ ἄξιος τριωβόλου
κᾆθ’ οὗτος ἐπιπεσὼν ἐμεῖν ποιεῖ χολήν.
Δίφιλος δ’ ὁ Σίφνιός φησι τῶν σύκων εἶναι τὰ μὲν
ἁπαλὰ ὀλιγότροφα καὶ κακόχυλα, εὐέκκριτα δὲ
καὶ ἐπιπολαστικὰ εὐοικονομητότερά τε τῶν ξηρῶν, τὰ δὲ πρὸς τῷ χειμῶνι γινόμενα βίᾳ πεπαινόμενα χείρονα τυγχάνει· τὰ δ’ ἐν τῇ ἀκμῇ τῶν ὡρῶν κρείττονα ὡς ἂν κατὰ φύσιν πεπαινόμενα.
τὰ δὲ πολὺν ὀπὸν ἔχοντα, καὶ. ᾽τὰ σπάνυδρα δ’ εὐστομώτερα μέν, βαρύτερα δέ. τὰ δὲ Τραλλιανὰ ἀναλογεῖ τοῖς Ῥοδίοις, τὰ δὲ Χῖα καὶ τἄλλα.
πάντα τούτων εἶναι κακοχυλότερα. Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν· ὅσα δὲ ὠμὰ προσφέρεται τῶν τοιούτων, οἷον ἄπιοι καὶ
σῦκα καὶ μῆλα Δελφικὰ καὶ τὰ τοιαῦτα, δεῖ παραφυλάττειν τὸν καιρὸν ἐν ᾧ τοὺς χυλοὺς τοὺς ἐν αὐτοῖς μήτε ἀπέπτους μήτε σαπροὺς μήτε κατεξηραμμένους λίαν ὑπὸ τῆς ὥρας ἕξει.
Δημήτριος δ’ ὁ Σκήψιος ἐν τῷ ιεʹ τοῦ Τρωικοῦ διακόσμου εὐφώνους φησὶ γίνεσθαι τοὺς μὴ σύκων ἐσθίοντας. Ἡγησιάνακτα γοῦν τὸν Ἀλεξανδρέα τὸν τὰς ἱστορίας γράψαντα κατ’ ἀρχὰς ὄντα πένητα καὶ τραγῳδὸν φησι γενέσθαι καὶ ὑποκριτικὸν καὶ εὔηχον, ὀκτωκαίδεκα ἔτη σύκων μὴ γευσάμενον.
καὶ παροιμίας δὲ οἶδα περὶ σύκων λεγομένας τοιάσδε·
σῦκον μετ’ ἰχθύν, ὄσπρεον μετὰ κρέα.
σῦκα φίλ’ ὀρνίθεσσι, φυτεύειν δ’ οὐκ ἐθέλουσι.
μῆλα. ταῦτα Μνησίθεος ὁ Ἀθηναῖος ἐν τῷ
περὶ ἐδεστῶν μῆλα Δελφικὰ καλεῖ. Δίφιλος δέ φησι τῶν μήλων τὰ χλωρὰ καὶ μηδέπω πέπονα κακόχυλα εἶναι καὶ κακοστόμαχα ἐπιπολαστικά τε καὶ χολῆς γεννητικὰ νοσοποιά τε καὶ φρίκης παραίτια. τῶν δὲ πεπόνων εὐχυλότερα μὲν εἶναι τὰ γλυκέα καὶ εὐεκκριτώτερα διὰ τὸ στῦψιν μὴ
ἔχειν, κακοχυλότερα δὲ εἶναι τὰ ὀξέα καὶ στατικώτερα. τὰ δὲ τῆς γλυκύτητος ὑφειμένα,
προσλαμβάνοντα δ’ εὐστομεῖν διὰ τὴν ποσὴν στῦψιν εὐστομαχώτερα. εἶναι δὲ αὐτῶν τὰ μὲν θερινὰ κακοχυλότερα, τὰ δὲ φθινοπωρινὰ εὐχυλότερα. τὰ δὲ καλούμενα ὀρβικλᾶτα μετὰ στύψεως ἡδείας ἔχοντα καὶ γλυκύτητα εὐστόμαχα εἶναι. τὰ δὲ σητάνια λεγόμενα, προσέτι δὲ τὰ πλατάνια
εὔχυλα μὲν καὶ εὐέκκριτα, οὐκ εὐστόμαχα δέ. τὰ δὲ Μορδιανὰ καλούμενα γίνεται μὲν κάλλιστα ἐν Ἀπολλωνίᾳ τῇ Μορδίῳ λεγομένῃ, ἀναλογεῖ δὲ τοῖς ὀρβικλάτοις. τὰ δὲ κυδώνια, ὧν ἔνια καὶ στρουθία λέγεται, κοινῶς ἁπάντων ἐστὶ τῶν μήλων εὐστομαχώτατα καὶ μάλιστα τὰ πέπονα. Γλαυκίδης δέ φησιν ἄριστα τῶν
ἀκροδρύων εἶναι
μῆλα κυδώνια, φαύλια, στρουθία. Φυλότιμος δ’ ἐν
γ’ καὶ ι’ περὶ τροφῆς τὰ μῆλα, φησί, τὰ μὲν ἐαρινὰ δυσπεπτότερα πολὺ τῶν ἀπίων καὶ τὰ ὠμὰ τῶν ὠμῶν καὶ τὰ πέπονα τῶν πεπόνων. τὰς δὲ δυνάμεις ἔχει τῶν ὑγρῶν τὰ μὲν ὀξέα καὶ μήπω πέπονα στρυφνοτέρας καὶ ποσῶς ὀξείας χυμόν τε ἀναδίδωσιν εἰς τὸ σῶμα τὸν καλούμενον ξυστικόν. καθόλου τε τὰ μῆλα τῶν ἀπίων δυσπεπτότερα εἶναι, διότι τὰ μὲν ἐλάττω φαγόντες ἧττον, τὰς δὲ
πλείους προσαράμενοι μᾶλλον πέττομεν. ξυστικὸς δὲ γίνεται χυμὸς ἐξ αὐτῶν ὁ λεγόμενος ὑπὸ Πραξαγόρου ὑαλώδης, διότι τὰ μὴ κατεργαζόμενα παχυτέρους ἕξει τοὺς χυμούς· ἀπεδείχθη δὲ καθόλου τὰ
μῆλα δυσκατεργαστότερα τῶν ἀπίων, καὶ ὅτι τὰ στρυφνὰ μᾶλλον ἔτι παχυτέρους παρασκευάζειν εἴωθεν αὐτούς. τὰ δὲ χειμερινὰ τῶν μήλων τὰ μὲν κυδώνια στρυφνοτέρους, τὰ δὲ στρουθία τοὺς χυμοὺς ἐλάττους ἀναδίδωσι καὶ στρυφνοτέρους ἧττον πέττεσθαί τε μᾶλλον δύναται Νίκανδρος δ’ ὁ Θυατειρηνὸς τὰ κυδώνια μῆλα
στρουθία φησὶ καλεῖσθαι ἀγνοῶν. Γλαυκίδης γὰρ ἱστορεῖ ἄριστα λέγων τῶν ἀκροδρύων εἶναι μῆλα κυδώνια, φαύλια, στρουθία.
κυδωνίων δὲ μήλων μνημονεύει Στησίχορος ἐν Ἑλένῃ
οὕτως
πολλὰ μὲν κυδώνια μᾶλα ποτερρίπτουν ποτὶ δίφρον ἄνακτι,
πολλὰ δὲ μύρσινα φύλλα
καὶ ῥοδίνους στεφάνους ἴων τε κορωνίδας οὔλας,
καὶ Ἀλκμάν, ἔτι δὲ Κάνθαρος ἐν Τηρεῖ·
κυδωνίοις μήλοισιν εἰς τὰ τιτθία.
καὶ Φιλήμων δ’ ἐν Ἀγροίκῳ τὰ κυδώνια μῆλα στρουθία καλεῖ.
Φύλαρχος δ’ ἐν τῇ σ’ τῶν ἱστοριῶν τὰ κυδώνιά φησι μῆλα τῇ εὐωδίᾳ καὶ τὰς τῶν θανασίμων φαρμάκων δυνάμεις ἀπαμβλύνειν. τὸ γοῦν Φαριακὸν φάρμακον ἐμβληθέν,
φησίν, εἰς ῥίσκον ἔτι ὀδωδότα ἀπὸ τῆς τῶν μήλων τούτων συνθέσεως ἐξίτηλον γενέσθαι μὴ τηρῆσαν τὴν ἰδίαν δύναμιν. κερασθὲν γοῦν καὶ δοθὲν πιεῖν τοῖς εἰς τοῦτο ἐνεδρευθεῖσιν ἀπαθεῖς αὐτοὺς διατηρῆσαι. ἐπιγνωσθῆναι δὲ τοῦτο ὕστερον ἐξ ἀνακρίσεως τοῦ
τὸ φάρμακον πωλήσαντος καὶ ἐπιγνόντος τὸ γενόμενον ἐκ τῆς τῶν μήλων συνθέσεως.
Ἕρμων δ’ ἐν Κρητικαῖς
Γλώσσαις κοδύμαλα καλεῖσθαί φησι τὰ κυδώνια μῆλα. πολέμων δ’ ἐν εʹ τῶν πρὸς Τίμαιον ἄνθους γένος τὸ κοδύμαλον εἶναί τινας ἱστορεῖν. Ἀλκμὰν δὲ τὸ στρουθίον μῆλον, ὅταν λέγῃ· μεῖον ἢ κοδύμαλον.
Ἀπολλόδωρος δὲ καὶ Σωσίβιος τὸ κυδώνιον μῆλον ἀκούουσιν. ὅτι δὲ διαφέρει τὸ κυδώνιον μῆλον
τοῦ στρουθίου σαφῶς εἴρηκε Θεόφραστος ἐν β’ τῆς ἱστορίας.
διάφορα δὲ μῆλα γίνεται ἐν Σιδοῦντι, κώμη δ’ ἐστὶν αὕτη Κορίνθου, ὡς Εὐφορίων ἢ Ἀρχύτας ἐν Γεράνῳ φησὶν
ὥριον οἷά τε μῆλον, ὅ τ’ ἀργιλώδεσιν ὄχθαις
πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι.
μνημονεύει δ’ αὐτῶν καὶ Νίκανδρος ἐν Ἑτεροιουμένοις οὕτως ·
αὐτίχ’ ὅ γ’ ἢ Σιδόεντος ἠὲ Πλείστου ἀπὸ κήπων
μῆλα ταμὼν χνοάοντα τύπους ἐνεμάσσετο Κάδμου.
ὅτι δ’ ἡ Σιδοῦς τῆς Κορίνθου ἐστὶ κώμη Ῥιανὸς εἴρηκεν ἐν αʹ Ἡρακλείας καὶ Ἀπολλόδωρος ὁ Ἀθηναῖος ἐν εʹ περὶ νεῶν καταλόγου. Ἀντίγονος δὲ ὁ Καρύστιος ἐν Ἀντιπάτρῳ φησὶν
ᾗχι μοι ὡραίων πολὺ φίλτερος ἡ δὲ ἀριμήλων
πορφυρέων, Ἐφύρῃ τὰ τ’ ἀέξεται ἠνεμοέσσῃ.
Φαυλίων δὲ μήλων μνημονεύει Τηλεκλείδης ἐν Ἀμφικτύοσιν οὕτως·
ὦ τὰ μὲν κομψοί, τὰ δὲ φαυλότεροι
φαυλίων μήλων.
καὶ Θεόπομπος ἐν Θησεῖ. Ἀνδροτίων δὲ ἐν τῷ Γεωργικῷ
τὰς δὲ μηλέας,
φησί, φαυλίας καὶ στρουθίας· οὐ γὰρ ἀπορρεῖ τὸ μῆλον ἀπὸ τοῦ μίσχου τῶν στρουθιῶν τὰς δὲ ἠρινὰς ἢ Λακωνικὰς ἢ Σιδουντίας ἢ χνοωδίας.
ἐγὼ δ᾽, ἄνδρες φίλοι, πάντων μάλιστα τεθαύμακα τὰ κατὰ τὴν Ῥώμην πιπρασκόμενα μῆλα τὰ Ματιανὰ καλούμενα, ἅπερ κομίζεσθαι λέγεται ἀπό τινος κώμης ἱδρυμένης ἐπὶ τῶν πρὸς Ἀκυληίᾳ
Ἄλπεων, τούτων δ’ οὐ πολὺ ἀπολείπεται τὰ ἐν Γάγγροις πόλει Παφλαγονικῇ.
ὅτι δὲ καὶ τῶν μήλων εὑρετής ἐστι Διόνυσος μαρτυρεῖ Θεόκριτος ὁ Συρακόσιος οὑτωσί πως λέγων
μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων,
κρατὶ δ’ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος.
Νεοπτόλεμος δ’ ὁ Παριανὸς ἐν τῇ Διονυσιάδι καὶ αὐτὸς ἱστορεῖ ὡς ὑπὸ Διονύσου εὑρεθέντων τῶν μήλων, καθάπερ καὶ τῶν ἄλλων ἀκροδρύων. ἐπιμηλὶς δὲ καλεῖται,
φησὶ Πάμφιλος, τῶν ἀπίων τι γένος.
Ἑσπερίδων δὲ μῆλα οὕτως καλεῖσθαί τινά φησι Τιμαχίδας ἐν δ’ Δείπνων.
καὶ ἐν Λακεδαίμονι δὲ παρατίθεσθαι τοῖς θεοῖς φησι Πάμφιλος ταῦτα· εὔοσμα δὲ εἶναι καὶ ἄβρωτα, καλεῖσθαι δὲ Ἑσπερίδων μῆλα. Ἀριστοκράτης γοῦν ἐν δ’ Λακωνικῶν
ἔτι δὲ μῆλα καὶ μηλέας τὰς λεγομένας ἑσπερίδας.
Περσικά
. Θεόφραστος ἐν δευτέρῳ περὶ φυτῶν ἱστορίας λέγων περὶ ὧν ὁ καρπὸς οὐ φανερός, γράφει καὶ τάδε· ἐπεὶ τῶν γε μειζόνων φανερὰ πάντων ἡ ἀρχή, καθάπερ ἀμυγδάλης, καρύου, βαλάνου, τῶν ἄλλων ὅσα τοιαῦτα πλὴν τοῦ Περσικοῦ,
τούτου δ’ ἥκιστα· καὶ πάλιν βόας, ἀπίου, μηλέας
Δίφιλος δ’ ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσίν· τὰ δὲ Περσικὰ λεγόμενα μῆλα, ὑπό τινων δὲ Περσικὰ κοκκύμηλα, μέσως ἐστὶν εὔχυλα, θρεπτικώτερα δὲ τῶν μήλων.
Φυλότιμος δ’ ἐν τῷ τρίτῳ περὶ τροφῆς τὸ Περσικόν φησι λιπαρώτερον καὶ κεγχρῶδες εἶναι, χαυνότερον δ’ ὑπάρχειν καὶ
πιεζόμενον πλεῖστον ἔλαιον ἀφιέναι. Ἀριστοφάνης δ’ ὁ γραμματικὸς ἐν Λακωνικαῖς
Γλώσσαις τὰ κοκκύμηλά φησι τοὺς Λάκωνας καλεῖν ὀξύμαλα Περσικά, ἅ τινες ἄδρυα.
κίτριον. περὶ τούτου πολλὴ ζήτησις ἐνέπεσε τοῖς δειπνοσοφισταῖς, εἴ τίς ἐστιν αὐτοῦ μνήμη παρὰ τοῖς παλαιοῖς. Μυρτίλος μὲν γάρ ἔφασκεν ὥσπερ εἰς αἶγας ἡμᾶς ἀγρίας ἀποπέμπων τοὺς ζητοῦντας, Ἡγήσανδρον τὸν Δελφὸν ἐν τοῖς ὑπομνήμασιν αὐτοῦ μνημονεύειν, τῆς δὲ λέξεως τὰ νῦν οὐ μεμνῆσθαι. πρὸς ὃν ἀντιλέγων ὁ
Πλούταρχος
ἀλλὰ μὴν ἔγωγε,
φησί, διορίζομαι μηδ’ ὅλως τὸν ʽ Ἡγήσανδρον τοῦτο εἰρηκέναι, δι’ αὐτὸ τοῦτ’ ἐξαναγνοὺς αὐτοῦ πάντα τὰ ὑπομνήματα, ἐπεὶ καὶ ἄλλος τις τῶν ἑταίρων τοῦτ’ ἔχειν
οὕτω διεβεβαιοῦτο, ὁρμώμενος ἔκ τινων σχολικῶν ὑπομνημάτων ἀνδρὸς οὐκ ἀδόξου· ὥστε ὥρα σοι, φίλε Μυρτίλε, ἄλλον ζητεῖν μάρτυρα.
Αἰμιλιανὸς δὲ ἔλεγεν Ἰόβαν τὸν Μαυρουσίων βασιλέα, ἄνδρα πολυμαθέστατον, ἐν τοῖς περὶ Λιβύης συγγράμμασι μνημονεύοντα τοῦ κιτρίου καλεῖσθαι φάσκειν αὐτὸ
παρὰ τοῖς Λίβυσι μῆλον Ἑσπερικόν, ἀφ’ ὧν καὶ Ἡρακλέα κομίσαι εἰς τὴν Ἑλλάδα τὰ χρύσεα διὰ τὴν ἰδέαν λεγόμενα μῆλα. τὰ δὲ τῶν Ἑσπερίδων λεγόμενα μῆλα ὅτι ἐς τοὺς Διὸς καὶ Ἥρας λεγομένους γάμους ἀνῆκεν ἡ γῆ Ἀσκληπιάδης εἴρηκεν ἐν ἑξηκοστῷ Αἰγυπτιακῶν, πρὸς τούτους ἀποβλέψας ὁ Δημόκριτος ἔφη·
εἰ μέν τι τούτων Ἰόβας ἱστορεῖ, χαιρέτω Λιβυκαῖσι βίβλοις ἔτι τε τοῖς Ἄννωνος πλάναις. ἐγὼ δὲ τὸ μὲν ὄνομα οὔ φημι κεῖσθαι τοῦ κιτρίου παρὰ τοῖς παλαιοῖς τοῦτο, τὸ δὲ πρᾶγμα ὑπὸ τοῦ Ἐρεσίου
Θεοφράστου
οὕτως λεγόμενον ἐν τῇ περὶ φυτῶν ἱστορίᾳ ἀναγκάζει με ἐπὶ τῶν κιτρίων ἀκούειν τὰ σημαινόμενα,
φησὶ γὰρ ὁ φιλόσοφος ἐν τῷ τετάρτῳ τῆς περὶ φυτῶν ἱστορίας οὕτως· ἡ δὲ Μηδία χώρα καὶ ἡ Περσὶς ἄλλα τε ἔχει πλείω καὶ τὸ μῆλον τὸ Περσικὸν ἢ Μηδικὸν καλούμενον. ἔχει δὲ τὸ δένδρον τοῦτο φύλλον μὲν ὅμοιον καὶ σχεδὸν ἴσον τῷ τῆς ἀνδράχλης καὶ καρύας, ἀκάνθας δ’ οἵας ἄπιος ἢ ὀξυάκανθος, λείας δὲ καὶ ὀξείας σφόδρα καὶ ἰσχυράς. τὸ δὲ μῆλον οὐκ ἐσθίεται μὲν, εὔοσμον δὲ πάνυ καὶ αὐτὸ καὶ τὰ φύλλα τοῦ δένδρου· κἂν
εἰς ἱμάτια τεθῇ τὸ μῆλον, ἄκοπα διατηρεῖ, χρήσιμον δὲ ἐπειδὰν καὶ τύχῃ τις πεπωκὼς θανάσιμον φάρμακον δοθὲν γὰρ ἐν οἴνῳ διακόπτει τὴν κοιλίαν καὶ ἐξάγει τὸ φάρμακον καὶ πρὸς στόματος εὐωδίαν ἐὰν γάρ τις ἑψήσῃ ἐν ζωμῷ ἢ ἐν ἄλλῳ τινὶ τὸ εἴσω τοῦ μήλου ἐκπιέσῃ τε εἰς τὸ στόμα καὶ καταρροφήσῃ
, ποιεῖ τὴν
ὀσμὴν ἡδεῖαν. σπείρεται δὲ τοῦ ἦρος εἰς πρασιὰς ἐξαιρεθὲν τὸ σπέρμα διειργασμένας ἐπιμελῶς· εἶτ’ ἄρδεται διὰ τετάρτης
ἢ πέμπτης ἡμέρας, ὅταν δὲ ἁδρὸν ᾖ, διαφυτεύεται πάλιν τοῦ ἔαρος εἰς χωρίον μαλακὸν καὶ ἔφυδρον καὶ οὐ λίαν λεπτόν. φέρει δὲ τὰ μῆλα πᾶσαν ὥραν τὰ μὲν γὰρ ἀφῄρηται, τὰ δ’ ἀνθεῖ, τὰ δ’ ἐκπέττει. τῶν δ’ ἀνθῶν ὅσα ἔχει καθάπερ ἠλακάτην ἐκ μέσου τινὰ ἐξέχουσαν, ταῦτά ἐστι γόνιμα· ὅσα δὲ μή, ἄγονα.
κἀν τῷ πρώτῳ δὲ τῆς αὐτῆς πραγματείας τὰ περὶ τῆς ἠλακάτης καὶ τῶν γονίμων εἴρηκεν. ἐκ τούτων ἐγὼ κινούμενος, ὦ ἑταῖροι, ὧν φησιν ὁ Θεόφραστος περὶ χρόας, περὶ
ὀδμῆς, περὶ φύλλων, τὸ κιτρίον εἶναι λέγεσθαι πεπίστευκα, καὶ μηδεὶς ὑμῶν θαυμαζέτω εἴ φησιν μὴ ἐσθίεσθαι αὐτό, ὁπότε γε καὶ μέχρι τῶν κατὰ τοὺς πάππους
ἡμῶν χρόνων οὐδεὶς ἤσθιεν, ἀλλ’ ὥς τι μέγα κειμήλιον
ἀπετίθεντο ἐν ταῖς κιβωτοῖς μετὰ τῶν ἱματίων.
ὅτι δ’ ὄντως ἐκ τῆς ἄνω χώρας ἐκείνης κατέβη εἰς τοὺς Ἕλληνας τὸ φυτὸν τοῦτο, ἔστιν εὑρεῖν λεγόμενον καὶ παρὰ τοῖς τῆς κωμῳδίας ποιηταῖς, οἳ καὶ περὶ μεγέθους αὐτῶν τι λέγοντες τῶν κιτρίων μνημονεύειν φαίνονται. Ἀντιφάνης μὲν ἐν Βοιωτίδι·
καὶ περὶ μὲν ὄψου γ’ ἠλίθιον τὸ καὶ λέγειν
ὥσπερ πρὸς ἀπλήστους, ἀλλὰ ταυτὶ λάμβανε,
παρθένε, τὰ μῆλα. β. καλά γε. α. καλὰ δῆτ᾽,
ὦ θεοί·
νεωστὶ γὰρ τὸ σπέρμα τοῦτ’ ἀφιγμένον
εἰς τὰς Ἀθήνας ἐστὶ παρὰ τοῦ βασιλέως.
β. παρ’ Ἑσπερίδων ᾤμην σε, νὴ τὴν Φωσφόρον,
φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι· τρία
μόνον ἐστίν. α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
καὶ τίμιον.
ἔριφος δ’ ἐν Μελιβοίᾳ αὐτὰ ταῦτα τὰ ἰαμβεῖα προθεὶς ὡς ἴδια τὰ τοῦ Ἀντιφάνους ἐπιφέρει·
β. παρ’ Ἑσπερίδων ᾤμην σε, νὴ τὴν Ἄρτεμιν,
ξ φήσειν τὰ χρυσᾶ μῆλα ταῦτ’ εἶναι· τρία
μόνον ἐστίν. α. ὀλίγον τὸ καλόν ἐστι πανταχοῦ
καὶ τίμιον. β. τούτων μὲν ὀβολόν, εἰ πολύ,
τίθημι· λογιοῦμαι γάρ. α. αὗται δὲ ῥόαι.
β. ὡς εὐγενεῖς. α. τὴν γὰρ Ἀφροδίτην ἐν Κύπρῳ
δένδρον φυτεῦσαι τοῦτό φασιν ἓν μόνον.
β. Βέρβεια πολυτίμητε κᾆτα τρεῖς μόνας
καὶ τάσδ’ ἐκόμισας; α. οὐ γάρ εἶχον πλείονας.
τούτοις εἴ τις ἀντιλέγειν ἔχει ὅτι μὴ τὸ νῦν κιτρίον λεγόμενον σημαίνεται, σαφέστερα μαρτύρια παρατιθέσθω· καίτοι καὶ Φαινίου τοῦ Ἐρεσίου
ἔννοιαν ἡμῖν διδόντος μήποτε ἀπὸ τῆς κέδρου τὸ κεδρίον ὠνόμασται. καὶ γὰρ τὴν κέδρον φησὶν ἐν πέμπτῳ περὶ φυτῶν ἀκάνθας ἔχειν περὶ τὰ φύλλα, ὅτι δὲ τὸ αὐτὸ τοῦτο καὶ περὶ τὸ κιτρίον ἐστὶ παντὶ δῆλον.
ὅτι δὲ καὶ προλαμβανόμενον τὸ κιτρίον πάσης τροφῆς ξηρᾶς τε καὶ ὑγρᾶς ἀντιφάρμακόν ἐστι παντὸς δηλητηρίου εὖ οἶδα, μαθὼν παρὰ πολίτου ἐμοῦ πιστευθέντος τὴν τῆς Αἰγύπτου ἀρχήν. οὗτος
κατεδίκασέ τινας γενέσθαι θηρίων βορὰν κακούργους εὑρεθέντας, καὶ ἔδει αὐτοὺς ἀσπίσι τοῖς ζῴοις παραβληθῆναι. εἰσιοῦσι δὲ αὐτοῖς εἰς τὸ τοῖς λῃσταῖς εἰς τιμωρίαν ἀποδεδειγμένον θέατρον κατὰ τὴν ὁδὸν κάπηλίς τις γυνὴ κατ’ ἔλεον ἔδωκεν οὗ μετὰ χεῖρας εἶχεν ἐσθίουσα κιτρίου, καὶ λαβόντες ἔφαγον καὶ μετ’ οὐ πολὺ παραβληθέντες πελωρίοις καὶ ἀγριωτάτοις ζῴοις ταῖς ἀσπίσι δηχθέντες οὐδὲν ἔπαθον. ἀπορία δὲ κατέσχε τὸν
ἄρχοντα, καὶ τὸ τελευταῖον ἀνακρίνων τὸν αὐτοὺς φυλάττοντα στρατιώτην εἴ τι ἔφαγον ἢ ἔπιον, ὡς ἔμαθε κατὰ ταὐτὸν ἐξ ἀκεραίου τὸ κιτρίον δεδομέναν, τῇ ἐπιούσῃ τῶν ἡμερῶν τῷ μὲν πάλιν ἐκέλευσε δοθῆναι κιτρίου, τῷ δ’ οὔ· καὶ ὁ μὲν φαγὼν δηχθεὶς οὐδὲν ἔπαθεν, ὁ δὲ παραυτίκα πληγεὶς ἀπέθανε. δοκιμασθέντος οὖν διὰ πολλῶν τοῦ τοιούτου εὑρέθη τὸ κιτρίον ἀντιφάρμακον
παντὸς δηλητηρίου φαρμάκου. ἐὰν δέ τις ἐν μέλιτι Ἀττικῷ ὅλον κιτρίον ὡς ἔχει φύσεως συνεψήσῃ μετὰ τοῦ σπέρματος, διαλύεται μὲν ἐν τῷ μέλιτι, καὶ ὁ ἀπ’ αὐτοῦ λαμβάνων ἕωθεν δύο ἢ τρεῖς δακτύλους οὐδ’ ὁτιοῦν ὑπὸ φαρμάκου πείσεται.
τούτοις εἴ τις ἀπιστεῖ, μαθέτω καὶ παρὰ Θεοπόμπου τοῦ Χίου, ἀνδρὸς φιλαλήθους καὶ πολλὰ χρήματα καταναλώσαντος εἰς τὴν περὶ τῆς ἱστορίας ἐξέτασιν ἀκριβῆ, φησὶ γὰρ οὗτος ἐν τῇ ὀγδόῃ
καὶ τριακοστῇ τῶν ἱστοριῶν περὶ Κλεάρχου διηγούμενος τοῦ Ἡρακλεωτῶν τῶν ἐν τῷ Πόντῳ τυράννου, ὡς βιαίως ἀνῄρει πολλοὺς καὶ ὡς τοῖς πλείστοις ἐδίδου ἀκόνιτον πιεῖν ἐπειδὴ οὖν,
φησί, πάντες ἔγνωσαν τὴν τοῦ φαρμάκου ταύτην φιλοτησίαν, οὐ προῄεσαν τῶν οἰκιῶν πρὶν φαγεῖν πήγανον τοῦτο γὰρ τοὺς προφαγόντας μηδὲν πάσχειν πίνοντας τὸ ἀκόνιτον ὃ καὶ κληθῆναί φησι διὰ τὸ φύεσθαι ἐν τόπῳ Ἀκόναις καλουμένῳ ὄντι περὶ τὴν Ἡράκλειαν.
ταῦτ’ εἰπόντος τοῦ Δημοκρίτου θαυμάσαντες οἱ πολλοὶ τὴν τοῦ κιτρίου δύναμιν ἀπήσθιον ὡς μὴ πρότερον φαγόντες ἢ πιόντες τι. Πάμφιλος δ’ ἐν ταῖς Γλώσσαις
Ῥωμαίους φησὶν αὐτὸ κίτρον καλεῖν.
ἑξῆς δὲ τοῖς προειρημένοις κατ’ ἰδίαν ἐπεισενεχθέντων ἡμῖν πολλῶν ὀστρέων καὶ τῶν ἄλλων ὀστρακοδέρμων σχεδὸν τὰ πλεῖστα αὐτῶν μνήμης ἠξιωμένα παρ’ Ἐπιχάρμῳ ἐν Ἥβας
Γάμῳ εὑρίσκω διὰ τούτων
ἄγει δὲ παντοδαπὰ κογχύλια,
λεπάδας, ἀστάκους, κραβύζους, κικιβάλους, τηθυνάκια,
βαλάνους, πορφύρας, ὄστρεια συμμεμυκότα,
τὰ διελεῖν μέν ἐστι χαλεπά, καταφαγῆμεν δ᾽
εὐμαρέα·
μύας ἀναρίτας τε κάρυκάς τε καὶ σκιφύδρια,
τὰ γλυκέα μὲν ἐντ’ ἐπέσθειν, ἐμπαγῆμεν δ’ ὀξέα,
τούς τε μακρογογγύλους σωλῆνας· ἁ μέλαινά τε
κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ’ ἰσωνία·
θάτεραι δὲ γάιαι κόγχοι τε κἀμαθίτιδες,
ταὶ κακοδόκιμοι τε κἠύωνοι, τὰς ἀνδροφυκτίδας
πάντες ἄνθρωποι καλέονθ᾽, ἁμὲς δὲ λεύκας τοὶ θεοί.
ἐν δὲ Μούσαις γράφεται ἀντὶ τοῦ
κόγχος, ἅπερ κογχοθηρᾶν παισὶν ἐστ’ ἰσωνία
κόγχος, ἃν τέλλιν καλέομες· ἐστὶ δ’ ἅδιστον κρέας.
τὴν τελλίναν δὲ λεγομένην ἴσως δηλοῖ, ἣν Ῥωμαῖοι μίτλον ὀνομάζουσι. μνημονεύων δ’ αὐτῆς Ἀριστοφάνης ὁ γραμματικὸς ἐν τῷ περὶ τῆς
ἀχνυμένης σκυτάλης συγγράμματι ὁμοίας φησὶν εἶναι τὰς
λεπάδας ταῖς καλουμέναις τελλίναις. Καλλίας δ’ ὁ Μιτυληναῖος ἐν τῷ περὶ τῆς παρ’ Ἀλκαίῳ λεπάδος παρὰ τῷ Ἀλκαίῳ., φησὶν εἶναι ᾠδὴν ἧς ἡ
ἀρχή·
πέτρας καὶ πολιᾶς θαλάσσας τέκνον,
ἧς ἐπὶ τέλει γεγράφθαι
ἐκ δὲ παίδων χαύνοις φρένας ἁ θαλασσία λεπάς.
ὁ δ’ Ἀριστοφάνης γράφει ἀντὶ τοῦ λεπὰς χέλυς, καί φησιν οὐκ εὖ Δικαίαρχον ἐκδεξάμενον λέγειν τὰς λεπάδας· τὰ παιδάρια δὲ ἡνίκ’ ἂν εἰς τὸ στόμα λάβωσιν, αὐλεῖν ἐν ταύταις καὶ παίζειν, καθάπερ καὶ παρ’ ἡμῖν τὰ σπερμολόγα τῶν παιδαρίων ταῖς
καλουμέναις τελλίναις, ὡς καὶ Σώπατρός φησιν ὁ φλυακογράφος ἐν τῷ ἐπιγραφομένῳ δράματι Εὐβουλοθεομβρότῳ
ἀλλ’ ἴσχε· τελλίνης γὰρ ἐξαίφνης μέ τις
ἀκοὰς μελῳδὸς ἦχος εἰς ἐμὰς ἔβη.
πάλιν δ’ ὁ Ἐπίχαρμος ἐν Πύρρᾳ καὶ Προμαθεῖ φησι·
τὰν τέλλιν μάν, τὸν ἀναρίταν θᾶσαι δὴ καὶ λεπὰς ὅσσα.
παρὰ Σώφρονι δὲ κόγχοι μελαινίδες λέγονται· μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος.
ἐν δὲ τῷ ἐπιγραφομένῳ
Ὡλιεὺς τὸν
ἀγροιώταν χηράμβας ὀνομάζει, καὶ Ἀρχίλοχος δὲ τῆς χηράμβης μέμνηται, τοῦ δ’ ἀναρίτου Ἴβυκος. καλεῖται δ’ ὁ ἀναρίτης καὶ ἀνάρτας. κοχλιῶδες δὲ ὂν τὸ ὄστρεον προσέχεται ταῖς πέτραις ὥσπερ αἱ λεπάδες. Ἡρώνδας δ’ ἐν Συνεργαζομέναις·
προσφὺς ὅκως τις χοιράδων ἀναρίτης.
Αἰσχύλος δ’ ἐν Πέρσαις τις ἀνηρει τοὺς νήσους νηριτοτρόφους
εἴρηκεν. Ὅμηρος δὲ τῶν τηθέων μέμνηται.
Διοκλῆς δ’ ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς κράτιστά φησιν εἶναι τῶν κογχυλίων πρὸς διαχώρησιν
καὶ οὔρησιν μύας, ὄστρεα, κτένας, χήμας. Ἄρχιππος δ’ ἐν Ἰχθύσι·
λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε·
ῥωμαλεώτερα δὲ τῶν κογχυλίων φησὶν εἶναι ὁ Διοκλῆς κόγχας, πορφύρας, κήρυκας, περὶ δὲ τῶν κηρύκων ὁ Ἄρχιππος τάδε λέγει·
κῆρυξ θαλάσσης τρόφιμος, υἱὸς πορφύρας.
Σπεύσιππος δ’ ἐν β’ Ὁμοίων παραπλήσια εἶναι κήρυκας, πορφύρας, στραβήλους, κόγχους. τῶν στραβήλων μνημονεύει καὶ Σοφοκλῆς ἐν Καμικοῖς οὕτως·
ἁλίας στραβήλου τῆσδε, τέκνον, εἴ τινα
δυναίμεθ’ εὑρεῖν
ἔτι ὁ Σπεύσιππος ἑξῆς πάλιν ἰδίᾳ καταριθμεῖται κόγχους, κτένας, μῦς, πίννας, σωλῆνας, καὶ ἐν ἄλλῳ μέρει ὄστρεα, λεπάδας. ἀραρὼς δὲ Καμπυλίωνί φησιν
τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα,
κόγχαι τε καὶ σωλῆνες αἵ τε καμπύλαι
καρῖδες ἐξήλλοντο δελφίνων δίκην.
σώφρων δ’ ἐν Μίμοις· τίνες δ’ ἐντί ποκα, φίλα, τοιδέ τοι μακρογόγγυλοι; β. σωλῆνές θην τοῦτοί γα γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.
τῶν δὲ πιννῶν μνημονεύει Κρατῖνος ἐν ᾽ Ἀρχιλόχοις·
ἡ μὲν δὴ πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
Φιλύλλιος δ’ ἢ Εὔνικος ἢ Ἀριστοφάνης ἐν Πόλεσι·
πουλυπόδειον, σηπιδάριον, κάραβον, ἀστακόν,
ὄστρειον,
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας
ἐκ Μιτυλήνης·
αἴρετ’ ἀνθρακίδας, τρίγλη, σαργός, κεστρεύς,
πέρκη, κορακῖνοι.
Ἀγίας δὲ καὶ Δερκύλος ἐν Ἀργολικοῖς τοὺς
στραβήλους ἀστραβήλους ὀνομάζουσι, μνημονεύοντες αὐτῶν ὡς ἐπιτηδείων ὄντων εἰς τὸ σαλπίζειν.
τὰς δὲ κόγχας ἔστιν εὑρεῖν λεγομένας καὶ θηλυκῶς καὶ ἀρσενικῶς. Ἀριστοφάνης
Βαβυλωνίοις·
ἀνέχασκον εἷς ἕκαστος ἐμφερέστατα
ὀπτωμέναις κόγχαισιν ἐπὶ τῶν ἀνθράκων.
Τηλεκλείδης δ’ ἐν Ἡσιόδοις κόγχη φησὶ διελεῖν. καὶ Σώφρων γυναικείοις· αἵ γα μὰν κόγχαι, ὥσπερ αἲ κ’ ἐξ ἑνὸς κελεύματος, κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει.
ἀρσενικῶς δὲ Αἰσχύλος ἐν Ποντίῳ
Γλαύκῳ·
κόγχοι μύες κὤστρεια.
Ἀριστώνυμος
Θησεῖ·
κόγχος ἦν βάπτων αὐλῶν ὁμοίως.
παραπλησίως δ’ εἴρηκε καὶ Φρύνιχος
Σατύροις. Ἱκέσιος δὲ ὁ Ἐρασιστράτειος τῶν χημῶν φησι τὰς μὲν τραχείας λέγεσθαι, τὰς δὲ βασιλικάς καὶ τὰς μὲν τραχείας καὶ κακοχύλους εἶναι, ὀλιγοτρόφους, εὐεκκρίτους, χρῆσθαι δὲ αὐταῖς καὶ δελέασι τοὺς πορφυρευομένους· τῶν δὲ λείων κατὰ τὰ μεγέθη καὶ τὰς διαφορὰς εἶναι κρατίστας. Ἡγήσανδρος δ’ ἐν ὑπομνήμασι τὰς τραχείας φησὶ κόγχας ὑπὸ μὲν Μακεδόνων κωρύκους καλεῖσθαι, ὑπὸ δὲ Ἀθηναίων κριούς,
τὰς δὲ λεπάδας ὁ Ἱκέσιος τῶν προειρημένων εὐεκκρίτους μᾶλλον εἶναι, τὰ δ’ ὄστρεα ἀτροφώτερά τε τούτων καὶ πλήσμια εὐεκκριτώτερά τε.
οἱ δὲ κτένες τροφιμώτεροι μέν εἰσι, κακοχυλότεροι δὲ καὶ δυσεκκριτώτεροι. τῶν δὲ μυῶν οἱ μὲν Ἐφέσιοι καὶ οἱ τούτοις ὅμοιοι τῇ εὐχυλίᾳ τῶν μὲν κτενῶν βελτίονες, τῶν δὲ χημῶν λειπόμενοι οὐρητικώτεροι δὲ μᾶλλον ἢ ἐπὶ τὴν κοιλίαν φερόμενοι, εἰσὶ δ’ αὐτῶν ἔνιοι καὶ σκιλλώδεις κακόχυλοί τε καὶ πρὸς τὴν γεῦσιν ἀπειθεῖς. οἱ δ᾽
ἐλάσσονες τούτων καὶ δασεῖς ἔξωθεν οὐρητικώτεροι μέν εἰσι καὶ εὐχυλότεροι τῶν σκιλλωδῶν, ἀτροφώτεροι δέ, διά τε τὸ μέγεθος καὶ τῷ γένει ὄντες τοιοῦτοι, οἱ δὲ τῶν κηρύκων τράχηλοι εὐστόμαχοὶ τέ εἰσι καὶ ἀτροφώτεροι μυῶν τε καὶ χημῶν καὶ κτενῶν τοῖς δ’ ἀσθενῆ τὸν στόμαχον ἔχουσι καὶ μὴ ῥᾳδίως
ἀποδιωθοῦσι τὴν τροφὴν εἰς τὸ κύτος τῆς κοιλίας χρήσιμοι,
δύσφθαρτοί τε ὄντες. τὰ γὰρ ὁμολογουμένως εὔπεπτα κατὰ τοὐναντίον ἀλλότρια τῆς διαθέσεως ταύτης ἐστίν,
εὐχερῶς διαφθειρόμενα διὰ τὸ ἁπαλὰ καὶ εὐδιάλυτα εἶναι. ὅθεν αἱ μήκωνες αὐτῶν πρὸς μὲν τὰς τῶν στομάχων εὐτονίας οὐκ εὐθετοῦσι πρὸς δὲ τὴν τῆς κοιλίας ἀσθένειαν χρήσιμοι, τροφιμώτεραι δὲ τούτων εἰσὶ καὶ ἀπολαυστικώτεραι αἱ τῆς πορφύρας μήκωνες, πλὴν σκιλλωδέστεραι ὑπάρχουσι καὶ γὰρ ὅλον τὸ κογχύλιον τοιοῦτόν ἐστιν, ἴδιον δὲ καὶ ταύταις καὶ τοῖς σωλῆσι παρέπεται τὸ ἑψομέναις παχὺν ποιεῖν τὸν ζωμόν. ἑψόμενοι δὲ τὸ καθ’ ἑαυτοὺς καὶ οἱ τράχηλοι τῶν πορφυρῶν εὐθετοῦσι πρὸς τὰς τῶν στομάχων διαθέσεις.
μνημονεύει δ’ αὐτῶν Ποσείδιππος ἐν Λοκρίσιν οὕτως
ὥρα περαίνειν· ἐγχέλεια, καράβους,
κόγχας, ἐχίνους προσφάτους, μηκώνια,
πίνας, τραχήλους, μύας.
αἱ βάλανοι δ’ εἰ μείζονες, εὐέκκριτοι καὶ εὔστομοι. τὰ δ’ ὠτάρια—γίνεται δὲ ταῦτα κἀν τῇ κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένῃ Φάρῳ νήσῳ τροφιμώτερα τῶν προειρημένων ἁπάντων, οὐκ εὐέκκριτα
δέ. ᾽ Ἀντίγονος δ’ ὁ Καρύστιος ἐν τῷ περὶ λέξεως τὸ ὄστρεον τοῦτο ὑπὸ Αἰολέων καλεῖσθαι οὖς Ἀφροδίτης, αἱ δὲ φωλάδες πολυτροφώτεραι, βρομώδεις δέ. τὰ δὲ τήθη παραπλήσια τοῖς προειρημένοις καὶ πολυτροφώτερα. γίνεται δέ τινα καὶ ἄγρια λεγόμενα ὄστρεα· πολύτροφα δ’ ἐστὶ καὶ βρομώδη προσέτι τε εὐτελῆ κατὰ τὴν γεῦσιν.
Ἀριστοτέλης δ’ ἐν τῷ περὶ ζῴων ὄστρεα,
φησίν, πίνη, ὄστρεον, μῦς, κτείς, σωλήν, κόγχη, λεπάς, τῆθος, βάλανος, πορευτικὰ δὲ κῆρυξ, πορφύρα, ἡδυπορφύρα, ἐχῖνος, στράβηλος. ἐστὶ δ’ ὁ μὲν κτεὶς τραχυόστρακος, ῥαβδωτός, τὸ δὲ τῆθος ἀράβδωτον, λειόστρακον, ἡ δὲ πίνη λεπτόστομον, τὸ δὲ ὄστρεον παχύστομον, δίθυρον δὲ καὶ τραχυόστρακον, λεπὰς δὲ μονόθυρον καὶ λειόστρακον, συμφυὲς δὲ μῦς, μονοφυὲς δὲ καὶ λειόστρακον σωλὴν καὶ βάλανος, κοινὸν δ’ ἐξ ἀμφοῖν κόγχη.
τὸ δ’ ἐντὸς τῆς πίνης Ἐπαίνετος ἐν Ὀψαρτυτικῷ καλεῖσθαί φησι μήκωνα.
ἐν δὲ πέμπτῳ ζῴων μορίων ὁ Ἀριστοτέλης
γίνονται
φησίν, αἱ μὲν πορφύραι περὶ τὸ ἔαρ, οἱ δὲ κήρυκες λήγοντος τοῦ χειμῶνος. ὅλως δέ,
φησί, τὰ ὀστρακόδερμα ἐν τῷ ἔαρι φαίνεται ἔχοντα τὰ καλούμενα ᾠά, κἀν τῷ μετοπώρῳ δὲ πλὴν τῶν ἐχίνων τῶν ἐδωδίμων, οὗτοι δὲ μάλιστα μὲν ἐν ταύταις ταῖς ὥραις αἰεί τε ἰσχύουσι καὶ τὸ πλέον ἐν ταῖς πανσελήνοις καὶ ταῖς ἀλεειναῖς ἡμέραις πλὴν τῶν ἐν τῷ Εὐρίπῳ τῶν Πυρραίων
ἐκεῖνοι δ’ ἀμείνονες τοῦ χειμῶνος καί εἰσι μικροί, πλήρεις δὲ ᾠῶν. κύοντες δὲ φαίνονται καὶ οἱ κοχλίαι πάντες ὁμοίως τὴν αὐτὴν ὥραν.
προελθὼν δὲ πάλιν φησὶν ὁ φιλόσοφος· αἱ μὲν οὖν πορφύραι τοῦ ἔαρος συναθροιζόμεναι εἰς τὸ αὐτὸ ποιοῦσι τὴν καλουμένην μελίκηραν· τοῦτο δ’ ἐστὶν οἷον κηρίον, ἀλλ’ οὐχ οὕτως γλαφυρόν, ὥσπερ ἂν εἰ ἐκ λεπύρων ἐρεβίνθων λευκῶν πολλὰ συμπαγείη. ἔχει δὲ ἀνεῳγμένον οὐδὲν τούτων, οὐδὲ γίνονται ἐκ
τούτων αἱ πορφύραι, ἀλλὰ φύονται αὗται καὶ τὰ ἄλλα ὀστρακόδερμα ἐξ ἰλύος καὶ σήψεως, τοῦτο δὲ συμβαίνει ὥσπερ ἀποκάθαρμα καὶ ταύταις καὶ τοῖς κήρυξι· κηριάζουσι γὰρ καὶ οὗτοι, ἀφιᾶσι δ’ ἀρχόμεναι κηριάζειν γλισχρότητα μυξώδη, ἐξ ὧν τὰ λεπυρώδη συνίσταται, ταῦτα μὲν οὖν ἅπαντα διαχεῖται, ἀφιᾶσι δ’ ἰχῶρα εἰς τὴν γῆν καὶ ἐν τούτῳ τῷ τόπῳ γίνεται ἐν τῇ γῇ συστάντα πορφύρια μικρά, ἃ ἔχουσαι ἁλίσκονται αἱ πορφύραι.
ἐὰν δὲ πρὶν ἐκτεκεῖν ἁλῶσιν, ἐνίοτε ἐν ταῖς φορμίσιν, εἰς δὲ ταὐτὸ συνιοῦσαι ἐκτίκτουσι, καὶ γίνεται οἱονεὶ βότρυς. ἐστὶ δὲ τῶν πορφυρῶν
γένη πλείονα· καὶ ἔνιαι μὲν μεγάλαι, οἷον αἱ περὶ τὸ Σίγειον καὶ τὸ Λεκτόν, αἱ δὲ μικραί, οἷον ἐν τῷ Εὐρίπῳ καὶ περὶ Καρίαν. καὶ αἱ μὲν ἐν τοῖς
κόλποις μεγάλαι καὶ τραχεῖαι, καὶ τὸ ἄνθος αἱ μὲν πλεῖσται μέλαν ἔχουσιν, ἔνιαι δ’ ἐρυθρὸν μικρόν, γίνονται δ’ ἔνιαι τῶν μεγάλων καὶ μναῖαι. αἱ δ’ ἐν τοῖς αἰγιαλοῖς καὶ περὶ τὰς ἀκτὰς τὸ μὲν μέγεθός εἰσι μικραί, τὸ δὲ ἄνθος ἐρυθρὸν ἔχουσιν. ἔτι δ’ ἐν μὲν τοῖς προσβόρροις μέλαιναι, ἐν δὲ τοῖς νοτίοις ἐρυθραὶ ὡς ἐπὶ τὸ πλεῖστον.
Ἀπολλόδωρος δ’ ὁ Ἀθηναῖος ἐν τοῖς περὶ Σώφρονος προθεὶς τὰ λιχνοτέρα τᾶν πορφυρᾶν
φησὶν ὅτι παροιμία ἐστὶν καὶ λέγει, ὡς μέν τινες,
ἀπὸ τοῦ βάμματος οὗ γὰρ ἂν προσψαύσῃ ἕλκει ἐφ’ ἑαυτὸ καὶ τοῖς προσπαρατεθειμένοις ἐμποιεῖ χρώματος αὐγὴν ἄλλοι δ’ ἀπὸ τοῦ ζῴου. ἁλίσκονται δέ,
φησὶν ὁ ᾽ι Ἀριστοτέλης, τοῦ ἔαρος, ὑπὸ κύνα δ’ οὐχ ἁλίσκονται· οὐ γὰρ νέμονται, ἀλλὰ κρύπτουσιν ἑαυτὰς καὶ φωλεύουσι. τὸ δὲ ἄνθος ἔχουσιν ἀνὰ μέσον τῆς μήκωνος καὶ τοῦ τραχήλου. ἔχει δὲ καὶ αὐτὴ καὶ ὁ κῆρυξ τὰ ἐπικαλύμματα κατὰ τὰ αὐτὰ καὶ τὰ ἄλλα τὰ στρομβώδη ἐκ γενετῆς πάντα, νέμονται δ’ ἐξείροντα τὴν καλουμένην
γλῶτταν ὑπὸ τὸ κάλυμμα, τα δὲ μέγεθος τῆς γλώσσης ἔχει ἡ πορφύρα μεῖζον δακτύλου, ᾧ νέμεται καὶ διατρυπᾷ καὶ τὰ κογχύλια καὶ τὸ ἑαυτῆς ὄστρακον. μακρόβια δ’ ἐστὶν καὶ ἡ πορφύρα καὶ ὁ κῆρυξ καὶ ζῇ περὶ ἔτη ἕξ. φανερὰ δὲ ἡ αὔξησις ἐκ τῆς ἐν τῷ
ὀστράκῳ ἕλικος. αἱ δὲ
κόγχαι καὶ χῆμαι καὶ σωλῆνες καὶ κτένες ἐν τοῖς ἀμμώδεσι λαμβάνουσι τὴν σύστασιν.
αἱ δὲ πῖναι ὀρθαὶ φύονται ἐκ τοῦ βυθοῦ ἔχουσί
τε ἐν αὑταῖς τὸν πινοφύλακα αἱ μὲν καρίδιον, αἱ δὲ καρκίνιον οὗ στερόμεναι θᾶττον διαφθείρονται.
τοῦτο δὲ Πάμφιλος ὁ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ ὀνομάτων συμπεφυκέναι φησὶν αὐταῖς. Χρύσιππος δ’ ὁ Σολεὺς ἐκ τοῦ εʹ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς· ἡ πίννη,
φησίν, καὶ ὁ πιννοτήρης συνεργὰ ἀλλήλοις, κατ’ ἰδίαν οὐ δυνάμενα συμμένειν. ἡ μὲν οὖν πίννη ὄστρεόν ἐστιν, ὁ δὲ πιννοτήρης καρκίνος μικρός, καὶ ἡ πίννη διαστήσασα τὸ ὄστρακον
ἡσυχάζει τηροῦσα τὰ ἐπεισιόντα ἰχθύδια, ὁ δὲ πιννοτήρης παρεστὼς ὅταν εἰσέλθῃ τι δάκνει αὐτὴν ὥσπερ σημαίνων, ἡ δὲ δηχθεῖσα συμμύει. καὶ οὕτως τὸ ἀποληφθὲν ἔνδον κατεσθίουσι κοινῇ.
φασὶ δέ τινες καὶ συγγεννᾶσθαι αὐτὰ αὐτοῖς καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος γίνεσθαι. πάλιν δὲ ὁ Ἀριστοτέλης φησί πάντα δὲ τὰ ὀστρακώδη γίνεται καὶ ἐν τῇ ἰλύι, ἐν μὲν τῇ βορβορώδει τὰ
ὄστρεα, ἐν δὲ τῇ ἀμμώδει κόγχαι καὶ τὰ ῥηθέντα, περὶ δὲ τὰς σήραγγας τῶν πετρῶν τήθεα καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἷον λεπάδες καὶ νηρῖται.
τὸν αὐτὸν δὲ τρόπον γίνεται τοῖς ὀστρακοδέρμοις καὶ τὰ μὴ ἔχοντα ὄστρακα, καθάπερ αἵ τε κνίδαι καὶ οἱ σπόγγοι ἐν ταῖς σήραγξι τῶν πετρῶν ἐστὶ δὲ τῶν κνιδῶν δύο γένη· αἱ μὲν γὰρ ἐν τοῖς κοίλοις οὐκ ἀπολύονται τῶν πετρῶν, αἱ δ’ ἐν τοῖς λείοις καὶ πλαταμώδεσιν ἀπολυόμεναι μεταχωροῦσι.
τὰς δὲ κνίδας ὁ Εὔπολις ἐν Αὐτολύκῳ
ἀκαλήφας ὀνομάζει ἔτι τε ᾽ Ἀριστοφάνης ἐν Φοινίσσαις οὕτως·
ἔχε τὸν πρῶτον πάντων
ἴφυα φῦναι
εἶθ’ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.
καὶ ἐν Σφηξί. Φερεκράτης δ’ ἐν Αὐτομόλοις·
κἂν ἀκαλήφαις τὸν ἴσον χρόνον ἐστεφανῶσθαι.
Δίφιλος δ’ ὁ Σίφνιος ἰατρὸς ἡ δὲ ἀκαλήφη,
φησίν, ἐστὶν εὐκοίλιος, οὐρητική, εὐστόμαχος· κνησμὸν δὲ ποιεῖ τοῖς συνάγουσιν, ἐπειδὰν μὴ προαλείψωνται.
ὄντως γὰρ ἀνιᾷ τοὺς θηρεύοντας αὐτὴν ὑφ’ ὧν κατὰ παραφθορὰν νῦν ἀκαλήφη
ὀνομάζεται· τάχα δὲ ἴσως διὰ ταύτην καὶ ἡ βοτάνη. κατ’ εὐφημισμὸν γὰρ τῆς ἀντιφράσεως ὠνόμασται οὐ γὰρ πραεῖά ἐστιν καὶ ἀκαλὴ τῇ
ἁφῇ, τραχεῖα δὲ καὶ ἀηδής. τῆς μέντοι θαλασσίας ἀκαλήφης μνημονεύει καὶ Φιλιππίδης ἐν Ἀμφιαράῳ οὕτως ·
ὄστρει᾽, ἀκαλήφας καὶ λεπάδας παρέθηκέ μοι.
τὸ δ’ ἐν Λυσιστράτῃ
Ἀριστοφάνους πέπαικται·
ἀλλ’ ὦ τηθῶν ἀνδρειοτάτη καὶ μητριδίων ἀκαληφῶν.
ἐπεὶ τήθεα τὰ ὄστρεα. μέμικται γὰρ κωμῳδικῶς πρὸς τὴν τήθην καὶ μητέρα.
καὶ περὶ τῶν ἄλλων
ὀστρέων ὁ Δίφιλος τάδε
φησί χημῶν δὲ τῶν τραχειῶν αἱ μικραὶ καὶ λεπτὴν ἔχουσαι τὴν σάρκα ὄστρεα λέγονται καὶ εὐστόμαχοί εἰσι καὶ εὐέκκριτοι αἱ δὲ λεῖαι, βασιλικαὶ δὲ πρός τινων καλούμεναι πελώριαί τε λεγόμεναι, τρόφιμοι, δυσέκκριτοι, εὔχυλοι,
εὐστόμαχοι, καὶ μάλιστα αἱ μείζους. τελλῖναι γίνονται μὲν ἐν Κανώβῳ πολλαὶ καὶ ὑπὸ τὴν τοῦ Νείλου ἀνάβασιν πληθύουσιν. ὧν λεπτότεραι μὲν εἰσιν αἱ βασιλικαὶ διαχωρητικαί τε καὶ κοῦφαι, ἔτι δὲ
καὶ τρόφιμοι, αἱ δὲ ποτάμιαι γλυκύτεραι. οἱ δὲ μύες μέσως εἰσὶ τρόφιμοι, διαχωρητικοί, οὐρητικοί· κράτιστοι δὲ οἱ Ἐφέσιοι καὶ τούτων οἱ φθινοπωρινοί, αἱ δὲ μυίσκαι τῶν μυῶν οὖσαι μικρότεραι γλυκεῖαί τε καὶ εὔχυλοί εἰσι προσέτι τε καὶ τρόφιμοι, οἱ δὲ σωλῆνες μὲν πρός τινων καλούμενοι, πρός τινων δὲ αὐλοὶ καὶ δόνακες καὶ ὄνυχες, πολύχυλοι καὶ κακόχυλοι, κολλώδεις, καὶ οἱ μὲν ἄρρενες αὐτῶν ῥαβδωτοί εἰσι καὶ οὐ μονοχρώματοι· εἰσὶ δὲ τοῖς λιθιῶσι καὶ ἄλλως δυσουροῦσιν εὔθετοι.
οἱ δὲ θήλεις μονοχρώματοί τέ εἰσι καὶ γλυκύτεροι, λαμβάνονται δὲ ἑφθοὶ καὶ τηγανιστοί· κρείττονες δ’ εἰσὶν οἱ μέχρι τοῦ χανεῖν ἐπ’ ἀνθράκων ὀπτώμενοι.
σωληνισταὶ δ’ ἐκαλοῦντο οἱ συνάγοντες τὰ ὄστρεα ταῦτα, ὡς ἱστορεῖ Φαινίας ὁ Ἐρέσιος ἐν τῷ ἐπιγραφομένῳ Τυράννων ἀναίρεσις ἐκ τιμωρίας, γράφων οὕτως
Φιλόξενος ὁ καλούμενος σωληνιστὴς
ἐκ δημαγωγοῦ τύραννος ἀνεφάνη, ζῶν τὸ
μὲν ἐξ ἀρχῆς ἁλιευόμενος καὶ σωληνοθήρας ὤν· ἀφορμῆς δὲ λαβόμενος καὶ ἐμπορευσάμενος βίον ἐκτήσατο.
τῶν δὲ κτενῶν ἁπαλώτεροι μὲν εἰσιν οἱ λευκοί· ἄβρομοι γάρ καὶ εὐκοίλιοι. τῶν δὲ μελάνων καὶ πυρρῶν οἱ μείζονες καὶ εὔσαρκοι εὔστομοι. κοινῶς δὲ πάντες εὐστόμαχοι, εὔπεπτοι,
εὐκοίλιοι λαμβανόμενοι μετὰ κυμίνου καὶ πεπέρεως.
μνημονεύει δ’ αὐτῶν καὶ Ἄρχιππος ἐν Ἰχθύσι·
λεπάσιν, ἐχίνοις, ἐσχάραις, βελόναις τε τοῖς κτεσίν τε.
αἱ δὲ βάλανοι καλούμεναι ἀπὸ τῆς πρὸς τὰς δρυίνας ὁμοιότητος διαφέρουσι κατὰ τοὺς τόπους, αἱ μὲν γὰρ Αἰγύπτιαι γλυκεῖαι, ἁπαλαί, εὔστομοι, θρεπτικαί, πολύχυλοι, οὐρητικαί, εὐκοίλιοι, αἱ δὲ ἄλλαι ἁλυκώτεραι. τὰ δὲ ὠτία δύσπεπτα, τρόφιμα δὲ μᾶλλον τηγανιζόμενα. αἱ δὲ φωλάδες εὔστομοι, βρομώδεις δὲ καὶ κακόχυλοι.
ἐχῖνοι δὲ ἁπαλοὶ μέν, εὔχυλοι, βρομώδεις, πλήσμιοι, εὔφθαρτοι, μετὰ δὲ ὀξυμέλιτος λαμβανόμενοι καὶ σελίνου καὶ ἡδυόσμου εὐστόμαχοι, γλυκεῖς τε καὶ
εὔχυλοι. προσηνέστεροι δ’ αὐτῶν οἱ ἐρυθροὶ καὶ οἱ μήλινοι καὶ οἱ παχύτεροι καὶ οἱ ἐν τῷ ξύεσθαι τὴν σάρκα γαλακτῶδες τι ἀφιέντες. οἱ δὲ περὶ τὴν Κεφαλληνίαν γινόμενοι καὶ περὶ τὴν Ἰκαρίαν καὶ τὸν Ἀδρίαν
τινὲς αὐτῶν καὶ ὑπόπικροί εἰσιν οἱ δ’ ἐπὶ τοῦ σκοπέλου· τῆς Σικελίας κοιλίας λυτικοί.
Ἀριστοτέλης δέ φησι τῶν ἐχίνων πλείω γένη εἶναι· ἓν μὲν τὸ ἐσθιόμενον, ἐν ᾧ τὰ καλούμενά ἐστιν ᾠά, ἄλλα δὲ δύο τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρυσῶν, μνημονεύει τῶν σπατάγγων καὶ Σώφρων καὶ Ἀριστοφάνης ἐν Ὁλκάσιν οὕτως·
δαρδάπτοντα, μιστύλλοντα, διαλείχοντά μου
τὸν κάτω σπατάγγην.
καὶ Ἐπίχαρμος δὲ ἐν Ἥβας γάμῳ περὶ τῶν ἐχίνων φησί·
καρκίνοι θ’ ἵκοντ’ ἐχῖνοὶ θ᾽, οἳ καθ’ ἁλμυρὰν ἅλα
νεῖν μὲν οὐκ ἴσαντι, πεζᾷ δὲ ἐμπορεύονται μόνοι.
Δημήτριος δ’ ὁ Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου Λάκωνὰ φησί τινα κληθέντα ἐπὶ θοῖναν παρατεθέντων ἐπὶ τὴν τράπεζαν θαλαττίων ἐχίνων ἐπιλαβέσθαι ἑνός, οὐκ εἰδότα τὴν
χρῆσιν τοῦ ἐδέσματος, ἀλλ’ οὐδὲ προσέχοντα τοῖς συνδειπνοῦσι πῶς ἀναλίσκουσιν ἐνθέντα δὲ εἰς τὸ στόμα σὺν τῷ κελύφει βρύκειν τοῖς ὀδοῦσι τὸν ἐχῖνον. δυσχρηστούμενον οὖν τῇ βρώσει καὶ οὐ συνιέντα τὴν ἀντιτυπίαν τῆς τραχύτητος εἰπεῖν· ὦ φάγημα μιαρόν, οὔτε μὴ νῦν σε ἀφέω μαλθακισθεὶς οὔτ’ αὖτις ἔτι κα λάβοιμι.
ὅτι δὲ οἱ ἐχῖνοι, λέγω δὲ καὶ τοὺς χερσαίους καὶ τοὺς θαλαττίους, καὶ ἑαυτῶν εἰσι φυλακτικοὶ πρὸς τοὺς θηρῶντας, προβαλλόμενοι τὰς ἀκάνθας ὥσπερ τι χαράκωμα, Ἴων ὁ Χῖος μαρτυρεῖ ἐν Φοίνικι ἢ Καινεῖ λέγων οὕτως
ἀλλ’ ἔν τε χέρσῳ τὰς λέοντος ᾔνεσα
ἢ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας·
ὃς εὖτ’ ἂν ἄλλων κρεισσόνων ὁπμὴν μάθῃ,
στρόβιλος ἀμφάκανθον εἱλίξας δέμας
κεῖται δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.
τῶν δὲ λεπάδων,
φησὶν ὁ Δίφιλος, τινὲς μέν εἰσι μικραί, τινὲς δὲ καὶ ὀστρέοις ἐοικυῖαι. εἰσὶ
δὲ σκληροὶ καὶ ὀλιγόχυλοι καὶ οὐκ ἄγαν δριμεῖαι, εὔστομοι δὲ καὶ εὐκατέργαστοι, ἑφθαὶ δὲ ποσῶς εὔστομοι. αἱ δὲ πίνναι οὐρητικαί, τρόφιμοι, δύσπεπτοι, δυσανάδοτοι. ἐοίκασι δ’ αὐταῖς καὶ οἱ κήρυκες· ὧν οἱ μὲν τράχηλοι εὐστόμαχοι, δυσκατέργαστοι
δέ· διὸ τοῖς ἀσθενοῦσι τὸν στόμαχον οἰκεῖοι· δυσέκκριτοί τε καὶ μέσως τρόφιμοι, τούτων δὲ αἱ μήκωνες λεγόμεναι πρὸς τοῖς πυθμέσιν ἁπαλαί, εὔφθαρτοι, διὸ τοῖς τὴν γαστέρα ἀσθενοῦσιν οἰκεῖαι. αἱ δὲ πορφύραι μεταξὺ πίννης εἰσὶ καὶ τοῦ κήρυκος· ὧν οἱ μὲν τράχηλοι πολύχυλοι, εὔστομοι, τὸ δὲ λοιπὸν αὐτῶν ἁλυκὸν καὶ γλυκὺ καὶ εὐανάδοτον εἰς ἐπίκρασὶν τ’ ἐπιτήδειον. τὰ δὲ ὄστρεα γεννᾶται μὲν καὶ ἐν ποταμοῖς καὶ ἐν
λίμναις καὶ ἐν θαλάσσῃ, κράτιστα δὲ τὰ θαλάττια, ὅταν λίμνη ἢ ποταμὸς παρακέηται. γίνεται γὰρ εὔχυλα καὶ μείζονα καὶ γλυκύτερα, τὰ δὲ πρὸς ᾐόσι καὶ πέτραις ἰλύος καὶ γλυκέος ὕδατος ἀμιγῆ μικρά, σκληρά, δηκτικά. τὰ δὲ ἐαρινὰ
ὄστρεα καὶ τὰ κατὰ τὴν τοῦ θέρους ἀρχὴν κρείσσονα, πλήρη, θαλασσίζοντα μετὰ γλυκύτητος, εὐστόμαχα, εὐέκκριτα. τὰ δὲ συνεψόμενα μαλάχῃ ἢ λαπάθῳ ἢ ἰχθύσιν ἢ καθ’ αὑτὰ τρόφιμα καὶ εὐκοίλια.
Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν φησιν· ὄστρεα καὶ κόγχαι καὶ μύες καὶ τὰ ὅμοια τὴν μὲν σάρκα δυσκατέργαστά ἐστι
διὰ τὴν
ὑγρότητα τὴν ἐν αὐτοῖς ἁλυκήν. διόπερ ὠμὰ μὲν ἐσθιόμενα κοιλίας ἐστὶν ὑπακτικὰ διὰ τὴν
ἁλυκότητα, τὰ δὲ ἑψόμενα ἀφίησιν ἤτοι πᾶσαν ἢ τὴν πλείστην ἅλμην εἰς τὴν συνέψουσαν αὐτὴν ὑγρότητα. διόπερ αἱ μὲν ὑγρότητες ἐν αἷς ἂν ἑψηθῇ τι τῶν ὀστρέων ταρακτικαὶ καὶ ὑπακτικαὶ κοιλίας εἰσίν, αἱ δὲ σάρκες τῶν ἑψομένων ὀστρέων ψόφους
ποιοῦσιν ἐστερημέναι τῶν ὑγρῶν, τὰ δὲ ὀπτὰ τῶν ὀστρέων, ἐάν τις αὐτὰ καλῶς ὀπτήσῃ, ἀλυποτάτην ἔχει διάθεσιν πεπύρωται γάρ. διὸ οὐχ ὁμοίως τοῖς ὠμοῖς ἐστι δύσπεπτα, καὶ τὰς ὑγρότητας ἐν αὐτοῖς ἔχει κατεξηραμμένας δι’ ὧν ἔκλυτος ἡ κοιλία γίνεται, τροφήν τε δίδωσιν ὑγράν τε καὶ δύσπεπτον ἅπαν ὄστρεον καὶ πρὸς τὰς οὐρήσεις ἐστὶν οὐκ εὔοδα. ἀκαλήφη δὲ καὶ ἐχίνων ᾠὰ καὶ τὰ τοιαῦτα τροφὴν μὲν δίδωσιν ὑγρὰν καὶ μικράν, τῆς δὲ κοιλίας ἐστὶν λυτικὰ καὶ οὐρήσεως κινητικά.
Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν Γεωργικοῖς τάδε τῶν ὀστρέων καταλέγει·
ἠὲ καὶ ὄστρεα τόσσα βυθοὺς ἅτε βόσκεται ἅλμης,
νηρῖται στρόμβοι τε πελωριάδες τε μύες τε,
γλίσχρ’ Ἁλοσύδνης τέκνα καὶ αὐτῆς φωλεὰ πίνης.
καὶ Ἀρχέστρατος δ’ ἐν Γαστρονομίᾳ φησί
τοὺς μῦς Αἶνος ἔχει μεγάλους, ὄστρεια δ’ Ἄβυδος,
τὰς ἄρκτους Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη·
πλείστους δὲ ᾽ Ἀμβρακία παρέχει καὶ ἄπλατα μετ᾽
αὐτῶν
Μεσσήνῃ δὲ πελωριάδας στενοπορθμίδι κόγχας
κἀν Ἐφέσῳ λήψει τὰς λείας οὔ τι πονηράς.
τήθεα Καλχηδών, τοὺς κήρυκας δ’ ἐπιτρίψαι
ὁ Ζεύς, τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους,
πλὴν ἑνὸς ἀνθρώπου· κεῖνος δὲ μοί ἐστιν ἑταῖρος
Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται.
καὶ Φιλύλλιος δὲ ἢ ὅστις ἐστὶν ὁ ποιήσας τὰς Πόλεις φησί·
χήμας, λεπάδας, σωλῆνας, μῦς, πίννας, κτένας ἐκ
Μηθύμνης.
ὄστρεια δὲ μόνως οὕτως ἔλεγον οἱ ἀρχαῖοι. Κρατῖνος
Ἀρχιλόχοις·
πίννῃσι καὶ ὀστρείοισιν ὁμοίη.
καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ·
ὄστρεια συμπεφυκότα.
ὄστρεον δὲ ὡς ὄρνεον Πλάτων ἐν Φαίδρῳ· ὀστρέου τρόπον,
φησί, δεδεσμευμένοι,
καὶ ἐν Τιμαίῳ· τὸ τῶν
ὀστρέων γένος συμπάντων,
ἐν δὲ τῷ τῆς Πολιτείας δεκάτῳ ὄστρεια εἶπε· προσπεφυκέναι
ὄστρειά τε καὶ φυκία.
αἱ δὲ πελωρίδες ὠνομάσθησαν παρὰ τὸ πελώριον. μεῖζον γάρ ἐστι χήμης καὶ παρηλλαγμένον.
Ἀριστοτέλης δέ φησι καὶ ἐν ἄμμῳ
αὐτὰς γίνεσθαι. τῶν δὲ χημῶν μνημονεύει Ἴων ὁ Χῖος ἐν Ἐπιδημίαις. καὶ ἴσως οὕτως ὠνόμασται τὰ κογχύλια παρὰ τὸ κεχηνέναι.
περὶ δὲ τῶν κατὰ τὴν Ἰνδικὴν γινομένων
ὀστρέων—οὐ γὰρ ἄκαιρον καὶ τούτων μνησθῆναι διὰ τὴν τῶν μαργαριτῶν χρῆσιν Θεόφραστος μὲν ἐν τῷ περὶ λίθων γράφει οὕτως· τῶν θαυμαζομένων δὲ λίθων ἐστὶν καὶ ὁ μαργαρίτης
καλούμενος, διαφανὴς μὲν τῇ φύσει· ποιοῦσι δ’ ἐξ αὐτοῦ τοὺς πολυτελεῖς ὅρμους. γίνεται δὲ ἐν ὀστρέῳ τινὶ παραπλησίῳ ταῖς πίνναις, πλὴν ἐλάττονι. μέγεθος δὲ ἡλίκον ἰχθύος ὀφθαλμὸς εὐμεγέθης.
Ἀνδροσθένης δ’ ἐν τῷ τῆς Ἰνδικῆς
Παράπλῳ γράφει οὕτως· τῶν δὲ στρόμβων καὶ χοιρίνων καὶ τῶν λοιπῶν κογχυλίων ποικίλαι αἱ ἰδέαι καὶ πολὺ διάφοροι τῶν παρ’ ἡμῖν γίνονται δὲ πορφύραι τε καὶ ὀστρέων πολὺ πλῆθος τῶν λοιπῶν ἓν δὲ ἴδιον ὃ καλοῦσιν ἐκεῖνοι βέρβερι, ἐξ οὗ ἡ μαργαρῖτις λίθος γίνεται, αὕτη δ’ ἐστὶ πολυτελὴς κατὰ τὴν Ἀσίαν καὶ πωλεῖται περὶ Πέρσας τε καὶ τοὺς ἄνω τόπους πρὸς χρυσίον. ἐστὶ δ’ ἡ μὲν τοῦ ὀστρέου ὄψις παραπλησία τῷ κτενί,
οὐ διέγλυπται δὲ ἀλλὰ λεῖον τὸ ὄστρακον ἔχει καὶ
δασύ, οὐδὲ ὦτα ἔχει δύο ὥσπερ ὁ κτεὶς ἀλλὰ ἕν. ἡ δὲ λίθος γίνεται ἐν τῇ σαρκὶ τοῦ ὀστρέου, ὥσπερ ἐν τοῖς συείοις ἡ χάλαζα, καί ἐστιν ἡ μὲν χρυσοειδὴς σφόδρα, ὥστε μὴ ῥᾳδίως διαγνῶναι ὅταν παρατεθῇ παρὰ τὸ χρυσίον, ἡ δὲ ἀργυροειδής, ἡ δὲ τελέως λευκή, ὁμοία τοῖς ὀφθαλμοῖς τῶν ἰχθύων.
Χάρης
δ᾽ ὁ Μιτυληναῖος ἐν ἑβδόμῃ τῶν περὶ Ἀλέξανδρον ἱστοριῶν φησι· θηρεύεται δὲ κατὰ τὴν Ἰνδικὴν θάλασσαν, ὡσαύτως δὲ καὶ κατὰ τὴν Ἀρμενίαν καὶ Περσικὴν καὶ Σουσιανὴν
καὶ Βαβυλωνίαν, παρόμοιον ὀστρέῳ· τὸ δ’ ἐστὶν ἁδρὸν καὶ πρόμηκες, ἔχον ἐν αὑτῷ σάρκα καὶ μεγάλην καὶ λευκήν, εὐώδη σφόδρα, ἐξ ὧν ἐξαιροῦντες ὀστᾶ λευκὰ προσαγορεύουσι μὲν μαργαρίτας, κατασκευάζουσι δ’ ἐξ αὐτῶν ὁρμίσκους τε καὶ ψέλια περὶ τὰς χεῖρας καὶ τοὺς πόδας· περὶ ἃ σπουδάζουσιν Πέρσαι καὶ Μῆδοι καὶ πάντες
Ἀσιανοὶ πολὺ μᾶλλον τῶν ἐκ χρυσίου γεγενημένων.
Ἰσίδωρος δ’ ὁ Χαρακηνὸς ἐν τῷ τῆς Παρθίας
Περιηγητικῷ κατὰ τὸ Περσικὸν πέλαγος νῆσόν φησιν εἶναί τινα, ἔνθα πλείστην μαργαρῖτιν εὑρίσκεσθαι. διόπερ σχεδίας καλαμίνας πέριξ εἶναι τῆς νήσου, ἐξ ὧν καθαλλομένους εἰς τὴν θάλασσαν ἐπ’ ὀργυιὰς εἴκοσιν ἀναφέρειν διπλοῦς κόγχους. φασὶ δ’ ὅταν
βρονταὶ συνεχεῖς ὦσι καὶ ὄμβρων ἐκχύσεις, τότε μᾶλλον τὴν πίνναν κύειν, καὶ πλείστην γίγνεσθαι μαργαρῖτιν καὶ εὐμεγέθη, τοῦ δὲ χειμῶνος εἰς τὰς ἐμβυθίους θαλάμας δύνειν εἰώθασιν
αἱ πίνναι· θέρους δὲ τὰς μὲν νύκτας κεχήνασι διανηχόμεναι, ἡμέρας δὲ μύουσιν. ὅσαι δὲ ἂν πέτραις ἢ σπιλάσι προσφυῶσι, ῥιζοβολοῦσι κἀνταῦθα μένουσαι τὴν μαργαρῖτιν γεννῶσι. ζῳογονοῦνται δὲ καὶ τρέφονται διὰ τοῦ προσπεφυκότος τῇ σαρκὶ μέρους, τοῦτο δὲ συμπέφυκε τῷ τοῦ κόγχου στόματι χηλὰς ἔχον καὶ νομὴν εἰσφέρον. ὃ δή ἐστιν ἐοικὸς καρκίνῳ μικρῷ καλούμενον πινοφύλαξ. διήκει δ’ ἐκ τούτου ἡ σὰρξ μέχρι μέσου τοῦ κόγχου οἱονεὶ ῥίζα, παρ’ ἣν ἡ μαργαρῖτις γεννωμένη αὔξεται διὰ τοῦ στερεοῦ τῆς κόγχης καὶ τρέφεται ὅσον ἂν ᾖ προσπεφυκυῖα
χρόνον. ἐπειδὰν δὲ παρὰ τὴν ἔκφυσιν ὑποδυομένη ἡ σὰρξ καὶ μαλακῶς ἐντέμνουσα χωρίσῃ τὴν μαργαρῖτιν ἀπὸ τοῦ κόγχου, ἀμπέχουσα μὲν οὐκέτι τρέφει, λειοτέραν δ’ αὐτὴν καὶ διαυγεστέραν ποιεῖ καὶ καθαρωτέραν. ἡ μὲν οὖν ἐμβύθιος πίννα
διαυγεστάτην καὶ καθαρωτάτην καὶ μεγάλην γεννᾷ μαργαρῖτιν, ἡ δὲ ἐπιπολάζουσα καὶ ἀνωφερὴς διὰ τὸ ὑπὸ τοῦ ἡλίου ἀκτινοβολεῖσθαι δύσχρους καὶ ἥσσων· κινδυνεύουσι δ’ οἱ θηρῶντες τοὺς μαργαρίτας,
ὅταν εἰς κεχηνότα κόγχον κατ’ εὐθὺ ἐκτείνωσι τὴν χεῖρα· μύει γὰρ τότε, καὶ πολλάκις οἱ δάκτυλοι αὐτῶν ἀποπρίονται ἔνιοι δὲ καὶ παραχρῆμα
ἀποθνῄσκουσιν. ὅσοι δ’ ἂν
ἐκ πλαγίου ὑποθέντες τὴν χεῖρα τύχωσι, ῥᾳδίως τοὺς κόγχους ἀπὸ τοῦ λίθου ἀποσπῶσιν.
Μαράγδων δὲ μνημονεύει Μένανδρος ἐν Παιδίῳ·
μάραγδον εἶναι ταῦτ’ ἔδει καὶ σάρδια.
ἄνευ δὲ τοῦ ς λεκτέον παρὰ γὰρ τὸ μαρμαίρειν ὠνόμασται τῷ διαυγὴς ὑπάρχειν.
μετὰ ταῦτα περιηνέχθησαν πίνακες ἔχοντες τῶν ἐξ ὕδατος κρεῶν πολλά, πόδας καὶ κεφαλὰς καὶ ὠτία καὶ σιαγόνας, ἔτι δὲ καὶ χορδὰς καὶ κοιλίας καὶ γλώσσας, ὥσπερ ἔθος ἐστὶν ἐν τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν λεγομένοις ἑφθοπωλίοις. εἴρηται γάρ, Οὐλπιανέ, καὶ τὸ ἑφθοπώλιον παρὰ Ποσειδίππῳ ἐν Παιδίῳ.
καὶ πάλιν ζητούντων τοὺς
ὀνομάσαντάς τι τούτων ὁ μέν τις ἔλεγε·
τῶν ἐδωδίμων κοιλιῶν μνημονεύει Ἀριστοφάνης ἐν Ἱππεῦσι ᾽ φήσω σε ἀδεκατεύτους κοιλίας πωλεῖν
καὶ ἑξῆς ·
τί μ᾽, ὦγάθ᾽, οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
καὶ πάλιν
ἐγὼ δὲ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
καταβροχθίσας κἆτ’ ἐκπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω,
καὶ πάλιν·
ἡ δ’ Ὀβριμοπάτρα γ’ ἑφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
σιαγόνος δὲ Κρατῖνος
Πλούτοις·
περὶ σιαγόνος βοείας μαχόμενος,
καὶ Σοφοκλῆς
Ἀμύκῳ·
σιαγόνας τε δὴ μαλθακὰς τίθησι.
Πλάτων δ’ ἐν Τιμαίῳ γράφει·
καὶ τὰς σιαγόνας ἄκρας αὐτοῖς συνέδησεν ὑπὸ τὴν φύσιν τοῦ προσώπου.
καὶ Ξενοφῶν ἐν τῷ περὶ ἱππικῆς
σιαγόνα μικρὰν συνεσταλμένην οἱ δὲ διὰ τοῦ υ στοιχείου ἐκφέροντες κατ’ ἀναλογίαν λέγουσιν ἀπὸ τοῦ ὑός.
χορδῶν τε μέμνηται Ἐπίχαρμος, ἃς ὀρύας ὀνομάζει, ἐπιγράψας τι καὶ τῶν δραμάτων Ὀρύαν. Ἀριστοφάνης ἐν Νεφέλαις·
ἔκ μου χορδὴν
τοῖς φροντισταῖς παραθέντων.
Κρατῖνος ἐν Πυτίνῃ·
ὡς λεπτός, ἦ δ’ ὅς, ἔσθ’ ὁ τῆς χορδῆς τόμος.
καὶ Εὔπολις ἐν Αἰξίν. Ἄλεξις δ’ ἐν Λευκαδίᾳ ἢ Δραπέταις·
χορδαρίου τόμος ἧκεν καὶ περικομμάτιον.
Ἀντιφάνης ἐν Γάμοις
ἐκτεμὼν χορδῆς μεσαῖον.
ποδῶν δὲ καὶ ὠτίων, ἔτι δὲ ῥύγχους Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ· τὸ δὲ μαρτύριον ὀλίγον ὕστερον ἐκθήσομαι, πολλὰ ἔχον τῶν ζητουμένων ὀνομάτων. Θεόφιλος
Παγκρατιαστῇ·
ἑφθῶν μὲν σχεδὸν
τρεῖς μνᾶς. β. λέγ’ ἄλλο. α. ῥυγχίον, κωλῆν, πόδας
τέτταρας ὑείους, β. Ἡράκλεις. α. βοὸς δὲ τρεῖς.
Ἀναξίλας
Μαγείροις·
τῶν Αἰσχύλου πολὺ μᾶλλον εἶναί μοι δοκεῖ
ἰχθύδι’ ὀπτᾶν. β. τί σὺ λέγεις; ἰχθύδια;
συσσίτιον μέλλεις νοσηλεύειν. ὅσον
ἀκροκώλι’ ἕψειν ῥύγχη, πόδας.
Ἀναξίλας δ’ ἐν Κίρκῃ·
δεινὸν μὲν γὰρ ἔχονθ’ ὑὸς
ῥύγχος, ὦ φίλε Κινησία.
καὶ ἐν Καλυψοῖ·
ῥύγχος φορῶν ὕειον
ᾐσθόμην τότε.
᾽
ὠτάρια δ’ ὠνόμασε καὶ Ἀναξανδρίδης ἐν Σατυρίᾳ. ἀξιόνικος δὲ ἐν Χαλκιδικῷ φησιν
ζωμὸν ποιῶ
θερμὸν ἰχθὺν ἐπαναπλάττων, ἡμίβρωτα λείψανα
συντιθείς, οἴνῳ διαίνων, ἔντερ’ ἁλὶ καὶ σιλφίῳ
σφενδονῶν, ἀλλᾶντα τέμνων, παραφέρων χορδῆς
τόμον,
ῥύγχος εἰς ὄξος πιέζων, ὥστε πάντας ὁμολογεῖν
τῶν γάμων κρείττω γεγονέναι τὴν ἕωλον ἡμέραν.
Ἀριστοφάνης
Προαγῶνι·
ἐγευσάμην χορδῆς ὁ δύστηνος τέκνων
πῶς ἐσίδω ῥύγχος περικεκαυμένον;
Φερεκράτης
Λήροις·
ὡς οὐχὶ τουτὶ ῥύγχος ἀτεχνῶς ἐσθ’ ὑός;
καὶ τόπος δέ τις οὕτω καλεῖται Ῥύγχος περὶ Στράτον τῆς Αἰτωλίας, ὥς φησι Πολύβιος ἐν σ’ ἱστοριῶν
᾽ Στησίχορός. τέ φησιν ἐν Συοθήραις·
κρύψαι δὲ ῥύγχος
ἄκρον γᾶς ὑπένερθεν.
ὅτι δὲ κυρίως λέγεται ῥύγχος ἐπὶ τῶν συῶν προείρηται.
ὅτι δὲ καὶ ἐπ’ ἄλλων ζῴων Ἄρχιππος
Ἀμφιτρύωνι δευτέρῳ κατὰ παιδιὰν εἴρηκε καὶ ἐπὶ τοῦ προσώπου οὕτως·
καὶ ταῦτ’ ἔχων τὸ ῥύγχος οὑτωσὶ μακρόν,
καὶ Ἀραρὼς
Ἀδώνιδι·
ὁ γὰρ θεὸς τὸ ῥύγχος ὡς ἡμᾶς στρέφει.
ἀκροκωλίων δὲ μέμνηται Ἀριστοφάνης
Αἰολοσίκωνι
καὶ μὴν τὸ δεῖν᾽, ἀκροκώλια δή σοι τέτταρα
ἥψησα τακερά.
καὶ ἐν Γηρυτάδῃ ·
ἀκροκώλι᾽, ἄρτοι, κάραβοι.
Ἀντιφάνης
Κορινθίᾳ·
ἔπειτα κἀκροκώλιον
ὕειον Ἀφροδίτῃ; γελοῖον. β. ἀγνοεῖς·
ἐν τῇ Κύπρῳ δ’ οὕτω φιληδεῖ ταῖς ὑσίν,
ὦ δέσποθ᾽, ὥστε σκατοφαγεῖν ἀπεῖρξε
τὸ ζῷον, τοὺς δὲ βοῦς ἠνάγκασεν.
ὅτι δ’ ὄντως Ἀφροδίτῃ ὗς θύεται μαρτυρεῖ Καλλίμαχος
ἢ Ζηνόδοτος ἐν ἱστορικοῖς ὑπομνήμασι γράφων ὧδε·
Ἀργεῖοι
Ἀφροδίτῃ ὗν θύουσι, καὶ
ἡ ἑορτὴ καλεῖται Ὑστήρια.
Φερεκράτης δ’ ἐν Μεταλλεῦσι·
σχελίδες δ’ ὁλόκνημοι πλησίον τακερώταται
ἐπὶ πινακίσκοις καὶ δίεφθ’ ἀκροκώλια.
Ἄλεξις
Κυβευταῖς·
ἠριστηκότων
σχεδόν τι δ’ ἡμῶν ἐξ ἀκροκωλίου τινός,
κἀν Παννυχίδι ἢ Ἐρίθοισιν
ι
ἡμίοπτα μὲν
τὰ κρεᾴδι’ ἐστί, τὸ περίκομμ’ ἀπόλλυται,
ὁ γόγγρος ἑφθός, τὰ δ’ ἀκροκώλι’ οὐδέπω.
τῶν δ’ ἑφθῶν ποδῶν μνημονεύει Φερεκράτης ἐν Δουλοδιδασκάλῳ ·
ὅπως παρασκευάζεται τὸ δεῖπνον εἴπαθ’ ἡμῖν.
β. καὶ δῆθ’ ὑπάρχει τέμαχος ἐγχέλειον ὑμῖν, τευθίς, ἄρνειον κρέας, φύσκης τόμος,
ποὺς ἑφθός, ἧπαρ, πλευρόν, ὀρνίθεια πλήθει πολλά, τυρὸς ἐν μέλιτι, μερὶς κρεῶν.
Ἀντιφάνης
Παρασίτῳ·
·
χοιρίων
σκέλη καπύρ᾽. β. ἀστεῖόν γε, νὴ τὴν Ἑστίαν,
ἄριστον. α. ἑφθὸς τυρὸς ἐπεδόνει πολύς.
Ἐκφαντίδης δ’ ἐν Σατύροις·
πόδας ἐπεὶ δέοι πριάμενον καταφαγεῖν ἑφθοὺς ὑός.
γλώσσης δὲ μέμνηται Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων
ἅλις
ἀφύης μοι· παρατέταμαι γὰρ τὰ λιπαρὰ
κάπτων.
ἀλλὰ φέρετ’ ἀπόβασιν ἡπάτιον ἢ καπριδίου νέου
κόλλοπὰ τιν’ εἰ δὲ μή, πλευρὸν ἢ γλῶτταν ἢ
σπληνὸς ἢ νῆστιν ἢ δέλφακος ὀπωρινῆς
ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
χλιαρῶν.
τοσούτων λεχθέντων καὶ περὶ τούτων οὐδὲ τῶν ἰατρῶν οἱ παρόντες ἀσύμβολοι μετειλήφασιν. ἔφη γὰρ ὁ Διονυσοκλῆς·
Μνησίθεος ὁ Ἀθηναῖος ἐν
τῷ περὶ ἐδεστῶν ἔφη· κεφαλὴ καὶ πόδες ὑὸς οὐ πολὺ τὸ τρόφιμον καὶ λιπαρὸν ἐν ἑαυτοῖς ἔχουσι.
καὶ ὁ Λεωνίδης· δήμων ἐν δ’ Ἀτθίδος
Ἀφείδαντα,
φησί, βασιλεύοντα Ἀθηνῶν
Θυμοίτης ὁ νεώτερος ἀδελφὸς νόθος ὢν ἀποκτείνας αὐτὸς ἐβασίλευσεν. ἐφ’ οὗ Μέλανθος
Μεσσήνιος ἐκπεσὼν
τῆς πατρίδος ἐπήρετο τὴν Πυθίαν ὅπου κατοικήσει, ἡ δὲ ἔφη, ἔνθα ἂν ξενίοις πρῶτον τιμηθῇ τοὺς πόδας αὐτῷ καὶ τὴν κεφαλὴν ἐπὶ τῷ δείπνῳ παραθέντων. καὶ τοῦτ’ ἐγένετο αὐτῷ ἐν Ἐλευσῖνι· τῶν ἱερειῶν γὰρ τότε πάτριόν τινα ἑορτὴν ἐπιτελουσῶν καὶ πάντα τὰ κρέα κατανηλωκυιῶν, τῶν δὲ ποδῶν καὶ τῆς κεφαλῆς ὑπολοίπων ὄντων ταῦτα τῷ Μελάνθῳ ἀπέστειλαν.
μήτρα ἑξῆς ἐπεισηνέχθη, μητρόπολίς τις ὡς ἀληθῶς οὖσα καὶ μήτηρ τῶν Ἱπποκράτους υἱῶν,
οὓς εἰς ὑωδίαν κωμῳδουμένους οἶδα. εἰς ἣν ἀποβλέψας ὁ Οὐλπιανὸς
ἄγε δή,
ἔφη,
ἄνδρες φίλοι, παρὰ τίνι κεῖται ἡ μήτρα; ἱκανῶς γὰρ γεγαστρίσμεθα καὶ καιρὸς ἤδη ᾽ στὶ καὶ λέγειν ἡμᾶς. τοῖς δὲ κυνικοῖς τοῦτο παρακελεύομαι σιωπᾶν κεχορτασμένοις ἀφειδῶς, πλὴν εἰ μὴ καὶ τῶν σιαγόνων καὶ τῶν κεφαλῶν κατατρῶξαι βούλονται καὶ τὰ ὀστᾶ, ὧν οὐδεὶς φθόνος αὐτοῖς ἀπολαύειν ὡς κυσί τοῦτο γάρ εἰσι καὶ εὔχονται καλεῖσθαι.
νόμος δὲ λείψαν’ ἐκβάλλειν κυσίν,
ἐν Κρήσσαις ὁ Εὐριπίδης ἔφη. πάντα γὰρ ἐσθίειν καὶ πίνειν θέλουσιν, ἐπὶ νοῦν οὐ λαμβάνοντες ὅπερ ὁ θεῖος Πλάτων ἔφη ἐν Πρωταγόρᾳ· τὸ περὶ ποιήσεως διαλέγεσθαι ὁμοιότατον εἶναι τοῖς συμποσίοις τοῖς τῶν φαύλων καὶ ἀγοραίων ἀνθρώπων. καὶ γὰρ οὗτοι διὰ τὸ μὴ δύνασθαι ἀλλήλοις δι’ αὑτῶν συνεῖναι ἐν τῷ πότῳ μηδὲ διὰ τῆς ἑαυτῶν φωνῆς καὶ λόγων τῶν ἑαυτῶν ὑπὸ ἀπαιδευσίας τιμίας ποιοῦσι τὰς αὐλητρίδας, πολλοῦ μισθούμενοι ἀλλοτρίαν φωνὴν τὴν τῶν αὐλῶν, καὶ διὰ
τῆς ἐκείνων φωνῆς ἀλλήλοις ξύνεισιν. ὅπου δὲ καλοὶ καὶ ἀγαθοὶ ξυμπόται καὶ πεπαιδευμένοι εἰσίν, οὐκ ἂν ἴδοις οὔτε αὐλητρίδας οὔτε ὀρχηστρίδας οὔτε ψαλτρίας, ἀλλ’ αὐτοὺς ἑαυτοῖς ἱκανοὺς ὄντας συνεῖναι ἄνευ τῶν λήρων τε καὶ παιδιῶν τούτων διὰ τῆς ἑαυτῶν φωνῆς, λέγοντάς τε καὶ ἀκούοντας ἐν μέρει ἑαυτῶν κοσμίως, κἂν πάνυ πολὺν οἶνον πίωσι.
τοῦτο δ’ ὑμεῖς ποιεῖτε, ὦ Κύνουλκε· πίνοντες, μᾶλλον δ’ ἐκπίνοντες, αὐλητρίδων καὶ ὀρχηστρίδων δίκην ἐμποδίζετε τὴν διὰ
τῶν λόγων ἡδονήν, ζῶντες κατὰ τὸν αὐτὸν
Πλάτωνα, ὃς ἐν τῷ Φιλήβῳ φησίν, οὐκ ἀνθρώπου βίον, ἀλλά τινος πλεύμονος ἢ τῶν ὅσα θαλάττια μετ’ ὀστρεΐνων ἔμψυχά ἐστι σωμάτων.
καὶ ὁ Κύνουλκος ὀργισθεὶς
γάστρων,
ἔφη,
καὶ κοιλιόδαιμον ἄνθρωπε, οὐδὲν ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ ἱστορίας μνησθῆναι, οὐ τῆς ἐν λόγοις χάριτος ἀπάρξασθαί ποτε, ἀλλὰ τὸν χρόνον ἅπαντα περὶ ταῦτα κατετρίβης ζητῶν, κεῖται, οὐ
κεῖται; εἴρηται, οὐκ εἴρηται; ἐξονυχίζεις τε πάντα τὰ προσπίπτοντα τοῖς συνδιαλεγομένοις τὰς ἀκάνθας συνάγων,
ὡς ἀν’ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν
ἀεὶ διατρίβων, ἀνθέων τῶν ἡδίστων μηδὲν συναθροίζων. ἢ οὐ σὺ εἶ ὁ καὶ τὴν ὑπὸ Ῥωμαίων καλουμένην στρήναν κατά τινα πατρίαν παράδοσιν λεγομένην καὶ διδομένην τοῖς φίλοις
ἐπινομίδα καλῶν; καὶ εἰ μὲν τὴν Πλάτωνος ζηλώσας, μαθεῖν βουλόμεθα· Kaibel marks a lacuna here. He suggests the supplement given in the translation: scire volumus quid strena cum Platonis libro commune habeat.
εἰ δὲ παρά τινι οὕτως εὑρὼν λεγομένην, ἐμφάνισον τὸν εἰπόντα. ἐγὼ γὰρ οἶδα ἐπινομίδα καλουμένην καὶ μέρος τι τῆς τριήρους, ὡς Ἀπολλώνιος ἐν Τριηρικῷ παρατέθειται. οὐ
σὺ εἶ ὁ καὶ τὸν καινὸν καὶ οὐδέπω ἐν χρείᾳ γενόμενον
φαινόλην εἴρηται γάρ, ὦ βέλτιστε, καὶ ὁ φαινόλης εἰπών παῖ Λεῦκε, δός μοι τὸν ἄχρηστον φαινόλην εἰς βαλανεῖον δέ ποτε
πορευόμενος οὐκ ἔφης πρὸς τὸν πυνθανόμενον ποῖ δή;
ἀπολούμενος, ἦν δ’ ἐγώ, ἐπείγομαι;᾽ κἀκείνης σοι τῆς ἡμέρας ὁ καλὸς κανυσῖνος ὑπὸ λωποδυτῶν ἀνηρπάσθη, ὡς γέλωτα πάμπολυν ἐν τῷ βαλανείῳ γενέσθαι ἀχρήστου ζητουμένου φαινόλου. ἄλλοτε δέ, ὦ ἑταῖροι φίλτατοι—πρὸς γὰρ ὑμᾶς εἰρήσεται
τἀληθῆ προσέπταισε λίθῳ καὶ τὴν κνήμην ἔλυσε· θεραπευθεὶς οὖν προῄει καὶ πρὸς τοὺς πυνθανομένους τί τοῦτο, Οὐλπιανέ;
ὑπώπιον
ἔλεγε. κἀγὼ ξυνῆν γὰρ αὐτῷ τότε τὸν γέλωτα φέρειν οὐ δυνάμενος παρά τινι τῶν φίλων ἰατρῷ ὑπαλειψάμενος τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς παχεῖ φαρμάκῳ πρὸς τοὺς πυνθανομένους τί δὲ σύ;
πρόσκομμα
ἔφασκον.
τῆς δὲ αὐτῆς ταύτης σοφίας καὶ ἕτερός ἐστι ζηλωτής, Πομπηιανὸς ὁ Φιλαδελφεύς,
ἄνθρωπος
οὐκ ἀπάνουργος, ὀνοματοθήρας δὲ καὶ αὐτός, ὅστις πρὸς τὸν οἰκέτην διαλεγόμενος μεγάλῃ τῇ φωνῇ καλέσας τοὔνομα ᾽ Στρομβιχίδη, ᾽ ἔφη, κόμιζέ μοι ἐπὶ τὸ γυμνάσιον τὰς βλαύτας τὰς ἀφορήτους καὶ τὴν ἐφεστρίδα τὴν ἄχρηστον. ἐγὼ γὰρ ὑποδησάμενος τὸν πώγωνα προσαγορεύσω τοὺς ἑταίρους· ὀπτὸς γάρ ἐστί μοι Λάριχος. κόμιζε δὲ τοῦ ἐλαίου τὴν λήκυθον πρότερον γὰρ συντριβησόμεθον, ἔπειθ’ οὕτως
ἀπολούμεθον ὁ δ᾽
αὐτὸς οὗτος σοφιστὴς Φεβρουαρίῳ μηνί, ὡς Ῥωμαῖοι
λέγουσι—τὸν δὲ μῆνα τοῦτον κληθῆναί φησιν ὁ Μαυρούσιος
Ἰόβας ἀπὸ τῶν κατουδαίων φόβων κατ’ ἀναίρεσιν τῶν δειμάτων—ἐν ᾧ τοῦ χειμῶνός ἐστι τὸ ἀκμαιότατον, καὶ ἔθος τότε τοῖς κατοιχομένοις τὰς χοὰς ἐπιφέρειν πολλαῖς ἡμέραις, πρός τινα τῶν φίλων ᾽ οὐκ εἶδές με, ᾽ ἔφη, πολλῶν ἡμερῶν διὰ τὰ καύματα.᾽ τῆς δὲ τῶν Παναθηναίων ἑορτῆς ἐπιτελουμένης, δι’ ἧς καὶ τὰ δικαστήρια οὐ συνάγεται, ἔφη ‘γενέθλιός ἐστι τῆς ἀλέκτορος Ἀθηνᾶς καὶ ἄδικος ἡ τῆτες ἡμέρα.’ ἐκάλεσε δέ ποτε καὶ τὸν ἐκ Δελφῶν ἐπανελθόντα ἡμῶν ἑταῖρον οὐδὲν αὐτῷ χρήσαντος τοῦ θεοῦ
ἄχρηστον. δεῖξιν δέ ποτε λόγων δημοσίᾳ ποιούμενος καὶ ἐγκώμιον διεξερχόμενος τῆς βασιλευούσης πόλεως ἔφη ᾽ θαυμαστὴ δ’ ἡ ʽ Ῥωμαίων ἀρχὴ ἡ ἀνυπόστατος.᾽
τοιοῦτοὶ τινὲς εἰσιν, ὦ ἑταῖροι, οἱ Οὐλπιάνειοι σοφισταί, οἱ καὶ τὸ μιλιάριον καλούμενον ὑπὸ Ῥωμαίων, τὸ εἰς θερμοῦ ὕδατος κατεργασίαν κατασκευαζόμενον, ἰπνολέβητα ὀνομάζοντες, πολλῶν ὀνομάτων ποιηταὶ καὶ πολλοῖς παρασάγγαις
ὑπερδραμόντες τὸν Σικελιώτην
Διονύσιον, ὃς τὴν μὲν παρθένον ἐκάλει μένανδρον, ὅτι μένει τὸν
ἄνδρα, καὶ τὸν στῦλον μενεκράτην, ὅτι μένει καὶ κρατεῖ, βαλάντιον δὲ τὸ ἀκόντιον, ὅτι ἐναντίον βάλλεται, καὶ τὰς τῶν μυῶν διεκδύσεις μυστήρια ἐκάλει, ὅτι τοὺς μῦς τηρεῖ. Ἄθανις δ’ ἐν αʹ Σικελικῶν τὸν αὐτόν φησι Διονύσιον καὶ τὸν βοῦν γαρόταν καλεῖν καὶ τὸν χοῖρον ἴακχον. τοιοῦτος ἦν καὶ Ἀλέξαρχος ὁ Κασσάνδρου τοῦ Μακεδονίας βασιλεύσαντος ἀδελφός, ὁ τὴν Οὐρανόπολιν
καλουμένην κτίσας. ἱστορεῖ δὲ περὶ αὐτοῦ ʽ Ἡρακλείδης ὁ Λέμβος ἐν τῇ τριακοστῇ ἑβδόμῃ τῶν ἱστοριῶν λέγων οὕτως·
‘Ἀλέξαρχος ὁ τὴν Οὐρανόπολιν κτίσας διαλέκτους ἰδίας εἰσήνεγκεν, ὀρθροβόαν μὲν τὸν ἀλεκτρυόνα καλέων καὶ βροτοκέρτην τὸν κουρέα καὶ τὴν δραχμὴν ἀργυρίδα, τὴν δὲ χοίνικα ἡμεροτροφίδα καὶ τὸν κήρυκα ἀπύτην. καὶ τοῖς Κασσανδρέων δὲ ἄρχουσι τοιαῦτὰ ποτ’ ἐπέστειλε·
Ἀλέξαρχος
Ὁμαιμέων πρόμοις γαθεῖν. τοὺς ἡλιοκρεῖς οἰῶν οἶδα λιπουσαθεωτων ἔργων κρατιτορας μορσίμῳ τύχᾳ κεκυρωμένας θεουπογαις
χυτλώσαντες αὐτοὺς καὶ φύλακας ὀριγενεῖς.
τί δὲ ἡ ἐπιστολὴ αὕτη δηλοῖ νομίζω ᾽ γὼ μηδὲ τὸν Πύθιον ἂν διαγνῶναι.’ κατὰ γὰρ τὸν Ἀντιφάνους
Κλεοφάνη ·
τὸ δὲ τυραννεῖν ἐστιν;
ἢ τί ποτε τὸν σπουδαῖον ἀκολουθεῖν ἐρεῖς
ἐν τῷ Λυκείῳ μετὰ σοφιστῶν, νὴ Δία,
λεπτῶν, ἀσίτων, συκίνων, λέγονθ’ ὅτι
τὸ πρᾶγμα τοῦτ’ οὐκ ἔστιν, εἴπερ γίνεται,
οὐδ’ ἔστι γάρ πω γινόμενον ὃ γίνεται,
οὐτ’ εἰ πρότερον ἦν, ἔστιν ὅ γε νῦν γίνεται,
ἔστιν γὰρ οὐκ ὂν οὐδέν ὃ δὲ μὴ γέγονέ πω,
οὐκ ἔσθ’ ἕωσπερ γέγονε, ὅ γε μή γέγονέ πω.
ἐκ τοῦ γὰρ εἶναι γέγονεν εἰ δ’ οὐκ ἦν ὅθεν,
πῶς ἐγένετ’ ἐξ οὐκ ὄντος; οὐχ οἷόν τε γάρ.
εἰ δ’ αὖ ποθέν ποι γέγονεν, οὐκ ἔσται
κηποι δεποτις εἴη, πόθεν γενήσεται
τοὐκ ὂν εἰς οὐκ ὂν εἰς οὐκ ὂν γὰρ οὐ δυνήσεται.
ταυτὶ δ’ ὅ τι ἐστὶν οὐδ’ ἂν Ἀπόλλων μάθοι.
οἶδα δ’ ὅτι καὶ Σιμωνίδης που ὁ ποιητὴς ἀρίσταρχον εἶπε τὸν Δία καὶ Αἰσχύλος τὸν Ἅιδην ἀγησίλαον, Νίκανδρος δὲ ὁ Κολοφώνιος ἰοχέαιραν τὴν ἀσπίδα τὸ ζῷον. διὰ ταῦτα καὶ τὰ τοιαῦτα ὁ θαυμασιώτατος Πλάτων ἐν τῷ Πολιτικῷ εἰπὼν ξηροβατικά τινα ζῷα καὶ ἀεροβατικὰ., . ἄλλα, ξηροτροφικόν τε καὶ ὑγροτροφικὸν καὶ ἀερονομικὸν ἐπὶ ζῴων χερσαίων καὶ ἐνύγρων καὶ ἐναερίων
ἐπιλέγει, ὥσπερ παρακελευόμενος τούτοις τοῖς
ὀνοματοποιοῖς φυλάττεσθαι τὴν καινότητα, γράφων καὶ κατὰ λέξιν τάδε· κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι, πλουσιώτερος καὶ εἰς γῆρας ἀναφανήσῃ φρονήσεως οἶδα δὲ καὶ Ἡρῴδην τὸν Ἀττικὸν ῥήτορα
ὀνομάζοντα τροχοπέδην τὸ διαβαλλόμενον ξύλον διὰ τῶν
τροχῶν, ὅτε κατάντεις ὁδοὺς ὀχούμενος ἐπορεύετο, καίτοι Σιμαρίστου ἐν τοῖς Συνωνύμοις ἐποχέα τὸ ξύλον τοῦτο ἐπονομάσαντος. καὶ Σοφοκλῆς δὲ
που ὁ ποιητὴς τὸν φύλακα μοχλὸν φόβου ὠνόμασεν ἐν τούτοις·
θάρσει, μέγας σοι τοῦδ’ ἐγὼ φόβου μοχλός.
κἀν ἄλλοις δὲ τὴν ἄγκυραν ἰσχάδα κέκληκεν διὰ τὸ κατέχειν τὴν ναῦν
ναῦται δ’ ἐμηρύσαντο νηὸς ἰσχάδα.
καὶ Δημάδης δὲ ὁ ῥήτωρ ἔλεγε τὴν μὲν Αἴγιναν εἶναι λήμην τοῦ Πειραιῶς, τὴν δὲ Σάμον ἀπορρῶγα τῆς πόλεως, ἔαρ δὲ τοῦ δήμου τοὺς ἐφήβους, τὸ δὲ τεῖχος ἐσθῆτα τῆς πόλεως, τὸν δὲ σαλπικτὴν κοινὸν Ἀθηναίων ἀλέκτορα. ὁ δ᾽
ὀνοματοθήρας οὗτος σοφιστὴς καὶ ἀκάθαρτον ἔφη γυναῖκα ἧς
ἐπεσχημένα ἦν τὰ γυναικεῖα, πόθεν δέ σοι, ὦ Οὐλπιανέ, καὶ κεχορτασμένοι εἰπεῖν ἐπῆλθε, δέον τῷ κορεσθῆναι χρήσασθαι;
πρὸς ταῦτα ὁ Οὐλπιανός πως ἡδέως γελάσας
ἀλλὰ μὴ βάυζε,
εἶπεν,
ὦ ἑταῖρε, μηδὲ ἀγριαίνου τὴν κυνικὴν προβαλλόμενος λύσσαν τῶν ὑπὸ κύνα οὐσῶν ἡμερῶν, δέον αἰκάλλειν μᾶλλον καὶ προσσαίνειν τοῖς συνδείπνοις, μὴ καί τινα Κυνοφόντιν
ἑορτὴν ποιησώμεθα ἀντὶ τῆς παρ’ Ἀργείοις ἐπιτελουμένης, χορτασθῆναι εἴρηται, ὦ δαιμόνιε ἀνδρῶν, παρὰ μὲν Κρατίνῳ ἐν Ὀδυσσεῦσιν οὕτως ι
ἧσθε πανημέριοι χορταζόμενοι γάλα λευκόν.
καὶ Μένανδρος δὲ ἐν Τροφωνίῳ ἔφη χορτασθείς.Ἀριστοφάνης δ’ ἐν Γηρυτάδῃ·
θεράπευε καὶ χόρταζε τῶν μονῳδιῶν.
Σοφοκλῆς τε ἐν Τυροῖ·
σίτοισι παγχόρτοισιν ἐξενίζομεν.
Εὔβουλος δ’ ἐν Δόλωνι·
ἐγὼ κεχόρτασμαι μέν, ἄνδρες, οὐ κακῶς,
ἀλλ’ εἰμὶ πλήρης, ὥστε καὶ μόλις πάνυ
ὑπεδησάμην ἅπαντα δρῶν τὰς ἐμβάδας.
Σώφιλος δ’ ἐν Φυλάρχῳ·
γαστρισμὸς ἔσται δαψιλής· τὰ προοίμια
ὁρῶ χορτασθήσομαι.
νὴ τὸν Διόνυσον, ἄνδρες, ἤδη στρηνιῶ.
καὶ Ἄμφις ἐν Οὐρανῷ·
εἰς τὴν ἑσπέραν χορτάζομαι
ἐν ἅπασιν ἀγαθοῖς.
ταῦτα μὲν οὖν, ὦ Κύνουλκε, εἰπεῖν προχείρως ἔχω σοι τὰ νῦν, αὔριον δὲ ἢ ἔνηφι τὴν γὰρ εἰς τρίτην ʽ Ἡσίοδος εἴρηκεν οὕτως πληγαῖς σε χορτάσω, ἐάνπερ μὴ εἴπῃς ὁ κοιλιοδαίμων παρὰ τίνι κεῖται.
σιωπήσαντος δ’ ἐκείνου
ἀλλὰ μὴν καὶ τοῦτο αὐτός σοι, ὦ κύον, ἐρῶ ὅτι Εὔπολις τοὺς κόλακας ἐν τῷ ὁμωνύμῳ δράματι οὕτω κέκληκε· τὸ δὲ μαρτύριον ἀναβαλοῦμαι, ἔστ’ ἂν ἀποδῶ σοι τὰς πληγάς.
ἡσθέντων οὖν ἐπὶ τοῖς πεπαιγμένοις ἁπάντων
ἀλλὰ μήν,
ἔφη ὁ Οὐλπιανός,
καὶ τὸν περὶ τῆς
μήτρας λόγον ἀποδώσω. Ἄλεξις γὰρ ἐν τῷ Ποντικῷ ἐπιγραφομένῳ δράματι Καλλιμέδοντα τὸν ῥήτορα, Κάραβον δὲ ἐπικαλούμενον κωμῳδῶν
ἦν δ’ οὗτος εἷς τῶν κατὰ Δημοσθένη τὸν ῥήτορα πολιτευομένων
φησὶν
ὑπὲρ πάτρας μὲν πᾶς τις ἀποθνῄσκειν θέλει,
ὑπὲρ δὲ μήτρας Καλλιμέδων ὁ Κάραβος
ἑφθῆς ἴσως προσεῖτ’ ἂν ἀποθανεῖν.
ἦν δὲ ὁ Καλλιμέδων καὶ ἐπὶ ὀψοφαγίᾳ διαβόητος,
μνημονεύει τῆς μήτρας καὶ Ἀντιφάνης ἐν Φιλομήτορι οὕτως
ἔμμητρον ἂν ᾖ τὸ ξύλον, βλάστην ἔχει·
μητρόπολίς ἐστιν, οὐχὶ πατρόπολις πόλις·
μήτραν τινὲς πωλοῦσιν ἥδιστον κρέας·
μητρᾶς ὁ Χῖὸς ἐστι τῷ δήμῳ φίλος.
εὔφρων δ’ ἐν Παραδιδομένῃ·
οὑμὸς διδάσκαλος δὲ μήτραν σκευάσας
παρέθηκε Καλλιμέδοντι κἀσθίονθ’ ἅμα
ἐποίησε πηδᾶν, ὅθεν ἐκλήθη Κάραβος.
Διώξιππος δ’ ἐν Ἀντιπορνοβοσκῷ·
οἵων δ’ ἐπιθυμεῖ βρωμάτων, ὡς μουσικῶν
ἤνυστρα, μήτρας, χόλικας.
ἐν δὲ Ἱστοριογράφῳ ·
τὴν στοὰν διεξέπαιεν Ἀμφικλῆς· μήτρας δύο
κρεμαμένας δείξας ἐκεῖνον πέμπε, φησίν, ἂν ἴδῃς.
Εὔβουλος δ’ ἐν Δευκαλίωνι·
ἡπάτια, νῆστις, πλεύμονες, μήτρα.
Λυγκεὺς δ’ ὁ Σάμιος, ὁ Θεοφράστου γνώριμος, καὶ τὴν σὺν
ὀπῷ χρῆσιν αὐτῆς οἶδεν. ἀναγράφων
γοῦν τὸ Πτολεμαίου συμπόσιόν φησιν οὕτως ` ᾽ μήτρας τινὸς περιφερομένης ἐν ὄξει καὶ ὀπῷ.` τοῦ δὲ ὀποῦ μέμνηται Ἀντιφάνης ἐν Δυσέρωσι περὶ Κυρήνης τὸν λόγον ποιούμενος
ἐκεῖσε δ’ οὐ πλέω
ὅθεν διεσπάσθημεν, ἐρρῶσθαι λέγων
ἅπασιν, ἵπποις, σιλφίῳ, συνωρίσιν,
καυλῷ, κέλησι, μασπέτοις, πυρετοῖς, ὀπῷ.
τῆς δὲ διαφορᾶς τῆς περὶ τὴν ἐκτομίδα μνημονεύει Ἵππαρχος ὁ τὴν
Αἰγυπτιακὴν
Ἰλιάδα συνθεὶς ἐν τούτοις·
ἀλλὰ λοπὰς μ’ εὔφραιν’ ἢ μήτρης καλὰ πρόσωπα
ἐκβολάδος, δέλφαξ δ’ ἐν κλιβάνῳ ἡδέα ὄζων.
Σώπατρος δ’ ἐν μὲν Ἱππολύτῳ φησὶν
ἀλλ’ οἷα μήτρα καλλίκαρπος ἐκβολὰς
δίεφθα λευκανθεῖσα τυροῦται δέμας,
ἐν δὲ Φυσιολόγῳ·
μήτρας ὑείας οὐκ ἀφεψηθεὶς τόμος,
τὴν δηξίθυμον ἐντὸς ὀξάλμην ἔχων.
ἐν δὲ Σίλφαις·
μήτρας ὑείας ἑφθὸν ὡς φάγῃς τόμον,
δριμεῖαν ὠθῶν πηγανῖτιν εἰς χολήν.
οἱ μέντοι ἀρχαῖοι πάντες πρὸ τοῦ δειπνεῖν οὐ παρέφερον οὔτε μήτρας οὔτε θρίδακας οὔτ’ ἄλλο τι τῶν τοιούτων, ὥσπερ νῦν γίνεται. Ἀρχέστρατος γοῦν ὁ ὀψοδαίδαλος μετὰ τὸ δεῖπνον καὶ τὰς προπόσεις καὶ τὸ μύροις χρήσασθαί φησιν·
ἀεὶ δὲ στεφάνοισι κάρα παρὰ δαῖτα πυκάζου
παντοδαποῖς, οἷς ἂν γαίας πέδον ὄλβιον ἀνθῇ,
καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίτην θεράπευε
καὶ σμύρναν λίβανόν τε πυρὸς μαλακὴν ἐπί τέφραν
βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν.
ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα,
γαστέρα καὶ μήτραν ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ
ἒν τ’ ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν
ὀρνίθων τ’ ὀπτῶν ἁπαλὸν γένος, ὧν ἂν ὑπάρχῃ
ὥρη. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον,
οἳ πίνουσι μόνον βατράχων τρόπον οὐδὲν ἔδοντες.
ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δ’ ἐγὼ λέγω ἔσθε
βρωτά. τὰ δ’ ἄλλα γ’ ἐκεῖνα τραγήματα πάντα
πέφυκε
πτωχείας παράδειγμα κακῆς, ἑφθοὶ τ’ ἐρέβινθοι
καὶ κύαμοι καὶ μῆλα καὶ ἰσχάδες. ἀλλὰ πλακοῦντα
αἴνει Ἀθήνησιν γεγενημένον εἰ δὲ μή, ἄν που
αὐτὸν ἔχῃς ἑτέρωθι, μέλι ζήτησον ἀπελθὼν
Ἀττικόν, ὡς τοῦτ’ ἐστὶν ὃ ποιεῖ κεῖνον ὑβριστήν.
οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς
καὶ κατὰ τοῦ βαράθρου καὶ Ταρτάρου ἐς τὸν ὄλεθρον
ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναρίθμους.
Λυγκεὺς δὲ διαγράφων τὸ Λαμίας τῆς αὐλητρίδος δεῖπνον, ὅτε ὑπεδέχετο Δημήτριον τὸν Πολιορκητήν, εὐθέως τοὺς εἰσελθόντας ἐπὶ τὸ δεῖπνον ἐσθίοντας ποιεῖ ἰχθῦς παντοίους καὶ κρέα. ὁμοίως
καὶ τὸ Ἀντιγόνου τοῦ βασιλέως δεῖπνον διατιθεὶς ἐπιτελοῦντος Ἀφροδίσια καὶ τὸ Πτολεμαίου τοῦ βασιλέως ἰχθῦς πρῶτον παρατίθησι καὶ κρέα.
θαυμάζειν δ’ ἐστὶν ἄξιον τοῦ τὰς καλὰς ὑποθήκας παραδιδόντος ἡμῖν Ἀρχεστράτου, ὃς Ἐπικούρῳ τῷ σοφῷ τῆς ἡδονῆς καθηγεμὼν γενόμενος κατὰ τὸν Ἀσκραῖον ποιητὴν γνωμικῶς καὶ ἡμῖν συμβουλεύει τισὶ μὲν μὴ πείθεσθαι, αὑτῷ δὲ προσέχειν τὸν νοῦν, καὶ ἐσθίειν παρακελεύεται τὰ καὶ τά, οὐδὲν ἀποδέων τοῦ παρὰ Δαμοξένῳ τῷ κωμῳδιοποιῷ μαγείρου,
ὅς ἐν Συντρόφοις φησιν
Ἐπικούρου δέ με
ὁρᾷς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ’ ᾧ
ἐν δύ’ ἔτεσιν καὶ μησὶν οὐχ ὅλοις δέκα τάλαντ’ ἐγώ σοι κατεπύκνωσα τέτταρα.
β. τοῦτο δὲ τί ἐστιν, εἰπέ μοι. α. καθήγισα.
μάγειρος ἦν κἀκεῖνος, οὐκ ᾔδει, θεοί,
ποῖος μάγειρος, ἡ φύσις πάσης τέχνης
ἀρχέγονὸν ἐστ᾽, ἀρχέγονον, ὦλιτήριε. οὐκ ἔστιν οὐδὲ ἓν νοεῖν σοφώτερον, πᾶν τ’ εὐχερὲς τὸ πρᾶγμα, τοῦ λόγου τριβὴν
ἔχοντι τούτου· πολλὰ γὰρ συμβάλλεται. διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα
διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα καταγέλα ὡς κενοῦ, καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες ὡς ἐκ διατριβῆς, τοῦτο δεῖ γάρ εἰδέναι, τίν’ ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει πάλιν
ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπὰς τ’ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἵ τε κινήσεις, κακὸν ἠλίβατον ἀνθρώποισιν, ἀλλοιώματα ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθ’ ὥραν ἀποδίδωσι τὴν χάριν, τίς παρακολουθεῖ ταῦτα; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον
ἀσχημονεῖν ποιοῦσι. παρὰ δ’ ἐμοὶ τρέφει τὸ προσφερόμενον βρῶμα καὶ λεπτύνεται ὀρθῶς τε διαπνεῖ
. τοιγαροῦν εἰς τοὺς πόρους
ὁ χυμὸς ὁμαλῶς πανταχοῦ συνίσταται, χυμός, λέγει Δημόκριτος, οὐδὲν πρᾶγμα τὰ γινόμενα ποιεῖ τὸν φαγόντ’ ἀρθριτικόν. β. καὶ τῆς ἰατρικῆς τι μετέχειν μοι δοκεῖς. α. καὶ πᾶς ὁ φύσεως ἐντός, ἡ δ’ ἀπειρία
τῶν νῦν μαγείρων κατανόει πρὸς τῶν θεῶν οἵα στίν. ἅλμην ὅταν ἴδῃς ἐξ ἰχθύων ὑπεναντίων αὑτοῖσι ποιοῦντας μίαν καὶ σήσαμ’ ὑποτρίβοντας εἰς ταύτην, λαβὼν ἕκαστον αὐτῶν κατά μέρος προσπαρδέτω. β. ὥς μοι κεχάρισαι. α. τί γὰρ ἂν εὖ γένοιτ’ ἔτι τῆς ἰδιότητος πρὸς ἑτέραν μεμιγμένης καὶ συμπλεκομένης οὐχὶ συμφώνους
ἁφάς;
τὸ ταῦτα διορᾶν ἐστιν ἐμψύχου τέχνης, οὐ τὸ διανίζειν λοπάδας οὐδ’ ὄζειν καπνοῦ. ἐγὼ γὰρ εἰς τοὐπτάνιον οὐκ εἰσέρχομαι. β. ἀλλὰ τί; α. θεωρῶ πλησίον καθήμενος, πονοῦσιν ἕτεροι δ᾽, οἷς λέγω τὰς αἰτίας καὶ τἀποβαῖνον· ‘ὀξὺ τὸ περίκομμ᾽, ἄνες.’ β. ἁρμονικός, οὐ μάγειρος· α.α ἐπίτεινον τὸ πῦρ. ὁμαλιζέτω τις τὸ τάχος· ἡ πρώτη λοπὰς
ζεῖ ταῖς ἐφεξῆς οὐχὶ συμφώνως
νοεῖς
τὸν τύπον; β. Ἄπολλον. α. καί τι φαίνεται τέχνη;
εἶτ’ οὐδὲν εἰκῇ παρατίθημι, μανθάνεις,
βρῶμ᾽, ἀλλὰ μείξας πάντα κατὰ συμφωνίαν.
β. πῶς; α. ἔστιν αὑτοῖς ἃ διὰ τεττάρων ἔχει
κοινωνίαν, διὰ πέντε, διὰ πασῶν πάλιν
ταῦτα προσάγω πρὸς αὐτὰ τὰ διαστήματα
καὶ ταῖς ἐπιφοραῖς εὐθὺς οἰκείως πλέκω.
ἐνίοτ’ ἐφεστὼς παρακελεύομαι ᾽ πόθεν
ἅπτει; τί τούτῳ μιγνύειν μέλλεις; ὅρα·
διάφωνον ἕλκεις ι οὐχ ὑπερβήσῃ;᾽ σοφὸν
Ἐπίκουρος οὕτω κατεπύκνου τὴν ἡδονὴν
ἐμασᾶτ’ ἐπιμελῶς. οἶδε τἀγαθὸν μόνος
ἐκεῖνος οἷόν ἐστιν οἱ δ’ ἐν τῇ στοᾷ
ζητοῦσι συνεχῶς, οἷὸν ἐστ’ οὐκ εἰδότες.
οὐκοῦν ὃ γ’ οὐκ ἔχουσιν, ἀγνοοῦσι δέ,
οὐδ’ ἂν ἑτέρῳ δοίησαν. β. οὕτω συνδοκεῖ·
ἀφῶμεν οὖν τὰ λοιπά· δῆλα δὴ πάλαι.
καὶ Βάτων δ’ ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας μειρακίου πατέρα ὡς διαφθαρέντος κατὰ
τὴν δίαιταν ὑπὸ τοῦ παιδαγωγοῦ φησὶν
ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον
ἀλλότριον αὑτοῦ· καὶ πότους ἑωθινοὺς
πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
β. εἶτ’ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
α. ζῆν δ’ ἐστὶ τὸ τοιοῦθ᾽; β. ὡς λέγουσιν οἱ σοφοί.
ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δ’ ἔχειν
ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς
εὖ ζῶσ’ ἅπαντες, ἢ τυχὸν δώσεις ἐμοί;
α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
μεθύοντ’ ἐπὶ τούτοις θ’ οἷς λέγεις κηλούμενον;
β. ἅπαντας· οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες
καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα
οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου
καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
ὥστ’ ἐκπεπλῆχθαι πάντας.
καὶ παρ’ Ἀντιφάνει δ’ ἐν Στρατιώτῃ ἢ Τύχωνι παραινέσεις εἰσφέρων ἄνθρωπος τοιοῦτός ἐστιν, ὅς φησιν
ὅστις ἄνθρωπος δὲ φὺς
ἀσφαλές τι κτῆμ’ ὑπάρχειν τῷ βίῳ λογίζεται,
πλεῖστον ἡμάρτηκεν. ἢ γάρ εἰσφορά τις ἥρπακεν
τἄνδοθεν πάντ’ ἢ δίκῃ τις περιπεσὼν ἀπώλετο
ἢ στρατηγήσας προσῶφλεν ἢ χορηγὸς αἱρεθεὶς
ἱμάτια χρυσᾶ παρασχὼν τῷ χορῷ ῥάκος φορεῖ
ἢ τριηραρχῶν ἀπήγξατ’ ἢ πλέων ἥλωκέ ποι
ἢ βαδίζων ἢ καθεύδων κατακέκοφθ’ ὑπ’ οἰκετῶν.
οὐ βέβαιον οὐδέν ἐστι, πλὴν ὅσ’ ἂν καθ’ ἡμέραν
εἰς ἑαυτὸν ἡδέως τις εἰσαναλίσκων τύχῃ,
οὐδὲ ταῦτα σφόδρα τι· καὶ γὰρ τὴν τράπεζαν ἁρπάσαι
κειμένην ἄν τις προσελθών ἀλλ’ ὅταν τὴν ἔνθεσιν
ἐντὸς ἤδη τῶν ὀδόντων τυγχάνῃς κατεσπακώς,
τοῦτ’ ἐν ἀσφαλεῖ νόμιζε τῶν ὑπαρχόντων μόνον.
τὰ αὐτὰ εἴρηκε καὶ ἐν Ὑδρίᾳ.
. εἰς ταῦτ’ οὖν τις ἀποβλέπων, ἄνδρες φίλοι, εἰκότως ἂν ἐπαινέσειεν τὸν καλὸν Χρύσιππον κατέχοντα ἀκριβῶς τὴν Ἐπικούρου φύσιν καὶ εἰπόντα μητρόπολιν εἶναι τῆς φιλοσοφίας αὐτοῦ τὴν Ἀρχεστράτου
Γαστρολογίαν, ἣν πάντες οἱ τῶν
φιλοσόφων γαστρίμαργοι Θέογνίν τινα αὑτῶν εἶναι λέγουσι τὴν καλὴν ταύτην ἐποποιίαν. πρὸς οὓς καὶ Θεόγνητος ἐν Φάσματι ἢ Φιλαργύρῳ φησίν·
ἐκ τούτων
ἄνθρωπ᾽, ἀπολεῖς με. τῶν γὰρ ἐκ τῆς ποικίλης
στοᾶς λογαρίων ἀναπεπλησμένος νοσεῖς·
‘ἀλλότριὸν ἐσθ’ ὁ πλοῦτος ἀνθρώπῳ, πάχνη·
σοφία δ’ ἴδιον, κρύσταλλος, οὐδεὶς πώποτε
ταύτην λαβὼν ἀπώλεσ’.’ ὦ τάλας ἐγώ,
οἵῳ μ’ ὁ δαίμων φιλοσόφῳ συνῴκισεν
ἐπαρίστερ’ ἔμαθες, ὦ πόνηρε, γράμματα·
ἀνέστροφέν σου τὸν βίον τὰ βιβλία·
πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.
ἔτι τοῦ Οὐλπιανοῦ διαλεγομένου παῖδες ἐπεισῆλθον φέροντες ἐπὶ δίσκων καράβους μείζονας Καλλιμέδοντος
τοῦ ῥήτορος, ὃς διὰ τὸ φιληδεῖν τῷ βρώματι Κάραβος ἐπεκλήθη. Ἄλεξις μὲν οὖν αὐτὸν ἐν Δορκίδι ἢ Ποππυζούσῃ φίλιχθυν εἶναι κοινῶς παραδίδωσι καθάπερ καὶ ἄλλοι τῶν κωμῳδιοποιῶν, λέγων οὕτως·
τοῖς ἰχθυοπώλαις ἐστὶν ἐψηφισμένον,
ὥς φασι, χαλκῆν Καλλιμέδοντος εἰκόνα
στῆσαι Παναθηναίοισιν ἐν τοῖς ἰχθύσιν,
ἔχουσαν ὀπτὸν κάραβον ἐν τῇ δεξιᾷ,
ὡς αὐτὸν ὄντ’ αὐτοῖσι τῆς τέχνης μόνον
σωτῆρα, τοὺς ἄλλους δὲ πάντας ζημίαν.
περισπούδαστος δὲ ἦν πολλοῖς ἡ τοῦ καράβου βρῶσις, ὡς ἔστι δεῖξαι διὰ πολλῶν τῆς κωμῳδίας
μερῶν ἀρκέσει δὲ τὰ νῦν Ἀριστοφάνης ἐν ταῖς Θεσμοφοριαζούσαις οὕτως λέγων
ἰχθὺς ἐωνηταί τις ἢ σηπίδιον
ἢ τῶν πλατειῶν καρίδων ἢ πουλύπους
ἢ νῆστις ὀπτᾶτ’ ἢ γαλεὸς ἢ τευθίδες;
β. μὰ τὸν Δί᾽, οὐ δῆτ᾽, α. οὐδὲ βατίς; β. οὒ
φημ’ ἐγώ.
α. οὐ χόριον οὐδὲ πυὸς οὐδ’ ἧπαρ κάπρου
οὐδὲ σχαδόνες οὐδ’ ἠτριαῖον δέλφακος
οὐδ’ ἐγχέλειον οὐδὲ κάραβον μέγαν γυναιξὶ κοπιώσαις ἐπεχορηγήσατε;
πλατείας δὲ καρῖδας ἂν εἴη λέγων τοὺς ἀστακοὺς καλουμένους, ὧν μνημονεύει Φιλύλλιος ἐν Πόλεσι. καὶ Ἀρχέστρατος γὰρ ἐν τῷ διαβοήτῳ ποιήματι οὐδ’ ὅλως που κάραβον ὀνομάζων ἀστακὸν προσαγορεύει, ὥσπερ κἀν τούτοις.
ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ
τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας,
τοὺς δὲ πόδας μικρούς, βραδέως δ’ ἐπὶ γαῖαν ὀρούει.
εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι
ἐν Λιπάραις· πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει.
καὶ Ἐπίχαρμος δ᾽· ἐν Ἥβας γάμῳ τὸν προειρημένον ἀστακὸν ὑπὸ τοῦ Ἀρχεστράτου δηλοῖ ὅτι κάραβός ἐστι λέγων οὕτως·
ἐντὶ δ’ ἀστακοὶ κολύβδαιναί τε χὢς τὰ πόδι’ ἔχει
μικρά, τὰς χεῖρας δὲ μακράς, κάραβος δὲ τὤνυμα.
ἴδιον δ’ ἐστὶ γένος καράβων τε καὶ ἀστακῶν ἄλλο, ἔτι δὲ καρίδων. τὸν δ’ ἀστακὸν οἱ Ἀττικοὶ διὰ τοῦ ō ὀστακὸν λέγουσι, καθάπερ καὶ ὀσταφίδας. Ἐπίχαρμος δὲ ἐν Γᾷ καὶ Θαλάσσᾳ φησίν·
κἀστακοὶ γαμψώνυχοι.
Σπεύσιππος δὲ ἐν β᾽, Ὁμοίων παραπλήσιά φησιν εἶναι τῶν μαλακοστράκων κάραβον, ἀστακόν, νύμφην, ἄρκτον, καρκίνον, πάγουρον. Διοκλῆς δ’ ὁ Καρύστιός φησι· καρῖδες, καρκίνοι, κάραβοι,
ἀστακοὶ εὔστομα καὶ διουρητικά
κολύβδαιναν δ’ εἴρηκεν Ἐπίχαρμος ἐν τοῖς προεκκειμένοις, ὡς μὲν Νίκανδρός φησι, τὸ θαλάσσιον αἰδοῖον, ὡς δ’ ὁ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ, τὴν καρῖδα. Ἀριστοτέλης δ’ ἐν πέμπτῳ ζῴων μορίων τῶν μαλακοστράκων ὀχεύονται, φησί, κάραβοι, ἀστακοί, καρῖδες καὶ τὰ τοιαῦτα, ὥσπερ καὶ τὰ ὀπισθουρητικὰ τῶν τετραπόδων, ὀχεύονται δὲ τοῦ ἔαρος ἀρχομένου πρὸς τῇ γῇ ἤδη γὰρ ὦπται ἡ
ὀχεία πάντων τῶν τοιούτων, ἐνιαχοῦ δὲ ὅταν τὰ σῦκα ἄρχηται πεπαίνεσθαι. γίνονται δ’ οἱ μὲν κάραβοι
ἐν τοῖς τραχέσι καὶ πετρώδεσιν, οἱ δ’ ἀστακοὶ ἐν τοῖς λείοις, ἐν δὲ τοῖς πηλώδεσιν οὐδέτεροι, διὸ καὶ· ἐν Ἑλλησπόντῳ μὲν καὶ περὶ Θάσον ἀστακοὶ γίνονται, περὶ δὲ τὸ Σίγειον καὶ τὸν Ἄθω κάραβοι. εἰσὶ δ’ οἱ κάραβοι μακρόβιοι πάντες.
Θεόφραστος δ’ ἐν τῷ περὶ τῶν φωλευόντων τοὺς ἀστακοὺς καὶ καράβους καὶ καρῖδας ἐκδύεσθαί φησι τὸ γῆρας.
περὶ δὲ τῶν καρίδων , ὅτι καὶ πόλις ἦν
Καρίδες περὶ Χίον τὴν νῆσον Ἔφορος ἐν τῇ γ’ ἱστορεῖ, κτίσαι φάσκων αὐτὴν τοὺς διασωθέντας ἐκ τοῦ ἐπὶ Δευκαλίωνος γενομένου κατακλυσμοῦ μετὰ Μάκαρος, καὶ μέχρι νῦν τὸν τόπον καλεῖσθαι
καρίδας. ὁ
δὲ ὀψοδαίδαλος Ἀρχέστρατος παραινεῖ τάδε·
ἢν δὲ ποτ’ εἰς Ἴασον
Καρῶν πόλιν εἰσαφίκηαι,
καρῖδ’ εὐμεγέθη λήψῃ· σπανία δὲ πρίασθαι·
ἐν δὲ Μακηδονίᾳ τε καὶ Ἀμβρακίᾳ μάλα πολλαὶ
ἐκτεταμένως δ’ εἴρηκε καρῖδα Ἀραρὼς μὲν ἐν Καμπυλίωνι·
αἵ τε καμπύλαι
καρῖδες ἐξήλλοντο δελφίνων δίκην
εἰς σχοινόπλεκτον ἄγγος.
καὶ Εὔβουλος ἐν Ὀρθάννῃ·
καρῖδα καθῆκα κάτω κἀνέσπασ’ αὖθις.
Ἀναξανδρίδης
Λυκούργῳ·
καὶ συμπαίζει καριδαρίοις
μετὰ περκιδίων καὶ θρᾳττιδίων
καὶ ψητταρίοις μετὰ κωθαρίων
καὶ σκινδαρίοις μετὰ κωβιδίων.
ὁ δ’ αὐτὸς κἀν Πανδάρῳ φησὶν
οὐκ ἐπικεκυφὼς ὀρθός, ὦ βέλτιστ᾽, ἔσῃ·
αὕτη δὲ καριδοῖ τὸ σῶμα καμπύλη,
ἄγκυρά τ’ ἐστὶν ἄντικρυς τοῦ σώματος,
ἐν δὲ Κερκίῳ·
ἐρυθρότερον καρῖδος ὀπτῆς σ’ ἀποφανῶ.
Εὔβουλος
Τιτθαῖς·
καρῖδάς τε τῶν
κυφῶν.
καὶ ᾽
Ὠφελίων
Καλλαίσχρῳ·
κυρταὶ δ’ ὁμοῦ καρῖδες ἐν ξηρῷ πέδω.
καὶ ἐν Ἰαλέμῳ·
ὠρχοῦντο δ’ ὡς καρῖδες ἀνθράκων ἔπι
πηδῶσι κυρταί.
συνεσταλμένως δ’ εἴρηκεν Εὔπολις ἐν Αἰξὶν
οὕτως·
πλὴν ἅπαξ ποτ’ ἐν Φαίακος ἔφαγον καρίδας.
καὶ ἐν Δήμοις·
ἔχων τὸ πρόσωπον καρίδος μασθλητίνης.
᾽
ὠνομάσθησαν δὲ καρῖδες ἀπὸ τοῦ κάρα· τὸ πλεῖστον γὰρ μέρος τοῦ σώματος ἡ κεφαλὴ ἀπηνέγκατο. καρίδες δὲ βραχέως οἱ Ἀττικοὶ ἀναλόγως· παρὰ γὰρ τὸ κάρη γέγονε διὰ τὸ μείζονι κεχρῆσθαι
κεφαλῇ. ὡς οὖν παρὰ τὸ γραφὴ γραφὶς καὶ βολὴ βολίς, οὕτως καὶ παρὰ τὸ κάρη καρίς. ταθείσης δὲ τῆς παρατελευταίας ἐτάθη καὶ τὸ τέλος, καὶ ὁμοίως λέγεται τῷ ψηφὶς καὶ κρηπίς.
περὶ δὲ τῶν ὀστρακοδέρμων τούτων Δίφιλος μὲν ὁ Σίφνιος οὕτω γράφει τῶν δ’ ὀστρακοδέρμων καρίς, ἀστακός, κάραβος, καρκίνος, λέων τοῦ αὐτοῦ γένους ὄντα διαφέρουσι. μείζων δ’ ἐστὶν ὁ λέων τοῦ ἀστακοῦ, οἱ δὲ κάραβοι καὶ
γραψαῖοι λέγονται· τῶν καρκίνων δ’ εἰσὶν σαρκωδέστεροι. ὁ δὲ καρκίνος βαρὺς καὶ δύσπεπτος.
Μνησίθεος δ’ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν κάραβοι,
φησί, καὶ καρκίνοι καὶ καρῖδες καὶ τὰ ὅμοια δύσπεπτα μὲν πάντα, τῶν δ’ ἄλλων ἰχθύων εὐπεπτότερα πολλῷ. πρέπει δ’ αὐτοῖς ὀπτᾶσθαι μᾶλλον ἢ ἕψεσθαι.
κουρίδας δὲ τὰς καρῖδας εἴρηκε Σώφρων ἐν
γυναικείοις οὕτως· ἴδε καλᾶν κουρίδων, ἴδε καμμάρων, ἴδε φίλα· θᾶσαι μὰν ὡς ἐρυθραὶ τ’ ἐντὶ καὶ λειοτριχιῶσαι. Ἐπίχαρμος δ’ ἐν Γᾷ καὶ Θαλάσσᾳ·
κουρίδες τε ταὶ φοινίκιαι.
ἐν δὲ Λόγῳ καὶ Λογίννᾳ διὰ τοῦ ω εἴρηκεν
ἀφύας τε κωρίδας τε καμπύλας.
Σιμωνίδης δέ·
θύννοισι τευθίς, κωβιοῖσι κωρίδες.
ἑξῆς εἰσεκομίσθη ταγηνιστὰ ἥπατα περιειλημένα τῷ καλουμένῳ ἐπίπλῳ , ὃν Φιλέταιρος ἐν Τηρεῖ ἐπίπλοον εἴρηκεν. εἰς ἃ ἀποβλέψας ὁ Κύνουλκος
λέγε ἡμῖν,
ἔφη, ὦ σοφὲ Οὐλπιανέ, εἲ
που κεῖται οὕτως τὸ ἧπαρ ἐντετυλιγμένον.
καὶ ὅς· ἐὰν πρότερον δείξῃς σὺ παρὰ τίνι ὁ ἐπίπλους εἴρηται ἐπὶ τοῦ λίπους καὶ τοῦ ὑμένος.
ἀντικορυσσομένων οὖν τούτων ὁ Μυρτίλος ἔφη·
ὁ μὲν ἐπίπλους παρ’ Ἐπιχάρμῳ ἐν Βάκχαις·
καὶ τὸν ἀρχὸν ἐπικαλύψας ἐπιπλόῳ.
καὶ ἐν Θεαροῖς·
ὀσφύος τε πέρι κἠπιπλόου.
καὶ ὁ
Χῖος
δὲ Ἴων ἐν ταῖς Ἐπιδημίαις ἔφη· τῷ ἐπίπλῳ ἐπικαλύψας.᾽ ἀπέχεις, φίλη κεφαλὴ Οὐλπιανέ, τὸν ἐπίπλουν, ἵν’ ἤδη ποτὲ αὐτῷ ἐντυλιχθεὶς κατακαυθῇς καὶ πάντας ἡμᾶς ζητήσεων ἀπαλλάξῃς. τὸ δὲ μαρτύριον τοῦ οὕτως διεσκευασμένου ἥπατος δίκαιος εἶ σὺ ἀπομνημονεῦσαι, προειρημένου σοι πάλαι ὅτε περὶ τῶν ὠτίων καὶ ποδῶν
ἐζητοῦμεν, ὅτι Ἄλεξις ἐν Κρατείᾳ ἢ Φαρμακοπώλῃ
εἴρηκε. πᾶσα δ’ ἡ ἐκλογὴ χρησίμη οὖσα εἰς πολλά, ἐπεὶ τὰ νῦν διὰ μνήμης οὐ κρατεῖς, αὐτὸς ἐγὼ διεξελεύσομαι. φησὶ δ’ οὕτως ὁ κωμικός·
πρῶτον μὲν οὖν ὄστρεια παρὰ Νηρεῖ τινι
ἰδὼν γέροντι φυκί’ ἠμφιεσμένα
ἔλαβον ἐχίνους τ’ ἐστὶ γὰρ προοίμιον
δείπνου χαριέντως ταῦτα πεπρυτανευμένου.
τούτων δὲ ἀπολυθείς, κειμένων ἰχθυδίων
μικρῶν, τρεμόντων τῷ δέει τί πείσεται,
θαρρεῖν κελεύσας ἕνεκ’ ἐμοῦ ταῦτ’ οὐδὲ ἓν
φήσας ἀδικήσειν ἐπριάμην γλαῦκον μέγαν.
ἔπειτα νάρκην ἔλαβον, ἐνθυμούμενος
ὅτι δεῖ γυναικὸς ἐπιφερούσης δακτύλους
ἁπαλοὺς ὑπ’ ἀκάνθης μηδὲ ἓν τούτων παθεῖν.
ἐπὶ τὸ τάγηνον φυκίδας, ψήττας τινάς,
καρῖδα, φύκην, κωβιόν, πέρκην, σπάρον,
ἐποίησὰ τ’ αὐτὸ ποικιλώτερον ταῶ.
κρεᾴδι’ ἄττα, ποδάρια, ῥύγχη τινά,
ὠτάρι’ ὕει᾽, ἡπάτιον ἐγκεκαλυμμένον
αἰσχύνεται γὰρ πελιδνὸν ὂν τῷ χρώματι.
τούτοις μάγειρος οὐ πρόσεισ’ οὐδ’ ὄψεται·
οἰμώξεται γὰρ νὴ Δί᾽. ἀλλ’ ἐγὼ σοφῶς
ταῦτ’ οἰκονομήσω καὶ γλαφυρῶς καὶ ποικίλως
οὕτω ποῶ γὰρ τοὔψον αὐτός ὥστε τοὺς
δειπνοῦντας εἰς τὰ λοπάδι’ ἐμβάλλειν ποῶ
ἐνίοτε τοὺς ὀδόντας ὑπὸ τῆς ἡδονῆς.
τὰς σκευασίας πάντων δὲ καὶ τὰς συστάσεις
τούτων ἕτοιμός εἰμι δεικνύειν, λέγειν,
προῖκα προδιδάσκειν, ἂν θέλῃ τις μανθάνειν.
ὅτι δ’ ἔθος τῷ ἐπίπλῳ περικαλύπτεσθαι τὰ ἡπάτια, Ἡγήσανδρος ὁ Δελφὸς ἐν ὑπομνήμασί φησι Μετάνειραν τὴν ἑταίραν ὡς ἐν τοῖς κεκαλυμμένοις ἡπατίοις αὐτὴ πνευμόνιον ἔλαβε καὶ ὡς περιελοῦσα τὸ στέαρ εἶδεν, ἀνέκραγεν·
ἀπόλωλα, πέπλων μ’ ὤλεσαν περιπτυχαί.
μήποτε δὲ καὶ Κρώβυλος ὁ κωμῳδιοποιὸς αἰσχυνόμενον εἶπε τὸ τοιοῦτο ἧπαρ ὥσπερ καὶ, ἐν Ψευδυποβολιμαίῳ λέγων οὕτως·
καὶ πλεκτάνην στιφρὰν σφόδρ᾽, ἐπὶ τούτοις τέ που
αἰσχυνόμενον ἧπαρ καπρίσκου σκατοφάγου.
ἡπάτιον δ’ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς καὶ Ἀλκαῖος ἐν Παλαίστρᾳ
Εὔβουλὸς τ’ ἐν Δευκαλίωνι. δασυντέον δὲ λέγοντας τὸ ἧπαρ· καὶ γὰρ ἡ συναλοιφή ἐστιν παρ’ Ἀρχιλόχῳ διὰ δασέος. φησὶ γάρ·
χολὴν γὰρ οὐκ ἔχεις ἐφ’ ἥπατι.
ἐστὶ δὲ καὶ ἰχθύς τις ἥπατος καλούμενος, ὅν φησιν ὁ αὐτὸς Εὔβουλος ἐν Λάκωσιν ἢ Λὴδᾳ οὐκ ἔχειν χολήν·
οὐκ ᾤου σύ με
χολὴν ἔχειν, ὡς δ’ ἡπάτῳ μοι διελέγου;
ἐγὼ δὲ γ’ εἰμὶ τῶν μελαμπύγων ἔτι.
Ἡγήσανδρος δ’ ἐν ὑπομνήμασιν ἐν τῇ κεφαλῇ φησι τὸν ἥπατον δύο λίθους ἔχειν τῇ μὲν αὐγῇ καὶ τῷ χρώματι παραπλησίους τοῖς ὀστρείοις, τῷ δὲ σχήματι ῥομβοειδεῖς.
Ταγηνιστῶν
δ’ ἰχθύων μνημονεύει Ἄλεξις ἐν Δημητρίῳ καθάπερ κἀν τῷ προκειμένῳ δράματι.
Εὔβουλος
Ὀρθάννῃ·
πᾶσα δ’ εὔμορφος γυνὴ
ἐρῶσα φοιτᾷ τηγάνων τε σύντροφα
τριβαλλοποπανόθρεπτα μειρακύλλια,
ὁμοῦ δὲ τευθὶς καὶ Φαληρικὴ κόρη
σπλάγχνοισιν ἀρνείοισι συμμεμιγμένη
πηδᾷ, χορεύει, πῶλος ὣς ἀπὸ ζυγοῦ.
ῥιπὶς δ’ ἐγείρει φύλακας ʽ Ἡφαίστου κύνας
θερμῇ παροξύνουσα τηγάνου πνοῇ·
ὀσμὴ δὲ πρὸς μυκτῆρας ἠρεθισμένη
ᾄσσει· μεμαγμένη δὲ Δήμητρος κόρη
κοίλη φάραγγος δακτύλου πιέσματι
σύρει τριήρους ἐμβολὰς μιμουμένη,
δείπνου πρόδρομον ἄριστον.
ἤσθιον δὲ καὶ ταγηνιστὰς σηπίας. Νικόστρατος ἢ Φιλέταιρος ἐν Ἀντύλλῳ φησὶν
οὔποτ’ ἂν αὖθις αὖ
σηπίαν ἀπὸ τηγάνου
τολμήσαιμι φαγεῖν μόνος.
ʽ
Ἡγήμων δ’ ἐν Φιλίννῃ καὶ γόνον ἐκ ταγήνου ἐσθίοντας ποιεῖ ἐν τούτοις·
μἀλλὰ ταχέως ἰὼν πρίω μοι πουλύπουν
καὶ δὸς καταφαγεῖν κἀπὸ τηγάνου γόνον.
ἐπὶ τούτοις οὐχ ἡσθεὶς ὁ Οὐλπιανός, ἀνιαθεὶς δέ, ἀποβλέψας ὡς ἡμᾶς καὶ τὰ ἐξ Ὀρθάννου
Εὐβούλου ἰαμβεῖα εἰπών·
ὡς εὖ νεναυάγηκεν ἐπὶ τοῦ τηγάνου
ὁ θεοῖσιν ἐχθρὸς
Μυρτίλος· ὅτι γὰρ οὐδὲν τούτων πριάμενός ποτε ἔφαγεν εὖ οἶδα, τῶν τινος οἰκετῶν αὐτοῦ εἰπόντος μοί ποτε τὰ ἐκ Πορνοβοσκοῦ
Εὐβούλου ἰαμβεῖα τάδε ·
τρέφει με Θετταλός τις ἄνθρωπος βαρύς,
πλουτῶν, φιλάργυρος δὲ κἀλιτήριος,
ὀψοφάγος, ὀψωνῶν δὲ μέχρι τριωβόλου.
ἐπεὶ δὲ πεπαιδευμένος ἦν ὁ νεανίσκος καὶ οὐχὶ παρὰ τῷ Μυρτίλῳ γε, ἀλλὰ παρὰ ἄλλῳ τινί, ὡς ἐπυνθανόμην αὐτοῦ πῶς εἰς τὸν Μυρτίλον ἐνέπεσεν, ἔφη μοι τὰ ἐκ Νεοττίδος
Ἀντιφάνους τάδε·
παῖς ὢν μετ’ ἀδελφῆς εἰς Ἀθήνας ἐνθάδε
ἀφικόμην ἀχθεὶς ὑπό τινος ἐμπόρου,
Σύρος τὸ γένος ὤν. περιτυχὼν δ’ ἡμῖν ὁδὶ
κηρυττομένοις ὀβολοστάτης ὢν ἐπρίατο,
ἄνθρωπος ἀνυπέρβλητος εἰς πονηρίαν,
τοιοῦτος οἷος μηδὲν εἰς τὴν οἰκίαν,
μηδ’ ὧν ὁ Πυθαγόρας ἐκεῖνος ἤσθιεν
ὁ τρισμακαρίτης, εἰσφέρειν ἔξω θύμου.
ἔτι τοῦ Οὐλπιανοῦ τοιαῦτά τινα παίζοντος ὁ Κύνουλκος ἀνέκραγεν ἄρτου δεῖ καὶ οὐ τοῦ
Μεσσαπίων βασιλέως λέγω τοῦ ἐν Ἰαπυγίᾳ, περὶ οὗ καὶ σύγγραμμά ἐστι Πολέμωνι. μνημονεύει δ’ αὐτοῦ καὶ Θουκυδίδης ἐν ζ’ καὶ Δημήτριος ὁ κωμῳδιοποιὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Σικελία διὰ τούτων·
κἀκεῖθεν εἰς τὴν Ἰταλίαν ἀνέμῳ Νότῳ
διεβάλομεν τὸ πέλαγος εἰς Μεσσαπίους·
ἄρτος δ’ ἀναλαβὼν ἐξένισεν ἡμᾶς καλῶς.
β. ξένος γε χαρίεις. α. ἦν ἐκεῖ μέγας
καὶ λαμπρὸς ἦν.
οὐ τούτου οὖν τοῦ Ἄρτου ὁ νῦν καιρὸς ἦν, ἀλλὰ τῶν εὑρημένων ὑπὸ τῆς Σιτοῦς καλουμένης Δήμητρος καὶ Ἱμαλίδος, οὕτως γὰρ ἡ θεὸς παρὰ Συρακοσίοις τιμᾶται, ὡς ὁ αὐτὸς Πολέμων ἱστορεῖ ἐν τῷ περὶ τοῦ Μορύχου. ἐν δὲ τῷ αʹ τῶν πρὸς Τίμαιον ἐν Σκώλῳ φησὶ τῷ Βοιωτιακῷ
Μεγαλάρτου
καὶ Μεγαλομάζου ἀγάλματα ἱδρῦσθαι.
ἐπεὶ δὲ ἤδη ἄρτοι εἰσεκομίζοντο καὶ πλῆθος ἐπ’ αὐτοῖς παντοδαπῶν βρωμάτων, ἀποβλέψας εἰς αὐτὰ ἔφη·
τοῖς ἄρτοις ὅσας
ἱστᾶσι παγίδας οἱ ταλαίπωροι βροτοί,
φησὶν Ἄλεξις ἐν τῇ Εἰς τὸ φρέαρ. ἡμεῖς οὖν εἴπωμέν τι καὶ περὶ ἄρτων.
προφθάσας δ’ αὐτὸν ὁ Ποντιανὸς ἔφη·
Τρύφων ὁ Ἀλεξανδρεὺς ἐν τοῖς φυτικοῖς ἐπιγραφομένοις ἄρτων ἐκτίθεται γένη, εἴ τι κἀγὼ μέμνημαι, ζυμίτην, ἄζυμον, σεμιδαλίτην, χονδρίτην,
συγκομιστόν τοῦτον δ’ εἶναί φησι καὶ διαχωρητικώτερον τοῦ καθαροῦ
τὸν ἐξ ὀλυρῶν, τὸν ἐκ τιφῶν, τὸν ἐκ μελινῶν. γίνεται μέν, φησίν, ὁ χονδρίτης ἐκ τῶν ζειῶν· ἐκ γὰρ κριθῆς χόνδρον μὴ γίνεσθαι. παρὰ δὲ τὰς ὀπτήσεις ὀνομάζεσθαι ἰπνίτην, οὗ μνημονεύειν Τιμοκλέα ἐν Ψευδολῃσταῖς οὕτως ι
καταμαθὼν δὲ κειμένην θερμὴν σκάφην
θερμῶν ἰπνιτῶν ἤσθιον.
ἐσχαρίτης. τούτου μνημονεύει Ἀντίδοτος ἐν Πρωτοχόρῳ·
λαβόντα θερμοὺς ἐσχαρίτας, πῶς γὰρ οὔ;
τούτους ἀνειλίττοντα βάπτειν εἰς γλυκύν.
καὶ Κρώβυλος ἐν Ἀπαγχομένῳ ·
καὶ σκάφην λαβών τινα
τῶν ἐσχαριτῶν τῶν καθαρῶν.
Λυγκεὺς δ’ ὁ Σάμιος ἐν τῇ πρὸς Διαγόραν ἐπιστολῇ συγκρίνων τὰ Ἀθήνησι γινόμενα τῶν ἐδωδίμων πρὸς τὰ ἐν Ῥόδῳ φησὶν ᾽ ἔτι δὲ σεμνυνομένων παρ’ ἐκείνοις τῶν ἀγοραίων ἄρτων, ἀρχομένου μὲν τοῦ δείπνου καὶ μεσοῦντος οὐθὲν λειπομένους ἐπιφέρουσιν ἀπειρηκότων δὲ καὶ πεπληρωμένων
ἡδίστην ἐπεισάγουσι
διατριβὴν τὸν διάχριστον ἐσχαρίτην καλούμενον, ὃς οὕτω κέκραται τοῖς μειλίγμασι καὶ τῇ μαλακότητι καὶ τοιαύτην ἐνθρυπτόμενος ἔχει πρὸς τὸν γλυκὺν συναυλίαν ὥστε προσβιαζόμενος θαυμαστόν τι συντελεῖ· καθάπερ γὰρ ἀνανήφειν πολλάκις γίνεται τὸν μεθύοντα, τὸν αὐτὸν τρόπον ὑπὸ τῆς ἡδονῆς ἀναπεινῆν γίνεται τὸν ἐσθίοντα.
ἀταβυρίτην. Σώπατρος ἐν Κνιδίᾳ
Ἀταβυρίτης δ’ ἄρτος ἦν πλησίγναθος.
Ἀχαΐνας
. τούτου τοῦ
ἄρτου μνημονεύει Σῆμος ἐν η᾽] Δηλιάδος λέγων ταῖς θεσμοφόροις γίνεσθαι. εἰσὶ δὲ ἄρτοι μεγάλοι, καὶ ἑορτὴ καλεῖται Μεγαλάρτια
ἐπιλεγόντων τῶν φερόντων
ἀχαΐνην στέατος ἔμπλεων τράγον.
κριβανίτην. τούτου μνημονεύει Ἀριστοφάνης ἐν Γήρᾳ· ποιεῖ δὲ λέγουσαν ἀρτόπωλιν διηρπασμένων αὐτῆς τῶν ἄρτων ὑπὸ τῶν τὸ γῆρας ἀποβαλλόντων
τουτὶ τί ἦν τὸ πρᾶγμα; β. θερμούς, ὦ τέκνον.
α. ἀλλ’ ἦ παραφρονεῖς; β. κριβανίτας, ὦ τέκνον.
α. τί κριβανίτας; β. πάνυ δὲ λευκούς, ὦ τέκνον.
ἐγκρυφίαν. τούτου μνημονεύει Νικόστρατος ἐν Ἱεροφάντῃ καὶ ὁ ὀψοδαίδαλος Ἀρχέστρατος, οὗ κατὰ καιρὸν τὸ μαρτύριον παραθήσομαι.
δίπυρον. Εὔβουλος ἐν Γανυμήδει.
διπύρους τε θερμούς. β. οἱ δίπυροι δ’ εἰσὶν τίνες;
β. ἄρτοι τρυφῶντες,
Ἀλκαῖος
Γανυμήδει.
λάγανον. τοῦτο ἐλαφρὸν τ’ ἐστὶ καὶ
ἄτροφον, καὶ μᾶλλον αὐτοῦ ἔτι ἡ ἐπανθρακὶς καλουμένη. μνημονεύει δὲ τοῦ μὲν Ἀριστοφάνης ἐν Ἐκκλησιαζούσαις φάσκων
λάγανα πέττεται,
τῆς δ’ ἀπανθρακίδος Διοκλῆς ὁ Καρύστιος ἐν α
Ὑγιεινῶν οὑτωσὶ λέγων
ἡ δ’ ἀπανθρακίς ἐστι τῶν λαγάνων ἁπαλωτέρα.
ἔοικε δὲ καὶ οὗτος ἐπ’ ἀνθράκων γίνεσθαι, ὥσπερ καὶ ὁ παρ’ Ἀττικοῖς ἐγκρυφίας· ὃν καὶ Ἀλεξανδρεῖς τῷ Κρόνῳ ἀφιεροῦντες προτιθέασιν ἐσθίειν τῷ βουλομένῳ ἐν τῷ τοῦ Κρόνου ἱερῷ.
Ἐπίχαρμος δ’ ἐν Ἥβης γάμῳ κἀν Μούσαισ—τοῦτο δὲ τὸ δρᾶμα διασκευή ἐστι τοῦ προκειμένου—ἄρτων ἐκτίθεται γένη κριβανίτην , ὅμωρον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, ἡμιάρτιον. ὧν καὶ Σώφρων ἐν γυναικείοις μίμοις μνημονεύει λέγων
οὕτως· ι ᾽ δεῖπνον ταῖς θεαῖς, κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον Ἑκάτᾳ.᾽
οἶδα δ᾽, ἄνδρες φίλοι, ὅτι Ἀττικοὶ μὲν διὰ τοῦ ρ στοιχείου λέγουσι καὶ κρίβανον καὶ κριβανίτην. Ἡρόδοτος δ’ ἐν δευτέρᾳ τῶν ἱστοριῶν ἔφη· κλιβάνῳ διαφανεῖ.
καὶ ὁ Σώφρων δὲ ἔφη· τίς σταιτίτας ἢ κλιβανίτας ἢ ἡμιάρτια πέσσει;
ὁ δ’ αὐτὸς μνημονεύει καὶ
Πλακίτα
τινὸς ἄρτου ἐν γυναικείοις· ᾽εἰς νύκτα μ’ ἑστιάσειν ἄρτῳ πλακίτᾳ.᾽ καὶ τυρῶντος δ’ ἄρτου μνημονεύει ὁ Σώφρων ἐν
τῇ ἐπιγραφομένῃ Πενθερᾷ οὕτως συμβουλεύω τ’ ἐμφαγεῖν ἄρτον γάρ τις τυρῶντα τοῖς παιδίοις ἴαλε.᾽
Νίκανδρος δ’ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις τὸν ἄζυμον ἄρτον καλεῖ δάρατον. Πλάτων δ’ ὁ
κωμῳδιοποιὸς ἐν Νυκτὶ μακρᾷ τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς
Κιλικίους
ὀνομάζει διὰ τούτων
κἆθ’ ἧκεν ἄρτους πριάμενος
μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους.
ἐν δὲ τῷ Μενελάῳ ἐπιγραφομένῳ ἀγελαίους τινὰς
ἄρτους καλεῖ, αὐτοπύρου δ’ ἄρτου μέμνηται Ἄλεξις ἐν Κυπρίῳ·
τὸν δ’ αὐτόπυρον ἄρτον ἀρτίως φαγών.
Φρύνιχος δ’ ἐν Ποαστρίαις αὐτοπυρίτας αὐτοὺς καλῶν φησιν
αὐτοπυρίταισὶ τ’ ἄρτοις καὶ λιπῶσι στεμφύλοις.
ὀρίνδου δ’ ἄρτου μέμνηται Σοφοκλῆς ἐν Τριπτολέμῳ ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου ἢ ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γιγνομένου σπέρματος, ὅ ἐστιν ὅμοιον
σησάμῳ. κολλάβου δ’ ἄρτου Ἀριστοφάνης ἐν Ταγηνισταῖς·
λαμβάνετε κόλλαβον ἕκαστος.
καὶ πάλιν
ἢ δέλφακος ὀπωρινῆς
ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
χλιαρῶν.
γίνονται δ’ οἱ ἄρτοι οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος ἐν Αὔγῃ παρίστησιν ·
αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων
γαλακτοχρῶτας κολλάβους θερμούς.
μακωνίδων δ’ ἄρτων μνημονεύει Ἀλκμὰν ἐν τῷ εʹ οὕτως
κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι
μακωνίδων ἄρτων ἐπιστέφοισαι
λίνω τε σασάμω τε κἠν πελίχναις
πεδεσσι χρυσοκόλλα
, ἐστὶ βρωμάτιον διὰ μέλιτος καὶ λίνου.
τοῦ δὲ κολλύρας καλουμένου ἄρτου Ἀριστοφάνης ἐν Εἰρήνῃ·
κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ’ αὐτῇ.
καὶ ἐν Ὁλκάσι·
καὶ κολλύραν τοῖσι γέρουσιν διὰ τοὐν Μαραθῶνι
τρόπαιον.
ὁ δὲ
Ὀβελίας
ἄρτος κέκληται ἤτοι ὅτι ὀβολοῦ πιπράσκεται, ὡς ἐν τῇ Ἀλεξανδρείᾳ, ἢ ὅτι ἐν ὀβελίσκοις ὠπτᾶτο. Ἀριστοφάνης
Γεωργοῖς·
εἶτ’ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
Φερεκράτης
Ἐπιλήσμονι·
ὠλεν ὀβελίαν σποδεῖν, ἄρτου δὲ μὴ προτιμᾶν.
ἐκαλοῦντο δὲ καὶ ὀβελιαφόροι οἱ ἐν ταῖς πομπαῖς παραφέροντες αὐτοὺς ἐπὶ τῶν ὤμων. Σωκράτης ἐν σ’ Ἐπικλήσεων τὸν ὀβελίαν φησὶν ἄρτον Διόνυσον εὑρεῖν ἐν ταῖς στρατείαις.
ἐτνίτας ἄρτος ὁ προσαγορευόμενος. λεκιθίτας,
ὥς φησιν Εὐκράτης. πανὸς ἄρτος· Μεσσάπιοι. καὶ τὴν πλησμονὴν πανίαν καὶ πάνια τὰ πλήσμια· Βλαῖσος ἐν Μεσοτρίβᾳ καὶ Δεινόλοχος ἐν Τηλέφῳ
Ῥίνθων τε ἐν Ἀμφιτρύωνι. καὶ Ῥωμαῖοι δὲ πᾶνα τὸν ἄρτον καλοῦσι.
ναστὸς ἄρτος ζυμίτης καλεῖται μέγας, ὥς φησι Πολέμαρχος καὶι
Ἀρτεμίδωρος, Ἡρακλέων δὲ πλακοῦντος εἶδος. Νικόστρατος δ’ ἐν Κλίνῃ·
ναστὸς τὸ μέγεθος τηλικοῦτος, δέσποτα,
λευκός· τὸ πάχος γὰρ ὑπερέκυπτε τοῦ κανοῦ.
ὀσμὴ δέ, τουπίβλημ’ ἐπεὶ περιῃρέθη,
ἄνω ᾽βάδιζε καὶ μέλιτι μεμιγμένη
ἀτμίς τις εἰς τὰς ῥῖνας· ἔτι γὰρ θερμὸς ἦν.
κνηστὸς ἄρτος ποιὸς παρὰ Ἴωσι, Ἀρτεμίδωρος ὁ Ἐφέσιός φησιν ἐν Ἰωνικοῖς ὑπομνήμασι.
θρόνος ἄρτου ὄνομα. Νεάνθης ὁ Κυζικηνὸς ἐν β’ Ἑλληνικῶν γράφων οὕτως· ᾽ ὁ δὲ Κόδρος τόμον ἄρτου τὸν καλούμενον θρόνον λαμβάνει καὶ κρέας καὶ τῷ πρεσβυτάτῳ νέμουσι.
Βάκχυλος
δ’ ἐστὶν ἄρτος σποδίτης παρ’ Ἠλείοις καλούμενος, ὡς Νίκανδρος ἐν β’ Γλωσσῶν ἱστορεῖ, μνημονεύει δ’ αὐτοῦ καὶ Δίφιλος ἐν Διαμαρτανούσῃ οὕτως·
ἄρτους σποδίτας κρησερίτας περιφέρειν.
ἄρτου δ’ εἶδός ἐστι καὶ ὁ ἀποπυρίας καλούμενος, ἐπ’ ἀνθράκων δ᾽
ὀπτᾶται. καλεῖται δ’ οὗτος ὑπό τινων ζυμίτης. Κρατῖνος
Μαλθακοῖς·
πρῶτον ἀποπυρίαν ἔχω ζυμηταμιαδου πλεους κνέφαλλον.
Ἀρχέστρατος δ’ ἐν τῇ Γαστρονομίᾳ περὶ ἀλφίτων καὶ ἄρτων οὕτως ἐκτίθεται·
πρῶτα μὲν οὖν δώρων μεμνήσομαι ἠυκόμοιο
Δήμητρος, φίλε Μόσχε· σὺ δ’ ἐν φρεσὶ βάλλεο σῇσιν.
ἔστι γὰρ οὖν τὰ κράτιστα λαβεῖν βέλτιστά τε πάντων,
εὐκάρπου κριθῆς καθαρῶς ἠσσημένα πάντα,
ἐν Λέσβῳ κλεινῆς Ἐρέσου περικύμονι μαστῷ,
λευκότερ’ αἰθερίας χιόνος, θεοὶ εἴπερ ἔδουσιν
ἄλφιτ᾽, ἐκεῖθεν ἰὼν Ἑρμῆς αὐτοῖς ἀγοράζει,
ἐστὶ δὲ κἀν Θήβαις ταῖς ἑπταπύλοις ἐπιεικῆ
κἀν Θάσῳ ἒν τ’ ἄλλαις πόλεσίν τισιν, ἀλλὰ γίγαρτα
φαίνονται πρὸς ἐκεῖνα· σαφεῖτάδ’ ἐπίστασο δόξῃ.
στρογγυλοδίνητος δὲ τετριμμένος εὖ κατὰ χεῖρα
κόλλιξ Θεσσαλικός σοι ὑπαρχέτω, ὃν καλέουσι
κεῖνοι κριμνίταν, οἱ δ’ ἄλλοι χόνδρινον ἄρτον.
εἶτα τὸν ἐκ Τεγέης σεμιδάλεος υἱὸν ἐπαινῶ
ἐγκρυφίαν. τὸν δ’ εἰς ἀγορὰν ποιεύμενον ἄρτον
αἱ κλειναὶ παρέχουσι βροτοῖς κάλλιστον Ἀθῆναι.
ἐν δὲ φερεσταφύλοις Ἐρυθραῖς ἐκ κλιβάνου ἐλθὼν
λευκὸς ἁβραῖς θάλλων ὥραις τέρψει παρὰ δεῖπνον.
ταῦτ’ εἰπὼν ὁ τένθης Ἀρχέστρατος καὶ τὸν τῶν ἄρτων ποιητὴν ἔχειν συμβουλεύει Φοίνικα ἢ Λυδὸν
ἠγνόει γὰρ τοὺς ἀπὸ τῆς Καππαδοκίας ἀρτοποιοὺς ἀρίστους ὄντας, λέγει δ’ οὕτως·
ἔστω δή σοι ἀνὴρ Φοῖνιξ ἢ Λυδὸς ἐν οἴκῳ,
ὅστις ἐπιστήμων ἔσται σίτοιο κατ’ ἦμαρ
παντοίας ἰδέας τεύχειν, ὡς ἂν σὺ κελεύῃς.
τῶν δ’ Ἀττικῶν ἄρτων ὡς διαφόρων μνημονεύει καὶ Ἀντιφάνης ἐν Ὀμφάλῃ οὕτως·
πῶς γὰρ ἄν τις εὐγενὴς γεγὼς
δύναιτ’ ἂν ἐξελθεῖν ποτ’ ἐκ τῆσδε στέγης,
ὁρῶν μὲν ἄρτους τούσδε λευκοσωμάτους
ἰπνὸν κατέχοντας ἐν πυκναῖς διεξόδοις,
ὁρῶν δὲ μορφὴν κριβάνοις ἠλλαγμένους,
μίμημα χειρὸς Ἀττικῆς, οὓς δημόταις
Θεαρίων ἔδειξεν;
οὗτός ἐστι Θεαρίων ὁ ἀρτοποιὸς οὗ μνημονεύει Πλάτων ἐν Γοργίᾳ συγκαταλέγων αὐτῷ καὶ Μίθαικον οὕτως γράφων·
οἵτινες ἀγαθοὶ γεγόνασιν ἢ εἰσὶ σωμάτων θεραπευταὶ ἔλεγές μοι πάνυ σπουδάζων, Θεαρίων ὁ ἀρτοκόπος καὶ Μίθαικος
ὁ τὴν ὀψοποιίαν συγγεγραφὼς τὴν Σικελικὴν καὶ Σάραμβος ὁ κάπηλος, ὅτι οὗτοι θαυμάσιοι γεγόνασι σωμάτων θεραπευταί, ὁ μὲν ἄρτους θαυμαστοὺς παρασκευάζων, ὁ δὲ ὄψον, ὁ δὲ οἶνον.
καὶ Ἀριστοφάνης ἐν Γηρυτάδῃ καὶ Αἰολοσίκωνι διὰ τούτων
ἥκω Θεαρίωνος ἀρτοπώλιον
λιπών, ἵν’ ἐστὶ κριβάνων ἑδώλια.
Κυπρίων δὲ ἄρτων μνημονεύει Εὔβουλος ὡς διαφόρων ἐν Ὀρθάννῃ διὰ τούτων
δεινὸν μὲν ἰδόντα παριππεῦσαι
Κυπρίους ἄρτους· Μαγνῆτις γὰρ
λίθος ὣς ἕλκει τοὺς πεινῶντας.
τῶν δὲ κολλικίων ἄρτων — οἱ αὐτοὶ δ’ εἰσὶ τοῖς κολλάβοις — ἔφιππος ἐν Ἀρτέμιδι μνημονεύει οὕτως
παρἈλεξάνδρου δ’ ἐκ Θετταλίας
κολλικοφάγε κρίβανος ἄρτων.
Ἀριστοφάνης δ’ ἐν Ἀχαρνεῦσιν
ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον.
τούτων οὕτω λεχθέντων ἔφη τις τῶν παρόντων
γραμματικῶν, Ἀρριανὸς ὄνομα
ταῦτα σιτία Κρονικά ἐστιν, ὦ ἑταῖροι. ἡμεῖς γὰρ ᾽ οὔτ’ ἀλφίτοισι χαίρομεν πλήρης γὰρ ἄρτων πόλις ᾽ οὔτε τῷ τῶν ἄρτων τούτων καταλόγῳ. ἐπεὶ δὲ καὶ ἄλλῳ Χρυσίππου τοῦ Τυανέως συγγράμματι ἐνέτυχον ἐπιγραφομένῳ Ἀρτοποιικῷ καὶ πεῖραν ἔσχον τῶν αὐτόθι ὀνομασθέντων παρὰ πολλοῖς τῶν φίλων, ἔρχομαι καὶ αὐτὸς λέξων τι περὶ ἄρτων, ὁ ἀρτοπτίκιος
ἄρτος καλούμενος κλιβανικίου καὶ
φουρνακίου διαφέρει, ἐὰν δ’ ἐκ σκληρᾶς ζύμης ἐργάζῃ αὐτόν, ἔσται καὶ λαμπρὸς καὶ εὔβρωτος πρὸς ξηροφαγίαν εἰ δ’ ἐξ ἀνειμένης, ἔσται μὲν ἐλαφρός, οὐ λαμπρὸς δέ. κλιβανίκιος δὲ καὶ φουρνάκιος χαίρουσιν ἁπαλωτέρᾳ τῇ ζύμῃ. παρὰ δὲ τοῖς Ἕλλησι καλεῖταί τις ἄρτος ἁπαλὸς ἀρτυόμενος γάλακτι ὀλίγῳ καὶ ἐλαίῳ καὶ ἁλσὶν ἀρκετοῖς. δεῖ δὲ τὴν ματερίαν ἀνειμένην ποιεῖν. οὗτος δὲ ὁ ἄρτος λέγεται Καππαδόκιος, ἐπειδὴ ἐν Καππαδοκίᾳ
κατὰ τὸ πλεῖστον ἁπαλὸς ἄρτος γίνεται, τὸν δὲ τοιοῦτον ἄρτον οἱ Σύροι λαχμὰν προσαγορεύουσι, καί ἐστιν οὗτος ἐν Συρίᾳ χρηστότατος γινόμενος διὰ τὸ θερμότατος τρώγεσθαι καί ἐστιν ἄνθει παραπλήσιος.
ὁ δὲ βωλήτινος καλούμενος ἄρτος πλάττεται μὲν ὡς βωλήτης, καὶ ἀλείφεται ἡ μάκτρα ὑποπασσομένης μήκωνος, ἐφ’ ᾗ ἐπιτίθεται ἡ ματερία, καὶ ἐν τῷ ζυμοῦσθαι οὐ κολλᾶται τῇ καρδόπῳ. ἐπειδὰν δ’ ἐμβληθῇ εἰς τὸν φοῦρνον, ὑποπάσσεται τῷ κεράμῳ χόνδρος τις καὶ τότ’ ἐπιτίθεται ὁ ἄρτος καὶ ἕλκει χρῶμα κάλλιστον, ὅμοιον τῷ φουμώσῳ τυρῷ.
ὁ δὲ στρεπτίκιος ἄρτος συναναλαμβάνεται γάλακτι ὀλίγῳ, καὶ προσβάλλεται πέπερι καὶ ἔλαιον ὀλίγον εἰ δὲ μή, στέαρ. εἰς δὲ τὸ καλούμενον ἀρτολάγανον ἐμβάλλεται οἰνάριον ὀλίγον καὶ πέπερι γάλα τε καὶ ἔλαιον ὀλίγον ἢ στέαρ. εἰς δὲ τὰ καπύρια τὰ καλούμενα τράκτα μίξεις ὥσπερ καὶ εἰς ἀρτολάγανον.
ταῦτ’ ἐκθεμένου τἀριστάρχεια δόγματα τοῦ ʽ Ῥωμαίων μεγαλοσοφιστοῦ ὁ Κύνουλκος ἔφη·
Δάματερ σοφίας οὐκ ἐτὸς ἄρα ψαμμακοσίους
ἔχει μαθητὰς ὁ θαυμάσιος Βλεψίας καὶ πλοῦτον ἀπηνέγκατο τοσοῦτον ἐκ τῆς καλῆς ταύτης σοφίας ὑπὲρ Γοργίαν καὶ Πρωταγόραν. ὅθεν ὀκνῶ μὰ τὰς θεὰς εἰπεῖν πότερον αὐτὸς οὐ βλέπει ἢ οἱ ἑαυτοὺς μαθητὰς αὐτῷ παραδιδόντες πάντες ἕνα ἔχουσιν ὀφθαλμόν, ὡς μόλις διὰ τὸ πλῆθος ὁρᾶν. μακαρίους οὖν αὐτούς, μᾶλλον δὲ μακαρίτας εἶναί φημι τοιαύτας δείξεις τῶν διδασκάλων ποιουμένων.
πρὸς ὃν ὁ Μάγνος φιλοτράπεζος ὢν καὶ τὸν γραμματικὸν τοῦτον ὑπερεπαινῶν διὰ τὴν ἐκτένειαν
ἔφη·
οὗτοι ἀνιπτόποδες, χαμαιευνάδες, ἀερίοικοι,
κατὰ τὸν κωμικὸν Εὔβουλον,
ἀνόσιοι λάρυγγες,
ἀλλοτρίων κτεάνων παραδειπνίδες,
οὐ χὠ προπάτωρ ὑμῶν Διογένης πλακοῦντά ποτε ἐσθίων ἐν δείπνῳ λάβρως πρὸς τὸν πυνθανόμενον ἔλεγεν
ἄρτον ἐσθίειν καλῶς πεποιημένον; ὑμεῖς
δ’ ᾽ ὦ λοπαδάγχαι κατὰ τὸν αὐτὸν ποιητὴν Εὔβουλον, λευκῶν ὑπογαστριδίων,᾽ ἑτέροις οὐ παραχωροῦντες φθέγγεσθε καὶ τὰς ἡσυχίας οὐκ
ἄγετε ἕως ἄν τις ὑμῖν ὡς κυνιδίοις ἄρτων ἢ ὀστέων προσρίψῃ. πόθεν ὑμῖν εἰδέναι ὅτι καὶ κύβοι , οὐχ οὓς ἀεὶ μεταχειρίζεσθε, ἄρτοι εἰσὶ τετράγωνοι, ἡδυσμένοι ἀννήθῳ καὶ τυρῷ καὶ ἐλαίῳ, ὥς φησιν ʽ Ἡρακλείδης ἐν Ὀψαρτυτικῷ; παρεῖδε δὲ τοῦτον ὁ Βλεψίας, ὥσπερ καὶ τὸν θαργηλὸν , ὅν τινες καλοῦσι θαλύσιον Κράτης δ’ ἐν β’ Ἀττικῆς διαλέκτου θάργηλον καλεῖσθαι τὸν ἐκ τῆς συγκομιδῆς πρῶτον γινόμενον ἄρτον καὶ τὸν σησαμίτην. οὐχ ἑώρακε δὲ οὐδὲ τὸν ἀνάστατον καλούμενον, ὃς ταῖς
ἀρρηφόροις γίνεται, ἐστὶ δὲ καὶ ὁ πυραμοῦς ἄρτος διὰ σησάμων πεττόμενος καὶ τάχα ὁ αὐτὸς τῷ σησαμίτῃ ὤν. μνημονεύει δὲ πάντων τούτων Τρύφων ἐν αʹ φυτικῶν, καθάπερ καὶ τῶν θιαγόνων ὀνομαζομένων οὗτοι δ’ εἰσὶν ἄρτοι θεοῖς πεττόμενοι ἐν Αἰτωλίᾳ, δραμίκες δὲ καὶ δραμεῖς παρ’ Ἀθαμᾶσιν ἄρτοι τινὲς οὕτως καλοῦνται.
καὶ οἱ γλωσσογράφοι δὲ ἄρτων ὀνόματα καταλέγουσι· Σέλευκος μὲν δράμιν ὑπὸ Μακεδόνων οὕτως καλούμενον, δάρατον δ’ ὑπὸ Θεσσαλῶν. ἐτνίταν δέ φησι ἄρτον εἶναι λεκιθίτην, ἐρικίταν δὲ καλεῖσθαι τὸν ἐξ ἐρηριγμένου καὶ ἀσήστου πυροῦ
γιγνόμενον καὶ χονδρώδους. Ἀμερίας δὲ καλεῖ ξηροπυρίταν τὸν αὐτόπυρον ἄρτον ὁμοίως δὲ καὶ Τιμαχίδας. Νίκανδρος δὲ θιαγόνας φησὶν ἄρτους
ὑπ’ Αἰτωλῶν καλεῖσθαι τοὺς τοῖς θεοῖς γινομένους.
Αἰγύπτιοι δὲ τὸν ὑποξίζοντ’ ἄρτον κυλλάστιν
καλοῦσιν. μνημονεύει δ’ αὐτοῦ Ἀριστοφάνης
Δαναίσι·
καὶ τὸν κυλλᾶστιν φθέγγου καὶ τὸν Πετόσιριν.
μνημονεύουσιν αὐτοῦ καὶ Ἑκαταῖος καὶ Ἡρόδοτος καὶ Φανόδημος ἐν ζ’ Ἀτθίδος, ὁ δὲ Θυατειρηνὸς
Νίκανδρος τὸν ἐκ τῆς κριθῆς ἄρτον γινόμενον ὑπὸ τῶν Αἰγυπτίων κυλλᾶστίν φησι καλεῖσθαι. τοὺς δὲ ῥυπαροὺς ἄρτους φαιοὺς ὠνόμασεν Ἄλεξις ἐν Κυπρίῳ οὕτως ·
ἔπειτα πῶς ἦλθες; β. μόλις
ὀπτωμένους κατέλαβον. α. ἐξόλοι’ ἀτὰρ
πόσους φέρεις; β. ἑκκαίδεκ᾽. α. οἶσε δεῦρο.
β. λευκοὺς μὲν ὀκτώ, τῶν δὲ φαιῶν τοὺς ἴσους.
βλημα δέ φησι καλεῖσθαι τὸν ἐντεθρυμμένον ἄρτον καὶ θερμὸν Σέλευκος. Φιλήμων δ’ ἐν αʹ παντοδαπῶν χρηστηρίων πύρνον φησι καλεῖσθαι τὸν ἐκ
πυρῶν ἀσήστων γινόμενον ἄρτον καὶ πάντα ἐν ἑαυτῷ ἔχοντα, βραττίμην τε ἄρτους ὀνομάζεσθαι λέγει τοὺς ἔχοντας ἐντομάς, οὓς Ῥωμαῖοι κοδράτους λέγουσι, βραττίμην τε καλεῖσθαι τὸν πιτυρίτην ἄρτον, ὃν εὔκονον ὀνομάζουσιν Ἀμερίας καὶ Τιμαχίδας. Φιλίτας δ’ ἐν τοῖς Ἀτάκτοις
σπολέα καλεῖσθαί τινα ἄρτον, ὃν ὑπὸ τῶν συγγενῶν μόνον καταναλίσκεσθαι.
καὶ μάζας δ’ ἔστιν εὑρεῖν ἀναγεγραμμένας παρά τε τῷ Τρύφωνι καὶ παρ’ ἄλλοις πλείοσιν. παρ᾽
Ἀθηναίοις μὲν φύστην τὴν μὴ ἄγαν τετριμμένην,
ἔτι δὲ καρδαμάλην καὶ βήρηκα καὶ τολύπας καὶ Ἀχίλλειον καὶ ἴσως αὕτη ἐστὶν ἡ ἐξ Ἀχιλλείων κριθῶν γινομένη· θριδακίνας τε καὶ οἰνοῦτταν καὶ μελιτοῦτταν καὶ κρίνον , καλούμενον καὶ σχῆμά τι χορικῆς ὀρχήσεως παρ’ Ἀπολλοφάνει ἐν Δαλίδι. αἱ δὲ παρ’ Ἀλκμᾶνι θριδακίσκαι λεγόμεναι αἱ αὐταί εἰσι ταῖς Ἀττικαῖς θριδακίναις. λέγει δὲ οὕτως ὁ Ἀλκμάν·
θριδακίσκας τε καὶ κριβάνας νῶντος.
Σωσίβιος δ’ ἐν γ’ περὶ Ἀλκμᾶνος κρίβανά φησι λέγεσθαι πλακοῦντάς τινας τῷ σχήματι μαστοειδεῖς. ὑγίεια δὲ καλεῖται ἡ διδομένη ἐν ταῖς θυσίαις μᾶζα ἵνα ἀπογεύσωνται. καὶ ʽ Ἡσίοδος δὲ μᾶζὰν τιν’ ἀμολγαίαν καλεῖ·
μᾶζὰ τ’ ἀμολγαίη γάλα τ’ αἰγῶν σβεννυμενάων,
τὴν ποιμενικην λέγων καὶ ἀκμαίαν ἀμολγὸς γὰρ τὸ ἀκμαιότατον. παραιτητέον δὲ καταλέγειν οὐδὲ γὰρ οὕτως εὐτυχῶς μνήμης ἔχω—ἃ ἐξέθετο πόπανα καὶ πέμματα Ἀριστομένης ὁ Ἀθηναῖος
ἐν γ’ τῶν πρὸς τὰς ἱερουργίας, ἔγνωμεν δὲ καὶ ἡμεῖς τὸν ἄνδρα τοῦτον νεώτεροι πρεσβύτερον. ὑποκριτὴς δὲ ἦν ἀρχαίας κωμῳδίας ἀπελεύθερος τοῦ μουσικωτάτου βασιλέως Ἀδριανοῦ, καλούμενος ὑπ’ αὐτοῦ Ἀττικοπέρδιξ.
καὶ ὁ Οὐλπιανὸς ἔφη·
ὁ δ’ ἀπελεύθερος παρὰ τίνι κεῖται;
εἰπόντος δέ τινος καὶ δρᾶμα ἐπιγράφεσθαι Φρυνίχου
Ἀπελευθέρους, Μένανδρον δ᾽
ἐν Ῥαπιζομένῃ καὶ ἀπελευθέραν εἰρηκέναι καὶ ἐπισυνάπτοντος. . . πάλιν ἔφη· τίνι δὲ διαφέρει ἐξελευθέρου;
ταῦτα μὲν οὖν ἔδοξε κατὰ τὸ παρὸν ἀναβαλέσθαι.
καὶ ὁ Γαληνὸς μελλόντων ἡμῶν ἐφάπτεσθαι τῶν ἄρτων οὐ πρότερον,
ἔφη, δειπνήσομεν, ἕως ἂν καὶ παρ’ ἡμῶν ἀκούσητε ὅσα εἰρήκασι περὶ ἄρτων ἢ πεμμάτων ἔτι τε ἀλφίτων Ἀσκληπιαδῶν παῖδες. Δίφιλος μὲν ὁ Σίφνιος ἐν τῷ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσιν ‘ἄρτοι φησίν,’ οἱ ἐκ πυρῶν κριθίνων εἰσὶ πολυτροφώτεροι καὶ εὐοικονομητότεροι καὶ τὸ ὅλον κρείττονες, εἶθ’ οἱ σεμιδαλῖται, μεθ’ οὓς οἱ ἀλευρῖται, εἶθ’ οἱ συγκομιστοὶ
ἐξ ἀσήστων ἀλεύρων γινόμενοι· οὗτοι γὰρ πολυτροφώτεροι εἶναι δοκοῦσι.᾽ Φιλιστίων δ’ ὁ Λοκρὸς τῶν χονδριτῶν τοὺς σεμιδαλίτας πρὸς ἰσχύν φησι μᾶλλον πεφυκέναι· μεθ’ οὓς τοὺς χονδρίτας τίθησιν, εἶτα τοὺς ἀλευρίτας. οἱ δὲ ἐκ γύρεως ἄρτοι γινόμενοι κακοχυλότεροὶ τέ εἰσι καὶ ὀλιγοτροφώτεροι. πάντες δ’ οἱ θερμοὶ ἄρτοι τῶν ἐψυγμένων εὐοικονομητότεροι πολυτροφώτεροί τε καὶ εὐχυλότεροι, ἔτι δὲ πνευματικοὶ καὶ εὐανάδοτοι. οἱ δ’ ἐψυγμένοι πλήσμιοι, δυσοικονόμητοι. οἱ δὲ τελείως παλαιοὶ καὶ κατεψυγμένοι ἀτροφώτεροι
στατικοί τε κοιλίας καὶ κακόχυλοι. ὁ δ’ ἐγκρυφίας ἄρτος βαρὺς δυσοικονόμητός τε διὰ τὸ
ἀνωμάλως ὀπτᾶσθαι. ὁ δὲ ἰπνίτης καὶ καμινίτης δύσπεπτοι καὶ δυσοικονόμητοι. ὁ δὲ ἐσχαρίτης καὶ ἀπὸ τηγάνου διὰ τὴν τοῦ ἐλαίου ἐπίμιξιν εὐεκκριτώτερος, διὰ δὲ τὸ κνισὸν κακοστομαχώτερος, ὁ δὲ κλιβανίτης πάσαις ταῖς ἀρεταῖς περιττεύει· εὔχυλος γὰρ καὶ εὐστόμαχος καὶ εὔπεπτος καὶ πρὸς ἀνάδοσιν ῥᾷστος· οὔτε γὰρ ἱστάνει κοιλίαν οὔτε παρατείνει. Ἀνδρέας δὲ ὁ ἰατρὸς ἄρτους τινὰς
φησιν ἐν Συρίᾳ γίνεσθαι ἐκ συκαμίνων, ὧν τοὺς φαγόντας τριχορρυεῖν. Μνησίθεος δέ φησι τὸν ἄρτον τῆς μάζης εὐπεπτότερον εἶναι καὶ τοὺς ἐκ τῆς τίφης μᾶλλον ἱκανῶς τρέφειν πέττεσθαι γὰρ αὐτοὺς οὐ μετὰ πολλοῦ πόνου, τὸν δ’ ἐκ τῶν ζειῶν ἄρτον ἄδην φησὶν ἐσθιόμενον βαρὺν εἶναι καὶ δύσπεπτον διὸ οὐχ ὑγιαίνειν τοὺς αὐτὸν
ἐσθίοντας. εἰδέναι δὲ ὑμᾶς δεῖ ὅτι τὰ μὴ πυρωθέντα ἢ τριφθέντα σιτία φύσας καὶ βάρη καὶ στρόφους καὶ κεφαλαλγίας ποιεῖ.
μετὰ τὰς τοσαύτας διαλέξεις ἔδοξεν ἤδη ποτὲ καὶ δειπνεῖν, καὶ περιενεχθέντος τοῦ καλουμένου ὡραίου ὁ Λεωνίδης ἔφη·
Εὐθύδημος ὁ Ἀθηναῖος, ἄνδρες φίλοι, ἐν τῷ περὶ ταρίχων Ἡσίοδόν φησι περὶ πάντων τῶν ταριχευομένων τάδ’ εἰρηκέναι·
ἄμφακες μὲν πρῶτον στόμα κέκριται αντα καὶ
θιοην,
γναθμὸν ὃν ηὐδάξαντο δυσείμονες ἰχθυβολῆες,
οἷς ὁ ταριχόπλεως ἅδε Βόσπορος, οἵ θ’ ὑπόγαστρα
τμήγοντες τετράγωνα ταρίχια τεκταίνονται.
ναὶ μὴν οὐκ ἀκλεὲς θνητοῖς γένος
ὀξυρρύγχου,
ὃν καὶ ὅλον καὶ τμητὸν ἅλες τρηχεῖς ἐκόμισσαν.
θύννων δ’ ὡραίων Βυζάντιον ἔπλετο μήτηρ
καὶ σκόμβρων βυθίων τε καὶ εὐχόρτου λικιβάττεω
καὶ Πάριον κολιῶν κυδρὴ τροφὸς ἔσκε πολίχνη. Ἰόνιον
δ’ ἀνὰ κῦμα φέρων Γαδειρόθεν ἄξει
Βρέττιος ἢ Καμπανὸς ἢ ἐκ ζαθέοιο Τάραντος
ὀρκύνοιο τρίγωνα, τά τ’ ἐν στάμνοισι τεθέντα
ἀμφαλλὰξ δείπνοισιν ἐνὶ πρώτοισιν ὀπηδεῖ.
ταῦτα τὰ ἔπη ἐμοὶ μὲν
δοκεῖ τινος μαγείρου
εἶναι μᾶλλον ἢ τοῦ μουσικωτάτου Ἡσιόδου, πόθεν γὰρ εἰδέναι δύναται Πάριον ἢ Βυζάντιον, ἔτι δὲ Τάραντα καὶ Βρεττίους καὶ Καμπανοὺς πολλοῖς ἔτεσι τούτων πρεσβύτερος ὤν; δοκεῖ οὖν μοι αὐτοῦ τοῦ Εὐθυδήμου εἶναι τὰ ποιήματα.
καὶ ὁ Διονυσοκλῆς ἔφη·
ὅτου μέν ἐστι τὰ ποιήματα, ὦ
ἀγαθὲ Λεωνίδη, ὑμῶν ἐστι κρίνειν τῶν δοκιμωτάτων γραμματικῶν ἀλλ’ ἐπεὶ περὶ ταρίχων ἐστὶν ὁ λόγος, περὶ ὧν οἶδα καὶ παροιμίαν μνήμης ἠξιωμένην ὑπὸ τοῦ Σολέως
Κλεάρχου·
σαπρὸς τάριχος τὴν
ὀρίγανον φιλεῖ,
ἔρχομαι κἀγὼ λέξων τι περὶ αὐτῶν, τὰ τῆς τέχνης.
Διοκλῆς μὲν ὁ Καρύστιος ἐν τοῖς Ὑγιεινοῖς ἐπιγραφομένοις τῶν ταρίχων φησὶ τῶν
ἀπιμέλων κράτιστα εἶναι τὰ ὡραῖα, τῶν δὲ πιόνων τὰ θύννεια. Ἱκέσιος δὲ ἱστορεῖ οὐκ εἶναι εὐεκκρίτους κοιλίας οὔτε πηλαμύδας οὔτε τὰ ὡραῖα, τὰ δὲ νεώτερα τῶν θυννείων τὴν αὐτὴν ἀναλογίαν ἔχειν τοῖς κυβίοις μεγάλην τε εἶναι διαφορὰν πρὸς πάντα
τὰ ὡραῖα λεγόμενα, ὁμοίως δὲ λέγει καὶ τῶν Βυζαντίων ὡραίων πρὸς τὰ ἀφ’ ἑτέρων τόπων
λαμβανόμενα καὶ οὐ μόνον τῶν θυννείων, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἁλισκομένων ἐν Βυζαντίῳ.
τούτοις προσέθηκεν ὁ Ἐφέσιος
Δάφνος·
Ἀρχέστρατος μὲν ὁ περιπλεύσας τὴν οἰκουμένην γαστρὸς ἕνεκα καὶ τῶν ὑπὸ τὴν γαστέρα φησί·
καὶ Σικελοῦ θύννου τέμαχος, φίλε Μόσχε, φαγεῖν χρή,
τμηθὲν ὅτ’ ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν.
σαπέρδῃ δ’ ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ,
καὶ τοῖς κεῖνον ἐπαινοῦσιν. παῦροι γὰρ ἴσασιν
ἀνθρώπων ὅτι φαῦλον ἔφυ καὶ ἀκιδνὸν ἔδεσμα.
ἀλλὰ τριταῖον ἔχειν σκόμβρον, πρὶν ἐς ἁλμυρὸν ὕδωρ
ἐλθεῖν, ἀμφορέως ἐντὸς νέον, ἡμιτάριχον.
ἂν δ’ ἀφίκῃ κλεινοῦ