Ὀδυσσεύς
ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς
Λήμνου, βροτοῖς ἄστιπτος οὐδʼ οἰκουμένη,
ἔνθʼ, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς
Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ
Ποίαντος υἱὸν ἐξέθηκʼ ἐγώ ποτε,
ταχθεὶς τόδʼ ἔρδειν τῶν ἀνασσόντων ὕπο,
νόσῳ καταστάζοντα διαβόρῳ πόδα·
ὅτʼ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων
παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλʼ ἀγρίαις
κατεῖχʼ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις,
βοῶν, στενάζων. ἀλλὰ ταῦτα μὲν τί δεῖ
λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων,
μὴ καὶ μάθῃ μʼ ἥκοντα κἀκχέω τὸ πᾶν
σόφισμα, τῷ νιν αὐτίχʼ αἱρήσειν δοκῶ.
ἀλλʼ ἔργον ἤδη σὸν τὰ λοίφʼ ὑπηρετεῖν
σκοπεῖν θʼ ὅπου ʼστʼ ἐνταῦθα δίστομος πέτρα
τοιάδʼ, ἵνʼ ἐν ψύχει μὲν ἡλίου διπλῆ
πάρεστιν ἐνθάκησις, ἐν θέρει δʼ ὕπνον
διʼ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή·
βαιὸν δʼ ἔνερθεν ἐξ ἀριστερᾶς τάχʼ ἂν
ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.
ἅ μοι προσελθὼν σῖγα σήμαινʼ εἴτʼ ἐκεῖ
χῶρον τὸν αὐτὸν τόνδʼ ἔτʼ εἴτʼ ἄλλῃ κυρεῖ,
ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,
ἐγὼ δὲ φράζω, κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ.
Νεοπτόλεμος
ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·
δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.
Ὀδυσσεύς
ἄνωθεν ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.
Νεοπτόλεμος
τόδʼ ἐξύπερθε· καὶ στίβου γʼ οὐδεὶς κτύπος.
Ὀδυσσεύς
ὅρα καθʼ ὕπνον μὴ καταυλισθεὶς κυρεῖ.
Νεοπτόλεμος
ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.
Ὀδυσσεύς
οὐδʼ ἔνδον οἰκοποιός ἐστί τις τροφή;
Νεοπτόλεμος
στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.
Ὀδυσσεύς
τὰ δʼ ἄλλʼ ἔρημα, κοὐδέν ἐσθʼ ὑπόστεγον;
Νεοπτόλεμος
αὐτόξυλόν γʼ ἔκπωμα, φλαυρουργοῦ τινος
τεχνήματʼ ἀνδρός, καὶ πυρεῖʼ ὁμοῦ τάδε.
Ὀδυσσεύς
κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.
Νεοπτόλεμος
ἰοὺ ἰού· καὶ ταῦτά γʼ ἄλλα θάλπεται
ῥάκη, βαρείας του νοσηλείας πλέα.
Ὀδυσσεύς
ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,
κἄστʼ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ
κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν;
ἀλλʼ ἢ ʼπὶ φορβῆς νόστον ἐξελήλυθεν
ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που.
τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν,
μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν
ἕλοιτό μʼ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν.
Νεοπτόλεμος
ἀλλʼ ἔρχεταί τε καὶ φυλάξεται στίβος.
σὺ δʼ, εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ.
Ὀδυσσεύς
Ἀχιλλέως παῖ, δεῖ σʼ ἐφʼ οἷς ἐλήλυθας
γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι,
ἀλλʼ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας
κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει.
Νεοπτόλεμος
τί δῆτʼ ἄνωγας;
Ὀδυσσεύς
τὴν Φιλοκτήτου σε δεῖ
ψυχὴν ὅπως δόλοισιν ἐκκλέψεις λέγων.
ὅταν σʼ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει,
λέγειν, Ἀχιλλέως παῖς· τόδʼ οὐχὶ κλεπτέον·
πλεῖς δʼ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν
στράτευμʼ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα,
οἵ σʼ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν,
μόνην ἔχοντες τήνδʼ ἅλωσιν Ἰλίου,
οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων
ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ,
ἀλλʼ αὔτʼ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσʼ ἂν
θέλῃς καθʼ ἡμῶν ἔσχατʼ ἐσχάτων κακά.
τούτῳ γὰρ οὐδέν μʼ ἀλγυνεῖς· εἰ δʼ ἐργάσει
μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς.
εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται,
οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον.
ὡς δʼ ἔστʼ ἐμοὶ μὲν οὐχί, σοὶ δʼ ὁμιλία
πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε.
σὺ μὲν πέπλευκας οὔτʼ ἔνορκος οὐδενὶ
οὔτʼ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου·
ἐμοὶ δὲ τούτων οὐδέν ἐστʼ ἀρνήσιμον.
ὥστʼ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται,
ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών.
ἀλλʼ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς
ὅπως γενήσει τῶν ἀνικήτων ὅπλων.
ἔξοιδα, παῖ, φύσει σε μὴ πεφυκότα
τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά·
ἀλλʼ ἡδὺ γάρ τι κτῆμα τῆς νίκης λαβεῖν,
τόλμα· δίκαιοι δʼ αὖθις ἐκφανούμεθα.
νῦν δʼ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ
δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον
κέκλησο πάντων εὐσεβέστατος βροτῶν.
Νεοπτόλεμος
ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων,
Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ·
ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς,
οὔτʼ αὐτὸς οὔθʼ, ὥς φασιν, οὑκφύσας ἐμέ.
ἀλλʼ εἴμʼ ἑτοῖμος πρὸς βίαν τὸν ἄνδρʼ ἄγειν
καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς
ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται.
πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ
προδότης καλεῖσθαι· βούλομαι δʼ, ἄναξ, καλῶς
δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς.
Ὀδυσσεύς
ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ
γλῶσσαν μὲν ἀργόν, χεῖρα δʼ εἶχον ἐργάτιν·
νῦν δʼ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς
τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθʼ ἡγουμένην.
Νεοπτόλεμος
τί μʼ οὖν ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν;
Ὀδυσσεύς
λέγω σʼ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν.
Νεοπτόλεμος
τί δʼ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντʼ ἄγειν;
Ὀδυσσεύς
οὐ μὴ πίθηται· πρὸς βίαν δʼ οὐκ ἂν λάβοις.
Νεοπτόλεμος
οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;
Ὀδυσσεύς
ἰούς γʼ ἀφύκτους καὶ προπέμποντας φόνον.
Νεοπτόλεμος
οὐκ ἆρʼ ἐκείνῳ γʼ οὐδὲ προσμῖξαι θρασύ;
Ὀδυσσεύς
οὔ, μὴ δόλῳ λαβόντα γʼ, ὡς ἐγὼ λέγω.
Νεοπτόλεμος
οὐκ αἰσχρὸν ἡγεῖ δῆτα τὸ ψευδῆ λέγειν;
Ὀδυσσεύς
οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει.
Νεοπτόλεμος
πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν;
Ὀδυσσεύς
ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει.
Νεοπτόλεμος
κέρδος δʼ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν;
Ὀδυσσεύς
αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα.
Νεοπτόλεμος
οὐκ ἆρʼ ὁ πέρσων, ὡς ἐφάσκετʼ, εἴμʼ ἐγώ;
Ὀδυσσεύς
οὔτʼ ἂν σὺ κείνων χωρὶς οὔτʼ ἐκεῖνα σοῦ.
Νεοπτόλεμος
θηρατέʼ οὖν γίγνοιτʼ ἄν, εἴπερ ὧδʼ ἔχει.
Ὀδυσσεύς
ὡς τοῦτό γʼ ἔρξας δύο φέρει δωρήματα.
Νεοπτόλεμος
ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν.
Ὀδυσσεύς
σοφός τʼ ἂν αὑτὸς κἀγαθὸς κεκλῇʼ ἅμα.
Νεοπτόλεμος
ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς.
Ὀδυσσεύς
ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα;
Νεοπτόλεμος
σάφʼ ἴσθʼ, ἐπείπερ εἰσάπαξ συνῄνεσα.
Ὀδυσσεύς
σὺ μὲν μένων νυν κεῖνον ἐνθάδʼ ἐκδέχου,
ἐγὼ δʼ ἄπειμι, μὴ κατοπτευθῶ παρών,
καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν.
καὶ δεῦρʼ, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι
κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν
τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις
μορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ·
οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου
δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων.
ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε·
Ἑρμῆς δʼ ὁ πέμπων δόλιος ἡγήσαιτο νῷν
Νίκη τʼ Ἀθάνα Πολιάς, ἣ σῴζει μʼ ἀεί.
Χορός
τί χρὴ τί χρή με, δέσποτʼ, ἐν ξένᾳ ξένον
στέγειν ἢ τί λέγειν πρὸς ἄνδρʼ ὑπόπταν;
φράζε μοι. τέχνα γὰρ
τέχνας ἑτέρας προύχει
καὶ γνώμα παρʼ ὅτῳ τὸ θεῖον
Διὸς σκῆπτρον ἀνάσσεται.
σὲ δʼ, ὦ τέκνον, τόδʼ ἐλήλυθεν
πᾶν κράτος ὠγύγιον· τό μοι ἔννεπε
τί σοι χρεὼν ὑπουργεῖν.
Νεοπτόλεμος
νῦν μέν, ἴσως γὰρ τόπον ἐσχατιαῖς
προσιδεῖν ἐθέλεις ὅντινα κεῖται,
δέρκου θαρσῶν· ὁπόταν δὲ μόλῃ
δεινὸς ὁδίτης, τῶνδʼ οὑκ μελάθρων
πρὸς ἐμὴν αἰεὶ χεῖρα προχωρῶν
πειρῶ τὸ παρὸν θεραπεύειν.
Χορός
μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ,
φρουρεῖν ὄμμʼ ἐπὶ σῷ μάλιστα καιρῷ·
νῦν δέ μοι λέγʼ, αὐλὰς
ποίας ἔνεδρος ναίει
καὶ χῶρον τίνʼ ἔχει. τὸ γάρ μοι
μαθεῖν οὐκ ἀποκαίριον,
μὴ προσπεσών με λάθῃ ποθέν·
τίς τόπος ἢ τίς ἕδρα; τίνʼ ἔχει στίβον,
ἔναυλον ἢ θυραῖον;
Νεοπτόλεμος
οἶκον μὲν ὁρᾷς τόνδʼ ἀμφίθυρον
πετρίνης κοίτης.
Χορός
ποῦ γὰρ ὁ τλήμων αὐτὸς ἄπεστιν;
Νεοπτόλεμος
δῆλον ἔμοιγʼ ὡς φορβῆς χρείᾳ
στίβον ὀγμεύει τῇδε πέλας που.
ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν
λόγος ἐστὶ φύσιν, θηροβολοῦντα
πτηνοῖς ἰοῖς στυγερὸν στυγερῶς,
οὐδέ τινʼ αὐτῷ
παιῶνα κακῶν ἐπινωμᾶν.
Χορός
οἰκτίρω νιν ἔγωγʼ, ὅπως,
μή του κηδομένου βροτῶν
μηδὲ ξύντροφον ὄμμʼ ἔχων,
δύστανος, μόνος ἀεί,
νοσεῖ μὲν νόσον ἀγρίαν,
ἀλύει δʼ ἐπὶ παντί τῳ
χρείας ἱσταμένῳ. πῶς ποτε πῶς δύσμορος ἀντέχει;
ὦ παλάμαι θεῶν,
ὦ δύστανα γένη βροτῶν,
οἷς μὴ μέτριος αἰών.
Χορός
οὗτος πρωτογόνων ἴσως
οἴκων οὐδενὸς ὕστερος,
πάντων ἄμμορος ἐν βίῳ
κεῖται μοῦνος ἀπʼ ἄλλων,
στικτῶν ἢ λασίων μετὰ
θηρῶν, ἔν τʼ ὀδύναις ὁμοῦ
λιμῷ τʼ οἰκτρός, ἀνήκεστα μεριμνήματʼ ἔχων· ὀρεί-
α δʼ ἀθυρόστομος
Ἀχὼ τηλεφανὴς πικραῖς
οἰμωγαῖς ὑπακούει.
Νεοπτόλεμος
οὐδὲν τούτων θαυμαστὸν ἐμοί·
θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ,
καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν
τῆς ὠμόφρονος Χρύσης ἐπέβη,
καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων,
οὐκ ἔσθʼ ὡς οὐ θεῶν του μελέτῃ
τοῦ μὴ πρότερον τόνδʼ ἐπὶ Τροίᾳ
τεῖναι τὰ θεῶν ἀμάχητα βέλη,
πρὶν ὅδʼ ἐξήκοι χρόνος, ᾧ λέγεται
χρῆναί σφʼ ὑπὸ τῶνδε δαμῆναι.
Χορός
εὔστομʼ ἔχε, παῖ.
Νεοπτόλεμος
τί τόδε;
Χορός
προυφάνη κτύπος,
φωτὸς σύντροφος ὡς τειρομένου του,
ἤ που τῇδʼ ἢ τῇδε τόπων.
βάλλει βάλλει μʼ ἐτύμα
φθογγά του στίβον κατʼ ἀνάγκαν
ἕρποντος, οὐδέ με λάθει
βαρεῖα τηλόθεν αὐδὰ τρυσάνωρ· διάσημα γὰρ θρηνεῖ.
Χορός
ἀλλʼ ἔχε, τέκνον,
Νεοπτόλεμος
λέγʼ ὅ τι.
Χορός
φροντίδας νέας.
ὡς οὐκ ἔξεδρος, ἀλλʼ ἔντοπος ἁνήρ,
οὐ μολπὰν σύριγγος ἔχων,
ὡς ποιμὴν ἀγροβότας, ἀλλʼ ἤ που πταίων ὑπʼ ἀνάγκας
βοᾷ τηλωπὸν ἰωάν,
ἢ ναὸς ἄξενον αὐγάζων ὅρμον· προβοᾷ τι γὰρ δεινόν.
Φιλοκτήτης
ἰὼ ξένοι,
τίνες ποτʼ ἐς γῆν τήνδε κἀκ ποίας πάτρας
κατέσχετʼ οὔτʼ εὔορμον οὔτʼ οἰκουμένην;
ποίας ἂν ὑμᾶς πατρίδος ἢ γένους ποτὲ
τύχοιμʼ ἂν εἰπών; σχῆμα μὲν γὰρ Ἑλλάδος
στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί·
φωνῆς δʼ ἀκοῦσαι βούλομαι· καὶ μή μʼ ὄκνῳ
δείσαντες ἐκπλαγῆτʼ ἀπηγριωμένον,
ἀλλʼ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον,
ἔρημον ὧδε κἄφιλον κακούμενον,
φωνήσατʼ, εἴπερ ὡς φίλοι προσήκετε.
ἀλλʼ ἀνταμείψασθʼ· οὐ γὰρ εἰκὸς οὔτʼ ἐμὲ
ὑμῶν ἁμαρτεῖν τοῦτό γʼ οὔθʼ ὑμᾶς ἐμοῦ.
Νεοπτόλεμος
ἀλλʼ, ὦ ξένʼ, ἴσθι τοῦτο πρῶτον, οὕνεκα
Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν.
Φιλοκτήτης
ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν
πρόσφθεγμα τοιοῦδʼ ἀνδρὸς ἐν χρόνῳ μακρῷ.
τίς σʼ, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν
χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος;
γέγωνέ μοι πᾶν τοῦθʼ, ὅπως εἰδῶ τίς εἶ.
Νεοπτόλεμος
ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου
Σκύρου· πλέω δʼ ἐς οἶκον· αὐδῶμαι δὲ παῖς
Ἀχιλλέως, Νεοπτόλεμος. οἶσθα δὴ τὸ πᾶν.
Φιλοκτήτης
ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός,
ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι
στόλῳ προσέσχες τήνδε γῆν πόθεν πλέων;
Νεοπτόλεμος
ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ.
Φιλοκτήτης
πῶς εἶπας; οὐ γὰρ δὴ σύ γʼ ἦσθα ναυβάτης
ἡμῖν κατʼ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου.
Νεοπτόλεμος
ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου;
Φιλοκτήτης
ὦ τέκνον, οὐ γὰρ οἶσθά μʼ ὅντινʼ εἰσορᾷς;
Νεοπτόλεμος
πῶς γὰρ κάτοιδʼ ὅν γʼ εἶδον οὐδεπώποτε;
Φιλοκτήτης
οὐδʼ ὄνομʼ ἄρʼ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος
ᾔσθου ποτʼ οὐδέν, οἷς ἐγὼ διωλλύμην;
Νεοπτόλεμος
ὡς μηδὲν εἰδότʼ ἴσθι μʼ ὧν ἀνιστορεῖς.
Φιλοκτήτης
ὦ πόλλʼ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς,
οὗ μηδὲ κληδὼν ὧδʼ ἔχοντος οἴκαδε
μηδʼ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που.
ἀλλʼ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ
γελῶσι σῖγʼ ἔχοντες, ἡ δʼ ἐμὴ νόσος
ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται.
ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως,
ὅδʼ εἴμʼ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως
τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων,
ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ
δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ
ἔρριψαν αἰσχρῶς ὧδʼ ἔρημον, ἀγρίᾳ
νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου
πληγέντʼ ἐχίδνης ἀγρίῳ χαράγματι·
ξὺν ᾗ μʼ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε
ᾤχοντʼ ἔρημον, ἡνίκʼ ἐκ τῆς ποντίας
Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ.
τότʼ ἄσμενοί μʼ ὡς εἶδον ἐκ πολλοῦ σάλου
εὕδοντʼ ἐπʼ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ,
λιπόντες ᾤχονθʼ, οἷα φωτὶ δυσμόρῳ
ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς
ἐπωφέλημα σμικρόν, οἷʼ αὐτοῖς τύχοι.
σὺ δή, τέκνον, ποίαν μʼ ἀνάστασιν δοκεῖς
αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε;
ποῖʼ ἐκδακρῦσαι, ποῖʼ ἀποιμῶξαι κακά;
ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν,
πάσας βεβώσας, ἄνδρα δʼ οὐδένʼ ἔντοπον,
οὐχ ὅστις ἀρκέσειεν οὐδʼ ὅστις νόσου
κάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν
ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν,
τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον.
Φιλοκτήτης
ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι,
κἄδει τι βαιᾷ τῇδʼ ὑπὸ στέγῃ μόνον
διακονεῖσθαι. γαστρὶ μὲν τὰ σύμφορα
τόξον τόδʼ ἐξηύρισκε, τὰς ὑποπτέρους
βάλλον πελείας· πρὸς δὲ τοῦθʼ, ὅ μοι βάλοι
νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας
εἰλυόμην, δύστηνον ἐξέλκων πόδα,
πρὸς τοῦτʼ ἄν· εἴ τʼ ἔδει τι καὶ ποτὸν λαβεῖν,
καί που πάγου χυθέντος, οἷα χείματι,
ξύλον τι θραῦσαι, ταῦτʼ ἂν ἐξέρπων τάλας
ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν,
ἀλλʼ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις
ἔφηνʼ ἄφαντον φῶς, ὃ καὶ σῴζει μʼ ἀεί.
οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα
πάντʼ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ.
φέρʼ, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς.
ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών·
οὐ γάρ τις ὅρμος ἔστιν οὐδʼ ὅποι πλέων
ἐξεμπολήσει κέρδος ἢ ξενώσεται.
οὐκ ἐνθάδʼ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν.
τάχʼ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε
ἐν τῷ μακρῷ γένοιτʼ ἂν ἀνθρώπων χρόνῳ·
οὗτοί μʼ, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις
ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος
προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν·
ἐκεῖνο δʼ οὐδείς, ἡνίκʼ ἂν μνησθῶ, θέλει,
σῶσαί μʼ ἐς οἴκους, ἀλλʼ ἀπόλλυμαι τάλας
ἔτος τόδʼ ἤδη δέκατον ἐν λιμῷ τε καὶ
κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον.
τοιαῦτʼ Ἀτρεῖδαί μʼ ἥ τʼ Ὀδυσσέως βία,
ὦ παῖ, δεδράκασʼ, οἷʼ Ὀλύμπιοι θεοὶ
δοῖέν ποτʼ αὐτοῖς ἀντίποινʼ ἐμοῦ παθεῖν.
Χορός
ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα
ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον.
Νεοπτόλεμος
ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις,
ὡς εἴσʼ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν
ἀνδρῶν Ἀτρειδῶν τῆς τʼ Ὀδυσσέως βίας.
Φιλοκτήτης
ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις
ἔγκλημʼ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών;
Νεοπτόλεμος
θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε,
ἵνʼ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θʼ ὅτι
χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ.
Φιλοκτήτης
εὖ γʼ, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν
χόλον κατʼ αὐτῶν ἐγκαλῶν ἐλήλυθας;
Νεοπτόλεμος
ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δʼ ἐρῶ,
ἅγωγʼ ὑπʼ αὐτῶν ἐξελωβήθην μολών.
ἐπεὶ γὰρ ἔσχε μοῖρʼ Ἀχιλλέα θανεῖν,
Φιλοκτήτης
οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω
πρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος;
Νεοπτόλεμος
τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο,
τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς.
Φιλοκτήτης
ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών·
ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν
πάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω.
Νεοπτόλεμος
οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σʼ, ὦ τάλας,
ἀλγήμαθʼ, ὥστε μὴ τὰ τῶν πέλας στένειν.
Φιλοκτήτης
ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον
αὖθις πάλιν μοι πρᾶγμʼ, ὅτῳ σʼ ἐνύβρισαν.
Νεοπτόλεμος
ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα
δῖός τʼ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός,
λέγοντες, εἴτʼ ἀληθὲς εἴτʼ ἄρʼ οὖν μάτην,
ὡς οὐ θέμις γίγνοιτʼ, ἐπεὶ κατέφθιτο
πατὴρ ἐμός, τὰ πέργαμʼ ἄλλον ἤ μʼ ἑλεῖν.
ταῦτʼ, ὦ ξένʼ, οὕτως ἐννέποντες οὐ πολὺν
χρόνον μʼ ἐπέσχον μή με ναυστολεῖν ταχύ,
μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ,
ὅπως ἴδοιμʼ ἄθαπτον· οὐ γὰρ εἰδόμην·
ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν,
εἰ τἀπὶ Τροίᾳ πέργαμʼ αἱρήσοιμʼ ἰών.
ἦν δʼ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι,
κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ
κατηγόμην· καί μʼ εὐθὺς ἐν κύκλῳ στρατὸς
ἐκβάντα πᾶς ἠσπάζετʼ, ὀμνύντες βλέπειν
τὸν οὐκέτʼ ὄντα ζῶντʼ Ἀχιλλέα πάλιν.
κεῖνος μὲν οὖν ἔκειτʼ· ἐγὼ δʼ ὁ δύσμορος
ἐπεὶ ʼδάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ
ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν,
τά θʼ ὅπλʼ ἀπῄτουν τοῦ πατρὸς τά τʼ ἄλλʼ ὅσʼ ἦν.
οἱ δʼ εἶπον, οἴμοι, τλημονέστατον λόγον·
ὦ σπέρμʼ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι
πατρῷʼ ἑλέσθαι, τῶν δʼ ὅπλων κείνων ἀνὴρ
ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.
κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι
ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω·
ὦ σχέτλιʼ, ἦ ʼτολμήσατʼ ἀντʼ ἐμοῦ τινι
δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;
ὁ δʼ εἶπʼ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ,
ναί, παῖ, δεδώκασʼ ἐνδίκως οὗτοι τάδε·
ἐγὼ γὰρ αὔτʼ ἔσωσα κἀκεῖνον παρών.
κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς
τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος,
εἰ τἀμὰ κεῖνος ὅπλʼ ἀφαιρήσοιτό με.
ὁ δʼ ἐνθάδʼ ἥκων, καίπερ οὐ δύσοργος ὤν,
δηχθεὶς πρὸς ἁξήκουσεν ὧδʼ ἠμείψατο·
οὐκ ἦσθʼ ἵνʼ ἡμεῖς, ἀλλʼ ἀπῆσθʼ ἵνʼ οὔ σʼ ἔδει·
καὶ ταῦτʼ, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν,
οὐ μήποτʼ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.
τοιαῦτʼ ἀκούσας κἀξονειδισθεὶς κακὰ
πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος
πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως.
κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει·
πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων
στρατός τε σύμπας· οἱ δʼ ἀκοσμοῦντες βροτῶν
διδασκάλων λόγοισι γίγνονται κακοί.
λόγος λέλεκται πᾶς· ὁ δʼ Ἀτρείδας στυγῶν
ἐμοί θʼ ὁμοίως καὶ θεοῖς εἴη φίλος.
Χορός
ὀρεστέρα παμβῶτι Γᾶ, μᾶτερ αὐτοῦ Διός,
ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις,
σὲ κἀκεῖ, μᾶτερ πότνιʼ, ἐπηυδώμαν,
ὅτʼ ἐς τόνδʼ Ἀτρειδᾶν ὕβρις πᾶσʼ ἐχώρει,
ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν,
ἰὼ μάκαιρα ταυροκτόνων
λεόντων ἔφεδρε, τῷ Λαρτίου
σέβας ὑπέρτατον.
Φιλοκτήτης
ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς
λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε,
καί μοι προσᾴδεθʼ ὥστε γιγνώσκειν ὅτι
ταῦτʼ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως.
ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ
γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφʼ ἧς
μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν.
ἀλλʼ οὔ τι τοῦτο θαῦμʼ ἔμοιγʼ, ἀλλʼ εἰ παρὼν
Αἴας ὁ μείζων ταῦθʼ ὁρῶν ἠνείχετο.
Νεοπτόλεμος
οὐκ ἦν ἔτι ζῶν, ὦ ξένʼ· οὐ γὰρ ἄν ποτε
ζῶντός γʼ ἐκείνου ταῦτʼ ἐσυλήθην ἐγώ.
Φιλοκτήτης
πῶς εἶπας; ἀλλʼ ἦ χοὖτος οἴχεται θανών;
Νεοπτόλεμος
ὡς μηκέτʼ ὄντα κεῖνον ἐν φάει νόει.
Φιλοκτήτης
οἴμοι τάλας. ἀλλʼ οὐχ ὁ Τυδέως γόνος
οὐδʼ οὑμπολητὸς Σισύφου Λαερτίῳ,
οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει.
Νεοπτόλεμος
οὐ δῆτʼ· ἐπίστω τοῦτό γʼ· ἀλλὰ καὶ μέγα
θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ.
Φιλοκτήτης
τί δʼ; οὐ παλαιὸς κἀγαθὸς φίλος τʼ ἐμός,
Νέστωρ ὁ Πύλιος, ἔστιν; οὗτος γὰρ τά γε
κείνων κάκʼ ἐξήρυκε, βουλεύων σοφά.
Νεοπτόλεμος
κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν
Ἀντίλοχος αὐτῷ φροῦδος, ὃς παρῆν, γόνος.
Φιλοκτήτης
οἴμοι, δύʼ αὖ τώδʼ ἄνδρʼ ἔλεξας, οἷν ἐγὼ
ἥκιστʼ ἂν ἠθέλησʼ ὀλωλότοιν κλύειν.
φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθʼ οἵδε μὲν
τεθνᾶσʼ, Ὀδυσσεὺς δʼ ἔστιν αὖ κἀνταῦθʼ ἵνα
χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν;
Νεοπτόλεμος
σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χαἰ σοφαὶ
γνῶμαι, Φιλοκτῆτʼ, ἐμποδίζονται θαμά.
Φιλοκτήτης
φέρʼ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι
Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα;
Νεοπτόλεμος
χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σʼ ἐν βραχεῖ
τοῦτʼ ἐκδιδάξω· πόλεμος οὐδένʼ ἄνδρʼ ἑκὼν
αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.
Φιλοκτήτης
ξυμμαρτυρῶ σοι· καὶ κατʼ αὐτὸ τοῦτό γε
ἀναξίου μὲν φωτὸς ἐξερήσομαι,
γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ.
Νεοπτόλεμος
ποίου δὲ τούτου πλήν γʼ Ὀδυσσέως ἐρεῖς;
Φιλοκτήτης
οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν,
ὃς οὐκ ἂν εἵλετʼ εἰσάπαξ εἰπεῖν, ὅπου
μηδεὶς ἐῴη· τοῦτον οἶσθʼ εἰ ζῶν κυρεῖ;
Νεοπτόλεμος
οὐκ εἶδον αὐτόν, ᾐσθόμην δʼ ἔτʼ ὄντα νιν.
Φιλοκτήτης
ἔμελλʼ· ἐπεὶ οὐδέν πω κακόν γʼ ἀπώλετο,
ἀλλʼ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες,
καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ
χαίρουσʼ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ
δίκαια καὶ τὰ χρήστʼ ἀποστέλλουσʼ ἀεί.
ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δʼ αἰνεῖν, ὅταν
τὰ θεῖʼ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς;
Νεοπτόλεμος
ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός,
τὸ λοιπὸν ἤδη τηλόθεν τό τʼ Ἴλιον
καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι·
ὅπου δʼ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει
κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ,
τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ·
ἀλλʼ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι
ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ.
νῦν δʼ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον,
χαῖρʼ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες
νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις.
ἡμεῖς δʼ ἴωμεν, ὡς ὁπηνίκʼ ἂν θεὸς
πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθʼ ὁρμώμεθα.
Φιλοκτήτης
ἤδη, τέκνον, στέλλεσθε;
Νεοπτόλεμος
καιρὸς γὰρ καλεῖ
πλοῦν μὴ ʼξ ἀπόπτου μᾶλλον ἢ ʼγγύθεν σκοπεῖν.
Φιλοκτήτης
πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον,
πρός τʼ εἴ τί σοι κατʼ οἶκόν ἐστι προσφιλές,
ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μʼ οὕτω μόνον,
ἔρημον ἐν κακοῖσι τοῖσδʼ οἵοις ὁρᾷς
ὅσοισί τʼ ἐξήκουσας ἐνναίοντά με·
ἀλλʼ ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν,
ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος·
ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι
τό τʼ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές.
σοὶ δʼ ἐκλιπόντι τοῦτʼ ὄνειδος οὐ καλόν,
δράσαντι δʼ, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας,
ἐὰν μόλω ʼγὼ ζῶν πρὸς Οὐταίαν χθόνα.
ἴθʼ· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς.
τόλμησον. ἐμβαλοῦ μʼ ὅπῃ θέλεις ἄγων,
εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι
ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν.
νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον,
πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν
ἀκράτωρ ὁ τλήμων, χωλός. ἀλλὰ μή μʼ ἀφῇς
ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου,
ἀλλʼ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μʼ ἄγων
ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά·
κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος
Τραχινίαν τε δειράδʼ ἠδʼ ἐς εὔροον
Σπερχειὸν ἔσται· πατρί μʼ ὡς δείξῃς φίλῳ,
ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικʼ ἐγὼ
μή μοι βεβήκῃ. πολλὰ γὰρ τοῖς ἱγμένοις
ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς,
αὐτόστολον πέμψαντά μʼ ἐκσῶσαι δόμους.
ἀλλʼ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων,
ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος
ποιούμενοι τὸν οἴκαδʼ ἤπειγον στόλον.
νῦν δʼ, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον
ἥκω, σὺ σῶσον, σύ μʼ ἐλέησον, εἰσορῶν
ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς
κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα.
χρὴ δʼ ἐκτὸς ὄντα πημάτων τὰ δείνʼ ὁρᾶν,
χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον
σκοπεῖν μάλιστα, μὴ διαφθαρεὶς λάθῃ.
Χορός
οἴκτιρʼ, ἄναξ· πολλῶν ἔλεξεν δυσοίστων πόνων
ἆθλʼ, οἷα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων.
εἰ δὲ πικρούς, ἄναξ, ἔχθεις Ἀτρείδας,
ἐγὼ μέν, τὸ κείνων κακὸν τῷδε κέρδος
μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν,
ἐπʼ εὐστόλου ταχείας νεὼς
πορεύσαιμʼ ἂν ἐς δόμους, τὰν θεῶν
νέμεσιν ἐκφυγών.
Νεοπτόλεμος
ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς,
ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ,
τότʼ οὐκέθʼ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς.
Χορός
ἥκιστα· τοῦτʼ οὐκ ἔσθʼ ὅπως ποτʼ εἰς ἐμὲ
τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι.
Νεοπτόλεμος
ἀλλʼ αἰσχρὰ μέντοι σοῦ γέ μʼ ἐνδεέστερον
ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν.
ἀλλʼ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς·
χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται.
μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς
ἡμᾶς ὅποι τʼ ἐνθένδε βουλοίμεσθα πλεῖν.
Φιλοκτήτης
ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δʼ ἀνήρ,
φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς
ἔργῳ γενοίμην, ὥς μʼ ἔθεσθε προσφιλῆ;
ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω
ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς
ἀφʼ ὧν διέζων ὥς τʼ ἔφυν εὐκάρδιος.
οἶμαι γὰρ οὐδʼ ἂν ὄμμασιν μόνην θέαν
ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε·
ἐγὼ δʼ ἀνάγκῃ προύμαθον στέργειν κακά.
Χορός
ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο,
ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δʼ ἀλλόθρους,
χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον.
Ἔμπορος
Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον,
ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ,
ἐκέλευσʼ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι,
ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ,
τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον.
πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ
ἀπʼ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν
Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι
σοὶ πάντες εἶεν συννεναυστοληκότες,
ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι,
τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων.
οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι,
ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα
βουλεύματʼ ἐστί, κοὐ μόνον βουλεύματα,
ἀλλʼ ἔργα δρώμενʼ, οὐκέτʼ ἐξαργούμενα.
Νεοπτόλεμος
ἀλλʼ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε,
εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ·
φράσον δʼ ἅπερ, γʼ ἔλεξας, ὡς μάθω τί μοι
νεώτερον, βούλευμʼ ἀπʼ Ἀργείων ἔχεις.
Ἔμπορος
φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ
Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι.
Νεοπτόλεμος
ὡς ἐκ βίας μʼ ἄξοντες ἢ λόγοις πάλιν;
Ἔμπορος
οὐκ οἶδʼ· ἀκούσας δʼ ἄγγελος πάρειμί σοι.
Νεοπτόλεμος
ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται
οὕτω καθʼ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν;
Ἔμπορος
ὡς ταῦτʼ ἐπίστω δρώμενʼ, οὐ μέλλοντʼ ἔτι.
Νεοπτόλεμος
πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδʼ οὐκ αὐτάγγελος
πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν;
Ἔμπορος
κεῖνός γʼ ἐπʼ ἄλλον ἄνδρʼ ὁ Τυδέως τε παῖς
ἔστελλον, ἡνίκʼ ἐξανηγόμην ἐγώ.
Νεοπτόλεμος
πρὸς ποῖον αὖ τόνδʼ αὐτὸς Οὑδυσσεὺς ἔπλει;
Ἔμπορος
ἦν δή τις—ἀλλὰ τόνδε μοι πρῶτον φράσον
τίς ἐστίν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα.
Νεοπτόλεμος
ὅδʼ ἔσθʼ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε.
Ἔμπορος
μή νύν μʼ ἔρῃ τὰ πλείονʼ, ἀλλʼ ὅσον τάχος
ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς.
Φιλοκτήτης
τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ
διεμπολᾷ λόγοισι πρός σʼ ὁ ναυβάτης;
Νεοπτόλεμος
οὐκ οἶδά πω τί φησι· δεῖ δʼ αὐτὸν λέγειν
εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε.
Ἔμπορος
ὦ σπέρμʼ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ
λέγονθʼ ἃ μὴ δεῖ· πόλλʼ ἐγὼ κείνων ὕπο
δρῶν ἀντιπάσχω χρηστά θʼ, οἷʼ ἀνὴρ πένης.
Νεοπτόλεμος
ἐγώ εἰμʼ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι
φίλος μέγιστος, οὕνεκʼ Ἀτρείδας στυγεῖ.
δεῖ δή σʼ ἔμοιγʼ ἐλθόντα προσφιλῆ, λόγων
κρύψαι πρὸς ἡμᾶς μηδένʼ ὧν ἀκήκοας.
Ἔμπορος
ὅρα τί ποιεῖς, παῖ.
Νεοπτόλεμος
σκοπῶ κἀγὼ πάλαι.
Ἔμπορος
σὲ θήσομαι τῶνδʼ αἴτιον.
Νεοπτόλεμος
ποιοῦ λέγων.
Ἔμπορος
λέγω. ʼπὶ τοῦτον ἄνδρε τώδʼ ὥπερ κλύεις,
ὁ Τυδέως παῖς ἥ τʼ Ὀδυσσέως βία,
διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ
πείσαντες ἄξειν ἢ πρὸς ἰσχύος κράτος.
καὶ ταῦτʼ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς
Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον
τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε.
Νεοπτόλεμος
τίνος δʼ Ἀτρεῖδαι τοῦδʼ ἄγαν οὕτω χρόνῳ
τοσῷδʼ ἐπεστρέφοντο πράγματος χάριν,
ὅν γʼ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες;
τίς ὁ πόθος αὐτοὺς ἵκετʼ; ἢ θεῶν βία
καὶ νέμεσις, οἵπερ ἔργʼ ἀμύνουσιν κακά;
Ἔμπορος
ἐγώ σε τοῦτʼ, ἴσως γὰρ οὐκ ἀκήκοας,
πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής,
Πριάμου μὲν υἱός, ὄνομα δʼ ὠνομάζετο
Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος,
ὁ πάντʼ ἀκούων αἰσχρὰ καὶ λωβήτʼ ἔπη
δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τʼ ἄγων
ἔδειξʼ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν·
ὃς δὴ τά τʼ ἄλλʼ αὐτοῖσι πάντʼ ἐθέσπισεν
καὶ τἀπὶ Τροίᾳ πέργαμʼ ὡς οὐ μή ποτε
πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ
ἄγοιντο νήσου τῆσδʼ ἐφʼ ἧς ναίει τανῦν.
καὶ ταῦθʼ ὅπως ἤκουσʼ ὁ Λαέρτου τόκος
τὸν μάντιν εἰπόντʼ, εὐθέως ὑπέσχετο
τὸν ἄνδρʼ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων·
οἴοιτο μὲν μάλισθʼ ἑκούσιον λαβών,
εἰ μὴ θέλοι δʼ, ἄκοντα· καὶ τούτων κάρα
τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών.
ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι
καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι.
Φιλοκτήτης
οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη,
ἔμʼ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν;
πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν
πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ.
Ἔμπορος
οὐκ οἶδʼ ἐγὼ ταῦτʼ· ἀλλʼ ἐγὼ μὲν εἶμʼ ἐπὶ
ναῦν, σφῷν δʼ ὅπως ἄριστα συμφέροι θεός.
Φιλοκτήτης
οὔκουν τάδʼ, ὦ παῖ, δεινά, τὸν Λαερτίου
ἔμʼ ἐλπίσαι ποτʼ ἂν λόγοισι μαλθακοῖς
δεῖξαι νεὼς ἄγοντʼ ἐν Ἀργείοις μέσοις;
οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ
κλύοιμʼ ἐχίδνης, ἥ μʼ ἔθηκεν ὧδʼ ἄπουν.
ἀλλʼ ἔστʼ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ
τολμητά· καὶ νῦν οἶδʼ ὁθούνεχʼ ἵξεται.
ἀλλʼ, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ
πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς.
ἴωμεν· ἥ τοι καίριος σπουδὴ πόνου
λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν.
Νεοπτόλεμος
οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ,
τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ.
Φιλοκτήτης
ἀεὶ καλὸς πλοῦς ἔσθʼ, ὅταν φεύγῃς κακά.
Νεοπτόλεμος
οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτʼ ἐναντία.
Φιλοκτήτης
οὐκ ἔστι λῃσταῖς πνεῦμʼ ἐναντιούμενον,
ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ.
Νεοπτόλεμος
ἀλλʼ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν
ὅτου σε χρεία καὶ πόθος μάλιστʼ ἔχει.
Φιλοκτήτης
ἀλλʼ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο.
Νεοπτόλεμος
τί τοῦθʼ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι;
Φιλοκτήτης
φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστʼ ἀεὶ
κοιμῶ τόδʼ ἕλκος, ὥστε πραΰνειν πάνυ.
Νεοπτόλεμος
ἀλλʼ ἔκφερʼ αὐτό. τί γὰρ ἔτʼ ἄλλʼ ἐρᾷς λαβεῖν;
Φιλοκτήτης
εἴ μοί τι τόξων τῶνδʼ ἀπημελημένον
παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν.
Νεοπτόλεμος
ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξʼ ἃ νῦν ἔχεις;
Φιλοκτήτης
ταῦτʼ, οὐ γὰρ ἄλλʼ ἔστʼ, ἀλλʼ ἃ βαστάζω χεροῖν.
Νεοπτόλεμος
ἆρʼ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν
καὶ βαστάσαι με προσκύσαι θʼ ὥσπερ θεόν;
Φιλοκτήτης
σοί γʼ, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν
ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται.
Νεοπτόλεμος
καὶ μὴν ἐρῶ γε, τὸν δʼ ἔρωθʼ οὕτως ἔχω·
εἴ μοι θέμις, θέλοιμʼ ἄν· εἰ δὲ μή, πάρες.
Φιλοκτήτης
ὅσιά τε φωνεῖς ἔστι τʼ, ὦ τέκνον, θέμις,
ὅς γʼ ἡλίου τόδʼ εἰσορᾶν ἐμοὶ φάος
μόνος δέδωκας, ὃς χθόνʼ Οἰταίαν ἰδεῖν,
ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν
ἐχθρῶν μʼ ἔνερθεν ὄντʼ ἀνέστησας πέρα.
θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν
καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν
ἀρετῆς ἕκατι τῶνδʼ ἐπιψαῦσαι μόνον·
εὐεργετῶν γὰρ καὐτὸς αὔτʼ ἐκτησάμην.
Νεοπτόλεμος
οὐκ ἄχθομαί σʼ ἰδών τε καὶ λαβὼν φίλον·
ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται,
παντὸς γένοιτʼ ἂν κτήματος κρείσσων φίλος. χωροῖς ἂν εἴσω.
Φιλοκτήτης
καὶ σέ γʼ εἰσάξω· τὸ γὰρ
νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν.
Χορός
λόγῳ μὲν ἐξήκουσʼ, ὄπωπα δʼ οὐ μάλα,
τὸν πελάταν λέκτρων ποτὲ τῶν Διὸς
κατὰ δρομάδʼ ἄμπυκα δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς·
ἄλλον δʼ οὔτινʼ ἔγωγʼ οἶδα κλύων οὐδʼ ἐσιδὼν μοίρᾳ
τοῦδʼ ἐχθίονι συντυχόντα
θνατῶν, ὃς οὔτʼ ἔρξας τινʼ οὔ τι νοσφίσας,
ἀλλʼ ἴσος ὢν ἴσοις ἀνήρ,
ὤλλυθʼ ὧδʼ ἀναξίως.
τόδε τοι θαῦμά μʼ ἔχει,
πῶς ποτε πῶς ποτʼ ἀμφιπλάκτων ῥοθίων μόνος κλύων,
πῶς ἄρα πανδάκρυτον οὕτω βιοτὰν κατέσχεν·
Χορός
ἵνʼ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν,
οὐδέ τινʼ ἐγχώρων κακογείτονα,
παρʼ ᾧ στόνον ἀντίτυπον βαρυβρῶτʼ ἀποκλαύσειεν αἱματηρόν·
ὃς τὰν θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων
ἐνθήρου ποδὸς ἠπίοισι
φύλλοις κατευνάσειεν, εἴ τις ἐμπέσοι,
φορβάδος ἐκ γαίας ἑλών·
εἷρπε γὰρ ἄλλοτʼ ἀλλαχᾷ
τότʼ ἂν εἰλυόμενος
παῖς ἄτερ ὡς φίλας τιθήνας ὅθεν εὐμάρειʼ ὑπάρ-
χοι πόρου, ἁνίκʼ ἐξανείη δακέθυμος ἄτα·
Χορός
οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων
αἴρων τῶν νεμόμεσθʼ ἀνέρες ἀλφησταί,
πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων
πτανοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν.
ὦ μελέα ψυχά,
ὃς μηδʼ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ,
λεύσσων δʼ ὅπου γνοίη στατὸν εἰς ὕδωρ,
ἀεὶ προσενώμα.
Χορός
νῦν δʼ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσας
εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων·
ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει
πολλῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν
Μαλιάδων νυμφᾶν
Σπερχειοῦ τε παρʼ ὄχθας, ἵνʼ ὁ χάλκασπις ἀνὴρ θεοῖς
πλάθει πατρὸς θείῳ πυρὶ παμφαής,
Οἴτας ὑπὲρ ὄχθων.
Νεοπτόλεμος
ἕρπʼ, εἰ θέλεις. τί δή ποθʼ ὧδʼ ἐξ οὐδενὸς
λόγου σιωπᾷς κἀπόπληκτος ὧδʼ ἔχει;
Φιλοκτήτης
ἀᾶ, ἀᾶ.
Νεοπτόλεμος
τί δʼ ἔστιν;
Φιλοκτήτης
οὐδὲν δεινόν· ἀλλʼ ἴθʼ, ὦ τέκνον.
Νεοπτόλεμος
μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου;
Φιλοκτήτης
οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ἄρτι κουφίζειν δοκῶ. ὦ θεοί.
Νεοπτόλεμος
τί τοὺς θεοὺς ὧδʼ ἀναστένων καλεῖς;
Φιλοκτήτης
σωτῆρας αὐτοὺς ἠπίους θʼ ἡμῖν μολεῖν. ἀᾶ, ἀᾶ.
Νεοπτόλεμος
τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλʼ ὧδʼ ἔσει
σιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν.
Φιλοκτήτης
ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν
κρύψαι παρʼ ὑμῖν, ἀτταταῖ· διέρχεται
διέρχεται. δύστηνος, ὦ τάλας ἐγώ.
ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ,
ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ.
πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα
ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα·
ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου. ἴθʼ, ὦ παῖ.
Νεοπτόλεμος
τί δʼ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου
τοσήνδʼ ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ;
Φιλοκτήτης
οἶσθʼ, ὦ τέκνον;
Νεοπτόλεμος
τί δʼ ἔστιν;
Φιλοκτήτης
οἶσθʼ, ὦ παῖ;
Νεοπτόλεμος
τί σοί;
οὐκ οἶδα.
Φιλοκτήτης
πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ.
Νεοπτόλεμος
δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος.
Φιλοκτήτης
δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλʼ οἴκτιρέ με.
Νεοπτόλεμος
τί δῆτα δράσω;
Φιλοκτήτης
μή με ταρβήσας προδῷς·
ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσως
ὡς ἐξεπλήσθη.
Νεοπτόλεμος
ἰὼ ἰὼ δύστηνε σύ,
δύστηνε δῆτα διὰ πόνων πάντων φανείς.
βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;
Φιλοκτήτης
μὴ δῆτα τοῦτό γʼ· ἀλλά μοι τὰ τόξʼ ἑλὼν
τάδʼ, ὥσπερ ᾐτοῦ μʼ ἀρτίως, ἕως ἀνῇ
τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν,
σῷζʼ αὐτὰ καὶ φύλασσε. λαμβάνει γὰρ οὖν
ὕπνος μʼ, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε·
κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλʼ ἐᾶν χρεὼν
ἕκηλον εὕδειν. ἢν δὲ τῷδε τῷ χρόνῳ
μόλωσʼ ἐκεῖνοι, πρὸς θεῶν ἐφίεμαι
ἑκόντα μηδʼ ἄκοντα μηδέ τῳ τέχνῃ
κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θʼ ἅμα
κἄμʼ, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.
Νεοπτόλεμος
θάρσει προνοίας οὕνεκʼ· οὐ δοθήσεται
πλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε.
Φιλοκτήτης
ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσον
μή σοι γενέσθαι πολύπονʼ αὐτὰ μηδʼ ὅπως
ἐμοί τε καὶ τῷ πρόσθʼ ἐμοῦ κεκτημένῳ.
Νεοπτόλεμος
ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ
πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ
θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.
Φιλοκτήτης
ἀλλʼ οὖν δέδοικα μὴ ἀτέλεστʼ εὔχῃ, τέκνον.
στάζει γὰρ αὖ μοι φοίνιον τόδʼ ἐκ βυθοῦ
κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.
παπαῖ, φεῦ.
παπαῖ μάλʼ, ὦ πούς, οἷά μʼ ἐργάσει κακά.
προσέρπει,
προσέρχεται τόδʼ ἐγγύς. οἴμοι μοι τάλας.
ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.
ἀτταταῖ.
ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς
στέρνων ἔχοιτʼ ἄλγησις ἥδε. φεῦ, παπαῖ,
παπαῖ μάλʼ αὖθις. ὦ διπλοῖ στρατηλάται,
Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντʼ ἐμοῦ
τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; ἰώ μοι.
ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος
οὕτω κατʼ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε;
ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν
τῷ Λημνίῳ τῷδʼ ἀνακαλουμένῳ πυρὶ
ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε
τὸν τοῦ Διὸς παῖδʼ ἀντὶ τῶνδε τῶν ὅπλων,
ἃ νῦν σὺ σῴζεις, τοῦτʼ ἐπηξίωσα δρᾶν. τί φής, παῖ;
τί φής; τί σιγᾷς; ποῦ ποτʼ ὤν, τέκνον, κυρεῖς;
Νεοπτόλεμος
ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.
Φιλοκτήτης
ἀλλʼ, ὦ τέκνον, καὶ θάρσος ἴσχʼ· ὡς ἥδε μοι
ὀξεῖα φοιτᾷ καὶ ταχεῖʼ ἀπέρχεται.
ἀλλʼ ἀντιάζω, μή με καταλίπῃς μόνον.
Νεοπτόλεμος
θάρσει, μενοῦμεν.
Φιλοκτήτης
ἦ μενεῖς;
Νεοπτόλεμος
σαφῶς φρόνει.
Φιλοκτήτης
οὐ μήν σʼ ἔνορκόν γʼ ἀξιῶ θέσθαι, τέκνον.
Νεοπτόλεμος
ὡς οὐ θέμις γʼ ἐμοὔστι σοῦ μολεῖν ἄτερ.
Φιλοκτήτης
ἔμβαλλε χειρὸς πίστιν.
Νεοπτόλεμος
ἐμβάλλω μενεῖν.
Φιλοκτήτης
ἐκεῖσε νῦν μʼ, ἐκεῖσε
Νεοπτόλεμος
ποῖ λέγεις;
Φιλοκτήτης
ἄνω
Νεοπτόλεμος
τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον;
Φιλοκτήτης
μέθες μέθες με.
Νεοπτόλεμος
ποῖ μεθῶ;
Φιλοκτήτης
μέθες ποτέ.
Νεοπτόλεμος
οὔ φημʼ ἐάσειν.
Φιλοκτήτης
ἀπό μʼ ὀλεῖς, ἢν προσθίγῃς.
Νεοπτόλεμος
καὶ δὴ μεθίημʼ, εἴ τι δὴ πλέον φρονεῖς.
Φιλοκτήτης
ὦ γαῖα, δέξαι θανάσιμόν μʼ ὅπως ἔχω
τὸ γὰρ κακὸν τόδʼ οὐκέτʼ ὀρθοῦσθαί μʼ ἐᾷ.
Νεοπτόλεμος
τὸν ἄνδρʼ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου
ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε·
ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας,
μέλαινά τʼ ἄκρου τις παρέρρωγεν ποδὸς
αἱμορραγὴς φλέψ. ἀλλʼ ἐάσωμεν, φίλοι,
ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ.
Χορός
Ὕπνʼ ὀδύνας ἀδαής, Ὕπνε δʼ ἀλγέων,
εὐαὲς ἡμῖν ἔλθοις,
εὐαίων εὐαίων, ὦναξ·
ὄμμασι δʼ ἀντίσχοις
τάνδʼ αἴγλαν, ἃ τέταται τανῦν.
ἴθι ἴθι μοι παιών.
ὦ τέκνον, ὅρα ποῦ στάσει,
ποῖ δέ μοι τἀνθένδε βάσει,
φροντίδος. ὁρᾷς ἤδη.
πρὸς τί μενοῦμεν πράσσειν;
καιρός τοι πάντων γνώμαν ἴσχων
πολύ τι πολὺ παρὰ πόδα κράτος ἄρνυται.
Νεοπτόλεμος
ἀλλʼ ὅδε μὲν κλύει οὐδέν, ἐγὼ δʼ ὁρῶ οὕνεκα θήραν
τήνδʼ ἁλίως ἔχομεν τόξων, δίχα τοῦδε πλέοντες.
τοῦδε γὰρ ὁ στέφανος, τοῦτον θεὸς εἶπε κομίζειν.
κομπεῖν δʼ ἔστʼ ἀτελῆ σὺν ψεύδεσιν αἰσχρὸν ὄνειδος.
Χορός
ἀλλά, τέκνον, τάδε μὲν θεὸς ὄψεται·
ὧν δʼ ἂν ἀμείβῃ μʼ αὖθις,
βαιάν μοι, βαιάν, ὦ τέκνον,
πέμπε λόγων φάμαν·
ὡς πάντων ἐν νόσῳ εὐδρακὴς
ὕπνος ἄϋπνος λεύσσειν.
ἀλλʼ ὅτι δύνᾳ μάκιστον
κεῖνο δή μοι κεῖνο λάθρᾳ
ἐξιδοῦ ὅπᾳ πράξεις.
οἶσθα γὰρ ἃν αὐδῶμαι,
εἰ ταύταν τούτων γνώμαν ἴσχεις,
μάλα τοι ἄπορα πυκινοῖς ἐνιδεῖν πάθη.
Χορός
οὖρός τοι, τέκνον, οὖρος·
ἁνὴρ δʼ ἀνόμματος οὐδʼ ἔχων
ἀρωγὰν ἐκτέταται νύχιος,
ʽἁ̓λεὴς ὕπνος ἐσθλός,ʼ
οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων,
ἀλλά τις ὡς Ἀΐδᾳ παρακείμενος.
ὅρα, βλέπʼ εἰ καίρια
φθέγγει· τὸ δʼ ἁλώσιμον
ἐμᾷ φροντίδι, παῖ,
πόνος ὁ μὴ φοβῶν κράτιστος.
Νεοπτόλεμος
σιγᾶν κελεύω μηδʼ ἀφεστάναι φρενῶν·
κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα.
Φιλοκτήτης
ὦ φέγγος ὕπνου διάδοχον τό τʼ ἐλπίδων
ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων.
οὐ γάρ ποτʼ, ὦ παῖ, τοῦτʼ ἂν ἐξηύχησʼ ἐγώ,
τλῆναί σʼ ἐλεινῶς ὧδε τἀμὰ πήματα
μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι.
οὔκουν Ἀτρεῖδαι τοῦτʼ ἔτλησαν εὐφόρως
οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται.
ἀλλʼ εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν,
ὦ τέκνον, ἡ σή, πάντα ταῦτʼ ἐν εὐχερεῖ
ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων.
καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ
λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον,
σύ μʼ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον,
ἵνʼ, ἡνίκʼ ἂν κόπος μʼ ἀπαλλάξῃ ποτέ,
ὁρμώμεθʼ ἐς ναῦν μηδʼ ἐπίσχωμεν τὸ πλεῖν.
Νεοπτόλεμος
ἀλλʼ ἥδομαι μέν σʼ εἰσιδὼν παρʼ ἐλπίδα
ἀνώδυνον βλέποντα κἀμπνέοντʼ ἔτι·
ὡς οὐκέτʼ ὄντος γὰρ τὰ συμβόλαιά σου
πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο.
νῦν δʼ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον,
οἴσουσί σʼ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,
ἐπείπερ οὕτω σοί τʼ ἔδοξʼ ἐμοί τε δρᾶν.
Φιλοκτήτης
αἰνῶ τάδʼ, ὦ παῖ, καί μʼ ἔπαιρʼ, ὥσπερ νοεῖς·
τούτους δʼ ἔασον, μὴ βαρυνθῶσιν κακῇ
ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ
ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.
Νεοπτόλεμος
ἔσται τάδʼ· ἀλλʼ ἵστω τε καὐτὸς ἀντέχου.
Φιλοκτήτης
θάρσει· τό τοι σύνηθες ὀρθώσει μʼ ἔθος.
Νεοπτόλεμος
παπαῖ· τί δῆτʼ ἂν δρῷμʼ ἐγὼ τοὐνθένδε γε;
Φιλοκτήτης
τί δʼ ἔστιν, ὦ παῖ; ποῖ ποτʼ ἐξέβης λόγῳ;
Νεοπτόλεμος
οὐκ οἶδʼ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος.
Φιλοκτήτης
ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγʼ, ὦ τέκνον, τάδε.
Νεοπτόλεμος
ἀλλʼ ἐνθάδʼ ἤδη τοῦδε τοῦ πάθους κυρῶ.
Φιλοκτήτης
οὐ δή σε δυσχέρεια τοῦ νοσήματος
ἔπεισεν ὥστε μή μʼ ἄγειν ναύτην ἔτι;
Νεοπτόλεμος
ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν
ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.
Φιλοκτήτης
ἀλλʼ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε
δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρʼ ἐπωφελῶν.
Νεοπτόλεμος
αἰσχρὸς φανοῦμαι· τοῦτʼ ἀνιῶμαι πάλαι.
Φιλοκτήτης
οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δʼ αὐδᾷς ὀκνῶ.
Νεοπτόλεμος
ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός,
κρύπτων θʼ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστʼ ἐπῶν;
Φιλοκτήτης
ἁνὴρ ὅδʼ, εἰ μὴ ʼγὼ κακὸς γνώμων ἔφυν,
προδούς μʼ ἔοικε κἀκλιπὼν τὸν πλοῦν στελεῖν.
Νεοπτόλεμος
λιπὼν μὲν οὐκ ἔγωγε· λυπηρῶς δὲ μὴ
πέμπω σε μᾶλλον, τοῦτʼ ἀνιῶμαι πάλαι.
Φιλοκτήτης
τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω.
Νεοπτόλεμος
οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν
πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον.
Φιλοκτήτης
οἴμοι, τί εἶπας;
Νεοπτόλεμος
μὴ στέναζε, πρὶν μάθῃς.
Φιλοκτήτης
ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε;
Νεοπτόλεμος
σῶσαι κακοῦ μὲν πρῶτα τοῦδʼ, ἔπειτα δὲ
ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών.
Φιλοκτήτης
καὶ ταῦτʼ ἀληθῆ δρᾶν νοεῖς;
Νεοπτόλεμος
πολλὴ κρατεῖ
τούτων ἀνάγκη, καὶ σὺ μὴ θυμοῦ κλύων.
Φιλοκτήτης
ἀπόλωλα τλήμων, προδέδομαι. τί μʼ, ὦ ξένε,
δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι.
Νεοπτόλεμος
ἀλλʼ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν
τό τʼ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ.
Φιλοκτήτης
ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας
δεινῆς τέχνημʼ ἔχθιστον, οἷά μʼ εἰργάσω,
οἷʼ ἠπάτηκας· οὐδʼ ἐπαισχύνει μʼ ὁρῶν
τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε;
ἀπεστέρηκας τὸν βίον τὰ τόξʼ ἑλών.
ἀπόδος, ἱκνοῦμαί σʼ, ἀπόδος, ἱκετεύω, τέκνον·
πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ.
ὤμοι τάλας. ἀλλʼ οὐδὲ προσφωνεῖ μʼ ἔτι,
ἀλλʼ ὡς μεθήσων μήποθʼ, ὧδʼ ὁρᾷ πάλιν.
ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι
θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,
ὑμῖν τάδʼ, οὐ γὰρ ἄλλον οἶδʼ ὅτῳ λέγω,
ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,
οἷʼ ἔργʼ ὁ παῖς μʼ ἔδρασεν οὑξ Ἀχιλλέως·
ὀμόσας ἀπάξειν οἴκαδʼ, ἐς Τροίαν μʼ ἄγει·
προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου
ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,
καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει·
ὡς ἄνδρʼ ἑλὼν ἰσχυρόν ἐκ βίας μʼ ἄγει,
κοὐκ οἶδʼ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν,
εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε
εἷλέν μʼ· ἐπεὶ οὐδʼ ἂν ὧδʼ ἔχοντʼ, εἰ μὴ δόλῳ.
νῦν δʼ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν;
ἀλλʼ ἀπόδος, ἀλλὰ νῦν ἔτʼ ἐν σαυτῷ γενοῦ.
τί φής; σιωπᾷς; οὐδέν εἰμʼ ὁ δύσμορος.
ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν
εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν·
ἀλλʼ αὐανοῦμαι τῷδʼ ἐν αὐλίῳ μόνος,
οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρʼ ὀρειβάτην
τόξοις ἐναίρων τοισίδʼ, ἀλλʼ αὐτὸς τάλας
θανὼν παρέξω δαῖθʼ ὑφʼ ὧν ἐφερβόμην,
καί μʼ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·
φόνον φόνου δὲ ῥύσιον τίσω τάλας
πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.
ὄλοιο—μή πω, πρὶν μάθοιμʼ εἰ καὶ πάλιν
γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.
Χορός
τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,
ἤδη ʼστὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.
Νεοπτόλεμος
ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις
τοῦδʼ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.
Φιλοκτήτης
ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς
σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ.
Νεοπτόλεμος
οἴμοι, τί δράσω; μή ποτʼ ὤφελον λιπεῖν
τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι.
Φιλοκτήτης
οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δʼ ἀνδρῶν μαθὼν
ἔοικας ἥκειν αἰσχρά· νῦν δʼ ἄλλοισι δοὺς
οἷς εἰκὸς ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα.
Νεοπτόλεμος
τί δρῶμεν, ἄνδρες;
Ὀδυσσεύς
ὦ κάκιστʼ ἀνδρῶν, τί δρᾷς;
οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτʼ ἐμοὶ πάλιν;
Φιλοκτήτης
οἴμοι, τίς ἁνήρ; ἆρʼ Ὀδυσσέως κλύω;
Ὀδυσσεύς
Ὀδυσσέως, σάφʼ ἴσθʼ, ἐμοῦ γʼ, ὃν εἰσορᾷς.
Φιλοκτήτης
οἴμοι· πέπραμαι κἀπόλωλʼ· ὅδʼ ἦν ἄρα
ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων.
Ὀδυσσεύς
ἐγώ, σάφʼ ἴσθʼ, οὐκ ἄλλος· ὁμολογῶ τάδε.
Φιλοκτήτης
ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα.
Ὀδυσσεύς
τοῦτο μέν,
οὐδʼ ἢν θέλῃ, δράσει ποτʼ· ἀλλὰ καὶ σὲ δεῖ
στείχειν ἅμʼ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.
Φιλοκτήτης
ἔμʼ, ὦ κακῶν κάκιστε καὶ τολμήστατε,
οἵδʼ ἐκ βίας ἄξουσιν;
Ὀδυσσεύς
ἢν μὴ ἕρπῃς ἑκών.
Φιλοκτήτης
ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας
Ἡφαιστότευκτον, ταῦτα δῆτʼ ἀνασχετά,
εἴ μʼ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;
Ὀδυσσεύς
Ζεύς ἐσθʼ, ἵνʼ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν,
Ζεύς, ᾧ δέδοκται ταῦθʼ· ὑπηρετῶ δʼ ἐγώ.
Φιλοκτήτης
ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν·
θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.
Ὀδυσσεύς
οὔκ, ἀλλʼ ἀληθεῖς· ἡ δʼ ὁδὸς πορευτέα.
Φιλοκτήτης
οὔ φημʼ.
Ὀδυσσεύς
ἐγὼ δέ φημι. πειστέον τάδε.
Φιλοκτήτης
οἴμοι τάλας. ἡμᾶς μὲν ὡς δούλους σαφῶς
πατὴρ ἄρʼ ἐξέφυσεν οὐδʼ ἐλευθέρους.
Ὀδυσσεύς
οὔκ, ἀλλʼ ὁμοίους τοῖς ἀρίστοισιν, μεθʼ ὧν
Τροίαν σʼ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.
Φιλοκτήτης
οὐδέποτέ γʼ· οὐδʼ ἢν χρῇ με πᾶν παθεῖν κακόν,
ἕως ἂν ᾖ μοι γῆς τόδʼ αἰπεινὸν βάθρον.
Ὀδυσσεύς
τί δʼ ἐργασείεις;
Φιλοκτήτης
κρᾶτʼ ἐμὸν τόδʼ αὐτίκα
πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.
Ὀδυσσεύς
ξυλλάβετον αὐτόν· μὴ ʼπὶ τῷδʼ ἔστω τάδε.
Φιλοκτήτης
ὦ χεῖρες, οἷα πάσχετʼ ἐν χρείᾳ φίλης
νευρᾶς, ὑπʼ ἀνδρὸς τοῦδε συνθηρώμεναι.
ὦ μηδὲν ὑγιὲς μηδʼ ἐλεύθερον φρονῶν,
οἷʼ αὖ μʼ ὑπῆλθες, ὥς μʼ ἐθηράσω, λαβὼν
πρόβλημα σαυτοῦ παῖδα τόνδʼ ἀγνῶτʼ ἐμοί,
ἀνάξιον μὲν σοῦ, κατάξιον δʼ ἐμοῦ,
ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν,
δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων
οἷς τʼ αὐτὸς ἐξήμαρτεν οἷς τʼ ἐγὼ ʼπαθον.
ἀλλʼ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσʼ ἀεὶ
ψυχή νιν ἀφυῆ τʼ ὄντα κοὐ θέλονθʼ ὅμως
εὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν.
καὶ νῦν ἔμʼ, ὦ δύστηνε, συνδήσας νοεῖς
ἄγειν ἀπʼ ἀκτῆς τῆσδʼ, ἐν ᾗ με προυβάλου
ἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν. φεῦ.
ὄλοιο· καί σοι πολλάκις τόδʼ ηὐξάμην.
ἀλλʼ οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι,
σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δʼ ἀλγύνομαι
τοῦτʼ αὔθʼ, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,
γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως
διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθʼ ὑπηρετεῖς.
καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς
ἔπλεις ἅμʼ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον,
ἑκόντα πλεύσανθʼ ἑπτὰ ναυσὶ ναυβάτην,
ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ.
καὶ νῦν τί μʼ ἄγετε; τί μʼ ἀπάγεσθε; τοῦ χάριν;
ὃς οὐδέν εἰμι καὶ τέθνηχʼ ὑμῖν πάλαι.
πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι
χωλός, δυσώδης; πῶς θεοῖς ἔξεσθʼ, ὁμοῦ
πλεύσαντος αἴθειν ἱερά; πῶς σπένδειν ἔτι;
αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.
κακῶς ὄλοισθʼ· ὀλεῖσθε δʼ ἠδικηκότες
τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.
ἔξοιδα δʼ ὡς μέλει γʼ· ἐπεὶ οὔποτʼ ἂν στόλον
ἐπλεύσατʼ ἂν τόνδʼ εἵνεκʼ ἀνδρὸς ἀθλίου,
εἰ μή τι κέντρον θεῖον ἦγʼ ὑμᾶς ἐμοῦ.
ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐπόψιοι,
τίσασθε τίσασθʼ ἀλλὰ τῷ χρόνῳ ποτὲ
ξύμπαντας αὐτούς, εἴ τι κἄμʼ οἰκτίρετε·
ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δʼ ἴδοιμʼ ὀλωλότας
τούτους, δοκοῖμʼ ἂν τῆς νόσου πεφευγέναι.
Χορός
βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν
τήνδʼ εἶπʼ, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς.
Ὀδυσσεύς
πόλλʼ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδʼ ἔπη,
εἴ μοι παρείκοι· νῦν δʼ ἑνὸς κρατῶ λόγου.
οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμʼ ἐγώ·
χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις,
οὐκ ἂν λάβοις μου μᾶλλον οὐδένʼ εὐσεβῆ.
νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν,
πλὴν εἰς σέ· νῦν δὲ σοί γʼ ἑκὼν ἐκστήσομαι.
ἄφετε γὰρ αὐτὸν μηδὲ προσψαύσητʼ ἔτι·
ἐᾶτε μίμνειν. οὐδὲ σοῦ προσχρῄζομεν,
τά γʼ ὅπλʼ ἔχοντες ταῦτʼ, ἐπεὶ πάρεστι μὲν
Τεῦκρος παρʼ ἡμῖν, τήνδʼ ἐπιστήμην ἔχων,
ἐγώ θʼ, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν
τούτων κρατύνειν, μηδʼ ἐπιθύνειν χερί.
τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν·
ἡμεῖς δʼ ἴωμεν, καὶ τάχʼ ἂν τὸ σὸν γέρας
τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν.
Φιλοκτήτης
οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς
ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ;
Ὀδυσσεύς
μή μʼ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή.
Φιλοκτήτης
ὦ σπέρμʼ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι
γενήσομαι προσφθεγκτός, ἀλλʼ οὕτως ἄπει;
Ὀδυσσεύς
χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν,
ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς.
Φιλοκτήτης
ἦ καὶ πρὸς ὑμῶν ὧδʼ ἔρημος, ὦ ξένοι,
λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με;
Χορός
ὅδʼ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσʼ ἂν
οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμέν.
Νεοπτόλεμος
ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως
πρὸς τοῦδʼ· ὅμως δὲ μείνατʼ, εἰ τούτῳ δοκεῖ,
χρόνον τοσοῦτον, εἰς ὅσον τά τʼ ἐκ νεὼς
στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα.
χοὖτος τάχʼ ἂν φρόνησιν ἐν τούτῳ λάβοι
λῴω τινʼ ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον,
ὑμεῖς δʼ, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς.
Φιλοκτήτης
ὦ κοίλας πέτρας γύαλον
θερμὸν καὶ παγετῶδες, ὥς σʼ οὐκ ἔμελλον ἄρʼ, ὦ τάλας,
λείψειν οὐδέποτʼ, ἀλλά μοι καὶ θνῄσκοντι συνείσει.
ὤμοι μοί μοι.
ὦ πληρέστατον αὔλιον
λύπας τᾶς ἀπʼ ἐμοῦ τάλαν,
τίπτʼ αὖ μοι τὸ κατʼ ἆμαρ
ἔσται; τοῦ ποτε τεύξομαι
σιτονόμου μέλεος πόθεν ἐλπίδος;
πέλειαι δʼ ἄνω
πτωκάδες ὀξυτόνου διὰ πνεύματος
ἐλῶσιν· οὐκέτʼ ἴσχω.
Χορός
σύ τοι σύ τοι κατηξίωσας,
ὦ βαρύποτμε, κοὐκ
ἄλλοθεν ἔχει τύχᾳ τᾷδʼ ἀπὸ μείζονος,
εὖτέ γε παρὸν φρονῆσαι
τοῦ λῴονος δαίμονος εἵλου τὸ κάκιον αἰνεῖν.
Φιλοκτήτης
ὦ τλάμων τλάμων ἄρʼ ἐγὼ
καὶ μόχθῳ λωβατός, ὃς ἤδη μετʼ οὐδενὸς ὕστερον
ἀνδρῶν εἰσοπίσω τάλας ναίων ἐνθάδʼ ὀλοῦμαι,
αἰαῖ αἰαῖ,
οὐ φορβὰν ἔτι προσφέρων,
οὐ πτανῶν ἀπʼ ἐμῶν ὅπλων
κραταιαῖς μετὰ χερσὶν
ἴσχων· ἀλλά μοι ἄσκοπα
κρυπτά τʼ ἔπη δολερᾶς ὑπέδυ φρενός·
ἰδοίμαν δέ νιν,
τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον
ἐμὰς λαχόντʼ ἀνίας.
Χορός
πότμος, πότμος σε δαιμόνων τάδʼ,
οὐδὲ σέ γε δόλος,
ἔσχεν ὑπὸ χειρὸς ἀμᾶς. στυγερὰν ἔχε
δύσποτμον ἀρὰν ἐπʼ ἄλλοις.
καὶ γὰρ ἐμοὶ τοῦτο μέλει, μὴ φιλότητʼ ἀπώσῃ.
Φιλοκτήτης
οἴμοι μοι, καί που πολιᾶς
πόντου θινὸς ἐφήμενος
ἐγγελᾷ, χερὶ πάλλων
τὰν ἐμὰν μελέου τροφάν,
τὰν οὐδείς ποτʼ ἐβάστασεν.
ὦ τόξον φίλον, ὦ φίλων
χειρῶν ἐκβεβιασμένον,
ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας
ἔχεις, τὸν Ἡράκλειον
ἄρθμιον ὧδέ σοι
οὐκέτι χρησόμενον τὸ μεθύστερον,
ἄλλου δʼ ἐν μεταλλαγᾷ
πολυμηχάνου ἀνδρὸς ἐρέσσει,
ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνὸν δὲ φῶτʼ ἐχθοδοπόν,
μυρίʼ, ἀπʼ αἰσχρῶν ἀνατέλλονθʼ, ὃς ἐφʼ ἡμῖν κάκʼ ἐμήσατʼ, ὦ Ζεῦ.
Χορός
ἀνδρός τοι τὰ μὲν ἔνδικʼ αἰὲν εἰπεῖν,
εἰπόντος δὲ μὴ φθονερὰν
ἐξῶσαι γλώσσας ὀδύναν.
κεῖνος δʼ εἷς ἀπὸ πολλῶν
ταχθεὶς τῶνδʼ ἐφημοσύνᾳ
κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν.
Φιλοκτήτης
ὦ πταναὶ θῆραι χαροπῶν τʼ
ἔθνη θηρῶν, οὓς ὅδʼ ἔχει
χῶρος οὐρεσιβώτας,
μηκέτʼ ἀπʼ αὐλίων φυγᾷ
πηδᾶτʼ· οὐ γὰρ ἔχω χεροῖν
τὰν πρόσθεν βελέων ἀλκάν,
ὦ δύστανος ἐγὼ τανῦν,
ἀλλʼ ἀνέδην, ὁ δὲ χῶρος ἄρʼ οὐκέτι
φοβητὸς οὐκέθʼ ὑμῖν,
ἕρπετε· νῦν καλὸν
ἀντίφονον κορέσαι στόμα πρὸς χάριν
ἐμᾶς σαρκὸς αἰόλας·
ἀπὸ γὰρ βίον αὐτίκα λείψω.
πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδʼ ἐν αὔραις τρέφεται,
μηκέτι μηδενὸς κρατύνων ὅσα πέμπει βιόδωρος αἶα;
Χορός
πρὸς θεῶν, εἴ τι σέβει ξένον, πέλασσον,
εὐνοίᾳ πάσᾳ πελάταν·
ἀλλὰ γνῶθʼ, εὖ γνῶθʼ ἐπὶ σοὶ
κῆρα τάνδʼ ἀποφεύγειν.
οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δʼ
ἔχειν μυρίον ἄχθος, ὃ ξυνοικεῖ.
Φιλοκτήτης
πάλιν πάλιν παλαιὸν ἄλγημʼ ὑπέμνασας, ὦ
λῷστε τῶν πρὶν ἐντόπων.
τί μʼ ὤλεσας; τί μʼ εἴργασαι;
Χορός
τί τοῦτʼ ἔλεξας;
Φιλοκτήτης
εἰ σὺ τὰν ἐμοὶ στυγερὰν
Τρῳάδα γᾶν μʼ ἤλπισας ἄξειν.
Χορός
τόδε γὰρ νοῶ κράτιστον.
Φιλοκτήτης
ἀπό νύν με λείπετʼ ἤδη.
Χορός
φίλα μοι, φίλα ταῦτα παρήγγειλας ἑκόντι τε πράσσειν.
ἴωμεν ἴωμεν
ναὸς ἵνʼ ἡμῖν τέτακται.
Φιλοκτήτης
μή, πρὸς ἀραίου Διός, ἔλθῃς, ἱκετεύω.
Χορός
μετρίαζʼ.
Φιλοκτήτης
ὦ ξένοι, μείνατε, πρὸς θεῶν.
Χορός
τί θροεῖς;
Φιλοκτήτης
αἰαῖ αἰαῖ, δαίμων δαίμων·
ἀπόλωλʼ ὁ τάλας·
ὦ ποὺς πούς, τί σʼ ἔτʼ ἐν βίῳ
τεύξω τῷ μετόπιν τάλας;
ὦ ξένοι, ἔλθετʼ ἐπήλυδες αὖθις.
Χορός
τί ῥέξοντες ἀλλοκότῳ
γνώμᾳ τῶν πάρος, ὧν προύφαινες;
Φιλοκτήτης
οὔτοι νεμεσητόν,
ἀλύοντα χειμερίῳ
λύπᾳ καὶ παρὰ νοῦν θροεῖν.
Χορός
βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν.
Φιλοκτήτης
οὐδέποτʼ οὐδέποτʼ, ἴσθι τόδʼ ἔμπεδον,
οὐδʼ εἰ πυρφόρος ἀστεροπητὴς
βροντᾶς αὐγαῖς μʼ εἶσι φλογίζων.
ἐρρέτω Ἴλιον οἵ θʼ ὑπʼ ἐκείνῳ
πάντες ὅσοι τόδʼ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι.
ἀλλʼ, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε.
Χορός
ποῖον ἐρεῖς τόδʼ ἔπος;
Φιλοκτήτης
ξίφος, εἴ ποθεν,
ἢ γένυν ἢ βελέων τι προπέμψατε.
Χορός
ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ;
Φιλοκτήτης
χρῶτʼ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί·
φονᾷ φονᾷ νόος ἤδη.
Χορός
τί ποτε;
Φιλοκτήτης
πατέρα ματεύων.
Χορός
ποῖ γᾶς;
Φιλοκτήτης
ἐς Ἅιδου·
οὐ γάρ ἐστʼ ἐν φάει γʼ ἔτι.
ὦ πόλις, ὦ πατρία,
πῶς ἂν εἰσίδοιμʼ ἄθλιός σʼ ἀνήρ,
ὅς γε σὰν λιπὼν ἱερὰν
λιβάδʼ ἐχθροῖς ἔβαν Δαναοῖς
ἀρωγός· ἔτʼ οὐδέν εἰμι.
Χορός
ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ
στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας
Ὀδυσσέα στείχοντα τόν τʼ Ἀχιλλέως
γόνον πρὸς ἡμᾶς δεῦρʼ ἰόντʼ ἐλεύσσομεν.
Ὀδυσσεύς
οὐκ ἂν φράσειας ἥντινʼ αὖ παλίντροπος
κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;
Νεοπτόλεμος
λύσων ὅσʼ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ.
Ὀδυσσεύς
δεινόν γε φωνεῖς· ἡ δʼ ἁμαρτία τίς ἦν;
Νεοπτόλεμος
ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ
Ὀδυσσεύς
ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;
Νεοπτόλεμος
ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.
Ὀδυσσεύς
τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύει νέον;
Νεοπτόλεμος
νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ,
Ὀδυσσεύς
τί χρῆμα δράσεις; ὥς μʼ ὑπῆλθέ τις φόβος.
Νεοπτόλεμος
παρʼ οὗπερ ἔλαβον τάδε τὰ τόξʼ, αὖθις πάλιν
Ὀδυσσεύς
ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς;
Νεοπτόλεμος
αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω.
Ὀδυσσεύς
πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε;
Νεοπτόλεμος
εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν.
Ὀδυσσεύς
τί φής, Ἀχιλλέως παῖ; τίνʼ εἴρηκας λόγον;
Νεοπτόλεμος
δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μʼ ἔπη;
Ὀδυσσεύς
ἀρχὴν κλύειν ἂν οὐδʼ ἅπαξ ἐβουλόμην.
Νεοπτόλεμος
εὖ νῦν ἐπίστω πάντʼ ἀκηκοὼς λόγον.
Ὀδυσσεύς
ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.
Νεοπτόλεμος
τί φής; τίς ἔσται μʼ οὑπικωλύσων τάδε;
Ὀδυσσεύς
ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.
Νεοπτόλεμος
σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.
Ὀδυσσεύς
σὺ δʼ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά.
Νεοπτόλεμος
ἀλλʼ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.
Ὀδυσσεύς
καὶ πῶς δίκαιον, ἅ γʼ ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα;
Νεοπτόλεμος
τὴν ἁμαρτίαν
αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι.
Ὀδυσσεύς
στρατὸν δʼ Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε;
Νεοπτόλεμος
ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον.
Ὀδυσσεύς
ξὺν τῷ δικαίῳ χεὶρ ἐμή σʼ ἀναγκάσει.
Νεοπτόλεμος
ἀλλʼ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν.
Ὀδυσσεύς
οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα.
Νεοπτόλεμος
ἴτω τὸ μέλλον.
Ὀδυσσεύς
χεῖρα δεξιὰν ὁρᾷς
κώπης ἐπιψαύουσαν;
Νεοπτόλεμος
ἀλλὰ κἀμέ τοι
ταὐτὸν τόδʼ ὄψει δρῶντα κοὐ μέλλοντʼ ἔτι.
Ὀδυσσεύς
καίτοι σʼ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ
λέξω τάδʼ ἐλθών, ὅς σε τιμωρήσεται.
Νεοπτόλεμος
ἐσωφρόνησας· κἂν τὰ λοίφʼ οὕτω φρονῇς,
ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα.
σὺ δʼ, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω,
ἔξελθʼ, ἀμείψας τάσδε πετρήρεις στέγας.
Φιλοκτήτης
τίς αὖ παρʼ ἄντροις θόρυβος ἵσταται βοῆς;
τί μʼ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι;
ὤμοι· κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα
πάρεστε πρὸς κακοῖσι πέμποντες κακά;
Νεοπτόλεμος
θάρσει· λόγους δʼ ἄκουσον οὓς ἥκω φέρων.
Φιλοκτήτης
δέδοικʼ ἔγωγε· καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις.
Νεοπτόλεμος
οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;
Φιλοκτήτης
τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου
τὰ τόξʼ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ.
Νεοπτόλεμος
ἀλλʼ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν,
πότερα δέδοκταί σοι μένοντι καρτερεῖν
ἢ πλεῖν μεθʼ ἡμῶν;
Φιλοκτήτης
παῦε, μὴ λέξῃς πέρα·
μάτην γὰρ ἃν εἴπῃς γε πάντʼ εἰρήσεται.
Νεοπτόλεμος
οὕτω δέδοκται;
Φιλοκτήτης
καὶ πέρα γʼ ἴσθʼ ἢ λέγω.
Νεοπτόλεμος
ἀλλʼ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων
κυρῶ, πέπαυμαι.
Φιλοκτήτης
πάντα γὰρ φράσεις μάτην.
οὐ γάρ ποτʼ εὔνουν τὴν ἐμὴν κτήσει φρένα,
ὅστις γʼ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
ἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐμὲ
ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
ὄλοισθʼ, Ἀτρεῖδαι μὲν μάλιστʼ, ἔπειτα δὲ ὁ Λαρτίου παῖς καὶ σύ.
Νεοπτόλεμος
μὴ ʼπεύξῃ πέρα·
δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.
Φιλοκτήτης
πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα;
Νεοπτόλεμος
ἀπώμοσʼ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας.
Φιλοκτήτης
ὦ φίλτατʼ εἰπών, εἰ λέγεις ἐτήτυμα.
Νεοπτόλεμος
τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν
πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
Ὀδυσσεύς
ἐγὼ δʼ ἀπαυδῶ γʼ, ᾧ θεοὶ ξυνίστορες,
ὑπέρ τʼ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.
Φιλοκτήτης
τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως,
ἐπῃσθόμην;
Ὀδυσσεύς
σάφʼ ἴσθι· καὶ πέλας γʼ ὁρᾷς,
ὅς σʼ ἐς τὰ Τροίας πεδίʼ ἀποστελῶ βίᾳ,
ἐάν τʼ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ·
Φιλοκτήτης
ἀλλʼ οὔ τι χαίρων, ἢν τόδʼ ὀρθωθῇ βέλος.
Νεοπτόλεμος
ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος.
Φιλοκτήτης
μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
Νεοπτόλεμος
οὐκ ἂν μεθείην.
Φιλοκτήτης
φεῦ· τί μʼ ἄνδρα πολέμιον
ἐχθρόν τʼ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;
Νεοπτόλεμος
ἀλλʼ οὔτʼ ἐμοὶ τοῦτʼ ἐστὶν οὔτε σοὶ καλόν.
Φιλοκτήτης
ἀλλʼ οὖν τοσοῦτόν γʼ ἴσθι, τοὺς πρώτους στρατοῦ,
τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.
Νεοπτόλεμος
εἶεν· τὰ μὲν δὴ τόξʼ ἔχεις, κοὐκ ἔσθʼ ὅτου
ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ.
Φιλοκτήτης
ξύμφημι· τὴν φύσιν δʼ ἔδειξας, ὦ τέκνον,
ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,
ἀλλʼ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτʼ ἦν
ἤκουʼ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.
Νεοπτόλεμος
ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε
αὐτόν τʼ ἔμʼ· ὧν δέ σου τυχεῖν ἐφίεμαι,
ἄκουσον. ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν
τύχας δοθείσας ἔστʼ ἀναγκαῖον φέρειν·
ὅσοι δʼ ἑκουσίοισιν ἔγκεινται βλάβαις,
ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν
δίκαιόν ἐστιν οὔτʼ ἐποικτίρειν τινά.
σὺ δʼ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχει,
ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων,
στυγεῖς, πολέμιον δυσμενῆ θʼ ἡγούμενος.
ὅμως δὲ λέξω· Ζῆνα δʼ ὅρκιον καλῶ·
καὶ ταῦτʼ ἐπίστω καὶ γράφου φρενῶν ἔσω.
σὺ γὰρ νοσεῖς τόδʼ ἄλγος ἐκ θείας τύχης,
Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ
σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις·
καὶ παῦλαν ἴσθι τῆσδε μή ποτʼ ἂν τυχεῖν
νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος
ταύτῃ μὲν αἴρῃ, τῇδε δʼ αὖ δύνῃ πάλιν,
πρὶν ἂν τὰ Τροίας πεδίʼ ἑκὼν αὐτὸς μόλῃς,
καὶ τοῖν παρʼ ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιν
νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα
ξὺν τοῖσδε τόξοις ξύν τʼ ἐμοὶ πέρσας φανῇς.
ὡς δʼ οἶδα ταῦτα τῇδʼ ἔχοντʼ ἐγὼ φράσω.
ἀνὴρ γὰρ ἡμῖν ἐστιν ἐκ Τροίας ἁλούς,
Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς
ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδʼ ἔτι
ὡς ἔστʼ ἀνάγκη τοῦ παρεστῶτος θέρους
Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσʼ ἑκὼν
κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.
ταῦτʼ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων.
καλὴ γὰρ ἡ ʼπίκτησις, Ἑλλήνων ἕνα
κριθέντʼ ἄριστον τοῦτο μὲν παιωνίας
ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον
Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.
Φιλοκτήτης
ὦ στυγνὸς αἰών, τί με, τί δῆτʼ ἔχεις ἄνω
βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;
οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις
τοῖς τοῦδʼ, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;
ἀλλʼ εἰκάθω δῆτʼ; εἶτα πῶς ὁ δύσμορος
εἰς φῶς τάδʼ ἔρξας εἶμι; τῷ προσήγορος;
πῶς, ὦ τὰ πάντʼ ἰδόντες ἀμφʼ ἐμοὶ κύκλοι,
ταῦτʼ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως
ἐμὲ ξυνόντα παισίν, οἵ μʼ ἀπώλεσαν;
πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;
οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει,
ἀλλʼ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι
δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν
μήτηρ γένηται, τἄλλα παιδεύει κακούς.
καὶ σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω τόδε.
χρῆν γάρ σε μήτʼ αὐτόν ποτʼ ἐς Τροίαν μολεῖν
ἡμᾶς τʼ ἀπείργειν, οἵ γέ σου καθύβρισαν,
πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ
εἶ ξυμμαχήσων, κἄμʼ ἀναγκάζεις τόδε;
μὴ δῆτα, τέκνον· ἀλλʼ ἅ μοι ξυνώμοσας,
πέμψον πρὸς οἴκους· καὐτὸς ἐν Σκύρῳ μένων
ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.
χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν,
διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶν
δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι.
Νεοπτόλεμος
λέγεις μὲν εἰκότʼ, ἀλλʼ ὅμως σε βούλομαι
θεοῖς τε πιστεύσαντα τοῖς τʼ ἐμοῖς λόγοις
φίλου μετʼ ἀνδρὸς τοῦδε τῆσδʼ ἐκπλεῖν χθονός.
Φιλοκτήτης
ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως
ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;
Νεοπτόλεμος
πρὸς τοὺς μὲν οὖν σε τήνδε τʼ ἔμπυον βάσιν
παύσοντας ἄλγους κἀποσώσοντας νόσου.
Φιλοκτήτης
ὦ δεινὸν αἶνον αἰνέσας, τί φής ποτε;
Νεοπτόλεμος
ἃ σοί τε κἀμοὶ λῷσθʼ ὁρῶ τελούμενα.
Φιλοκτήτης
καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς;
Νεοπτόλεμος
πῶς γάρ τις αἰσχύνοιτʼ ἂν ὠφελῶν φίλους·
Φιλοκτήτης
λέγεις δʼ Ἀτρείδαις ὄφελος ἢ ʼπʼ ἐμοὶ τόδε;
Νεοπτόλεμος
σοί που, φίλος γʼ ὤν, χὠ λόγος τοιόσδε μου.
Φιλοκτήτης
πῶς, ὅς γε τοῖς ἐχθροῖσί μʼ ἐκδοῦναι θέλεις;
Νεοπτόλεμος
ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.
Φιλοκτήτης
ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.
Νεοπτόλεμος
οὔκουν ἔγωγε· φημὶ δʼ οὔ σε μανθάνειν.
Φιλοκτήτης
ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με;
Νεοπτόλεμος
ἀλλʼ ἐκβαλόντες εἰ πάλιν σώσουσʼ ὅρα.
Φιλοκτήτης
οὐδέποθʼ ἑκόντα γʼ ὥστε τὴν Τροίαν ἰδεῖν.
Νεοπτόλεμος
τί δῆτʼ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γʼ ἐν λόγοις
πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
ὡς ῥᾷστʼ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ
ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
Φιλοκτήτης
ἔα με πάσχειν ταῦθʼ ἅπερ παθεῖν με δεῖ·
ἃ δʼ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,
πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,
καὶ μὴ βράδυνε μηδʼ ἐπιμνησθῇς ἔτι
Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.
Νεοπτόλεμος
εἰ δοκεῖ, στείχωμεν.
Φιλοκτήτης
ὦ γενναῖον εἰρηκὼς ἔπος.
Νεοπτόλεμος
ἀντέρειδε νῦν βάσιν σήν.
Φιλοκτήτης
εἰς ὅσον γʼ ἐγὼ σθένω.
Νεοπτόλεμος
αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι;
Φιλοκτήτης
μὴ φροντίσῃς.
Νεοπτόλεμος
τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν;
Φιλοκτήτης
ἐγὼ παρὼν
Νεοπτόλεμος
τίνα προσωφέλησιν ἔρξεις;
Φιλοκτήτης
βέλεσι τοῖς Ἡρακλέους
Νεοπτόλεμος
πῶς λέγεις;
Φιλοκτήτης
εἴρξω πελάζειν.
Νεοπτόλεμος
στεῖχε προσκύσας χθόνα.
Ἡρακλῆς
μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων
ἀίῃς μύθων, παῖ Ποίαντος·
φάσκειν δʼ αὐδὴν τὴν Ἡρακλέους
ἀκοῇ τε κλύειν λεύσσειν τʼ ὄψιν.
τὴν σὴν δʼ ἥκω χάριν οὐρανίας
ἕδρας προλιπών,
τὰ Διός τε φράσων βουλεύματά σοι
κατερητύσων θʼ ὁδὸν ἣν στέλλει·
σὺ δʼ ἐμῶν μύθων ἐπάκουσον.
καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,
ὅσους πονήσας καὶ διεξελθὼν πόνους
ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθʼ ὁρᾶν.
καὶ σοί, σάφʼ ἴσθι, τοῦτʼ ὀφείλεται παθεῖν,
ἐκ τῶν πόνων τῶνδʼ εὐκλεᾶ θέσθαι βίον.
ἐλθὼν δὲ σὺν τῷδʼ ἀνδρὶ πρὸς τὸ Τρωικὸν
πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς,
ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος,
Πάριν μέν, ὃς τῶνδʼ αἴτιος κακῶν ἔφυ,
τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,
πέρσεις τε Τροίαν, σκῦλά τʼ εἰς μέλαθρα σὰ
πέμψεις, ἀριστεῖʼ ἐκλαβὼν στρατεύματος,
Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.
ἃ δʼ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,
τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν
κόμιζε. καὶ σοὶ ταῦτʼ, Ἀχιλλέως τέκνον,
παρῄνεσʼ· οὔτε γὰρ σὺ τοῦδʼ ἄτερ σθένεις
ἑλεῖν τὸ Τροίας πεδίον οὔθʼ οὗτος σέθεν.
ἀλλʼ ὡς λέοντε συννόμω φυλάσσετον
οὗτος σὲ καὶ σὺ τόνδʼ· ἐγὼ δʼ Ἀσκληπιὸν
παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.
τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
τόξοις ἁλῶναι. τοῦτο δʼ ἐννοεῖθʼ, ὅταν
πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·
ὡς τἄλλα πάντα δεύτερʼ ἡγεῖται πατὴρ
Ζεύς· οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς·
κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
Φιλοκτήτης
ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας
χρόνιός τε φανείς,
οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.
Νεοπτόλεμος
κἀγὼ γνώμην ταύτῃ τίθεμαι.
Ἡρακλῆς
μή νυν χρόνιοι μέλλετε πράσσειν·
καιρὸς καὶ πλοῦς
ὅδʼ ἐπείγει γὰρ κατὰ πρύμνην.
Φιλοκτήτης
φέρε νυν στείχων χώραν καλέσω.
χαῖρʼ, ὦ μέλαθρον ξύμφρουρον ἐμοί,
νύμφαι τʼ ἔνυδροι λειμωνιάδες,
καὶ κτύπος ἄρσην πόντου προβολῆς,
οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη
κρᾶτʼ ἐνδόμυχον πληγαῖσι νότου,
πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας
Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ
στόνον ἀντίτυπον χειμαζομένῳ.
νῦν δʼ, ὦ κρῆναι Λύκιόν τε ποτόν,
λείπομεν ὑμᾶς, λείπομεν ἤδη
δόξης οὔ ποτε τῆσδʼ ἐπιβάντες.
χαῖρʼ, ὦ Λήμνου πέδον ἀμφίαλον,
καί μʼ εὐπλοίᾳ πέμψον ἀμέμπτως,
ἔνθʼ ἡ μεγάλη Μοῖρα κομίζει
γνώμη τε φίλων χὠ πανδαμάτωρ
δαίμων, ὃς ταῦτʼ ἐπέκρανεν.
Χορός
χωρῶμεν δὴ πάντες ἀολλεῖς,
νύμφαις ἁλίαισιν ἐπευξάμενοι
νόστου σωτῆρας ἱκέσθαι.