Hymn 27 To Artemis Anonymous Hugh G. Evelyn-White Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project Trustees of Tufts University Medford, MA Perseus Project Anonymous Hesiod, the Homeric Hymns and Homerica Hugh G. Evelyn-White London William Heinemann Ltd. New York The Macmillan Co. 1914 Loeb Classical Library Internet Archive

This pointer pattern extracts line

Greek Add CTS-card refsDecl Add citeStructure refsDecl Text keyboarded in the Philippines. Basic SGML tagging by Bill Merrill Go over text, check cardbreaks, and change tags to be more TEI conformant. split composite text and converted to unicode edited markup fixing titles and headers EpiDoc conversion and CTS related changes
Εἲς Ἄρτεμιν Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν, παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν, αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος, ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσας ἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνει πέμπουσα στονόεντα βέλη· τρομέει δὲ κάρηνα ὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕλη δεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖα πόντος τ’ ἰχθυόεις· ἣ δ’ ἄλκιμον ἦτορ ἔχουσα πάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην. αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα, εὐφρήνῃ δὲ νόον, χαλάσασ’ εὐκαμπέα τόξα ἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο, Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον, Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα. ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺς ἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα, ἐξάρχουσα χορούς· αἳ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαι ὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδας ἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους. χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο· αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.