Hymn 28 To Athena Anonymous Hugh G. Evelyn-White Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project Trustees of Tufts University Medford, MA Perseus Project Anonymous Hesiod, the Homeric Hymns and Homerica Hugh G. Evelyn-White London William Heinemann Ltd. New York The Macmillan Co. 1914 Loeb Classical Library Internet Archive

This pointer pattern extracts line

Greek Add CTS-card refsDecl Add citeStructure refsDecl Text keyboarded in the Philippines. Basic SGML tagging by Bill Merrill Go over text, check cardbreaks, and change tags to be more TEI conformant. split composite text and converted to unicode edited markup fixing titles and headers fixed incorrect text EpiDoc conversion and CTS related changes
Εἲς Ἀθήναν Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδειν γλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν, παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν, Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺς σεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν, χρύσεα, παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας ἀθανάτους· ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιο ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου, σείσασ’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα σμερδαλέον ἰάχησεν· ἐκινήθη δ’ ἄρα πόντος, κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δ’ ἅλμη ἐξαπίνης· στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς. καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο· αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.