Hymn 29 To Hestia Anonymous Hugh G. Evelyn-White Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project Trustees of Tufts University Medford, MA Perseus Project Anonymous Hesiod, the Homeric Hymns and Homerica Hugh G. Evelyn-White London William Heinemann Ltd. New York The Macmillan Co. 1914 Loeb Classical Library Internet Archive

This pointer pattern extracts line

Greek Add CTS-card refsDecl Add citeStructure refsDecl Text keyboarded in the Philippines. Basic SGML tagging by Bill Merrill Go over text, check cardbreaks, and change tags to be more TEI conformant. split composite text and converted to unicode edited markup fixing titles and headers fixed incorrect text EpiDoc conversion and CTS related changes
Εἲς Ἑστίαν ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων ἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν, καλὸν ἔχουσα γέρας καὶ τίμιον· οὐ γὰρ ἄτερ σοῦ εἰλαπίναι θνητοῖσιν, ἵν’ οὐ πρώτῃ πυμάτῃ τε Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον· καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ, ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων, ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε. ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν εἰδότες· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων εἰδότες ἔργματα καλὰ νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ. χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς· αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.