Hymn 30 To Earth Anonymous Hugh G. Evelyn-White Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project Trustees of Tufts University Medford, MA Perseus Project Anonymous Hesiod, the Homeric Hymns and Homerica Hugh G. Evelyn-White London William Heinemann Ltd. New York The Macmillan Co. 1914 Loeb Classical Library Internet Archive

This pointer pattern extracts line

Greek Add CTS-card refsDecl Add citeStructure refsDecl Text keyboarded in the Philippines. Basic SGML tagging by Bill Merrill Go over text, check cardbreaks, and change tags to be more TEI conformant. split composite text and converted to unicode edited markup fixing titles and headers EpiDoc conversion and CTS related changes
Εἲς Γῆν Μητέρα Πάντων γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον, πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθʼ ὁπόσʼ ἐστίν, ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντον ἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου. ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι, πότνια, σεῦ δʼ ἔχεται δοῦναι βίον ἠδʼ ἀφελέσθαι θνητοῖς ἀνθρώποισιν· ὃ δʼ ὄλβιος, ὅν κε σὺ θυμῷ πρόφρων τιμήσῃς· τῷ τʼ ἄφθονα πάντα πάρεστι. βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατʼ ἀγροὺς κτήνεσιν εὐθηνεῖ, οἶκος δʼ ἐμπίπλαται ἐσθλῶν· αὐτοὶ δʼ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικα κοιρανέουσʼ, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ· παῖδες δʼ εὐφροσύνῃ νεοθηλέι κυδιόωσι παρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷ παίζουσαι σκαίρουσι κατʼ ἄνθεα μαλθακὰ ποίης, οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον. χαῖρε, θεῶν μήτηρ, ἄλοχʼ Οὐρανοῦ ἀστερόεντος, πρόφρων δʼ ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε· αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.