Hymn 31 To Helios Anonymous Hugh G. Evelyn-White Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project Trustees of Tufts University Medford, MA Perseus Project Anonymous Hesiod, the Homeric Hymns and Homerica Hugh G. Evelyn-White London William Heinemann Ltd. New York The Macmillan Co. 1914 Loeb Classical Library Internet Archive

This pointer pattern extracts line

Greek Add CTS-card refsDecl Add citeStructure refsDecl Text keyboarded in the Philippines. Basic SGML tagging by Bill Merrill Go over text, check cardbreaks, and change tags to be more TEI conformant. split composite text and converted to unicode edited markup fixing titles and headers EpiDoc conversion and CTS related changes
Εἲς Ἥλιον ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα, Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπις γείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος· γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων, αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα, Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε Σελήνην Ἠέλιόν τʼ ἀκάμαντʼ, ἐπιείκελον ἀθανάτοισιν, ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσιν ἵπποις ἐμβεβαώς· σμερδνὸν δʼ ὅ γε δέρκεται ὄσσοις χρυσέης ἐκ κόρυθος· λαμπραὶ δʼ ἀκτῖνες ἀπʼ αὐτοῦ αἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τʼ ἔθειραι λαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωπον τηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθος λεπτουργές, πνοιῇ ἀνέμων· ὕπο δʼ ἄρσενες ἵπποι. ἔνθʼ ἄρʼ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους, [αὔτοθι παύεται ἄκρου ἐπʼ οὐρανοῦ, εἰσόκεν αὖτις] θεσπέσιος πέμπῃσι διʼ οὐρανοῦ Ὠκεανόνδε. χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρεʼ ὄπαζε. ἐκ σέο δʼ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶν ἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.