Hymn 32 To Selene Anonymous Hugh G. Evelyn-White Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project Trustees of Tufts University Medford, MA Perseus Project Anonymous Hesiod, the Homeric Hymns and Homerica Hugh G. Evelyn-White London William Heinemann Ltd. New York The Macmillan Co. 1914 Loeb Classical Library Internet Archive

This pointer pattern extracts line

Greek Add CTS-card refsDecl Add citeStructure refsDecl Text keyboarded in the Philippines. Basic SGML tagging by Bill Merrill Go over text, check cardbreaks, and change tags to be more TEI conformant. split composite text and converted to unicode edited markup fixing titles and headers EpiDoc conversion and CTS related changes
Εἲς Σελήνην μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι, ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς· ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτος κρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεν αἴγλης λαμπούσης· στίλβει δέ τʼ ἀλάμπετος ἀὴρ χρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται, εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν, εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη, ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας, ἐσσυμένως προτέρωσʼ ἐλάσῃ καλλίτριχας ἵππους, ἑσπερίη, διχόμηνος· ὃ δὲ πλήθει μέγας ὄγμος λαμπρόταταί τʼ αὐγαὶ τότʼ ἀεξομένης τελέθουσιν οὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται. τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ· ἣ δʼ ὑποκυσαμένη Πανδείην γείνατο κούρην, ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι. χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη, πρόφρον, ἐυπλόκαμος· σέο δʼ ἀρχόμενος κλέα φωτῶν ᾄσομαι ἡμιθέων, ὧν κλείουσʼ ἔργματʼ ἀοιδοί, Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.