Hymn 33 To the Dioscuri Anonymous Hugh G. Evelyn-White Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project Trustees of Tufts University Medford, MA Perseus Project Anonymous Hesiod, the Homeric Hymns and Homerica Hugh G. Evelyn-White London William Heinemann Ltd. New York The Macmillan Co. 1914 Loeb Classical Library Internet Archive

This pointer pattern extracts line

Greek Add CTS-card refsDecl Add citeStructure refsDecl Text keyboarded in the Philippines. Basic SGML tagging by Bill Merrill Go over text, check cardbreaks, and change tags to be more TEI conformant. split composite text and converted to unicode edited markup fixing titles and headers fixed incorrect text EpiDoc conversion and CTS related changes
Εἲς Διοσκούρους ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι, Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα, Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα, τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιο μιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνι σωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπων ὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαι χειμέριαι κατὰ πόντον ἀμείλιχον· οἳ δ’ ἀπὸ νηῶν εὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιο ἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντες πρύμνης· τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσης θῆκαν ὑποβρυχίην· οἳ δ’ ἐξαπίνης ἐφάνησαν ξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀίξαντες, αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας, κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι, σήματα καλά, πόνου ἀπονόσφισιν· οἳ δὲ ἰδόντες γήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο. χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων· αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.