This pointer pattern extracts chapter and section
This pointer pattern extracts chapter
ὁ δὲ λαβὼν ἐχάρη τῷ δώρῳ καὶ ἐχρῆτο· καὶ ἐγένοντο αὐτῷ μαθηταὶ κυνηγεσίων τε καὶ ἑτέρων καλῶν Κέφαλος, Ἀσκληπιός, Μειλανίων, Μέστωρ, Ἀμφιάραος, Πηλεύς, Τελαμών, Μελέαγρος, Θησεύς, Ἱππόλυτος, Παλαμήδης, Μενεσθεύς, Ὀδυσσεύς, Διομήδης, Κάστωρ, Πολυδεύκης, Μαχάων, Ποδαλείριος, Ἀντίλοχος, Αἰνείας, Ἀχιλλεύς, ὧν κατὰ χρόνον ἕκαστος ὑπὸ θεῶν ἐτιμήθη.
θαυμαζέτω δὲ μηδεὶς ὅτι οἱ πολλοὶ αὐτῶν ἀρέσκοντες θεοῖς ὅμως ἐτελεύτησαν· τοῦτο μὲν γὰρ ἡ φύσις· ἀλλʼ οἱ ἔπαινοι αὐτῶν μεγάλοι ἐγένοντο· μηδὲ ὅτι οὐχ αἱ αὐταὶ ἡλικίαι πᾶσι τούτοις· ὁ γὰρ Χείρωνος βίος πᾶσιν ἐξήρκει. Ζεῦς γὰρ καὶ Χείρων ἀδελφοὶ πατρὸς μὲν τοῦ αὐτοῦ, μητρὸς δὲ ὁ μὲν Ῥέας, ὁ δὲ Ναΐδος νύμφης·
ὥστε ἐγεγόνει μὲν Χείρων πρότερος τούτων, ἐτελεύτησε δὲ ὕστερος, ἐπεὶ Ἀχιλλέα ἐπαίδευσεν.
ἐκ δὲ τῆς ἐπιμελείας τῆς ἐκ τῶν κυνῶν καὶ κυνηγεσίων καὶ
Κέφαλος μὲν καὶ ὑπὸ θεᾶς ἡρπάσθη, Ἀσκληπιὸς δὲ
Μειλανίων δὲ τοσοῦτον ὑπερέσχε φιλοπονίᾳ, ὥστε ὧν αὐτῷ ἀντερασταὶ ἐγένοντο οἱ τότε ἄριστοι τῶν τότε μεγίστων γάμων μόνος ἔτυχεν Ἀταλάντης. Νέστορος δὲ προδιελήλυθεν ἡ ἀρετὴ τῶν Ἑλλήνων τὰς ἀκοάς, ὥστε εἰδόσιν ἂν λέγοιμι.
Ἀμφιάραος δὲ ὅτʼ ἐπὶ Θήβας ἐστράτευσε, πλεῖστον κτησάμενος ἔπαινον ἔτυχε παρὰ θεῶν ἀείζως τιμᾶσθαι. Πηλεὺς δʼ ἐπιθυμίαν παρέσχε καὶ θεοῖς δοῦναι τε Θέτιν αὐτῷ καὶ τὸν γάμον παρὰ Χείρωνι ὑμνῆσαι.
Τελαμὼν δὲ τοσοῦτος ἐγένετο, ὥστʼ ἐκ μὲν πόλεως τῆς μεγίστης ἣν αὐτὸς ἐβούλετο γῆμαι Περίβοιαν τὴν Ἀλκάθου· ὅτε δὲ ὁ πρῶτος τῶν Ἑλλήνων ἐδίδου τἀριστεῖα Ἡρακλῆς ὁ Διός, ἑλὼν Τροίαν, Ἡσιόνην αὐτῷ ἔδωκεν.
Μελέαγρος δὲ τὰς μὲν τιμὰς ἃς ἔλαβε φανεραί· πατρὸς δʼ ἐν γήρᾳ ἐπιλανθανομένου τῆς θεοῦ οὐχ ὑπὸ τῆς αὑτοῦ αἰτίας ἐδυστύχησε. Θησεὺς δὲ τοὺς μὲν τῆς Ἑλλάδος ἐχθροὺς πάσης μόνος ἀπώλεσε· τὴν δʼ αὑτοῦ πατρίδα πολὺ μείζω ποιήσας ἔτι καὶ νῦν θαυμάζεται.
Ἱππόλυτος δὲ ὑπὸ μὲν τῆς Ἀρτέμιδος ἐτιμᾶτο καὶ ἐν λόγοις συνῆν, σωφροσύνῃ δὲ καὶ ὁσιότητι μακαρισθεὶς ἐτελεύτησε. Παλαμήδης δὲ ἕως μὲν περιῆν πάντων τῶν ἐφʼ ἑαυτοῦ ὑπερέσχε σοφία. ἀποθανὼν δὲ ἀδίκως τοσαύτης ἔτυχε τιμωρίας ὑπὸ θεῶν, ὅσης οὐδεὶς ἄλλος ἀνθρώπων. ἐτελεύτησε δὲ οὐχ ὑφʼ ὧν οἴονταί τινες· οὐ γὰρ ἂν ἦν ὁ μὲν σχεδόν τι ἄριστος, ὁ δὲ ὅμοιος ἀγαθοῖς· κακοὶ δὲ ἔπραξαν τὸ ἔργον.
Μενεσθεὺς δὲ ἐκ τῆς ἐπιμελείας τῆς ἐκ τῶν κυνηγεσίων τοσοῦτον
ὑπερέβαλε φιλοπονίᾳ, ὥστε ὁμολογεῖται τοὺς τῶν Ἑλλήνων πρώτους ὑστέρους
εἶναι τὰ εἰς τὸν πόλεμον ἐκείνου πλὴν Νέστορος· καὶ οὗτος οὐ προέχειν
λέγεται, ἀλλὰ ἐρίζειν.
Ὀδυσσεὺς δὲ καὶ Διομήδης λαμπροὶ μὲν καὶ καθʼ ἓν ἕκαστον, τὸ δὲ ὅλον αἴτιοι τοῦ Τροίαν ἁλῶναι. Κάστωρ δὲ καὶ Πολυδεύκης ὅσα ἐπεδείξαντο ἐν τῇ Ἑλλάδι τῶν παρὰ Χείρωνος διὰ τὸ ἀξίωμα τὸ ἐκ τούτων ἀθάνατοί εἰσι.
Μαχάων δὲ καὶ Ποδαλείριος παιδευθέντες τὰ αὐτὰ ἐγένοντο καὶ τέχνας καὶ λόγους καὶ πολέμους ἀγαθοί. Ἀντίλοχος δὲ τοῦ πατρὸς ὑπεραποθανὼν τοσαύτης ἔτυχεν εὐκλείας, ὥστε μόνος φιλοπάτωρ παρὰ τοῖς Ἕλλησιν ἀναγορευθῆναι.
Αἰνείας δὲ σώσας μὲν τοὺς πατρῴους καὶ μητρῴους θεούς, σώσας δὲ καὶ αὐτὸν τὸν πατέρα, δόξαν εὐσεβείας ἐξηνέγκατο, ὥστε καὶ οἱ πολέμιοι μόνῳ ἐκείνῳ ὧν ἐκράτησαν ἐν Τροίᾳ ἔδοσαν μὴ συληθῆναι.
Ἀχιλλεὺς δʼ ἐν ταύτῃ τῇ παιδείᾳ τραφεὶς οὕτω καλὰ καὶ μεγάλα μνημεῖα παρέδωκεν, ὥστε οὔτε λέγων οὔτʼ ἀκούων περὶ ἐκείνου οὐδεὶς ἀπαγορεύει.
οὗτοι δὲ τοιοῦτοι ἐγένοντο ἐκ τῆς ἐπιμελείας τῆς παρὰ Χείρωνος, ἧς οἱ μὲν
ἀγαθοὶ ἔτι καὶ νῦν ἐρῶσιν, οἱ δὲ κακοὶ φθονοῦσιν, ὥστʼ ἐν μὲν τῇ Ἑλλάδι εἴ
τῳ συμφοραὶ ἐγίγνοντο ἢ πόλει ἢ βασιλεῖ, ἐλύοντο
εἰς τὰ ἄλλα ἐξ ὧν ἀνάγκη καλῶς νοεῖν καὶ
λέγειν καὶ πράττειν.
τὸν μὲν ἔχοντα σκεψάμενον τὴν οὐσίαν, ᾧ μὲν
ἔστιν ἱκανή, ἀξίως τῆς αὑτοῦ ὡφελείας, ᾧ δὲ μὴ ἔστιν, ἀλλʼ οὖν τήν γε
προθυμίαν παρεχέσθω μηδὲν ἐλλείπων τῆς ἑαυτοῦ δυνάμεως.
ὅσα δὲ καὶ οἷα δεῖ παρεσκευασμένον ἐλθεῖν ἐπʼ αὐτὸ φράσω καὶ αὐτὰ καὶ τὴν ἐπιστήμην ἑκάστου, ἵνα προειδὼς ἐγχειρῇ τῷ ἔργῳ. καὶ μηδεὶς αὐτὰ φαῦλα νομισάτω εἶναι· ἄνευ γὰρ δὴ τούτων οὐκ ἂν εἴη πρᾶξις.
χρὴ δὲ τὸν μὲν ἀρκυωρὸν εἶναι ἐπιθυμοῦντα τοῦ ἔργου καὶ τὴν φωνὴν Ἕλληνα, τὴν δὲ ἡλικίαν περὶ ἔτη εἴκοσι, τὸ δὲ εἶδος ἐλαφρόν, ἰσχυρόν, ψυχὴν δὲ ἱκανόν, ἵνα τῶν πόνων τούτοις κρατῶν χαίρῃ τῷ ἔργῳ·
τὰς δὲ ἄρκυς Φασιανοῦ ἢ Καρχηδονίου λεπτοῦ λίνου καὶ τὰ ἐνόδια καὶ τὰ δίκτυα.
ἔστωσαν δὲ αἱ μὲν ἄρκυς ἐννεάλινοι
ἵνα εὔτροχοι ὦσι, τὰ δʼ ἐνόδια δωδεκάλινα,
ἐν δὲ τοῖς ἀκρωλενίοις τὰ μὲν ἐνόδια ἐχέτω μαστούς, τὰ δὲ δίκτυα δακτυλίους, τοὺς δὲ περιδρόμους ἀπὸ στροφείων.
αἱ δὲ σχαλίδες αἱ μὲν τῶν ἀρκύων τὸ μῆκος δέκα παλαιστῶν, ἔστωσαν δὲ καὶ
ἐλάττους· αἱ μὲν ἄνισοι αὐτῶν ἐν τοῖς ἑτεροκλινέσι τῶν χωρίων, ἵνα ἴσα τὰ
ὕψη ἐξαίρωσιν, ἐν δὲ τοῖς ὁμαλέσιν αἱ ἴσαι· αὗται δʼ εὐπερίσπαστοι τὰ ἄκρα
καὶ αὗται λεῖαι· αἱ δὲ τῶν ἐνοδίων τῶν ἀρκύων διπλάσιαι, αἱ δὲ
τῶν δικτύων τὸ μὲν μέγεθος πεντεσπίθαμοι, δίκρα ἔχουσαι μικρά, τὰ ἐντμήματα
μὴ βαθέα· εὐπαγεῖς δὲ πᾶσαι καὶ μὴ ἀσύμμετροι τὰ πάχη πρὸς τὰ μήκη.
τῷ δὲ πλήθει τῶν σχαλίδων οἷόν τʼ ἐστὶ χρῆσθαι πρὸς τὰ δίκτυα πολλῷ καὶ ὀλίγῳ· ἐλάττονι μέν, ἂν σφόδρα τείνηται ἐν τῇ στάσει, πλέονι δʼ, ἂν ἡσυχῇ.
ἔστω δὲ καὶ ἐν ὅτῳ ἔσονται αἱ ἄρκυς καὶ τὰ ἐνόδια καὶ
χείρους δὲ καὶ πλείους αἱ τοιαίδε, μικραί, γρυπαί, χαροποί, μυωποί, ἄμορφοι, σκληραί, ἀσθενεῖς, ψιλαί, ὑψηλαί, ἀσύμμετροι, ἄψυχοι, ἄρρινες, οὐκ εὔποδες.
αἱ μὲν οὖν μικραὶ πολλάκις ἀποστεροῦνται τῆς ἐργασίας διὰ τὸ μικρόν· αἱ δὲ
γρυπαὶ ἄστομοι καὶ διὰ τοῦτο οὐ κατέχουσι τὸν λαγῶ·
ἄλλαι δὲ συνάγουσι τὰ ὦτα καὶ ἐπισκυθρωπάσασαι διὰ τοῦ ἴχνους, σχάσασαι τὴν οὐρὰν καὶ φράξασαι διατρέχουσι· πολλαὶ δὲ τούτων μὲν οὐδὲν ποιοῦσι, μανικῶς δὲ περιφερόμεναι ὑλακτοῦσι περὶ τὰ ἴχνη, ὅτε δὲ εἰσπίπτουσιν εἰς αὐτά, ἀφρόνως καταπατοῦσαι τὰς αἰσθήσεις.
εἰσὶ δὲ αἳ κύκλοις πολλοῖς χρώμεναι καὶ πλάνοις, ὑπολαμβάνουσαι ἐκ τοῦ πρόσω
τὰ ἴχνη παραλείπουσι τὸν λαγῶ, ὁσάκις δʼ ἐπιτρέχουσι τὰ ἴχνη, εἰκάζουσι,
προορώμεναι δὲ τὸν λαγῶ τρέμουσι καὶ οὐκ ἐπέρχονται πρὶν
ὅσαι δὲ τὰ τῶν ἄλλων κυνῶν εὑρήματα ἐν ταῖς ἰχνείαις καὶ μεταδρομαῖς προθέουσαι θαμινὰ σκοποῦσιν, ἑαυταῖς ἀπίστως ἔχουσι· θρασεῖαι δʼ αἳ οὐκ ἐῶσι τῶν συνεργῶν τὰς σοφωτέρας εἰς τὸ πρόσθεν προιέναι, ἀλλʼ ἀνείργουσι θορυβοῦσαι· αἱ δὲ ἀσπαζόμεναι τὰ ψευδῆ καὶ ὑπερλαμπρυνόμεναι ἐφʼ ὅτῳ ἂν τύχωσι προάγουσι συνειδυῖαι ἑαυταῖς ὅτι ἐξαπατῶσιν· αἱ δʼ οὐκ εἰδυῖαι τὸ αὐτὸ ποιοῦσι ταύταις· φαῦλαι δὲ αἳ οὐκ ἀπαλλαττόμεναι ἐκ τῶν τριμμῶν τὰ ὀρθὰ οὐ γιγνώσκουσιν.
ὅσαι δὲ τῶν κυνῶν τὰ ἴχνη τὰ μὲν εὐναῖα ἀγνοοῦσι, τὰ δὲ δρομαῖα ταχὺ διατρέχουσιν, οὐκ εἰσὶ γνήσιαι· διώκουσι δὲ αἱ μὲν ἀρχόμεναι σφόδρα, διὰ δὲ μαλακίαν ἀνιᾶσιν, αἱ δὲ ὑποθέουσιν, εἶτα ἁμαρτάνουσιν, ἕτεραι δὲ ἀνοήτως ἐμπίπτουσαι εἰς τὰς ὁδοὺς ἁμαρτάνουσι, τὸ ἀνήκουστον πολὺ ἔχουσαι.
πολλαὶ δὲ τὰ διώγματα ἀφιεῖσαι ἐπανέρχονται διὰ τὸ μισόθηρον, πολλαὶ δὲ διὰ τὸ φιλάνθρωπον· αἱ δʼ ἐκ τῶν ἰχνῶν κεκλαγγυῖαι ἐξαπατᾶν πειρῶνται, ἀληθῆ τὰ ψευδῆ ποιούμεναι.
εἰσὶ δὲ αἳ τοῦτο μὲν οὐ ποιοῦσι, μεταξὺ δὲ θέουσαι ἄν ποθεν ἀκούσωσι κραυγῆς, καταλείπουσαι τὰ αὑτῶν ἔργα ἀπρονοήτως ἐπὶ τοῦτο φέρονται· μεταθέουσι δὲ αἱ μὲν ἀσαφῶς, αἱ δὲ πολὺ ὑπολαμβάνουσαι, δοξάζουσαι δὲ ἑτέρως· αἱ δὲ πεπλασμένως, φθονερῶς δὲ ἄλλαι ἐκκυνοῦσι παρὰ τὸ ἴχνος διὰ τέλους συμπεριφερόμεναι.
τὰ μὲν οὖν πλεῖστα τούτων φύσει ἔχουσι, τὰ δὲ ἠγμέναι ἀνεπιστημόνως δύσχρηστοί εἰσιν· αἱ τοιαῦται μὲν οὖν κύνες ἀποτρέψειαν ἂν τοὺς ἐπιθυμοῦντας κυνηγεσίων. οἵας δὲ δεῖ εἶναι τοῦ αὐτοῦ γένους τά τε εἴδη καὶ τὰ ἄλλα φράσω.
μὴ
σκληράς, ὑποκώλια μακρά, περιφερῆ, εὐπαγῆ, σκέλη πολὺ μείζω τὰ ὄπισθεν τῶν
ἔμπροσθεν καὶ ἐπίρρικνα, πόδας περιφερεῖς.
καὶ ἐὰν ὦσι τοιαῦται αἱ κύνες, ἔσονται ἰσχυραὶ τὰ εἴδη, ἐλαφραί, σύμμετροι, ποδώκεις, καὶ ἀπὸ τῶν προσώπων φαιδραὶ καὶ εὔστομοι.
ἰχνευέτωσαν δὲ ἐκ τῶν τριμμῶν ταχὺ ἀπαλλαττόμεναι, τιθεῖσαι τὰς κεφαλὰς ἐπὶ
γῆν λεχρίας, ἐμμειδιῶσαι μὲν πρὸς τὰ ἴχνη, ἐπικαταβάλλουσαι δὲ τὰ ὦτα· καὶ
τὰ μὲν ὄμματα πυκνὰ διακινοῦσαι, ταῖς δὲ οὐραῖς διασαίνουσαι κύκλους πολλοὺς
ὅταν δὲ περὶ αὐτὸν ὦσι τὸν λαγῶ, δῆλον ποιείτωσαν τῷ κυνηγέτῃ θᾶττον φοιτῶσαι, μᾶλλον γνωρίζουσαι ἀπὸ τοῦ θυμοῦ, ἀπὸ τῆς κεφαλῆς, ἀπὸ τῶν ὀμμάτων, ἀπὸ τῆς μεταλλάξεως τῶν σχημάτων καὶ ἀπὸ τῶν ἀναβλεμμάτων καὶ ἐμβλεμμάτων εἰς τὴν ὕλην καὶ ἀναστρεμμάτων τῶν ἐπὶ τὰς καθέδρας τοῦ λαγῶ, καὶ ἀπὸ τῶν εἰς τὸ πρόσθεν καὶ ὄπισθεν καὶ εἰς τὸ πλάγιον διαρριμμάτων, καὶ ἀπὸ τοῦ ἀληθῶς ἤδη αἰωρεῖσθαι τὴν ψυχὴν καὶ ὑπερχαίρειν ὅτι τοῦ λαγῶ ἐγγύς εἰσι.
διωκέτωσαν δὲ ἐρρωμένως καὶ μὴ ἐπανιεῖσαι σὺν πολλῇ κλαγγῇ καὶ ὑλαγμῷ, συνεκπερῶσαι μετὰ τοῦ λαγῶ πάντῃ. μεταθείτωσαν δὲ ταχὺ καὶ λαμπρῶς, πυκνὰ μεταφερόμεναι καὶ ἐπανακλαγγάνουσαι δικαίως· πρὸς δὲ τὸν κυνηγέτην μὴ ἐπανίτωσαν λιποῦσαι τὰ ἴχνη.
μετὰ δὲ τοῦ εἴδους καὶ τοῦ ἔργου τούτου εὔψυχοι ἔστωσαν καὶ εὔρινες καὶ εὔποδες καὶ εὔτριχες. εὔψυχοι μὲν οὖν ἔσονται, ἐὰν μὴ λείπωσι τὰ κυνηγέσια ὅταν ᾖ πνίγη· εὔρινες δέ, ἐὰν τοῦ λαγῶ ὀσφραίνωνται ἐν τόποις ψιλοῖς, ξηροῖς, προσηλίοις τοῦ ἄστρου ἐπιόντος· εὔποδες δέ, ἐὰν τῇ αὐτῇ ὥρᾳ μὴ καταρρηγνύωνται αὐτῶν οἱ πόδες τὰ ὄρη θεουσῶν· εὔτριχες δέ, ἐὰν ἔχωσι λεπτὴν καὶ πυκνὴν καὶ μαλακὴν τὴν τρίχα.
τὰ δὲ χρώματα οὐ χρὴ εἶναι τῶν κυνῶν οὔτε πυρρὰ οὔτε μέλανα οὔτε λευκὰ
παντελῶς· ἔστι γὰρ οὐ γενναῖον τοῦτο, ἀλλ
αἱ μὲν οὖν πυρραὶ ἔχουσαι ἔστωσαν λευκὴν τρίχα ἐπανθοῦσαν περὶ τὰ μέτωπα καὶ αἱ μέλαιναι, αἱ δὲ λευκαὶ πυρράν· ἐπὶ δὲ ταῖς μηριαίαις ἄκραις τρίχας ὀρθάς, βαθείας, καὶ ἐπὶ ταῖς ὀσφύσι καὶ ταῖς οὐραῖς κάτω, ἄνωθεν δὲ μετρίας.
ἔστι δὲ καὶ ἄνευ τοῦ εὑρίσκειν τὸν λαγῶ ἀγαθὸν ἄγειν τὰς κύνας
ἀγέσθωσαν δὲ θέρους μὲν μέχρι μεσημβρίας, χειμῶνος δὲ διʼ ἡμέρας, μετοπώρου δʼ ἔξω μεσημβρίας, ἐντὸς δὲ ἑσπέρας τὸ ἔαρ. ταῦτα γὰρ μέτρια.
καὶ αἱ κύνες μαλκίουσαι τὰς ῥῖνας οὐ δύνανται αἰσθάνεσθαι ὅταν ᾖ τοιαῦτα, πρὶν ἂν ὁ ἥλιος διαλύσῃ αὐτὰ ἢ προϊοῦσα ἡ ἡμέρα· τότε δὲ καὶ αἱ κύνες ὀσφραίνονται καὶ αὐτὰ ἐπαναφερόμενα ὄζει.
ἀφανίζει δὲ καὶ ἡ πολλὴ δρόσος καταφέρουσα αὐτά, καὶ οἱ ὄμβροι οἱ γιγνόμενοι διὰ χρόνου ὀσμὰς ἄγοντες τὴν γῆν ποιοῦσι δύσοσμον, ἕως ἂν ψυχθῇ· χείρω δὲ καὶ τὰ νότια ποιεῖ· ὑγραίνοντα γὰρ διαχεῖ· τὰ δὲ βόρεια, ἐὰν ᾖ ἄλυτα, συνίστησι καὶ σῴζει.
οἱ δὲ ὑετοὶ κατακλύζουσι καὶ αἱ ψακάδες, καὶ ἡ σελήνη ἀμαυροῖ τῷ θερμῷ, μάλιστα δὲ ὅταν ᾖ πανσέληνος· καὶ μανότατα τότε· χαίροντες γὰρ τῷ φέγγει ἐπαναρριπτοῦντες μακρὰν διαίρουσιν ἀντιπαίζοντες· ταραχώδη δὲ ὅταν ἀλώπεκες προδιεξέλθωσι γίγνεται.
τὸ δὲ ἔαρ κεκραμένον τῇ ὥρᾳ καλῶς παρέχει τὰ ἴχνη λαμπρά, πλὴν εἴ τι ἡ γῆ ἐξανθοῦσα βλάπτει τὰς κύνας, εἰς τὸ αὐτὸ συμμιγνύουσα τῶν ἀνθῶν τὰς ὀσμάς. λεπτὰ δὲ καὶ ἀσαφῆ τοῦ θέρους· διάπυρος γὰρ οὖσα ἡ γῆ ἀφανίζει τὸ θερμὸν ὃ ἔχουσιν· ἔστι γὰρ λεπτόν· καὶ αἱ κύνες ἧττον ὀσφραίνονται τότε διὰ τὸ ἐκλελύσθαι τὰ σώματα. τοῦ δὲ μετοπώρου καθαρά· ὅσα γὰρ ἡ γῆ φέρει, τὰ μὲν ἥμερα συγκεκόμισται, τὰ δὲ ἄγρια γήρᾳ διαλέλυται· ὥστε οὐ παραλυποῦσι τῶν καρπῶν αἱ ὀσμαὶ εἰς ταὐτὰ φερόμεναι.
ἔστι δὲ τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ τοῦ μετοπώρου τὰ ἴχνη ὀρθὰ ἐπὶ πολύ, τοῦ δʼ ἦρος συμπεπλεγμένα· τὸ γὰρ θηρίον συνδυάζεται μὲν ἀεί, μάλιστα δὲ ταύτην τὴν ὥραν· ὥστε διὰ τοῦτο ἐξ ἀνάγκης μετʼ ἀλλήλων πλανώμενοι τοιαῦτα ποιοῦσιν.
ὄζει δὲ τῶν ἰχνῶν ἐπὶ πλείω χρόνον τῶν εὐναίων ἢ τῶν δρομαίων· τὰ μὲν γὰρ
εὐναῖα
ὁ μὲν οὖν εὐναῖος ποιούμενος εὐνὴν ἐπὶ πολὺ ὅταν μὲν ᾖ ψύχη, ἐν εὐδιεινοῖς, ὅταν δὲ καύματα, ἐν παλισκίοις, τὸ δὲ ἔαρ καὶ τὸ μετόπωρον ἐν προσηλίοις· οἱ δὲ δρομαῖοι οὐχ οὕτως διὰ τὸ ὑπὸ τῶν κυνῶν ἔκπληκτοι γίγνεσθαι.
κατακλίνεται δὲ ὑποθεὶς τὰ ὑποκώλια ὑπὸ τὰς λαγόνας, τὰ δὲ πρόσθεν σκέλη τὰ πλεῖστα συνθεὶς καὶ ἐκτείνας, ἐπʼ ἄκρους δὲ τοὺς πόδας τὴν γένυν καταθείς, τὰ δὲ ὦτα ἐπιπετάσας ἐπὶ τὰς ὠμοπλάτας· οὕτω δὲ ὑποστέγει τὰ ὑγρά· ἔχει δὲ καὶ τὴν τρίχα στεγανήν· πυκνὴ γὰρ καὶ μαλακή.
καὶ ὅταν μὲν ἐγρηγόρῃ, καταμύει τὰ βλέφαρα, ὅταν δὲ καθεύδῃ, τὰ μὲν βλέφαρα ἀναπέπταται ἀκίνητα, οἱ δὲ ὀφθαλμοὶ ἀτρέμας ἔχουσι· τοὺς δὲ μυκτῆρας, ὅταν μὲν εὕδῃ, κινεῖ πυκνά, ὅταν δὲ μή, ἧττον.
ὅταν δὲ ἡ γῆ βρύῃ, μᾶλλον τὰ ἔργα ἢ τὰ ὄρη ἔχουσιν. ὑπομένει δὲ πανταχοῦ ἰχνευόμενος, ἐὰν μήτι περίφοβος τῆς νυκτὸς γένηται· παθὼν δὲ τοῦτο ὑποκινεῖ.
τὰ μὲν οὖν λίαν νεογνὰ οἱ φιλοκυνηγέται ἀφιᾶσι τῇ θεῷ. οἱ δὲ ἤδη ἔτειοι τάχιστα θέουσι τὸν πρῶτον δρόμον, τοὺς δʼ ἄλλους οὐκέτι· εἰσὶ γὰρ ἐλαφροί, ἀδύνατοι δέ.
εὑρισκόμενοι δὲ ὑπʼ αὐτῶν καὶ διωκόμενοι ἔστιν ὅτε διαβαίνουσι τὰ ῥεύματα καὶ ὑποκάμπτουσι καὶ καταδύονται εἰς φάραγγας καὶ εἰς ἰλεούς· πεφόβηνται γὰρ οὐ μόνον τὰς κύνας ἀλλὰ καὶ τοὺς ἀετούς· ὑπερβάλλοντες γὰρ τὰ σιμὰ καὶ τὰ ψιλὰ ἀναρπάζονται, ἕως ἂν ὦσιν ἔτειοι·
τοὺς δὲ μείζους ἐπιτρέχουσαι αἱ κύνες ἀναιροῦνται. ποδωκέστατοι μὲν οὖν εἰσιν οἱ ὄρειοι, οἱ πεδινοὶ δὲ ἧττον, βραδύτατοι δὲ οἱ ἕλειοι· οἱ δʼ ἐπὶ πάντας τοὺς τόπους πλανῆται χαλεποὶ πρὸς τοὺς δρόμους· τὰ γὰρ σύντομα ἴσασι· θέουσι γὰρ μάλιστα μὲν τὰ ἀνάντη ἢ τὰ ὁμαλά,
τὰ δὲ ἀνώμαλα ἀνομοίως, τὰ δὲ κατάντη ἥκιστα. διωκόμενοι δέ εἰσι κατάδηλοι
μάλιστα μὲν διὰ γῆς κεκινημένης, ἐὰν ἔχωσιν ἔνιον ἐρύθημα, καὶ διὰ καλάμης
διὰ τὴν ἀνταύγειαν· κατάδηλοι δὲ καὶ ἐν τοῖς τριμμοῖς καὶ ἐν ταῖς ὁδοῖς, ἐὰν
ὦσιν ἰσόπεδοι· τὸ γὰρ φανὸν τὸ ἐν αὐτοῖς ἐνὸν ἀντιλάμπει· ἄδηλοι δέ, ὅταν
προλαμβάνοντες δὲ τὰς κύνας ἐφίστανται καὶ ἀνακαθίζοντες ἐπαίρουσιν αὑτοὺς καὶ ἐπακούουσιν, εἴ που πλησίον κλαγγὴ ἢ ψόφος τῶν κυνῶν· καὶ ὅθεν ἂν ἀκούσωσιν ἀποτρέπονται.
ὁτὲ δὲ καὶ οὐκ ἀκούσαντες, ἀλλὰ δόξαντες ἢ πεισθέντες ὑφʼ αὑτῶν, παρὰ τὰ αὐτά, διὰ τῶν αὐτῶν, ἐπαλλάττοντες ἅλματα, ἐμποιοῦντες ἴχνεσιν ἴχνη, ἀποχωροῦσι.
καί εἰσι μακροδρομώτατοι μὲν οἱ ἐκ τῶν ψιλῶν εὑρισκόμενοι διὰ τὸ καταφανές, βραχυδρομώτατοι δὲ οἱ ἐκ τῶν δασέων· ἐμποδὼν γὰρ τὸ σκοτεινόν.
τὴν δὲ οὐρὰν οἱ μὲν κύκλῳ περιποίκιλον, οἱ δὲ παράσειρον, καὶ τὰ ὄμματα οἱ μὲν χαροποί, οἱ δʼ ὑπόγλαυκοι· καὶ τὰ μέλανα τὰ περὶ τὰ ὦτα ἄκρα οἱ μὲν ἐπὶ πολύ, οἱ δʼ ἐπὶ μικρόν.
ἔχουσι δὲ αὐτῶν αἱ πολλαὶ τῶν νήσων τοὺς ἐλάττους, αἵ τʼ ἔρημοι καὶ οἰκούμεναι· τὸ δὲ πλῆθος πλείους ἐν αὐταῖς ἢ ἐν ταῖς ἠπείροις· οὐ γάρ εἰσιν οὔτʼ ἀλώπεκες ἐν ταῖς πολλαῖς αὐτῶν, αἵτινες καὶ αὐτοὺς καὶ τὰ τέκνα ἐπιοῦσαι ἀναιροῦνται, οὔτε ἀετοί· τὰ μεγάλα γὰρ ὄρη ἔχουσι μᾶλλον ἢ τὰ μικρά· ἐλάττω δὲ ἐπὶ τὸ πολὺ τὰ ἐν ταῖς νήσοις.
κυνηγέται δὲ εἰς μὲν τὰς ἐρήμους ὀλιγάκις ἀφικνοῦνται, ἐν δὲ ταῖς οἰκουμέναις ὀλίγοι γίγνονται καὶ οὐ φιλόθηροι οἱ πολλοί· εἰς δὲ τὰς ἱερὰς τῶν νήσων οὐδὲ διαβιβάζειν οἷόν τε κύνας. ὅταν οὖν τῶν τε ὑπαρχόντων ὀλίγους ἐκθηρῶνται καὶ τῶν ἐπιγιγνομένων, ἀνάγκη ἀφθόνους εἶναι.
ἅμα δὲ τούτοις καὶ ἐν ὕπνῳ ὂν τὰ πολλὰ τὸ θηρίον οὐκ ὠφελεῖται πρὸς τὸ ὁρᾶν· καὶ ἡ ποδώκεια πρὸς τὸ ἀμβλυώττειν αὐτῷ πολὺ συμβάλλεται· ταχὺ γὰρ ἑκάστου παραφέρει τὴν ὄψιν πρὶν νοῆσαι ὅ τι ἐστί.
καὶ οἱ φόβοι τῶν κυνῶν ὅταν διώκωνται, ἑπόμενοι μετὰ τούτων συνεξαιροῦνται τὸ προνοεῖσθαι. ὥστε διὰ ταῦτα προσπίπτων λανθάνει πρὸς πολλὰ καὶ εἰς τὰς ἄρκυς ἐμπίπτων.
εἰ δʼ ἔφευγεν ὀρθόν, ὀλιγάκις ἂν ἔπασχε τὸ τοιοῦτον· νῦν δὲ περιβάλλων καὶ
ἀγαπῶν τοὺς τόπους ἐν οἷς ἐγένετο καὶ ἐτράφη ἁλίσκεται. κατὰ πόδας δὲ οὐ
πολλάκις ὑπὸ τῶν κυνῶν διὰ
ἔχει γὰρ κεφαλὴν κούφην, μικράν, κατωφερῆ, στενὴν ἐκ τοῦ πρόσθεν,
ἔστιν οὖν ἀδύνατον μὴ οὐκ εἶναι ἐκ τοιούτων συνηρμοσμένον ἰσχυρόν, ὑγρόν, ὑπερέλαφρον. τεκμήριον δὲ ὡς ἐλαφρόν ἐστιν· ὅταν ἀτρέμα διαπορεύηται, πηδᾷ—βαδίζοντα δὲ οὐδεὶς ἑώρακεν οὐδʼ ὄψεται—τιθεὶς εἰς τὸ ἐπέκεινα τῶν ἔμπροσθεν ποδῶν τοὺς ὄπισθεν καὶ ἔξω· καὶ θεῖ οὕτως.
δῆλον δὲ τοῦτο ἐν χιόνι. οὐρὰν δὲ οὐκ ἐπιτηδείαν ἔχει πρὸς δρόμον· ἐπευθύνειν
γὰρ οὐχ ἱκανὴ τὸ σῶμα διὰ τὴν βραχύτητα· ἀλλὰ τῷ ὠτί ἑκατέρῳ τοῦτο ποιεῖ·
καὶ ὅταν ἀνιστῆται ὑπὸ τῶν κυνῶν, καταβάλλων γὰρ καὶ παραβάλλων
τὸ ἕτερον οὖς πλάγιον, ὁποτέρᾳ ἂν λυπῆται, ἀπερειδόμενος διὸ δὴ
εἰς τοῦτο ὑποστρέφεται ταχύ, ἐν μικρῷ πολὺ καταλιπὼν τὸ ἐπιφερόμενον.
οὕτω δὲ ἐπίχαρί ἐστι τὸ θέαμα, ὥστε οὐδεὶς ὅστις οὐκ ἂν ἰδὼν ἰχνευόμενον, εὑρισκόμενον, μεταθεόμενον, ἁλισκόμενον, ἐπιλάθοιτʼ ἂν εἴ του ἐρῴη.
ἐξάγειν δʼ αὐτὰς οὐ χρὴ ἐπὶ τὰ κυνηγέσια, ὅταν μὴ τὰ προσφερόμενα δέχωνται ἡδέως (τεκμήριον δὲ τοῦτο ὅτι οὐκ ἔρρωνται) μηδὲ ὅταν ἄνεμος πνέῃ μέγας· διαρπάζει γὰρ τὰ ἴχνη καὶ οὐ δύνανται ὀσφραίνεσθαι οὐδὲ αἱ ἄρκυς ἑστάναι οὐδὲ τὰ δίκτυα.
ὅταν δὲ τούτων μηδέτερον κωλύῃ, ἄγειν διὰ τρίτης ἡμέρας. τὰς δὲ ἀλώπεκας μὴ ἐθίζειν τὰς κύνας διώκειν· διαφθορὰ γὰρ μεγίστη καὶ ἐν τῷ δέοντι οὔποτε πάρεισιν.
εἰς δὲ τὰ κυνηγέσια μεταβάλλοντα ἄγειν, ἵνα ὦσιν ἔμπειροι τῶν κυνηγεσίων, αὐτὸς δὲ τῆς χώρας. ἐξιέναι δὲ πρῴ, ἵνα τῆς ἰχνεύσεως μὴ ἀποστερῶνται, ὡς οἱ ὀψιζόμενοι ἀφαιροῦνται τὰς μὲν κύνας τοῦ εὑρεῖν τὸν λαγῶ, αὑτοὺς δὲ τῆς ὠφελείας· οὐ γὰρ ἐπιμένει τοῦ ἴχνους ἡ φύσις λεπτὴ οὖσα πᾶσαν ὥραν.
εἰς ταῦτα γὰρ μάλιστα φεύγει· εἰς
ἄπειρον εἰπεῖν· τούτων δὲ παρόδους, διόδους, καταφανεῖς, λεπτὰς
καθαρὰς ποιούμενος τὰς ἀρκυστασίας, ἵνα δʼ αὐτῶν μηδὲν ἀντέχεται.
πηγνύειν
εἰς δὲ τὸν περίδρομον ἐναπτέτω λίθον μακρὸν καὶ μέγαν, ἵνα ἡ ἄρκυς, ὅταν ἔχῃ τὸν λαγῶ, μὴ ἀντιτείνῃ. στοιχιζέτω δὲ μακρά, ὑψηλά, ὅπως ἂν μὴ ὑπερπηδᾷ. ἐν δὲ ταῖς ἰχνείαις μὴ ὑπερβάλλεσθαι· ἔστι γὰρ θηρατικὸν μὲν οὔ, φιλόπονον δὲ τὸ ἐκ παντὸς τρόπου ἑλεῖν ταχύ.
τὰ δὲ δίκτυα τεινέτω ἐν ἀπέδοις, ἐμβαλλέτω δὲ τὰ ἐνόδια εἰς τὰς ὁδούς, καὶ ἐκ τῶν τριμμῶν εἰς τὰ συμφέροντα, καθάπτων τοὺς περιδρόμους ἐπὶ τὴν γῆν, τὰ ἀκρωλένια συνάγων, πηγνύων τὰς σχαλίδας μεταξὺ τῶν σαρδόνων, ἐπὶ ἄκρας ἐπιβάλλων τοὺς ἐπιδρόμους καὶ τὰ παράδρομα συμφράττων.
φυλαττέτω δὲ ἐκπεριών· ἐὰν δὲ ἐκκλίνῃ τὸν στοῖχον ἡ ἄρκυς, ἀνιστάτω. διωκομένου δὲ τοῦ λαγῶ εἰς τὰς ἄρκυς εἰς τὸ πρόσθεν προθείτω, καὶ ἐπιθέων μὲν ἐμβοάτω· ἐμπεπτωκότος δὲ τὴν ὀργὴν τῶν κυνῶν παυέτω, μὴ ἁπτόμενος ἀλλὰ παραμυθούμενος· καὶ δηλούτω τῷ κυνηγέτῃ, ὅτι ἑάλωκεν ἀναβοήσας ἢ ὅτι παραδεδράμηκε παρὰ τάδε ἢ τάδε ἢ ὅτι οὐχ ἑώρακε.
δήσαντα δʼ ἐκ τῆς ὕλης τὰς κύνας ἑκάστην χωρίς, ὅπως ἂν εὔλυτοι ὦσιν, ἱστάναι τὰς ἄρκυς καὶ τὰ δίκτυα, ὡς εἴρηται. μετὰ δὲ τοῦτο τὸν μὲν ἀρκυωρὸν εἶναι ἐν φυλακῇ· αὐτὸν δὲ τὰς κύνας λαβόντα ἰέναι πρὸς τὴν ὑπαγωγὴν τοῦ κυνηγεσίου,
καὶ εὐξάμενον τῷ Ἀπόλλωνι καὶ τῇ Ἀρτέμιδι τῇ Ἀγροτέρᾳ μεταδοῦναι τῆς θήρας λῦσαι μίαν κύνα, ἥτις ἂν ᾖ σοφωτάτη ἰχνεύειν, ἐὰν μὲν ᾖ χειμών, ἅμʼ ἡλίῳ ἀνίσχοντι, ἐὰν δὲ θέρος, πρὸ ἡμέρας, τὰς δὲ ἄλλας ὥρας μεταξὺ τούτου.
ἐπειδὰν δὲ ἡ κύων λάβῃ τὸ ἴχνος ὀρθὸν ἐκ τῶν ἐπηλλαγμένων, παραλῦσαι καὶ ἑτέραν· περαινομένου δὲ τοῦ ἴχνους διαλιπόντα μὴ πολὺ καὶ τὰς ἄλλας ἀφιέναι κατὰ μίαν, καὶ ἕπεσθαι μὴ ἐγκείμενον, ὀνομαστὶ ἑκάστην προσαγορεύοντα, μὴ πολλά, ἵνα μὴ παροξύνωνται πρὸ τοῦ καιροῦ.
αἱ δʼ ὑπὸ χαρᾶς καὶ μένους προΐασιν ἐξίλλουσαι τὰ ἴχνη, ὡς πέφυκε, διπλᾶ, τριπλᾶ, προφορούμεναι παρὰ τὰ αὐτά, διὰ τῶν αὐτῶν, ἐπηλλαγμένα, περιφερῆ, ὀρθά, καμπύλα, πυκνά, μανά, γνώριμα, ἄγνωστα, ἑαυτὰς παραθέουσαι, ταχὺ τὰς οὐρὰς διασείουσαι, καὶ ἐπικλίνουσαι τὰ ὦτα καὶ ἀστράπτουσαι τοῖς ὄμμασιν.
ἐπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι, δῆλον ποιήσουσι τῷ κυνηγέτῃ σὺν ταῖς οὐραῖς τὰ σώματα ὅλα συνεπικραδαίνουσαι, πολεμικῶς ἐπιφερόμεναι, φιλονίκως παραθέουσαι, συντρέχουσαι φιλοπόνως, συνιστάμεναι ταχύ, διιστάμεναι, πάλιν ἐπιφερόμεναι· τελευτῶσαι δὲ ἀφίξονται πρὸς τὴν εὐνὴν τοῦ λαγῶ, καὶ ἐπιδραμοῦνται ἐπʼ αὐτόν.
ὁ δʼ ἐξαίφνης ἀνᾴξας ἐφʼ αὑτὸν ὑλαγμὸν ποιήσει τῶν κυνῶν καὶ
κλαγγὴν φεύγων. ἐμβοάτω δὲ αὐτῷ διωκομένῳ Ἰὼ κύνες, ἰώ, καλῶς, σοφῶς γε ὦ
κύνες. καὶ κυνοδρομεῖν περιελίξαντα ὃ ἀμπέχεται περὶ τὴν χεῖρα καὶ τὸ
ῥόπαλον ἀναλαβόντα κατὰ τὸν λαγῶ, καὶ μὴ ὑπαντᾶν·
ἄπορον γάρ. ὁ δὲ ὑποχωρῶν ταχὺ ἐκλείπων τὴν ὄψιν πάλιν περιβάλλει ὅθεν εὑρίσκεται ἐπὶ τὸ πολύ. ἀναβοᾶν δʼ ἐκεῖνον μὲν αὐτῷ Παισάτω παῖς· παῖ δή, παῖ δή. ὁ δέ, ἐάν τε ἑαλωκὼς ᾖ ἐάν τε μή, δηλούτω.
καὶ ἐὰν μὲν ἑαλωκὼς ᾖ ἐν τῷ πρώτῳ δρόμῳ, ἀνακαλεσάμενον τὰς κύνας ζητεῖν ἄλλον· ἐὰν δὲ μή, κυνοδρομεῖν ὡς τάχιστα καὶ μὴ ἀνιέναι, ἀλλʼ ἐκπερᾶν φιλοπόνως. καὶ ἐὰν πάλιν ἀπαντῶσι διώκουσαι αὐτόν, ἀναβοᾶν Εὖ γε, εὖ γε ὦ κύνες, ἕπεσθε ὦ κύνες· ἐὰν δὲ πολὺ προειληφυῖαι ὦσι καὶ μὴ οἷός τʼ ᾖ κυνοδρομῶν ἐπιγίγνεσθαι αὐταῖς, ἀλλὰ διημαρτηκὼς ᾖ τῶν δρόμων, ἢ καὶ πλησίον που φοιτώσας ἢ ἐπιστάσας ἢ ἐχομένας τῶν ἰχνῶν μὴ δύνηται ἰδεῖν, πυνθάνεσθαι παραθέοντα ἅμα ὅτῳ ἂν προσπελάζῃ ἀναβοῶντα Ἦ κατεῖδες ὠὴ τὰς κύνας;
ἐπειδὰν δὲ πύθηται ἤδη, ἐὰν μὲν ἐν τῷ ἴχνει ὦσι, προσστάντα ἐγκελεύειν, τοὔνομα μεταβάλλοντα ἑκάστης τῆς κυνός, ὁποσαχῇ οἷόν τʼ ἂν ᾖ τοὺς τόνους τῆς φωνῆς ποιούμενον, ὀξύ, βαρύ, μικρόν, μέγα· πρὸς δὲ τοῖς ἄλλοις κελεύσμασιν, ἐὰν ὦσιν ἐν ὄρει αἱ μεταδρομαί, ἐπικελεύειν τόδε, Εὖα κύνες, εὖʼ ὦ κύνες. ἐὰν δὲ μὴ πρὸς αὐτοῖς ὦσι τοῖς ἴχνεσιν, ἀλλʼ ὑπερβάλλωσι, καλεῖν αὐτάς, οὐ πάλιν, οὐ πάλιν ὦ κύνες;
ἐπειδὰν δὲ προσσχῶσι τοῖς ἴχνεσι, περιάγειν αὐτὰς κύκλους πολλοὺς ποιούμενον· ὅπου δʼ ἂν ᾖ αὐταῖς ἀμαυρὸν τὸ ἴχνος, σημεῖον θέσθαι στοῖχον ἑαυτῷ, καὶ ἀπὸ τούτου συνείρειν μέχρι ἂν σαφῶς γνωρίσωσιν ἐγκελεύοντα καὶ θωπεύοντα.
αἱ δʼ ἐπειδὰν λαμπρὰ ᾖ τὰ ἴχνη ἐπιρριπτοῦσαι, παραπηδῶσαι, κοινωνοῦσαι, ὑπολαμβάνουσαι, ἐνσημαινόμεναι, ὅρους τιθέμεναι ἑαυταῖς γνωρίμους ταχὺ μεταθεύσονται· ὅταν δὲ οὕτω διὰ τοῦ ἴχνους πυκνῶς διᾴττωσι, μὴ κατέχοντα κυνοδρομεῖν, ἵνα μὴ ὑπὸ φιλοτιμίας ὑπερβάλλωσι τὰ ἴχνη.
ἐπειδὰν δὲ περὶ τὸν λαγῶ ὦσι καὶ τοῦτο ἐπιδεικνύωνται σαφῶς τῷ κυνηγέτῃ, προσέχειν, ὅπως ἂν μὴ ὑποκινῇ εἰς τὸ πρόσθεν πεφοβημένος τὰς κύνας· αἱ δὲ διαρριπτοῦσαι τὰς οὐρὰς καὶ ἑαυταῖς ἐμπίπτουσαι καὶ πολλὰ ὑπερπηδῶσαι καὶ ἐπανακλαγγάνουσαι, ἐπαναίρουσαι τὰς κεφαλάς, εἰσβλέπουσαι εἰς τὸν κυνηγέτην, ἐπιγνωρίζουσαι ἀληθῆ ἤδη εἶναι ταῦτα, ὑφʼ αὑτῶν ἀναστήσουσι τὸν λαγῶ καὶ ἐπίασι κεκλαγγυῖαι.
ἐὰν δὲ εἰς τὰς ἄρκυς ἐμπίπτῃ ἢ ἐντὸς ἢ ἔξω παρενεχθῇ, καθʼ ἓν ἕκαστον τούτων ὁ ἀρκυωρὸς γεγωνείτω. καὶ ἐὰν μὲν ᾖ ἑαλωκώς, ἕτερον ἐπιζητεῖν· ἐὰν δὲ μή, μεταθεῖν χρώμενον τοῖς αὐτοῖς ἐγκελεύσμασιν.
ἐπειδὰν δὲ μεταθέουσαι αἱ κύνες ἤδη ὑπόκοποι ὦσι καὶ ᾖ ὀψὲ ἤδη τῆς ἡμέρας, τότε δεῖ τὸν κυνηγέτην τὸν λαγῶ ἀπειρηκότα ζητεῖν, μὴ παραλείποντα μηδὲν ὧν ἡ γῆ ἀνίησιν ἢ ἔχει ἐφʼ αὑτῆς, τὰς ἀναστροφὰς ποιούμενον πυκνάς, ὅπως ἂν μὴ παραλειφθῇ (κατακλίνεται γὰρ ἐν μικρῷ τὸ θηρίον καὶ οὐκ ἀνίσταται ὑπὸ κόπου καὶ φόβου), τὰς κύνας ἐπαγόμενον, ἐγκελεύοντα, παραμυθούμενον τὴν φιλάνθρωπον πολλά, τὴν αὐθάδη ὀλίγα, τὴν μέσην μέτρια, ἕως ἂν ἢ ἀποκτείνῃ αὐτὸν κατὰ πόδας ἢ εἰς τὰς ἄρκυς ἐμβάλῃ.
μετὰ δὲ ταῦτα ἀνελόντα τὰς ἄρκυς καὶ τὰ δίκτυα, ἀνατρίψαντα τὰς κύνας ἀπιέναι ἐκ τοῦ κυνηγεσίου, ἐπιμείναντα, ἐὰν ᾖ θερινὴ μεσημβρία, ὅπως ἂν τῶν κυνῶν οἱ πόδες μὴ καίωνται ἐν τῇ πορείᾳ.
ἄγειν δὲ καταπαυομένας, ἵνα θᾶττον ἐγκύμονες γίγνωνται, πρὸς κύνας ἀγαθούς· ἐπειδὰν δὲ ὦσιν ἐπίφοροι, μὴ ἐξάγειν ἐπὶ κυνηγέσιον ἐνδελεχῶς, ἀλλὰ διαλείπειν, ἵνα μὴ φιλοπονίᾳ διαφθείρωσι. κύουσι δʼ ἑξήκονθʼ ἡμέρας.
ἐπειδὰν δὲ γένηται τὰ σκυλάκια, ὑπὸ τῇ τεκούσῃ ἐᾶν καὶ μὴ ὑποβάλλειν ὑφʼ ἑτέραν κύνα· αἱ γὰρ θεραπεῖαι αἱ ἀλλότριαι οὐκ εἰσὶν αὔξιμοι· τὸ δὲ τῶν μητέρων καὶ τὸ γάλα ἀγαθὸν καὶ τὸ πνεῦμα καὶ φίλαι αἱ περιβολαί.
ἐπειδὰν δὲ πλανᾶται τὰ σκυλάκια ἤδη, διδόναι γάλα μέχρι ἐνιαυτοῦ καὶ οἷς
μέλλει τὸν ἅπαντα χρόνον βιώσεσθαι, ἄλλο δὲ μηδέν· αἱ γὰρ βαρεῖαι πλησμοναὶ
τῶν σκυλακίων διαστρέφουσι τὰ σκέλη,
ἄγειν δὲ τὰς σκύλακας ἐπὶ τὸ κυνηγέσιον, τὰς μὲν θηλείας ὀκταμήνους, τοὺς δὲ ἄρρενας δεκαμήνους· πρὸς δὲ τὰ ἴχνη τὰ εὐναῖα μὴ λύειν, ἀλλʼ ἔχοντα ὑφημμένας μακροῖς ἱμᾶσιν ἀκολουθεῖν ταῖς κυσὶν ἰχνευούσαις, ἐῶντα αὐτὰς διαθεῖν τὰ ἴχνη.
καὶ ἐπειδὰν ὁ λαγῶς εὑρίσκηται, ἐὰν μὲν καλαὶ ὦσι πρὸς τὸν δρόμον τὰ εἴδη, μὴ ἀνιέναι εὐθύς· ἐπειδὰν δὲ προλάβῃ ὁ λαγῶς τῷ δρόμῳ, ὥστε μὴ ἐφορᾶν ἔτι αὐτόν, τὰς σκύλακας ἱέναι.
ἐὰν γὰρ ὁμόθεν καλὰς τὰ εἴδη οὔσας καὶ εὐψύχους πρὸς τὸν δρόμον ἐπιλύῃ, ὁρῶσαι τὸν λαγῶ ἐντεινόμεναι ῥήγνυνται, οὔπω ἔχουσαι συνεστῶτα τὰ σώματα· διαφυλάττειν οὖν δεῖ τοῦτο τὸν κυνηγέτην.
ἐὰν δὲ αἰσχίους ὦσι τῷ ἴχνει, μεταθεῖν ἐᾶν· ἁλισκομένου δὲ τοῦ
λαγῶ διδόναι αὐταῖς ἀναρρηγνύναι.
ἐπειδὰν δὲ μηκέτι θέλωσι προσμένειν τοῖς ἴχνεσιν, ἀλλʼ ἀποσκεδαννύωνται, ἀναλαμβάνειν, ἕως ἂν ἐθισθῶσιν εὑρίσκειν προσθέουσαι τὸν λαγῶ, ἐπεὶ μὴ ἐν κόσμῳ ἀεὶ τοῦτον ζητοῦσαι τελευτῶσαι γίγνονται ἔκκυνοι, πονηρὸν μάθημα.
πρὸς δὲ ταῖς ἄρκυσι διδόναι τὰ σιτία αὐταῖς, ἕως ἂν νέαι ὦσιν, ὅταν ἀναιρῶνται, ἵνʼ ἐὰν πλανηθῶσιν ἐν τῷ κυνηγεσίῳ διʼ ἀπειρίαν, πρὸς τοῦτο ἐπανιοῦσαι σῴζωνται. ἀφεθήσονται δὲ τούτου, ὅταν ἤδη τῷ θηρίῳ ἔχωσι πολεμίως, ἐπιμέλειαν δὲ ποιήσονται τούτου μᾶλλον ἢ ἐκείνου φροντίζειν.
χρὴ δὲ καὶ ὡς τὰ πολλὰ δεομέναις διδόναι τὰ ἐπιτήδεια ταῖς κυσὶν αὐτόν· ὅταν
μὲν γὰρ
κύνας μὲν οὖν οὐδὲν δεῖ ἔχοντα ἐξιέναι ἐπὶ τὴν θήραν ταύτην· ἡ γὰρ χιὼν καίει
τῶν κυνῶν τὰς ῥῖνας,
ἐὰν δʼ ἐπηλλαγμένα ᾖ, ἐκ τῶν αὐτῶν πάλιν εἰς τὸ αὐτὸ ἥκοντα κύκλους ποιούμενον ἐκπεριιέναι τὰ τοιαῦτα ζητοῦντα ὁποῖα ἔξεισι. πολλὰ δὲ πλανᾶται ὁ λαγῶς ἀπορούμενος ὅπου κατακλινῇ, ἅμα δὲ καὶ εἴθισται τεχνάζειν τῇ βαδίσει διὰ τὸ διώκεσθαι ἀεὶ ἀπὸ τῶν τοιούτων.
ἐπειδὰν
ἐπειδὰν δὲ τὰ ἴχνη πρὸς τοιαῦτα φέρῃ, μὴ προσιέναι ἐγγύς, ἵνα μὴ ὑποκινῇ, ἀλλὰ κύκλῳ ἐκπεριιέναι· ἐλπὶς γὰρ αὐτοῦ εἶναι. δῆλον δʼ ἔσται· τὰ γὰρ ἴχνη ἀπὸ τῶν τοιούτων οὐδαμοῦ περάσει.
ἐπειδὰν δὲ ᾖ σαφὲς ὅτι αὐτοῦ ἐστιν, ἐᾶν· μενεῖ γάρ· ἕτερον δὲ ζητεῖν πρὶν τὰ ἴχνη ἄδηλα γενέσθαι, τῆς ὥρας ἐνθυμούμενον, ὅπως, ἂν καὶ ἑτέρους εὑρίσκῃ, ἔσται ἡ λειπομένη ἱκανὴ περιστήσασθαι.
ἥκοντος δὲ τούτου περιτείνειν αὐτῶν ἑκάστῳ τὰ δίκτυα τὸν αὐτὸν τρόπον ὅνπερ ἐν τοῖς μελαγχίμοις, περιλαμβάνοντα ἐντὸς πρὸς ὅτῳ ἂν ᾖ, καὶ ἐπειδὰν ἑστηκότα ᾖ, προσελθόντα κινεῖν.
ἐὰν δὲ ἐκκυλισθῇ ἐκ τῶν δικτύων, μεταθεῖν κατὰ τὰ ἴχνη· ὁ δὲ ἀφίξεται πρὸς ἕτερα τοιαῦτα χωρία, ἐὰν μὴ ἄρα ἐν αὐτῇ τῇ χιόνι πιέσῃ ἑαυτόν. σκεψάμενον οὖν δεῖ ὅπου ἂν ᾖ περιίστασθαι. ἐὰν δὲ μὴ ὑπομένῃ, μεταθεῖν· ἁλώσεται γὰρ καὶ ἄνευ τῶν δικτύων· ταχὺ γὰρ ἀπαγορεύει διὰ τὸ βάθος τῆς χιόνος καὶ διὰ τὸ κάτωθεν τῶν ποδῶν λασίων ὄντων προσέχεσθαι αὐτῷ ὄγκον πολύν.
κατασκέψασθαι δὲ προελθόντα εἰς τὰς ὀργάδας, οὗ εἰσιν ἔλαφοι πλεῖσται· ὅπου δʼ ἂν ὦσιν, ἔχοντα τὸν κυναγωγὸν τὰς κύνας καὶ ἀκόντια πρὸ ἡμέρας ἐλθόντα εἰς τὸν τόπον τοῦτον τὰς μὲν κύνας δῆσαι ἄπωθεν ἐκ τῆς ὕλης, ὅπως μή, ἂν ἴδωσι τὰς ἐλάφους, ὑλακτῶσιν, αὐτὸν δὲ σκοπιωρεῖσθαι.
ἅμα δὲ τῇ ἡμέρᾳ ὄψεται ἀγούσας τοὺς νεβροὺς πρὸς τὸν τόπον οὗ ἂν μέλλῃ ἑκάστη τὸν ἑαυτῆς εὐνάσειν. κατακλίνασαι δὲ καὶ γάλα δοῦσαι καὶ διασκεψάμεναι μὴ ὁρῶνται ὑπό τινος, φυλάττει τὸν αὑτῆς ἑκάστη ἀπελθοῦσα εἰς τὸ ἀντιπέραν.
ἰδόντα δὲ ταῦτα τὰς μὲν κύνας λῦσαι, τὸν δὲ λαβόντα τὰ ἀκόντια προσιέναι ἐπὶ τὸν νεβρὸν τὸν πρῶτον, ὅπου εἶδεν εὐνασθέντα, τῶν τόπων ἐνθυμούμενον, ὅπως μὴ διαμαρτήσεται· πολὺ γὰρ ἀλλοιοῦνται τῇ ὄψει ἐγγὺς προσιόντι ἢ οἳ πόρρωθεν ἔδοξαν εἶναι.
ἐπειδὰν δὲ ἴδῃ αὐτόν, προσιέναι ἐγγύς. ὁ δʼ ἕξει ἀτρέμα πιέσας ἑαυτὸν ἐπὶ γῆν καὶ ἐάσει ἀνελέσθαι, ἐὰν μὴ ἐφυσμένος ᾖ, βοῶν μέγα. τούτου δὲ γενομένου οὐ μενεῖ· ταχὺ γὰρ τὸ ὑγρόν, ὃ ἔχει ἐν ἑαυτῷ, ὑπὸ τοῦ ψυχροῦ συνιστάμενον ποιεῖ ἀποχωρεῖν αὐτόν.
ἁλώσεται δὲ ὑπὸ τῶν κυνῶν σὺν πόνῳ διωκόμενος· λαβόντα δὲ δοῦναι τῷ ἀρκυωρῷ· ὁ δὲ βοήσεται· ἡ δʼ ἔλαφος τὰ μὲν ἰδοῦσα, τὰ δʼ ἀκούσασα, ἐπιδραμεῖται τῷ ἔχοντι αὐτὸν ζητοῦσα ἀφελέσθαι.
ἐν δὲ τούτῳ τῷ καιρῷ ἐγκελεύειν ταῖς κυσὶ καὶ χρῆσθαι τοῖς ἀκοντίοις. κρατήσαντα δὲ τούτου πορεύεσθαι καὶ ἐπὶ τοὺς ἄλλους καὶ τῷ αὐτῷ εἴδει πρὸς αὐτοὺς χρῆσθαι τῆς θήρας. καὶ οἱ μὲν νέοι τῶν νεβρῶν οὕτως ἁλίσκονται·
οἱ δὲ ἤδη μεγάλοι χαλεπῶς· νέμονται γὰρ μετὰ τῶν μητέρων καὶ ἑτέρων ἐλάφων· καὶ ἀποχωροῦσιν, ὅταν διώκωνται, ἐν μέσαις, ὁτὲ δὲ πρόσθεν, ἐν δὲ τῷ ὄπισθεν ὀλιγάκις.
αἱ δʼ ἔλαφοι τὰς κύνας ὑπὲρ αὐτῶν ἀμυνόμεναι καταπατοῦσιν, ὥστʼ οὐκ εὐάλωτοί εἰσιν, ἐὰν μὴ προσμείξας τις εὐθὺς διασκεδάσῃ αὐτὰς ἀπʼ ἀλλήλων, ὥστε μονωθῆναί τινα αὐτῶν.
βιασθεῖσαι δὲ τοῦτο, τὸν μὲν πρῶτον δρόμον αἱ κύνες ἀπολείπονται· ἥ τε γὰρ ἀπουσία τῶν ἐλάφων ποιεῖ αὐτὸν περίφοβον, τό τε τάχος οὐδενὶ ἐοικός ἐστι τῶν τηλικούτων νεβρῶν· δευτέρῳ δὲ καὶ τρίτῳ δρόμῳ ταχὺ ἁλίσκονται· τὰ γὰρ σώματα αὐτῶν διὰ τὸ ἔτι νεαρὰ εἶναι τῷ πόνῳ οὐ δύναται ἀντέχειν.
χρὴ δὲ εἶναι τὰς ποδοστράβας σμίλακος πεπλεγμένας, μὴ περιφλοίους, ἵνα μὴ σήπωνται, τὰς δὲ στεφάνας εὐκύκλους ἐχούσας, καὶ τοὺς ἥλους ἐναλλὰξ σιδηροῦς τε καὶ ξυλίνους ἐγκαταπεπλεγμένους ἐν τῷ πλοκάνῳ· μείζους δὲ τοὺς σιδηροῦς, ὅπως ἂν οἱ μὲν ξύλινοι ὑπείκωσι τῷ ποδί, οἱ δὲ πιέζωσι.
τὸν δὲ βρόχον τῆς σειρίδος τὸν ἐπὶ τὴν στεφάνην ἐπιτεθησόμενον πεπλεγμένον σπάρτου καὶ αὐτὴν τὴν σειρίδα· ἔστι γὰρ ἀσηπτότατον τοῦτο. ὁ δὲ βρόχος αὐτὸς ἔστω στιφρὸς καὶ ἡ σειρίς· τὸ δὲ ξύλον τὸ ἐξαπτόμενον ἔστω μὲν δρυὸς ἢ πρίνου, μέγεθος τρισπίθαμον, περίφλοιον, πάχος παλαιστῆς.
ἱστάναι δὲ τὰς ποδοστράβας διελόντα τῆς γῆς βάθος πεντεπάλαστον, περιφερὲς δὲ τοῦτο, καὶ ἄνωθεν ἴσον ταῖς στεφάναις τῶν ποδοστραβῶν, εἰς δὲ τὸ κάτω ἀμειβόμενον στενότητι· διελεῖν δὲ καὶ τῇ σειρίδι καὶ τῷ ξύλῳ τῆς γῆς ὅσον ἵζεσθαι ἀμφοῖν.
ποιήσαντα δὲ ταῦτα ἐπὶ μὲν τὸ βάθος τὴν ποδοστράβην ἐπιθεῖναι κατωτέρω ἰσόπεδον, περὶ δὲ τὴν στέγην τὸν βρόχον τῆς σειρίδος· καὶ αὐτὴν καὶ τὸ ξύλον καθέντα εἰς τὴν χώραν τὴν ἑκατέρου, τῇ στέγῃ ἐπιθεῖναι δοκίδας ἀτρακτυλίδος μὴ ὑπερτεινούσας εἰς τὸ ἔξω, ἐπὶ δὲ τούτων πέταλα λεπτά, ὧν ἂν ἡ ὥρα ᾖ.
μετὰ δὲ τοῦτο τῆς γῆς ἐπιβαλεῖν ἐπʼ αὐτὰ πρῶτον μὲν τὴν ἐπιπολῆς ἐξαιρεθεῖσαν ἐκ τῶν ὀρυγμάτων, ἄνωθεν δὲ ταύτης γῆς στερεᾶς τῆς ἄπωθεν, ἵνα ᾖ τῇ ἐλάφῳ ὅτι μάλιστα ἄδηλος ἡ στάσις· τὴν δὲ περιοῦσαν τῆς γῆς ἀποφέρειν πόρρω ἀπὸ τῆς ποδοστράβης· ἐὰν γὰρ ὀσφραίνηται νεωστὶ κεκινημένης, δυσωπεῖται·
ταχὺ δὲ ποιεῖ τοῦτο. ἐπισκοπεῖν δὲ ἔχοντα τὰς κύνας τὰς μὲν ἐν τοῖς ὄρεσιν ἑστώσας, μάλιστα μὲν ἕωθεν, χρὴ δὲ καὶ τῆς ἄλλης ἡμέρας, ἐν δὲ τοῖς ἔργοις πρῴ. ἐν μὲν γὰρ τοῖς ὄρεσιν οὐ μόνον τῆς νυκτὸς ἁλίσκονται ἀλλὰ καὶ μεθʼ ἡμέραν διὰ τὴν ἐρημίαν· ἐν δὲ τοῖς ἔργοις τῆς νυκτὸς διὰ τὸ μεθʼ ἡμέραν πεφοβῆσθαι τοὺς ἀνθρώπους.
ἐπειδὰν δὲ εὕρῃ ἀνεστραμμένην τὴν ποδοστράβην, μεταθεῖν ἐπιλύσαντα τὰς κύνας καὶ ἐπικελεύσαντα κατὰ τὸν ὁλκὸν τοῦ ξύλου, σκοπούμενον ὅποι ἂν φέρηται. ἔσται δὲ οὐκ ἄδηλον ἐπὶ τὸ πολύ· οἵ τε γὰρ λίθοι ἔσονται κεκινημένοι τά τʼ ἐπισύρματα τοῦ ξύλου καταφανῆ ἐν τοῖς ἔργοις· ἐὰν δὲ τραχεῖς τόπους διαπερᾷ, αἱ πέτραι ἕξουσι τὸν φλοιὸν τοῦ ξύλου ἀφηρπασμένον καὶ κατὰ τοῦτο ῥᾴους αἱ μεταδρομαὶ ἔσονται.
ἐὰν μὲν οὖν τοῦ προσθίου ποδὸς ἁλῷ, ταχὺ ληφθήσεται· ἐν γὰρ τῷ δρόμῳ πᾶν τὸ σῶμα τύπτει καὶ τὸ πρόσωπον· ἐὰν δὲ τοῦ ὄπισθεν, ἐφελκόμενον τὸ ξύλον ἐμποδὼν ὅλῳ ἐστὶ τῷ σώματι, ἐνίοτε δὲ καὶ εἰς δίκρας τῆς ὕλης ἐμπίπτει φερόμενον, καὶ ἐὰν μὴ ἀπορρήξῃ τὴν σειρίδα, καταλαμβάνεται αὐτοῦ.
χρὴ δέ, ἐὰν οὕτως ἕλῃ ἢ περιγενόμενος πόνῳ, ἐὰν μὲν ᾖ ἄρρην, μὴ
προσιέναι ἐγγύς· τοῖς γὰρ κέρασι παίει,
αἱ δὲ ἄρκυς λίνων μὲν τῶν αὐτῶν ὧνπερ αἱ τῶν λαγῶν,
τὰ δʼ ἀκόντια ἔστω παντοδαπά, ἔχοντα τὰς λόγχας εὐπλατεῖς καὶ ξυρήκεις, ῥάβδους δὲ στιφράς. τὰ δὲ προβόλια πρῶτον μὲν λόγχας ἔχοντα τὸ μὲν μέγεθος πεντεπαλάστους, κατὰ δὲ μέσον τὸν αὐλὸν κνώδοντας ἀποκεχαλκευμένους, στιφρούς, καὶ τὰς ῥάβδους κρανείας δορατοπαχεῖς. αἱ δὲ ποδοστράβαι ὅμοιαι ταῖς τῶν ἐλάφων. συγκυνηγέται δʼ ἔστωσαν· τὸ γὰρ θηρίον μόλις καὶ ὑπὸ πολλῶν ἁλίσκεται. ὅπως δὲ δεῖ τούτων ἑκάστῳ πρὸς θήραν χρῆσθαι διδάξω.
πρῶτον μὲν οὖν χρὴ ἐλθόντας ὅπου ἂν οἴωνται εἶναι ὑπάγειν τὸ
κυνηγέσιον, λύσαντας μίαν τῶν κυνῶν τῶν Λακαινῶν, τὰς δʼ ἄλλας ἔχοντας
δεδεμένας, συμπεριιέναι τῇ κυνί.
ἐπειδὰν δὲ λάβῃ αὐτοῦ τὰ ἴχνη, ἕπεσθαι ἑξῆς τῇ ἰχνεύσει ἡγουμένῃ
ἡ δὲ κύων ἐπὶ τὸ πολὺ ἀφίξεται
ὁ δʼ οὐκ ἀνίσταται ὡς τὰ πολλά. λαβόντα οὖν τὴν κύνα καὶ ταύτην μετὰ τῶν ἄλλων δῆσαι ἄπωθεν ἀπὸ τῆς εὐνῆς πολὺ καὶ εἰς τοὺς ὅρμους ἐμβαλέσθαι τὰς ἄρκυς, ἐπιβάλλοντα τοὺς βρόχους ἐπὶ ἀποσχαλιδώματα τῆς ὕλης δίκρα τῆς δὲ ἄρκυος αὐτῆς μακρὸν προήκοντα κόλπον ποιεῖν, ἀντηρίδας ἔνδοθεν ἑκατέρωθεν ὑφιστάντα κλῶνας, ὅπως ἂν εἰς τὸν κόλπον διὰ τῶν βρόχων αἱ αὐγαὶ τοῦ φέγγους ὡς μάλιστα ἐνέχωσιν, ἵνα προσθέοντι ὡς φανότατον ᾖ τὸ ἔσω· καὶ τὸν περίδρομον ἐξάπτειν ἀπὸ δένδρου ἰσχυροῦ, καὶ μὴ ἐκ ῥάχου· οὐκ ἰσχυραὶ γὰρ ἐν τοῖς ψιλοῖς αἱ ῥᾶχοι. ὑπὲρ δὲ ἑκάστην ἐμφράττειν τῇ ὕλῃ καὶ τὰ δύσορμα, ἵνα εἰς τὰς ἄρκυς ποιῆται τὸν δρόμον καὶ μὴ ἐξαλλάττῃ.
ἐπειδὰν δʼ ἑστῶσιν, ἐλθόντας πρὸς τὰς κύνας λῦσαι ἁπάσας καὶ λαβόντας τὰ ἀκόντια καὶ τὰ προβόλια προιέναι. ἐγκελεύειν δὲ ταῖς κυσὶν ἕνα τὸν ἐμπειρότατον, τοὺς δʼ ἄλλους ἕπεσθαι κοσμίως ἀπολείποντας ἀπʼ ἀλλήλων πολύ, ὅπως ἂν ᾖ αὐτῷ ἱκανὴ διαδρομή· ἐὰν γὰρ ὑποχωρῶν ἐμπέσῃ εἰς πυκνούς, κίνδυνος πληγῆναι· ᾧ γὰρ ἂν προσπέσῃ, εἰς τοῦτον τὴν ὀργὴν κατέθετο.
ἐπειδὰν δʼ αἱ κύνες ἐγγὺς ὦσι τῆς εὐνῆς, ἐπεισίασι· θορυβούμενος δὲ ἐξαναστήσεται, καὶ ἥτις ἂν τῶν κυνῶν προσφέρηται αὐτῷ πρὸς τὸ πρόσωπον, ἀναρρίψει· θέων δʼ ἐμπεσεῖται· ἐὰν δὲ μή, μεταθεῖν ἀνάγκη. καὶ ἐὰν μὲν ᾖ τὸ χωρίον κατωφερὲς ἐν ᾧ ἂν ἔχῃ αὐτὸν ἡ ἄρκυς, ταχὺ ἐξαναστήσεται· ἐὰν δὲ ἄπεδον, εὐθὺς ἑστήξει περὶ αὑτὸν ἔχων.
ἐν τούτῳ δὲ τῷ καιρῷ αἱ μὲν κύνες προσκείσονται· αὐτοὺς δὲ χρὴ φυλαττομένους αὐτὸν ἀκοντίζειν, καὶ βάλλειν λίθοις, περιισταμένους ὄπισθεν καὶ πολὺ ἄπωθεν, ἕως ἂν κατατείνῃ προωθῶν αὑτὸν τῆς ἄρκυος τὸν περίδρομον. εἶτα ὅστις ἂν ᾖ τῶν παρόντων ἐμπειρότατος καὶ ἐγκρατέστατος προσελθόντα ἐκ τοῦ πρόσθεν τῷ προβολίῳ παίειν.
ἐὰν δὲ μὴ βούληται ἀκοντιζόμενος καὶ βαλλόμενος κατατεῖναι τὸν περίδρομον, ἀλλʼ ἐπανιεὶς ἔχῃ προσιόντα περιδρομὴν ποιούμενος, ἀνάγκη, ὅταν οὕτως ἔχῃ, λαβόντα τὸ προβόλιον προσιέναι, ἔχεσθαι δʼ αὐτοῦ τῇ μὲν χειρὶ τῇ ἀριστερᾷ πρόσθεν, τῇ δʼ ἑτέρᾳ ὄπισθεν· κατορθοῖ γὰρ ἡ μὲν ἀριστερὰ αὐτό, ἡ δὲ δεξιὰ ἐπεμβάλλει· ἔμπροσθεν δὲ ὁ ποὺς ὁ μὲν ἀριστερὸς ἑπέσθω τῇ χειρὶ τῇ ὁμωνύμῳ, ὁ δὲ δεξιὸς τῇ ἑτέρᾳ.
προσιόντα δὲ προβάλλεσθαι τὸ προβόλιον, μὴ πολλῷ μείζω διαβάντα ἢ ἐν πάλῃ, ἐπιστρέφοντα τὰς πλευρὰς τὰς εὐωνύμους ἐπὶ τὴν χεῖρα τὴν εὐώνυμον, εἶτα εἰσβλέποντα εἰς τὸ ὄμμα τοῦ θηρίου ἐνθυμούμενον τὴν κίνησιν τὴν ἀπὸ τῆς κεφαλῆς τῆς ἐκείνου. προσφέρειν δὲ τὸ προβόλιον φυλαττόμενον μὴ ἐκκρούσῃ ἐκ τῶν χειρῶν τῇ κεφαλῇ ἐκνεύσας· τῇ γὰρ ῥύμῃ τῆς ἐκκρούσεως ἕπεται.
παθόντα δὲ τοῦτο πίπτειν δεῖ ἐπὶ στόμα καὶ ἔχεσθαι τῆς ὕλης κάτωθεν· τὸ γὰρ θηρίον ἐὰν μὲν οὕτως ἔχοντι προσπέσῃ, διὰ τὴν σιμότητα τῶν ὀδόντων τὸ σῶμα οὐ δύναται ὑπολαβεῖν· ἐὰν δὲ μετεώρῳ, ἀνάγκη πληγῆναι. πειρᾶται μὲν οὖν μετεωρίζειν· ἐὰν δὲ μὴ δύνηται, ἀμφιβὰς πατεῖ.
ἀπαλλαγὴ δὲ τούτων μία ἐστὶ μόνη, ὅταν ἐν τῇ ἀνάγκῃ ταύτῃ ἔχηται, προσελθόντα ἐγγὺς τῶν συγκυνηγετῶν ἕνα ἔχοντα προβόλιον ἐρεθίζειν ὡς ἀφήσοντα· ἀφιέναι δὲ οὐ χρή, μὴ τύχῃ τοῦ πεπτωκότος.
ὅταν δὲ ἴδῃ τοῦτο, καταλιπὼν ὃν ἂν ἔχῃ ὑφʼ αὑτῷ ἐπὶ τὸν ἐρεθίζοντα ὑπʼ ὀργῆς καὶ θυμοῦ ἐπιστρέψει. τὸν δὲ ταχὺ ἀναπηδᾶν, τὸ δὲ προβόλιον μεμνῆσθαι ἔχοντα ἀνίστασθαι· οὐ γὰρ καλὴ ἡ σωτηρία ἄλλως ἢ κρατήσαντι.
προσφέρειν δὲ πάλιν τὸν αὐτὸν τρόπον καὶ προτεῖναι ἐντὸς τῆς ὠμοπλάτης ᾗ ἡ σφαγή, καὶ ἀντερείσαντα ἔχειν ἐρρωμένως· ὁ δʼ ὑπὸ τοῦ μένους πρόσεισι, καὶ εἰ μὴ κωλύοιεν οἱ κνώδοντες τῆς λόγχης, ἀφίκοιτʼ ἂν διὰ τῆς ῥάβδου προωθῶν αὑτὸν πρὸς τὸν τὸ προβόλιον ἔχοντα.
οὕτω δὲ πολλὴ ἡ δύναμίς ἐστιν αὐτοῦ ὥστε καὶ ἃ οὐκ ἂν οἴοιτό τις πρόσεστιν αὐτῷ· τεθνεῶτος γὰρ εὐθὺς ἐάν τις ἐπὶ τὸν ὀδόντα ἐπιθῇ τρίχας, συντρέχουσιν· οὕτως εἰσὶ θερμοί· ζῶντι δὲ διάπυροι, ὅταν ἐρεθίζηται· οὐ γὰρ ἂν τῶν κυνῶν ἁμαρτάνων τῇ πληγῇ τοῦ σώματος ἄκρα τὰ τριχώματα περιεπίμπρη.
ὁ μὲν οὖν ἄρρην τοσαῦτα καὶ ἔτι πλείω πράγματα παρασχὼν ἁλίσκεται.
ἐπειδὰν δὲ εὑρεθῇ, διώκεται. ἐὰν μὲν οὖν εἰς τὴν ἄρκυν ἐμπίπτῃ, τὸν ἀρκυωρὸν ἀναλαβόντα τὸ προβόλιον προσιέναι καὶ χρῆσθαι ὡς εἴρηκα· ἐὰν δὲ μὴ ἐμπέσῃ, μεταθεῖν. ἁλίσκεται δὲ καὶ ὅταν ᾖ πνίγη, διωκόμενος ὑπὸ τῶν κυνῶν· τὸ γὰρ θηρίον καίπερ ὑπερβάλλον δυνάμει ἀπαγορεύει ὑπέρασθμον γιγνόμενον.
ἀποθνῄσκουσι δὲ κύνες πολλαὶ ἐν τῇ τοιαύτῃ θήρᾳ καὶ αὐτοὶ οἱ κυνηγέται κινδυνεύουσιν, ὅταν γε ἐν ταῖς μεταδρομαῖς ἀπειρηκότι ἀναγκάζωνται προσιέναι ἔχοντες τὰ προβόλια ἢ ἐν ὕδατι ὄντι ἢ ἐφεστῶτι πρὸς ἀποκρήμνῳ ἢ ἐκ δασέος μὴ θέλοντι ἐξιέναι· οὐ γὰρ κωλύει αὐτὸν οὔτε ἄρκυς οὔτε ἄλλο οὐδὲν φέρεσθαι ὁμόσε τῷ πλησιάζοντι· ὅμως μέντοι προσιτέον, ὅταν ἔχῃ οὕτως, καὶ ἐπιδεικτέον τὴν εὐψυχίαν, διʼ ἣν εἵλοντο ἐκπονεῖν τὴν ἐπιθυμίαν ταύτην.
χρηστέον δὲ τῷ προβολίῳ καὶ ταῖς προβολαῖς τοῦ σώματος ὡς εἴρηται· εἰ γάρ τι καὶ πάσχοι, οὐκ ἂν διά γε τὸ μὴ ὀρθῶς ποιεῖν πάσχοι.
ἁλίσκεται δὲ τὰ μὲν ἐν τοῖς ὄρεσι φαρμάκῳ διὰ δυσχωρίαν ἀκονιτικῷ· παραβάλλουσι δὲ τοῦτο οἱ θηρώμενοι, συμμιγνύντες εἰς τὸ αὐτὸ ὅτῳ ἂν ἕκαστον χαίρῃ περὶ τὰ ὕδατα καὶ πρὸς ὅ τι ἂν ἄλλο προσίῃ.
τὰ δὲ αὐτῶν καταβαίνοντα εἰς τὸ πεδίον τῆς νυκτὸς ἀποκλεισθέντα μετὰ ἵππων καὶ ὅπλων ἁλίσκεται, εἰς κίνδυνον καθιστάντα τοὺς αἱροῦντας.
ἔστι δὲ οἷς αὐτῶν καὶ ὀρύγματα ποιοῦσι περιφερῆ μεγάλα βαθέα, ἐν μέσῳ λείποντες κίονα τῆς γῆς. ἐπὶ δὲ τοῦτον εἰς νύκτα ἐπέθεσαν δήσαντες αἶγα, καὶ ἔφραξαν κύκλῳ τὸ ὄρυγμα ὕλῃ ὥστε μὴ προορᾶν, εἴσοδον οὐ λείποντες. τὰ δὲ ἀκούοντα τῆς φωνῆς ἐν τῇ νυκτὶ κύκλῳ τὸν φραγμὸν περιθέουσι, καὶ ἐπειδὰν μὴ εὑρίσκῃ δίοδον, ὑπερπηδᾷ καὶ ἁλίσκεται.
πρῶτον μὲν γὰρ τὰ ὅπλα ὅταν ἔχοντες πορεύωνται ὁδοὺς χαλεπάς, οὐκ ἀπεροῦσιν· ἀνέξονται γὰρ τοὺς πόνους διὰ τὸ εἰθίσθαι μετὰ τούτων αἱρεῖν τὰ θηρία. ἔπειτα εὐνάζεσθαί τε σκληρῶς δυνατοὶ ἔσονται καὶ φύλακες εἶναι ἀγαθοὶ τοῦ ἐπιταττομένου.
ἐν δὲ ταῖς προσόδοις ταῖς πρὸς τοὺς πολεμίους ἅμα οἷοί τε ἔσονται ἐπιέναι καὶ τὰ παραγγελλόμενα ποιεῖν διὰ τὸ οὕτω καὶ αὐτοὶ αἱρεῖν τὰς ἄγρας. τεταγμένοι δὲ ἐν τῷ πρόσθεν οὐ λείψουσι τὰς τάξεις διὰ τὸ καρτερεῖν δύνασθαι.
ἐν φυγῇ δὲ τῶν πολεμίων ὀρθῶς καὶ ἀσφαλῶς διώξονται τοὺς ἐναντίους ἐν παντὶ χωρίῳ διὰ συνήθειαν. δυστυχήσαντος δὲ οἰκείου στρατοπέδου ἐν χωρίοις ὑλώδεσι καὶ ἀποκρήμνοις ἢ ἄλλως χαλεποῖς οἷοί τʼ ἔσονται καὶ αὐτοὶ σῴζεσθαι μὴ αἰσχρῶς καὶ ἑτέρους σῴζειν· ἡ γὰρ συνήθεια τοῦ ἔργου παρέξει αὐτοῖς πλέον τι εἰδέναι.
καὶ ἤδη τινὲς τῶν τοιούτων πολλοῦ ὄχλου συμμάχων τρεφθέντος τῇ αὑτῶν εὐταξίᾳ καὶ θράσει διὰ δυσχωρίαν ἁμαρτόντας τοὺς πολεμίους νενικηκότας ἀναμαχόμενοι ἐτρέψαντο· ἀεὶ γὰρ ἔστι τοῖς τὰ σώματα καὶ τὰς ψυχὰς εὖ ἔχουσιν ἐγγὺς εἶναι τοῦ εὐτυχῆσαι.
εἰδότες δὲ καὶ οἱ πρόγονοι ἡμῶν ὅτι ἐντεῦθεν ηὐτύχουν πρὸς τοὺς πολεμίους, ἐπιμέλειαν τῶν νέων ἐποιήσαντο· σπανίζοντες γὰρ καρπῶν τὸ ἐξ ἀρχῆς ἐνόμισαν ὅμως τοὺς κυνηγέτας μὴ κωλύειν διὰ μηδενὸς τῶν ἐπὶ τῇ γῇ φυομένων ἀγρεύειν·
πρὸς δὲ τούτῳ μὴ νυκτερεύειν ἐντὸς πολλῶν σταδίων, ἵνα μὴ ἀφαιροῖντο τὰς θήρας αὐτῶν οἱ ἔχοντες ταύτην τὴν τέχνην. ἑώρων γὰρ ὅτι τῶν νεωτέρων ἡ ἡδονὴ μόνη αὕτη πλεῖστα ἀγαθὰ παρασκευάζει. σώφρονάς τε γὰρ ποιεῖ καὶ δικαίους διὰ τὸ ἐν τῇ ἀληθείᾳ παιδεύεσθαι.
τά τε ἄλλα γὰρ καὶ τὰ τοῦ πολέμου διὰ τούτων εὐτυχοῦντες ᾐσθάνοντο· καὶ τῶν ἄλλων εἴ τι βούλονται ἐπιτηδεύειν καλῶν οὐδενὸς ἀποστερεῖ ὥσπερ ἕτεραι κακαὶ ἡδοναί, ἃς οὐ χρὴ μανθάνειν. ἐκ τῶν τοιούτων οὖν στρατιῶταί τε ἀγαθοὶ καὶ στρατηγοὶ γίγνονται.
ὧν γὰρ οἱ πόνοι τὰ μὲν αἰσχρὰ καὶ ὑβριστικὰ ἐκ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀφαιροῦνται, ἐπιθυμίαν δʼ ἀρετῆς ἐνηύξησαν, οὗτοι ἄριστοι· οὐ γὰρ ἂν περιίδοιεν οὔτε τὴν πόλιν τὴν ἑαυτῶν ἀδικουμένην οὔτε τὴν χώραν πάσχουσαν κακῶς.
εἰ οὖν οἱ φιλοκυνηγέται παρασκευάζουσιν αὑτοὺς τῇ πατρίδι χρησίμους εἶναι εἰς τὰ μέγιστα, οὐδʼ ἂν τὰ ἴδια ἀργοῖτο· σὺν γὰρ τῇ πόλει καὶ σῴζεται καὶ ἀπόλλυται τὰ οἰκεῖα ἑκάστου. ὥστε πρὸς τοῖς αὑτῶν καὶ τὰ τῶν ἄλλων ἰδιωτῶν οἱ τοιοῦτοι σῴζουσι.
πολλοὶ δὲ ὑπὸ φθόνου ἀλόγιστοι τῶν ταῦτα λεγόντων αἱροῦνται διὰ τὴν αὑτῶν κακίαν ἀπολέσθαι μᾶλλον ἢ ἑτέρων ἀρετῇ σῴζεσθαι· αἱ γὰρ ἡδοναὶ αἱ πολλαὶ καὶ κακαί· ὧν ἡττώμενοι ἢ λέγειν ἢ πράττειν ἐπαίρονται τὰ χείρω.
εἶτα ἐκ μὲν τῶν ματαίων λόγων ἔχθρας ἀναιροῦνται, ἐκ δὲ τῶν κακῶν ἔργων νόσους καὶ ζημίας καὶ θανάτους καὶ αὐτῶν καὶ παίδων καὶ φίλων, ἀναισθήτως μὲν τῶν κακῶν ἔχοντες, τῶν δὲ ἡδονῶν πλέον τῶν ἄλλων αἰσθανόμενοι, οἷς τίς ἂν χρήσαιτο εἰς πόλεως σωτηρίαν;
τούτων μέντοι τῶν κακῶν οὐδεὶς ὅστις οὐκ ἀφέξεται ἐρασθεὶς ὧν ἐγὼ παραινῶ· παίδευσις γὰρ καλὴ διδάσκει χρῆσθαι νόμοις καὶ λέγειν περὶ τῶν δικαίων καὶ ἀκούειν.
οἱ μὲν οὖν παρασχόντες αὑτοὺς ἐπὶ τὸ ἀεί τι μοχθεῖν τε καὶ διδάσκεσθαι ἑαυτοῖς μὲν μαθήσεις καὶ μελέτας ἐπιπόνους ἔχουσι, σωτηρίαν δὲ ταῖς ἑαυτῶν πόλεσιν· οἱ δὲ μὴ θέλοντες διὰ τὸ ἐπίπονον διδάσκεσθαι, ἀλλὰ ἐν ἡδοναῖς ἀκαίροις διάγειν, φύσει οὗτοι κάκιστοι.
οὔτε γὰρ νόμοις οὔτε λόγοις ἀγαθοῖς πείθονται· οὐ γὰρ εὑρίσκουσι διὰ τὸ μὴ πονεῖν οἷον χρὴ τὸν ἀγαθὸν εἶναι· ὥστε οὔτε θεοσεβεῖς δύνανται εἶναι οὔτε σοφοί· τῷ δὲ ἀπαιδεύτῳ χρώμενοι πολλὰ ἐπιτιμῶσι τοῖς πεπαιδευμένοις.
διὰ μὲν οὖν τούτων οὐδὲν ἂν καλῶς ἔχοι· διὰ δὲ τῶν πονούντων ἅπασαι αἱ ὠφέλειαι τοῖς ἀνθρώποις ηὕρηνται· ἀμείνους οὖν οἱ θέλοντες πονεῖν.
καὶ τοῦτο ἐπιδέδεικται μεγάλῳ παραδείγματι· τῶν γὰρ παλαιοτέρων οἱ παρὰ Χείρωνι ὧν ἐπεμνήσθην νέοι ὄντες ἀρξάμενοι ἀπὸ τῶν κυνηγεσίων πολλὰ καὶ καλὰ ἔμαθον· ἐξ ὧν ἐγένετο αὐτοῖς μεγάλη ἀρετή, διʼ ἣν καὶ νῦν θαυμάζονται· ἧς ὅτι μὲν ἐρῶσιν ἅπαντες εὔδηλον, ὅτι δὲ διὰ πόνων ἔστι τυχεῖν αὐτῆς, οἱ πολλοὶ ἀφίστανται.
τὸ μὲν γὰρ κατεργάσασθαι αὐτὴν ἄδηλον, οἱ δὲ πόνοι οἱ ἐν αὐτῇ ἐνόντες φανεροί. ἴσως μὲν οὖν, εἰ ἦν τὸ σῶμα αὐτῆς δῆλον, ἧττον ἂν ἠμέλουν οἱ ἄνθρωποι ἀρετῆς, εἰδότες ὅτι ὥσπερ αὐτοῖς ἐκείνη ἐμφανής ἐστιν, οὕτω καὶ αὐτοὶ ὑπʼ ἐκείνης ὁρῶνται.
ὅταν μὲν γάρ τις ὁρᾶται ὑπὸ τοῦ ἐρωμένου, ἅπας ἑαυτοῦ ἐστι βελτίων καὶ οὔτε λέγει οὔτε ποιεῖ αἰσχρὰ οὐδὲ κακά, ἵνα μὴ ὀφθῇ ὑπʼ ἐκείνου.
ὑπὸ δὲ τῆς ἀρετῆς οὐκ οἰόμενοι ἐπισκοπεῖσθαι πολλὰ κακὰ καὶ αἰσχρὰ ἐναντίον ποιοῦσιν, ὅτι αὐτοὶ ἐκείνην οὐχ ὁρῶσιν· ἡ δὲ πανταχοῦ πάρεστι διὰ τὸ εἶναι ἀθάνατος καὶ τιμᾷ τοὺς περὶ αὐτὴν ἀγαθούς, τοὺς δὲ κακοὺς ἀτιμάζει. εἰ οὖν εἰδεῖεν τοῦτο, ὅτι θεᾶται αὐτούς, ἵεντο ἂν ἐπὶ τοὺς πόνους καὶ τὰς παιδεύσεις αἷς ἁλίσκεται μόλις, καὶ κατεργάζοιντο ἂν αὐτήν.
ἂν ἄνδρα που ἑωράκαμεν ὅντινʼ οἱ νῦν σοφισταὶ ἀγαθὸν
ἐποίησαν, οὔτε γράμματα παρέχονται ἐξ ὧν χρὴ ἀγαθοὺς γίγνεσθαι,
ἀλλὰ περὶ μὲν τῶν ματαίων πολλὰ αὐτοῖς γέγραπται, ἀφʼ ὧν τοῖς νέοις αἱ μὲν
ἡδοναὶ κεναί, ἀρετὴ δʼ οὐκ ἔνι· διατρίβειν δʼ ἄλλως παρέχει τοῖς ἐλπίσασί τι
ἐξ αὐτῶν μαθήσεσθαι μάτην καὶ ἑτέρων κωλύει χρησίμων καὶ διδάσκει
κακά.
μέμφομαι οὖν αὐτοῖς τὰ μὲν μεγάλα μειζόνως· περὶ δὲ ὧν γράφουσιν, ὅτι τὰ μὲν ῥήματα αὐτοῖς ἐζήτηται, γνῶμαι δὲ ὀρθῶς ἔχουσαι, αἷς ἂν παιδεύοιντο οἱ νεώτεροι ἐπʼ ἀρετήν, οὐδαμοῦ.
ἐγὼ δὲ ἰδιώτης μέν εἰμι, οἶδα δὲ ὅτι κράτιστον μέν ἐστι παρὰ τῆς αὑτοῦ φύσεως τὸ ἀγαθὸν διδάσκεσθαι, δεύτερον δὲ παρὰ τῶν ἀληθῶς ἀγαθόν τι ἐπισταμένων μᾶλλον ἢ ὑπὸ τῶν ἐξαπατᾶν τέχνην ἐχόντων.
ἴσως οὖν τοῖς μὲν ὀνόμασιν οὐ σεσοφισμένως λέγω· οὐδὲ γὰρ ζητῶ τοῦτο· ὧν δὲ δέονται εἰς ἀρετὴν οἱ καλῶς πεπαιδευμένοι ὀρθῶς ἐγνωσμένα ζητῶ λέγειν· ὀνόματα μὲν γὰρ οὐκ ἂν παιδεύσειε, γνῶμαι δέ, εἰ καλῶς ἔχοιεν.
ψέγουσι δὲ καὶ ἄλλοι πολλοὶ τοὺς νῦν σοφιστὰς καὶ οὐ τοὺς
φιλοσόφους, ὅτι ἐν τοῖς ὀνόμασι σοφίζονται, οὐκ ἐν τοῖς νοήμασιν. οὐ
λανθάνει δέ με ὅτι
καίτοι γέγραπταί γε οὕτως, ἵνα ὀρθῶς ἔχῃ, καὶ μὴ σοφιστικοὺς ποιῇ ἀλλὰ σοφοὺς καὶ ἀγαθούς· οὐ γὰρ δοκεῖν αὐτὰ βούλομαι μᾶλλον ἢ εἶναι χρήσιμα, ἵνα ἀνεξέλεγκτα ᾖ εἰς ἀεί.
οἱ σοφισταὶ δʼ ἐπὶ τῷ ἐξαπατᾶν λέγουσι καὶ γράφουσιν ἐπὶ τῷ ἑαυτῶν κέρδει, καὶ οὐδένα οὐδὲν ὠφελοῦσιν· οὐδὲ γὰρ σοφὸς αὐτῶν ἐγένετο οὐδεὶς οὐδʼ ἔστιν, ἀλλὰ καὶ ἀρκεῖ ἑκάστῳ σοφιστὴν κληθῆναι, ὅ ἐστιν ὄνειδος παρά γε εὖ φρονοῦσι.
τὰ μὲν οὖν τῶν σοφιστῶν παραγγέλματα παραινῶ φυλάττεσθαι, τὰ δὲ τῶν φιλοσόφων ἐνθυμήματα μὴ ἀτιμάζειν· οἱ μὲν γὰρ σοφισταὶ πλουσίους καὶ νέους θηρῶνται, οἱ δὲ φιλόσοφοι πᾶσι κοινοὶ καὶ φίλοι· τύχας δὲ ἀνδρῶν οὔτε τιμῶσιν οὔτε ἀτιμάζουσι.
τάς τε γὰρ τῶν ἰδιωτῶν οὐσίας ἀφαιρούμενοι καὶ τὰ τῆς πόλεως εἰς τὰς κοινὰς σωτηρίας ἀνωφελέστεροί εἰσι τῶν ἰδιωτῶν, τά τε σώματα πρὸς τὸν πόλεμον κάκιστα καὶ αἴσχιστα ἔχουσι πονεῖν οὐ δυνάμενοι. οἱ δὲ κυνηγέται εἰς τὸ κοινὸν τοῖς πολίταις καὶ τὰ σώματα καὶ τὰ κτήματα καλῶς ἔχοντα παρέχουσιν.
ἔρχονται δὲ οἱ μὲν ἐπὶ τὰ θηρία, οἱ δʼ ἐπὶ τοὺς φίλους. εἶθʼ οἱ μὲν ἐπὶ τοὺς φίλους ἰόντες δύσκλειαν ἔχουσι παρὰ πᾶσιν, οἱ δὲ κυνηγέται ἐπὶ τὰ θηρία ἰόντες εὔκλειαν· ἑλόντες μὲν γὰρ πολέμια νικῶσι, μὴ ἑλόντες δὲ πρῶτον μὲν ὅτι πάσης τῆς πόλεως ἐχθροῖς ἐπιχειροῦσιν ἔπαινον ἔχουσιν, ἔπειτα ὅτι οὔτʼ ἐπʼ ἀνδρὸς βλάβῃ οὔτε φιλοκερδείᾳ ἔρχονται.
ἔπειτα ἐξ αὐτοῦ τοῦ ἐπιχειρήματος βελτίους γίγνονται πρὸς πολλὰ καὶ σοφώτεροι διʼ οὗ διδάξομεν. ἐὰν γὰρ μὴ πόνοις καὶ ἐνθυμήμασι καὶ ἐπιμελείαις πολλαῖς ὑπερβάλλωνται, οὐκ ἂν ἕλοιεν ἄγρας.
τὰ γὰρ ἀντίπαλα αὐτῶν ὑπὲρ τῆς ψυχῆς ἀγωνιζόμενα καὶ ἐν τῇ αὑτῶν οἰκήσει ἐν ἰσχύι πολλῇ ἐστιν· ὥστε τῷ κυνηγέτῃ μάτην οἱ πόνοι γίγνονται, ἐὰν μὴ μείζονι φιλοπονίᾳ καὶ πολλῇ συνέσει κρατήσῃ αὐτῶν.
οἱ μὲν οὖν κατὰ πόλιν βουλόμενοι πλεονεκτεῖν μελετῶσι νικᾶν φίλους, οἱ δὲ κυνηγέται κοινοὺς ἐχθρούς· καὶ τοὺς μὲν ἡ μελέτη αὕτη ποιεῖ πρὸς τοὺς ἄλλους πολεμίους ἀμείνους, τοὺς δὲ πολὺ χείρους· καὶ τοῖς μὲν ἡ ἄγρα μετὰ σωφροσύνης, τοῖς δὲ μετὰ αἰσχροῦ θράσους.
κακοηθείας δὲ καὶ αἰσχροκερδείας οἱ μὲν δύνανται καταφρονεῖν, οἱ δʼ οὐ δύνανται· φωνὴν δὲ οἱ μὲν εὐεπῆ ἱᾶσιν, οἱ δʼ αἰσχράν· πρὸς δὲ τὰ θεῖα τοῖς μὲν οὐδὲν ἐμποδὼν ἀσεβεῖν, οἱ δʼ εὐσεβέστατοι.
λόγοι γὰρ παλαιοὶ κατέχουσιν ὡς καὶ θεοὶ τούτῳ τῷ ἔργῳ χαίρουσι καὶ πράττοντες καὶ ὁρῶντες· ὥστε ὑπάρχειν ἐνθυμουμένους τούτων θεοφιλεῖς τʼ εἶναι καὶ εὐσεβεῖς τοὺς νέους τοὺς ποιοῦντας ἃ ἐγὼ παραινῶ, οἰομένους ὑπὸ θεῶν του ὁρᾶσθαι ταῦτα. οὗτοι δʼ ἂν εἶεν καὶ τοκεῦσιν ἀγαθοὶ καὶ πάσῃ τῇ ἑαυτῶν πόλει καὶ ἑνὶ ἑκάστῳ τῶν φίλων καὶ πολιτῶν.
οὐ μόνον δὲ ὅσοι ἄνδρες κυνηγεσίων ἠράσθησαν ἐγένοντο ἀγαθοί, ἀλλὰ καὶ αἱ
γυναῖκες αἷς ἔδωκεν ἡ θεὸς ταῦτα Ἄρτεμις, Ἀταλάντη καὶ Πρόκρις
καὶ ἥτις ἄλλη.