Ἐπίνικοι Bacchylides Richard C. Jebb Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Lisa Cerrato William Merrill Elli Mylonas David Smith The Annenberg CPB/Project Trustees of Tufts University Medford, MA Perseus Project Perseus 2.0 tlg0199.tlg001.perseus-grc2.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License Bacchylides The Poems and Fragments Richard C. Jebb Cambridge Cambridge University Press 1905 The Internet Archive

The text was entered in the Philippines. Basic SGML tagging by EM

This pointer pattern extracts poem and line.

This pointer pattern extracts poem.

Greek English Add citeStructure refsDecl EpiDoc and CTS Conversion edited markup base SDL file began reorganizing texts module by collection. created separate work directory in texts module to keep hopper files separate from in progress files added cvs log keyword Added most of Ode 14b, which is missing in Jebb, and which the Svarlien translation has. Edited the notes so they were full sentences. Removed capital letters, filled in speaker tages in ode 18. Did initial tagging, added header. Also added some strophes from Maehler that Jebb doesn't have. Ode 1, 1st 5 strophes. Ode 12, last 2 strophes.
Ode 1 Ἀργεῖῳ Κεῖῳ Παιδί Πύκτῃ Ἴσθμια κλυτοφόρμιγγες Δ̣[ιὸς ὑ- ψιμέδοντος παρθένοι ¯˘˘Πι]ε̣ρίδες ¯¯]ενυφαι[˘˘¯¯ ¯˘˘]ο̣υς ἵνα κ[¯ ¯¯˘]γαίας Ἰσθμί[ας ¯¯˘]ν, εὐβούλου ν̣[˘¯ ¯˘γαμ]βρὸν Νηρέ[ος !˘!!˘!¯!] νάσοιό τʼ ἐϋ- !!˘!!˘!!] αν, ἔνθ̣[¯˘¯ ὦ Πέλοπος λιπαρᾶς νάσου θεόδματοι πύλαι 2 lines missing at the end of ant. 1, 2 at the beginning of ep. 1. ¯˘¯¯¯˘ὑφʼ ἅρ]μ̣ασιν ἵππους οἱ δὲ π]έ̣τ̣οντο ![˘¯¯ ¯˘¯¯]εσσιν ἀν[δρῶν ¯˘˘¯˘]τον αὐτ[¯ ¯˘¯]ἄλλαισιν[¯¯¯˘¯¯ Str., ant. and epode 3 are extremely fragmentary. ˘˘¯¯¯]ν̣ πυκ[ιν¯ ˘˘¯¯]γοὶ κόρ̣[αι ¯˘˘¯]αγορā ¯¯]ο̣ μελίφρονος ὕπ̣[νου ¯˘˘ἁμετ[έραν ¯¯˘ ἀ̣ρ]χ̣α̣ίαν πόλιν ¯¯˘¯¯]γ̣οιμεν οἴ- κους ἐπʼ]ἀ̣νδ̣ήροις ἁλός ὑπό τʼ α]ὐ̣γαῖς ἀελι̣ο̣υ 6 lines at the end of ant. 3 and all of epode 3 are lost. ¯˘˘¯]σαγόραι ¯¯Μα]κ̣ελὼ δὲ τ[˘¯¯ ¯˘φιλ]āλάκατος, ¯¯]δʼ ἐπʼ εὐναῆ [πόρον ¯¯]α· προσφώνει τέ νιν ¯˘¯]σαίνουσʼ ὀπί· ˘˘¯¯μ]ὲν στέρομαι ˘˘ἀμ]φάκει δύᾳ ¯˘˘¯π]ενίᾳ ¯¯˘˘¯]!γετ[!] πάμπα[ν ¯˘˘¯˘˘]α̣ς ¯¯˘¯¯¯]ομοι 2 lines lost. ¯ ˘]αφθε[ ¯ ˘ × ¯ ˘ ˘ ¯ ¯ ! ! ς· τριτάτᾳ με[˘ ¯ ¯ ἁμέρᾳ Μίνως ἀρ[ῇο]ς ἤλυθεν αἰολοπρύμνοις ναυσὶ πεντήκοντα σὺν Κρητῶν ὁμίλῳ· Διὸς εὐκλείου δὲ ϝέκα- τι βαθύζωνον κόραν Δεξιθέαν δάμασεν· καί ϝοι λίπεν ἥμισυ λαῶν, ἄνδρας ἀρηϊφίλους, τοῖσιν πολύκρημνον χθόνα νείμας ἀποπλ έω ν ᾤχετʼ ἐς Κνωσὸν ἱμερτὰν πόλιν βασιλεὺς Εὐρωπιάδας· δεκάτῳ δʼ Εὐξάντιον μηνὶ τέ]κʼ εὐπλόκ[αμος νύμφα φερ]εκυδέ[ϊ νάσῳ ¯ ˘ ˘ ¯]πρύτα[νιν δν ἄλλα]ξαν θύγατρες Column 1 πόλ[ιν ¯ ¯ ¯]ν βαθυδεί- ελον· [ἐκ τᾶ]ς μὲν γένος ἔπλε[το καρτε]ρόχειρ Ἀργεῖος [˘ ¯ ˘] λέοντος θυμὸ[ν ἔχων], ὁπότε χρεῖ[ός τι συμ]βολοῖ μάχας, ποσσί[ν τʼ ἐλα]φρό[ς, π]ατρίων τʼ οὐκ [ἀπόκλαρος κ]αλῶν, τόσα Παν[θείδᾳ κλυτό]το- ξος Ἀπό[λλων ὤπασε]ν, ἀμφί τʼ ἰατορίᾳ ξείνων τε φιλάνορι τιμᾷ· εὖ δὲ λαχὼν Χαρίτων πολλοῖς τε θαυμασθεὶς βροτᾶν αἰῶνʼ ἔλυσεν, πέντε παῖ- δας μεγαινήτους λιπών. τῶν ἕνα ϝοι Κρονίδας ὑψίζυγος Ἰσθμιόνικον θῆκεν ἀντʼ εὐεργεσιᾶν, λιπαρῶν τʼ ἄλ- λων στεφάνων ἐπίμοιρον. φαμὶ καὶ φάσω μέγιστον κῦδος ἔχειν ἀρετάν, πλοῦ- τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ, ἐθέλει δʼ αὔξειν φρένας ἀν- δρός· ὁ δʼ εὖ ἔρδων θεοὺς ἐλπίδι κυδροτέρᾳ σαίνει κέαρ· εἰ δʼ ὑγιείας θνατὸς ἐὼν ἔλαχεν, ζώειν τʼ ἀπʼ οἰκείων ἔχει, πρώτοις ἐρίζει· παντί τοι τέρψις ἀνθρώπων βίῳ ἕπεται νόσφιν γε νόσων πενίας τʼ ἀμαχάνου. ἶσον ὅ τʼ ἀφνεὸς ἱ- μείρει μεγάλων ὅ τε μείων Column 2 παυροτέρων· τὸ δὲ πάν- των εὐμαρεῖν οὐδὲν γλυκὺ θνατοῖσιν, ἀλλʼ αἰεὶ τὰ φεύ- γοντα δίζηνται κιχεῖν. ὅντινα κουφόταται θυμὸν δονέουσι μέριμναι, ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον τι- μάν· ἀρετὰ δʼ ἐπίμοχθος μέν, τε]λευταθεῖσα δʼ ὀρθῶς ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί- πει πο]λυζήλωτον εὐκλείας ἄγαλμα.
Ode 2 Τῷ Αὐτῷ ἄ[ϊξεν ἁ] σεμνοδότειρα Φήμα ἐς Κέον ἱεράν, χαριτώ- νυμον φέρουσʼ ἀγγελίαν, ὅτι μ[άχ]ας θρασύχειρος Ἀρ- γεῖος ἄρατο νίκαν· καλῶν δʼ ἀνέμνασεν, ὅσʼ ἐν κλεεννῷ αὐχένι ϝισθμοῦ ζαθέαν λιπόντες Εὐξαντίδα νᾶ- σον ἐπεδείξαμεν ἑβδομή- κοντα σὺν στεφάνοισιν. καλεῖ δὲ Μοῦσʼ αὐθιγενὴς γλυκεῖαν αὐλῶν καναχάν, γεραίρουσʼ ἐπινικίοις Πανθείδα φίλον υἱόν.
Ode 3 Ἱέρωνι Συρακοσίῳ Ἵπποις Ὀλύμπια. ἀριστοκάρπου Σικελίας κρέουσαν Δάματρα ϝιοστέφανόν τε κούραν ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τʼ Ὀ- λυμπιοδρόμους Ἱέρωνος ἵππους. σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ σὺν Ἀγ]λαΐᾳ τε παρʼ εὐρυδίναν Ἀλφ εό ν, τόθι Δ]εινομέν εο ς ἔθηκαν ὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι. θρόησε δὲ λ[αὸς ἀπείρων· ἆ τρισευδαίμ[ων ἀνήρ, Column 3 ὃ παρὰ Ζηνὸς λαχὼν πλείσταρχον Ἑλλάνων γέρας οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ- φαρέϊ κρύπτειν σκότῳ. βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς, βρύουσι φιλοξενίας ἀγυιαί· λάμπει δʼ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς ὑψιδαιδάλτων τριπόδων σταθέντων πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος Φοίβου παρὰ Κασταλίας ῥεέθροις Δελφοὶ διέπουσι. θεόν, θεόν τις ἀγλαϊζέτ ω, ὁ γὰρ ἄριστος ὄλβων. ἐπεί ποτε καὶ δαμασίππου Λυδίας ἀρχαγέταν, εὖτε τὰν πεπ[ρωμέναν Ζηνὸς τελε[ιοῦσαι κρίσιν Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ, Κροῖσον ὁ χρυσά[ορος φύλαξʼ Ἀπόλλων. [ὁ δʼ ἐς ἄ]ελπτον ἆμαρ μολὼν πολυδ[άκρυον] οὐκ ἔμελλε μίμνειν ἔτι δ[ουλοσύ]ναν· πυρὰν δὲ χαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶς ναήσατʼ, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδνᾷ σὺν εὐπλοκάμοις τʼ ἐπέβαινʼ ἄλα[στον θυγατράσι δυρομέναις· χέρας δʼ ἐς αἰπὺν αἰθέρα σφετέρας ἀείρας γέγω]νεν· ὑπέρβιε δαῖμον, ποῦ θεῶν ἐστιν χάρις; ποῦ δὲ Λατοίδας ἄναξ; πίτνουσ]ιν Ἀλυάττα δόμοι, ¯˘¯×¯˘¯×] μυρίων ¯˘¯×¯˘¯]ν; ׯ˘˘×˘˘˘¯˘]ν ἄστυ, φοινίσσεται αἵματι χρυσο]δίνας Column 4 Πακτωλός· ἀεικελίως γυναῖκες ἐξ ἐϋκτίτων μεγάρων ἄγονται· τὰ πρόσθε δʼ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον. τόσʼ εἶπε, καὶ ἁβροβάταν κέλευσεν ἅπτειν ξύλινον δόμον. ἔ[κλαγ]ον δὲ παρθένοι, φίλας τʼ ἀνὰ ματρὶ χεῖρας ἔβαλλον· ὁ γὰρ προφανὴς θνα- τοῖσιν ἔχθιστος φόνων· ἀλλʼ ἐπεὶ δεινοῦ πυρὸς λαμπρὸν διάϊ[σσεν μέ]νος, Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος σβέννυεν ξανθὰ[ν φλόγα. ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα τεύχει· τότε Δαλογενὴς Ἀπόλλων φέρων ἐς Ὑπερβορέους γέροντα σὺν τανισφύροις κατένασσε κούραις δι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν. ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ. ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς, ὦ μεγαίνητε Ἱέρων, θελήσει φάμ]εν σέο πλείονα χρυσὸν Λοξί]ᾳ πέμψαι βροτῶν. εὖ λέγ]ειν πάρεστιν, ὅσ- τις μὴ φθόνῳ πιαίνεται, θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον, τεθμ]ίου σκᾶπτρον Διὸς ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν· ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων ἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι. καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών· δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν ἐφαμ]ερίων· ὁ δʼ ἄναξ [Ἀπόλλων ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι· Column 5 θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν γνώμας, ὅτι τʼ αὔριον ὄψ εα ι μοῦνον ἁλίου φάος, χὥτι πεντήκοντʼ ἔτ εα ζωὰν βαθύπλουτον τελεῖς. ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ κερδέων ὑπέρτατον. φρον έο ντι συνετὰ γαρύω· βαθὺς μὲν αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου οὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός· ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν π[αρ]έντα γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι ἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει βροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰ Μοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δʼ ὄλβου κάλλιστʼ ἐπεδ[είξ]αο θνατοῖς ἄνθεα· πράξα[ντι] δʼ εὖ οὐ φέρει κόσμον σιω- πά· σὺν δʼ ἀλαθείᾳ καλῶν καὶ μελιγλώσσου τις ὑμνήσει χάριν Κηΐας ἀηδόνος.
Ode 4 Τῷ Αὐτῷ Ἵπποις Πύθια. ἔτι Συρακοσίαν φιλεῖ πόλιν ὁ χρυσοκόμας Ἀπόλλων, ἀστύθεμίν θʼ Ἱέρωνα γεραίρει· τρίτον γὰρ παρʼ ὀμφα]λὸν ὑψιδείρου χθονὸς Πυθιόνικ[ος ἀείδε]ται ὠκυπόδ[ων ἀρετᾶ] σὺν ἵππων. έ̣[!!!!] ἁδυεπὴς ἀ[να- ξιφόρ]μιγγος Ουρ[αν]ίας ἀλέκτωρ !!!!!!]εν· ἀλλʼ ἑκ[όν]τι νόῳ, !!!!!ο]υς ἐπέσεισ̣εν ὕμνους ἔτι δὲ τέ]τρατον εἴ τις ορ- !!!!!!!]εἵλκε Δίκ]ας τάλαν[τον Column 6 Δεινομέν εό ς κʼ ἐγερα[ίρο]μεν υἱόν. πάρεστίν νιν ἀγχιάλοισ[ι Κρίσ]ας μυχοῖς μοῦνον ἐπιχθονίων τάδε μησάμενον στεφάνοις ἐρέπτειν δύο τʼ Ὀλυμπιονίκας ἀείδειν. τί φέρτερον ἢ θεοῖσιν φίλον ἐόντα παντο[δα]πῶν λαγχάνειν ἄπο μοῖρα[ν ἐσ]θλῶν;
Ode 5 Τῷ Αὐτῷ Κέλητι Ολύμπια. εὔμοιρε Συρακοσίων ἱπποδινήτων στραταγέ, γνώσει μὲν ἰοστεφάνων Μοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦν αἴ τις ἐπιχθονίων, ὀρθῶς· φρένα δʼ εὐθύδικον ἀτρέμʼ ἀμπαύσας μεριμνᾶν δεῦρʼ ἐπάθρησον νόῳ, ᾗ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάνας ὕμνον ἀπὸ ζαθέας νάσου ξένος ὑμετέραν πέμ- πει κλεεννὰν ἐς πόλιν, χρυσάμπυκος Οὐρανίας κλει- νὸς θεράπων· ἐθέλει δὲ γᾶρυν ἐκ στηθ έω ν χέων αἰνεῖν Ἱέρωνα. βαθὺν δʼ αἰθέρα ξουθαῖσι τάμνων ὑψοῦ πτερύγεσσι ταχεί- αις αἰετὸς εὐρυάνακτος ἄγγελος Ζηνὸς ἐρισφαράγου θαρσεῖ κρατερᾷ πίσυνος ἰσχύϊ, πτάσσοντι δʼ ὄρνι- χες λιγύφθογγοι φόβῳ· οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας, οὐδʼ ἁλὸς ἀκαμάτας Column 7 δυσπαίπαλα κύματα· νωμᾶ- ται δʼ ἐν ἀτρύτῳ χάει λεπτότριχα σὺν ζεφύρου πνοι- αῖσιν ἔθειραν ἀρίγνω- τος μετʼ ἀνθρώποις ἰδεῖν· τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος ὑμετέραν ἀρετὰν ὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκας χαλκεοστέρνου τʼ Ἄρηος, Δεινομένευς ἀγέρω- χοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός. ξανθότριχα μὲν Φερένικον Ἀλφεὸν παρʼ εὐρυδίναν πῶλον ἀελλοδρόμαν εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς, Πυθῶνί τʼ ἐν ἀγαθέᾳ· γᾷ δʼ ἐπισκήπτων πιφαύσκω· οὔπω νιν ὑπὸ προτέρων ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις πρὸς τέλος ὀρνύμενον· ῥιπᾷ γὰρ ἴσος βορέα ὃν κυβερνήταν φυλάσσων ἵεται νεόκροτον νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων. ὄλβιος ᾧτινι θ εὸ ς μοῖράν τε καλῶν ἔπορεν σύν τʼ ἐπιζήλῳ τύχᾳ ἀφν εὸ ν βιοτὰν διάγειν· οὐ γάρ τις ἐπιχθονίων πάντα γʼ εὐδαίμων ἔφυ. καὶ μάν π]οτʼ ἐρειψιπύλαν παῖδʼ ἀνίκ]ατον λέγουσιν δῦναι Διὸς] ἀργικεραύ- Column 8 νου δώματα Φερσεφόνας τανισφύρου, καρχαρόδοντα κύνʼ ἄ- ξοντʼ ἐς φάος ἐξ Ἀΐδα, υἱὸν ἀπλάτοιʼ Ἐχίδνας· ἔνθα δυστάνων βροτῶν ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέθροις, οἷά τε φύλλʼ ἄνεμος Ἴδας ἀνὰ μηλοβότους πρῶνας ἀργηστὰς δονεῖ. ταῖσιν δὲ μετέπρεπεν εἴδω- λον θρασυμέμνονος ἐγ- χεσπάλου Πορθανίδα· τὸν δʼ ὡς ἴδεν Ἀλκμήνιος θαυμαστὸς ἥρως τεύχεσι λαμπόμενον, νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας, χαλκεόκρανον δʼ ἔπειτʼ ἐξ- είλετο ϝιὸν ἀνα- πτύξας φαρέτρας πῶμα· τῷ δʼ ἐναντία ψυχὰ προφάνη Μελεάγρου καί νιν εὖ εἰδὼς προσεῖπεν· υἱὲ Διὸς μεγάλου, στᾶθί τʼ ἐν χώρᾳ, γελανώσας τε θυμόν μὴ ταΰσιον προΐει τραχὺν ἐκ χειρῶν ὀϊστὸν ψυχαῖσιν ἔπι φθιμένων· οὔτοι δέος. ὣς φάτο· θάμβησεν δʼ ἄναξ Ἀμφιτρυωνιάδας, εἶπέν τε· τίς ἀθανάτων ἢ βροτῶν τοιοῦτον ἔρνος θρέψεν ἐν ποίᾳ χθονί; τίς δʼ ἔκτανεν ; ἦ τάχα καλλίζωνος Ἥρα κεῖνον ἐφʼ ἁμετέρᾳ πέμψει κεφαλᾷ· τὰ δέ που Column 9 Παλλάδι ξανθᾷ μέλει. τὸν δὲ προσέφα Μελέαγρος δακρυόεις· χαλεπὸν θ εῶ ν παρατρέψαι νόον ἄνδρεσσιν ἐπιχθονίοις. καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς παῦσεν καλυκοστεφάνου σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου λισσόμενος πολέων τʼ αἰγῶν θυσίαισι πατὴρ καὶ βοῶν φοινικονώτων· ἀλλʼ ἀνίκατον θεὰ ἔσχεν χόλον· εὐρυβίαν δʼ ἔσσευε κούρα κάπρον ἀναιδομάχαν ἐς καλλίχορον Καλυδῶ- νʼ, ἔνθα πλημύρων σθένει ὄρχους ἐπέκειρεν ὀδόντι, σφάζε τε μῆλα, βροτῶν θʼ ὅστις εἰσάνταν μόλοι. τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι στασάμεθʼ ἐνδυκέως ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων κάρτος Αἰτωλοῖς ὄρεξεν, θάπτομεν οὓς κατέπε- φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ, Ἀγκαῖον ἐμῶν τʼ Ἀγέλαον φ[έρτ]ατον κεδνῶν ἀδελφ εῶ ν, οὓς τέ]κεν ἐν μεγάροις πατρὸ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος· τῶν δʼ ὤ]λεσε μοῖρʼ ὀλοὰ πλεῦνα]ς· οὐ γάρ πω δαΐφρων παῦσεν] χόλον ἀγροτέρα Column 10 Λατοῦς θυγάτηρ· περὶ δʼ αἴθωνος δορᾶς μαρνάμεθʼ ἐνδυκέως Κουρῆσι μενεπτολέμοις· ἔνθʼ ἐγὼ πολλοῖς σὺν ἄλλοις Ἴφικλον κατέκτανον ἐσθλόν τʼ Ἀφάρητα, θοοὺς μάτρωας· οὐ γὰρ καρτερόθυμος Ἄρης κρίνει φίλον ἐν πολέμῳ· τυφλὰ δʼ ἐκ χειρῶν βέλη ψυχαῖς ἔπι δυσμενέων φοι- τᾷ θάνατόν τε φέρει τοῖσιν ἂν δαίμων θέλῃ· ταῦτʼ οὐκ ἐπιλεξαμένα Θεστίου κούρα δαΐφρων μάτηρ κακόποτμος ἐμοὶ βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά· καῖέ τε δαιδαλέας ἐκ λάρνακος ὠκύμορον φιτρὸν ἀγκλαύσασα, τὸν δὴ μοῖρʼ ἐπέκλωσεν τότε ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν Δαϊπύλου Κλύμενον παῖδʼ ἄλκιμον ἐξεναρί- ζων ἀμώμητον δέμας, πύργων προπάροιθε κιχήσας· τοὶ δὲ πρὸς εὐκτιμέναν φεῦγον ἀρχαίαν πόλιν Πλευρῶνα· μινύνθη δέ μοι ψυχὰ γλυκεῖα, γνῶν δʼ ὀλιγοσθενέων· αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλ[άμων ἀγλαὰν ἥβαν προλείπων. φασὶν ἀδεισιβόαν Column 11 Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε τέγξαι βλέφαρον, ταλαπενθ έο ς πότμον οἰκτίροντα φωτός· καί νιν ἀμειβόμενος τοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον, μηδʼ ἀελίου προσιδεῖν φέγγος· ἀλλʼ οὐ γάρ τίς ἐστιν πρᾶξις τάδε μυρομένοις, χρὴ κεῖνο λέγειν ὅ,τι καὶ μέλλει τελεῖν. ἦ ῥα τις ἐν μεγάροις Οἰνῆος ἀρηϊφίλου ἔστιν ἀδμήτα θυγάτρων, σοὶ φυὰν ἀλιγκία; τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν. τὸν δὲ μενεπτολέμου ψυχὰ προσέφα Μελεά- γρου· λίπον χλωραύχενα ἐν δώμασι Δαϊάνειραν, νῆϊν ἔτι χρυσέας Κύπριδος θελξιμβρότου. λευκώλενε Καλλιόπα, στᾶσον εὐποίητον ἅρμα αὐτοῦ· Δία τε Κρονίδαν ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν, τόν τʼ ἀκαμαντορόαν Ἀλφ εό ν, Πέλοπός τε βίαν, καὶ Πίσαν, ἔνθʼ ὁ κλεεννὸς ποσσὶ νικάσας δρόμῳ ἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ- σας Ἱέρωνι φέρων εὐδ]αιμονίας πέταλον. χρὴ δʼ ἀλαθείας χάριν Column 12 αἰνεῖν, φθόνον ἀμφοτέραισιν χερσὶν ἀπωσάμενον, εἴ τις εὖ πράσσοι βροτῶν. Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶν Ἡσίοδος πρόπολος Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳ καὶ βροτῶν φήμαν ἕπ[εσθαι. πείθομαι εὐμαρέως εὐκλ έα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκας πέμπειν Ἱέρωνι· τόθεν γὰρ πυθμένες θάλλουσιν ἐσθλ[ῶν, τοὺς ὁ μεγιστοπάτωρ Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.
Ode 6 Λάχωνι Κεῖῳ Παιδί Σταδίει Ολύμπια Λάχων Διὸς μεγίστου λάχε φέρτατον πόδεσσι κῦδος ἐπʼ Ἀλφ εοῦ προχοαῖσ[ι νικῶν, διʼ ὅσσα πάροιθεν ἀμπελοτρόφον Κέον ἄεισάν ποτʼ Ὀλυμπίᾳ πύξ τε καὶ στάδιον κρατεῦ- σαν] στεφάνοις ἐθείρας νεανίαι βρύοντες. σὲ δὲ νῦν ἀναξιμόλπου Οὐρανίας ὕμνος ἕκατι νίκ[ας Ἀριστομένειον ὦ ποδάνεμον τέκος, γεραίρει προδόμοις ἀοι- δαῖς, ὅτι στάδιον κρατή- σας Κέον εὐκλέϊξας.
Ode 7 Τῷ Αὐτῷ ὦ λιπαρὰ θύγατερ Χρόνου τε κ[αὶ Νυκτός, σὲ πεντήκοντα μηνῶν ἁμέραν ἑκκαιδεκάταν ἐν Ὀλυμπ[ίᾳ ˘¯ Column 13 !!!]β̣αρυβρ[!!!!!!!!!!!!!] ἕκατι !!!]ι̣τοσαιμα̣[ κρίνειν τα[χυτᾶτά τε] λαιψηρῶν ποδῶν Ἕλλασι καὶ γυίων ἀρισταλκὲς σθένος· ᾧ δὲ σὺ πρεσβύτατον νείμῃς γέρας νίκας ἐπʼ ἀνθρώποισιν εὔδοξος κέκλη- ται καὶ πολυζήλωτος. Ἀρ[ιστομένει]ον νῦν γ]ʼ ἐκόσμη[σας στε]φάν[οισι Λάχω]να The rest is fragmentary.
Ode 8 Λιπαρίωνι Κεῖῳ The text of str. 1 is fragmentary. Πυθῶνά τε μηλοθύταν Column 14 ὑμν έω ν Νεμέαν τε καὶ Ἰσθμόν· γᾷ δʼ ἐπισκήπτων χέρα κομπάσομαι· σὺν ἀλα- θείᾳ δὲ πᾶν λάμπει χρέος· οὔτις ἀνθρώπων κ[αθʼ Ἕλλα- νας ἐν ἅλικι χρόνῳ παῖς ἐὼ ν ἀνήρ τε π[λεῦ- νας ἐδέξατο νίκας. ὦ Ζεῦ κεραυνεγχές, κα[ὶ ἐπʼ ἀργυ]ροδίνα ὄχθαισιν Ἀλφειοῦ τέλεσσ[ας μεγ]αλοκλ έα ς θ εο δότους εὐχάς, περὶ κ[ρατί τʼ ὄ]πα[σσα]ς γλαυκὸν Αἰτωλίδος ἄνδημʼ ἐλαίας ἐν Πέλοπος Φρυγίου κλεινοῖς ἀέθλοις.
Ode 9 Ἀυτομήδει Φλειάσιῳ Πεντάθλῳ Νέμεα δόξαν, ὦ χρυσαλάκατοι Χάριτες, πεισίμβροτον δοίητʼ, ἐπεὶ Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου Ζηνὸς εὐθαλὲς πέδον ὑμνεῖν, ὅθι μηλοδαΐκταν θρέψεν ἁ λευκώλενος Ἥρα περικλειτῶν ἀέθλων πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα. κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοι πρώτιστον Ἀργείων κριτοὶ ἄθλησαν ἐπʼ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς πέφνʼ ἀωτεύοντα δράκων ὑπέροπλος, σᾶμα μέλλοντος φόνου. ὦ μοῖρα πολυκρατές· οὔ νιν πεῖθʼ Ὀϊκλείδας πάλιν στείχειν ἐς εὐάνδρους ἀγυιάς. ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α ἃ καὶ τότʼ Ἄδραστον Ταλ[αϊονίδαν Column 15 πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον. κείνων ἀπʼ εὐδόξων ἀγώνων ἐν Νεμ έᾳ κλεινοὶ βροτῶν οἳ τριέτει στεφάνῳ ξανθὰν ἐρέψωνται κόμαν. Αὐτομήδει νῦν γε νικά- σαντί νιν δαίμων ἔδωκεν. πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς ἄστρων διακρίνει φάη νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα· τοῖος Ἑλλάνων διʼ ἀπείρονα κύκλον φαῖνε θαυμαστὸν δέμας, δισκὸν τροχοειδέα ῥίπτων, καὶ μελαμφύλλου κλάδον ἀκτ έα ς ἐς αἰπεινὰν προπέμπων αἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν, ἢ τελευταίας ἀμάρυγμα πάλας· τοιῷ[δʼ ὑπερθύ]μῳ σ[θένε]ι γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσας ἵκετʼ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν, τοῦ κ[λέος π]ᾶσαν χθόνα ἦλθε[ν καὶ] ἐπʼ ἔσχατα Νείλου· ταί τʼ ἐπʼ ε[ὐν]αεῖ πόρῳ οἰκεῦσι Θερμώδοντος, ἐγχ έω ν ἵστορες κοῦραι διωξίπποιʼ Ἄρηος, σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν, ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος. στείχει διʼ εὐρείας κελεύθου μυρία παντᾷ φάτις σᾶς γενεᾶς λιπαρο- ζώνων θυγάτρων, ἃς θεοὶ σὺν τύχαις ᾤκισσαν ἀρχα- γοὺς ἀπορθήτων ἀγυιᾶν. τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου Θήβας ἐΰδμ[ατον πόλι]ν, Column 16 ἢ τὰν μεγαλώνυ]μον Αἴγιναν, μεγίστου Ζηνὸς ἃ πλαθεῖσα λέ]χει τέκεν ἥρω ¯ δ̣ε̣σ̣ω̣ ¯ ¯ ου· ὃς γ]ᾶς βασά[νοισιν Ἀχ]αιῶν ¯ ˘ ¯ × ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯ α[˘ ¯ ¯ ¯ ˘ ε]ὔπ[ε]πλον [ ἠ[δὲ Πειράν]αν ἑλικοστέφα[νον κ[ούραν, ὅ]σαι τʼ ἄλλαι θεῶν ε̣[ὐναῖς ἐδ]άμησαν ἀριγνώτοις π[α]λαι[οῦ παῖδες αἰ]δ̣οῖαι ποταμοῦ κελάδοντος· ¯˘¯¯]αν πόλιν ¯¯˘˘¯]σί τε νίκα[ς ¯˘¯ αὐ]λῶν βοαὶ σύμφωνα πνείο]υσαι· με[γίστου ¯˘¯¯¯˘¯¯¯˘¯]α̣ν· ¯¯˘¯¯¯˘˘¯˘]νέος χρ]υσέα[ν προσ]θέντα ϝιόπλοκον εὖ εἰπεῖν [κόραν, καὶ μ]ατ[έρʼ ἀγ]νάμπτων ἐρώτων ¯ ˘ ¯ κλε]ινὰν βροτο[ῖς ¯ ˘ ˘ ¯ ˘]λέων ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯ ˘ ¯ νασι]ώταν ¯ ˘ ¯ ¯ ¯ ˘]ν ὕμνον, ¯ ˘ ¯ ¯ ¯] καὶ ἀποφθιμένῳ τὸν πάντʼ ἐς ἄτ]ρυτον χρόνον, καὶ τοῖς ἐπιγ]ιγνομένοις αἰεὶ πιφαύσκοι σὰν Νε]μέᾳ νίκαν· τό [γέ] τοι καλὸν ἔργον γνησίων ὕμνων τυχὸν ὑψοῦ παρὰ δαίμοσι κεῖται· σὺν δʼ ἀλαθείᾳ βροτῶν κάλλιστον, εἴπ[ερ καὶ θάνῃ τις, λείπεται Μουσᾶν [˘¯¯¯ ἄθυ]ρμα. εἰσὶ δʼ ἀνθρ[ώπων ˘˘¯˘˘¯ Column 17 πολλαί· διακρίνει δὲ θ εῶ ν βουλὰ [τὸ καλυπτό]μενον νυκτὸς [δνόφοισιν· !]!!![˘¯¯¯˘]γε καὶ τὸν ἀρείω ¯˘¯¯¯˘]που. ¯¯˘˘¯˘˘]εύσων ¯˘¯¯¯˘¯ ¯¯˘¯¯¯˘ π]αύροις ἀν]δρ[άσιν ¯¯˘¯¯¯]ι̣ τὸ μέλλον· !!]ι̣μιω̣[¯¯˘ ἔδ]ωκε χάριν κ]αὶ Διων[ύσου Κρονίδας] θεοτίματον πόλιν ναίειν ἀπο[ρθήτους θαλ]εῦντας· χρυσεοσκάπτρ[ου Διὸς ὅς] τι καλὸν φέ[ρεται, πᾶς αἰ]νέοι· Τιμοξ[ένου πα]ιδὶ σὺν κώ[μοις ἁμαρ- τ[έ]ο]ιτε πεντ[άθλου ϝέκατι.
Ode 10 Ἀγλαῷ (?) Ἀθηναίῳ Δρομεῖ Ἰσθμια Φή]μα, σὺ γ[ὰ]ρ ἀ[γγελίαις θνατῶν ἐπ]οιχνεῖς φῦ]λα, καὶ πᾶ[!¯˘¯× !!!!!]μ̣εαλμει̣[˘˘¯ !!!!!]πὸ κεύ[˘˘¯× !!!!]νωνται [¯˘¯¯ ¯˘]!!ῳ ξ[υν]όν, ὅ,τι χρυ[σέαν ˘˘¯ ο[!!!] ὀφθαλμοῖσι Ν[ίκαν π[αῦλ]αν ἀπράκταν [!!!!![ Ἀ[γλ]αῷ καὶ νῦν κασιγνήτας ἀκοίτας νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν, ἀχ]ειρὲς ἵνʼ ἀθάνατον Μουσᾶν ἄγαλμα ξυνὸν ἀνθρώποισιν εἴη χάρμα, τεὰν ἀρετὰν μανῦον ἐπιχθονίοισιν, ὁσσάκις Νίκας ἕκατι ἄνθεσι ξανθὰν ἀναδησάμενος κεφαλὰν κῦδος εὐρείαις Ἀθάναις θῆκας Οἰνείδαις τε δόξαν. ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις Column 18 εὐθὺς ἔνδειξ]ας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν· δεύτερον δʼ οὔ]ροισιν ἔπι σταδίου, θερμ[ὰν ἔτι] πνέων ἄελλαν, ἔστα[· βρέχω]ϝ̣ δʼ ᾆξʼ αὖτε θατήρων ἐλαίῳ φάρε[ʼ ἐς εὔθροο]ν ἐμπίτνων ὅμιλον, τετρ[αέλικτο]ν ἐπεὶ κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν δίς ν[ιν ἀγκ]άρυξαν εὐβού- λων [ἀεθλάρχ]ων προφᾶται· δὶς δʼ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρʼ ἁγνὸν βωμό[ν· ἁ κλει]νά τε Θήβα δέκτ[ό νιν ε]ὐρύχορόν τʼ Ἄργο[ς Σικυώ]ν τε κατʼ αἶσαν· οἵ τε Π[ελλάν]αν νέμονται, ἀμφί τʼ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θʼ ἱερὰν νᾶσο[ν Αἴγιν]αν. ματεύει δʼ ἄλλ[ος ἀλλοί]αν κέλευθον, ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας τεύξεται. μυρίαι δʼ ἀνδρῶν ἐπιστᾶμαι πέλονται· ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς ἐλπίδι χρυ εῳ τέθαλεν· ἤ τινα θευπροπίαν εἰδώς· ἕτερος δʼ ἐπὶ πάσι ποικίλον τόξον τιταίνει· οἱ δʼ ἐπʼ ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀγέλαις θυμὸν αὔξουσιν· τὸ μέλλον δʼ ἀκρίτους τίκτει τελευτάς, πᾷ τύχα βρίσει. τὸ μὲν κάλλιστον, ἐσθλὸν ἄνδρα πολλῶν ὑπʼ ἀνθρώπων πολυζήλωτον εἶμεν· οἶδα καὶ πλούτου μεγάλαν δύνασιν, ἃ καὶ τὸν ἀχρεῖον τί[θησ]ι χρηστόν. τί μακρὰν γλῶσσαν ἰθύσας ἐλαύνω ἐκτὸς ὁδοῦ ; πέφαται θνατοῖσι νίκας ὕστε]ρον εὐφροσύνα· Column 19 αὐλῶν [δὲ ˘¯˘˘¯¯ μειγν̣[υτ¯¯˘¯¯ χρή τιν[¯¯¯˘¯¯
Ode 11 Ἀλεχιδάμῳ Μεταποντινῷ Παιδί ΠαλαιστῇΠύθια Νίκα [γλυκύδωρε, μεγίσταν σοὶ πατ[ὴρ ὤπασσε τιμὰν ὑψίζυγ[ος Οὐρανιδᾶν ἐν πολυχρύσῳ δʼ Ὀλύμπῳ Ζηνὶ παρισταμένα κρίνεις τέλος ἀθανάτοι- σίν τε καὶ θνατοῖς ἀρετᾶς. ἔλλαθι, [βαθυ]πλοκάμου κούρα [Στυγὸς ὀρ]θοδίκου· σέθεν δʼ ἕκατι καὶ νῦν Μεταπόντιον εὐ- γυίων [κατέχ]ουσι νέων κῶμοί τε καὶ εὐφροσύναι θ εό τιμον ἄστυ· ὑμνεῦσι δὲ Πυθιόνικον παῖδα θαητὸν Φαΐσκου. ἵλ εῳ νιν ὁ Δαλογενὴς υἱ- ὸς βαθυζώνοιο Λατοῦς δέκτο βλεφάρῳ· πολέες δʼ ἀμφʼ Ἀλεξίδαμον ἀνθ έω ν ἐν πεδίῳ στέφανοι Κίρρας ἔπεσον κρατερᾶς ἦρα παννίκοιο πάλας· οὐκ εἶδέ νιν ἀέλιος κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα. φάσω δὲ καὶ ἐν ζαθέοις ἁγνοῦ Πέλοπος δαπέδοις Ἀλφ εὸ ν παρὰ καλλιρόαν, δίκας κέλευθον εἰ μή τις ἀπέτραπεν ὀρθᾶς, παγξένῳ χαίταν ἐλαίᾳ γλαυκᾷ στεφανωσάμενον πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θʼ ἱκέσθαι. [οὔ τι δόλος κακόφρων] Column 20 παῖδʼ ἐν χθονὶ καλλιχόρῳ ποικίλαις τέχναις πέλασσεν· ἀλλʼ ἢ θεὸς αἴτιος, ἢ γνῶμαι πολύπλαγκτοι βροτῶν ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας. νῦν δʼ Ἄρτεμις ἀγροτέρα χρυσαλάκατος λιπαρὰν ἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε. τᾷ ποτʼ Ἀβαντιάδας βωμὸν κατένασσε πολύλ- λιστον εὔπεπλοί τε κοῦραι· τὰς ἐξ ἐρατῶν ἐφόβησεν παγκρατὴς Ἥρα μελάθρων Προίτου, παραπλῆγι φρένας καρτερᾷ ζεύξασʼ ἀνάγκᾳ· παρθενίᾳ γὰρ ἔτι ψυχᾷ κίον ἐς τέμενος πορφυροζώνοιο θεᾶς· φάσκον δὲ πολὺ σφέτερον πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου σεμνοῦ Διὸς εὐρυβία. ταῖσιν δὲ χολωσαμένα στήθεσσι παλίντροπον ἔμβαλεν νόημα· φεῦγον δʼ ὄρος ἐς τανίφυλλον, σμερδαλ έα ν φωνὰν ἱεῖσαι, Τιρύνθιον ἄστυ λιποῦσαι καὶ θεοδμάτους ἀγυιάς, ἤδη γὰρ ἔτος δέκατον θ εο φιλὲς λιπόντες Ἄργος ναῖον ἀδεισιβόαι χαλκάσπιδες ἡμίθεοι σὺν πολυζήλῳ βασιλεῖ. νεῖκος γὰρ ἀμαιμάκετον βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπʼ ἀρχᾶς Column 21 Προίτῳ τε καὶ Ἀκρισίῳ· λαούς τε διχοστασίαις ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς. λίσσοντο δὲ παῖδας Ἄβαντος γᾶν πολύκριθον λαχόντας Τίρυνθα τὸν ὁπλότερον κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν· Ζεύς τʼ ἔθελεν Κρονίδας, τιμῶν Δαναοῦ γενεὰν καὶ διωξίπποιο Λυγκ έο ς, παῦσαι στυγερῶν ἀχέων. τεῖχος δὲ Κύκλωπες κάμον ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει κάλλιστον, ἵνʼ ἀντίθεοι ναῖον κλυτὸν ἱππόβοτον Ἄργος ἥρωες περικλειτοὶ λιπόντες. ἔνθεν ἀπεσσύμεναι Προίτου κυανοπλόκαμοι φεῦγον ἄδματοι θύγατρες, τὸν δʼ εἷλεν ἄχος κραδίαν, ξεί- να τέ νιν πλᾶξεν μέριμνα· δοίαξε δὲ φάσγανον ἄμ- φακες ἐν στέρνοισι πᾶξαι. ἀλλά νιν αἰχμοφόροι μύθοισί τε μειλιχίοις καὶ βίᾳ χειρῶν κάτεχον. τρισκαίδεκα μὲν τελέους μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν φεῦγόν τε κατʼ Ἀρκαδίαν μηλοτρόφον· ἀλλʼ ὅτε δὴ Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν, ἔνθεν χρόα νιψάμενος φοι- νικο[κραδέμνοι]ο Λατοῦς κίκλ[ῃσκε θύγατρα] βοῶπιν, Column 22 χεῖρας ἀντείνων πρὸς αὐγὰς ἱππώκεος ἀελίου, τέκνα δυστάνοιο λύσσας πάρφρονος ἐξαγαγεῖν· θύσω δέ τοι εἴκοσι βοῦς ἄζυγας φοινικότριχας. τοῦ δʼ ἔκλυʼ ἀριστοπάτρα θηροσκόπος εὐχομένου· πιθοῦσα δʼ Ἥραν παῦσεν καλυκοστεφάνους κούρας μανιᾶν ἀθέων· ταὶ δʼ αὐτίκα ϝοι τέμενος βωμόν τε τεῦχον, χραῖνόν τέ μιν αἵματι μήλων καὶ χοροὺς ἵσταν γυναικῶν. ἔνθεν καὶ ἀρηϊφίλοις ἄνδρεσσιν ἐς ἱπποτρόφον πόλιν τʼ Ἀχαιοῖς ἕσπεο, σὺν δὲ τύχᾳ ναίεις Μεταπόντιον, ὦ χρυσέα δέσποινα λαῶν· ἄλσος τέ τοι ἱμερόεν Κάσαν παρʼ εὔυδρον πρὸ να- οῖʼ ἑσσαμένων, Πριάμοιʼ ἐπεὶ χρόνῳ βουλαῖσι θεῶν μακάρων πέρσαν πόλιν εὐκτιμέναν χαλκοθωράκων μετʼ Ἀτρειδᾶν. δικαίας ὅστις ἔχει φρένας, εὑ- ρήσει σὺν ἅπαντι χρόνῳ μυρίας ἀλκὰς Ἀχαιῶν.
Ode 12 Τεισίᾳ Ἀιγινήτῃι Παλαιστῇ Νέμεα ὡσεὶ κυβερνήτας σοφός, ὑμνοάνασ- σʼ εὔθυνε Κλειοῖ νῦν φρένας ἁμετέρας, εἰ δή ποτε καὶ πάρος· ἐς γὰρ ὀλβίαν ξείνοισί με πότνια Νίκα νᾶσον Αἰγίνας ἀπάρχει ἐλθόντα κοσμῆσαι θεόδματον πόλιν· τάν τʼ ἐν Νεμέᾳ γυιαλκέα μουνοπάλαν Lines 9-32 are missing. ξεινου̣ [!!!!]νιοι αστ[ׯ˘¯ ἀμφικ[τιόν]ω̣ν ἐν ἀέθλοι̣[ς σὺν τρι[άκο]ντʼ ἀ̣γλααῖσιν νίκαις [ἐκ]ωμάσθησαν οἱ μει̣[¯˘¯, οἱ δʼ ἐν Πέλοπος ζ̣α̣θέας νάσου π[ι]τυώδεϊ δείρᾳ, οἱ δὲ φοινικοστερόπα τεμένει Ζηνὸς Νεμ εαί ου· . . . (.)] ταύτας̣ καὶ ἐπʼ ἀργυροδίνα The rest is lost.
Ode 13 Πυθέᾳ Αιγινήτῃ Παγκρατιαστῇ Νέμεα 8 verses lost. Column 23 ¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ¯ ˘ ˘ ¯ ˘ ˘ λειω ¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ´ ̣ ε̣ρ̣[ ¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ δαν· ant. 1, ep. 1, and the first ten verses of str. b, are lost. Column 24 ὕβριος ὑψινόου παύσει, δίκας θνατοῖσι κραίνων· οἵαν τινὰ δύσλοφον ὠ- μηστᾷ λέοντι Περσείδας ἐφίησι ν χεῖρα παντοίαισι τέχναις· οὐ γὰρ] δαμασίμβροτος αἴθων χαλ]κὸς ἀπλάτου θέλει χωρε]ῖν διὰ σώματος, ἐ- γνάμ]φθη δʼ ὀπίσσω φάσγα]νον· ἦ ποτέ φαμι τᾷδε] περὶ στεφάνοισι παγκ]ρατίου πόνον Ἑλ- λάνεσσι]ν ἱδρώεντʼ ἔσεσθαι. ὃς νῦν παρ]ὰ βωμὸν ἀριστάρχου Διὸς Νίκας ἐ]ρ[ικ]υδέος ἀν- δεθε]ῖσιν ἄνθ εα , χρυσέ]αν δόξαν πολύφαντον ἐν αἰ- ῶνι] τρέφει παύροις βροτῶν αἰ]εί, καὶ ὅταν θανάτοιο κυάν εο ν νέφος καλύψῃ, λείπεται ἀθάνατον κλέος εὖ ἐρ- χθέντος ἀσφαλεῖ σὺν αἴσᾳ. τῶν καὶ σὺ τυχὼν Νεμέᾳ, Λάμπωνος υἱέ, πανθαλ έω ν στεφάνοισιν ἀνθέων] χαίταν ἐρεφθείς, !!!!!!] πόλιν ὑψιάγυιαν !!!!!!! τε]ρψιμβρότων ![!!!!!!!!!] ἁβ̣[ροπν]όων κώμων πατρῴαν νᾶσον, ὑπέρβιον ἰσχὺν παμμαχιᾶν ἀναφαίνων. ὦ ποταμοῦ θύγατερ δινᾶντος Αἴγινʼ ἠπιόφρον, Column 25 ἦ τοι μεγάλαν [Κρονίδας ἔδωκε τιμὰν ἐν πάντεσσιν [ἀγῶσιν,, πυρσὸν ὣς Ἕλλ[ασι ¯× φαίνων· τό γε σὸ[ν κλέος αἰ]νεῖ καί τις ὑψαυχὴς κό[ρα, ¯¯˘˘¯˘˘ ραν πόδεσσι ταρφ έω [ς, ἠΰτε νεβρὸς ἀπενθής, ἀνθεμόεντας ἐπʼ [ὄχθους κοῦφα σὺν ἀγχιδό[μοις θρῴσκουσʼ ἀγακλειτα[ῖς ἑταίραις· ταὶ δὲ στεφανωσάμε[ναι πλόκοις ν]έων ἀνθ έω ν δόνακός τʼ ἐ[πιχω- ρίαν ἄθυρσιν παρθένοι μέλπουσι τ[εὸν κράτος], ὦ δέσποινα παγξε[ίνου χθονός, Ἐνδαΐδα τε ῥοδό[παχυν, ἃ τ[ὸν ἱππευτὰ]ν ἔτ[ικτε Πηλέα καὶ Τελαμῶνα [κρα]τ̣[α]ι̣όν, Αἰακῷ μειχθεῖσʼ ἐν ε[ὐναῖς· τῶν θʼ υἷας ἀερσιμάχους, ταχύν τʼ Ἀχιλλ έα εὐειδ έο ς τʼ Ἐριβοίας παῖδʼ ὑπέρθυμον βοα[θ όο ν Αἴαντα σακεσφόρον ἥ[ρω, ὅς τʼ ἐπὶ πρύμνᾳ σταθεὶς ἔσχεν θρασυκάρδιον [ὁρ- μαίνοντα ν[ᾶας θεσπεσίῳ πυ[ρὶ καῦσαι Ἕκτορα χαλ[κεομίτρα]ν, ὁππότε Π[ηλεΐδας τραχεῖαν [Ἀργείοισι μ]ᾶνιν ὠρίνατ[ο, Δαρδανίδας τʼ ἔλυσεν ἄ[τας· οἳ πρὶν μὲν [πολύπυργο]ν Column 26 Ἰλίου θαητὸν ἄστυ οὐ λεῖπον, ἀτυζόμενοι [δὲ πτ]ᾶσσον ὀξεῖαν μάχαν, εὖτʼ ἐν πεδίῳ κλονέων μαίνοιτʼ Ἀχιλλεύς, λαοφόνον δόρυ σείων· ἀλλʼ ὅτε δὴ πολέμοιο λῆξεν ἰοστεφάνου Νηρῇδος ἀτρόμητος υἱός· ὥστʼ ἐν κυανανθέϊ Θ[ρᾳκὶ ναυβάτας πόντῳ βορέας ὑπὸ κύ- μασιν δαΐζει νυκτὸς ἀντάσας, ἀνατ[ελλομένᾳ λῆξεν δὲ σὺν φ αε σιμβρότῳ ἀοῖ, στόρεσεν δέ τε πόντον οὐρία· νότου δὲ κόλπ[ωσαν πνοᾷ ἱστίον, ἁρπαλέως τʼ ἄ- ελπτον ἐξίκοντο χέρσον· ὣς Τρῶες, ἐπεὶ κλύον αἰ- χματὰν Ἀχιλλ έα μίμνοντʼ ἐν κλισίῃσιν εἵνεκεν ξανθᾶς γυναικός, Βρισηΐδος ἱμερογυίου, θ εο ῖσιν ἄντειναν χέρας, φοιβὰν ἐσιδόντες ὑπαὶ χειμῶνος αἴγλαν· πασσυδίᾳ δὲ λιπόντες τείχεα Λαομέδοντος ἐς πεδίον κρατερὰν ἄϊξαν ὑσμίναν φέροντες· ὦρσάν τε φόβον Δαναοῖς· ὤτρυνε δʼ Ἄρης εὐεγχής, Λυκίων τε Λοξίας ἄναξ Ἀπόλλων· ἷξόν τʼ ἐπὶ θῖνα θαλάσσας· Column 27 ναυσὶ δʼ εὐπύμνοις παραὶ μάρναντʼ, ἐναριζομένων δʼ ἔρ]ευθε φώτων αἵμα]τι γαῖα μέλαινα Ἑκτορ]έας ὑπὸ χειρός, πῆμα μ]έγʼ ἡμιθέοις !!!!!] ἰσοθ έω ν διʼ ὁρμάν. !!!!!]ρονες, ἦ μεγάλαισιν ἐλπίσιν !!!!]οντες ὑπερφίαλον [ׯ˘¯¯] !!!!]ς ἱππευταὶ κυανώπιδας ἐκ- ¯¯˘¯¯¯] νέας ¯¯˘˘ εἰλα]πίνας τʼ ἐν ἁμέ]ρ[α]ις ἕξειν θεόδματον πόλιν. μέλλον ἄρα πρότερον δι- νᾶντα φοινίξειν Σκάμανδρον, θνᾴσκοντες ὑπʼ Αἰακίδαις ἐρειψ[ιτ]ο̣ί ̣[χοις· τῶν εἰ καὶ τ[˘˘¯¯ ἢ βαθυξύλω[ι˘¯¯ 5 lines lost. οὐ γὰρ ἀλα[μπέσ]ι νυ[κτὸς πασιφανὴς Ἀρετὰ κρυφθεῖσʼ ἀμαυρο[ῦται δνόφοισιν, ἀλλʼ ἔμπεδον ἀκ[αμάτᾳ βρύουσα δόξᾳ στρωφᾶται κατὰ γᾶν [τε καὶ πολυπλάγκταν θ[άλασσαν. καὶ μὰν φερεκυδέα ν[ᾶσον Αἰακοῦ τιμᾷ, σὺν Εὐ- κλείᾳ δὲ φιλοστεφ[άνῳ Column 28 πόλιν κυβερνᾷ, Εὐνομία τε σαόφρων, ἃ θαλίας τε λέλογχεν ἄστεά τʼ εὐσεβέων ἀνδρῶν ἐν εἰρήνᾳ φυλάσσει· νίκαν τʼ ἐρικυδέα μέλπετʼ, ὦ νέοι, Πυθ έα , μελέταν τε βροτω- φελ έα Μενάνδρου, τὰν ἐπʼ Ἀλφειοῦ τε ῥοαῖς θαμὰ δὴ τίμασεν ἁ χρυσάρματος σεμνὰ μεγάθυμος Ἀθάνα, μυρίων τʼ ἤδη μίτραισιν ἀνέρων ἐστεφάνωσεν ἐθείρας ἐν πανελλάνων ἀέθλοις. εἰ μή τινα θερσιεπὴς φθόνος βιᾶται, αἰνείτω σοφὸν ἄνδρα σὺν δίκᾳ. βροτῶν δὲ μῶμος πάντεσσι μέν ἐστιν ἐπʼ ἔργοις· ἁ δʼ ἀλαθεία φιλεῖ νικᾶν, ὅ τε πανδαμάτωρ χρόνος τὸ καλῶς ἐ]ργμένον αἰὲν ἀ[έξει· δυσμενέων δὲ μα[ταία γλῶσσʼ ἀϊδ]ὴς μιν[ύθει The last v. of str. 7, and the first nine of ant. 7 are lost. Column 29 ἐλπίδι θυμὸν ἰαίνει· τᾷ καὶ ἐγὼ πίσυνο[ς φοινικοκραδέμνοισ[ι Μούσαις ὕμνων τινὰ τάνδε ν[εόπλοκον δόσιν φαίνω, ξενίαν τε [φιλά- γλαον γεραίρω, τὰν ἐμοὶ Λάμπων [παρέχων χάριν οὐ βληχρὰν ἐπαθρήσαις τ[ίει, τὰν εἴ γʼ ἐτύμως ἄρα Κλειὼ πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν, τερψιεπεῖς νιν ἀοιδαὶ παντὶ καρύξοντι λαῷ.
Ode 14 Κλεοπτολέμῳ Θεσσαλῷ Ἵπποις Πετραῖα εὖ μὲν εἱμάρθαι παρὰ δαί[μονος ἀν- θρώποις ἄριστον· συμφορὰ δʼ ἐσθλόν τʼ ἀμαλδύ- νει βαρύτλατος μολοῦσα· κἀγατ]ὸν ἰδʼ ὑψιφανῆ τε[ύ- χει κ]ατορθωθεῖσα· τιμὰν δʼ ἄλ]λος ἀλλοίαν ἔχει· μυρί]αι δʼ ἀνδρῶν ἀρεταί, μία δʼ ἐ[κ πασᾶ]ν πρόκειται, ὃς τὸ] πὰρ χειρὸς κυβερνᾶ- ται δι]καίαισι φρένεσσιν. οὔτʼ ἐ]ν βαρυπενθέσιν ἁρμό- ζει μ]άχαις φόρμιγγος ὀμφὰ καὶ λι]γυκλαγγεῖς χοροί, οὔτʼ ἐ]ν θαλίαις καναχὰ χαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ καιρὸς] ἀνδρῶν ἔργματι κάλ- λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ. Κλεοπτολέμῳ δὲ χάριν νῦν χρὴ Ποσειδᾶνός τε Πετραί- ου τέμενος κελαδῆσαι, Πυρρίχου τʼ εὔδοξον ἱππόν[ικον υἱόν, ὃς φιλοξείνου τε καὶ ὀρθοδ[ίκου The rest of the text is lost.
Ode 14b Ἀριστοτελει Λαρισαίῳ Ἵπποις !!] γ̣ι̣α Ἐστία χρυσόθρονʼ, εὐ- δόξων Ἀγαθοκλεαδᾶν ἅτʼ ἀφνε![ῶν ἀνδρων μέγαν ὄλβον ἀέξεις ἡμένα μέσαις ἀγυιαῖς Πηνειὸν ἀμφʼ εὐώδεα Θεσσαλία[ς μηλοτρόφου ἐν γυάλοις· κεῖθεν καὶ Ἀριστοτέλης Κίρ- ραν πρὸς εὐθαλέα μολών δὶς στεφανώσατο Λα- ρίσα[ς ἀναξίππου χάριν [ The rest of the ode is lost.