Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
τὴν δὲ αἰσθήσεως· συμβολικῶς μὲν γὰρ τὸν νοῦν οὐρανόν, ἐπειδὴ αἱ νοηταὶ
φύσεις ἐν οὐρανῷ, τὴν δὲ αἴσθησιν καλεῖ γῆν, ὅτι σύστασιν σωματοειδῆ
καὶ γεωδεστέραν ἔλαχεν αἴσθησις· κόσμος δὲ νοῦ μὲν τὰ ἀσώματα
καὶ νοητὰ πάντα, αἰσθήσεως δὲ τὰ ἐνσώματα καὶ ὅσα συνόλως
αἰσθητά.
ἃ ἐποίησεν" (Gen. 2, 2). εὔηθες πάνυ τὸ οἴεσθαι ἓξ ἡμέραις ἢ καθόλου
χρόνῳ γεγονέναι τὸν κόσμον· διὰ τί; ὅτι πᾶς χρόνος ἡμερῶν καὶ
νυκτῶν ἐστι σύστημα, ταῦτα δὲ ἡλίου κίνησις ὑπὲρ γῆν καὶ ὑπὸ γῆν
ἰόντος ἐξ ἀνάγκης ἀποτελεῖ· ἥλιος δὲ μέρος οὐρανοῦ γέγονεν, ὥστε
1 ἐτελέσθησαν οἱ οὐρανοὶ UFL καὶ ἡ γῆ om. L πᾶς ὁ κόσμος] πᾶσαι αἱ στρατιαὶ U, πᾶσαι στρατιαὶ FL
3 δὴ scripsi: δι’ UFL, om. MAFArm τὸν ἄτομον P2Arm: τὸν om. MAP1, τὸ ἄτμητον UFL
4 φασίν UFL ἀλλὰ MAP τὴν] τὸν UFL
5 τὴν] τὸν UFL μὲν γὰρ scripsi: γὰρ APArm, μὰν ceteri τὸν μὲν νοῦν P2
8 πάντα om. Arm τὰ σώματα Arm καὶ—αἰσθητά om. Arm ὅλως UFL
10 τῆ ἡμέρα MAPArm: ἐν ἡμέρα UFL τὰ ἔργα MAPArm: ἔργον UFL
11 ἁ] ὃ UFL
12 γεγονέναι τὸν κόσμον MAPArm: κόσμον γεγονέναι UFL διὰ τί; ὅτι MAPArm: διότι UFL πᾶς] σύμπας UFL χρόνος] ὁ χρόνος F, ὁ κόσμος L
13 σύστημα MAPArm: διάστημα UFL ταῦτα δὲ] δὲ om. FL, καὶ ταῦτα V κινήσει Arm ὑπὸ γῆν καὶ ὑπὲρ γῆν Arm
14 ἀποτελεῖται Arm, ἀποτελεῖν MAP ὥστε—κόσμου (62,1) om. Arm
ὅταν οὖν λέγῃ "συνετέλεσεν ἕκτῃ
ἡμέρᾳ τὰ ἔργα", νοητέον ὅτι οὐ πλῆθος ἡμερῶν παραλαμβάνει, τέλειον
δὲ ἀριθμὸν τὸν ἕξ, ἐπειδὴ πρῶτος ἴσος ἐστὶ τοῖς ἑαυτοῦ μέρεσιν, ἡμίσει καὶ
τρίτῳ καὶ ἕκτῳ, καὶ ἀπὸ ἑτερομήκους συνίσταται τοῦ δὶς τρία· δυὰς
μέντοι καὶ τριὰς ἐκβέβηκε τὴν κατὰ τὸ ἓν ἀσωματότητα, ὅτι ἡ μὲν
ὕλης ἐστὶν εἰκών, διαιρουμένη καὶ τεμνομένη καθάπερ ἐκείνη, τριὰς δὲ
στερεοῦ σώματος, ὅτιπερ τριχῆ τὸ στερεὸν διαιρετόν.
οὐ μὴν ἀλλὰ καὶ
συγγενής ἐστι ταῖς τῶν ὀργανικῶν ζῴων κινήσεσιν· ἑξαχῆ γὰρ τὸ ὀργανικὸν
σῶμα πέφυκε κινεῖσθαι, πρόσω καὶ κατόπιν, ἄνω καὶ κάτω, ἐπὶ
δεξιὰ καὶ εὐώνυμα. βούλεται οὖν τά τε θνητὰ γένη καὶ πάλιν αὖ τὰ
ἄφθαρτα κατὰ τοὺς οἰκείους ἐπιδεῖξαι συστάντα ἀριθμούς, τὰ μὲν θνητὰ
ὡς ἔφην παραμετρῶν ἑξάδι, τὰ δὲ μακάρια καὶ εὐδαίμονα ἑβδομάδι.
πρῶτον οὖν ἑβδόμῃ ἡμέρᾳ καταπαύσας τὴν τῶν θνητῶν σύστασιν ἄρχεται
ἑτέρων θειοτέρων διατυπώσεως·
εὖ μέντοι καὶ τὸ φάναι „κατέπαυσεν“, οὐχὶ
"ἐπαύσατο"· παύει μὲν γὰρ τὰ δοκοῦντα ποιεῖν οὐκ ἐνεργοῦντα, οὐ παύεται
δὲ ποιῶν αὐτός. διὸ καὶ ἐπιφέρει "κατέπαυσεν ὧν ἤρξατο"· ὅσα
μὲν γὰρ ταῖς ἡμετέραις τέχναις δημιουργεῖται, τελειωθέντα ἵσταται καὶ
μένει, ὅσα δὲ ἐπιστήμῃ θεοῦ, περατωθέντα πάλιν κινεῖται· τὰ γὰρ τέλη
αὐτῶν ἑτέρων εἰσὶν ἀρχαί, οἷον ἡμέρας τέλος νυκτὸς ἀρχή, καὶ μῆνα
δὲ καὶ ἐνιαυτὸν ἐνισταμένους
1 ἀνομολογῆσθαι F, ἄν ὁμολογεῖσθαι coni. Wendl. λέγοιτ’ ἄν—κόσμος om. L
2 ὁ κόσμος P συνέστηκε FL
5 τὸν] τῶν MAP ἡμίσει] δευτέρῳ Arm
6 καὶ ante ἀπὸ om. UF
7 ἓν om. UFL ἀσωματότητα] σῶμα ἰσότητα UFL ὅτι om. UFL ἡ] ἡ F, ὃ UL τῆς μὲν UFL
8 ἐκείνη] θνητοί UF, θνητή L
9 ὅτιπερ UFL (cf. p. 11,9): ὅτι MAP διαιρετόν covr. Turn.: διαιρετέον codd.
10 ἐξαχῇ] ἐξ ἀρχῆς UL
11 καὶ om. (bis) UFL
12 οὖν] γοῦν UFL
13 συμβάντα U
14 παραμετρῶν MAPArm: καταμετρῶν UL, κατὰ μερῶν F 14.
15 ἑβδομάδι. πρῶτον οὖν (γοῦν coni. Wendl.) UFL: ἑβδομάδι πρώτη ἑβδομάδι P fortasse locus gravius corruptus est.
15 ἑβδόμῃ δὲ vel καὶ ἑβδόμῃ Arm ut vid.
16 διατυπώσεως M: διατυπώσεων ceteri
19 μέντοι] μέν U καὶ om. UFL
21 καὶ om. L
22 ante τελειωθέντα add. ταῦτα UFL (probat Wendl.)
23 περατωθέντα scripsi: περαιωθέντα codd.
25 πέρατα δήπου τῶν ἐξηκόντων Diels: πέρατα δήπου ἐξ οὐκ ὄντων Arm, πέρατα δὴ τούτων ἐξ οὐκ ὄντων MAP, ἀρχὴν δήπου τῶν ἑξῆς ἰόντων UFL ὑποτοπητέον UFL
συμπαθεστάτου πρὸς τὰ ἐπίγεια ἄστρου, καὶ ἃς κατὰ τὸν ἀέρα
μεταβολὰς ἐργάζεται, μάλιστα τοῖς καθ’ ἑβδομάδα σχηματισμοῖς ἀποτελεῖ.
τά γε μὴν θνητὰ σπάσαντα ἀπ’ οὐρανοῦ θείαν ἀρχὴν καθ’ ἑβδομάδα σωτηρίως κινεῖται· τίς γὰρ οὐκ οἶδεν, ὅτι τῶν βρεφῶν τὰ μὲν
ἑπτάμηνα γόνιμα, τὰ δὲ πλείω χρόνον προσλαβόντα, ὡς ὀκτὼ μῆνας
ἐνδιαιτηθῆναι γαστρί, κατὰ τὸ πλεῖστον ἄγονα;
λογικόν τέ φασιν ἄνθρωπον κατὰ τὴν πρώτην ἑπταετίαν γίνεσθαι, ὅτε ἤδη ἱκανός ἐστιν ἑρμηνεὺς
εἶναι τῶν συνήθων ὀνομάτων καὶ ῥημάτων τὴν λογικὴν ἕξιν περιπεποιημένος,
κατὰ δὲ τὴν δευτέραν ἑπταετίαν ἄκρως τελειοῦσθαι· τελείωσις
δέ ἐστι δύναμις τῆς τοῦ ὁμοίου σπορᾶς· περὶ γὰρ τὴν τετταρεσκαιδεκαετῆ
ἡλικίαν τὸ ὅμοιον γεννᾶν δυνάμεθα· τρίτη πάλιν ἑπταετία πέρας ἐστὶν
αὐξήσεως· ἄχρι γὰρ ἑνὸς καὶ εἴκοσιν ἐτῶν ἐπιδίδωσιν εἰς μέγεθος ἄνθρωπος,
καὶ καλεῖται παρὰ πολλοῖς ὁ χρόνος οὗτος ἀκμή.
ψυχῆς γε μὴν τὸ ἄλογον ἑπταμερές, αἰσθήσεις πέντε καὶ φωνητήριον ὄργανον καὶ τὸ
1 γενέσεις MAP τε αὖ] γὰρ Arm φθειρομένων τε αὖ γένεσις transp. DFL γενομένων U
2 ὤστ’ U
3 δ’] μὲν MAP, om. UFLArm γινομένων codd.
4 δὲ MAP πρὸς ἄλλου Nauck
6 τε γὰρ om. UFL, τε om. Arm
7 κατὰ τὰ αὑτὰ MAUArm: κατ’ αὐτὰ FL φθορᾶ UArm
9 αὐτὸ] αὐτοῦ FL, αὐτῶν Turn. οὖσα αἰτία] ἕνεκα Arm
10 συμπαθέστατα Arm τοῦ πρὸς UF τοῦ ἄστρου ν, τοῦ om. codd., σημαινούσης (pro ἄστρου) Arm ut vid.
11 κατὰ UFL
12 post θνητὰ add. ὡς ἔφην ἅπαντα (πάντα U) UFL σπάσαντα MA: σπῶντα ceteri ἀπὸ U θειοτέραν UFL κατὰ UFL
14 ἑπταμηνιαῖα UFL
15 ἐνδιαιτηθῆναι] ἐμπλησθῆναι ἐν Arm ἄγονα] ἀγῶνα FL τέ] δέ UFL
16 γίγνεσθαι FL, om. Arm
17 τὴν om. v 17.
18 περιπεποιημένος MA: περιποιούμενος UFL, περιπεποιημένων Arm
18 δευτέραν] ἑτέραν L
19 δύναμις om. Arm σπορᾶς] φορᾶς MA γὰρ] δὲ MAArm τετταρεσκαιδεκαετῆ M: τετταρεσκαιδεκάτην U, τεσσαρεσκαιδεκάτην AFLArm, τεσσαρεσκαίδεκ᾿ ἐτῶν coni. Diels
22 παρὰ πολλοῖς om. Arm γε μὴν] μὲν οὖν UFL
23 καὶ ante τὸ om. Α
3 Eur. fr. 839 v. 1214
πάλιν αὖ σώματος ἑπτὰ
κινήσεις, ὀργανικαὶ μὲν ἕξ, ἑβδόμη δὲ ἡ κύκλῳ. σπλάγχνα γε μὴν
ἑπτά· στόμαχος, καρδία, σπλήν, ἧπαρ, πνεύμων, νεφροὶ δύο. μέλη δὲ
σώματος ὁμοίως ἰσάριθμα· κεφαλή, τράχηλος, στέρνον, χεῖρες, κοιλία,
ἦτρον, πόδες. τό τε ἡγεμονικώτατον τοῦ ζῴου πρόσωπον ἑπταχῆ κατατέτρηται,
δυσὶν ὀφθαλμοῖς καὶ ὠσὶ δυσίν, ἴσοις μυκτῆρσιν, ἑβδόμῳ στόματι.
αἵ τε ἀποκρίσεις ἑπτά· δάκρυα, μύξαι, σίελος, σπέρμα, διττοὶ περιττωμάτων ὀχετοί, καὶ δι’ ὅλου τοῦ σώματος ἱδρώς. ἔν γε μὴν ταῖς νόσοις κριτικωτάτη ἑβδομάς. καὶ γυναιξὶ δὲ αἱ καταμήνιοι καθάρσεις
ἄχρι ἑβδομάδος παρατείνουσιν.
ἄριστα τῶν στοιχείων καὶ πλείστην δύναμιν ἔχοντα ἑπτά ἐστιν ἀριθμῷ,
τὰ φωνήεντα· κατά τε μουσικὴν ἡ ἑπτάχορδος λύρα πάντων σχεδὸν
ὀργάνων ἀρίστη, διότι τὸ ἐναρμόνιον, ὃ δὴ τῶν μελῳδουμένων γενῶν
ἐστι τὸ σεμνότατον, κατ’ αὐτὴν μάλιστά πως θεωρεῖται· τάς τε τῶν
φθόγγων τάσεις ἑπτὰ εἶναι συμβέβηκεν, ὀξύν, βαρύν, περισπώμενον, δασύν,
ψιλόν, μακρόν, βραχύν.
ἔτι πρῶτός ἐστιν ἀπὸ τελείου τοῦ ἓξ καὶ
μονάδι κατά τινα λόγον ὁ αὐτός. οἵ τε ἐντὸς δεκάδος ἀριθμοὶ ἢ γεννῶνται
ἢ γεννῶσι τοὺς ἐντὸς δεκάδος καὶ αὐτήν, ἡ δὲ ἑβδομὰς οὔτε
γεννᾷ τινα τῶν ἐντὸς δεκάδος ἀριθμῶν οὔτε γεννᾶται ὑπό τινος. παρὸ
μυθεύοντες οἱ Πυθαγόρειοι τῇ ἀειπαρθένῳ καὶ ἀμήτορι αὐτὴν ἀπεικάζουσιν,
ὅτι οὔτε ἀπεκυήθη οὔτε ἀποτέξεται.
φύσει οἰκεῖα. ἡ δὲ πρὸς τὸ ἦθος ἀπόδοσίς ἐστι τοιαύτη· ὅταν
1 ἐστιν U
2 ὀργανικά F
5 ἴτρον FL τε] γε UFL
6 ὠσὶν ἴσοις, δυσὶν μυκτῆρσιν Arm
7 σίαλον UFL
8 γε μὴν] μὲν οὖν UFL
9 ἡ ἑβδομάς Μ
10 ἄχρι codd.: ἄχρις v διελήλυθεν MA δὲ om. MA
11 post τεχνῶν add. τὴν γραμματικήν UFL 11.
12 ἐν γοῦν γραμματικῆ τὰ ἄριστα MAArm: ἐν γραμματικὴ τὰ γοῦν ἄριστα UFL, τὰ γοῦν ἐν γραμματικῇ ἄριστα v
12 ἔχοντα δύναμιν transp. UFL ἀριθμῷ om. UFL
13 τὰ φωνήεντα codd.: τὰ om. v
14 ὃ δὴ om. Arm
15 ἐστι om. Ann τὸ om. MAUArm ὃ κατ᾿ FL
16 στάσεις Α 16.
17 δασύ UFL
17 καὶ ψιλὸν U βραχύ FL, καὶ βραχύ U ἔτι MAArm: καὶ UFL ἐστιν om. Arm
18 μονάδι Diels: μονάδος codd. ὁ αὐτὸς om. v οἶ τε codd.: τε om. v(Arm) 18.
19 ἡ γεννῶνται MAArm: ἢ om. UFL
19 ἡ δὲ ΜΑΑrm: ἡ δέ γε UFL
20 δεκάδων FL
21 πυθαγόριοι ΑU ἀεὶ παρθένω M ἀμήτορι μονάδι Arm
23 τῆ ἑβδόμη ἡμέρα UFL πάντων om. UFL
24 δὲ M τοιοῦτον A, τοῦτο FL
26 ἐστι om. UFL
φῶς κινηθέντας τρόπους εὐλογεῖ τε ὁ θεὸς καὶ εὐθὺς ἁγίους ἀποφαίνει·
συγγενέστατοι γὰρ ἀλλήλοις ὁ εὐλόγιστός τε καὶ ὁ ἅγιος. διὰ
τοῦτο ἐπὶ τοῦ τὴν μεγάλην εὐχὴν εὐξαμένου φησὶν ὅτι, ἐὰν τροπὴ κατασκήψασα
αἰφνίδιον μιάνῃ τὸν νοῦν, οὐκέτ’ ἔσται ἅγιος (cf. Num. 6,9)·
ἀλλ’ "αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι“ (ib. 6, 12)· κατὰ τὸ εἰκός·
ἀλόγιστος γὰρ ὁ μὴ ἅγιος τρόπος, ὥστε ὁ εὐλόγιστος ἅγιος.
ὀρθῶς οὖν ἔφη ὅτι τὴν ἑβδόμην εὐλόγησέ τε καὶ ἡγίασεν, „ὅτι ἐν αὐτῇ
κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν ὁ θεός"
(Gen. 2, 3). αἰτία δ’ ἡ δι’ ἣν εὐλόγιστός τε καὶ ἅγιος γέγονεν ὁ κατὰ
τὸ ἕβδομον καὶ τέλειον φῶς ἄγων ἑαυτόν, ἐπεὶ ἐν ταύτῃ τῇ φύσει παύεται
ἡ τῶν θνητῶν σύστασις. καὶ γὰρ οὕτως ἔχει· ὅταν ἀνατείλῃ φέγγος
τῆς ἀρετῆς τὸ λαμπρότατον καὶ θεῖον ὄντως, ἐπέχεται τῆς ἐναντίας φύσεως
ἡ γένεσις. ἐδηλώσαμεν δὲ ὅτι παύων ὁ
1 ἐπιγένηται codd.: ἐπιγίνηται v κατὰ ἑβδομάδος Α
2 τουτὶ corruptum; fort. ταύτῃ (scil. τῆ ἑξάδι), τουτὶ om. Arm, ταυτὶ Gelenius, τοῦ τι ποιεῖν
3 εὐλόγησεν MA: ηὐλόγησεν UFL
4 αὐτήν: ~ φίλωνος νόμων ἱερῶν ἀλληγορίας τῶν μετὰ τὴν ἑξαήμερον τὸ πρῶτον. ~ φίλωνος ν. ἱ ἁ. τ. μ. τ. ἑ. τὸ β U, αὐτήν.. ~ φίλωνος νόμων ἀλληγορ·ία ἱερῶν τῶν μετὰ τὴν ἑξαήμερον τὸ δεύτερον F, post αὐτήν intervallum vacuum in L
5 κινηθέντας] ποιηθέντας UFL εὐλογεῖ τε corr. Turn. (sic Arm): καὶ εὐλογεῖ τε UFL, καὶ εὐλογιστεῖται Μ. καὶ εὐλογηστεῖται Α
6 καὶ συγγενέστατοι MA εὐλόγηστός Α ὅ τε εὐλόγιστος transp. UFL ὁ ante ἅγιος om. U
8 αἰφνίδιον MAArm: αἰφνίδιος UFL οὐκέτι MA
9 ἀλλὰ MA
10 εὐλόγιστος ὁ transp. U εὐλογηστὸς Α
11 εὐλόγησέ Μ: ηὐλόγησέ ceteri ἡγίασεν ὁ θεός Arm
12 πάντων τῶν ἔργων αὐτοῦ om. Arm ποιεῖν ὁ θεός MA: ὁ θεὸς ποιῆσαι UFL
13 αἰτία δ’ ἡ M: δ’ ἡ om. ceteri, δ’ ἥδε coni. Diels εὐλόγηστός Α
14 ἑαυτόν] αὐτόν Turn.
16 τῆς om. Α λαμπρότατον MAArm: λαμπρὸν UFL καὶ τὸ θεῖον U
17 δ’ U παύων MAArm: ποιῶν UFL παύεται ποιῶν MAArm: ποιῶν om. UFL
18 ἀλλὰ MA γενέσεως om. Arm
19 γιγνομένων FL
20 καὶ τῆς γῆς MA ἐγένοντο U
21 κινούμενος] γενόμενος Arm ἀρχὴν ΜΑ
22 νοῦ—νοητῆς om. Α, νοῦ—ἰδέας om. Arm. νοῦ τεταγμένου M: τεταγμένου νοῦ UFL Philonis opera vol. I 5
ἵνα δὲ μὴ καθ’ ὡρισμένας χρόνων περιόδους
ὑπολάβῃς τὸ θεῖόν τι ποιεῖν, ἀλλ’ εἰδῇς ἄδηλα καὶ ἀτέκμαρτα
καὶ ἀκατάληπτα τῷ θνητῷ γένει τὰ δημιουργούμενα, ἐπιφέρει τὸ
„ὅτε ἐγένετο“, τὸ πότε κατὰ περιγραφὴν οὐ διορίζων· ἀπεριγράφως γὰρ
γίνεται τὰ γινόμενα ὑπὸ τοῦ αἰτίου. ἀνῄρηται τοίνυν τὸ ἐν ἓξ ἡμέραις
γεγενῆσθαι τὸ πᾶν.
ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος
οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν“ (Gen. 2, 4. 5). τὴν ἡμέραν ταύτην
ἐπάνω βίβλον εἴρηκεν, εἴ γε ἐν ἀμφοτέροις οὐρανοῦ καὶ γῆς ὑπογράφει
γένεσιν· τῷ γὰρ περιφανεστάτῳ καὶ τηλαυγεστάτῳ ἑαυτοῦ λόγῳ ὁ θεὸς
ἀμφότερα ποιεῖ, τήν τε ἰδέαν τοῦ νοῦ, ὃν συμβολικῶς οὐρανὸν κέκληκε,
καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν διὰ σημείου γῆν ὠνόμασεν.
ἀγροῖς δὲ
ἀπεικάζει δυσὶ τήν τε ἰδέαν τοῦ νοῦ καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως· φέρει
γὰρ ὁ μὲν νοῦς καρπὸν τὰ ἐν τῷ νοεῖν, ἡ δὲ αἴσθησις τὰ ἐν τῷ αἰσθάνεσθαι.
ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ τοῦ ἐπὶ μέρους καὶ ἀτόμου νοῦ
προϋπάρχει τις ἰδέα ὡς ἂν ἀρχέτυπος καὶ παράδειγμα τούτου καὶ πάλιν
τῆς κατὰ μέρος αἰσθήσεως
χλωρὸν μὲν οὖν
ἀγροῦ τὸ νοητὸν εἴρηκε
1 νοητῆς om. M εἰ οἷόν τε] ἴδιον δὲ UFL τοῦτο om. Arm δ’ U
3 καθωρισμένας codd.
4 ἀλλ’ εἰδῇς MAArm, ἀλλὰ εἰδῇς U: ἀλλ’ ἀειδὴς FL, ἀλλ’ ἀειδῆ v καὶ ἀτέκμαρτα MA: om. Arm, καὶ om. UFL
5 καὶ ἀκατάληπτα om. MA
6 ὅτε] ὅτι L ποτὲ MAF γραφὴν Α
8 γενέσθαι UFL
9 Ἧι om. Α
12 ἡμέραν] ἡμετέραν L
13 βίβλον M: βίβλων Α, βιβλίον UFL
14 τὴν γένεσιν Arm αὑτοῦ U λόγω ΜΑΑrm: λόγω βήματι UFL
16 ἣν—αἰσθήσεως (17) om. U
18 καρπὸν ΜΑ: καρποὺς UFL
20 ἄν om. U
21
22 εἴδη] εἴδει L, ἤδη MAArm τυποῦσα F, τυποῦσθαι L οὕτως om. Mang.
23 γενικὸν νοῇ· τόν Arm: γενικὸν om. codd. κατὰ μετοχὴν] μετοχὴ M, μετοχὴ Α πρὶν—γέγονε (25) om. UFL
25 οὖν om. FL
27 τοῦ om. MA
κατὰ μέρος αἰσθητὰ ἦν τὸ γενικὸν αἰσθητὸν προμηθείᾳ τοῦ πεποιηκότος,
ὃ δὴ πάλιν „πᾶν“ εἴρηκεν. εἰκότως μέντοι χόρτῳ τὸ αἰσθητὸν ἀπείκασεν·
ὡς γὰρ ὁ χόρτος ἀλόγου τροφή, οὕτως τὸ αἰσθητὸν τῷ ἀλόγῳ
μέρει ψυχῆς προσκεκλήρωται· ἐπεὶ διὰ τί προειπὼν „χλωρὸν ἀγροῦ“
ἐπιφέρει „καὶ πάντα χόρτον“, ὡς οὐ γινομένου χόρτου χλωροῦ τὸ παράπαν;
ἀλλὰ τὸ μὲν ἀγροῦ χλωρὸν τὸ νοητόν ἐστιν, ἐκβλάστημα νοῦ, ὁ δὲ
χόρτος τὸ αἰσθητόν, τοῦ ἀλόγου τῆς ψυχῆς καὶ αὐτὸ βλάστημα.
„οὐ γὰρ ἔβρεξεν ὁ θεὸς“ φησίν „ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι
τὴν γῆν.“ φυσικώτατα· ἐὰν γὰρ μὴ ἐπομβρήσῃ ταῖς αἰσθήσεσι
τὰς ἀντιλήψεις τῶν ὑποκειμένων ὁ θεός, οὐδ’ ὁ νοῦς ἐργάσεται καὶ
πραγματεύσεταί τι περὶ αἴσθησιν· ἄπρακτος γὰρ αὐτὸς ἐξ ἑαυτοῦ μὴ
ὥσπερ ὕοντος καὶ ἐπιψεκάζοντος ὁράσει μὲν χρώματα, φωνὰς δὲ ἀκοῇ,
γεύσει δὲ χυλοὺς καὶ ταῖς ἄλλαις τὰ οἰκεῖα τοῦ αἰτίου.
ὅταν δὲ ἄρδειν ὁ θεὸς ἄρξηται τὴν αἴσθησιν αἰσθητοῖς, τηνικαῦτα καὶ ὁ νοῦς ἐργάτης
οἷα πίονος γῆς ἀνευρίσκεται. ἡ δ’ ἰδέα τῆς αἰσθήσεως οὐ δεῖται τροφῆς·
τροφὴ δὲ αἰσθήσεως, ἣν κατὰ σύμβολον βροχὴν εἴρηκεν, τὰ ἐπὶ
μέρους αἰσθητά, ἃ δὴ σώματά ἐστιν· ἰδέα δὲ σωμάτων ἀλλότριον. πρὶν
οὖν γενέσθαι τὰ κατὰ μέρος συγκρίματα, οὐκ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν
ἰδέαν τῆς αἰσθήσεως, ἣν εἴρηκε γῆν, τοῦτο δέ ἐστι, τροφὴν οὐ παρέσχεν
αὐτῇ· οὐδὲ γὰρ ἐδεῖτο αἰσθητοῦ τὸ παράπαν οὐδενός.
τὸ δὲ "καὶ ἄνθρωπος
1 γενέσθαι—νοητὸν in textu om., in marg. add. U τὸ αὐτὸ τοῦτο om. Arm ἀποπλεῖ MAArm U (in marg.): ἀπετέλει U (in textu) FL ὄν UFL: οὖν MA, ὄν om. Arm (om. Mang.) ὃ δὴ] ὁδὶ M, ἤδη L
2 καὶ om. M πᾶν] ἅπαν UFL κέκληκεν—ἅπαν (3) om. L νοητὸν om. Arm ὃν om. UF
3 γενικὸν] τέλειον γενικὸν UF πάντα] πᾶν UFL
4 πρὸ τοῦ] πρὶν UFL πρὸ τοῦ] πρὶν UFL τὰ om. UFL
6 πᾶν M: ἅπαν UFL, om. Α χόρτῳ post ἀπείκασε transp. UFL
7 ὡς—αἰσθητὸν om. UL τῷ] ὅτι τῶ UL, ἀκείκασε χόρτῳ ὅτι τῶ F
8 τῆς ψυχῆς UFL κεκλήρωται FL προειπὼν χλωρὸν ἀγροῦ codd.: χλωρὸν ἀγροῦ προειπὼν Mang., προεῖπε χ. ἁ. Τurn.
9 ἐπιφέρει om. FL γιγνομένου U
10 τὸ νοητόν ἐστιν om. Arm
12 ὁ θεὸς φησίν M: φησὶν ὁ θεὸς Α, φησίν om. UFLArm
13 φυσικώτατον L ἐπομβρίση MU
14 οὐδ’ ὁ] ὁ δὲ F
15 πραγματεύεται Α post ἑαυτοῦ add. ὢν UFL μὴ om. UFL
18 ἄρξηται ὁ θεὸς transp. UFL
19 δὲ UFL
20 ἣν—εἴρηκεν post αἰσθήσεως lin.
19 habent codd., transpos. Diels βροχὴν] γῆν coni. Mang.
21 ἰδέα δὲ σωμάτων ἀλλότριον om. Arm
22 οὖν om. FL
23 δ’ ἐστὶ UFL
24 καὶ om. Arm 5*
δὲ ἐν ἰδέαις οὐδέν.
τοῦτο· πηγῆς δὲ τρόπον ἄρδει τὰς αἰσθήσεις ὁ νοῦς, ἐπιπέμπων
τὰ πρόσφορα ἑκάστῃ ῥεύματα. ἴδε οὖν, πῶς ἁλύσεως τρόπον αἱ τοῦ
ζῴου δυνάμεις ἀλλήλων ἔχονται· νοῦ γὰρ καὶ αἰσθήσεως ἔτι δὲ αἰσθητοῦ
τριῶν ὄντων μέσον μέν ἐστιν αἴσθησις, ἄκρον δὲ ἑκάτερον ὅ τε νοῦς
καὶ τὸ αἰσθητόν.
ἀλλ’ οὔθ’ ὁ νοῦς δυνατὸς ἐργάσασθαι τουτέστιν ἐνεργῆσαι
κατὰ αἴσθησιν, ἐὰν μὴ βρέξῃ καὶ ὕσῃ τὸ αἰσθητὸν ὁ θεός, οὔτε ὑσθέντος
αἰσθητοῦ ὄφελός ἐστιν, ἐὰν μὴ πηγῆς τρόπον ὁ νοῦς τείνας ἑαυτὸν ἄχρι
τῆς αἰσθήσεως κινήσῃ τε αὐτὴν ἠρεμοῦσαν καὶ ἀγάγῃ πρὸς ἀντίληψιν
τοῦ ὑποκειμένου· ὥστε ἀντίδοσιν ὁ νοῦς καὶ τὸ αἰσθητὸν ἀεὶ μελετῶσι,
τὸ μὲν προϋποκείμενον αἰσθήσει ὡς ἂν ὕλη, ὁ δὲ κινῶν τὴν αἴσθησιν
πρὸς τὸ ἐκτὸς ὡς ἂν τεχνίτης, ἵνα γένηται ὁρμή.
τὸ γὰρ ζῷον τοῦ μὴ
ζῴου δυσὶ προὔχει, φαντασίᾳ καὶ ὁρμῇ· ἡ μὲν οὖν φαντασία συνίσταται
κατὰ τὴν τοῦ ἐκτὸς πρόσοδον τυποῦντος νοῦν δι’ αἰσθήσεως, ἡ
δὲ ὁρμή, τὸ ἀδελφὸν τῆς φαντασίας, κατὰ τὴν τοῦ νοῦ τονικὴν δύναμιν,
ἣν τείνας δι’ αἰσθήσεως ἅπτεται τοῦ ὑποκειμένου καὶ πρὸς αὐτὸ χωρεῖ
γλιχόμενος ἐφικέσθαι καὶ συλλαβεῖν αὐτό.
1 ἐργάσεσθαι U, ἐργάσασθαι FL
3 ἄτε δὴ MAArm: δὴ om. UFL, ἅτε ἄν Mang.
4 μέρος F
5 ἄν om. FL
7 ἐκ] ἀπὸ UFL πᾶν οm. UFL
10 ἰδίας ὢν ἐνεργείας] ἰδέας ἐνεργεῖ U, ἰδέας ἐνεργεῖν FL πάντα Α προθυμουμένη FL
11 τούτω F
12 ἀναλύσεως UL
13 ἔτι δέ MA: καὶ τοῦ Arm, ἔτι δέ καὶ UFL
14 μέσον MA: μέση UFL ἡ αἴσθησις Arm δ’ U
15 οὔθ’ ὁ νοῦς MA: οὐδ’ ὁ νοῦς U, οὐδέ νοῦς FL ἐργάζεσθαι UFL
16 ὕσῃ] οἴσῃ U
18 κινήσῃ τε] κινήσηται Α ἀγάγῃ ΜΑrm: ἀγάγηται Α, ἀναγάγῃ UFL
20 ὡς προϋποκείμενον Arm αἰσθήσεως UFL
23 τοῦ om. FL πρόοδον UFL, πρὸς ὀδὸν Arm νοῦ FL
24 τονικὴν] γενικὴν Arm
27 χοῦν λαβὼν U: λαβὼν οm. ceteri
28 γῆς] χθονὸς UFL
τὸν μὲν οὐράνιόν φησιν οὐ πεπλάσθαι, κατ’ εἰκόνα δὲ τετυπῶσθαι θεοῦ,
τὸν δὲ γήϊνον πλάσμα, ἀλλ’ οὐ γέννημα, εἶναι τοῦ τεχνίτου.
ἄνθρωπον δὲ τὸν ἐκ γῆς λογιστέον εἶναι νοῦν εἰσκρινόμενον σώματι, οὔπω
οὐκέτι πλάττεται, εἰς ψυχήν, οὐκ ἀργὸν καὶ ἀδιατύπωτον, ἀλλ’ εἰς νοερὰν
καὶ ζῶσαν ὄντως· „εἰς ψυχὴν“ γάρ φησι „ζῶσαν ἐγένετο ὁ ἄνθρωπος“.
τρίτον, διὰ τί εἰς τὸ πρόσωπον ἐμπνεῖται· τέταρτον, διὰ τί πνεύματος
ὄνομα εἰδώς, ὅταν λέγῃ „καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ
ὕδατος“ (Gen. 1,2), πνοῆς νῦν ἀλλ’ οὐχὶ πνεύματος μέμνηται.
πρὸς μὲν οὖν τὸ πρῶτον λεκτέον ἓν μέν, ὅτι φιλόδωρος ὢν ὁ θεὸς χαρίζεται
τὰ ἀγαθὰ πᾶσι καὶ τοῖς μὴ τελείοις, προκαλούμενος αὐτοὺς εἰς μετουσίαν
καὶ ζῆλον ἀρετῆς ἅμα καὶ τὸν περιττὸν πλοῦτον ἐπιδεικνύμενος
αὑτοῦ, ὅτι ἐξαρκεῖ καὶ τοῖς μὴ λίαν ὠφεληθησομένοις. τοῦτο δὲ καὶ
ἐπὶ τῶν ἄλλων ἐμφαντικώτατα παρίστησιν. ὅταν γὰρ ὕῃ μὲν κατὰ
θαλάττης, πηγὰς δὲ ἐν τοῖς ἐρημοτάτοις ἀνομβρῇ, τὴν δὲ λεπτόγεων καὶ
τραχεῖαν καὶ ἄγονον γῆν ἄρδῃ ποταμοὺς ἀναχέων ταῖς πλημμύραις, τί
ἕτερον παρίστησιν ἢ τὴν ὑπερβολὴν τοῦ τε πλούτου καὶ τῆς ἀγαθότητος
ἑαυτοῦ; ἥδ’ ἐστὶν αἰτία δι’ ἣν ἄγονον οὐδεμίαν ψυχὴν ἐδημιούργησεν
1 ζῶσαν UFLArm: ζωῆς MAP
2 ἄνθρωπος om. AF
3 μετουσίας U
4 ἐπάγει AF
5 τετυπῶσθαι] πεποιῆσθαι Arm θεοῦ om. L post θεοῦ add. MAP: ὅπερ ἦν πεποιῶσθαι (sic M, πεπηρῶσθαι AP) κατὰ τὴν εἰκόνα, add. Arm: ὅπερ ἢν πεποιῶσθαι καὶ πεποιῆσθαι καὶ τετυπῶσθαι κατ’ εἰκόνα
6 τὸν] τὸ UFL ἀλλ’ οὐ] ἄλλου Arm, ἀλόγου UFL γένημα F 7.
8 εἰσκεκραμένον UL, εἰσκεκραμμένον F, ἐκκεκριμένον Arm ut vid.
8 τῷ ὄντι om. Arm
9 ἐμπνεύσειεν MArm: ἐμπνεύσει ἐν AP, ἐνέπνευσεν UFL γίγνεται U
10 οὐκέτι MAP: καὶ οὐκέτι UFL, οὐ Arm εἰς ψυχήν om. Arm ἀργὴν UFL ἀδιάπτωτον L
11 ζῶσαν alt.] ζωῆς codd.
12 ζητῆσαι codd., ζητήσειε Mang. ὅλως om. UFL
13 θείου πνεύματος Αrm
15 ἐμπνεῖ UFL, ἐμπνεῖ πνοήν Arm
16 εἰδώς] ἢ ὡς UFL
19 προσκαλούμενος F
21 αὐτοῦ codd. ὅτι om. Arm
22 ἐμφατικώτατα M
23 ἐπομβρῆ UFL
24 γῆς L
25 τε om. FL
26 αὐτοῦ UFL, αὐτοῦ v ἥδ’ ἐστὶν αἰτία MArm: ἥ ἐστιν αἰτία AP, ἡ δέ ἐστιν ἡ αἰτία UFL post ἄγονον add. μὲν UFL
ἕτερον δὲ λεκτέον
ἐκεῖνο· βούλεται τὰ θέσει δίκαια εἰσαγαγεῖν. ὁ μὲν οὖν μὴ ἐμπνευσθεὶς
τὴν ἀληθινὴν ζωήν, ἀλλ’ ἄπειρος ὢν ἀρετῆς, κολαζόμενος ἐφ’ οἷς ἡμάρτανεν
εἶπεν ἂν ὡς ἀδίκως κολάζεται, ἀπειρίᾳ γὰρ τοῦ ἀγαθοῦ σφάλλεσθαι
περὶ αὐτό, αἴτιον δὲ εἶναι τὸν μηδεμίαν ἐμπνεύσαντα ἔννοιαν αὐτοῦ·
τάχα δὲ μηδὲ ἁμαρτάνειν φήσει τὸ παράπαν, εἴ γε τὰ ἀκούσια καὶ
κατὰ ἄγνοιαν οὐδὲ ἀδικημάτων ἔχειν λόγον φασί τινες.
τό γε μὴν
„ἐνεφύσησεν“ ἴσον ἐστὶ τῷ ἐνέπνευσεν ἢ ἐψύχωσε τὰ ἄψυχα· μὴ γὰρ
τοσαύτης ἀτοπίας ἀναπλησθείημεν, ὥστε νομίσαι θεὸν στόματος ἢ μυκτήρων
ὀργάνοις χρῆσθαι πρὸς τὸ ἐμφυσῆσαι· ἄποιος γὰρ ὁ θεός, οὐ
μόνον οὐκ ἀνθρωπόμορφος. ἐμφαίνει δέ τι καὶ φυσικώτερον ἡ προφορά.
τρία γὰρ εἶναι δεῖ, τὸ ἐμπνέον, τὸ δεχόμενον, τὸ ἐμπνεόμενον· τὸ μὲν
οὖν ἐμπνέον ἐστὶν ὁ θεός, τὸ δὲ δεχόμενον ὁ νοῦς, τὸ δὲ ἐμπνεόμενον
τὸ πνεῦμα. τί
ἄχρι τοῦ ὑποκειμένου — τίνος ἕνεκα ἢ ὅπως ἔννοιαν αὐτοῦ λάβωμεν;
ἐπεὶ πῶς ἂν ἐνόησεν ἡ ψυχὴ θεόν, εἰ μὴ ἐνέπνευσε καὶ ἥψατο αὐτῆς
κατὰ δύναμιν; οὐ γὰρ ἂν ἀπετόλμησε τοσοῦτον ἀναδραμεῖν ὁ ἀνθρώπινος
νοῦς, ὡς ἀντιλαβέσθαι θεοῦ φύσεως, εἰ μὴ αὐτὸς ὁ θεὸς ἀνέσπασεν
αὐτὸν πρὸς ἑαυτόν, ὡς ἐνῆν ἀνθρώπινον νοῦν ἀνασπασθῇναι, καὶ ἐτύπωσε
κατὰ τὰς ἐφικτὰς νοηθῆναι δυνάμεις.
εἰς δὲ τὸ πρόσωπον ἐμπνεῖ
καὶ φυσικῶς καὶ ἠθικῶς· φυσικῶς μέν, ὅτι ἐν προσώπῳ τὰς αἰσθήσεις
ἐδημιούργει· τοῦτο γὰρ μάλιστα τοῦ σώματος τὸ μέρος ἐψύχωται [καὶ
ἐμπέπνευσται]· ἠθικῶς δὲ οὕτως· ὥσπερ σώματος ἡγεμονικόν ἐστι τὸ
πρόσωπον, οὕτως ψυχῆς ἡγεμονικόν ἐστιν ὁ νοῦς· τούτῳ μόνῳ ἐμπνεῖ
ὁ θεός, τοῖς δ’ ἄλλοις μέρεσιν οὐκ ἀξιοῖ, ταῖς τε αἰσθήσεσι καὶ τῷ λόγῳ
καὶ τῷ γονίμῳ· δεύτερα γάρ ἐστι τῇ δυνάμει.
ὑπὸ τίνος οὖν καὶ ταῦτα
1 ἀδύνατος ἡ χρῆσις transp. UFL εἰς χρῆσιν Arm ᾖ scripsi (sic Arm ut vid.): ἦν MAP, ἡ UFL αὐτοῦ] ἡ ὑπερβολὴ αὐτοῦ Arm
2 θέσει MAPArm: θεῖα UFL μὴ om. L
3 ἀλλὰ MP 3.
4 ἥμαρτεν UFL
4 ὡς] ἀνόμως UFL
5 περὶ Mang. (sic Arm): παρ’ codd.
6 μηδ’ UFL φήσει] φησὶ FArm, φύσει AP 6.
7 καὶ τὰ κατὰ UFL
7 λόγον ἔχειν transp. UFL
8 τῷ om. AP 10.
11 οὐ μόνον οὐκ UFLArm: οὐ μόνον, ἀλλ’ οὐδ’ MAP
11 δέ τι] δ’ ἔτι Α
12 ἐπιπνεόμενον UF
13 ἐπιπνεόμενον UFL
15 τείνοντος Mang. ἀφ’ om. Arm
16 τοῦ] του Arm ὑποκειμένου
22 καὶ ante φυσικῶς om. UFL
23 γὰρ Αrm: δὲ codd. ἐμψύχωται F 23.
24 καὶ ἐμπέπνευσται om. Arm, seclusi
24 δ’ U
26 τ’ U λόγῳ] ἀλόγω U
Φαραώ“ (Exod. 7, 1).
τῶν γὰρ γινομένων τὰ μὲν καὶ ὑπὸ θεοῦ γίνεται καὶ δι’ αὐτοῦ, τὰ δὲ ὑπὸ θεοῦ μέν, οὐ δι’ αὐτοῦ δέ· τὰ μὲν
οὖν ἄριστα καὶ ὑπὸ θεοῦ γέγονε καὶ δι’ αὐτοῦ· προελθὼν γοῦν ἐρεῖ
ὅτι „ἐφύτευσεν ὁ θεὸς παράδεισον“ (Gen. 2, 8)· τούτων καὶ ὁ νοῦς
ἐστι· τὸ δὲ ἄλογον ὑπὸ θεοῦ μὲν γέγονεν, οὐ διὰ θεοῦ δέ, ἀλλὰ διὰ τοῦ
λογικοῦ τοῦ ἄρχοντός τε καὶ βασιλεύοντος ἐν ψυχῇ. "πνοὴν" δέ, ἀλλ’
οὐ πνεῦμα, εἴρηκεν, ὡς διαφορᾶς οὔσης· τὸ μὲν γὰρ πνεῦμα νενόηται
κατὰ τὴν ἰσχὺν καὶ εὐτονίαν καὶ δύναμιν, ἡ δὲ πνοὴ ὡς ἂν αὖρά τίς
ἐστι καὶ ἀναθυμίασις ἠρεμαία καὶ πραεῖα.
ὁ μὲν οὖν κατὰ τὴν εἰκόνα γεγονὼς καὶ τὴν ἰδέαν νοῦς πνεύματος ἂν λέγοιτο κεκοινωνηκέναι —
ῥώμην γὰρ ἔχει ὁ λογισμὸς αὐτοῦ —, ὁ δὲ ἐκ τῆς ὕλης τῆς κούφης
καὶ ἐλαφροτέρας αὔρας ὡς ἂν ἀποφορᾶς τινος, ὁποῖαι γίνονται ἀπὸ τῶν
ἀρωμάτων· φυλαττομένων γὰρ οὐδὲν ἧττον καὶ μὴ ἐκθυμιωμένων εὐωδία
τις γίνεται.
καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε“ (Gen. 2, 8.). τὴν
μετάρσιον καὶ οὐράνιον σοφίαν πολλοῖς ὀνόμασι πολυώνυμον οὖσαν
λογισμὸν ἀσέβεια, ὡς ὑπολαβεῖν ὅτι θεὸς γεωπονεῖ καὶ φυτεύει
1 ἐμπνευσθῆ UFL τοῦ θεοῦ UFL
3 ὑπὸ θεοῦ ἐψυχῶσθαι transp. MAP Arm ἐμψυχῶσθαι F
4 Μωσῆν MAP
5 γιγνομένων U καὶ ὑπὸ θεοῦ UFL: καὶ om. ceteri
6 γίγνεται UFL τὰ δὲ — δι’ αὐτοῦ (7) om. FL ἔ οὖν om. Mang. γοῦν] γὰρ FL
8 τούτων οὖν (vel δὴ) Arm
13 πραής AP
14 λέγοι F κεκοινωκέναι Mang.
16 élafrotqathw UF ἀπὸ φορᾶς M γίγνονται UF
18 γίγνεται F
20 ἔθηκεν UFL ὃν om. P τὴν om. MAP
21 μετάρσιον MAPArm: μὲν γὰρ θείαν UFL πολλοῖς ὠνόμασεν ὀνόμασι πολυώνυμον οὖσαν FL
22 γὰρ om. Arm θεοῦ om. Arm κέκληκε ταύτην MAPArm
23 δ’ om. MAPArm post μίμημα add. δὲ (vel δὴ) Arm
24 τοσαύτη om. Arm 24.
25 ἀνθρώπινον MAPArm: ἡμέτερον UFL
25 γεηπονεῖ AP
24 Orig. de Princip. IV
16 (= Philocal. I
17 p.
24 Robinson) τίς δ’ οὕτως ἠλίθιος, ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς;
θεοῦ γὰρ οὐδὲ ὁ σύμπας
κόσμος ἄξιον ἂν εἴη χωρίον καὶ ἐνδιαίτημα, ἐπεὶ αὐτὸς ἑαυτοῦ
τόπος καὶ αὐτὸς ἑαυτοῦ πλήρης καὶ ἱκανὸς αὐτὸς ἑαυτῷ ὁ θεός, τὰ μὲν
ἄλλα ἐπιδεᾶ καὶ ἔρημα καὶ κενὰ ὄντα πληρῶν καὶ περιέχων, αὐτὸς δὲ
ὑπ’ οὐδενὸς ἄλλου περιεχόμενος, ἅτε εἷς καὶ τὸ πᾶν αὐτὸς ὤν.
τὴν
οὖν ἐπίγειον ἀρετὴν σπείρει καὶ φυτεύει τῷ θνητῷ γένει ὁ θεὸς μίμημα
καὶ ἀπεικόνισμα οὖσαν τῆς οὐρανίου· ἐλεήσας γὰρ ἡμῶν τὸ γένος καὶ
κατιδὼν ὅτι ἐξ ἀφθόνων καὶ πλουσίων κακῶν συνέστηκεν, ἐπίκουρον καὶ
ἀρωγὸν τῶν ψυχῆς νόσων ἀρετὴν ἐπίγειον ἐρρίζου, μίμημα, ὡς ἔφην,
τῆς οὐρανίου καὶ ἀρχετύπου, ἣν πολλοῖς ὀνόμασι καλεῖ. παράδεισος
μὲν δὴ τροπικῶς εἴρηται ἡ ἀρετή, τόπος δὲ οἰκεῖος τῷ παραδείσῳ
Ἐδέμ, τοῦτο δέ ἐστι τρυφή· ἀρετῇ δὲ ἁρμόττον εἰρήνη καὶ εὐπάθεια
καὶ χαρά, ἐν οἷς τὸ τρυφᾶν ὡς ἀληθῶς ἐστι.
καὶ μὴν κατὰ ἀνατολάς
ἐστιν ἡ φυτουργία τοῦ παραδείσου· οὐ γὰρ δύεται καὶ σβέννυται, ἀλλ’
ἀεὶ πέφυκεν ἀνατέλλειν ὁ ὀρθὸς λόγος, καὶ ὥσπερ, οἶμαι, ἀνατείλας
ἥλιος τὸν ζόφον τοῦ ἀέρος φωτὸς ἐνέπλησεν, οὕτως καὶ ἀρετὴ ἀνατείλασα
ἐν ψυχῇ τὴν ἀχλὺν αὐτῆς ἐναυγάζει καὶ τὸν πολὺν σκότον σκεδάννυσι.
„καὶ ἔθετο“ φησίν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν.“ ἀγαθὸς
γὰρ ὢν ὁ θεὸς καὶ ἐπ’ ἀρετὴν ὡς οἰκειότατον ἔργον ἀσκῶν τὸ
γένος ἡμῶν τὸν νοῦν τίθησιν ἐν τῇ ἀρετῇ, ἵνα δηλονότι μηδὲν ἄλλο
1 διαπορήσωμεν AP
2 πορίζει AP μηδ’ UF
3 ἔλθῃ F θεοῦ — ἐνδιαίτημα om. AP
4 καὶ add. Turn.: ἢ DR f. 162V, om. ceteri ἑαυτοῦ codd.: ἑαυτῷ v
5 ἑαυτῶ πλήρης FL αὐτὸς ἑαυτῷ om. UFL
6 ἐπιδεᾶ codd.: ἐπιδεῆ D (Mang.)
7 εἷς καὶ om. Arm
10 συνέστη UFL
11 ἀρρωγὸν U νόσον F ἐπίγειον om. Arm ἐρίζου U ἔφην] μορφὴν UFL
14 δ’ ἔστι U, δ’ ἦν M, δὴ (om. ἐστι) A, δὲ (om. ἐστι) P εὐστάθεια AP
17 αἰεὶ UFL ὁ ὀρθὸς λόγος] ὅρους αὐγῆς UFL, ὁ ῥοῦς αὐγῆς Turn.
18 ἀνέπλησεν FL
19 αὐγάζει FL, αὐγάζοι U
22 ἵνα om. U
14 Amhros. de Paradiso 1,4 Locus autem eius, in quo est plautatus (scil. paradisus), voluptas dicitur.
17 —
20 Cod. Vat. Regiu. 40 fol. 224 (Pitra Anal. Sacr. ΙΙ p. 311. Harris Fragments of Philo p. 103) Φίλωνος: ... ὥσπερ γὰρ ἀνατείλας ὁ ἥλιος τὸν ζόφον τοῦ ἀέρος φωτὸς ἐνέπλησεν, οὕτως καὶ ἀρετὴ ἀνατείλασα ἐν ψυχῇ τὴν ἀχλὺν αὐτῆς αὐγάζεται καὶ τὸ σκότος σκεδάννυσιν καὶ τὰ τῶν παθῶν θηρία κοιμίζει.
(Deuter. 16,21). τί οὖν λεκτέον; ὅτι πρέπει τῷ θεῷ φυτεύειν καὶ οἰκοδομεῖν
ἐν ψυχῇ τὰς ἀρετάς.
φίλαυτος δὲ καὶ ἄθεος ὁ νοῦς οἰόμενος ἴσος εἶναι θεῷ καὶ ποιεῖν δοκῶν ἐν τῷ πάσχειν ἐξεταζόμενος· θεοῦ δὲ σπείροντος
καὶ φυτεύοντος ἐν ψυχῇ τὰ καλά, ὁ λέγων νοῦς ὅτι „ἐγὼ φυτεύω“
ἀσεβεῖ. οὐ φυτεύσεις οὖν, ὅταν ὁ θεὸς φυτουργῇ· ἐὰν δὲ καὶ φυτὰ ἐν
ψυχῇ καταβάλῃ, ὦ διάνοια, καρποτόκα φύτευε πάντα, ἀλλὰ μὴ ἄλσος,
ἐν ἄλσει γὰρ καὶ ἀγρίας ὕλης ἐστὶ καὶ ἡμέρου δένδρα· κακίαν δὲ τὴν
ἄγονον ἐν ψυχῇ μετὰ τῆς ἡμέρου καὶ καρποτόκου φυτεύειν ἀρετῆς λέπρας
ἐστὶ τῆς διφυοῦς καὶ μιγάδος οἰκεῖον.
ἐὰν μέντοι γε τὰ ἄμικτα
καὶ σύγκλυδα εἰς ταὐτὸν ἄγῃς, χώριζε καὶ διάκρινε τῆς καθαρᾶς καὶ
ἀμιάντου φύσεως τῆς ἀναφερούσης τὰ ἄμωμα τῷ θεῷ, αὕτη δέ ἐστι τὸ
θυσιαστήριον· τούτου γὰρ ἀλλότριον τὸ λέγειν ἔργον τι εἶναι ψυχῆς, ἐπὶ
θεὸν πάντων λαμβανόντων τὴν ἀναφοράν, καὶ τὸ τὰ ἄκαρπα τοῖς καρποτόκοις
ἀναμιγνύναι· μῶμος γὰρ τοῦτό γε, τὰ δὲ ἄμωμα τῷ θεῷ προσάγεται.
ἐὰν οὖν τι τούτων παραβῇς, ὦ ψυχή, σαυτὴν βλάψεις, οὐ θεόν· διὰ τοῦτό φησιν· „οὐ φυτεύσεις σεαυτῷ“· θεῷ γὰρ οὐδεὶς ἐργάζεται,
καὶ μάλιστα τὰ φαῦλα· καὶ ἐπιφέρει πάλιν· „οὐ ποιήσεις σεαυτῷ.“
λέγει δὲ καὶ ἐν ἑτέροις· „οὐ ποιήσετε μετ’ ἐμοῦ θεοὺς ἀργυροῦς, καὶ
θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς“ (Exod. 20, 23)· ὁ γὰρ ἢ ποιότητα
οἰόμενος ἔχειν τὸν θεὸν ἢ μὴ ἕνα εἶναι ἢ μὴ ἀγένητον καὶ ἄφθαρτον
ἢ μὴ ἄτρεπτον ἑαυτὸν ἀδικεῖ, οὐ θεόν· „ἑαυτοῖς“ γάρ φησιν
„οὐ ποιήσετε“· δεῖ γὰρ ἡγεῖσθαι καὶ ἄποιον αὐτὸν καὶ ἕνα καὶ
1 ἀγαθὸς transp. UL τημελεῖ καὶ περιέπει AP 1.
2 ζητήσαι M, ζητῆσαι AP
2 θεοῦ τὰ ἔργα UFL: τὰ θεοῦ ἔργα MAP
4 σεαυτῷ F: ἑαυτῶ UL, σαυτῶ MAP
5 παρὰ τῶ θυσιαστηρίῳ UL, περὶ τῶ θυσιαστηρίῳ F κυρίω θεῶ UFL σου om. AP σαυτῶ MAP
6 πρέπον UFL
7 ὁ οἰόμενος Arm
8 καὶ om. UFL ante ἐν add. ὡς αὐτὸς Arm δὲ om P
11 καταβάλῃ codd.: καταβάλῃς v
12 δένδρου AP
15 καὶ σύγκλυδα add. 31, καὶ Arm: om. ceteri ταὐτὸ UFL ἀγάγῃς UL, ἀγάγοις F
18 πάντων om. Arm 19.
20 πρόσαγε UFL
21 οὐδεὶς ἐργάζεται] οὐδὲν ἁρμόζει Arm
22 τὰ om. UFL
23 ἑτέρω FL μετ’ ἐμὲ M, μετ’ ἐμοῦ om. Arm
24 θεοὺς om. MAPArm
25 τὸν θεὸν om. U ἀγένητον F: ἀγέννητον ceteri
26 ἑαυτοῖ—ἄτρεπτον (74,1) om. UFL
27 καὶ ἕνα codd.: εἷναι Mang. ἕνα
οὐχ ὁρᾷς ὅτι, κἂν εἰσαγάγῃ ἡμᾶς
εἰς τὴν ἀρετὴν καὶ εἰσαχθέντες φυτεύσωμεν ἄκαρπον μὲν οὐδὲν „πᾶν
δὲ ξύλον βρώσιμον“, κελεύει "περικαθαρίσαι τὴν ἀκαθαρσίαν αὐτοῦ“
(Lev. 19, 23) ; τοῦτο δ’ ἐστὶ τὸ δοκεῖν φυτεύειν· ἀποτεμεῖν οἴησιν γὰρ
ἐπαγγέλλεται, οἴησις δὲ ἀκάθαρτον φύσει.
εἰκόνα καὶ τὴν ἰδέαν γεγονώς, ὥστε δύο ἀνθρώπους εἰς τὸν παράδεισον
εἰσάγεσθαι, τὸν μὲν πεπλασμένον, τὸν δὲ κατ’ εἰκόνα.
ὁ μὲν οὖν κατὰ
τὴν ἰδέαν γεγονὼς οὐ
φυλάττει, ἀλλὰ μόνον εἰσάγεται εἰς τὰ δόγματα ἀφθονίᾳ θεοῦ, μέλλων
αὐτίκα φυγὰς ἀρετῆς ἔσεσθαι.
διὰ τοῦτο ὃν μὲν μόνον τίθησιν ἐν τῷ
παραδείσῳ, πλαστὸν καλεῖ, ὃν δὲ καὶ ἐργάτην καὶ φύλακα ἀποδείκνυσιν,
οὐ πλαστόν, ἀλλὰ „ὃν ἐποίησε“· καὶ τοῦτον μὲν λαμβάνει, ἐκεῖνον δὲ
ἐκβάλλει. ὃν δὲ λαμβάνει, τριῶν ἀξιοῖ, ἐξ ὧν συνέστηκεν ἡ εὐφυΐα,
εὐθιξίας, ἐπιμονῆς, μνήμης· ἡ μὲν οὖν εὐθιξία θέσις ἐστὶν ἐν τῷ παραδείσῳ,
ἡ δὲ ἐπιμονὴ πρᾶξις τῶν καλῶν [τὸ ἐργάζεσθαι τὰ καλά], ἡ δὲ
μνήμη φυλακὴ καὶ διατήρησις τῶν ἁγίων δογμάτων. ὁ δὲ πλαστὸς νοῦς
οὔτε μνημονεύει τὰ καλὰ οὔτε ἐργάζεται, μόνον δὲ εὔθικτός ἐστι· παρὸ
2 ψεύδους AP
2 εἰσαγάγῃ MU: εἰσάγη ceteri
3 φυτεύωμεν Μ, φυτεύομεν Α, φυτεύημεν P
4 καθαρίσαι UFL ἀκαθαρσίαν] ἀκροβυστίαν UFL 5.
6 τοῦτο — φύσει] τοῦτο δ’ ἐστὶ τὸ ἀποτεμεῖν οἴησιν, οἴησις γὰρ ἀκάθαρτον φύσει Arm
5 ἐστὶ M: δ’ ἔστιU, δέ ἐστι ceteri γὰρ oin. UFL, γὰρ οἴησιν Mang.
7 τιθέναι] τίθεται UFL
8 ἐποίησεν U
9 φυλάττειν UFL
10 ἐστιν ἕτερος transp. UFL 13.
14 ἐξετάζονται ζονται P, ἐξετάζεται corr. ex ἐξετάζονται Α
14 αὐτῶν ἐστι trausp. UFL δέ ἐστι MAP
15 οὔτε — οὔτε] οὐδέ — οὐδὲ UFL
16 φυλάττει] φυτεύει Arm
18 καὶ ante ἐργάτην om. UFL
19 τοῦτο U 20.
21 ἡ εὐφυίας ἢ εὐθιξίας ἢ ἐπιμονῆς ἐπὶ μόνης F) μνήμης FL
21 εὺθεξίας AP, ἡ εὐθιξία U ἡ ἐπιμονῆς μνήμη U εὐθεξία AP
22 ἡ δὲ ἐπιμονὴ — καλά post δογμάτων (23) transp. UFL τὸ ἐργάζεσθαι τά καλά om. Arm, seclusi
23 ἡ φυλακὴ MAP, φυλακτικὴ UFL διατηρὶς U δογμάτων] πνευάτων Arm νοῦς] ἄνθρωπος coni. Mang.
24 οὔτε] οὐ Arm οὔτε ἐργάζεται om. Arm
6 DK fol. 220v DR fol. 267v (DV p. 704) ἐκ τοῦ α' τῆς νόμων ἱερῶν ἀλληγορίας: οἴησις ἀκάθαρτον φύσει.
καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ“ (Gen. 2, 9).
ἃ φυτεύει ἐν τῇ ψυχῇ δένδρα ἀρετῆς, νῦν ὑπογράφει· ἔστι δὲ ταῦτα
αἵ τε κατὰ μέρος ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι καὶ τὰ κατορθώματα
καὶ τὰ λεγόμενα παρὰ τοῖς φιλοσοφοῦσι καθήκοντα, ταῦτά ἐστι
τοῦ παραδείσου τὰ φυτά.
χαρακτηρίζει μέντοι γε αὐτὰ ταῦτα δηλῶν
ὅτι τὸ ἀγαθὸν καὶ ὀφθῆναι κάλλιστόν ἐστι καὶ ἀπολαυσθῆναι· ἔνιαι γὰρ
τῶν τεχνῶν θεωρητικαὶ μέν εἰσιν, οὐ πρακτικαὶ δέ, γεωμετρία ἀστρονομία,
ἔνιαι δὲ πρακτικαὶ μέν, οὐ θεωρητικαὶ δέ, τεκτονικὴ χαλκευτικὴ
καὶ ὅσαι βάναυσοι λέγονται· ἡ δὲ ἀρετὴ καὶ θεωρητική ἐστι καὶ πρακτική·
καὶ γὰρ θεωρίαν ἔχει, ὁπότε καὶ ἡ ἐπ’ αὐτὴν ὁδὸς φιλοσοφία
διὰ τῶν τριῶν αὐτῆς μερῶν, τοῦ λογικοῦ, τοῦ ἠθικοῦ, τοῦ φυσικοῦ,
καὶ πράξεις· ὅλου γὰρ τοῦ βίου ἐστὶ τέχνη ἡ ἀρετή, ἐν ᾧ καὶ αἱ σύμπασαι
πράξεις.
ἀλλὰ καίτοι θεωρίαν ἔχουσα καὶ πρᾶξιν, πάλιν ἐν ἑκατέρῳ ὑπερβάλλει κατὰ τὸ κρεῖττον· καὶ γὰρ ἡ θεωρία τῆς ἀρετῆς
παγκάλη καὶ ἡ πρᾶξις καὶ ἡ χρῆσις περιμάχητος. διὸ καί φησιν ὅτι
καὶ „εἰς ὅρασίν ἐστιν ὡραῖον“, ὅπερ ἦν τοῦ θεωρητικοῦ σύμβολον, καὶ
"καλὸν εἰς βρῶσιν“, ὅπερ ἐστὶ τοῦ χρηστικοῦ καὶ πρακτικοῦ σημεῖον.
λέγουσι τὴν καρδίαν ξύλον εἰρῆσθαι ζωῆς, ἐπειδὴ αἰτία τε τοῦ ζῆν
3 ἐξαπέστειλεν FL κύριος ὁ θεὸς Arm 4.
5 τοῦ παραδείσου UFL
5 γνωστοῦ AP
6 φυτεύει] φύει UL
7 κατ’ αὐτὰς] κατὰ ταύτας UFL
8 ταὐτά F
9 αὐτὰ om. Arm 9.
10 δηλῶν ὅτι] δηλονότι APU
11 θεωρηματικαὶ UF
12 θεωρηματικαὶ UFL χαλκευτικὴ om. U
13 καὶ post ἀρετὴ om. AP θεωρηματική UFL Ι4 καὶ post ὁπότε om. L
15 αὑτῆς Wendl.
16 καὶ πράξεις Arm (Turn.): καὶ αἱ πράξεις UFL, καὶ πρᾶξιν MAP
17 ἔχουσαν AP ἐν] ἐφ’ UFL
19 ἡ bis om. UFL χρῆσις codd.: τήρησις Maug.
20 καὶ om. UFL ὡραίου AP ἦν om. UFL
21 ἐστὶ om. U τοῦ om. Mang.
22 ἡ γενικωτάτη] ἡγεμονικωτάτη NArm
24 ἱδρύεται UFLN
25 ἔχων AP
26 εἶναι εἰρῆσθαι (sic) N τε om. FL
7 Col. 793) Φίλωνος: ἡ 22—26 N fol. 162v τὸ δὲ—ξύλον εἶναι
τοῦτο μὲν οὖν
ῥητῶς φησιν ὅτι ἐστὶν ἐν μέσῳ τῷ παραδείσῳ· τὸ δὲ ἕτερον ξύλον,
τὸ τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ δεδήλωκεν οὔτε εἰ ἐντὸς
οὔτε εἰ ἐκτός ἐστι τοῦ παραδείσου, ἀλλ’ εἰπὼν οὕτως „καὶ τὸ ξύλον
τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ“ εὐθὺς ἡσύχασεν οὐ δηλώσας
ὅπου τετύχηκεν ὄν, ἵνα μὴ ὁ φυσιολογίας ἀμύητος τὸν ὄντα
τῆς ἐπιστήμης θαυμάζῃ. τί οὖν χρὴ λέγειν; ὅτι τὸ ξύλον τοῦτο καὶ ἐν
τῷ παραδείσῳ ἐστὶ καὶ ἐκτὸς αὐτοῦ, οὐσίᾳ μὲν ἐν αὐτῷ, δυνάμει δὲ
ἐκτός.
πῶς; τὸ ἡγεμονικὸν ἡμῶν πανδεχές ἐστι καὶ ἔοικε κηρῷ πάντας
τύπους καλούς τε καὶ αἰσχροὺς δεχομένῳ· παρὸ καὶ ὁ πτερνιστὴς
Ἰακὼβ ὁμολογεῖ φάσκων "Ἐπ’ ἐμὲ ἐγένετο πάντα ταῦτα“
(Gen. 42,36)· ἐπὶ γὰρ μίαν οὖσαν τὴν ψυχὴν αἱ ἀμύθητοι τυπώσεις
ἁπάντων τῶν ἐν τῷ παντὶ ἀναφέρονται· ὅταν μὲν οὖν δέξηται
τὸν τῆς τελείας ἀρετῆς χαρακτῆρα, γέγονε τὸ τῆς ζωῆς ξύλον, ὅταν δὲ
τὸν τῆς κακίας, γέγονε τὸ τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ· ἡ
δὲ κακία πεφυγάδευται θείου χοροῦ· τὸ δεδεγμένον οὖν αὐτὴν ἡγεμονικὸν
ἐν τῷ παραδείσῳ ἐστὶ κατὰ τὴν οὐσίαν, ἐν αὐτῷ γάρ ἐστι καὶ ὁ
τῆς ἀρετῆς χαρακτὴρ οἰκεῖος ὢν τῷ παραδείσῳ, δυνάμει δὲ πάλιν οὐκ
ἔστιν ἐν αὐτῷ, ὅτι ὁ τύπος ὁ κακίας ἀλλότριός ἐστι θείων ἀνατολῶν.
ὃ δὲ λέγω, καὶ οὕτως ἄν τις καταμάθοι. νῦν ἐν τῷ σώματί μου τὸ
ἡγεμονικόν ἐστι κατὰ τὴν οὐσίαν, δυνάμει δὲ ἐν Ἰταλίᾳ ἢ Σικελίᾳ,
ὁπότε περὶ τῶν χωρῶν τούτων ἐπιλογίζεται, καὶ ἐν οὐρανῷ, ὁπότε περὶ
οὐρανοῦ σκοπεῖ· παρὸ καὶ πολλάκις ἐν βεβήλοις ὄντες χωρίοις τινὲς
κατὰ τὴν οὐσίαν ἐν ἱερωτάτοις ὑπάρχουσι φαντασιούμενοι τὰ ἀρετῆς,
2 ἐκτιθέμενοι δόξαν transp. AP ἐκτεθειμένοι UFL
4 τὴν ἡγεμονικωτάτην Arm
6 τὸ om. FL τὸ τοῦ γινώσκειν] τὸ γνωστὸν Arm 6.
7 οὐτ’—οὔτ’ UFL
7 ἀλλὰ MP
8 τοῦ] τὸ F γνωστοῦ AP
9 ὄν om. AP ὄντα corruptiun; γνόντα coni. Mang., μετέχοντα Creuzer; fortasse λαχόντα
10 ἐπιστήμης] φυσιολογίας Arm τὸ ξύλον om. FL τοῦτο τὸ ξύλον Mang.
12 ἐκτός. πῶς] ἐκτός πὼς· ὡσαύτως Arm 12.
13 πάντας τοὺς τύπους UFL
13 παρὸν F
14 ἐγένοντο UFL πάντα ταῦτα M: ταῦτα πάντα ceteri
15 ἐπὶ] ἐπεὶ APF αἱ om. UFL
16 τῷ om. FL ἀναγράφονται Arm
17 γέγονε] ἐγένετο FL
18 γέγονε] ἐγένετο UFL τὸ M: τῶ AP, om. UFL
19 χοροῦ] χώρου MAP τὸ δὲ AP
21 ὢν] ἐν U
22 ὁ post τύπος om. AP ἐντολῶν FL
23 οὕτω Γ’
24 ἐν Σικελία F
25 χώρων MAP
26 σκοπεῖ MAP: σκοπεῖ τι Arm, σκοπεῖται UFL
οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος
ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης“
(Gen. 2,10 —14). διὰ τούτων βούλεται τὰς κατὰ μέρος ἀρετὰς
ὑπογράφειν· εἰσὶ δὲ τὸν ἀριθμὸν τέτταρες, φρόνησις σωφροσύνη ἀνδρεία
δικαιοσύνη. ὁ μὲν δὴ μέγιστος ποταμός, οὗ αἱ τέτταρες ἀπόρροιαι γεγόνασιν,
ἡ γενική ἐστιν ἀρετή, ἣν ἀγαθότητα ὠνομάσαμεν, αἱ δὲ τέτταρες
ἀπόρροιαι αἱ ἰσάριθμοι ἀρεταί.
λαμβάνει μὲν οὖν τὰς ἀρχὰς ἡ γενικὴ ἀρετὴ ἀπὸ τῆς Ἐδέμ, τῆς τοῦ θεοῦ σοφίας, ἣ χαίρει καὶ γάνυται
καὶ τρυφᾷ ἐπὶ μόνῳ τῷ πατρὶ αὐτῆς ἀγαλλομένη καὶ σεμνυνομένη
θεῷ, αἱ δὲ ἐν εἴδει τέτταρες ἀπὸ τῆς γενικῆς, ἥτις ποταμοῦ δίκην ἄρδει
τὰ κατορθώματα ἑκάσταις πολλῷ ῥεύματι καλῶν πράξεων.
ἴδωμεν δὲ καὶ τὰς λέξεις. „ποταμὸς δὲ„ φησίν „ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν
1 ἄλλοι om. UFL
2 τὰ χείρω UFL
3 οὕτ’ U κακία] καρδία Arm οὐτ’ U
4 κατὰ UFL δ’ U
5 τοῦ ποτίζειν UFL
6 τέτταρας UFL 6.
7 Φυσῶν L, Φυσῶν F
7 τὴν om. M οὑ MArm: οὖν AP, om. UFL
8 καὶ ante ἐκεῖ om. UFL
9 Γεῶν τῶ δευτέρω U Γηών M: Γεῶν
10 ὁ κυκλῶν Arm πᾶσαν om. UFL ὁ τρίτος om. F Τίγρης AP, ὁ Τίγρης FL
11 ὁ δὲ] καὶ ὁ UFL 11.
12 οὗτος Εὐφράτης UF, οὗτος ὁ Εὐφράτης L
13 τέσσαρες FL ἀνδρία APFL
14 τέσσαρες P
15 ἣν ἀγαθότητα ὠνομάσαμεν MAP; ἣν ἀγαθότητα ὀνομάζουσι Arm, ἥν τινες ἀγαθότητα ὠνόμασαν UFL 15.
16 τέσσαρες PU
16 αἱ ora. UFL
17 ἣ UL: ἧ ceteri 17.
18 γάννυται APUFL
19 ἐν εἴδει] ἔνιαι UF, ἔννοιαι L τέσσαρες P
20 ἑκάσταις codd.: ἑκάστῃ Arm, ἑκάστης Mang.
21 δὲ om. UFLArm τοῦ ποτίζειν UFL
12 spp. Ambros. de Paradiso 3,
14 sed quemadmodum fons dicitur sapientia Dei . . . ita fons virtutum est ceterarum, quae nos ad aeternae cursum dirigunt vitae . . . quae sunt quattuor initia virtutum nisi unum prudentiae, aliud temperantiae, tertium fortitudinis, quartum iustitiae? . . . itaque sicut fons sapientiae (leg. sapientia), ita etiam flumina ista quattuor quaedam ex illo fonte manantia sunt fluenta virtutum.
ἡγεμονὶς καὶ βασιλὶς ὡς ἀληθῶς ἐστι. τὸ δὲ „ἀφορίζεται“ ἴσον
ἐστὶ τῷ ὅροις πεπεράτωται· ἡ μὲν φρόνησις περὶ τὰ ποιητέα ὅρους αὐτοῖς
τιθεῖσα, ἡ δὲ ἀνδρεία τοῖς ὑπομενετέοις, ἡ δὲ σωφροσύνη τοῖς αἱρετέοις,
ἡ δὲ δικαιοσύνη τοῖς ἀπονεμητέοις.
δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ
λίθος ὁ πράσινος.“ τῶν τεττάρων ἀρετῶν ἓν εἶδός ἐστιν ἡ φρόνησις,
ἣν Φεισὼν ὠνόμασε παρὰ τὸ φείδεσθαι καὶ φυλάττειν τὴν ψυχὴν
ἀπὸ ἀδικημάτων. χορεύει δὲ καὶ κύκλῳ περίεισι τὴν γῆν Εὐιλάτ,
τοῦτο δέ ἐστι, τὴν εὐμενῆ καὶ πραεῖαν καὶ ἵλεων κατάστασιν περιέπει·
καθάπερ δὲ
τὸ
δὲ „ἐκεῖ οὗ ἐστι τὸ χρυσίον“ οὐκ ἔστι τοπικὸν τοιοῦτον, ἐκεῖ ὅπου ἐστὶ
τὸ χρυσίον, ἀλλ’ ἐκεῖ οὗ κτῆμά ἐστιν ἡ χρυσαυγὴς καὶ πεπυρωμένη
καὶ τιμία φρόνησις· κτῆμα δὲ θεοῦ κάλλιστον ἥδε ἀνωμολόγηται. κατὰ
δὲ τὸν τόπον τῆς φρονήσεως δύο εἰσὶ ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν,
οὓς ἄνθρακι καὶ λίθῳ πρασίνῳ παραβέβληκεν.
1 ἀρετή om. F, ἀρετή, ἡ om. L
2 τῆς Ἐδέμ om. L ὁ θεοῦ] ὁ θεὸς
3 πεποίηται] πεποίωται Arm (coni. Mang.) τὸν —ἀρετή om. P τὸν δὲ παράδεισον transp. UFL
4 ἡ ἀρετή F οὐ om. L
5 λάμβανε coni. Wendl.
6 δ’ AP
7 τῷ] τὸ AP αὐτῆς APU
8 ἀνδρία APL ὐπομενητέοις U ἡ δὲ σωφροσύνη—ἀπονεμητέοις om. P
9 Φυσῶν FL
10 τὴν om. M οὐ] οὖν AP, om. FL
11 καὶ ἐκεῖ] ἐκεῖ UFL, οὗ Mang.
13 Φυσῶν FL ὠνόμασεν U, ὠνόμακε M
14 καὶ om. Turn., post κύκλῳ transp. Mang. περίεισι] περιίησι F, περίησι L τὴν γῆν om. Arm
15 τοῦτο δ’ ἔστι U, τουτέστι FL ἵλεω AP
16 δὲ om. P
18 οὗ] οὖν AP οὐκ—χρυσίον om. L τοιοῦτο U, οἷον Arm
19 ἀλλὰ MAP ἡ om. MAP
20 ἥδε] ἤδη UFL ἄν ὡμολόγηται P
21 ποιοί] πότοι P, ποιότητες UF, τῆς ποιότητος L
22 λίθῳ om. UFL post παραβέβληκεν add. MAP: οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Εὐιλάτ 22.
23 καὶ ὄνομα τῷ ποταμῷ om. MAP
23 τῷ δευτέρῳ] ὁ δεύτερος MAP Γηών M: εἰ Γεῶν ceteri
24 συμβολικὸς F, συμβολικῆς Mang. ἀνδρία AP Γηὼν M: Γεῶν ceteri
ἧς ἐστιν ἑρμηνευθὲν τοὔνομα ταπείνωσις· ταπεινὸν δὲ ἡ δειλία, ἡ δὲ
ἀνδρεία ταπεινώσει καὶ δειλίᾳ πολέμιον.
„καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις, οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων.“ τρίτη ἐστὶν ἀρετὴ
σωφροσύνη, ἀντιστατοῦσα τῇ κατευθύνειν δοκούσῃ τὴν ἀνθρωπίνην ἀσθένειαν
ἡδονῇ· Ἀσσύριοι γὰρ εὐθύνοντες Ἑλλάδι γλώττῃ καλοῦνται. τίγριδι
δὲ τῷ ἀτιθασωτάτῳ ζῴῳ τὴν ἐπιθυμίαν εἴκασε, περὶ ἣν ἡ σωφροσύνη
πραγματεύεται.
καὶ συμβέβηκε τοῦ μὲν λογικοῦ χωρίον εἶναι καὶ ἐνδιαίτημα
τὴν κεφαλήν, τοῦ δὲ θυμικοῦ τὰ στέρνα, τοῦ δὲ ἐπιθυμητικοῦ τὸ
ἦτρον, ἀρετὴν δὲ ἑκάστῳ τῶν μερῶν οἰκείαν προσηρμόσθαι, τῷ μὲν
λογικῷ φρόνησιν, λογισμοῦ γάρ ἐστιν ἐπιστήμην ἔχειν ὧν τε δεῖ ποιεῖν
καὶ ὧν μή, τῷ δὲ θυμικῷ ἀνδρείαν, τῷ δὲ ἐπιθυμητικῷ σωφροσύνην,
ὥσπερ οὖν κεφαλὴ
μὲν πρῶτον τοῦ ζῴου καὶ ἀνωτάτω μέρος ἐστί, δεύτερον δὲ
στέρνα, τρίτον δὲ ἦτρον, καὶ πάλιν ψυχῆς πρῶτον μὲν τὸ λογικόν, δεύτερον
δὲ τὸ θυμικόν, τρίτον δὲ τὸ ἐπιθυμητικόν, οὕτως καὶ τῶν ἀρετῶν
πρώτη μὲν ἡ περὶ τὸ πρῶτον μέρος τῆς ψυχῆς, ὃ δὴ λογικόν ἐστι, καὶ
1 ἀνδρίας APL τε] που FL, τέ που Mang. 2.
3 ηὐτρέπισται UFL
3 ὑπομενετέον bis AP 3.
4 οὐδέτερον AP 6.
7 Τίγρης APFL
7 πορευόμενος] ποταμὸς FL, πορευόμενος post Ἀσσυρίων transp. Mang.
8 ἀντιστατοῦσαν AP
9 γλώσση MAP
10 ἀτιθασσοτάτω UFL ἡ om. UFL
11 μέντοι MAP: μὲν οὖν U, μὲν FL, γε μὴν Turn.
12 ἀνδρία PL
13 ἑτέρων FL τάξιν] πρᾶξιν FL 13.
14 τριμερὴς post ψυχὴ transp. FL
16 τὴν κεφαλήν Arm: τὴν om. codd.
17 ἦτρον U: ἶτρον FL, ἧπαρ MAP ἀρετὴ F τῶ μὲν γὰρ F
19 ἀνδρίαν L
20 ἀσκούμεθα MAP
21 ἀνωτάτω M: ἀνώτατον AP, ἀνωτάτου UFL μέρους UFL
22 ἦτρον] ἶτρον FL, ἧπαρ Mang.
23 δὲ post τρίτον om. MAP
24 μέρος om. UFL
4 Ambros. de Paradiso 3,
16 . . . bene ergo Geon . . . circumire terram Aethiopicam dicitur; . . . Aethiopia enim abiecta et vilis Latina interpretatione signatur.
8 ibid. 3,
17 tertius est fluvius Tigris . . . quem incolunt Assyrii, hoc est dirigentes, hoc enim significat interpretatio.
καρποφορία καλεῖται ὁ Εὐφράτης, ἔστι δὲ συμβολικῶς ἀρετὴ τετάρτη,
δικαιοσύνη, καρποφόρος τῷ ὄντι καὶ εὐφραίνουσα τὴν διάνοιαν. πότε
οὖν γίνεται; ὅταν τὰ τρία μέρη τῆς ψυχῆς συμφωνίαν ἔχῃ· συμφωνία δὲ
αὐτοῖς ἐστιν ἡ τοῦ κρείττονος ἡγεμονία, οἷον ὅταν τὰ δύο, τό τε θυμικὸν
καὶ τὸ ἐπιθυμητικόν, ἡνιοχῶνται καθάπερ ἵπποι ὑπὸ τοῦ λογικοῦ,
τότε γίνεται δικαιοσύνη· δίκαιον γὰρ τὸ μὲν κρεῖττον ἄρχειν ἀεὶ καὶ
πανταχοῦ, τὸ δὲ χεῖρον ἄρχεσθαι· κρεῖττον μὲν δὴ τὸ λογικόν, χεῖρον
δὲ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν.
ὅταν δὲ ἔμπαλιν ἀφηνιάσῃ καὶ
ἀναχαιτίσῃ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ τὸν ἡνίοχον, λέγω δὲ τὸν
λογισμόν, τῇ βίᾳ τῆς ὁρμῆς κατασύρῃ καὶ ὑποζεύξῃ, ἑκάτερον δὲ πάθος
λάβηται τῶν ἡνιῶν, ἀδικία κρατεῖ· ἀνάγκη γὰρ ἀπειρίᾳ καὶ κακίᾳ
ἐμπειρίᾳ καὶ ἀρετῇ διασῴζεσθαι.
φρόνιμον νομίζουσι τὸν εὑρετὴν λόγων σοφιστικῶν καὶ δεινὸν ἑρμηνεῦσαι
τὸ νοηθέν, Μωυσῆς δὲ λογοφίλην μὲν αὐτὸν οἶδε, φρόνιμον δὲ οὐδαμῶς.
ἐν ἀλλοιώσει γὰρ τοῦ στόματος, τουτέστι τοῦ ἑρμηνευτικοῦ λόγου, ἡ φρόνησις
θεωρεῖται· ὅπερ ἦν μὴ ἐν λόγῳ τὸ φρονεῖν, ἀλλ’ ἐν ἔργῳ θεωρεῖσθαι
3 FL
4 ἔλαχε AP
5 φασιν AP, φησίν om. Arm οὗτος Εὐφράτης UFLArm
6 καρποφορία — Εὐφράτης om. FL ὁ Εὐφράτης MArm: οὗτος ὁ Εὐφράτης U, ὁ Εὐφράτης om. AP
7 δικαιοσύνης F
8 τὰ om. MAP 10 om. MAPU καθάπερ ἵπποι om. UFL
13 τὸ alterum om. UFL
14 λέγω om. U
16 ἡνίων M ἀδικεῖ FL κρατεῖ] ἄκρα UFL καὶ ἀπειρίᾳ v τοῦ addidi (sic Arm)
17 τὰ om. FL τοὺς ὑποζευγμένους (sic) U
19 Φυσῶν FL
22 δ’ MA
24 τὸ om, Arm
6 Amhros. de Paradtso
3 18 quartus est fluvius Euphrates qui latine fecunditas atque abundantia fructuum nuncupatur . . . plerique Eurhratem ἀπὸ τοῦ εὐφραίνεσθαι dictum putant . . . ubi autem iustitia, ibi concordia virtutum est ceterarum. 16—18 18 fol. 145r Floril. Par. No.
7 Anton. Mel. II
6 CoL 1032 Mel. Aug. fol. 106r (Max. Ecl. cap. 17) Φίλωνος: ἀνάγκη ἀπειρίᾳ — διασῴζεσθαι.
19 Ambros. de Paradiso 3,
15 . . . et bene primo loco hic fluvius positus est Phison, qui secundum Hebraeos Phison dicitur, hoc est oris mutatio.
κύκλον δὲ περιτίθησι καὶ ὡσανεὶ τεῖχος ἡ φρόνησις τῇ Εὐιλὰτ τῇ ὠδινούσῃ ἀφροσύνῃ πρὸς πολιορκίαν
αὐτῆς καὶ καθαίρεσιν· ἀφροσύνῃ δὲ κύριον ὄνομά ἐστιν
ἐρᾷ, [ὠδίνει,] ὅτε δόξης, ὅτε ἡδονῆς, ὅτε ἄλλου τινός.
ἐν ὠδῖσι δὲ ὢν οὐδέποτε τίκτει· οὐ γὰρ πέφυκε γόνιμον οὐδὲν τελεσφορεῖν ἡ τοῦ φαύλου
ψυχή· ἃ δ’ ἂν καὶ δοκῇ προφέρειν, ἀμβλωθρίδια εὑρίσκεται καὶ
ἐκτρώματα, κατεσθίοντα τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς, ἴσα θανάτῳ
ψυχικῷ. παρὸ καὶ δεῖται ὁ ἱερὸς λόγος Ἀαρὼν τοῦ θεοφιλοῦς Μωυσέως
ἰάσασθαι τὴν τροπὴν τῆς Μαριάμ, ἵνα μὴ γένηται ἐν ὠδῖνι κακῶν
ἡ ψυχή, διὸ καί φησι· „μὴ γένηται ὡς ἴσον θανάτῳ, ὡς ἔκτρωμα
ἐκπορευόμενον ἐκ μήτρας μητρός, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν
αὐτῆς“ (Num. 12, 12).
λέγει ἐκεῖ εἶναι τὸ χρυσίον μόνον, ἀλλὰ "ἐκεῖ οὗ ἐστιν.“ ἡ γὰρ φρόνησις,
ἣν εἴκασε χρυσίῳ, ἀδόλῳ καὶ καθαρᾷ καὶ πεπυρωμένῃ καὶ δεδοκιμασμένῃ
καὶ τιμίᾳ φύσει, ἐκεῖ μέν ἐστιν ἐν τῇ τοῦ θεοῦ σοφίᾳ, ἐκεῖ
δὲ οὖσα οὐκ ἔστι τῆς σοφίας κτῆμα, ἀλλὰ οὗ καὶ ἡ σοφία ἐστὶν αὐτή,
τοῦ δημιουργοῦ καὶ κτωμένου θεοῦ.
„τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης
καλόν“ (Gen. 2, 12). οὐκοῦν ἐστιν ἕτερον χρυσίον οὐχὶ καλόν; πάνυ
γε· διττὸν γὰρ φρονήσεως γένος, τὸ μὲν καθόλου, τὸ δὲ ἐπὶ μέρους·
ἡ μὲν οὖν ἐν ἐμοὶ φρόνησις ἐκ μέρους οὖσα οὐ καλή, φθαρέντος γάρ μου
συμφθείρεται· ἡ δὲ καθόλου φρόνησις ἡ οἰκοῦσα τὴν τοῦ θεοῦ σοφίαν
καὶ τὸν οἶκον αὐτοῦ καλή, ἄφθαρτος γὰρ ἐν ἀφθάρτῳ οἴκῳ διαμένει.
1 σπουδαίως AF
2 τεῖχος] τέλος UFL ἡ φρόνησις om. UFL τὴν Εὐιλὰτ FL ἀφροσύνῃ] εὐφροσύνη UL πολυορκίαν Α
3 ἐστι ante κύριον ὄνομα Iransp. FL
4 νοῦς] ἄνθρωπος coni. Mang. τῶν ἀνεφίκτων Arm ἀνεφίκτων ἐρῶν] ἀνεπείκτων ἔργων UFL ὠδῖσιν] ὠδινήσει FL ὅτε] ὅταν UFL
5 ὠδίνει om. Arm, seclusi ὠδῖσι] ὠδινήσει FL
6 οὐ γὰρ] ὅθεν οὐ UL, ὅθε οὐ F
7 ὄι δ’ ἄν MAArm: ἄν δὲ UFL καὶ om. Mang. προφέρειν MArm: προσφέρειν ceteri
8 τῶ ἡμίσει UF
9 ψυχικῷ om. MA δεῖται] λέγεται Α ἱερεὺς Α 9.
10 Μωϋσέος F, Μώσεως MA
10 Μάριας MA ὠδῖσι UFArra
11 γένοιτο Α ἴσον] ἐννεὸν Α
12 ἐκ om. UFL κατεσθίῃ Mang.
14 οὗ om. A
15 ἐκεῖ post λέγει om. FL οὐ] οὖν Α
16 ἀδόλῳ χρυσίῳ Arm καὶ ante καθαρᾷ om. MA καθαρὰ M
18 ἀλλ’ M οὗ om. Α αὐτή MAArm: αὕτη UFL
19 κτωμένου MAArm: κεκτημένου UFL
20 οὐκ οὖν UFL
22 ἐκ MA: ἐπὶ UFL καλή] ἄφθαρτος Arm
23 φθείρεται UFL τοῦ om. UFL Philonis opera vol. I 6
καὶ ὁ φρονῶν, οἱ δύο λίθοι.
μήποτε δὲ ὁ Ἰούδας ἐστὶ καὶ ὁ
Ἰσσάχαρ· ὁ γὰρ τῆς τοῦ θεοῦ φρονήσεως ἀσκητὴς ἐξομολογεῖται εὐχαριστικῶς
τῷ τὸ ἀγαθὸν ἀφθόνως δωρησαμένῳ, ὁ δὲ καὶ τὰ καλὰ καὶ σπουδαῖα
ἐργάζεται· τοῦ μὲν οὖν ἐξομολογουμένου ὁ Ἰούδας σύμβολον, ἐφ’
οὗ καὶ ἵσταται τίκτουσα ἡ Λεία (Gen. 29, 35), τοῦ δὲ ἐργαζομένου τὰ
καλὰ ὁ Ἰσσάχαρ, „ὑπέθηκε γὰρ τὸν ὦμον εἰς τὸ πονεῖν καὶ ἐγένετο
ἀνὴρ γεωργός“ (Gen. 49, 15), ἐφ’ οὗ φησι Μωυσῆς σπαρέντος καὶ
φυτευθέντος ἐν ψυχῇ „ἔστι μισθός“ (Gen. 30, 18), ὅπερ ἦν οὐκ ἀτελὴς
ὁ πόνος ἀλλὰ στεφανούμενος ὑπὸ θεοῦ καὶ μισθοδοτούμενος.
„καὶ συνυφανεῖς ἐν αὐτῷ λίθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον
τοπάζιον σμάραγδος ὁ στίχος ὁ εἷς“ — Ῥουβὴν Συμεὼν Λευί—·
„καὶ ὁ στίχος“ φησίν "ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος„
(Exod. 28,17. 18)
· ὁ δὲ σάπφειρος πράσινος λίθος ἐστίν. ἐγγέγλυπται δὲ τῷ μὲν
ἄνθρακι ὁ Ἰούδας, τέταρτος γάρ, τῷ δὲ σαπφείρῳ ὁ Ἰσσάχαρ.
διὰ τί
οὖν οὐχ ὥσπερ λίθον πράσινον εἴρηκεν, οὕτως καὶ λίθον ἀνθράκινον;
ὅτι ὁ μὲν Ἰούδας ὁ ἐξομολογητικὸς τρόπος ἄυλός ἐστι καὶ ἀσώματος·
καὶ γὰρ αὐτὸ τοὔνομα τὸ τῆς ἐξομολογήσεως ἐμφαίνει τὴν ἐκτὸς ἑαυτοῦ
ὁμολογίαν· ὅταν γὰρ ἐκβῇ ὁ νοῦς ἑαυτοῦ καὶ ἑαυτὸν ἀνενέγκῃ θεῷ, ὥσπερ
ὁ γέλως Ἰσαάκ, τηνικαῦτα ὁμολογίαν τὴν πρὸς τὸν ὄντα ποιεῖται·
ἕως δὲ ἑαυτὸν ὑποτίθεται ὡς αἴτιόν τινος, μακρὰν ἀφέστηκε τοῦ παραχωρεῖν
θεῷ καὶ ὁμολογεῖν αὐτῷ· καὶ αὐτὸ γὰρ τοῦτο τὸ ἐξομολογεῖσθαι
3 coni. Mang. ἐν add. Arm: om. codd.
4 αὐτοῖς Α δεξάμενοι UFL καὶ] οἱ Arm
5 ἐστιν codd.: εἰσιν Mang.
6 ὁ ante Ἰούδας om. FL ἐστί post Ἰσσάχαρ transp. UFL, om. Mang.
7 ’Iσάχαρ Α, Ἰσαχάρ U
8 ὁ δὲ ora. MAArm
9 ἐργάζεται ὁ Ἰσσάχαρ Arm
11 ὁ om. MAUArm Ἰσάχαρ AU
12 Μώσης MAArm
14 ὁ om. UFL
16 συνυφαν(??)εἰς Α στίχος λίθων UFArm: λίθων στίχος MAL
17 καὶ σμάραγδος UFL ὁ ante στίχος om. Α ‘Pουβὴν M: Ῥουβεὶμ Α, ‘Pουβὶμ UFL
18 καὶ om. Arm φησίν om. Arm ὁ ἄνθραξ καὶ ὁ σάπφειρος A
19 ὁ δὲ σάπφειρος om. U δὲ alterum om. UFL
20 ὁ prius om. Arm ut vid. ὁ alterum om. MAArm Ἰσάχαρ AU. διὰ τί] διότι F
22 ὁ μὲν] μὲν ὁ U, μὲν οὑν ὁ F, μὲν L ὁ ἐξομολογητικὸς MArm: ὁ om. ceteri
23 τὸ om. UFL ἐντὸς MA
24 ἑαυτοῦ FL: ἑαυτὸν MAU, om. Arm
26 αὐτὸν UFL ὑποτιθῆται Mang.
27 καὶ αὐτὸ γὰρ codd.: καὶ γὰρ αὐτὸ v τὸ om. UL
θεοῦ τὸ εὐχάριστον. ἄυλος μὲν δὴ ὁ ἐξομολογούμενος Ἰούδας. τῷ δὲ ἐκ πόνου προεληλυθότι Ἰσσάχαρ δεῖ καὶ ὕλης σωματικῆς· ἐπεὶ πῶς
ἀναγνώσεται χωρὶς ὀμμάτων ὁ ἀσκητής; πῶς δὲ ἀκούσεται τῶν προτρεπτικῶν
λόγων χωρὶς ἀκοῆς; πῶς δὲ σιτίων καὶ ποτῶν ἐφίξεται δίχα
γαστρὸς καὶ τῆς περὶ αὐτὴν τερατουργίας; διὰ τοῦτο λίθῳ ἀπεικάσθη.
καὶ τὰ χρώματα μέντοι διάφορα· τῷ μὲν γὰρ ἐξομολογητικῷ οἰκεία χροιὰ ἡ τοῦ ἄνθρακος, πεπύρωται γὰρ ἐν εὐχαριστίᾳ θεοῦ καὶ μεθύει
τὴν νήφουσαν μέθην, τῷ δὲ ἔτι πονοῦντι ἡ τοῦ πρασίνου λίθου, ὠχροὶ
γὰρ οἱ ἐν ἀσκήσει διά τε τὸν τρύχοντα πόνον καὶ διὰ δέος τοῦ μὴ τυχεῖν
ἂν ἴσως τοῦ κατ’ εὐχὴν τέλους.
εἶναι, ὁ δὲ Εὐφράτης οὐδενός· καίτοι γε πρὸς τὸ ἀληθὲς ὁ Εὐφράτης
καὶ περιρρεῖ τινας χώρας καὶ ἀντικρὺς ἔχει πολλάς. ἀλλ’ οὐκ ἔστι περὶ
τοῦ ποταμοῦ ὁ λόγος, ἀλλὰ περὶ ἤθους ἐπανορθώσεως.
λεκτέον οὖν ὅτι ἡ μὲν φρόνησις καὶ ἡ ἀνδρεία δύνανται κύκλον καὶ τεῖχος βαλέσθαι
κατὰ τῶν ἐναντίων κακιῶν, ἀφροσύνης τε καὶ δειλίας, καὶ ἑλεῖν αὐτάς·
ἀσθενεῖς γὰρ καὶ εὐάλωτοι ἀμφότεραι, καὶ γὰρ ὁ ἄφρων εὔληπτος τῷ
φρονίμῳ καὶ ὁ δειλὸς ὑποπέπτωκε τῷ ἀνδρείῳ· ἡ δὲ σωφροσύνη ἀδυνατεῖ
κυκλώσασθαι
ἀγαπητὸν οὖν ἐστιν ἀντιβῆναι καὶ μαχέσασθαι τῷ γένει τῆς ἐπιθυμίας.
διὸ καὶ κατέναντι Ἀσσυρίων ἐστὶν ὁ Τίγρις ποταμός, ἡ σωφροσύνη τῆς
1 φαίνοντος] ἐνυφαίνοντος vel συνυφαίνοντος coni. Mang.
2 ἀχάριστον FL ὁ om. Α
3 δ’ UFL προσεληλυθότι UFL Ἰσάχαρ AU
5 σιτίον καὶ ποτὸν Α ἐφέξεται Α
6 λίθῳ
8 χροὰ M, χρόα Α ἡ om. U θεῶ FL
9 δ’ FL
11 ἄν ἴσως FLArm: ἀνίσως M, ἄνισος U, ἀνίας Α
12 Φυσῶν FL
13 Γηὼν M: Γεῶν ceteri χώρας τινάς UFL, χώρας om. Arm τὴν post μὲν] τῆς Α, τὴν γῆν Arm
14 Τίγρης AFL ἀπέναντι M
15 εἶναι] ἰέναι Arm
16 καὶ prius om. Arm ἀντικρὺ Α, ἄντικρυς FL
17 τοῦ om. UFL περὶ ἐπανορθώσεως ἤθους transp. UFL
18 ἡ alterum om. UL δύναται FL τεῖχος καὶ κύκλον transp. UFLArm βάλλεσθαι UFL
20 ἀμφότεροι U 20.
21 τῶν φρονίμων Α
21 ὁ om. UFL
22 χαλεποὶ coni. Wendl. καὶ ἀντίπαλοι UL
24 συνεστᾶσιν (sic) M: συνίστανται Α, παρεστᾶσιν U, παράστασιν FL
26 καὶ om. UFL ἐστὶν Ἀσσυρίων trausp. U Τίγρης AFL 6*
ἡ δέ γε δικαιοσύνη, καθ’ ἣν ὁ Εὐφράτης ποταμὸς συνίσταται,
οὔτε πολιορκεῖ καὶ περιτειχίζει τινὰ οὔτε ἀντιστατεῖ· διὰ τί; ὅτι ἀπονεμητικὴ
τῶν κατ’ ἀξίαν ἐστὶν ἡ δικαιοσύνη καὶ τέτακται οὔτε κατὰ
τὸν κατήγορον οὔτε κατὰ τὸν ἀπολογούμενον, ἀλλὰ κατὰ τὸν δικαστήν.
ὥσπερ οὖν ὁ δικαστὴς οὔτε νικῆσαί τινας προῄρηται οὔτε πολεμῆσαί
τισι καὶ ἐναντιωθῆναι, γνώμην δὲ ἀποφηνάμενος βραβεύει τὸ δίκαιον,
οὕτως ἡ δικαιοσύνη οὐδενὸς οὖσα ἀντίδικος ἀπονέμει τὸ κατ’ ἀξίαν ἑκάστῳ
πράγματι.
(Gen. 2, 15). τοῦ πλασθέντος διαφέρει ὃν ἐποίησεν ὁ θεὸς ἄνθρωπον,
ὡς εἶπον· ὁ μὲν γὰρ πλασθεὶς νοῦς ἐστι γεωδέστερος, ὁ δὲ ποιηθεὶς
ἀυλότερος, φθαρτῆς ὕλης ἀμέτοχος, καθαρωτέρας καὶ εἱλικρινεστέρας
τετυχηκὼς συστάσεως.
τοῦτον οὖν τὸν καθαρὸν νοῦν λαμβάνει ὁ θεός,
οὐκ ἐῶν ἐκτὸς ἑαυτοῦ βαίνειν, καὶ λαβὼν τίθησιν ἐν ταῖς ἐρριζωμέναις
καὶ βλαστανούσαις ἀρεταῖς, ἵνα ἐργάζηται αὐτὰς καὶ φυλάττῃ. πολλοὶ
γὰρ ἀσκηταὶ γενόμενοι τῆς ἀρετῆς ἐπὶ τοῦ τέλους μετέβαλον· ᾧ δὲ παρέχει
ὁ θεὸς ἐπιστήμην βεβαίαν, τούτῳ δίδωσιν ἀμφότερα, ἐργάζεσθαί τε τὰς
ἀρετὰς καὶ μηδέποτε αὐτῶν ἀφίστασθαι, ἀλλ’ ἀεὶ ταμιεύειν καὶ φυλάττειν
ἑκάστην. τὸ μὲν οὖν „ἐργάζεσθαι“ ἀντὶ τοῦ πράττειν, τὸ δὲ „φυλάττειν“
ἀντὶ τοῦ μνημονεύειν.
Ἀδὰμ ἐντέλλεται καὶ τίς ἐστιν οὗτος, διαπορητέον· οὐ γὰρ μέμνηται
πρότερον αὐτοῦ, νυνὶ δὲ πρῶτον ὠνόμακεν αὐτόν. μήποτ’ οὖν βούλεταί
σοι τοῦ πλαστοῦ ἀνθρώπου παραστῆσαι τοὔνομα. κάλει
2 διὰ τί om. Arm
3 ἡ δικαιοσύνη om. UFL
4 οὔτε κατὰ τὸν ἀπολογούμενον om. FL
5 τινα U προείρηται AF
6 δ’ UFL βραβεύει] βαρύνει L
7 οὕτως καὶ UFL τό] τὰ FL
9 καὶ prius om. FL
10 φυλάττειν FL
13 ἀϋλώτερος FL
14 λαμβάνει UFLArm: λαμβάνει τε MAP
15 αὐτοῦ U τίθησιν
17 γὰρ om. FL μετέλαβον U ᾦ δὲ] ὧδε F
18 ἐργάζεσθαί τε codd.: τε om. Arm, τὸ ἐργάζεσθαι v
19 αἰεὶ UFL
23 βρώσει om. UFL φαγῇ (sic) MAP: φάγεσαι UFL
24 γινώσκειν καλὸν καὶ πονηρὸν MAPArm: εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ UFL φάγεσαι UFL ἀπ’ αὐτοῦ om. UFL ᾗ δ’ ἄν ἡμέρᾳ] ὅτι ἐν ἡμέρα ἡ UFL
25 φάγητε MAP: φάγῃ UFL
26 καὶ om. Arm
27 πρῶτον] πρότερον AP ὠνόμασεν FL 27.
28 βεβούληται MAP
28 κάλει scripsi: καλεῖ codtl. δή M: δέ ceteri
ζητητέον δέ, διὰ τί πᾶσιν ἐπιτιθεὶς τοῖς ἄλλοις τὰ ὀνόματα οὐκ ἐπιτέθεικεν ἑαυτῷ. τί οὖν λεκτέον; ὁ νοῦς ὁ ἐν ἑκάστῳ ἡμῶν
τὰ μὲν ἄλλα δύναται καταλαβεῖν, ἑαυτὸν δὲ γνωρίσαι ἀδυνάτως ἔχει·
ὥσπερ γὰρ ὁ ὀφθαλμὸς τὰ μὲν ἄλλα ὁρᾷ, ἑαυτὸν δὲ οὐχ ὁρᾷ, οὕτως
καὶ ὁ νοῦς τὰ μὲν ἄλλα νοεῖ, ἑαυτὸν δὲ οὐ καταλαμβάνει· εἰπάτω γάρ,
τίς τέ ἐστι καὶ ποταπός, πνεῦμα ἢ αἷμα ἢ πῦρ ἢ ἀὴρ ἢ ἕτερόν τι [σῶμα],
ἢ τοσοῦτόν γε ὅτι σῶμά ἐστιν ἢ πάλιν ἀσώματον. εἶτ’ οὐκ εὐήθεις
οἱ περὶ θεοῦ σκεπτόμενοι οὐσίας; οἳ γὰρ τῆς ἰδίας ψυχῆς τὴν οὐσίαν
οὐκ ἴσασι, πῶς ἂν περὶ τῆς τῶν ὅλων ψυχῆς ἀκριβώσαιεν; ἡ γὰρ
τῶν ὅλων ψυχὴ ὁ θεός ἐστι κατὰ ἔννοιαν.
τούτῳ καὶ οὐχὶ τῷ κατ’ εἰκόνα καὶ κατὰ τὴν ἰδέαν γεγονότι· ἐκεῖνος
μὲν γὰρ καὶ δίχα προτροπῆς ἔχει τὴν ἀρετὴν αὐτομαθῶς, οὗτος δ’ ἄνευ
διδασκαλίας οὐκ ἂν φρονήσεως ἐπιλάχοι.
διαφέρει δὲ τρία ταῦτα· πρόσταξις, ἀπαγόρευσις, ἐντολὴ καὶ παραίνεσις· ἡ μὲν γὰρ ἀπαγόρευσις
περὶ ἁμαρτημάτων γίνεται καὶ πρὸς φαῦλον, ἡ δὲ πρόσταξις
1 οὖν UFL, ὥστε νῦν Turn. ὅταν ἀκούῃς] εἴ τι ἀκούσεις UFL
2 νοῦν om. MFL νόμισον U
3 ἐπιθεὶς UFL
4 καὶ ante ἑαυτῷ add. UFL ὁ aute ἐν om. D
6 οὐχ ὁρᾶ] οὐ βλέπει FL
7 τὰ μὲν ἄλλα νοεῖ om. D δὲ] μὲν DPDM, om. DR γάρ τις DArm
8 τίς τέ codd.: τίς DRArm, τί DPDM πνεῦμα ἢ ἀὴρ ἡ πῦρ ἡ αἷμα Arm ἕτερόν τι DArm: τι ἕτερον MUFL, τί ἕτερον AP σῶμα om. D, seclusi
9 ὅτι] ἡ ὅτι UFL πάλιν ἣ transp. UFL ἀσώματος DR εἶτα UFL
10 οἲ] οἱ P, εἰ Arm
12 ὁ bis om, UFL
13 ὀνομάζων] νομίζων UL
14 καὶ om. Arm
15 καὶ οὐχὶ MAPArm: ἀλλ’ οὐχὶ UFL κατὰ om. FL
16 τὴν ἀρετὴν ἔχει transp. FL
18 ἐντολὴ καὶ om. Mang. ἐντολὴ — ἀπαγόρευσις om. AP
19 περὶ om. UFLArm ἣ γίνεται ULArm, ἢ γίνεται F
20 περὶ addidi κατορθωμάτων
21 τινα] τι Arm
22 αὐτὸν AP κατὰ τοῦ τὴν (sic) F
23 ἀνέχειν AP: ἀνέχεσθαι M, ἀπέχειν UFL(Arm ut vid.)
2 Ambros de Paradiso 2,
11 . . . quidam Adam νοῦν terrenum interpretati sunt. 4—9 DP fol. 376r DM fol. 282r DR fol. 279v τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τῶν Μωυσέως (sic): ὁ νοῦς — ἀσώματον.
τῷ μὲν οὖν τελείῳ τῷ κατ’ εἰκόνα
προστάττειν ἢ ἀπαγορεύειν ἢ παραινεῖν οὐχὶ δεῖ, οὐδενὸς γὰρ τούτων
ὁ τέλειος δεῖται, τῷ δὲ φαύλῳ προστάξεως καὶ ἀπαγορεύσεως χρεία,
τῷ δὲ νηπίῳ παραινέσεως καὶ διδασκαλίας, ὥσπερ τῷ τελείῳ γραμματικῷ
ἢ μουσικῷ οὐδενὸς δεῖ παραγγέλματος τῶν εἰς τὰς τέχνας, τῷ δὲ σφαλλομένῳ
περὶ τὰ θεωρήματα ὡσανεί τινων νόμων προστάξεις καὶ ἀπαγορεύσεις
ἐχόντων, τῷ δὲ ἄρτι μανθάνοντι
εἰκότως οὖν τῷ γηίνῳ νῷ μήτε φαύλῳ ὄντι μήτε σπουδαίῳ ἀλλὰ μέσῳ τὰ νῦν ἐντέλλεται καὶ παραινεῖ. ἡ δὲ παραίνεσις γίνεται δι’ ἀμφοτέρων τῶν κλήσεων καὶ τοῦ κυρίου καὶ τοῦ θεοῦ, „ἐνετείλατο“ γὰρ „κύριος ὁ θεός“, ἵνα, εἰ μὲν πείθοιτο ταῖς παραινέσεσιν, ὑπὸ τοῦ θεοῦ εὐεργεσιῶν ἀξιωθείη, εἰ δὲ ἀφηνιάζοι, ὑπὸ τοῦ κυρίου ὡς δεσπότου καὶ ἐξουσίαν ἔχοντος σκορακίζοιτο.
διόπερ καὶ ὅτε ἐκβάλλεται τοῦ παραδείσου, τὰς αὐτὰς κλήσεις
παρείληφε, λέγει γάρ· „καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ
τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη“
(Gen. 3, 23), ἵνα, ἐπεὶ καὶ ὡς δεσπότης ὁ κύριος καὶ ὡς εὐεργέτης ὁ
θεὸς ἐνετέλλετο, πάλιν ὡς ἀμφότερα ὢν τὸν παρακούσαντα τιμωρῆται· δι’
ὧν γὰρ προὔτρεπε δυνάμεων, διὰ τούτων τὸν ἀπειθοῦντα ἀποπέμπεται.
ψυχὴν μὴ ἀφ’ ἑνὸς ξύλου μηδ’ ἀπὸ μιᾶς ἀρετῆς ἀλλ’ ἀπὸ πασῶν
τῶν ἀρετῶν ὠφελεῖσθαι· τὸ γὰρ φαγεῖν σύμβολόν ἐστι τροφῆς ψυχικῆς·
τρέφεται δὲ ἡ ψυχὴ ἀναλήψει τῶν καλῶν καὶ πράξει τῶν κατορθωμάτων.
μὴ μόνον δέ φησι „φάγῃ“, ἀλλὰ καὶ „βρώσει“, τουτέστι καταλέσας
καὶ ἐπιλεάνας μὴ ἰδιώτου ἀλλ’ ἀθλητοῦ τρόπον τὴν τροφήν, ἵνα
ἰσχὺν καὶ δύναμιν περιποιήσῃ· καὶ γὰρ τοῖς ἀθληταῖς οἱ ἀλεῖπται
παραγγέλλουσι μὴ κάπτειν, ἀλλὰ κατὰ σχολὴν λεαίνειν, ἵνα πρὸς ἰσχὺν
1 ἐφικέσθαι UFL τελείω τῶ MAPArm: τελείω καὶ UFL
2 ἢ παραινεῖν om. FL 2.
3 τούτων om. FL
3 ἐστι post προστάξεως add. FL, post ἀπαγορεύσεως UArm
5 δεῖ] δεῖται F τῶν om. Arm 5.
6 ἐσφαλμένῳ UFL
6 περὶ] παρὰ UFL
8 γηίνων (om. νῷ) P νῷ] νοΐ UFL, τῷ Arm
13 αὐτὰς] αὐτῶν L, αὐτὰς ταύτας Arm
16 ἐπεὶ FL: εἴπῃ MAPU, ἐπίῃ Arm
17 ἐνετέλλετο, πάλιν om. Arm, tum pergit: ὡς δι’ ἀμφοτέρων τ. π. τιμωρεῖσθαι ὢν] ὧν AP τιμωρῆται U: τιμωρεῖται ceteri
18 προὔτρεπε] προὔπεμπε FL τὸν ἀπειθοῦντα om. Arm ἀποπέμψεται Arm
19 ταῦτ’ U 19.
20 τοὐ παραδείσου Arm
20 φαγῇ codd. προυτρέπει F 20.
21 τοῦ ἀνθρώπου om. UFLArm
21 post ψυχὴν add. μὲν UFL μηδὲ UFL
23 ἀντιλήψει Mang.
24 δέ om. Arm φάγῃς MARFL, φαγῆς U καὶ om. MAP
25 ἀλλὰ MAP ἶνα om. UFL
27 κάπτειν Wendl. (Arm ut vid.): κόπτειν codd.
τὸ τιμᾶν τοὺς γονεῖς ἐδώδιμον καὶ τρόφιμόν ἐστιν· ἀλλ’ ἑτέρως οἱ ἀγαθοὶ
καὶ οἱ φαῦλοι τιμῶσιν, οἱ μὲν γὰρ διὰ τὸ ἔθος, οἵτινες οὐ βρώσει
ἐσθίουσιν, ἀλλὰ μόνον ἐσθίουσι· πότε οὖν καὶ βρώσει; ὅταν ἀναπτύξαντες
καὶ τὰς αἰτίας ἐρευνήσαντες κρίνωσιν ἑκουσίως, ὅτι καλὸν τοῦτ’
ἐστίν· αἱ δὲ αἰτίαι τοιαῦται· ἐγέννησαν ἡμᾶς, ἔθρεψαν, ἐπαίδευσαν, πάντων
αἴτιοι γεγόνασιν ἀγαθῶν. πάλιν ἐδώδιμον
τῶν ἐν τῷ παραδείσῳ, ἀπὸ δὲ τούτου μὴ φαγεῖν, δῆλον ὅτι οὐκ ἔστιν
ἐν τῷ παραδείσῳ· καὶ φυσικῶς· ἔστι γάρ, ὡς ἔφην, οὐσίᾳ καὶ οὐκ ἔστι
δυνάμει. ὥσπερ γὰρ ἐν τῷ κηρῷ δυνάμει μέν εἰσι πᾶσαι αἱ σφραγῖδες, ἐντελεχείᾳ δὲ μόνη ἡ τετυπωμένη, οὕτως καὶ ἐν τῇ ψυχῇ κηροειδεῖ
ὑπαρχούσῃ πάντες οἱ τύποι περιέχονται δυνάμει, οὐκ ἀποτελέσματι,
κρατεῖ δὲ ὁ εἷς χαραχθεὶς ἐν αὐτῇ, ἕως μὴ ἀπαλήλιπται ὑφ’ ἑτέρου
ἐναργέστερον καὶ ἐκδήλως μᾶλλον ἐπιχαράξαντος.
ἑξῆς κἀκεῖνο διαπορητέον· ὅτε μὲν παραινεῖ ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου ἐσθίειν, ἕνα
προτρέπει, ὅτε δὲ ἀπαγορεύει χρῆσθαι τῷ πονηροῦ καὶ καλοῦ αἰτίῳ,
πλείοσι διαλέγεται· ἐκεῖ μὲν γάρ φησιν „ἀπὸ παντὸς φάγῃ“, ἐνταῦθα
δὲ „οὐ φάγεσθε“ καὶ „ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε“, οὐχὶ φάγῃς, καὶ
1 MU
3 λεαίνεσθαι] ἀνελέσθαι UFL τὸ alt.] τὸ δὲ MAP
4 τοιοῦτο U
5 τὸ om. Mang.
7 ἀλλὰ μόνον ἐσθίουσι om. Arra ὅταν] ὅτε FL
8 κρίνουσιν UFL
10
12 αἰτιῶν M: αἰτίων ceteri καὶ] ἡ MAP
13 ἀπ’] ἐξ UFL οὔκουν F
14 εἰ γὰρ codd.: εἴπερ v
15 τῶν] τὸν AP ἀπὸ — παραδείσῳ om. FL δηλονότι codd. 16.
17 ἐν τῷ π. φυσικῶς, ἀλλὰ δυνάμει· ἔστι δὲ οὐσίᾳ καὶ οὑ δυνάμει Arm
16 ἐστι FL: ἔστι τε ceteri ὡς ἔφην post οὐσίᾳ transp. UFL
18 ἐνδελεχεία FL ἐντετυπωμένη Arm
19 οὐκ om. FL 19.
20 ἀποτελέσματι δὲ κρατεῖ (om. οὐκ) v
20 εἷς] ἀεὶ Arm αὐτὴ MArm: αὐτῶ ceteri ἕως] ὡς MAP ἀπαλήλιπται MArm: ἀπ’ cum lacuna AP, ἀπήλειπται UF, ἀπολείπηται L, ἀπαλείφηται Turn. Mang.
21 ἐνεργέστερον UFLArm ἐπιχαραχθέντος coni. Creuzer ἑξῆς] ἐξ ἧς APF
22 ὅτε] ὅτι AP τοῦ παραδείσου MArm: τοῦ ἐν τῶ παραδείσω APU, ἐν τῶ παραδείσω FL 22.
23 ἑνὶ προτρέπει UFL, ἓν ἀποτρέπει M
23 τῷ ξύλῳ (nec plura) Arm
24 ὡς πλείοσι UFL φησιν om. Arm φάγῃ MAP: φάγῃς FL, φαγῆς U 2.5 οὐχὶ] οὐ U φαγῆς P, φαγῇ Mang. ἀποθανεῖσθαι U
λεκτέον οὖν τάδε, ὅτι πρῶτον μὲν σπάνιόν ἐστι τἀγαθόν, τὸ δὲ κακὸν πολύχουν· διὰ τοῦτο σοφὸν μὲν εὑρεῖν ἕνα μόνον ἔργον, φαύλων δὲ πλῆθος ἀναρίθμητον· εἰκότως οὖν ἑνὶ παραγγέλλει ταῖς ἀρεταῖς ἐντρέφεσθαι, πολλοῖς δὲ περὶ τοῦ πανουργίας ἀπέχεσθαι, ταύτῃ γὰρ μυρίοι χρῶνται.
δεύτερον
ὁ γὰρ φαῦλος δεῖται
τούτων ἁπάντων πρὸς ἐκπλήρωσιν τῆς ἰδίας κακίας· ἐπεὶ πῶς ἐκλαλήσει
μυστήρια φωνητήριον οὐκ ἔχων ὄργανον; πῶς δὲ ταῖς ἡδοναῖς χρήσεται
γαστρὸς καὶ τῶν αἰσθητηρίων στερόμενος; δεόντως οὖν ἑνὶ μὲν
τῷ λογισμῷ διαλέγεται περὶ κτήσεως ἀρετῆς, μόνου γάρ, ὡς ἔφην,
ἐστὶν αὐτοῦ χρεία πρὸς τὴν ἀνάληψιν αὐτῆς, περὶ δὲ κακίας πλείοσι,
ψυχῇ, λόγῳ, αἰσθήσεσι, σώματι, διὰ πάντων γὰρ τούτων ἐμφαίνεται.
ψυχῆς θάνατος ἀρετῆς μὲν φθορά ἐστι, κακίας δὲ ἀνάληψις.
παρὸ καί
φησιν οὐκ ἀποθανεῖν αὐτὸ μόνον ἀλλὰ „θανάτῳ ἀποθανεῖν“, δηλῶν
οὐ τὸν κοινὸν ἀλλὰ τὸν ἴδιον καὶ κατ’ ἐξοχὴν θάνατον, ὅς ἐστι ψυχῆς
ἐντυμβευομένης πάθεσι καὶ κακίαις ἁπάσαις. καὶ σχεδὸν οὗτος ὁ θάνατος
μάχεται ἐκείνῳ· ἐκεῖνος μὲν γὰρ διάκρισίς ἐστι τῶν συγκριθέντων
σώματός τε καὶ ψυχῆς, οὗτος δὲ τοὐναντίον σύνοδος ἀμφοῖν,
1 M: ἀποθάνης UFL, ἀποθανεῖν AP τόδε πρῶτον ὅτι Arm
2 τὸ UFLD σοφῶν AP σοφὸν μὲν καὶ πιστὸν D (Mang.)
3 μόνον om. ἔργον om. FL τὸ πλῆθος MAP ἀνάριθμον AP, ἀνήριθμον M
4 περὶ τοῦ MUFLArra: τοῦ (om. περὶ) AP, περιττοῦ v
5 δεύτερον δέ Arm: δέ om. codd.
6 δεῖ] δεῖται FL οὐχ om. Arm
8 ἔργον om. Arm ἐστὶ τοῦτο Arm
9 πῶς MP, om. Arm
10 post λόγον add. ὡς UFL φαῦλος] λόγος Arm
13 αἰσθητικῶν UFL στερόμενος MUF: στερούμενος APL ἑνὶ μὲν] ἐν μόνω UFL
14 ὡς ἔφην om. MAP
15 πρὸς τὴν ἀνάληψιν αὐτῆς om. U
16 αἰσθήσει coni. Mang. σώματι Arm (coni. Mang.): σώματος codd.
18 καὶ] καὶ μὴν Arm
20 διττῶς AP
22 ἐστι om. Arm
23 οὐκ] οὐχὶ τὸ Arm ἀλλὰ τὸ Arm
24 ἴδιον] ἀίδιον UFL
25 ἀπάσαις om. Arm
ὅπου δ’ ἂν λέγῃ „θανάτῳ ἀποθανεῖν“, παρατήρει ὅτι θάνατον τὸν ἐπὶ τιμωρίᾳ παραλαμβάνει, οὐ τὸν φύσει γινόμενον· φύσει μὲν
οὖν ἐστι, καθ’ ὃν χωρίζεται ψυχὴ ἀπὸ σώματος, ὁ δὲ ἐπὶ τιμωρίᾳ
συνίσταται, ὅταν ἡ ψυχὴ τὸν ἀρετῆς βίον θνῄσκῃ, τὸν δὲ κακίας ζῇ
μόνον. εὖ καὶ ὁ Ἡράκλειτος κατὰ τοῦτο Μωυσέως ἀκολουθήσας τῷ δόγματι, φησὶ γάρ· „Ζῶμεν τὸν ἐκείνων θάνατον, τεθνήκαμεν δὲ τὸν
ἐκείνων βίον," ὡς νῦν μέν, ὅτε ζῶμεν, τεθνηκυίας τῆς ψυχῆς καὶ ὡς
ἂν ἐν σήματι τῷ σώματι ἐντετυμβευμένης, εἰ δὲ ἀποθάνοιμεν, τῆς
ψυχῆς ζώσης τὸν ἴδιον βίον καὶ ἀπηλλαγμένης κακοῦ καὶ νεκροῦ
συνδέτου τοῦ σώματος.
— καὶ γὰρ περὶ μόνον αὐτὸν τὸ καλόν —, οὐκ ἂν εἴη καλὸν τὸ εἶναι
τὸν ἄνθρωπον μόνον.
τὸ δὲ μόνον εἶναι τὸν θεὸν ἔστι μὲν ἐκδέξασθαι
καὶ οὕτως, ὅτι οὔτε πρὸ γενέσεως ἦν τι σὺν τῷ θεῷ οὔτε κόσμου γενομένου
συντάττεταί τι αὐτῷ· χρῄζει γὰρ οὐδενὸς τὸ παράπαν. ἀμείνων
δὲ ἥδε ἡ ἐκδοχή· ὁ θεὸς μόνος ἐστὶ καὶ ἕν, οὐ σύγκριμα, φύσις ἁπλῆ,
ἡμῶν δ’ ἕκαστος καὶ τῶν ἄλλων ὅσα γέγονε πολλά· οἷον ἐγὼ πολλά
εἰμι, ψυχὴ σῶμα, καὶ ψυχῆς ἄλογον λογικόν, πάλιν σώματος θερμὸν
ψυχρὸν βαρὺ κοῦφον ξηρὸν ὑγρόν· ὁ δὲ θεὸς οὐ σύγκριμα οὐδὲ ἐκ πολλῶν
συνεστώς, ἀλλ’ ἀμιγὴς ἄλλῳ· ὃ γὰρ ἂν προσκριθῇ
ἐστι θεοῦ, ἔλασσόν γε μὴν οὐδὲν αὐτῷ προσκρίνεται· εἰ δὲ μή, καὶ αὐτὸς
ἐλαττωθήσεται· εἰ δὲ τοῦτο, καὶ φθαρτὸς ἔσται, ὅπερ οὐδὲ θέμις
νοῆσαι. τέτακται οὖν ὁ θεὸς κατὰ τὸ ἓν καὶ τὴν μονάδα, μᾶλλον δὲ ἡ
μονὰς κατὰ τὸν ἕνα θεόν· πᾶς γὰρ ἀριθμὸς νεώτερος κόσμου, ὡς καὶ
χρόνος, ὁ δὲ θεὸς πρεσβύτερος κόσμου καὶ δημιουργός.
ποθεῖ τοῦτο, οὗπέρ ἐστι μίμημα, καὶ μετ’ ἐκείνου τάττεται — οὔτε τῷ
πλαστῷ πολὺ μᾶλλον καλόν ἐστιν εἶναι μόνῳ, ἀλλὰ καὶ ἀδύνατον, καὶ
γὰρ αἰσθήσεις καὶ πάθη καὶ κακίαι καὶ μυρία ἄλλα τούτῳ τῷ νῷ συνέζευκται
καὶ συνήρμοσται.
τῷ δὲ δευτέρῳ ἀνθρώπῳ βοηθὸς συνίσταται, πρῶτον μὲν γενητός, „ποιήσωμεν“ γάρ φησιν "αὐτῷ βοηθόν“, ἔπειτα
δὲ νεώτερος τοῦ βοηθουμένου· πρότερον μὲν γὰρ ἔπλασε τὸν νοῦν,
μέλλει δὲ πλάττειν τὸν βοηθὸν αὐτοῦ. ἀλλὰ καὶ ταῦτα φυσικῶς ἀλληγορεῖ·
ἡ γὰρ αἴσθησις καὶ τὰ πάθη τῆς ψυχῆς εἰσι βοηθοὶ νεώτεροι
τῆς ψυχῆς. πῶς μὲν οὖν βοηθοῦσιν, ὀψόμεθα· ὅτι δέ εἰσι νεώτεροι,
θεασώμεθα.
δοκεῖ τοῦ ὅλου σώματος προπλάττεσθαι ἡ καρδία, θεμελίου τρόπον ἢ
ὡς ἐν νηὶ τρόπις, ἐφ’ ᾗ οἰκοδομεῖται τὸ ἄλλο σῶμα — παρὸ καὶ
μετὰ τὴν τελευτὴν ἔτι ἐμπηδᾶν φασιν αὐτὴν ὡς καὶ πρώτην γινομένην
καὶ ὑστέραν φθειρομένην —, οὕτως καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς πρεσβύτερον
τῆς ὅλης εἶναι, τὸ δ’ ἄλογον νεώτερον, οὗ τὴν γένεσιν οὔπω
μὲν δεδήλωκε, μέλλει δὲ ὑπογράφειν. τὸ δὲ ἄλογον αἴσθησίς ἐστι καὶ
τὰ ταύτης ἔκγονα πάθη, καὶ μάλιστα εἰ μὴ κρίσεις εἰσὶν ἡμέτεραι. καὶ
νεώτερος οὖν οὗτος ὁ βοηθὸς [θεοῦ] καὶ γενητὸς εἰκότως.
τὸ δ’ ὑπερτεθὲν ἴδωμεν, πῶς βοηθεῖ.
ἡδεῖα ἡ τοῦ κιθαρῳδοῦ φωνὴ ἢ τοὐναντίον ἐκμελής, εἰ μὴ βοηθῷ χρησάμενος
ἀκοῇ; πῶς δὲ ὅτι εὐώδεις ἢ δυσώδεις οἱ ἀτμοί, εἰ μὴ συμμάχῳ
χρησάμενος ὀσφρήσει; πῶς δὲ δοκιμάζει τοὺς χυλούς, εἰ μὴ διὰ
βοηθοῦ τῆς γεύσεως; πῶς δὲ αὖ τὰ μαλακὰ καὶ τραχέα, εἰ μὴ δι’
ἁφῆς;
ἔστι τοίνυν ἕτερον εἶδος βοηθῶν, ὡς ἔφην, τὰ πάθη· καὶ γὰρ
1 ἄνθρωπον] ἀνθρώπων Arm
2 γεγονὼς Α 2.3 οὗτε —μόνῳ om. AP
7 καὶ ante μυρία om. Arm τούτου coni. Diels
9 γεννητός AP ποιήσωμεν Arm: ποιήσω codd. 11.
12 ἀλληγορεῖ codd.: ἀλληγορεῖται Mang. (Arm)
12 αἱ γὰρ αἰσθήσεις Arm βοηθοὶ om. AP
13 τῆς ψυχῆς] αὐτῆς Arm ὅτι — θεασώμεθα om. Arm
14 ὥσπερ γὰρ Arm
15 ὅλου] ἄλλου coni. Mang. προσπλάττεσθαι AP ἢ om. Arm
16 τρόπις Arm (coni. Diels): τρόπεως codd. ᾖ Arm: ἣν codd.
19 ὅλης] ἄλλης coni. Mang. εἶναι om. Arm
22 οὗτος om. Arm θεοῦ om. Arm, τοῦ νοῦ coni. Benzelius, αὐτοῦ (scil. ἡγεμονικοῦ) Mang., τοῦ βοηθουμένου Wendl. γεννητός AP
24 εἰ Mang. (Arm): ὅτι codd.
26 ὅτι om. AP
28 αὖ τὰ] αὐτὰ AP
29 βοηθῶν Arm: βοηθοῦν M, βοηθοῦ AP
μιᾶς γάρ ἐστι ψυχῆς μέρη καὶ γεννήματα ἥ τε αἴσθησις καὶ τὰ πάθη.
τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν,
τοῦτο ὄνομα αὐτοῦ“ (Gen. 2, 19). ὁρᾷς, τίνες εἰσὶν ἡμῶν οἱ βοηθοί,
τὰ θηρία, τῆς ψυχῆς τὰ πάθη· εἰπὼν γὰρ "ποιήσωμεν βοηθὸν κατ’
αὐτόν“ ἐπιφέρει τὸ "ἔπλασε τὰ θηρία“, ὡς τῶν θηρίων ὄντων βοηθῶν
ἡμῖν.
οὐ κυρίως δὲ οὗτοι βοηθοὶ ἀλλὰ καταχρηστικῶς λέγονται, εὑρίσκονταί
γέ τοι πρὸς ἀλήθειαν
εὐδαίμονας φύσεις.
θηρίοις δὲ καὶ πτηνοῖς ἀπεικάζει τὰ πάθη, ὅτι
σίνεται τὸν νοῦν ἀτίθασα καὶ ἀνήμερα ὄντα καὶ ὅτι πτηνῶν τρόπον
ἐπιποτᾶται τῇ διανοίᾳ· ὀξεῖα γὰρ ἡ τούτων καὶ ἀνεπίσχετος ὁρμή. οὐ
3 ἣ om. Arm, ἤδη coni. Diels τἄλλα AP καὶ τἄλλα om. Arm
7 τῶν δὲ βοηθῶν coni. Mang.
8 τό γε — δεξιώσηται (p. 94,22) om. P τό γε νῦν μόνον scripsi: τὸ γενόμενον M, τὸ νόμενον Α, πότερος (vel πότερον) οὗν Arm
11 αὐτὸ] αὐτὰ Arm
12 αὐτοῦ Arm: αὐτῶ codd.
13 τὰ alterum om. Arm ποιήσωμεν Arm: ποιήσω codd.
16 τοι om. A καὶ πολέμιοι Arm: καὶ om. codd.
17 προδόται τε καὶ Α
19 καὶ ante ὡς om. Arm
21 ἀπεικάζεται πάω Arm
22 σίνεται] „penetrant permeantque“ (διήκει?) Arm
23 ἐπιπωτᾶται M
21 sqq. Orig. in Gen. homil.
1 16 (t. VIII p. 127 Lomm) secundum allegoriam tamen piscibus et volatilibus vel animalibus et repentibus terrae ea mihi videntur indicari . . . vel quae de sensu animae et cordis cogitatione procedunt vel quae ex desideriis corporalibus et carnis motibus proferuntur. Ambros. de Paradiso 11,
51 bestiae autem agri et volatilia caeli, quae adducuntur ad Adam, nostri irrationabiles motus, eo quod bestiae vel pecora quaedam diversae sint (leg. sunt?) corporis passiones vel turbulentiores vel etiam languidiores. volatilia autem caeli quid aliud aestimamus nisi inanes cogitationes, quae velut volatilium more nostram circumvolaut animam et huc atque illuc vario motu saepe traducunt?
(Gen. 1,24).
τί παθὼν οὖν ἄλλα πλάττει θηρία νῦν οὐκ ἀρκεσθεὶς τοῖς προτέροις; λεκτέον οὖν ἠθικῶς μὲν τοῦτο· πλούσιόν ἐστι τὸ κακίας γένος ἐν τῷ γενητῷ, ὥστε ἀεὶ γεννᾶσθαι τὰ φαυλότατα ἐν τούτῳ· φυσικῶς δὲ ἐκεῖνο· πρότερον μὲν ἐν τῇ ἑξαημέρῳ τὰ γένη τῶν παθῶν καὶ τὰς ἰδέας εἰργάζετο, νυνὶ δὲ τὰ εἴδη προσπλάττει·
διό φησιν „ἔπλασεν ἔτι“. ὅτι δὲ τὰ πάλαι κατασκευασθέντα γένη ἦν, φανερὸν ἐξ ὧν φησιν „ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν“ οὐ κατ’
εἶδος, ἀλλὰ „κατὰ γένος.“ καὶ τοιοῦτος ἐν ἅπασιν εὑρίσκεται· πρὸ γὰρ
τῶν εἰδῶν ἀποτελεῖ τὰ γένη, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου· προτυπώσας
γὰρ τὸν γενικὸν ἄνθρωπον, ἐν ᾧ τὸ ἄρρεν καὶ τὸ θῆλυ γένος φησὶν
εἶναι, ὕστερον τὸ εἶδος ἀπεργάζεται τὸν Ἀδάμ.
θέσιν τῶν ὀνομάτων προσῆψε τῷ πρώτῳ γενομένῳ ὁ νομοθέτης.
καὶ γὰρ οἱ παρ’ Ἕλλησι φιλοσοφοῦντες εἶπον εἶναι σοφοὺς τοὺς πρώτους τοῖς πράγμασι τὰ ὀνόματα θέντας· Μωυσῆς δὲ ἄμεινον, ὅτι πρῶτον
μὲν οὔ τισι τῶν πρότερον, ἀλλὰ τῷ πρώτῳ γενομένῳ, ἵνα ὥσπερ
αὐτὸς ἀρχὴ τοῖς ἄλλοις γενέσεως ἐπλάσθη, οὕτως καὶ αὐτὸς ἀρχὴ τοῦ
διαλέγεσθαι νομισθῇ — μὴ γὰρ ὄντων ὀνομάτων, οὐδ’ ἂν διάλεκτος
ἦν —, ἔπειτα ὅτι πολλῶν μὲν τιθέντων ὀνόματα διάφωνα καὶ ἄμικτα
ἔμελλεν ἔσεσθαι, ἄλλων ἄλλως τιθέντων, ἑνὸς δὲ ὤφειλεν ἡ θέσις
ἐφαρμόττειν τῷ πράγματι, καὶ τοῦτ’ εἶναι σύμβολον ἅπασι τὸ αὐτὸ τοῦ
3 ὡς καὶ Arm (coni. Mang.): ὡς om. codd. διὰ τούτων] τοῦτο Arm εἶπεν ὁ θεός Arm
4 θηρία τῆς γῆς κατὰ γένος Arm
6 οὖν om. A
7 γεννητῷ Α, νοητῷ Arm
8 ἑξημέρω M
9 καὶ] καὶ οὐχὶ Arm δὲ] δὲ ἔτι Arm
12 καὶ τοιοῦτος] καίτοι οὗτος Arm 14.
15 φασὶν Α
16 οὖν Ε; coni. Mang.
17 ἔστ’ ἄν scripsi: ὅταν codd., ἕως ἄν coni. Mang. 18.
19 ἡ ῥητὴ καὶ ἡ τροπικὴ Arm
19 τοῦ Hoeschel: τῶ MA
20 γεννωμένῳ corr. ex γενομένω A
22 Μώσης MA
23 γεννωμένῳ Α
24 ἀρχή τις Arm τοῖς ἄλλοις] τῆς ἄλλης Α αὐτὸς alterum om. Arm
26 ἦν Arm: ἦ codd. τιθέντων ὀνομάτων Α, τιθέντων om. Arm
21 cf. Plato Cratyl. 390 D 401 Β
τυγχάνοντος ἢ τοῦ σημαινομένου.
ἀναγκαίου μόνον, ὅτι κατέζευκται τὸ θνητὸν ἐξ ἀνάγκης πάθεσι καὶ
κακίαις, ἢ καὶ ἕνεκα τοῦ ἀμέτρου καὶ περιττοῦ; καὶ πότερον διὰ τὰς
τοῦ γηγενοῦς χρείας ἢ διὰ τὸ κρίνειν αὐτὰ βέλτιστα καὶ θαυμασιώτατα;
οἷον ἡδονῇ χρῆσθαι δεῖ τὸ γεγονός· ἀλλ’ ὁ
γίνεται τῶν ἐν τῷ θνητῷ γένει. πάλιν τὴν τῶν χρημάτων κτῆσιν ὁ μὲν
διὸ καὶ πᾶν ὃ
ἂν προσεκαλέσατο καὶ ἠσπάσατο ὡς ψυχὴν ζῶσαν ἰσότιμον αὐτὸ ἡγησάμενος
ψυχῇ, τοῦτο ὄνομα οὐ τοῦ κληθέντος ἐγίνετο μόνον, ἀλλὰ καὶ
τοῦ καλέσαντος· οἷον, εἰ ἀπεδέξατο ἡδονήν, ἐκαλεῖτο ἡδονικός, εἰ ἐπιθυμίαν,
ἐπιθυμητικός, εἰ ἀκολασίαν, ἀκόλαστος, εἰ δειλίαν, δειλός, καὶ οὕτως
ἐπὶ τῶν ἄλλων· ὥσπερ γὰρ ἀπὸ τῶν ἀρετῶν ὁ κατ’ αὐτὰς ποιὸς καλεῖται
φρόνιμος ἢ σώφρων ἢ δίκαιος ἢ ἀνδρεῖος, οὕτως ἀπὸ τῶν κακιῶν ἄδικος
καὶ ἄφρων καὶ ἄνανδρος, ἐπειδὰν τὰς ἕξεις προσκαλέσηται καὶ δεξιώσηται.
ἐκ πλευρᾶς ἀνδρὸς γυνὴ ἢ συνόλως ἄνθρωπος; τί δὲ ἐκώλυεν, ὥσπερ
ἐκ γῆς ἄνδρα ἐδημιούργει τὸ αἴτιον, οὕτως καὶ γυναῖκα δημιουργῆσαι;
ὅ τε γὰρ ποιῶν ὁ αὐτὸς ἦν ἥ τε ὕλη σχεδὸν ἄπειρος, ἐξ ἧς πᾶσα
ποιότης κατεσκευάζετο.
διὰ τί δὲ οὐκ ἐξ ἄλλου μέρους, τοσούτων ὑπαρχόντων,
ἀλλ’ ἐκ πλευρᾶς ἐτύπου τὴν γυναῖκα; ποτέραν δὲ πλευρὰν
2 ἐστι Α λέλουσαι] λαλεῖς Arm
4 ἰδεῖν τί καλέσῃ Mang.
8 αὖ τὰ Arm
9 γεγονός M: γένος AArm
10 μόνον om. Arm
11 τῶν ante ἐν om. Arm χρημάτων] κτημάτων Α
12 φαῦλος add. Arm: om. codd.
13 πῶς] ὡς Α
14 τοῦτον Α
15 χρειώδη om. in lacuna Α
17 οὐ τοῦ] αὐτοῦ Α 18.
19 εἰ δ’ ἐπιθυμίαν Α
20 ἀπὸ] ἐπὶ AArm
22 ἕξεις] ἑξῆς Α
23 ὕπνωσεν αὐτόν Arm
26 ἀνδρὸς] ἄνανδρος M
27 τὴν γυναῖκα Arm
30 ποτέραν δὲ πλευρὰν codd. et Arm: ποτέρας δὲ πλευρᾶς Mang.
31 ἔλαβεν addidi
τί οὖν λεκτέον; πλευρὰς ὁ βίος
ὀνομάζει τὰς δυνάμεις· λέγομεν γὰρ πλευρὰς ἔχειν τὸν ἄνθρωπον ἴσον
τῷ δυνάμεις, καὶ εὔπλευρον εἶναι τὸν ἀθλητὴν ἀντὶ τοῦ ἰσχυρόν, καὶ
πλευρὰς ἔχειν τὸν κιθαρῳδὸν ἀντὶ τοῦ δύναμιν ἐρρωμένην ἐν τῷ ᾄδειν.
τούτου προειρημένου κἀκεῖνο λεκτέον,
πολλὰς ἔχει δυνάμεις, ἑκτικὴν φυτικὴν ψυχικὴν λογικὴν διανοητικήν,
ἄλλας μυρίας κατά τε εἴδη καὶ γένη. ἡ μὲν ἕξις κοινὴ καὶ τῶν
ἀψύχων ἐστὶ λίθων καὶ ξύλων, ἧς μετέχει καὶ τὰ ἐν ἡμῖν ἐοικότα
λίθοις ὀστέα. ἡ δὲ φύσις διατείνει καὶ ἐπὶ τὰ φυτά· καὶ ἐν ἡμῖν
δέ ἐστιν ἐοικότα φυτοῖς, ὄνυχές τε καὶ τρίχες· ἔστι δὲ ἡ φύσις
ἕξις ἤδη κινουμένη.
ψυχὴ δέ ἐστι φύσις προσειληφυῖα φαντασίαν καὶ ὁρμήν· αὕτη κοινὴ καὶ τῶν ἀλόγων ἐστίν· ἔχει δὲ καὶ ὁ ἡμέτερος νοῦς
ἀναλογοῦν τι ἀλόγου ψυχῇ. πάλιν ἡ διανοητικὴ δύναμις ἰδία τοῦ νοῦ
ἐστι, καὶ ἡ λογικὴ κοινὴ μὲν τάχα καὶ τῶν θειοτέρων φύσεων, ἰδία δὲ
ὡς ἐν θνητοῖς ἀνθρώπου· αὕτη δὲ διττή, ἡ μὲν καθ’ ἣν λογικοί ἐσμεν
νοῦ μετέχοντες, ἡ δὲ καθ’ ἣν διαλεγόμεθα.
ἔστιν
καὶ τῇ τάξει καὶ τῇ δυνάμει πλάττει δημιούργημα, τὴν κατ’ ἐνέργειαν
αἴσθησιν, πρὸς συμπλήρωσιν τῆς ὅλης ψυχῆς καὶ πρὸς τὴν τῶν ὑποκειμένων
ἀντίληψιν. πῶς οὖν γεννᾶται;
ὡς αὐτὸς πάλιν φησίν, ὅταν ὑπνώσῃ ὁ νοῦς· τῷ γὰρ ὄντι ὑπνώσαντος νοῦ γίνεται αἴσθησις, καὶ γὰρ
ἔμπαλιν ἐγρηγορότος νοῦ σβέννυται· τεκμήριον δέ· ὅταν τι βουλώμεθα
ἀκριβῶς νοῆσαι, εἰς ἐρημίαν ἀποδιδράσκομεν, καταμύομεν τὰς ὄψεις, τὰ
ὦτα ἐπιφράττομεν, ἀποταττόμεθα ταῖς αἰσθήσεσιν. οὕτως μέν, ὅταν
2 ἀνεπεπλήρου P
3 γ’ om. AP, γ’ εἰσὶ om. Arm
4 σαρκὸς] σάρκες Arm
6 εὔπλευρον ρον MArm: ἔμπλευρον AP
8 ὁ om. AP
10 ψυχικὴν] φυσικὴν Arm λογικὴν om. Arm
11 ἡ μὲν γὰρ Arm ἕξις] λέξις A, (??)έξις P κοινὴ om. Arm 14 codd.: εἰσιν Mang.
17 ἀλόγῳ Arm
19 ἐν θνητοῖς MArm: εὖ θνητῆς AP
20 νοῦ μετέχοντες] νοῦν μὲν ἔχοντες Arm ἔστιν οὖν καὶ Arm: οὖν καὶ om. codd.
22 ἄλλω AP
25 δημιούργημα MArm: δημιούργημά τι Α, δημιουργήματι P
28 γίνεται] κινεῖται coni. Mang.
29 ἐγρηγορότως AP
30 ἀκριβῶς Arm ut vid.: ἀκριβὲς codd.
ἴδωμεν δὲ
καὶ θάτερον, πῶς ὕπνῳ χρῆται ὁ νοῦς. περιαναστάσης καὶ ζωπυρηθείσης
αἰσθήσεως, ὅταν ἡ ὄψις γραφέων ἢ πλαστῶν ἔργα εὖ δεδημιουργημένα
καθορᾷ, οὐχ ὁ νοῦς ἄπρακτός ἐστι νοητὸν ἐπινοῶν οὐδέν; τί δ’
ὅταν ἡ ἀκοὴ προσέχῃ φωνῆς ἐμμελείᾳ, δύναται ὁ νοῦς λογίζεσθαί τι τῶν
οἰκείων; οὐδαμῶς. καὶ μὴν πολὺ πλέον ἄπρακτος γίνεται, ὅταν ἡ γεῦσις
ἐξαναστᾶσα λάβρως ἐμπιπλῆται τῶν γαστρὸς ἡδονῶν.
διὸ καὶ Μωυσῆς
φοβηθείς, μή ποτε ὁ νοῦς μὴ μόνον κοιμηθῇ, ἀλλὰ καὶ τελείως ἀποθάνῃ,
φησὶν ἐν
ἀσχημοσύνην σου“ (Deut. 23, 13), πάσσαλον συμβολικῶς φάσκων τὸν
ἐξορύσσοντα λόγον τὰ κεκρυμμένα τῶν πραγμάτων.
κελεύει δ’ αὐτὸν
φορεῖν ἐπὶ τοῦ πάθους, ὃ ἀνεζῶσθαι χρὴ καὶ μὴ ἐᾶν κεχαλάσθαι καὶ
ἀνεῖσθαι· τοῦτο δὲ πρακτέον, ὅταν ὁ νοῦς τοῦ τόνου τῶν νοητῶν ἀποστὰς
ὑφιῆται πρὸς τὰ πάθη καὶ διακαθιζάνῃ ἐνδιδοὺς καὶ ἀγόμενος ὑπὸ
τῆς σωματικῆς ἀνάγκης.
καὶ οὕτως ἔχει· ὅταν ἐν ταῖς ἁβροδιαίτοις
συνουσίαις ἐπιλάθηται ὁ νοῦς ἑαυτοῦ κρατηθεὶς τοῖς ἐπὶ τὰς ἡδονὰς
ἄγουσι, δεδουλώμεθα καὶ ἀκατακαλύπτῳ τῇ ἀκαθαρσίᾳ χρώμεθα· ἐὰν
δὲ ὁ λόγος ἰσχύσῃ ἀνακαθᾶραι τὸ πάθος, οὔτε πίνοντες μεθυσκόμεθα
οὔτε ἐσθίοντες ἐξυβρίζομεν διὰ κόρον, ἀλλὰ δίχα τοῦ ληρεῖν νηφάλια
σιτούμεθα.
οὐκοῦν ἥ τε τῶν αἰσθήσεων ἐγρήγορσις ὕπνος ἐστὶ
τούτων εἰρημένων ἐφαρμοστέον
τὰς λέξεις. „ἐπέβαλε“ φησίν „ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ
ὕπνωσεν“ (Gen. 2, 21)· ὀρθῶς· ἡ γὰρ ἔκστασις καὶ τροπὴ τοῦ νοῦ
ὕπνος ἐστὶν αὐτοῦ· ἐξίσταται δέ, ὅταν μὴ πραγματεύηται τὰ ἐπιβάλλοντα
αὐτῷ νοητά· ὅτε δ’ οὐκ ἐνεργεῖ ταῦτα, κοιμᾶται. εὖ δὲ τὸ
φάναι ὅτι ἐξίσταται, τοῦτο δ’ ἐστὶ τρέπεται, οὐ παρ’ ἑαυτόν, ἀλλὰ
παρὰ τὸν ἐπιβάλλοντα καὶ ἐπιφέροντα καὶ ἐπιπέμποντα τὴν τροπὴν
θεόν.
καὶ γὰρ οὕτως ἔχει· εἰ γοῦν παρ’ ἐμὲ ἦν τὸ τρέπεσθαι, ὁπότε
2 φθείρεται — ὁ νοῦς om. AP
2 περιαναστάσεις P
7 ἐμπιπλῆται P, ἐμπίμπληται MA
9 καὶ prius om. Arm ἐπὶ] ὑπὸ Arm
13 πάθους] στήθους coni. Mang.
15 ὑφίηται MArm: ὑφίκται P, ὑφῖκται, ὑφῆκται Mang.
19 ἀνακαθάραι MP
21 τοῦ νοῦ Arm (coni. Diels): τοῦ om. codd.
23 καταδύντος MArm: καταδύναντος AP
21 τἀς αἰσθήσεις coni. Mang.
25 αὐτὰς Arm (coni. Mang.): αὐτὸς codd.
30 τοῦτο δ’ ἐστὶ Wendl.: τοῦτο δὲ ὅτι codd. τοῦτο δὲ τροπὴ Arm παρ’ ἑαυτῶ AP
32 ἐμοὶ AP
ἐκεῖνο, θεοῦ τῇ ἑαυτοῦ χάριτι γλυκὺ νᾶμα ἀντὶ ἁλμυροῦ ἐπεισχέαντος
τῇ ψυχῇ.
πᾶν μὲν οὖν τὸ γενητὸν ἀναγκαῖον τρέπεσθαι, ἴδιον γάρ ἐστι τοῦτο αὐτοῦ, ὥσπερ θεοῦ τὸ ἄτρεπτον εἶναι· ἀλλ’ οἱ μὲν τραπέντες κατέμειναν ἄχρι παντελοῦς φθορᾶς, οἱ δ’ ὅσον μόνον παθεῖν τὸ θνητόν, οὗτοι δ’ εὐθὺς ἀνεσώθησαν.
διὸ καὶ Μωυσῆς φησιν ὅτι „οὐκ
(Exod. 12, 23)· ἐᾷ μὲν γὰρ τὸν ὀλοθρεύοντα — ὄλεθρος δὲ ψυχῆς
ἐστιν ἡ τροπή — εἰσελθεῖν εἰς τὴν ψυχήν, ἵνα τὸ ἴδιον ἐνδείξηται τοῦ
γενητοῦ· οὐκ ἀφήσει δὲ ὁ θεὸς τὸν τοῦ ὁρῶντος ἔγγονον Ἰσραὴλ οὕτως
τραπῆναι, ὥστε πληγῆναι ὑπὸ τῆς τροπῆς, ἀλλὰ ἀναδραμεῖν καὶ ἀνακῦψαι
ὥσπερ ἐκ βυθοῦ καὶ ἀνασωθῆναι βιάσεται.
τί οὖν
ἐστιν ὃ βούλεται παραστῆσαι; διχῶς αἴσθησις λέγεται, ἡ μὲν καθ’ ἕξιν,
ἥτις καὶ κοιμωμένων ἡμῶν ἐστιν, ἡ δὲ κατ’ ἐνέργειαν. τῆς μὲν οὖν
προτέρας τῆς καθ’ ἕξιν ὄφελος οὐδέν, οὐδὲ γὰρ αὐτῇ τῶν ὑποκειμένων
ἀντιλαμβανόμεθα, τῆς δὲ δευτέρας τῆς κατ’ ἐνέργειαν, διὰ γὰρ ταύτης
ποιούμεθα τὰς τῶν αἰσθητῶν ἀντιλήψεις.
γεννήσας οὖν τὴν προτέραν
τὴν καθ’ ἕξιν αἴσθησιν, ὅτε καὶ τὸν νοῦν ἐγέννα — σὺν γὰρ πολλαῖς
δυνάμεσιν ἠρεμούσαις αὐτὸν κατεσκεύαζε —, νῦν βούλεται τὴν κατ’
ἐνέργειαν ἀποτελέσαι· ἀποτελεῖται δὲ ἡ κατ’ ἐνέργειαν, ὅταν ἡ καθ’
ἕξιν κινηθεῖσα ταθῇ μέχρι τῆς σαρκὸς καὶ τῶν αἰσθητικῶν ἀγγείων·
ὥσπερ γὰρ φύσις ἀποτελεῖται κινηθέντος σπέρματος, οὕτως καὶ ἐνέργεια
κινηθείσης ἕξεως.
1 μὴ om. Arm ἐπροσκρούμην AP, προῃρούμην Wendl. 4.
5 ἀπερρυψάμην Mang.: ἀπερριψάμην codd., ἀπεκρυψάμην Arm
5 νᾶμα M
6 οὑν om. AP γεννητὸν AP
9 Μώσης codd.
11 ἐᾷ Mang. (sic Arm): ἐᾶν ἐὰν M, ἐὰ(??) P
12 εἰσελθεῖν εἰς τὴν ψυχήν om. Arm
13 γεννητοῦ AP
15 ἔλαβεν οὑν Arm μίαν] πλευρὰν μίαν Arm
17 ἀφελεῖν Arm
22 αὐτὴ P
28 ἀγγείων] ὀργάνων coni. Mang.
30 δὲ Arm (coni. Mang.): δὴ codd. ἀντ’] ἀπὸ Arm Philonis opera vol. I 7
ἐξετάζεται.
μαθεῖν δὲ ἐκ τῆς ἐναργείας ῥᾴδιον· ἡ ὄψις πάσχει ὑπὸ
τῶν κινούντων αὐτὴν ὁρατῶν, τοῦ λευκοῦ, τοῦ μέλανος, τῶν ἄλλων, ἡ
ἀκοὴ πάλιν ὑπὸ τῶν φωνῶν καὶ ἡ γεῦσις ὑπὸ τῶν χυλῶν διατίθεται,
ὑπὸ τῶν ἀτμῶν ἡ ὄσφρησις, ὑπὸ
καθ’ ἕξιν ἠρεμοῦσαν νῦν ἀποτέλεσμα καὶ ἐνέργειαν γεγενημένην καὶ
κινουμένην, θαυμάζει τε καὶ ἀναφθέγγεται φάσκων ὅτι οὐκ ἔστιν ἀλλοτρία
αὑτοῦ, ἀλλὰ σφόδρα οἰκεία· "τοῦτο"
γάρ φησιν „ἐστὶν ὀστοῦν ἐκ
τῶν ἐμῶν ὀστῶν“ τουτέστι δύναμις ἐκ τῶν ἐμῶν δυνάμεων — ἐπὶ γὰρ
δυνάμεως καὶ ἰσχύος νῦν παρείληπται τὸ ὀστέον — καὶ πάθος ἐκ τῶν
ἐμῶν παθῶν· „καὶ σὰρξ“ φησίν „ἐκ τῆς σαρκός μου“· πάντα γὰρ ὅσα
πάσχει ἡ αἴσθησις, οὐκ ἄνευ νοῦ ὑπομένει, πηγὴ γὰρ οὗτός ἐστιν αὐτῇ
καὶ θεμέλιος ᾧ ἐπερείδεται. ἄξιον δὲ σκέψασθαι, διὰ τί τὸ "νῦν"
προσετέθη· „τοῦτο“ γάρ φησι „νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου.“ ἡ
αἴσθησις φύσει νῦν ἐστι κατὰ τὸν ἐνεστῶτα χρόνον ὑφισταμένη μόνον. ὁ
μὲν γὰρ νοῦς τῶν τριῶν ἐφάπτεται χρόνων, καὶ γὰρ τὰ παρόντα νοεῖ καὶ
τῶν παρεληλυθότων μέμνηται καὶ τὰ μέλλοντα προσδοκᾷ·
ἡ δὲ αἴσθησις
οὔτε μελλόντων ἀντιλαμβάνεται οὐδ’ ἀνάλογόν τι πάσχει προσδοκίᾳ ἢ
ἐλπίδι οὔτε παρεληλυθότων μέμνηται, ἀλλ’ ὑπὸ τοῦ ἤδη κινοῦντος καὶ
παρόντος μόνου πάσχειν πέφυκεν, οἷον ὀφθαλμὸς λευκαίνεται νῦν ὑπὸ τοῦ
4 δράσαι M
6 ἐναργείας Wendl.: ἐνεργείας codd.
7 ὅρα τῶν M καὶ τῶν ἄλλων Arm
8 καὶ otn. Arm
9 τοῦ τραχέος Arm
10 ἑκάστῃ om. Arm
12 Ἀδάμ alterum om. Arm
15 καὶ] κατὰ Arm 16.
17 καὶ καθ’ ἕξιν] καθ’ ἔξιν καὶ coni. Mang.
19 αὐτοῦ codd. οἰκεῖα M ἐστὶν ὀστοῦν M: ἐστι ante φησιν transp. Arm, ἐστὶν om. AP
22 καὶ et φησίν om. Arm
23 αὐτῆς Arm α 29.
80 προσδοκίαν ἐλπίδος, Α, προσδοκίαν ἐλπίδος P
„ὅτι ἐκ τοῦ ἀνδρὸς“ τοῦ κινοῦντος αὐτὴν „λαμβάνεται αὕτη„ φησί.
διὰ τί οὖν τὸ „αὕτη“ πρόσκειται; ὅτι ἐστὶν ἑτέρα αἴσθησις, οὐκ ἐκ τοῦ
νοῦ λαμβανομένη, ἀλλὰ σὺν αὐτῷ γεγενημένη· δύο γάρ, ὡς εἶπον ἤδη,
εἰσὶν αἰσθήσεις, ἡ μὲν καθ’ ἕξιν, ἡ δὲ κατ’ ἐνέργειαν·
ἡ μὲν οὖν καθ’ ἕξιν οὐκ ἐκ τοῦ ἀνδρός, τουτέστι τοῦ νοῦ, λαμβάνεται, ἀλλὰ σὺν αὐτῷ
φύεται· ὁ γὰρ νοῦς, καθάπερ ἐδήλωσα, ὅτε ἐγεννᾶτο, σὺν πολλαῖς
δυνάμεσι καὶ ἕξεσιν ἐγεννᾶτο, λογικῇ ψυχικῇ φυτικῇ, ὥστε καὶ αἰσθητικῇ·
ἡ δὲ κατ’ ἐνέργειαν ἐκ τοῦ νοῦ· ἐκ γὰρ τῆς ἐν νῷ καθ’ ἕξιν
οὔσης αἰσθήσεως ἐτάθη, ἵνα γένηται κατ’ ἐνέργειαν, ὥστε ἐξ αὐτοῦ τοῦ
νοῦ γεγενῆσθαι τὴν δευτέραν καὶ κατὰ κίνησιν.
μάταιος δὲ ὁ νομίζων
πρὸς τὸν ἀληθῆ λόγον ἐκ τοῦ νοῦ τι συνόλως γεννᾶσθαι ἢ ἐξ ἑαυτοῦ.
οὐχ ὁρᾷς ὅτι καὶ τῇ ἐπὶ τῶν εἰδώλων καθεζομένῃ αἰσθήσει τῇ Ῥαχὴλ
νομιζούσῃ ἐκ τοῦ νοῦ τὰ κινήματα εἶναι ἐπιπλήττει ὁ βλέπων; ἡ
ἀλλ’ ὁ πρὸ τοῦ νοῦ θεός· διὸ καὶ ἐπιφέρει· „μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι,
ὃς ἐστέρησέ σε καρπὸν κοιλίας“ (ibid. 2) ;
ὅτι δὲ ὁ γεννῶν ὁ θεός ἐστι, μαρτυρήσει ἐπὶ τῆς Λείας, ὅταν φῇ· „ἰδὼν δὲ κύριος ὅτι μισεῖται
Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς, Ῥαχὴλ δὲ ἦν στεῖρα" (Gen. 29, 31).
ἀνδρὸς δὲ ἴδιον τὸ μήτραν ἀνοιγνύναι. φύσει δὲ μισεῖται παρὰ τῷ
θνητῷ
λέγει δ’ ἐν ἑτέροις· „ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη,
καὶ τέκωσιν αὐτῷ καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, ... οὐ
δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν
τῆς μισουμένης τὸν πρωτότοκον“ (Deut. 21, 15. 16)· πρώτιστα γάρ
3 ταύτη codd.: αὕτη v (sic Arm et LXX) καὶ om. Arm (= LXX)
4 διὰ om. Arm ὃ τοῦ
8 εἰσὶν om. Arm
11 ψυχικῇ Hoeschel: ψυχὴ codd. et Arm
12 ἐν νῷ Arm: ἐν τῶ codd.
14 καὶ om. Arm
15 πρὸς] καὶ πρὸς Arm, παρὰ coni. Wendl.
17 γεννήματα coni. Mang.
18 μή, μὴ A, μή, (??)P
19 ὅτι om. Arm
22 τὸ ἐπὶ Arm ὅταν φῇ om. Arm
23 ‘Pαχὴλ δὲ ἧν στεῖρα om. Arm
25 θνητῷ γένει Arm (coni. Mang.): γένει om. codd.
26 δὲ om. Arm
28 καὶ τέκωσιν — τῆς μισουμένης om. Arm γένηται LXX: γενήσεται codd.
30 τῆς μισουμένης τὸν πρωτότοκον Arm (= LXX): τὸν π. τῆς μ. codd. 7*
αὐτῇ δουλωθῇ, καταλείπει καὶ τὸν πατέρα τῶν ὅλων θεὸν καὶ τὴν
μητέρα τῶν συμπάντων, τὴν ἀρετὴν καὶ σοφίαν τοῦ θεοῦ, καὶ προσκολλᾶται
καὶ ἑνοῦται τῇ αἰσθήσει καὶ ἀναλύεται εἰς αἴσθησιν, ἵνα γένωνται
μία σὰρξ καὶ ἓν πάθος οἱ δύο.
παρατήρει δ’ ὅτι οὐχ ἡ γυνὴ
κολλᾶται τῷ ἀνδρί, ἀλλ’ ἔμπαλιν ὁ ἀνὴρ τῇ γυναικί, ὁ νοῦς τῇ αἰσθήσει·
ὅταν γὰρ τὸ κρεῖττον ὁ νοῦς ἑνωθῇ τῷ χείρονι τῇ αἰσθήσει, ἀναλύεται
εἰς τὸ χεῖρον τὸ σαρκὸς γένος, τὴν παθῶν αἰτίαν αἴσθησιν· ὅταν
δὲ τὸ χεῖρον ἡ αἴσθησις ἀκολουθήσῃ τῷ κρείττονι τῷ νῷ, οὐκέτι ἔσται
σάρξ, ἀλλὰ ἀμφότερα νοῦς. οὗτος μὲν δὴ τοιοῦτος, τὸ φιλοπαθὲς προκρίνων
τοῦ φιλοθέου.
ἔστι δέ τις ἕτερος τοὐναντίον ᾑρημένος ὁ Λευὶ ὁ
„λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς
οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς ἀπέγνω“ (Deut. 33, 9)· πατέρα καὶ μητέρα
οὗτος [τε], τὸν νοῦν καὶ τὴν τοῦ σώματος ὕλην, καταλείπει ὑπὲρ τοῦ
κλῆρον ἔχειν τὸν ἕνα θεόν, „κύριος γὰρ αὐτὸς κλῆρος αὐτῷ“ (Deut. 10, 9).
γίνεται δὴ τοῦ μὲν φιλοπαθοῦς κλῆρος τὸ πάθος, τοῦ δὲ
Λευὶ κλῆρος ὁ θεός. οὐχ ὁρᾷς ὅτι καὶ τῇ δεκάτῃ τοῦ
καὶ οὐκ ᾐσχύνοντο. Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων
τῶν ἐπὶ τῆς γῆς, ὧν
1 τελεώτατα AP τὰ τῆς] ταύτης P
6 αὐτῇ om. Arm καταλείπει M: καταλίπῃ AP τῶν ὅλων MPArm: τὸν ὅλων Α
7 ἀρετὴν καὶ om. Arm 8.
9 γένωνται codd.: γίνωνται Mang.
11 τὸ om. Arm
12 τὸ alterum om. Arm γένος] γένος
15 ἡρημένος εἰρημένος AP
16 ἑώρακά MArm: ἑώρακέ AP
18 οὗτος τὲ τὸν νοῦν codd., τε seclusi, οὗτος τόν τε νοῦν Maug.
19 κύριος] καὶ P
20 φιλοθέου addidi, φιλοσόφου add. Arm
21 ἑβδόμου addidi
22 κλῆρον prius om. Arm, seclusi
28 μήτε ἀρετῇ μήτε κακία Arm
29 ἑκατέρων Arm ὄντως corr. ex ὄντος P, ὄντος A
τριχῶς δὲ [καὶ] ψυχὴ γυμνοῦται· ἅπαξ μὲν ὅτε ἄτρεπτος διατελεῖ καὶ πασῶν μὲν ἠρήμωται κακιῶν, πάντα δὲ τὰ πάθη ἀπημφίασται καὶ ἀποβέβληκε.
διὰ τοῦτο καὶ „Μωυσῆς ἔξω τῆς παρεμβολῆς πήγνυσι τὴν
ἑαυτοῦ σκηνήν, μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήθη σκηνὴ μαρτυρίου“
(Exod. 33, 7)· τοῦτο δ’ ἐστὶ τοιοῦτον·
ἡ φιλόθεος ψυχὴ ἐκδῦσα τὸ σῶμα καὶ τὰ τούτῳ φίλα καὶ μακρὰν ἔξω φυγοῦσα ἀπὸ τούτων
πῆξιν καὶ βεβαίωσιν καὶ ἵδρυσιν ἐν τοῖς τελείοις ἀρετῆς δόγμασι λαμβάνει·
διὸ καὶ μαρτυρεῖται ὑπὸ θεοῦ, ὅτι καλῶν ἐρᾷ, „ἐκλήθη γὰρ
σκηνὴ μαρτυρίου“ φησί· καὶ τὸν καλοῦντα παρεσιώπησεν, ἵνα συγκινηθεῖσα
ἡ ψυχὴ σκέψηται, τίς ὁ μαρτυρῶν ταῖς φιλαρέτοις διανοίαις ἐστί.
τούτου χάριν ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων οὐκ εἰσελεύσεται ἐν τῷ ποδήρει (cf. Lev. 16, 1 ss.), ἀλλὰ τὸν τῆς δόξης καὶ φαντασίας
ψυχῆς χιτῶνα ἀποδυσάμενος καὶ καταλιπὼν τοῖς τὰ ἐκτὸς ἀγαπῶσι καὶ
δόξαν πρὸ ἀληθείας τετιμηκόσι γυμνὸς ἄνευ χρωμάτων καὶ ἤχων εἰσελεύσεται
σπεῖσαι τὸ ψυχικὸν αἷμα καὶ θυμιᾶσαι ὅλον τὸν νοῦν τῷ
σωτῆρι καὶ εὐεργέτῃ θεῷ.
καὶ μὲν δὴ Ναδὰβ καὶ Ἀβιοὺδ (cf. Lev. 10, 1) οἱ ἐγγίσαντες θεῷ καὶ τὸν μὲν θνητὸν βίον καταλιπόντες, τοῦ δ’
ἀθανάτου μεταλαχόντες, γυμνοὶ θεωροῦνται τῆς κενῆς καὶ θνητῆς δόξης·
οὐ γὰρ ἂν ἐν τοῖς χιτῶσιν αὐτοὺς οἱ κομίζοντες ἔφερον (Lev. 10, 5),
εἰ μὴ γεγύμνωντο πάντα δεσμὸν πάθους καὶ σωματικῆς ἀνάγκης διαρρήξαντες,
ἵνα μὴ ἡ γύμνωσις αὐτῶν καὶ ἀσωματότης ἀθέων ἐπεισόδῳ
λογισμῶν κιβδηλευθῇ· οὐ γὰρ πᾶσιν ἐπιτρεπτέον τὰ θεοῦ καθορᾶν
ἀπόρρητα, ἀλλὰ μόνοις τοῖς δυναμένοις αὐτὰ περιστέλλειν καὶ φυλάττειν.
διὸ καὶ οἱ περὶ τὸν Μισαδαὶ οὐχὶ τοῖς ἰδίοις χιτῶσιν αἴρουσιν, ἀλλὰ τοῖς τῶν ἐκπυρωθέντων καὶ ἀναληφθέντων Ναδὰβ καὶ Ἀβιούδ· ἀποδυσάμενοι
γὰρ τὰ ἐπικαλύπτοντα πάντα τὴν μὲν γύμνωσιν τῷ θεῷ
εἰσὶ τὰ μέρη τοῦ ἀλόγου, ἃ τὸ λογικὸν ἐπεσκίαζε.
καὶ Ἀβραὰμ
3 — κέκληται (p. 103,23) om. P καὶ om. Arm, seclusi
7 ἐκδῦσα om, Α 11.
12 ἀνακινηθεῖσα coni. Mang.
16 post γυμνὸς add. φησὶν Arm ἤχων] εἶχον Α, σχημάτων Arm 19.
20 τοῦ δ’ ἀθανάτου μεταλαχόντες om. Arm
20 κενῆς MArm (coni. Mang.): καινῆς Α καὶ θνητῆς om. Arm
21 ἐν τοῖς M: θνητοῖς Arm, ἐν ταῖς (sic) Α αὐτοὺς Arm: αὐτοῖς codd., αὐτῶν coni. Mang. ἐξέφερον Arm
22 γεγύμνωντο codd.: ἐγεγύμνωντο v
23 ἀθέων Mang.: ἀθέω codd.
24 ἐπιτέτραπται Arm
26 Μισάδε M, Μισαδὲ A οὐχὶ — Μισαδαὶ (29) om. A αἴρουσιν om. Mang.
28 μὲν om. Mang.
29 Μισάδε M
δασύς, Ἰακὼβ δέ, φησίν, ἀνὴρ λεῖος (Gen. 27,11), παρὸ καὶ τῆς Λείας
ἀνήρ ἐστι.
ἀρετῆς ἀφαίρεσιν οὐκ ἄχρι τῶν ἐκτὸς ἐχύθη, ἀλλ’ ἔμεινεν ἐν τῷ οἴκῳ·
φησὶ γὰρ ὅτι „ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ“ (Gen. 9, 21)· κἂν γὰρ
ἁμάρτῃ ὁ σοφός, οὐχ οὕτως ἐξώκειλεν ὡς ὁ φαῦλος, τοῦ μὲν γὰρ
κέχυται ἡ κακία, τοῦ δὲ συνέσταλται· διὸ καὶ ἀνανήφει, τοῦτο δ’ ἐστὶ
μετανοεῖ καὶ ὥσπερ ἐκ νόσου ἀναλαμβάνει.
ἀκριβέστερον δὲ τὸ ἐν τῷ
οἴκῳ γίνεσθαι τὴν γύμνωσιν θεασώμεθα· ἐπειδὰν ἡ ψυχὴ τραπεῖσα
μόνον ἐννοηθῇ τι τῶν ἀτόπων καὶ μὴ ἐπεξέλθῃ, ὥστε αὐτὸ ἔργῳ τελειῶσαι,
ἐν τῷ τῆς ψυχῆς χωρίῳ καὶ οἴκῳ γέγονε τὸ ἁμάρτημα· ἐὰν
δὲ πρὸς τῷ μοχθηρόν τι λογίσασθαι καὶ ἐπανύσηται, ὥστε ἐργάσασθαι,
κέχυται καὶ εἰς τὰ ἐκτὸς τὸ ἀδίκημα. παρὸ καὶ τῷ Χαναὰν καταρᾶται,
ὅτι τὴν τῆς ψυχῆς τροπὴν ἔξω ἀπήγγειλε, τουτέστι καὶ εἰς τὰ ἐκτὸς
ἔτεινε καὶ ἐπεξειργάσατο προσθεὶς τῷ κακῷ βουλήματι κακὸν τὸ διὰ
τῶν ἔργων ἀποτέλεσμα· Σὴμ δὲ καὶ Ἰάφεθ ἐπαινοῦνται μὴ ἐπιθέμενοι
τῇ ψυχῇ, ἀλλὰ τὴν τροπὴν αὐτῆς περικαλύψαντες.
διὰ τοῦτο καὶ αἱ
εὐχαὶ καὶ οἱ ὁρισμοὶ τῆς ψυχῆς ἐπιλύονται, ὅταν ἐν οἴκῳ γένωνται
πατρὸς ἢ ἀνδρός (Num. 30, 4 ss.), μὴ ἡσυχαζόντων τῶν λογισμῶν μηδὲ
ἐπιτιθεμένων τῇ τροπῇ, ἀλλὰ περιαιρούντων τὸ ἁμάρτημα· τότε γὰρ καὶ
ὁ δεσπότης ἁπάντων „καθαριεῖ αὐτήν“. εὐχὴν δὲ χήρας καὶ ἐκβεβλημένης
ἀναφαίρετον ἐᾷ· „ὅσα γὰρ ἂν εὔξηται“ φησί „κατὰ τῆς ψυχῆς
αὐτῆς, μένει αὐτῇ“ (Num. 30, 10)· κατὰ λόγον· εἰ γὰρ ἄχρι τῶν
ἐκτὸς ἐκβληθεῖσα προελήλυθεν, ὡς μὴ τρέπεσθαι μόνον ἀλλὰ καὶ διὰ
τῶν ἀποτελεσμάτων ἁμαρτάνειν, ἀθεράπευτος μένει ἀνδρείου τε λόγου
μὴ μετασχοῦσα καὶ τῆς τοῦ πατρὸς παρηγορίας στερηθεῖσα.
τρίτη
6 om. Arm
7 ἀρίστη om. Arm
13 ἐξώκειλεν Hoeschel: ἐξωκείλει codd., ἐξοκέλλει V
19 μοχθηρόν τι] μοχθηρὸν εἶναι τὸ Αrm ἐκτανύσηται coni. Cotelier (Mang.)
20 τῴ] τὸ A Χανὰν Mang.
21 καὶ om. Arm
24 τὴν ψυχήν Α
26 μὴ MArm: μὲν A
27 συντιθεμένων coni. Mang.
28 ἐκβεβλημμένης Μ
30 αὐτὴ κατὰ λόγον AArm
33 πατρὸς παρηγορίας] θεοῦ προσηγορίας Arm
ἦν ὁ μὲν τοῦ νοεῖν ἔρημός τε καὶ γυμνός, ἡ δὲ τοῦ αἰσθάνεσθαι.
περὶ οὗ νῦν ἐστιν ὁ λόγος· ὁ γὰρ μηδέπω κατάληψιν ἀγαθοῦ ἢ κακοῦ
λαβὼν οὔτε ἀναισχυντεῖν οὔτε αἰδεῖσθαι δύναται.
τῆς μὲν οὖν ἀναισχυντίας παραδείγματα αἱ ἀσχημοσύναι πᾶσαι, ὅταν ὁ νοῦς ἀποκαλύπτῃ τὰ
αἰσχρά, συσκιάζειν δέον, ἐπαυχῶν καὶ σεμνυνόμενος ἐπ’ αὐτοῖς. λέγεται
καὶ ἐπὶ τῆς Μαριάμ, ὅτε κατελάλει Μωυσῆ· „εἰ ὁ πατὴρ αὐτῆς πτύων
ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας“
(Num. 12, 14) ;
ὄντως γὰρ ἀναίσχυντος καὶ θρασεῖα ἡ αἴσθησις, ἣ ἐξουθενηθεῖσα ὑπὸ τοῦ θεοῦ τοῦ πατρὸς παρὰ τὸν πιστὸν ἐν ὅλῳ τῷ
οἴκῳ (ibid. 7), ᾧ τὴν Αἰθιόπισσαν, τὴν ἀμετάβλητον καὶ κατακορῆ
γνώμην, αὐτὸς ὁ θεὸς ἡρμόσατο, τολμᾷ καταλαλεῖν Μωυσῆ καὶ κατηγορεῖν,
ἐφ’ ᾧ ὤφειλεν ἐπαινεῖσθαι (ibid. 1)· τοῦτο γάρ ἐστιν ἐγκώμιον
αὐτοῦ μέγιστον, ὅτι τὴν Αἰθιόπισσαν ἔλαβε, τὴν ἄτρεπτον καὶ πεπυρωμένην
καὶ δόκιμον φύσιν· ὥσπερ γὰρ ἐν ὀφθαλμῷ τὸ βλέπον μέλαν
ἐστίν, οὕτως τὸ ὁρατικὸν τῆς ψυχῆς Αἰθιόπισσα κέκληται.
διὰ τί οὖν, πολλῶν ὄντων κακίας ἔργων, ἑνὸς μόνου μέμνηται τοῦ κατὰ τὸ αἰσχρὸν
εἰπὼν „οὐκ ᾐσχύνοντο“, ἀλλ’
ἑαυτὸν γὰρ οἶδεν,
2 ταύτης] ἧς Arm
7 καὶ αἰδὼς καὶ τὸ μὴ ἀναισχυντεῖν Arm μήτε αἰδεῖσθαι om. Arm
12 ὁ νοῦς] οὖν Arm
14 Μαριάμ scripsi: Μάριας codd. κατελάλει codd.: καταλάλει (sic) Mang. Μωσῆ MArm, Μωυσῇ v
15 ἐντραπήσηται Mang.
16 ὄντως] οὕτως Arm ἣ scripsi: ἡ codd.
18 οἴκω αὐτοῦ Arm τὴν ἀμετάβλητον] καὶ ἀμ’. Arm
19 Μωυσῇ v
22 φύσιν] φύσει Α, φαῦσιν coni. Creuzer
24 τῆς κακίας Arm
25 ἀλλ’ οὐκ οὐκ Arm: ὤ’ οὐκ codd.
8 —
9 Anton. Mel. II
71 Col. 1169 Flor. Par. No.
14 (??) Max. Ecl. cap. 40) Φίλωνος: ἀναισχυντία μὲν ἴδιον φαύλου, αἰδὼς δὲ σπουδαίου, τὸ δὲ μήτε αἰσχύνεσθαι μήτε ἀναισχυντεῖν τοῦ ἀκαταλήπτως ἔχοντος καὶ ἀσυγκαταθέτως,
οὐχ ὁρῶμεν καὶ ἀκούοντες οὐκ ἀκούομεν, ἐπειδὰν ὁ νοῦς μικρὸν ὅσον
ἑτέρῳ νοητῷ προσενεχθῇ παρενθυμούμενος.
ἕως οὖν γυμνοί εἰσιν, ὁ
μὲν νοῦς τοῦ νοεῖν, ἡ δὲ αἴσθησις τοῦ αἰσθάνεσθαι, οὐδὲν ἔχουσιν
αἰσχρόν· ἐπειδὰν δὲ
ἢ ὑγιαινούσῃ ἐπιστήμῃ, οὐ μόνον ἐν κόροις καὶ μελαγχολίαις καὶ παραφροσύναις
ἀλλὰ καὶ ἐν τῷ ἄλλῳ βίῳ· ὅτε μὲν γὰρ ἡ αἴσθησις κρατεῖ,
ὁ νοῦς ἠνδραπόδισται μηδενὶ προσέχων νοητῷ, ὅτε δὲ ὁ νοῦς κρατεῖ,
ἡ αἴσθησις ἄπρακτος θεωρεῖται μηδενὸς ἀντίληψιν ἴσχουσα αἰσθητοῦ.
τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός“ (Gen. 3, 1). δυεῖν προγεγονότων
νοῦ καὶ αἰσθήσεως καὶ τούτων γυμνῶν κατὰ τὸν δεδηλωμένον τρόπον
ὑπαρχόντων, ἀνάγκη τρίτην ἡδονὴν συναγωγὸν ἀμφοῖν ὑπάρξαι πρὸς τὴν
τῶν νοητῶν καὶ αἰσθητῶν ἀντίληψιν· οὔτε γὰρ ὁ νοῦς δίχα αἰσθήσεως
ἠδύνατο καταλαβεῖν ζῷον ἢ φυτὸν ἢ λίθον ἢ ξύλον ἢ συνόλως σῶμα
οὔτε ἡ αἴσθησις δίχα τοῦ νοῦ περιποιῆσαι τὸ αἰσθάνεσθαι.
ἐπειδὴ τοίνυν ἄμφω ταῦτα συνελθεῖν ἔδει πρὸς κατάληψιν τῶν ὑποκειμένων, τίς αὐτὰ συνήγαγεν ὅτι μὴ δεσμὸς τρίτος ἔρωτος καὶ ἐπιθυμίας, ἀρχούσης καὶ δυναστευούσης ἡδονῆς, ἣν συμβολικῶς ὄφιν ὠνόμασε;
πάνυ καλῶς
ὁ ζῳοπλάστης θεὸς ἐδημιούργησε τὴν τάξιν· νοῦν πρῶτον τὸν ἄνδρα,
πρεσβύτατον γὰρ ἐν ἀνθρώπῳ, εἶτα αἴσθησιν τὴν γυναῖκα, εἶτα ἑξῆς
τρίτον ἡδονήν. δυνάμει δέ εἰσιν αὐτῶν αἱ ἡλικίαι διάφοροι νοούμεναι
μόνον, χρόνῳ δὲ ἰσήλικες· ἅμα γὰρ ἑαυτῇ ψυχὴ πάντα ἐπιφέρεται, ἀλλὰ
τὰ μὲν ἐντελεχείᾳ, τὰ δὲ τῷ δύνασθαι γενέσθαι, εἰ καὶ μήπω προσείληφε
τὸ τέλος.
εἰκάσθη δὲ ὄφει ἡδονὴ διὰ τόδε· πολύπλοκος γὰρ καὶ
2 αὐτῆς codd.
3 κόροις] καιροῖς Arm
4 δὴ codd.: δὲ Mang. ἐπ’ αὐτοῦ Arm
5 ὁρῶντες γὰρ Arm
7 προσενεχθῇ codd.: προσανέχῃ Mang. ἕως οὖν Arm (ut vid.): ἕως οὗ codd.
8 τὸ νοεῖν P ἔχωσιν A
11 κόροις] ὀργαῖς Arm ut vid.
12 ἡ αἴσθησις om. P
16 δυεῖν codd.: δυοῖν ν
21 περιποιήσασθαι coni. Wendl.
25 νοῦν codd.: νοῦν γὰρ v
26 τῶν ἐν ἀνθρώπῳ Arm
27 δυνάμει APArm: δυνάμεις M αἱ scripsi: καὶ codd.
28 ἑαυτὴν ψυχὴ AP
29 ἐνδελεχεία AP
30 ὄφις ἡδονῇ Arm γὰρ M: γε Α, δὲ P, om. Arm
τοῦ ὁμοίου πέφυκεν ἀποτελεῖσθαι.
καὶ μὴν οὐ διὰ τοῦτο μόνον ποικίλην φαμὲν τὴν ἡδονήν, ὅτι περὶ πάντα τὰ τοῦ ἀλόγου τῆς ψυχῆς εἱλεῖται,
ἀλλ’ ὅτι καὶ περὶ ἕκαστον μέρος πολύπλοκός ἐστιν· εὐθέως δι’ ὁράσεως
ἡδοναὶ γίνονται ποικίλαι, γραφικὴ πᾶσα, πλαστική, τἆλλα ὅσα
κατὰ τέχνας τεχνικὰ δημιουργήματα τέρπει τὴν ὅρασιν· πάλιν φυτῶν
βλαστανόντων ἀνθούντων καρποτοκούντων διαφοραί, ζῴων εὐμορφίαι
πολυσχιδεῖς· ὁμοίως τὴν ἀκοὴν αὐλὸς ἡδύνει, κιθάρα, πᾶσα ὀργάνων
ἰδέα,
γαστρὸς ἡδονῶν διδάσκειν; σχεδὸν γὰρ ὅσαι τῶν ὑποκειμένων χυλῶν
προσηνῶν διαφοραὶ καὶ τὴν αἴσθησιν κινούντων, τοσαῦται καὶ τῆς ἡδονῆς.
ἆρ’
ὅτε τῶν ἐν Αἰγύπτῳ, τουτέστι τῷ σωματικῷ ὄγκῳ, οἰκιῶν ἐφίεται, ἡδοναῖς περιπίπτει
θάνατον ἐπαγούσαις, οὐ χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἀλλὰ
ψυχῆς ὑπὸ κακίας φθοράν· φησὶ γάρ· „καὶ ἀπέστειλε κύριος εἰς τὸν
λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας. καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθνῃσκε
λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ“ (Num. 21, 6)· ὄντως γὰρ οὐδὲν οὕτως
θάνατον ἐπάγει ψυχῇ, ὡς ἀμετρία τῶν ἡδονῶν.
τὸ δὲ ἀποθνῇσκον οὐ
τὸ ἄρχον ἐστὶν ἐν ἡμῖν, ἀλλὰ τὸ ἀρχόμενον τὸ λαῶδες, καὶ μέχρι τούτου
θάνατον ἐνδέξεται, μέχρις ἂν μετανοίᾳ χρησάμενον ὁμολογήσῃ τὴν
τροπήν· προσελθόντες γὰρ ἔλεγον Μωυσῇ „ὅτι ἡμαρτήκαμεν, ὅτι
κατελαλήσαμεν κατὰ κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς κύριον, καὶ
ἀφελέτω ἀφ’ ἡμῶν τοὺς ὄφεις“ (ibid. 7). εὖ τὸ φάναι, οὐχ ὅτι κατελαλήσαμεν,
2 M
3 post δὲ add. καὶ Mang. αἱ om. Arm
4 συντονώταται περὶ τἀς γυναικῶν ὁμιλίας coni. Wendl. σύντομοι AP
6 τὰ ἄλογα μέρη Arm εἰλαλήσαμεν, ι λεῖται M
8 τἄλλα AP
11 πολυσχεδεῖς AP
14 τί δὲ Arm: δὲ om. codd.
17 οὖν οὐ scripsi: οὑν Arm, οὐ codd. ποικίλον MArm: ποικίλων AP ζώω ὄφει M: ζῴῳ om. Arm, ὄφει om. AP παρεβλήθη: — hic desinit P
18 ὄχλον ἔχον] ὀχλικὸν coni. Mang. ἐν ἡμῖν om. Arm
19 τῶν σωματικῶν ὄγκων Arm ὄγκω codd.: οἴκῳ V οἰκιῶν] ὡς οἰκείων Arm, σικυῶν coni. Mang. ἡδοναῖς om. A
24 ψυχὴ Α
25 καὶ τὸ λαῶδες Arm
29 εὖ τὸ] ἐν τῶ Α
προσάπτων θεῷ.
ἀμυνομένη πολεμίαν ἡδονήν. τὸν κατὰ σωφροσύνην οὖν ὄφιν κελεύει
ὁ θεὸς Μωυσεῖ κατασκευάσασθαι καί φησι· „ποίησον σεαυτῷ ὄφιν καὶ
θὲς αὐτὸν ἐπὶ σημείου“ (ibid. 8). ὁρᾷς ὅτι οὐκ ἄλλῳ τινὶ κατασκευάζεται
τοῦτον ὁ Μωυσῆς τὸν ὄφιν ἢ ἑαυτῷ, προστάττει γὰρ ὁ θεός
„ποίησον σεαυτῷ,“ ἵνα γνῷς, ὅτι οὐ παντός ἐστι κτῆμα σωφροσύνη,
ἀλλὰ μόνου τοῦ θεοφιλοῦς.
σκεπτέον δέ, διὰ τί Μωυσῆς χαλκοῦν ὄφιν
κατασκευάζεται, οὐ προσταχθὲν αὐτῷ περὶ ποιότητος. μήποτ’
τὰ σώματα σωματικῆς ἐφίενται ἀρετῆς.
δυνατῇ δὲ καὶ στερεᾷ οὐσίᾳ
τῇ χαλκοῦ ἀπείκασται ὁ κατὰ σωφροσύνην λόγος εὔτονος καὶ ἀδιάκοπος
ὤν, ἴσως δὲ καὶ παρόσον ἡ μὲν ἐν τῷ θεοφιλεῖ σωφροσύνη τιμιωτάτη
ἐστὶ καὶ χρυσῷ ἐοικυῖα, δευτερεύουσα δὲ ἡ ἐν τῷ κατὰ προκοπὴν
σοφίαν ἀναλαβόντι. ὃν ἂν οὖν „δάκῃ ὄφις, πᾶς ὁ ἰδὼν αὐτὸν ζήσεται“
(ibid.)· πάνυ ἀληθῶς· ἐὰν γὰρ ὁ νοῦς δηχθεὶς ἡδονῇ, τῷ τῆς Εὔας
ὄφει, ἰσχύσῃ κατιδεῖν ψυχικῶς τὸ σωφροσύνης κάλλος, τὸν Μωυσέως ὄφιν,
καὶ διὰ τούτου τὸν θεὸν αὐτόν, ζήσεται· μόνον ἰδέτω καὶ κατανοησάτω.
ὅτι τέτοκεν ἡ ἀρετὴ τὴν εὐδαιμονίαν Ἰσαάκ, καὶ εὐθὺς συγχαρητικὸν
ὕμνον ὑμνήσει. ὡς οὖν τοῦ ἀκούσαντός ἐστι
πολλαὶ
2 ἀπαρτισθῇ Α
5 ἡδονὴ A σωφροσύνης Α ἀποικίλη coni. Mang. (rectius ἀποίκιλος vel οὐ ποικίλη)
7 Μωσεῖ codd.
8 ἐπὶ σημείῳ Arm ut vid.
13 ἰδέαις M ἰδέαι αὗται om. Arm, seclusi; ἰδέαι οὖσαι coni. Wendl.
14 δεύτερον δὲ καὶ Mang.
16 δυνατὴ δὲ καὶ στερρὰ Α
22 Μωϋσέος MA
23 μόνον δὲ Arm
25 τίνα MA ἰσχύσαι MA ἰσχῦσαι ἀκοῦσαι] λέγειν Arm
26 τὸν συγχαρητικὸν Arm, συγχαριτικὸν M
27 τὸ addidi (sic Arm)
5 Cod. Urbin. 125 fol. 304 (Pitra Anal. Sacra II p. 311) Φίλωνος: ἡδονῇ ἐναντίον σωφροδύνη, ποικίλῳ πάθει ποικίλη ἀρετή.
10 ibid. οὐ παντός ἐστι κτῆμα σωφροσύνη, ἀλλὰ μόνου τοῦ θεοφιλοῦς.
ἀντιρρέπει· φησὶ γάρ·
„τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ
δίψα, οὗ οὐκ ἦν ὕδωρ, τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν
ὕδατος, τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεισαν οἱ
πατέρες σου“ (Deut. 8, 15. 16). ὁρᾷς ὅτι οὐ μόνον τῶν ἐν Αἰγύπτῳ
παθῶν ἐφιεμένη ἡ ψυχὴ περιπίπτει τοῖς ὄφεσιν, ἀλλὰ καὶ ὅτε ἐστὶν ἐν
ἐρήμῳ δάκνεται ὑφ’ ἡδονῆς, τοῦ ποικίλου καὶ ὀφιώδους πάθους· οἰκειότατον
δὲ ὄνομα εἴληχε τὸ ἡδονῆς ἔργον, δηγμὸς γὰρ καλεῖται.
ἀλλ’ οὐ μόνον οἱ ἐν ἐρήμῳ δάκνονται ὑφ’ ἡδονῆς, ἀλλὰ καὶ οἱ ἐσκορπισμένοι·
καὶ γὰρ ἐγὼ πολλάκις καταλιπὼν μὲν ἀνθρώπους συγγενεῖς καὶ φίλους
καὶ πατρίδα καὶ εἰς ἐρημίαν ἐλθών, ἵνα τι τῶν θέας ἀξίων κατανοήσω,
οὐδὲν ὤνησα, ἀλλὰ σκορπισθεὶς ὁ νοῦς ἢ πάθει δηχθεὶς ἀνεχώρησεν
εἰς τἀναντία· ἔστι δὲ ὅτε καὶ ἐν πλήθει μυριάνδρῳ ἠρεμῶ τὴν διάνοιαν,
ἂν προαιρῆται τὸ τῆς ψυχῆς ὄχημα.
πλὴν περιπίπτει σκορπίῳ, ὅπερ ἐστὶ σκορπισμῷ, ἐν τῇ ἐρήμῳ, καὶ δίψα καταλαμβάνει ἡ τῶν παθῶν,
μέχρις ἂν ὁ θεὸς τῆς ἀκροτόμου σοφίας ἑαυτοῦ τὸ νᾶμα ἐπιπέμψῃ
καὶ ποτίσῃ τὴν τραπεῖσαν ψυχὴν ἀμεταβλήτῳ ὑγείᾳ· ἡ γὰρ
ἀκρότομος πέτρα ἡ σοφία τοῦ θεοῦ ἐστιν, ἣν ἄκραν καὶ πρωτίστην
ἔτεμεν ἀπὸ τῶν ἑαυτοῦ δυνάμεων, ἐξ ἧς ποτίζει τὰς φιλοθέους
ψυχάς· ποτισθεῖσαι δὲ καὶ τοῦ μάννα ἐμπίπλανται τοῦ γενικωτάτου
— καλεῖται γὰρ τὸ μάννα "τί", ὃ πάντων ἐστὶ γένος —, τὸ δὲ
γενικώτατόν ἐστιν ὁ θεός, καὶ δεύτερος ὁ θεοῦ λόγος, τὰ δ’ ἄλλα
λόγῳ μόνον ὑπάρχει, ἔργοις δὲ ἔστιν οὗ ἴσα τῷ οὐχ ὑπάρχοντι.
1 καὶ alterum om. Mang.
2 ὅμως om. Arm τὴν om. Arm
3 αὐτόν MA
5 ἀντιρἐπει Α
8 ἐν τῇ ἐρήμῳ om. Arm
10 περιπίπτειν Α
12 εἴληχε M: εἴληφε AArm
13 οἱ om. Arm δάκνεται Α, δακνόμενος Arm ὑφ’ ἡδονῆς ora. Arm οἱ ἐσκορπισμένοι] σκορπίζεται Arm
17 μυριάνδρων Α ἠρεμῶ MArm: ἐρήμω Α, ἐρημῶ Maug.
19 ἦ] ἢ A
22 νᾶμα M
24 ἐστιν om. Arm
25 τῆς ἑαυτοῦ δυνάμεως Arm ἐξ ἧς] ἑξῆς Arm
27 τοῦ μάννα Α
29 ὑπάρχειν Α ἔργοις — ὑπάρχοντι] ἔργῳ δὲ δοκεῖ ὑπάρχειν Arm ἔστιν οὗ corruptum; ἔστιν οὑν vel αὖ coni. Mang. ἴσα scripsi: ἴσον codd.
30 ἡ δὲ νῦν διαφορὰ A
31 ἀναπλήστοις Α
οὐδὲ τοῦ θεοφιλεστάτου Μωυσέως ἀπέχεται ἡ
ὀφιώδης
αὐτοῦ. καὶ εἶπε κύριος Μωυσεῖ· ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς
κέρκου. ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο
ῥάβδος ἐν τῇ χειρὶ
πῶς ἄν τις πιστεύσαι θεῷ; ἐὰν μάθῃ, ὅτι πάντα τὰ ἄλλα τρέπεται, μόνος
δὲ αὐτὸς ἄτρεπτός ἐστι. πυνθάνεται οὖν ὁ θεὸς τοῦ σοφοῦ, τί ἐστιν ἐν
τῷ πρακτικῷ τῆς ψυχῆς αὐτοῦ βίῳ· ἡ γὰρ χεὶρ σύμβολον πράξεως·
ὁ δ’ ἀποκρίνεται, ὅτι παιδεία, ἣν ῥάβδον καλεῖ. διὸ καὶ ὁ πτερνιστὴς
τῶν παθῶν Ἰακώβ φησιν· "ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ἰορδάνην
τοῦτον“ (Gen. 32, 10)· Ἰορδάνης
διαβαίνει δὲ ταῦτα ὁ ἀσκητὴς νοῦς ἐν παιδείᾳ· ταπεινὸν γὰρ τὸ ἐκδέχεσθαι, ὅτι βακτηρίαν ἔχων ποταμὸν διέβαινε.
ψυχὴ ἀπορρίψῃ τὴν παιδείαν, γέγονε φιλήδονος ἀντὶ φιλαρέτου. διὸ καὶ
Μωυσῆς φεύγει ἀπ’ αὐτοῦ· ἀπὸ γὰρ τοῦ πάθους καὶ τῆς ἡδονῆς ἀποδιδράσκει
ὁ φιλάρετος.
ἀλλά τοί γε ὁ θεὸς τὴν φυγὴν οὐκ ἐπαινεῖ· σοὶ
μὲν γάρ, ὦ διάνοια, μήπω τελειωθείσῃ φυγὴν καὶ δρασμὸν τῶν παθῶν
ἁρμόζει μελετᾶν, Μωυσεῖ δὲ τῷ τελείῳ παραμένειν τῷ πρὸς αὐτὰ
3 Μωυσέος MA οὗτος] οὕτως Α
4 τὴν σοφίαν Arm
5 Μωυσέος MA
6 ἡδονή add. Mang. (sic Arm) οὖν om. Arm πιστεύσωσί μοι μηδὲ om. Arm
8 Μωσεῖ MA
11 Μωσεῖ MA χεῖρά σου Α
12 ἐκτείνας — κέρκου om. Arm
13 αὐτοῦ addidi (sic Arm) ante ἵνα add. καὶ εγπεν αὐτῷ v, om. codd. et Arm σοι om. Arm
14 πιστεῦσαι M ἐὰν μὴ μάθῃ Arm
16 αὐτοῦ] σεαυτοῦ Arm
17 ὅδ’ M
18 γὰρ om. Arm
20 καὶ φθαρτῆς om. Arm
21 τὸ om. Arm 21.
22 ἐκδέχεσθαι MArm: ἐνδέχεσθαι Α
22 ἔχον Α 23.
24 παιδείᾳ ὡς] παιδεῖαι αἷς Arm
24 ἄν] ἐν Arm ἐπερείδωνται Α
25 ἀπορριφεῖσα Α
28 τοι fere evan. in M
30 ἁρμόζει codd.: ἁρμόσει Mang. Μωσεῖ MA τῷ et πολέμω om. Arm
διὸ καὶ προστάττει ὁ θεὸς „λαβέσθαι τῆς κέρκου", τουτέστι τὸ ἀντίδικον τῆς ἡδονῆς
καὶ ἀτίθασον αὐτῆς μὴ φοβείτω σε, ἀλλὰ τούτου μάλιστα λαβοῦ καὶ
κατάσχες καὶ περικράτησον· ἔσται γὰρ πάλιν ἀντὶ ὄφεως ῥάβδος, τουτέστιν
ἀντὶ ἡδονῆς γενήσεται ἐν τῇ χειρὶ παιδεία.
ἀλλὰ γενήσεται ἐν τῇ χειρί, ἐν τῇ πράξει τοῦ σοφοῦ, ὃ δὴ καὶ ἀληθές ἐστι· λαβέσθαι δὲ
καὶ περικρατῆσαι ἡδονῆς ἀδύνατον, εἰ μὴ πρότερον ἐκταθείη ἡ χείρ,
τουτέστιν εἰ μὴ τὰς πράξεις καὶ προκοπὰς ἁπάσας ὁμολογήσειεν ἡ ψυχὴ
κατὰ θεὸν εἶναι καὶ μηδὲν εἰς ἑαυτὴν ἀναγάγοι. τοῦτον μὲν δὴ τὸν
ὄφιν ἀποδιδράσκειν ὁ βλέπων διέγνωκεν· ἕτερον δὲ τὸν σωφροσύνης λόγον
κατασκευάζει, τὸν χαλκοῦν ἐκεῖνον, ἵνα ὁ δηχθεὶς ὑφ’ ἡδονῆς ἰδὼν σωφροσύνην
ζήσῃ τὸν ἀληθῆ βίον.
γενέσθαι τὸν Δὰν καί φησιν οὕτως· „Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ
καὶ μία φυλὴ Ἰσραήλ, καὶ γενέσθω Δὰν ὄφις ἐφ’ ὁδοῦ, ἐγκαθήμενος
ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω,
τὴν σωτηρίαν περιμένων κυρίου“ (Gen. 49, 16 — 18). ἐκ μὲν τῆς Λείας
πέμπτος υἱός ἐστιν Ἰσσάχαρ γνήσιος τοῦ Ἰακώβ, συγκαταριθμουμένων
δὲ τῶν ἐκ τῆς Ζέλφας δυεῖν ἕβδομος, τοῦ δὲ Ἰακὼβ πέμπτος ἐστὶν ὁ
Δὰν ἐκ τῆς Βάλλας τῆς παιδίσκης Ῥαχήλ. τὴν δὲ αἰτίαν ἐν τοῖς κατ’
ἰδίαν ἐξευρήσομεν. περὶ δὲ τοῦ Δὰν πάλιν κατανοητέον.
δύο γένη φορεῖ ἡ ψυχή, τὸ μὲν θεῖον, τὸ δὲ φθαρτόν· τὸ μὲν οὖν κρεῖττον κεκύηκεν
ἤδη καὶ ἵσταται ἐπ’ αὐτοῦ· ὅτε γὰρ ἐξομολογήσασθαι τῷ
καὶ παραχωρῆσαι πάντα ἴσχυσεν ἡ ψυχή, κτῆμα κρεῖσσον λαβεῖν οὐκέτ’
εἶχε· διὰ τοῦτ’ ἔστη τοῦ τίκτειν τὸν Ἰούδαν, τὸν ἐξομολογητικὸν τρόπον,
ἐνεγκοῦσα. τὸ δὲ θνητὸν γένος νῦν ἄρχεται διαπλάττειν.
ὑφέστηκε δὲ τὸ θνητὸν καταπόσει· θεμελίου γὰρ τρόπον ἡ γεῦσις, ἣ αἰτία τῆς τῶν
ζῴων διαμονῆς ἐστι· Βάλλα δὲ ἑρμηνεύεται κατάποσις· ἐκ ταύτης οὖν
γίνεται ὁ Δάν, ὃς ἑρμηνεύεται κρίσις· τοῦτο γὰρ τὸ γένος διακρίνει καὶ
4 ἀντίδικον om. M, κολακικὸν Arm
5 τιθασὸν Arm 7.
8 ἐν τῇ χειρί om. Arm
8 δὴ et ἐστι om. Arm
10 τουτἐστιν om. Arm
11 ἀναγάγοι Mang.: συναγάγοι codd.
13 ἐκεῖνον om. Arm
15 οὕτως om. Arm
16 —
18 ἐφ’ ὁδοῦ — κυρίου om. Arm
19 Ἰσάχαρ Α τοῦ Ἰακώβ M: τῶ Ἰακώβ Α, ἐξ Ἰακώβ Arm
20 Ζελφᾶς M δυεῖν codd.: δυοῖν v 21.
22 κατ’ ἰδίαν] ἄλλοις Arm
22 έξευρήσωμεν Α, ἐροῦμεν Arm; ἐξερευνήσομεν coni. Wendl., ἐρευνήσομεν Mang. πάλιν] νῦν Arm κατανοητέον] λεκτέον Arm
24 γὰρ om. Arm 25.
26 οὐκέτ’ εἶχε] οὐ κατεῖχε Α
26 τουτέστι (sic) M, τοῦτο ἔστι Α, ἔστη corr. Hoeschel (sic Arm)
30 ὁ Δάν, ὃς om. Arm κρίσις ἑρμηνεύσεως Arm
ὁδὸς ἡμῶν ἐστιν ἡ ψυχή· ὥσπερ γὰρ ἐν ταῖς ὁδοῖς ἔστιν ἰδεῖν διαφορὰν
τῶν ὄντων, ἀψύχων ἐμψύχων, ἀλόγων λογικῶν, σπουδαίων φαύλων, δούλων
ἐλευθέρων, νεωτέρων πρεσβυτέρων, ἀρρένων θηλειῶν, ξένων ἀστῶν,
νοσούντων ὑγιαινόντων, λελωβημένων ὁλοκλήρων, οὕτως καὶ ἐν ψυχῇ
καὶ ἄψυχα καὶ ἀτελῆ καὶ νοσώδη καὶ δοῦλα καὶ θήλεα καὶ μυρία ἄλλα
κηρῶν μεστὰ κινήματά ἐστι, καὶ ἔμπαλιν ἔμψυχα ὁλόκληρα ἄρρενα ἐλεύθερα
ὑγιᾶ πρεσβύτερα σπουδαῖα γνήσια καὶ ἀστὰ ὄντως.
γενέσθω οὖν
ὁ σωφροσύνης λόγος ὄφις ἐπὶ τῆς ψυχῆς τῆς ὁδευούσης διὰ πάντων τῶν
ἐν τῷ βίῳ πραγμάτων καὶ ἐγκαθισάτω ἐπὶ τρίβου. τί δὲ τοῦτ’ ἐστίν;
ἄτριπτος μὲν ὁ ἀρετῆς χῶρος, ὀλίγοι γὰρ βαίνουσιν αὐτόν, τέτριπται δὲ
ὁ κακίας· ἐγκαθίσαι δὴ καὶ ἐνεδρεῦσαι καὶ λοχῆσαι παραινεῖ τὴν τετριμμένην
ὁδόν, τὸ πάθος καὶ τὴν κακίαν, ἐν οἷς κατατρίβονται τὸν
βίον οἱ φυγάδες ἀρετῆς λογισμοί.
τὸ πάθος· πτερνισθέντος δὲ τοῦ πάθους καὶ ὀκλάσαντος „πεσεῖται ὁ
ἱππεὺς εἰς τὰ ὀπίσω“. ἱππέα νοητέον
εὖ δ’
ὅτι εἰς τοὔμπροσθεν οὐ πίπτει ἡ ψυχή· μὴ γὰρ προερχέσθω τῶν παθῶν,
ἀλλ’ ὑστεριζέτω τούτων, καὶ σωφρονισθήσεται. καὶ δογματικόν ἐστιν
ὃ λέγει· ἐὰν γὰρ ὁρμήσας ὁ νοῦς ἀδικῆσαι ὑστερήσῃ καὶ πέσῃ εἰς τὰ
ὀπίσω, οὐκ ἀδικήσει· ἐὰν δὲ ἐπὶ πάθος κινηθεὶς ἄλογον μὴ ἐπεκδράμῃ,
ἀλλὰ
διὸ καὶ τὸ
κατόπιν πτῶμα ἀποδεχόμενος τῶν κακιῶν ἐπιφέρει· „τὴν σωτηρίαν περιμένων
κυρίου“· ὄντως γὰρ ὑπὸ θεοῦ σῴζεται ὁ ἀποπίπτων τῶν
1 om. Arm
2 ἐραστήν Arm (coni. Wendl.): ἐργάτην codd.
3 οὑν] γὰρ Arm
4 γὰρ om. Arm
6 ἀρρένων] παρθένων Α
8 δοῦλα] ἄρρενα Arm
9 μεστὰ κινήματά MArm: μετακινήματα Α ἐστι om. Arm ἄρρενα om. Α
13 μὲν] μὲν γὰρ AArm χῶρος] ὁδός Arm
14 δὴ] δὲ Mang., om. Arm
16 ἀρετῆς] ἀρετοὶ Α
17 γεννητοῦ Α
19 καὶ ante ὁρμητικὸν om. Arm
21 δὲ M: γὰρ Arm, om. Α
22 εἰς τὰ] εἶτα Α τὸν addidi (sic Arm)
26 ἐὰν γὰρ MArm: γὰρ om. Α
27 ἐκδράμῃ Α
29 τῶν κακιῶν om. Arm
διὰ τοῦτο καὶ Μωυσῆς ἐν τῷ ᾄσματι ὑμνεῖ τὸν θεόν, ὅτι „ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς
θάλασσαν“ (Exod. 15, 1), τὰ τέσσαρα πάθη καὶ τὸν ἐποχούμενον αὐτοῖς
ἄθλιον νοῦν εἰς τὴν φθορὰν τῶν πραγμάτων καὶ τὸν ἀνήνυτον βυθόν·
καὶ σχεδὸν τοῦ ᾄσματος ὅλου τὸ κεφάλαιον τοῦτ’ ἐστίν, ἐφ’ ὃ
τὰ ἄλλα πάντα ἀναφέρεται, καὶ οὕτως ἔχει· ἐὰν γὰρ ἀπάθεια κατάσχῃ
τὴν ψυχήν, τελέως εὐδαιμονήσει.
μὲν Ἰακώβ φησιν, ὅτι „πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω“ (Gen. 49, 17),
Μωυσῆς δὲ ᾄδει, ὅτι ἵππος καὶ ἀναβάτης κατεποντώθησαν. λεκτέον
οὖν ὅτι ὁ μὲν καταποντούμενος ὁ Αἰγύπτιός ἐστι τρόπος, ὅς, κἂν φεύγῃ,
ὑπὸ τὸ ὕδωρ τουτέστιν ὑπὸ τὴν φορὰν τῶν παθῶν φεύγει, ὁ δὲ πίπτων
ἱππεὺς εἰς τὰ ὀπίσθια οὐκ ἔστι τῶν φιλοπαθῶν· τεκμήριον δέ, ὅτι οὗτος
μέν ἐστιν ἱππεύς, ἐκεῖνος δὲ ἀναβάτης·
ἱππέως μὲν οὖν ἔργον δαμάζειν τὸν ἵππον καὶ ἀφηνιάζοντα ἐπιστομίζειν, ἀναβάτου δὲ φέρεσθαι ᾗ
ἂν τὸ ζῷον ἄγῃ· καὶ ἐν θαλάττῃ τοῦ μὲν κυβερνήτου ἔργον ἄγειν τὸ
σκάφος καὶ εὐθύνειν καὶ ὀρθοῦν, τοῦ δὲ ἐπιβάτου πάσχειν ὅσα ἂν ἡ
ναῦς ὑπομένῃ. παρὸ καὶ ὁ δαμάζων τὰ πάθη ἱππεὺς οὐ καταποντοῦται,
ἀλλὰ ἀποβὰς αὐτῶν τὴν σωτηρίαν περιμένει τοῦ δεσπότου.
παραινεῖ μέντοι ὁ ἱερὸς λόγος ἐν Λευιτικῷ „ἀπὸ τῶν ἑρπετῶν, ἃ πορεύεται ἐπὶ
τεσσάρων, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν, ὥστε πηδᾶν ἐν αὐτοῖς“
σιτεῖσθαι (Lev. 11, 21), ὧν ἐστιν ὁ βροῦχος καὶ ὁ ἀττακὸς καὶ ἀκρὶς
καὶ τέταρτον ὁ ὀφιομάχης· καὶ δεόντως· εἰ γὰρ ἄτροφον καὶ βλαβερὸν
πρᾶγμα ὀφιώδης ἡδονή, τροφιμώτατον ἂν καὶ σωτήριον γένοιτο ἡ πρὸς
ἡδονὴν διαμαχομένη φύσις· αὕτη δὲ ἡ σωφροσύνη ἐστί.
μάχου δὴ καὶ σύ, ὦ διάνοια, πρὸς πᾶν πάθος καὶ διαφερόντως πρὸς ἡδονήν, καὶ
γὰρ „φρονιμώτατός ἐστιν ὁ ὄφις πάντων θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν
ἐποίησε κύριος ὁ θεός“ (Gen. 3, 1)· τῶν γὰρ πάντων
πανουργότατόν ἐστιν ἡδονή· διὰ τί;
ὅτι πάντα ἡδονῆς δοῦλα καὶ ὁ βίος ὁ τῶν
1 μὴ πέσοι Urb. πτῶμά μου Urb.
6 φθορὰν] φορὰν coni. Mang.
7 ἐφ’ ὧ Α
8 ἀναφαίρεται Α
14 ὅτι om. Arm οὗτος om. Α
15 ὁ ἱππεὺς et ὁ ἀναβάτης Arm
16 ἐπιστομίζειν Wendl.: επιστοματίζειν codd. ᾖ] ἢ Α
18 καὶ ὀρθοῦν om. Arm
19 ὑπομείνῃ Mang. καὶ codd. et Arm: δὴ Mang.
23 ἀττακὸς M: ἄττακος Α
24 ὀφιομάχος Α 28.
29 ὧν — θεός om. Arm
8 ibid. ἐὰν ἀπάθεια — εὐδαιμονήσει.
τὴν ὀφιομάχον οὖν γνώμην ἀντίταττε
καὶ κάλλιστον ἀγῶνα τοῦτον διάθλησον καὶ σπούδασον στεφανωθῆναι
κατὰ τῆς τοὺς ἄλλους ἅπαντας νικώσης ἡδονῆς καλὸν καὶ εὐκλεᾶ
στέφανον, ὃν οὐδεμία πανήγυρις ἀνθρώπων ἐχορήγησεν.
πόλεως, ἧς ἀδυνατεῖ μετέχειν ὁ φαῦλος· ἀπελήλαται ἄρα καὶ πεφυγάδευται
μόνος ὁ φαῦλος. ὁ δ’ ἀρετῆς φυγὰς εὐθὺς ἀποκέκρυπται θεόν·
εἰ γὰρ καὶ ἐμφανεῖς οἱ σοφοὶ θεῷ, ἅτε ὄντες αὐτῷ φίλοι, δῆλον ὡς
ἀποκρύπτονται καὶ καταδύονται πάντες οἱ φαῦλοι, ὡς ἂν ἐχθροὶ καὶ
δυσμενεῖς ὄντες ὀρθῷ λόγῳ.
ὅτι μὲν οὖν ἄπολις καὶ ἄοικος ὁ φαῦλός
ἐστι, μαρτυρεῖ ἐπὶ τοῦ δασέος καὶ ποικίλου τὴν κακίαν Ἠσαῦ, ὅτε φησίν·
„ἦν δὲ Ἠσαῦ εἰδὼς κυνηγεῖν, ἀγροῖκος“ (Gen. 25, 27)· οὐ γὰρ πέφυκεν
ἡ τῶν παθῶν θηρευτικὴ κακία τὴν ἀρετῆς πόλιν οἰκεῖν ἀγροικίαν καὶ
ἀπαιδευσίαν μετὰ πολλῆς ἀγνωμοσύνης μεταδιώκουσα. ὁ δέ γε σοφίας
μεστὸς Ἰακὼβ καὶ πολίτης
γοῦν περὶ αὐτοῦ· „Ἰακὼβ δὲ ἄπλαστος ἄνθρωπος οἰκῶν οἰκίαν“ (ibid.).
παρὸ καὶ „αἱ μαῖαι, ἐπειδὴ ἐφοβοῦντο τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας“ (Exod. 1, 21)· αἱ γὰρ ζητητικαὶ τῶν ἀφανῶν θεοῦ μυστηρίων, ὅπερ
ἐστὶ „ζῳογονεῖν τὰ ἄρσενα“, οἰκοδομοῦσι τὰ ἀρετῆς πράγματα, οἷς καὶ
ἐνοικεῖν προῄρηνται. διὰ μὲν δὴ τούτων ἐπιδέδεικται, πῶς ὁ μὲν φαῦλος
ἄπολίς τέ ἐστι καὶ ἄοικος, φυγὰς ἀρετῆς ὤν, ὁ δὲ σπουδαῖος καὶ
πόλιν ἔχειν καὶ οἶκον σοφίαν κεκλήρωται.
1 ἐκρύβησαν LXX: ἐκρύβη codd.
3 εἰ codd. (ex ἡ corr. H): ἡ v
6 θεόν scripsi: θεοῦ codd.
7 καὶ om. H
10 ἐστίν H ὅτε Mang.: ὅτι codd.
12 παθῶν] ἡθῶν L θηρευτικὴ] θεραπευτικὴ L
13 διώκουσα H
14 οἰκίαν] οἰκείαν Η 14.
15 φησὶ γοῦν scripsi: φησὶν οὖν codd.
16 ἑαυτὰς H οἰκεΐας (sic) H
19 πῶς] πᾶς H, ὅτι πᾶς Turn. Philonis opera vol. I 8
οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ“ (Deut. 4, 39). καὶ πάλιν· „ὧδε ἕστηκα
πρὸ τοῦ σέ“ (Exod. 17, 6)· πρὸ γὰρ παντὸς γενητοῦ ὁ θεός ἐστι, καὶ
εὑρίσκεται πανταχοῦ, ὥστε οὐκ ἂν δύναιτό τις ἀποκρύπτεσθαι.
καὶ τί
θαυμάζομεν; τῶν γὰρ γενομένων τὰ συνεκτικώτατα οὐδ’ ἄν, εἴ τι γένοιτο,
ἐκφεύγειν καὶ ἀποκρύπτεσθαι δυνηθείημεν, οἷον γῆν φυγέτω τις
ἢ ὕδωρ ἢ ἀέρα ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον· ἀνάγκη γὰρ ἐν τούτοις
περιέχεσθαι, οὐ γὰρ ἔξω γέ τις τοῦ κόσμου φεύγειν δυνήσεται.
εἶτα
περιεχόμενον· οὗ χάριν καὶ οἴεται ἀποκρύπτεσθαι, ὡς κατ’ ἐκεῖνο τὸ
μέρος οὐκ ὄντος τοῦ αἰτίου, καθ’ ὃ φωλεύειν διέγνωκεν.
καθάπερ ὁ λεπρὸς καὶ γονορρυής, ὁ μὲν θεὸν καὶ γένεσιν, ἀντιπάλους
φύσεις, δύο χρωμάτων ὄντων, ἀγαγὼν εἰς ταὐτὸ ὡς αἴτια, ἑνὸς ὄντος
αἰτίου τοῦ δρῶντος, ὁ δὲ γονορρυὴς ἐκ κόσμου πάντα καὶ εἰς κόσμον
ἀνάγων, ὑπὸ θεοῦ δὲ μηδὲν οἰόμενος γεγονέναι, Ἡρακλειτείου δόξης
ἑταῖρος, κόρον
εἰσάγων. διό φησι καὶ ὁ θεῖος λόγος· „ἐξαποστειλάτωσαν ἐκ τῆς ἁγίου
ψυχῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐν ψυχῇ,
1 θεὸν cocld. : θεοῦ V
2 ἐπλήρωσεν DC
3 διελήλυθεν corr. Turn.: διεληλύθει codd., διῆλθεν D
4 δή ABP: δέ Η, γάρ D (Mang.) οὐχ ὁ θεός DpDv ἐστι] ἐστι καὶ εὑρίσκεται πανταχοῦ D R
6 πάλιν· ὧδε] πάλιν ὧδε· v
7 παντὸς codd.: τοῦ παντὸς v γεννητοῦ codd.
8 εὑρίσκεται D: ἔσται codd.
13 μὴ addidi; εἶτα
19 ἀποκρύπτεσθαι H
22 ὄντων] ὄντως coni. Mang.
25 κόρου H ἀμοιβὴν coni. Mang.
24 Heracl. frg. 1. 22.
24 Byw.
οἱ δέ γε σοφοὶ λογισμοὶ οὐχ οἷον ἀποκρύπτονται, ἀλλ’ ἐμφανεῖς
εἶναι γλίχονται. οὐχ ὁρᾷς ὅτι ὁ Ἀβραὰμ „ἔτι ἦν ἑστηκὼς ἐνώπιον
κυρίου καὶ ἐγγίσας εἶπε Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς“ (Gen.
18, 22. 23), τὸν ἐμφανῆ σοι καὶ γνώριμον μετὰ τοῦ φεύγοντός σε καὶ
ἀποδιδράσκοντος; οὗτος μὲν γὰρ ἀσεβής, δίκαιος δὲ ὁ ἑστηκὼς ἐναντίον
σου καὶ μὴ φεύγων· σὲ γάρ, ὦ δέσποτα, τιμᾶσθαι δίκαιον μόνον.
οὐχ
ὥσπερ δὲ ἀσεβής, οὕτω καὶ εὐσεβής τις εὑρίσκεται, ἀλλ’ ἀγαπητόν, εἰ
δίκαιος, οὗ χάριν φησί· „μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς“. ἀξίως
γὰρ οὐδεὶς τὸν θεὸν τιμᾷ, ἀλλὰ δικαίως μόνον· ὁπότε γὰρ οὐδὲ τοῖς
γονεῦσιν ἴσας ἀποδοῦναι χάριτας ἐνδέχεται — ἀντιγεννῆσαι γὰρ οὐχ
οἷόν τε τούτους —, πῶς οὐκ ἀδύνατον τὸν θεὸν ἀμείψασθαι ἢ ἐπαινέσαι
κατὰ τὴν ἀξίαν τὸν τὰ ὅλα συστησάμενον ἐκ μὴ ὄντων; πᾶσαν γὰρ
ἀρετὴν παρέσχετο.
ἐναντίον κυρίου τοῦ θεοῦ Ἰσραὴλ ὁ ἱερὸς λόγος προστάττει (Deut. 16,
16).
διὰ τοῦτο καὶ Μωυσῆς, ὅτε ἐμφανὴς καθίσταται θεῷ, φεύγει τὸν διασκεδαστὴν τρόπον Φαραώ, ὃς αὐχεῖ λέγων μὴ εἰδέναι τὸν κύριον·
„ἀνεχώρησε“ γάρ φησι „Μωυσῆς ἀπὸ προσώπου Φαραὼ καὶ κατῴκησεν
ἐν γῇ Μαδιάμ“ (Exod. 2, 15), τῇ κρίσει τῶν φύσεως πραγμάτων,
„καὶ ἐκάθισεν ἐπὶ τοῦ φρέατος", ἐκδεχόμενος τί ὁ θεὸς ἀνομβρήσει
πότιμον τῇ διψώσῃ καὶ ποθούσῃ ψυχῇ τὸ ἀγαθόν.
ἀναχωρεῖ μὲν δὴ ἀπὸ τῆς ἀθέου καὶ ἡγεμονίδος τῶν παθῶν δόξης Φαραώ, ἀναχωρεῖ
5 ὁ Ἀβραὰμ codd.: ὁ om. v ἐνώπιον scripsi: ἐν τόπω codd., ἐναντίον coni. Mang. (LXX)
10 τις om. H
12 οὐδεὶς D: οὐδὲ εἷς codd.
14 πῶς] πῶς οὑν D τὸν θεὸν D: τὸν om. codd.
15 κατ’ ἀξίαν D τὸν τὰ] τῶ τὰ Dc, ταῦτα DR ὅλα] πάντα DR συστησαμένου D
16 παρέσχετο D: παρέσχε codd.
σύμπαντα Mang.: σύμπασα codd.
21 Μώσης codd. ὅτε scripsi: ὅταν codd.
24 τῶν codd.: τῆς Mang.
25 ἀναμβρήσει Η
23 Mel. Barocc. fol. 235v Max. Ecl. cap.
23 Φίλωνος: ἀξίως οὐδεὶς — τούτους.
ἀξιοῦται
μέντοι τῆς χάριτος· στρατευσάμενος γὰρ στρατείαν τὴν ὑπὲρ ἀρετῆς
οὐ παύεται πολεμῶν, πρὶν ἐπιδεῖν πρηνεῖς καὶ ἀπράκτους τὰς ἡδονάς.
οὗ χάριν οὐ φεύγει Μωυσῆς ἀπὸ τοῦ Φαραώ, ἀνεπιστρεπτὶ γὰρ ἂν ἀπεδίδρασκεν,
ἀλλ’ ἀναχωρεῖ, τουτέστιν ἀνακωχὴν ποιεῖται τοῦ πολέμου
ἀθλητοῦ τρόπον διαπνέοντος καὶ συλλεγομένου τὸ πνεῦμα, μέχρις ἂν ἐγείρας
τὴν φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς συμμαχίαν διὰ λόγων θείων μετὰ
δυνάμεως ἐρρωμενεστάτης ἐπίθηται.
ὁ δὲ Ἰακώβ, πτερνιστὴς γάρ ἐστι,
μεθόδοις καὶ τέχναις τὴν ἀρετὴν οὐκ ἀκονιτὶ κτώμενος — οὐ γὰρ μετωνόμαστό
πω εἰς τὸν Ἰσραήλ — ἀποδιδράσκει τῶν κατὰ Λάβαν πραγμάτων,
τουτέστι χρωμάτων καὶ σχημάτων καὶ συνόλως σωμάτων, ἃ τὸν
νοῦν διὰ τῶν αἰσθητῶν τιτρώσκειν πέφυκεν· ἐπειδὴ γὰρ αὐτὰ νικῆσαι
παρὼν κατὰ τὸ παντελὲς οὐκ ἠδύνατο, φεύγει δεδιὼς τὴν πρὸς αὐτῶν
ἧτταν· καὶ σφόδρα ἐπαίνων ἄξιος· „εὐλαβεῖς“ γάρ φησι Μωυσῆς "ποιήσετε
τοὺς υἱοὺς τοῦ ὁρῶντος“ (Lev. 15, 31), ἀλλ’ οὐ θρασεῖς καὶ τῶν
μὴ καθ’ αὑτοὺς ἐρῶντας.
τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει. καὶ ἀπέδρα αὐτὸς καὶ τὰ
αὐτοῦ πάντα, καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ“
(Gen. 31, 20. 21).
φυσικώτατόν ἐστι τὸ κρύπτειν ὅτι ἀποδιδράσκει καὶ
μὴ ἀναγγέλλειν τῷ ἠρτημένῳ τῶν αἰσθητῶν λογισμῷ Λάβαν· οἷον ἐὰν
κάλλος ἰδὼν αἱρεθῇς αὐτῷ καὶ μέλλῃς πταίειν περὶ αὐτό, φύγε λαθὼν
ἀπὸ τῆς φαντασίας αὐτοῦ καὶ μηκέτι ἀναγγείλῃς τῷ νῷ, τουτέστι μὴ
ἐπιλογίσῃ πάλιν μηδὲ μελετήσῃς· αἱ γὰρ συνεχεῖς ὑπομνήσεις τύπους
ἐγχαράττουσαι τρανοὺς βλάπτουσι τὴν διάνοιαν καὶ ἄκουσαν αὐτὴν
6 στρατιὰν codd., τὴν στρατιὰν Mang.
8 Μώσης codd.
13 ἀκοντὶ ABP
16 ἐπειδὴ codd.: ἐπειδὰν Mang.
17 παρὸν L
18 Μωσῆς codd. 18. 19 σεται L
24 λογισμῷ Wang.: λογισμῶν codd.
25 φύγε codd.: φεῦγε Mang.
27 ἐπιλογήση Η
27 — p. 117,4 Anton. Mel. II
88 Col. 1213 Φίλωνος: αἱ συνεχεῖς ὑπομνήσεις τῆς κτὰ τὸ πάθος φαντασίας τύπους ἐγχαράττουσαι τρανεῖς βλάπτουσι τὴν διάνοιαν καὶ ἃ ἥκουσαν αὐτὴν πολλάκις περιτρέπουσιν· ἐν δὲ τούτοις σωτήριον ἡ φυγ’· τὸ δὲ μνήσκεσθαι καὶ ἀναγγέλλειν καὶ ἀναπολεῖν κρατεῖ καὶ δουλοῦται βιαίως τὸν νοῦν.
μέλλεις ἁλίσκεσθαι πρὸς αὐτοῦ, ἀναγγείλῃς σαυτῇ μηδὲ ἀναπολήσῃς
αὐτό, ἵνα μὴ κρατηθεῖσα κακοδαιμονῇς· ἀλλ’ ἄφετος ὁρμήσασα ἀπόδραθι
ἐλευθερίαν ἀτίθασον δουλείας χειροήθους προκρίνουσα.
Συρία γὰρ ἑρμηνεύεται μετέωρα· ὁ ἀσκητὴς οὖν Ἰακὼβ νοῦς, ὅτε μὲν
ὁρᾷ ταπεινὸν τὸ πάθος, περιμένει λογιζόμενος αὐτὸ νικήσειν κατὰ κράτος,
ὅτε δὲ μετέωρον καὶ ὑψαυχενοῦν καὶ ὑπέρογκον, ἀποδιδράσκει τε ὁ
νοῦς ὁ ἀσκητὴς πρῶτος, εἶτα καὶ τὰ αὐτοῦ πάντα μέρη τῆς ἀσκήσεως,
ἀναγνώσεις, μελέται, θεραπεῖαι, τῶν καλῶν μνῆμαι, ἐγκράτεια, τῶν καθηκόντων
ἐνέργειαι, καὶ διαβαίνει τὸν τῶν αἰσθητῶν ποταμὸν τὸν ἐπικλύζοντα
καὶ βαπτίζοντα τῇ φορᾷ τῶν παθῶν τὴν ψυχήν, καὶ ὁρμᾷ διαβὰς
εἰς τὸν ὑψηλὸν καὶ μετέωρον
„ὥρμησε γὰρ εἰς τὸ ὄρος Γαλαάδ", ἑρμηνεύεται δὲ μετοικία μαρτυρίας, τοῦ θεοῦ μετοικίσαντος τὴν ψυχὴν ἀπὸ τῶν κατὰ Λάβαν παθῶν καὶ
μαρτυρήσαντος αὐτῇ μετανάστασιν, ὅτι λυσιτελὴς καὶ συμφέρουσα, καὶ
ἀπὸ τῶν ταπεινὴν καὶ χαμαίζηλον ἀπεργαζομένων τὴν ψυχὴν κακῶν
εἰς ὕψος καὶ μέγεθος ἀρετῆς προάγοντος.
διὰ τοῦτο ὁ φίλος τῶν αἰσθήσεων καὶ κατ’ αὐτὰς ἀλλὰ μὴ κατὰ νοῦν ἐνεργῶν Λάβαν ἀγανακτεῖ καὶ
διώκει καί φησιν· „ἵνα τί κρυφῇ ἀπέδρας“ (Gen. 31, 26), ἀλλ’ οὐ παρέμεινας
τῇ τοῦ σώματος ἀπολαύσει καὶ τῷ δόγματι τῷ
με“ (ibid.), τουτέστι τὸ φρονεῖν ἔκλεψας.
1 πολλάκις addidi ex Ant. Mel. περιτρέπουσιν Ant. Mel. : προτρέπουσιν codd.
5 σαυτῇ· scripsi: ἑαυτῇ codd.
7 ἀτίθασσον codd.
10 μετέωρος coni. Mang.
15 ποταμῶν AP
17 τόπον addidi λόγον] λόφον coni. Mang.
25 τὰ addidi; τῷ περὶ σῶμα καὶ ἐκτὸς τὰ coni. Wendl.
33 ἐξαπέστειλα (pro priore ἐξαπέστειλας) H
προὔπεμπες, οὐκ ἂν ὄντως ἐξαπέστειλας.
οὐ γὰρ μόνον σέ, ὦ σωμάτων
καὶ χρωμάτων ἑταῖρε Λάβαν, ἀποδιδράσκομεν, ἀλλὰ καὶ πάντα τὰ
σά, ἐν οἷς καὶ αἱ τῶν αἰσθήσεων φωναὶ ταῖς τῶν παθῶν ἐνεργείαις
συνηχοῦσαι· μεμελετήκαμεν γάρ, εἴ γε ἀρετῆς ἐσμεν ἀσκηταί, μελέτην
ἀναγκαίαν, ἣν καὶ Ἰακὼβ ἐμελέτησεν, ἀπολλύναι καὶ διαφθείρειν
Μωυσῆς δημιουργεῖν (Lev. 19, 4)· οὗτοι δ’ εἰσὶν ἀρετῆς μὲν
καὶ εὐπαθείας διάλυσις, κακίας δὲ καὶ παθῶν σύστασίς τε καὶ πῆξις, τὸ
γὰρ χεόμενον διαλυθὲν αὖθις πήγνυται.
αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ
Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις“ (Gen. 35, 4). οὗτοι δ’
εἰσὶ τῶν φαύλων θεοί. ὁ δὲ Ἰακὼβ οὐ λέγεται λαμβάνειν, ἀλλὰ κρύπτειν
καὶ ἀπολλύναι· πάντῃ διηκριβωμένως· ὁ γὰρ ἀστεῖος οὐδὲν λήψεται
πρὸς περιουσίαν τῶν ἀπὸ κακίας, ἀλλὰ κρύψει καὶ ἀφανιεῖ λάθρᾳ·
καθάπερ καὶ Ἀβραὰμ τῷ Σοδόμων βασιλεῖ τεχνάζοντι ἀλόγου φύσεως
ποιήσασθαι ἀντίδοσιν πρὸς λογικήν, ἵππου πρὸς ἄνδρας, φησὶ μηδὲν
λήψεσθαι τῶν ἐκείνου, ἀλλ’ „ἐκτενεῖν“ τὴν ψυχικὴν πρᾶξιν, ὅπερ διὰ
συμβόλου „χεῖρα“ ὠνόμασε, „πρὸς τὸν θεὸν τὸν ὕψιστον“ (Gen. 14, 22),
μὴ γὰρ λήψεσθαι „ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος“ ἀπὸ
πάντων τῶν ἐκείνου, ἵνα μὴ εἴπῃ πλούσιον πεποιηκέναι τὸν ὁρῶντα
πενίαν ἀρετῆς τῆς πλουσίας ἀντιδιδούς.
κρύπτεται μὲν ἀεὶ καὶ φυλάττεται
τὰ πάθη ἐν Σικίμοις — ὠμίασις δὲ ἑρμηνεύεται, ὁ γὰρ πονούμενος
περὶ τὰς ἡδονὰς φυλακτικὸς τῶν ἡδονῶν ἐστιν —, ἀπόλλυται δὲ καὶ
διαφθείρεται παρὰ τῷ σοφῷ, οὐ πρὸς βραχύν τινα χρόνον, ἀλλ’ „ἕως τῆς
σήμερον ἡμέρας“, τουτέστιν ἀεί· ὁ γὰρ αἰὼν ἅπας τῷ σήμερον
2 BH κακιῶν Mang. : κακῶν codd.
9 συνηχοῦσαι Wendl.: συνηχοῦσι codd.
11 τοὺς prius seclusi; pro θεούς priore θετούς coni. Wendl. χονευτοὺς Η οὖς (??)AP, οὑς οὐκ BH
12 Μώσης codd.
16 τοῖς] ταῖς Η καὶ alterum om. L
22 πεποιήσασθαι Η, πεποιήσεσθαι L μηδὲν corr. Turn.: μηδὲ codd.
26 ὁρῶντα] Ἀβραὰμ coni. Mang.
28 ὠμίασις] ὦμος coni. Mang.
31 Orig. de Orat. c.
27 (t. XVII p. 221 Lomm.) . . . ἔθος δὲ πολλαχοῦ τῶν γραφῶν τὸν πάντα αἰῶνα σήμερον καλεῖσθαι.
διὸ καὶ ἐξαίρετον δίδωσι τῷ Ἰωσὴφ τὰ Σίκιμα ὁ Ἰακώβ (Gen. 48, 22), τὰ
σωματικὰ καὶ αἰσθητικά, μετιόντι τὸν ἐν τούτοις πόνον, τῷ δ’ ἐξομολογουμένῳ
Ἰούδᾳ οὐχὶ δόσεις, ἀλλὰ αἴνεσιν καὶ ὕμνους καὶ θεοπρεπεῖς
ᾠδὰς πρὸς τῶν ἀδελφῶν (Gen. 49, 8). τὰ δὲ Σίκιμα ὁ Ἰακὼβ λαμβάνει
οὐ παρὰ θεοῦ, ἀλλ’ „ἐν μαχαίρᾳ καὶ τόξοις“, λόγοις τμητικοῖς
καὶ ἀμυντηρίοις· ὑποτάττει γὰρ καὶ τὰ δεύτερα ἑαυτῷ ὁ σοφός,
ὑποτάξας δὲ οὐ φυλάττει, ἀλλὰ χαρίζεται τῷ πεφυκότι πρὸς αὐτά.
οὐχ ὁρᾷς ὅτι καὶ τοὺς θεοὺς δοκῶν λαμβάνειν οὐκ εἴληφεν, ἀλλὰ ἀπέκρυψε
ἀποκρύπτειν καὶ ἀφανίζειν κακίαν ἐγένετο, εἰ μὴ ᾗ ὁ θεὸς ἐνεφανίσθη,
ἣν καὶ τῶν ἀπορρήτων μυστηρίων ἠξίωσε; φησὶ γάρ· „μὴ κρύψω ἐγὼ
ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ" (Gen. 18, 17) ; εὖ, σῶτερ,
ὅτι τὰ σεαυτοῦ ἔργα ἐπιδείκνυσαι τῇ ποθούσῃ τὰ καλὰ ψυχῇ καὶ οὐδὲν
αὐτὴν τῶν σῶν ἔργων ἐπικέκρυψαι. τούτου χάριν ἰσχύει φεύγειν κακίαν
καὶ ἀποκρύπτειν καὶ συσκιάζειν καὶ ἀπολλύναι ἀεὶ τὸ βλαβερὸν πάθος.
μέσον τὸν νοῦν, ὃς καὶ αὐτὸς μέσος ἐστὶν ὡσανεὶ παραδείσου τῆς ὅλης
ψυχῆς· ὁ γὰρ ἀποδιδράσκων θεὸν καταφεύγει εἰς ἑαυτόν.
δυοῖν γὰρ ὄντων τοῦ τε τῶν ὅλων νοῦ, ὅς ἐστι θεός, καὶ τοῦ ἰδίου, ὁ μὲν φεύγων
ἀπὸ τοῦ καθ’ αὑτὸν καταφεύγει ἐπὶ τὸν συμπάντων — ὁ γὰρ νοῦν τὸν ἴδιον
ἀπολείπων ὁμολογεῖ μηδὲν εἶναι τὰ κατὰ τὸν ἀνθρώπινον νοῦν, ἅπαντα
δὲ προσάπτει θεῷ —, ὁ δὲ πάλιν ἀποδιδράσκων θεὸν τὸν μὲν οὐδενὸς
αἴτιόν φησιν εἶναι, τῶν δὲ γινομένων ἁπάντων ἑαυτόν·
λέγεται γοῦν παρὰ πολλοῖς, ὅτι τὰ ἐν τῷ κόσμῳ πάντα φέρεται χωρὶς ἡγεμόνος
ἀπαυτοματίζοντα, τέχνας δὲ καὶ ἐπιτηδεύματα καὶ νόμους καὶ ἔθη καὶ
πολιτικὰ καὶ ἴδια καὶ κοινὰ δίκαια πρός τε ἀνθρώπους καὶ πρὸς τὰ
ἄλογα ζῷα ἔθετο μόνος ὁ ἀνθρώπινος νοῦς.
ἀλλ’ ὁρᾷς, ὦ ψυχή, τῶν δοξῶν τὸ παραλλάττον· ἡ μὲν γὰρ τὸν ἐπὶ μέρους τὸν γενητὸν καὶ
1 scripsi: ἡμέριος codd.; ἡμερινὸς coni. Turn. (cf. Lobeck Phryn. p. 53)
4 αἴνεσιν] ἄνεσιν L
7 δεύτερα] τυχηρὰ coni. Mang.
10 ψυχὴ Η
15 ἀῶ L
16 ἀποκρύπτειν scripsi: ἐπικρύπτειν codd.
22 ὄντων codd.: ὄντοιν V
23 τὸν συμπάντων corr. Turn.: τῶν συμπάντων codd. ὁ γὰρ scripsi : ὁ δὲ codd., ὃς δὴ coni. Wendl.
28 ἀπαυτοματισθέντα coni. Mang., ἀπαυτοματιζόμενα Wendl.
31 τὸ παραλλάττον Jacobs et Creuzer: τὸ παράλογον codd, τῶν ἐπὶ ABP γεννητὸν codd.
νοῦν σύμμαχον ἐπισπᾶται πλημμελῶς.
ἐπ’ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται“ (Exod. 22, 1. 2). ἐὰν γάρ
τις τὸν ἑστῶτα καὶ ὑγιῆ καὶ ὀρθὸν διακόψῃ καὶ διέλῃ λόγον, ὃς θεῷ
μόνῳ τὸ πάντα δύνασθαι μαρτυρεῖ, καὶ εὑρεθῇ ἐν τῷ διορύγματι
τουτέστιν ἐν τῷ τετρημένῳ καὶ διῃρημένῳ, ὃς τὸν ἴδιον νοῦν ἐνεργοῦντα
οἶδεν, ἀλλ’ οὐ θεόν, κλέπτης ἐστὶ τὰ ἀλλότρια ἀφαιρούμενος·
θεοῦ γὰρ
τὰ πάντα κτήματα, ὥστε ὁ ἑαυτῷ τι προσνέμων τὰ ἑτέρου νοσφίζεται
καὶ πληγὴν ἔχει παγχάλεπον καὶ δυσίατον, οἴησιν, πρᾶγμα ἀμαθίας καὶ
ἀπαιδευσίας συγγενές. τὸν δὲ πλήττοντα παρησύχασεν· οὐ γάρ ἐστιν
ἕτερος τοῦ πληττομένου· ἀλλ’
καὶ τὸ τοῦ ὑπομένοντος πάθος αὐτὸς ἐκδέχεται —, οὕτως ὁ κλέπτων
τὰ θεοῦ καὶ ἑαυτῷ ἐπιγράφων ὑπὸ τῆς ἑαυτοῦ ἀθεότητός τε καὶ οἰήσεως
αἰκίζεται.
εἴθε μέντοι πληχθεὶς ἀποθάνοι, τουτέστιν ἄπρακτος διατελέσειεν·
ἧττον γὰρ ἁμαρτάνειν δόξει. τῆς γὰρ κακίας ἡ μὲν ἐν σχέσει
θεωρεῖται, ἡ δὲ ἐν κινήσει θεωρεῖται· νεύει δὲ πρὸς τὰς τῶν ἀποτελεσμάτων
ἐκπληρώσεις ἡ ἐν τῷ κινεῖσθαι, διὸ καὶ χείρων τῆς κατὰ
σχέσιν ἐστίν.
ἐὰν οὖν ἡ διάνοια ἀποθάνῃ ἡ δοξάζουσα αὑτὴν αἰτίαν
τῶν γινομένων, ἀλλὰ μὴ θεόν, τουτέστιν ἠρεμήσῃ καὶ συσταλῇ, οὐκ
ἔστιν αὐτῇ φόνος· οὐκ ἀνῄρηκε τελέως τὸ ἔμψυχον δόγμα τὸ θεῷ τὰς
ἁπάσας δυνάμεις ἐπιγράφον· ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος, τουτέστιν ὁ φαινόμενος
λαμπρὸς νοῦς ἐν ἡμῖν, καὶ δόξῃ πάντα διορᾶν καὶ πάντα βραβεύειν
καὶ μηδὲν ἐκφεύγειν ἑαυτόν, ἔνοχός ἐστιν, ἀνταποθανεῖται τοῦ
ἐμψύχου δόγματος ὃ ἀνεῖλε, καθ’ ὃ μόνος αἴτιός ἐστιν ὁ θεός, εὑρισκόμενος
ἄπρακτος καὶ νεκρὸς ὄντως αὐτός, ἀψύχου καὶ θνητοῦ καὶ πλημμελοῦς
δόγματος εἰσηγητὴς γεγενημένος.
ἱερὸς λόγος τιθέντι ἐν ἀποκρύφῳ γλυπτὸν ἢ χωνευτόν, ἔργον χειρῶν
1 ἀγέννητον codd.
2 ὄντως] δεόντως coni. Mang.
4 Μώσης codd. ἐν om. codd.
8 τὸ scripsi: τῶ codd., τὰ v
9 τετρημένῳ Mang.: τετρωμένω codd.
15 κτείνων — κτείνεται coni. Mang.
16 ἐνδέχεται coni. Mang.
17 ἑαυτοῦ AP: αὐτοῦ BH
20 θεωρεῖται prius om. Mang.
22 αὐτὴν P
24 τὸ θεῶ codd.: τῷ θεῷ Mang.
25 ἐπιγράφον Mang.: ἐπιγράφειν codd.
27 μηδὲν Mang.: μηδὲ codd.
28 καθ’ ὃ] καθὸ ΒΗ, καθὸ ὁ AP
μὲν γὰρ τεχνική τις εἶναι, ὅτι κατὰ τῆς ἀληθείας ἀμούσους πιθανότητας
μεμελέτηκας, ἄτεχνος δὲ ἀνευρίσκῃ νόσον χαλεπὴν ψυχῆς ἀμαθίαν
οὐκ ἐθέλουσα θεραπεύεσθαι.
συλλογισάμενος τὸν προστατεῖν λέγοντα
κατανοήσας γὰρ τὸν πόνον τοῦ τὸν θεὸν ὁρῶντος, ὃν ἐπιτίθησιν αὐτῷ ὁ βασιλεὺς τῆς Αἰγύπτου,
ἡ τῶν παθῶν ἡγεμονὶς κακία, ὁρᾷ τὸν Αἰγύπτιον ἄνθρωπον, τὸ
ἀνθρώπειον καὶ ἐπίκηρον πάθος, τύπτοντα καὶ αἰκιζόμενον τὸν ὁρῶντα,
περιβλεψάμενος δὲ τὴν ὅλην ψυχὴν ὧδε κἀκεῖσε καὶ μηδένα ἰδὼν ἑστῶτα,
ὅτι μὴ τὸν ὄντα θεόν, τὰ δ’ ἄλλα κλονούμενα καὶ σαλευόμενα,
οὗτος μὲν οὖν ἀποκέκρυπται εἰς αὑτόν· ὁ δὲ ἐναντίος τούτῳ φεύγει μὲν ἀφ’ ἑαυτοῦ,
καταφεύγει δ’ ἐπὶ τὸν τῶν ὄντων θεόν.
ἀλλ’ ὅμως χάρις τῷ φιλοδώρῳ, ὅτι οὕτω σπέρματα
ἐν ψυχῇ βαλέσθαι φησὶ τηλαυγῆ καὶ λαμπρὰ καὶ δι’ ὅλων νοερὰ ὡς
τοὺς ἀστέρας ἐν οὐρανῷ. οὐ παρέργως δὲ πρόσκειται τῷ „ἐξήγαγεν
αὐτὸν“ τὸ „ἔξω“; τίς γὰρ ἔνδον ἐξάγεται; ἀλλὰ μήποτε ὃ λέγει τοιοῦτόν
ἐστιν· ἐξήγαγεν αὐτὸν εἰς τὸ ἐξωτάτω χωρίον, οὐκ εἴς τι τῶν
ἐκτός, ὃ δύναται ὑπ’ ἄλλων περιέχεσθαι· ὥσπερ γὰρ ἐν ταῖς οἰκίαις τοῦ
θαλάμου ἐκτὸς μέν ἐστιν ὁ ἀνδρών, ἐντὸς δὲ ὁ αὐλών, καὶ ἡ αὔλειος
5 ἃ χρὴ—ἀληθείας om. L
5 ἀμούσους ABP: ἀμούσας H
8 τὸν ὄντα AP: τὰ ὄντα BH μαρτυρήσει codd.: μαρτυρεῖ Mang. Μώσης codd.
10 τὰ addidi
14 ἐπίκηρον Mang.: ἐπίκαιρον codd. τύπτοντα scripsi: τύπτον codd.
17 τὸν codd.: τὴν V κρύπτειν H συμπεφορημέωῳ coni. Mang.
18 ἑνώσεως Mang.: γνώσεως codd. 18.
19 μὲν οὑν ABP: οὖν om. H
19 αὐτόν codd., corr. Mang.
23 περιαθροῖσαι L
25 νοερὰ scripsi: νεαρὰ codd.
26 τῳ] τὸ H
30 ἐντὸς δὲ Mang.: ἐκτὸς δὲ codd. αὐλών] κοιτών coni. L. Dindorf in Steph. Thes.
οὕτως οὖν ἀκουστέον· τὸν
νοῦν εἰς τὸ ἐξώτατον ἐξήγαγε. τί γὰρ ὄφελος ἦν καταλιπεῖν αὐτὸν τὸ
σῶμα, καταφυγεῖν δὲ ἐπ’ αἴσθησιν; τί δὲ αἰσθήσει μὲν ἀποτάξασθαι,
λόγῳ δὲ ὑποστεῖλαι τῷ γεγωνῷ; χρὴ γὰρ τὸν μέλλοντα νοῦν ἐξάγεσθαι
καὶ ἐν ἐλευθερίᾳ ἀφίεσθαι πάντων ὑπεκστῆναι, σωματικῶν ἀναγκῶν, αἰσθητικῶν
ὀργάνων, [κατα]λόγων σοφιστικῶν, πιθανοτήτων, τὰ τελευταῖα
καὶ ἑαυτοῦ.
οὗ ἕνεκα καὶ ἡ τῆς ψυχῆς χαρὰ Ἰσαάκ, ὅταν
ἀδολεσχῇ καὶ ἰδιάζῃ θεῷ, ἐξέρχεται ἀπολείπων ἑαυτὸν καὶ τὸν ἴδιον
νοῦν· „ἐξῆλθε“ γάρ φησιν „Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς
δείλης“ (Gen. 24, 63). καὶ Μωυσῆς δὲ ὁ προφητικὸς λόγος φησίν·
„ὅταν ἐξέλθω τὴν πόλιν“, τὴν ψυχήν — πόλις γάρ ἐστι καὶ αὕτη τοῦ
ζῴου νόμους διδοῦσα καὶ ἔθη — „ἐκπετάσω τὰς χεῖρας“ (Exod. 9, 29),
καὶ ἀναπετάσω καὶ ἐξαπλώσω πάσας τὰς πράξεις θεῷ μάρτυρα καλῶν
καὶ ἐπίσκοπον ἑκάστης, ὃν κακία κρύπτεσθαι οὐ πέφυκεν,
ὅταν μέντοι διὰ πάντων ἡ ψυχὴ καὶ λόγων
καὶ ἔργων ἐξαπλωθῇ καὶ ἐκθειασθῇ, παύονται τῶν αἰσθήσεων αἱ φωναὶ
καὶ πάντες οἱ ὀχληροὶ καὶ δυσώνυμοι ἦχοι· φωνεῖ γὰρ καὶ καλεῖ τὸ
μὲν ὁρατὸν τὴν ὅρασιν ἐφ’ ἑαυτό, ἡ δὲ φωνὴ τὴν ἀκοήν, ὁ δὲ ἀτμὸς
τὴν ὄσφρησιν, καὶ συνόλως τὸ αἰσθητὸν τὴν αἴσθησιν ἐφ’ ἑαυτὸ προσκαλεῖται·
ταῦτα δὲ πάντα παύεται, ὅταν ἐξελθοῦσα τὴν ψυχῆς πόλιν ἡ
διάνοια θεῷ τὰς ἑαυτῆς πράξεις καὶ διανοήσεις ἀνάψῃ.
1 οὕτω Η
2 τοῦ seclusi, εἶναί του coni. Wendl.
5 τῷ γεγωνῷ Markland: τὸ γεγονός codd.
7 καταλόγων codd., κάτα seclusi, εὐλόγων καὶ coni. Mang., παραλόγων καὶ Jacobs, καταληπτικῶν λόγων Diels
8 δι’ ὃ Turn.: δι’ ὃν codd.
9 τοῦ οἴκου om. L
10 τὸν addidi
11 ὃν addidi; ἀλλ’ ὃν coni. Mang.
13 ἰδιάζῃ] ἰάζη L 1.5 Μώσης codd,
19 ὃν scripsi: οὗ codd. οὐ πέφυκεν] ἐκπέφυκεν H
23 αὑτό Α
26 ἀνάψῃ] ἀναπλώσῃ vel ἀναπετάσῃ coni. Mang.
27 Μωσεῖ codd.
28 ἀνεμιαῖοι scripsi: ἄνεμοι ΑΒΡΗ, ἄναιμοι L, ἀνέμιοι Turn. Mang. κοῦφαι scripsi: κοῦφοι codd.
29 ἀσάλευτοι L
Ὤρ, ὅ ἐστι φῶς, ἀνέρχεται (Num. 20, 25)· τὸ γὰρ τέλος τοῦ λόγου
ἀλήθειά ἐστιν ἡ φωτὸς τηλαυγεστέρα, εἰς ἣν σπουδάζει ὁ λόγος ἐλθεῖν.
οὐχ ὁρᾷς ὅτι καὶ τὴν παρὰ τοῦ θεοῦ σκηνὴν (Exod. 33, 7) λαβών, τουτέστι σοφίαν, ἐν ᾗ κατασκηνοῖ καὶ ἐνοικεῖ ὁ σοφός, ἔπηξε καὶ ἐβεβαιώσατο
καὶ κραταιῶς ἱδρύσατο, οὐκ ἐν τῷ σώματι, ἀλλ’ ἔξω τούτου;
παρεμβολῇ γὰρ αὐτὸ ἀπεικάζει, στρατοπέδῳ πολέμων καὶ κακῶν ὅσα
πόλεμος ἐργάζεται πλήρει, μετουσίαν εἰρήνης οὐκ ἔχοντι. „καὶ ἐκλήθη
ἡ σκηνὴ μαρτυρίου“, σοφία μαρτυρουμένη ὑπὸ θεοῦ· καὶ γὰρ „πᾶς ὁ
ζητῶν κύριον ἐξεπορεύετο“, παγκάλως·
εἰ γὰρ ζητεῖς θεόν, ὦ διάνοια, ἐξελθοῦσα ἀπὸ σαυτῆς ἀναζήτει, μένουσα δὲ ἐν τοῖς σωματικοῖς ὄγκοις
ἢ ταῖς κατὰ νοῦν οἰήσεσιν ἀζητήτως ἔχεις τῶν θείων, κἂν ἐπιμορφάζῃς
ὅτι ζητεῖς· εἰ δὲ ζητοῦσα εὑρήσεις θεόν, ἄδηλον, πολλοῖς γὰρ οὐκ ἐφανέρωσεν
ἑαυτόν, ἀλλ’ ἀτελῆ τὴν σπουδὴν ἄχρι παντὸς ἔσχον· ἐξαρκεῖ
μέντοι πρὸς μετουσίαν ἀγαθῶν καὶ ψιλὸν τὸ ζητεῖν μόνον, ἀεὶ γὰρ αἱ
ἐπὶ τὰ καλὰ ὁρμαί, κἂν τοῦ τέλους ἀτυχῶσι, τοὺς χρωμένους προευφραίνουσιν.
οὕτως ὁ μὲν φαῦλος ἀρετήν γε φεύγων καὶ θεὸν ἀποκρυπτόμενος ἐπ’ ἀσθενῆ βοηθὸν καταφεύγει τὸν ἴδιον νοῦν, ὁ δὲ σπουδαῖος ἔμπαλιν
ἑαυτὸν ἀποδιδράσκων ἀναστρέφει πρὸς τὴν τοῦ ἑνὸς ἐπίγνωσιν,
Ποῦ εἶ“ (Gen. 3, 9) ; διὰ τί μόνος καλεῖται ὁ Ἀδάμ, συγκεκρυμμένης
αὐτῷ καὶ τῆς γυναικός; λεκτέον οὖν πρῶτον, ὅτι καλεῖται ὁ νοῦς ὅπου
ἦν, ὅταν ἔλεγχον λαμβάνῃ καὶ ἐπίστασιν τῆς τροπῆς· οὐ μόνον
1 δὲ add. Wendl., γὰρ Mang.
11 πλήρη codd., corr. Mang.
13 ὦ διάνοια add. D: om. codd.
15 ἢ—οἰήσεσιν om. D ἀζήτως Η ἐπιμορφάζῃ Dc
16 ὅτε DR ζητῇς H ζητοῦσα D: ζητῶν codd. 16.
17 ἐφανέρωσεν D: ἐγνώρισεν codd.
17 ἀτελῆ D: ἀπλῆν ABP, ἁ πλὴν Η τὴν om. L μέχρι D
18 μέντοι] γὰρ D ἀεὶ om. D αἱ γὰρ D
19 ἀτυχῶσι τοῦ τέλους transp. D
27 ἐπίστασιν scripsi: ἐπίσπασιν codd. δ’ addidi
συγκέκληται οὖν τῷ Ἀδὰμ
τῷ νῷ καὶ ἡ γυνὴ αἴσθησις· ἰδίᾳ δ’ αὐτὴν οὐ καλεῖ· διὰ τί; ὅτι ἄλογος
οὖσα ἔλεγχον ἐξ ἑαυτῆς λαμβάνειν οὐ δύναται· οὔτε γὰρ ἡ ὅρασις οὔθ’
ἡ ἀκοὴ οὔτε τις τῶν ἄλλων αἰσθήσεων διδακτή, ὥστε οὐ δύναται κατάληψιν
πραγμάτων ποιήσασθαι· μόνων γὰρ σωμάτων διακριτικὴν εἰργάσατο
αὐτὴν ὁ ἐργασάμενος· ὁ δὲ νοῦς ὁ διδασκόμενός ἐστιν, οὗ χάριν αὐτὸν
ἀλλ’ οὐ τὴν αἴσθησιν προκέκληται.
ἴσον τῷ „ἐν τόπῳ ὑπάρχεις“ βαρυτονουμένου τοῦ „ποὺ εἶ“· ἐπειδὴ γὰρ
ᾠήθης τὸν θεὸν ἐν τῷ παραδείσῳ περιπατεῖν καὶ ὑπὸ τούτου περιέχεσθαι,
μάθε ὅτι
γὰρ αὐτὸ ἀλλ’ οὐ περιέχειν ἀναγκαῖον.
δεύτερον δὲ τὸ λεγόμενον
ἴσον ἐστὶ τούτῳ· ποῦ γέγονας, ὦ ψυχή; ἀνθ’ οἵων ἀγαθῶν οἷα
ᾕρησαι κακά; καλέσαντός σε τοῦ θεοῦ πρὸς μετουσίαν ἀρετῆς κακίαν
μετέρχῃ, καὶ τὸ τῆς ζωῆς ξύλον, τουτέστι σοφίας ᾗ δυνήσῃ ζῆν, παρασχόντος
εἰς ἀπόλαυσιν ἀμαθίας καὶ φθορᾶς ἐνεφορήθης, κακοδαιμονίαν
τὸν ψυχῆς θάνατον εὐδαιμονίας τῆς ἀληθινῆς ζωῆς προκρίνασα;
τρίτον
ἐστὶ τὸ πευστικόν, πρὸς ὃ δύο γένοιντ’ ἂν ἀποκρίσεις· μία μὲν πυνθανομένῳ
„ποῦ εἶ“ ἡ „οὐδαμοῦ“, τόπον γὰρ οὐδένα ἔχει ἡ τοῦ φαύλου
ψυχή, ᾧ ἐπιβήσεται ἢ ἐφ’ οὗ ἱδρυθήσεται, παρὸ καὶ ἄτοπος λέγεται
εἶναι ὁ φαῦλος — ἄτοπον δέ ἐστι κακὸν δύσθετον —· τοιοῦτος δ’ ὁ μὴ
ἀστεῖος, σαλεύων καὶ κλονούμενος ἀεὶ καὶ πνεύματος τρόπον ἀστάτου
διαφερόμενος, βεβαίου τὸ
ἑτέρα
δὲ γένοιτ’ ἂν ἀπόκρισις τοιάδε, ᾗ κέχρηται καὶ ὁ Ἀδάμ· ποῦ εἰμι
ἄκουε· ὅπου οἱ τὸν θεὸν ἰδεῖν ἀδυνατοῦντες, ὅπου οἱ θεοῦ οὐκ ἀκούοντες,
ὅπου οἱ τὸ αἴτιον ἀποκρυπτόμενοι, ὅπου οἱ φεύγοντες ἀρετήν, ὅπου
2 οὐδὲ] οὐδὲν L
3 ἥτις—αἴσθησις (4) om. P γυνή corr. Turn.: γυμνή codd.
4 νῷ scripsi: νοΐ codd. (corr. ex νωΐ Α)
9 προσκέκληται coni. Mang.
10 ἀποφαντικὸν Diels: ἀπόφαντόν codd.
11 τοῦ] τὸ Η
13 οὐκ add. Mang. εὖ τοῦτο codd.: τοῦτο εὖ V
14 ποῦ HP
16 αὐτὸν codd., corr. Turn.
19 ζῆν om. Η 19.
20 παρασχεῖν Η
22 γένοιτ’ ΒΗ
23 οὐδαμοῦ scripsi: οὐδαμῶς codd. τόπον] τύπον H
24 ἱδρυνθήσεται codd.
25 τοιοῦτο ΒΗ
27 ἑταῖρος corr. Turn.: ἑτέρας codd.
30 ἀποκρυπτόμενοι Mang.: ἐπικρυπτόμενοι codd.
ἀπεδείξαμεν.
"Ἡ γυνὴ“ φησίν „ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ
τοῦ ξύλου, καὶ ἔφαγον“ (Gen. 3, 12). εὖ τὸ μὴ φάναι, ἡ γυνὴ ἣν
ἔδωκας ἐμοί, ἀλλὰ „μετ’ ἐμοῦ“· οὐ γὰρ ἐμοὶ ὡς κτῆμα τὴν αἴσθησιν
ἔδωκας, ἀλλὰ καὶ αὐτὴν ἀφῆκας ἄνετον καὶ ἐλευθέραν, κατά τινα τρόπον
οὐχ ὑπείκουσαν τοῖς τῆς ἐμῆς διανοίας ἐπιτάγμασιν· ἐὰν γοῦν βουληθῇ
ὁ νοῦς προστάξαι τῇ ὁράσει μὴ ἰδεῖν, οὐδὲν ἧττον αὕτη τὸ ὑποκείμενον
ὄψεται· καὶ ἡ ἀκοὴ μέντοι προσπεσούσης φωνῆς ἀντιλήψεται
πάντως, κἂν ὁ νοῦς φιλονεικῶν διακελεύηται αὐτῇ μὴ ἀκούειν· καὶ μὴν
ἥ γε ὄσφρησις ἀτμῶν χωρησάντων εἰς αὐτὴν ὀσφρήσεται, κἂν ὁ νοῦς
ἀπαγορεύῃ μὴ ἀντιλαβέσθαι.
διὰ τοῦτο ὁ θεὸς οὐκ ἔδωκεν αἴσθησιν τῷ ζῴῳ, ἀλλὰ μετὰ τοῦ ζῴου· τὸ δὲ τοῦτ’ ἐστίν· ἅπαντα αἴσθησις μετὰ
τοῦ ἡμετέρου νοῦ γνωρίζει καὶ ἅμα αὐτῷ· οἷον ἡ ὅρασις ἅμα τῷ νῷ
ἐπιβάλλει τῷ ὁρατῷ· εἶδέ τε γὰρ ὁ ὀφθαλμὸς τὸ σῶμα καὶ εὐθὺς ὁ
νοῦς κατέλαβε τὸ ὁραθέν, ὅτι μέλαν ἢ λευκὸν ἢ ὠχρὸν ἢ φοινικοῦν ἢ
τρίγωνον ἢ τετράγωνον ἢ στρογγύλον ἢ τὰ ἄλλα χρώματά τε καὶ σχήματα·
καὶ πάλιν ἡ ἀκοὴ ἐπλήχθη ὑπὸ τῆς φωνῆς καὶ μετ’ αὐτῆς ὁ
νοῦς· τεκμήριον δέ, ἔκρινεν εὐθὺς τὴν φωνήν, ὅτι λεπτὴ ἢ μέγεθος
ἔχουσα ἢ ἐμμελὴς καὶ εὔρυθμος καὶ πάλιν εἰ ἐκμελής τε καὶ οὐκ ἐναρμόνιος·
καὶ ταὐτὸν ἐπὶ τῶν ἄλλων αἰσθήσεων εὑρίσκεται. πάνυ δὲ καλῶς καὶ τὸ προσθεῖναι τὸ „αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου“· τὸν γὰρ
ξύλινον καὶ αἰσθητὸν ὄγκον τῷ νῷ οὐδεὶς δίδωσιν, ὅτι μὴ αἴσθησις· τίς
γὰρ ἔδωκε τῇ διανοίᾳ γνωρίσαι τὸ σῶμα ἢ τὸ λευκόν; οὐχ ἡ ὄψις;
τίς δὲ τὴν φωνήν; οὐχ ἡ ἀκοή; τίς δὲ τὸν ἀτμόν; οὐχ ἡ ὄσφρησις;
τίς δὲ τὸν χυλόν; οὐχ ἡ γεῦσις;
μήποτ’ οὖν ἀλληγοροῦντες λύσομεν
τὸ ἀπορηθὲν καὶ δείξομεν τὴν γυναῖκα εὐθυβόλως πρὸς τὸ πύσμα
ἀποκρινομένην. ἀνάγκη γάρ ἐστιν αὐτῆς φαγούσης καὶ τὸν ἄνδρα φαγεῖν·
ὅταν γὰρ ἡ αἴσθησις ἐπιβάλλουσα τῷ αἰσθητῷ πληρωθῇ τῆς αὐτοῦ
φαντασίας, εὐθὺς καὶ ὁ νοῦς συμβέβληκε καὶ ἀντελάβετο καὶ τρόπον τινὰ
τροφῆς τῆς ἀπ’ ἐκείνου πεπλήρωται. τοῦτ’ οὖν φησιν· ἄκουσα δέδωκα
τῷ ἀνδρί· προσβαλούσης γάρ μου τῷ ὑποκειμένῳ, ὀξυκίνητος ὢν αὐτὸς
ἐφαντασιώθη καὶ ἐτυπώθη.
καὶ τὸ μέλαν καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν δίδωσιν ἡ αἴσθησις τῷ νῷ,
οὐχὶ ἀπατῶσα ἀλλὰ πρὸς ἀλήθειαν· τοιαῦτα γάρ ἐστι τὰ ὑποκείμενα,
οἵα καὶ ἡ ἀπ’ αὐτῶν προσπίπτουσα φαντασία, κατὰ τοὺς πλείστους τῶν
μὴ φυσικώτερον φυσιολογούντων· ἡ δὲ ἡδονὴ οὐχ οἷόν ἐστι τὸ ὑποκείμενον,
τοιοῦτον αὐτὸ γνωρίζει τῇ διανοίᾳ, ἀλλ’ ἐπιψεύδεται τέχνῃ τὸ
ἀλυσιτελὲς εἰς συμφέροντος τάξιν ἐμβιβάζουσα·
ὥσπερ καὶ τῶν ἑταιρῶν
τὰς εἰδεχθεῖς ἰδεῖν ἔστι φαρματτούσας καὶ ὑπογραφομένας τὴν ὄψιν, ἵνα
τὸ περὶ αὐτὰς αἶσχος ἐπικρύψωσι, καὶ τὸν ἀκρατῆ ἐπὶ τὴν γαστρὸς
νενευκότα ἡδονήν· οὗτος τὸν πολὺν ἄκρατον καὶ τῶν σιτίων τὴν παρασκευὴν
ἀποδέχεται ὡς ἀγαθόν, βλαπτόμενος καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν
ἀπ’ αὐτῶν·
πάλιν τοὺς ἐρῶντας ἰδεῖν ἔστι πολλάκις ἐπὶ γυναίων
αἰσχίστων ὀφθῆναι ἐπιμεμηνότας, τῆς ἡδονῆς ἀπατώσης καὶ μονονουχὶ
διεξιούσης, ὅτι εὐμορφία καὶ εὔχροια καὶ εὐσαρκία καὶ τῶν μερῶν ἀναλογία
περὶ τὰς πάντα τὰ ἐναντία τούτοις ἐχούσας ἐστί· τὰς γοῦν πρὸς
πᾶσα οὖν ἀπάτη οἰκειοτάτη ἡδονῇ, δόσις δὲ αἰσθήσει·
3 αὐτὴ] καὶ αὐτὴ H, καὶ αὐτὴ v
5 λύσομεν scripsi: λύσωμεν codd.
6 δείξομεν L: δείξωμεν ceteri
9 συμβέβηκε L
11 προσβαλλούσης L
18 οἷα H προπίπτουσα codd., corr. Turn.
21 ἐκβιβάζουσα L
23 αὐτὰς codd.: αὑτὰς v τήν] τῆς H —26 verba καὶ τὸν ἀκρατῆ — ἀπ’ αὐτῶν sententiam turbant
24 ἡδονὴν οὕτως
28 μερῶν] μελῶν coni. Mang.
31 κατατήκονται] ἔρωτι addendum censet Mang. πᾶσα Mang.: πάση codd.
σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων
τῆς γῆς. ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγεσαι πάσας
τὰς ἡμέρας τῆς ζωῆς σου. καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ
μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος
αὐτῆς. αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ
πτέρναν“ (Gen. 3, 14. 15). διὰ τίνα αἰτίαν χωρὶς ἀπολογίας καταρᾶται
τῷ ὄφει, κελεύων ἐν ἑτέροις
καὶ μὴν ὁρᾷς ὅτι τῷ Ἀδὰμ οὐ προπεπίστευκε κατὰ τῆς γυναικός, ἀλλὰ δίδωσιν
αὐτῇ εἰς ἀπολογίαν ἀφορμήν, ὅταν πυνθάνηται „τί τοῦτο ἐποίησας“
(Gen. 3, 13) ; ἡ δέ γε ὁμολογεῖ πταῖσαι παρὰ τὴν τῆς ὀφιώδους καὶ
ποικίλης ἡδονῆς ἀπάτην. τί οὖν ἐκώλυε, καὶ τῆς γυναικὸς εἰπούσης
ὅτι ὁ ὄφις ἠπάτησέ με, πυθέσθαι τοῦ ὄφεως, εἰ οὗτος ἠπάτησεν, ἀλλὰ
μὴ ἀκρίτως χωρὶς ἀπολογίας καταρᾶσθαι;
λεκτέον οὖν ὅτι ἡ αἴσθησις οὔτε τῶν φαύλων οὔτε τῶν σπουδαίων ἐστίν, ἀλλὰ μέσον τι αὕτη καὶ
κοινὸν σοφοῦ τε καὶ ἄφρονος, καὶ γενομένη μὲν ἐν ἄφρονι γίνεται φαύλη,
ἐν ἀστείῳ δὲ σπουδαία. εἰκότως οὖν, ἐπειδὴ φύσιν ἐξ ἑαυτῆς μοχθηρὰν
οὐκ ἔχει, ἀλλ’ ἐπαμφοτερίζουσα νεύει πρὸς ἑκάτερα τό τε εὖ καὶ χεῖρον,
οὐ καταδικάζεται πρὶν ὁμολογῆσαι, ὅτι ἠκολούθησε τῷ χείρονι.
ὁ δὲ ὄφις ἡ ἡδονὴ ἐξ ἑαυτῆς ἐστι μοχθηρά· διὰ τοῦτο ἐν μὲν σπουδαίῳ
οὐχ εὑρίσκεται τὸ παράπαν, μόνος δ’ αὐτῆς ὁ φαῦλος ἀπολαύει. κατὰ
τὸ οἰκεῖον οὖν μὴ διδοὺς ἀπολογίαν αὐτῇ καταρᾶται ὁ θεός, σπέρμα
ἀρετῆς οὐκ ἐχούσῃ, ἀλλὰ αἰεὶ καὶ πανταχοῦ ἐπιλήπτῳ καὶ μιαρᾷ καθεστώσῃ.
ἡμῶν τὸ σῶμα — Εἲρ γὰρ δερμάτινος ἑρμηνεύεται — πονηρόν τε καὶ
ἐπίβουλον τῆς ψυχῆς οὐκ ἀγνοεῖ καὶ νεκρὸν καὶ τεθνηκὸς αἰεί· μὴ γὰρ
5 πάντων prius] πασῶν Η
9 κεφαλήν codd.: τὴν κεφαλήν v
11 ὡς addidi εἰκὸς στῆναι codd.: ἀκουσθῆναι v
14 εἰς ἀπολογίαν ΑΒΡΗ, εἰς om. L, ἀπολογίας v
17 εἰ οὕτως οὗτος Mang., οὕτως om. codd. οὗτος] fort. ὄντως, quod coni. Mang. pro οὕτως
21 φύσιν corr. Turn.: φησιν codd. μοχθηρὰν corr. Turn.: μοχθηρίαν codd.
26 διδοὺς scripsi: διδούσῃ codd.
28 Εἲρ codd.
29 ἀποκτενεῖ codd.
32 νοήσῃς scripsi νοήσειέ τις coni. Mang.): ποιήσης AP, ποιήσεις ΒΗ, ποιήσειε v
ὁ μὲν ἐρρωμενέστατος ἀθλητὴς οὐκ
ἂν ἰσχύσαι τὸν ἑαυτοῦ πρὸς βραχὺν χρόνον ἀνδριάντα κομίσαι, ἡ δὲ ψυχὴ
μέχρις ἑκατονταετίας ἔστιν ὅτε τὸν τοῦ ἀνθρώπου φέρει κούφως ἀνδριάντα
μὴ κάμνουσα· οὐ γὰρ νῦν αὐτὸν ἀπέκτεινεν, ἀλλ’ ἐξ ἀρχῆς
νεκρὸν τὸ σῶμα ἀπειργάσατο.
πονηρὸν δὲ φύσει μέν, ὡς εἶπον, ἐστὶ
καὶ ψυχῆς ἐπίβουλον, οὐ φαίνεται δὲ πᾶσιν, ἀλλὰ μόνῳ τῷ θεῷ καὶ εἴ
τις θεῷ φίλος· „ἐναντίον“ γάρ φησι „κυρίου πονηρὸς Εἴρ“. ὅταν γὰρ
ὁ νοῦς μετεωροπολῇ καὶ τὰ τοῦ κυρίου μυστήρια μυῆται, πονηρὸν καὶ
δυσμενὲς κρίνει τὸ σῶμα· ὅταν δὲ ἀποστῇ τῆς τῶν θείων ἐρεύνης, φίλον
αὑτῷ καὶ συγγενὲς καὶ ἀδελφὸν ἡγεῖται, καταφεύγει γοῦν ἐπὶ τὰ φίλα
τούτῳ.
διὰ τοῦτο ἀθλητοῦ ψυχὴ καὶ φιλοσόφου διαφέρει· ὁ μὲν γὰρ
ἀθλητὴς πάντα ἐπὶ τὴν τοῦ σώματος εὐεξίαν ἀναφέρει καὶ τὴν ψυχὴν
αὐτὴν πρόοιτ’ ἂν ὑπὲρ αὐτοῦ ἅτε φιλοσώματος ὑπάρχων, ὁ δὲ φιλόσοφος
ἐραστὴς ὢν τοῦ καλοῦ τοῦ ζῶντος ἐν ἑαυτῷ κήδεται ψυχῆς, τοῦ
δὲ νεκροῦ ὄντως σώματος ἀλογεῖ μόνον στοχαζόμενος, ἵνα μὴ ὑπὸ κακοῦ
καὶ νεκροῦ συνδέτου πλημμελῆται τὸ ἄριστον ἡ ψυχή.
ἐστι τοῦ αἰτίου ὄνομα —, ἵνα εἰδῇς ὅτι καὶ τὰ ἄψυχα οὐκ ἐξουσίᾳ πεποίηκεν
ἀλλ’ ἀγαθότητι, ᾗ καὶ τὰ ἔμψυχα· ἔδει γὰρ εἰς τὴν τῶν βελτιόνων δήλωσιν
γένεσιν ὑποστῆναι καὶ τῶν χειρόνων ὑπὸ δυνάμεως τῆς αὐτῆς
ἀγαθότητος τοῦ αἰτίου, ἥτις ἐστὶν ὁ θεός.
πότε οὖν, ὦ ψυχή, μάλιστα
νεκροφορεῖν σαυτὴν ὑπολήψῃ; ἆρά γε οὐχ ὅταν τελειωθῇς καὶ βραβείων
καὶ στεφάνων ἀξιωθῇς; ἔσῃ γὰρ τότε φιλόθεος, οὐ φιλοσώματος· τεύξῃ
δὲ τῶν ἄθλων, ἐὰν γυνή σου γένηται ἡ τοῦ Ἰούδα νύμφη Θάμαρ, ἥτις
ἑρμηνεύεται φοῖνιξ, σύμβολον νίκης· τεκμήριον δέ· ὅταν αὐτὴν ἀγάγηται
3 ἰσχύσαι scripsi: ἴσχυσε codd. κομίσαι] κοσμῆσαι AP, κο(??)μί(??)σαι Β
4 μέχρτ AP
6 ὡς om. L
7 οὐ φαίνεται δὲ πᾶσιν om. H τῶ om. L
11 αὐτῶ codd.
14 πρόοιτ’ codd.: προεῖτ’ Turn.
16 ὄντως codd.: ὄντος v
17 πλημμελῆσαι BH
18 ἀποκτενεῖ codd.
19 αὐτεξουσίῳ codd.: αὐτεξουσίου D C, αὐτεξούσια Mang.
25 νικοφορεῖν (immo νικηφορεῖν) coni. Mang.
ἀπενέγκηται νικητήρια, θάνατον καταψηφίζεται τοῦ νεκροῦ σώματος.
ὁρᾷς ὅτι καὶ τὸν ὄφιν ἄνευ ἀπολογίας καταρᾶται, ἡδονὴ γάρ ἐστι, καὶ τὸν Εἲρ χωρὶς αἰτίας περιφανοῦς
ὥσπερ ἔχει καὶ ἐπὶ φυτῶν καὶ ζῴων.
οὐχ ὁρᾷς ὅτι καὶ τῶν φυτῶν τὰ μὲν ἥμερα καὶ ὠφέλιμα καὶ σωτήρια κατεσκεύακεν ὁ δημιουργός,
τὰ δὲ ἄγρια καὶ βλαβερὰ καὶ νόσων καὶ φθορᾶς αἴτια, καὶ ζῷα
ὁμοίως; καθάπερ ἀμέλει καὶ τὸν ὄφιν, περὶ οὗ νῦν ἐστιν ὁ λόγος, φθοροποιὸν
γὰρ τὸ ζῷον καὶ ἀναιρετικὸν ἐξ αὑτοῦ. ὃ δὴ διατίθησιν ἄνθρωπον
ὄφις, τοῦτο καὶ ψυχὴν ἡδονή, παρὸ καὶ ἀπεικάσθη ὄφις ἡδονῇ.
πρότερον ἐργασάμενον, ὅσα γε εἰς τὴν ἡμετέραν ἐπίγνωσιν, ἀστεῖον,
ἀποκρινούμεθα δεόντως ὅτι ἐπαινετῆς ἐλέγχεται συστάσεως καὶ γενέσεως,
ἑρμηνεύεται γὰρ Νῶε ἀνάπαυσις ἢ δίκαιος· ἀνάγκη δὲ τὸν παυόμενον
ἀδικημάτων καὶ ἁμαρτημάτων, ἀναπαυόμενον ἐπὶ τῷ καλῷ καὶ
δικαιοσύνῃ συζῶντα, χάριν εὑρεῖν παρὰ τῷ θεῷ.
τὸ δὲ χάριν εὑρεῖν
οὐκ ἔστι μόνον, ὡς νομίζουσί τινες, ἴσον τῷ εὐαρεστῆσαι, ἀλλὰ καὶ τοιοῦτον·
ζητῶν ὁ δίκαιος τὴν τῶν ὄντων φύσιν ἓν τοῦτο εὑρίσκει ἄριστον
εὕρημα, χάριν ὄντα τοῦ θεοῦ τὰ σύμπαντα, γενέσεως δὲ οὐδὲν χάρισμα,
3 ἐπιλέγει ΑΡ: λέγει BH
5 καταψηφίζεται codd.: καταψηφίσεται Mang.
7 ἀποκτένει ABP
9 ἐν πᾶσι] ἔμπαλιν coni. Markland
14 αὐτοῦ ὦκ’ δὴ codd.: δὲ Mang.
15 ἀπεικάσθην P
16 μεμίσηκεν ἄνευ transp. voluit Mang.
24 τῶ θεῶ codd.: τῷ om. v
25 νομίζουσι Mang.: ὀνομάζουσι codd.
26 ὁ κσ κσ(??) (κύριος) δίκαιος L ὁ ἒν τοῦτο D: ἐν τούτω codd.
27 εὕρημα D: εὕρεμα codd. τοῦ] τὰ τοῦ H
εἰρήνης — Σαλὴμ τοῦτο γὰρ ἑρμηνεύεται —
ὁ μὲν οὖν τύραννος
νοῦς ἐπιτάγματα ἐπιτάττει τῇ τε ψυχῇ καὶ τῷ σώματι βίαια καὶ βλαβερὰ
καὶ σφοδρὰς λύπας ἐργαζόμενα, τὰς κατὰ κακίαν λέγω πράξεις καὶ
τὰς τῶν παθῶν ἀπολαύσεις· ὁ δὲ [δεύτερος] βασιλεὺς πρῶτον μὲν [οὖν]
οὐκ ἐπιτάττει μᾶλλον ἢ πείθει, ἔπειτα τοιαῦτα παραγγέλλει, δι’ ὧν
ὥσπερ σκάφος τὸ ζῷον εὐπλοίᾳ τῇ τοῦ βίου χρήσεται κυβερνώμενον
ὑπὸ τοῦ ἀγαθοῦ [καὶ τεχνίτου] κυβερνήτου, οὗτος δέ ἐστιν ὁ ὀρθὸς
λόγος.
καλείσθω οὖν ὁ μὲν τύραννος ἄρχων πολέμου, ὁ δὲ βασιλεὺς
ἡγεμὼν εἰρήνης, Σαλήμ, καὶ προσφερέτω τῇ ψυχῇ τροφὰς εὐφροσύνης
καὶ χαρᾶς πλήρεις· ἄρτους γὰρ καὶ οἶνον προσφέρει, ἅπερ Ἀμμανῖται
καὶ Μωαβῖται τῷ βλέποντι παρασχεῖν οὐκ ἠθέλησαν, οὗ χάριν ἐκκλησίας
εἴργονται καὶ συλλόγου θείου· Ἀμμανῖται γὰρ οἱ ἐκ τῆς μητρὸς
αἰσθήσεως καὶ Μωαβῖται οἱ ἐκ τοῦ πατρὸς νοῦ φύντες τρόποι δύο ταῦτα
τῶν ὄντων συνεκτικὰ νομίζοντες νοῦν καὶ αἴσθησιν, θεοῦ δὲ μὴ
1 γε] δὴ D θεοῦ—πάντα add. D: om. codd. κτήματα coni. Wendl. μόνον L χάριν] ἀρχὴν D
2 τοῖς] τὶς Η ὀρθότατα] ὀρθῶς ταῦτα D 2.
3 ἀποκρίνοιτο D: ἀποκρίναιτο codd.
3 καὶ χάρις τοῦ Turn.: καὶ χάρις (om. τοῦ) D, κεχάριστο codd. ἢν — γένει om. D
4 καὶ χάρισμα D: χάρις (om. καὶ) codd.
6 καὶ addidi
9 βασιλεὺς δίκαιος om. L ἐχθρός D R
11 τῷ om. D
12 σφόδρα D λέγω add. D: om. codd.
13 δεύτερος om. D, seclusi οὖν seciusi
14 μᾶλλον ἡ D: μόνον ἀλλὰ codd. ἔπειτα D: ἐπεὶ τὰ codd.
10 τοῦ om. D καὶ τεχνίτου seclusi, καὶ τεχνίτου x003E; κυβερνήτου v ὀρθὸς D: ἀληθὴς codd.
18 προσφερέτω προφερέτω codd.
18 Anton. Mel. II
1 Col. 1004 Φίλωνος: τύραννός ἐστιν ἄρyων πολέμου, βασιλεὺς ἡγεμὼν εἰρήνης.
ψυχάς, ἵνα κατάσχετοι γένωνται θείᾳ μέθῃ νηφαλεωτέρᾳ νήψεως αὐτῆς·
ἱερεὺς γάρ ἐστι λόγος κλῆρον ἔχων τὸν ὄντα καὶ ὑψηλῶς περὶ αὐτοῦ
καὶ ὑπερόγκως καὶ μεγαλοπρεπῶς λογιζόμενος· τοῦ γὰρ ὑψίστου ἐστὶν
ἱερεύς (Gen. 14, 18), οὐχ ὅτι ἐστί τις ἄλλος οὐχ ὕψιστος — ὁ γὰρ θεὸς
εἷς ὢν „ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν
ἔτι πλὴν αὐτοῦ“ (Deut. 4, 39) —, ἀλλὰ τὸ μὴ ταπεινῶς καὶ χαμαιζήλως
ὑπερμεγέθως δὲ καὶ ὑπεραΰλως καὶ ὑψηλῶς νοεῖν περὶ θεοῦ ἔμφασιν
τοῦ ὑψίστου κινεῖ.
πολλὴ καὶ σφόδρα εὐδαίμων, τὰ γὰρ δῶρα τοῦ θεοῦ μεγάλα καὶ τίμια.
ἀλλὰ καὶ τοῦτον τὸν τρόπον ἐγέννησε τύπον ἔχοντα σπουδῆς ἄξιον· ἑρμηνεύεται
γὰρ Ἀβρὰμ „πατὴρ
τῇ ψυχῇ, ἀλλ’ ὡς πατὴρ ἄρχῃ, μὴ τὰ ἡδέα χαριζόμενος αὐτῇ, τὰ δὲ συμφέροντα
καὶ ἀκούσῃ διδούς, καὶ ἐπίπαν τῶν ταπεινῶν καὶ ἀγόντων ἐπὶ
τὰ θνητὰ ἀποστὰς μετεωροπολῇ καὶ συνδιατρίβῃ θεωρήμασι τοῖς περὶ
κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ ἔτι μᾶλλον ἐπανιὼν ἐρευνᾷ τὸ θεῖον
καὶ τὴν τούτου φύσιν δι’ ἔρωτα ἐπιστήμης ἄλεκτον, μένειν ἐπὶ τῶν ἐξ
ἀρχῆς δογμάτων οὐ δύναται, ἀλλὰ μετοικίαν ζητεῖ βελτιούμενος ἀμείνω.
(Gen. 17, 17) ; καταφάσκει καὶ ἐπινεύει λέγων „Ναί, ἰδοὺ Σάρρα ἡ
γυνή σου τέξεταί σοι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ
1 φησὶν Α Μώσης codd. εἰς ἐκκλησίαν om. codd.
2 ἡμῖν codd.: ὑμῖν Mang. (LXX)
6 ἱερὸς coni. Wendl.
7 τοῦ γὰρ codd.: θεοῦ γὰρ τοῦ Mang. ex LXX
9 τῆς γῆς codd.: τῆς om. v
10 τὸ codd.: τῷ v
12 Ἁβραάμ codd., corr. Mang.
13 ἀποξενοῦσθαι conl. Mang.
14 ἄν addidi
17 Ἀβραὰμ codd.
20 ἐπίπαν τῶν Α: ἐπὶ πάντων BPH, ἔτι πάντων L
22 κόσμον ABPH
23 ἄληκτον codd., corr. Mang. 27.
28 γενήματος H
29 γενήσεται x003E; (LXX) ἐννενήκοντα ΑΡ
τί οὖν ἐστι τὸ καὶ τοῦτον πρὸ τῆς γενέσεως ἐπαινεῖσθαι πεποιηκός;
ἔνια τῶν ἀγαθῶν γενόμενα καὶ παρόντα ὠφελεῖ, οἷον ὑγίεια, εὐαισθησία,
πλοῦτος εἰ τύχοι, δόξα — λεγέσθω γὰρ καὶ ταῦτα καταχρηστικώτερον
ἀγαθά —, ἔνια δ’ οὐ γενόμενα μόνον ἀλλὰ καὶ θεσπισθέντα ὅτι γενήσεται,
ὥσπερ ἡ χαρὰ — εὐπάθεια ψυχῆς ἐστιν ἥδε — [γὰρ] οὐχ ὅταν
παροῦσα δραστηρίως ἐνεργῇ μόνον εὐφραίνει, ἀλλὰ καὶ ὅταν ἐλπίζηται
προγανοῖ· ἐξαίρετον γὰρ καὶ τοῦτ’ ἔχει· τὰ μὲν ἄλλα ἀγαθὰ ἰδίᾳ ἐνεργεῖ,
ἡ δὲ χαρὰ καὶ ἴδιον καὶ κοινὸν ἀγαθόν ἐστιν· ἐπιγίνεται γοῦν
ἅπασι, χαίρομεν γὰρ καὶ ἐπὶ ὑγείᾳ καὶ ἐπ’ ἐλευθερίᾳ καὶ ἐπὶ τῇ τιμῇ
καὶ ἐπὶ τοῖς ἄλλοις, ὥστε κυρίως εἰπεῖν μηδὲν εἶναι ἀγαθόν, ᾧ μὴ
πρόσεστι χαρά.
ἀλλ’ οὐ μόνον ἐπὶ προγεγενημένοις ἤδη τοῖς ἄλλοις
ἀγαθοῖς καὶ παροῦσι χαίρομεν, ἀλλὰ καὶ ἐπὶ μέλλουσι καὶ προσδοκωμένοις,
οἷον ὅτε ἐλπίζομεν πλουτήσειν ἢ ἄρξειν ἢ ἐπαινεθήσεσθαι ἢ νόσων
ἀπαλλαγὴν εὑρήσεσθαι ἢ εὐτονίας καὶ ῥώμης κοινωνήσειν ἢ ἐπιστήμονες
ἀντ’ ἀνεπιστημόνων ἔσεσθαι, γεγήθαμεν οὐ μετρίως. ἐπειδὴ τοίνυν ἡ
χαρὰ οὐ παροῦσα μόνον ἀλλὰ καὶ ἐλπιζομένη ἀναχεῖ τε καὶ εὐφραίνει
τὴν ψυχήν, εἰκότως τὸν Ἰσαὰκ πρὶν γεννηθῆναι ὀνόματός τε καὶ δωρεᾶς
μεγάλης ἠξίωσε· γέλως γὰρ ψυχῆς καὶ χαρὰ καὶ εὐφροσύνη διερμηνεύεται
οὗτος.
καὶ ἡγεμόνα καὶ δεσπότην τὸν δὲ Ἠσαῦ ὑπήκοον καὶ
θεοῦ, ἀποκρίνεται αὐτῇ, ὅτι „δύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι, καὶ δύο
λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ
4 εἰ τύχη ABP
5 καὶ om. L θεσπισθέντα] ἐλπισθέντα coni. Mang.
6 εὐπάθεια — ἥδε in parenthesi posuit et γὰρ seclusit Wendl. τῆς ψυχῆς Mang. ἥδε om. D γὰρ οὐχ] οὐ γὰρ D
7 δραστηρίους ἐνεργεῖ DM καὶ εὐφραίνει D εὐφραίνῃ H
8 προγαννοῖ DR γὰρ] δὲ DM τοῦτο D τὰ—χαρὰ (9) om. D
9 ἀγαθόν] γαθὸν L, γαῦρόν Turn. ἐπιγίνεται—ἄλλοις (11) om. D
10 ἅπασιν BH ὑγεία codd.: ὑγιείᾳ Mang. τῆ τιμὴ codd.: τῇ om. v
11 οὐδὲν DR ᾦ] ὃ DR
17 ἀναχεῖ τε corr. Turn.: ἀναχεῖται codd.
21 ὑπήκουον BH 2.5 ὑπονητικὴ L, ὑπονοητικὴ Turn.
26 θεῶ BH 6—12 D P fol. 369v D M fol. 276v D R fol. 276v Φίλωνος ἐκ τοῦ περὶ τῶν (sic): ἡ χαρά—χαρά.
φύσει γὰρ δοῦλον παρὰ θεῷ τὸ φαῦλον καὶ ἄλογον, ἡγεμονικὸν δὲ καὶ ἐλεύθερον τὸ ἀστεῖον καὶ
λογικὸν καὶ ἄμεινον, καὶ οὐχ ὅταν ἤδη γένηται ἐν τῇ ψυχῇ τέλειον
ἑκάτερον, ἀλλὰ κἂν ἐνδοιάζηται· ὅλως γὰρ καὶ μικρά τις αὖρα τῆς ἀρετῆς
ἀρχὴν καὶ ἡγεμονίαν, οὐκ ἐλευθερίαν μόνον, ἐμφαίνει, καὶ ἔμπαλιν
ἡ τυχοῦσα κακίας γένεσις δουλοῖ τὸν λογισμόν, κἂν μήπω τέλειον αὐτῆς
ἐκφοιτήσῃ τὸ γέννημα.
τῷ νεωτέρῳ Ἐφραΐμ, τὴν δ’ εὐώνυμον τῷ πρεσβυτέρῳ Μανασσῇ,
καὶ βαρὺ τὸ πρᾶγμα ἡγησαμένου τοῦ Ἰωσὴφ καὶ οἰηθέντος τὸν πατέρα
ἄκοντα σφαλῆναι περὶ τὴν τῶν χειρῶν ἐπίθεσιν, φησίν· οὐ διήμαρτον,
ἀλλ’ „οἶδα, τέκνον, οἶδα, καὶ οὗτος ἔσται εἰς λαὸν καὶ οὗτος ὑψωθήσεται,
ἀλλ’ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται“ (Gen.
48, 19).
τί οὖν χρὴ λέγειν ἢ τοῦτο, ὅτι δύο φύσεις ἐδημιουργήθησαν ἐν ψυχῇ ὑπὸ θεοῦ σφόδρα ἀναγκαῖαι, μνήμη τε καὶ ἀνάμνησις; ἀμείνων μὲν ἡ μνήμη, χείρων δὲ ἡ ἀνάμνησις· ἡ μὲν γὰρ ἐναύλους ἔχει καὶ ἐναργεῖς τὰς καταλήψεις, ὡς μηδὲ ἀγνοίᾳ διαμαρτεῖν, ἀναμνήσεως δὲ λήθη πάντως προηγεῖται, πηρὸν καὶ τυφλὸν πρᾶγμα.
πρεσβύτερον
δὲ τὸ χεῖρον ἡ ἀνάμνησις εὑρίσκεται μνήμης τοῦ κρείττονος· * * * συνεχὲς
καὶ ἀδιάστατον· οἱ γὰρ πρῶτον εἰς τὰς τέχνας εἰσαγόμενοι περικρατῆσαι
τῶν εἰς αὐτὰς θεωρημάτων ἀδυνατοῦμεν εὐθύς· λήθῃ οὖν κατ’ ἀρχὰς
χρώμενοι πάλιν ἀναμιμνῃσκόμεθα, ἕως ἐκ τοῦ πολλάκις μὲν ἐκλαθέσθαι
πολλάκις δὲ ἀναμνησθῆναι βέβαιος αὖθις μνήμη κρατήσει, παρὸ καὶ
νεωτέρα— ὀψίγονος γάρ ἐστι — συνίσταται τῆς ἀναμνήσεως.
συμβολικῶς οὖν ὁ μὲν Ἐφραῒμ λέγεται μνήμη, καρποφορία γὰρ ἑρμηνεύεται, τῆς
τοῦ φιλομαθοῦς ψυχῆς τὸν οἰκεῖον
6 τυχοῦσα codd.: τυχούσης Mang.
7 ἐκφοιτήσῃ Mang.: ἐκφυτήση DK, ἐμφοιτήση codd.
15 λέγειν; ἦ τοῦτο coni. Diels 16.
17 ἀμείνων—ἀνάμνησις om. H
17 ἡ ante μνήμη om. Mang.
18 μηδὲν coni. Wendl.
20 lacunam ante συνεχὲς indicavit Mang., ὡς συνεχοῦς καὶ ἀδιαστάτου coni. Creuzer 21.
22 κρατῆσαι τῶν περὶ αὐτὰς coni. Wendl.
24 βέβαιον Η κρατήσει codd.: κρατήσῃ Mang.
27 καρπὸν add. Mang.
καὶ Μωυσῆς μέντοι τῶν θυόντων
τὸ Φασὲκ τοὺς μὲν
ἔτι ἐπ’ αὐτά, τοὺς δὲ τὸ δεύτερον δευτερείων ἀξιοῖ (Num. 9, 6 ss.),
τραπέντες γὰρ ἀνέδραμον τὴν τροπὴν καὶ ὥσπερ ἐπιλαθόμενοι τῶν
πρακτέων πάλιν ἐπὶ τὸ πράττειν ὥρμησαν αὐτά, οἱ δὲ πρότεροι ἄτρεπτοι
διετέλεσαν. ἔοικεν οὖν τοῖς μὲν τὸ δεύτερον Πάσχα θύουσιν ὁ ἐκ λήθης
Μανασσῆς, τοῖς δὲ τὸ πρότερον ὁ καρποφόρος Ἐφραΐμ.
καὶ Βεσελεὴλ ἀνακαλεῖ ὁ θεὸς ἐξ ὀνόματος καί φησιν αὐτῷ δωρήσασθαι
σοφίαν καὶ ἐπιστήμην, καὶ δημιουργὸν αὐτὸν καὶ ἀρχιτέκτονα πάντων τῶν
τῆς σκηνῆς, τουτέστι τῶν τῆς ψυχῆς ἔργων, ἀποδείξειν (Exod. 31, 2 ss.),
μηδὲν ἔργον, ὃ κἂν ἐπαινέσειέ τις, προϋποδείξας αὐτοῦ. λεκτέον οὖν
ὅτι καὶ τοῦτο τὸ σχῆμα τῇ ψυχῇ ἐντετύπωκεν ὁ θεὸς νομίσματος δοκίμου
τρόπον. τίς οὖν ἐστιν ὁ χαρακτὴρ εἰσόμεθα, ἐὰν τὴν ἑρμηνείαν
πρότερον τοῦ ὀνόματος ἀκριβώσωμεν.
ἑρμηνεύεται οὖν Βεσελεὴλ ἐν
σκιᾷ θεοῦ· σκιὰ θεοῦ δὲ ὁ λόγος αὐτοῦ ἐστιν, ᾧ καθάπερ ὀργάνῳ
προσχρησάμενος ἐκοσμοποίει. αὕτη δὲ ἡ σκιὰ καὶ τὸ ὡσανεὶ ἀπεικόνισμα
ἑτέρων ἐστὶν ἀρχέτυπον· ὥσπερ γὰρ ὁ θεὸς παράδειγμα τῆς
εἰκόνος, ἣν σκιὰν νυνὶ κέκληκεν, οὕτως ἡ εἰκὼν ἄλλων γίνεται παράδειγμα,
ὡς καὶ ἐναρχόμενος τῆς νομοθεσίας ἐδήλωσεν εἰπών· „καὶ
ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ“ (Gen. 1, 27), ὡς τῆς
μὲν εἰκόνος κατὰ τὸν θεὸν ἀπεικονισθείσης, τοῦ δὲ ἀνθρώπου
τὴν εἰκόνα λαβοῦσαν δύναμιν παραδείγματος.
χαρακτήρ, θεασώμεθα. ἐζήτησαν οἱ πρῶτοι, πῶς ἐνοήσαμεν τὸ
θεῖον, εἶθ’ οἱ δοκοῦντες ἄριστα φιλοσοφεῖν ἔφασαν, ὅτι ἀπὸ τοῦ κόσμου
καὶ τῶν μερῶν αὐτοῦ καὶ τῶν ἐνυπαρχουσῶν τούτοις δυνάμεων ἀντίληψιν
ἐποιησάμεθα τοῦ αἰτίου·
ὥσπερ γάρ, εἴ τις ἴδοι δεδημιουργημένην οἰκίαν
ἐπιμελῶς προπυλαίοις στοαῖς ἀνδρῶσι γυναικωνίτισι τοῖς ἄλλοις οἰκοδομήμασιν,
ἔννοιαν λήψεται τοῦ τεχνίτου — οὐ γὰρ ἄνευ τέχνης καὶ
3 Μώσης codd. μέντοι ABP: μὲν Η
4 τὸ Φσὲκ Mang.: τῶ Φασὲκ codd. τὸ ante πρότερον addidi
5 παθῶν Mang.: ποταμῶν codd.
10 ὅθεν] πόθεν coni. Markland
11 δωρήσασθαι codd.: δωρήσεσθαι v
16 ἐστιν om. L
17 πρότερον scripsi: πρὸ codd. 17.
18 ἐν σκιᾷ θεοῦ Mang.: ἐν σκιᾶ ὁ θεός codd.
18 σκιὰ θεοῦ δὲ H: σκιὰ δὲ θεοῦ ABP
19 αὕτη Turn.: αὐτὴ codd.
26 ἐνενοήσαμεν coni. Mang.
30 προπυλαίοις] καὶ πυλαίοις L
31 ἀντιλήψεται L
οὕτως δὴ καὶ εἰσελθών τις ὥσπερ εἰς μεγίστην οἰκίαν ἢ πόλιν τόνδε τὸν κόσμον καὶ θεασάμενος οὐρανὸν μὲν ἐν κύκλῳ περιπολοῦντα καὶ
πάντα ἐντὸς συνειληφότα, πλανήτας δὲ καὶ ἀπλανεῖς ἀστέρας κατὰ ταὐτὰ
καὶ ὡσαύτως κινουμένους ἐμμελῶς τε καὶ ἐναρμονίως καὶ τῷ παντὶ
ὠφελίμως, γῆν δὲ τὸν μέσον χῶρον λαχοῦσαν, ὕδατός τε καὶ ἀέρος
χύσεις ἐν μεθορίῳ τεταγμένας, ἔτι δὲ ζῷα θνητά τε αὖ καὶ ἀθάνατα
καὶ φυτῶν καὶ καρπῶν διαφοράς, λογιεῖται δήπου, ὅτι ταῦτα οὐκ ἄνευ
τέχνης παντελοῦς δεδημιούργηται, ἀλλὰ καὶ ἦν καὶ ἔστιν ὁ τοῦδε τοῦ
παντὸς δημιουργὸς ὁ θεός. οἱ δὴ οὕτως ἐπιλογιζόμενοι διὰ σκιᾶς
τὸν θεὸν καταλαμβάνουσι, διὰ τῶν ἔργων τὸν τεχνίτην κατανοοῦντες.
ὡς ἂν ἀπὸ σκιᾶς τὸ μένον, ἀλλ’ ὑπερκύψας τὸ γενητὸν ἔμφασιν
ἐναργῆ τοῦ ἀγενήτου λαμβάνει, ὡς ἀπ’ αὐτοῦ αὐτὸν καταλαμβάνειν καὶ
τὴν σκιὰν αὐτοῦ, ὅπερ ἦν τόν τε λόγον καὶ τόνδε τὸν κόσμον.
οὗτός ἐστι Μωυσῆς ὁ λέγων „Ἐμφάνισόν μοι σαυτόν, γνωστῶς ἴδω σε“
(Exod. 33, 13)· μὴ γὰρ ἐμφανισθείης μοι δι’ οὐρανοῦ ἢ γῆς ἢ ὕδατος
ἢ ἀέρος ἤ τινος ἁπλῶς τῶν ἐν γενέσει, μηδὲ κατοπτρισαίμην ἐν ἄλλῳ
τινὶ τὴν σὴν ἰδέαν ἢ ἐν σοὶ τῷ θεῷ, αἱ γὰρ ἐν γενητοῖς ἐμφάσεις διαλύονται,
αἱ δὲ ἐν τῷ ἀγενήτῳ μόνιμοι καὶ βέβαιοι καὶ ἀίδιοι
καὶ Βεσελεὴλ ἀνακέκληκεν, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τὸν μὲν τὴν ἔμφασιν
τοῦ θεοῦ λαμβάνοντα ἀπ’ αὐτοῦ τοῦ αἰτίου, τὸν δὲ ὥσπερ ἀπὸ σκιᾶς
τῶν γενομένων τὸν τεχνίτην ἐξ ἐπιλογισμοῦ κατανοοῦντα. διὰ τοῦθ’
εὑρήσεις τὴν σκηνὴν καὶ τὰ σκεύη πάντα αὐτῆς πρότερον μὲν ὑπὸ
Μωυσέως, αὖθις δ’ ὑπὸ
μὲν γὰρ Μωυσῆς ὑφηγητῇ τῷ θεῷ, ὥς φησι· „κατὰ τὸ
4 prius om. L οὐρανὸν μὲν ΑΡ: μὲν om. BH
5 ἐκτὸς codd., corr. Turn.
7 μέσον codd.: μεσαίτατον v
9 ταῦτα om. L
10 δεδημιούργηται παντελοῦς B
15 γεννητὸν codd.
16 ἀγεννήτου codd. καταλαμβάνει Β
18 Μώσης codd.
21 γεννητοῖς codd.
22 ἀγεννήτω codd. ἂν addidi; διατελοῦσιν coni. Mang.
23 Μωσῆν codd. ὁ om. ΑΡ
28 Μώσεως codd. Μωσῆς codd.
30 Μώσης codd. ὥς] ὅς ΒΗ
καὶ γὰρ ὅτε Ἀαρὼν ὁ λόγος καὶ
Μαριὰμ ἡ αἴσθησις ἐπανίστανται, ῥητῶς ἀκούουσιν ὅτι, „ἐὰν γένηται
προφήτης κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσεται“ καὶ ἐν σκιᾷ ὁ θεός,
οὐκ ἐναργῶς, Μωυσεῖ δέ, ὅστις „πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ, στόμα κατὰ
στόμα λαλήσει, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων“ (Num. 12,6-8).
εὐχὴν εὐξώμεθα, ἣν καὶ Μωυσῆς, „ἵν’ ἡμῖν ἀνοίξῃ ὁ θεὸς τὸν ἑαυτοῦ
θησαυρὸν" (Deut. 28, 12) καὶ τὸν μετάρσιον καὶ ἐγκύμονα θείων φώτων
λόγον, ὃν δὴ κέκληκεν οὐρανόν, τοὺς δὲ τῶν κακῶν ἐπισφίγξῃ.
εἰσὶ γὰρ ὥσπερ ἀγαθῶν οὕτω καὶ κακῶν παρὰ τῷ θεῷ θησαυροί,
ὡς ἐν μεγάλῃ φησὶν ᾠδῇ· „οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοί,
καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου, ἐν ἡμέρᾳ ἐκδικήσεως, ὅταν
σφαλῇ ὁ ποὺς αὐτῶν“ (Deut. 32,34. 35) ; ὁρᾷς ὅτι κακῶν εἰσι
θησαυροί· καὶ ὁ μὲν τῶν ἀγαθῶν εἷς — ἐπεὶ γὰρ ὁ θεὸς εἷς, καὶ
ἀγαθῶν θησαυρὸς
ἀγαθότητα· τὸν μὲν τῶν ἀγαθῶν θησαυρὸν ἀνοίγει, τοὺς δὲ τῶν κακῶν
ἐπισφίγγει· θεοῦ γὰρ ἴδιον τὰ μὲν ἀγαθὰ προτείνειν καὶ φθάνειν δωρούμενον,
τὰ δὲ κακὰ μὴ ῥᾳδίως ἐπάγειν.
Μωυσῆς δὲ καὶ ἐπιτείνων
τὸ τοῦ θεοῦ φιλόδωρον καὶ χαριστικὸν οὐ μόνον ἐν τῷ ἄλλῳ χρόνῳ
φησὶ τοὺς θησαυροὺς τῶν κακῶν ἐσφραγίσθαι, ἀλλὰ καὶ ὅταν ἡ ψυχὴ
σφαλῇ κατὰ τὴν βάσιν τοῦ ὀρθοῦ λόγου, ὁπότε καὶ ἄξιον ἦν αὐτὴν
1 τὸ] τῶ Α
2 Μωσεῖ codd. ὅτε scripsi: ὅ τε codd.
3 ἐπανίστανται scripsi: ἐπανίσταται codd. τοῖς ἀκούουσιν v, τοῖς om. codd.
5 Μωσεῖ codd.
8 ὑπὸ Turn.: ἀπὸ codd.
11 εὐξώμεθα AP: εὐξόμεθα BH Μώσης codd. ἀνοίξη ὁ θεὸς AHP: ἀνοίξη ὁ θεὸς ἀνοίξη (sic) H
14 τῷ om. P
17 σφαλεῖ P
18 ἐπεὶ scripsi: ἐπὰν codd.
19 εἷς add. Mang. 22.
23 δωρούμενος H
23 Μώσης codd. καὶ om. P
26 σφαλεῖ P ἢν om. Η
47 Boiss. Φίλωνος: θεοῦ ἴδιον›—ἐπάγειν.
ἀραῖς, ἐπικατάρατον εἶναι τὸν μετατιθέντα τὰ ὅρια τοῦ πλησίον (Deut.
27, 17)· ὅρον γὰρ ἔθηκε καὶ νόμον ὁ θεὸς τὴν ἀρετὴν τῇ ψυχῇ,
τὸ τῆς ζωῆς ξύλον· τοῦτον δὲ μετατέθεικεν
„ἐπικατάρατος μέντοι καὶ ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ“ (Deut. 27, 18), „καὶ ὁ τύπτων τὸν πλησίον δόλῳ" (ib. 24). καὶ ταῦτα δ’
ἐργάζεται ἡ ἀθεωτάτη ἡδονή· τυφλὸν γὰρ φύσει ἡ αἴσθησις ἅτε ἄλογος
οὖσα, ἐπεὶ τὸ λογικὸν ἐξομματοῦται· παρὸ καὶ μόνῳ τούτῳ τὰ πράγματα
καταλαμβάνομεν, αἰσθήσει δ’ οὐκέτι, μόνα γὰρ τὰ σώματα φαντασιούμεθα
δι’ αἰσθήσεως.
τὴν οὖν πηρὰν αἴσθησιν τῆς τῶν πραγμάτων ἀντιλήψεως ἐξηπάτηκεν, εἴ γε δυναμένην ἐπὶ νοῦν τρέπεσθαι καὶ ἡνιοχεῖσθαι
ὑπ’ αὐτοῦ κεκώλυκεν, ἐπὶ τὸ ἐκτὸς αἰσθητὸν ἀγαγοῦσα καὶ λίχνον
αὐτὴν ἀπεργασαμένη τοῦ ἑαυτῆς ποιητικοῦ, ἵνα ἡ μὲν αἴσθησις πηρὸς
οὖσα ἀκολουθῇ τυφλῷ ποδηγῷ τῷ αἰσθητῷ, ὁ δὲ νοῦς, ὑπ’ ἀμφοτέρων
ποδηγούμενος οὐ βλεπόντων, ἐκτραχηλίζηται καὶ ἀκρατὴς ἑαυτοῦ γίνηται.
εἰ γάρ τις ἦν τοῦ κατὰ φύσιν ἀκολουθία, τῷ βλέποντι λογισμῷ τὰ πηρὰ
ἐχρῆν ἕπεσθαι, οὕτως γὰρ ἂν τὰ βλαβερὰ ἐπεκουφίζετο· νυνὶ δὲ τοσοῦτον
ἔστησε μηχάνημα κατὰ τῆς ψυχῆς, ὥστε ἡγεμόσιν αὐτὴν χρῆσθαι
τυφλοῖς ἠνάγκασε, παρακρουσαμένη καὶ ἀναπείσασα κακῶν ἀρετὴν ἀλλάξαι
καὶ ἀντιδοῦναι πονηρῶν ἀκακίαν.
1 ἐν add. Turn., om. codd.
3 ἐπεξέρχεται DP
4 ἴασίν τε καὶ ἐπανόρθωσιν D: τε καὶ ἐπανόρθωσιν om. codd.
7 οὕτω ΒΗ
9 Μώσης codd.
12 μετατέθηκε ABP, μετατέθηκεν H ὁ addidi ἡ x003E; πήξασα coni. Markland
14 καὶ — δόλῳ om. Turn. Mang.
21 ποιητικοῦ] ποιητοῦ H
22 ἀκολουθεῖ Η
23 ποδηγούμενος codd.: ποδηγετούμενος Mang.
25 οὕτω Η
26 ἕστηκε L
28 ἀκακίαν scripsi: κακίαν codd., καλά coni. Mang., καλοκἀγαθίαν coni. Wendl.
ἃ δὲ καταρᾶται αὐτῇ,
ἴδωμεν ὡς προσφυᾶ. ἀπὸ πάντων φησὶ τῶν κτηνῶν ἐπάρατον εἶναι
(Gen. 3, 14). οὐκοῦν κτηνῶδες μέν ἐστι τὸ ἄλογον καὶ αἰσθητικόν,
ἑκάστη δὲ αἴσθησις ἡδονῇ καταρᾶται ὡς πολεμιωτάτῃ καὶ ἐχθίστῃ·
καὶ γάρ ἐστι τῷ ὄντι πολέμιος αἰσθήσει· τεκμήριον δέ, ὅταν ἡδονῆς
ἀμέτρου κορεσθῶμεν, οὔθ’ ὁρᾶν οὔτ’ ἀκούειν οὔτ’ ὀσφραίνεσθαι οὔτε
γεύεσθαι οὔθ’ ἅπτεσθαι εἱλικρινῶς δυνάμεθα, ἀλλ’ ἀμυδρὰς καὶ ἀσθενεῖς
ποιούμεθα τὰς προσβολάς. καὶ τοῦτο μέν,
ὅταν ἐπίσχωμεν τὴν χρῆσιν
αὐτῆς, πάσχομεν· ἐν αὐταῖς δ’ ὄντες ταῖς τῆς ἡδονῆς ἀπολαύσεσι κατὰ
τὸ παντελὲς καὶ τὴν διὰ τῶν συνεργουσῶν αἰσθήσεων ἀντίληψιν ἀφαιρούμεθα,
ὡς δοκεῖν πεπηρῶσθαι. πῶς οὖν οὐκ ἂν εἰκότως ἀρὰς θεῖτο
αἴσθησις τῇ πηρούσῃ αὐτὴν ἡδονῇ;
εἶναι δοκεῖ; ὅτι σχεδὸν ὑποβέβληται πᾶσιν, ὥσπερ τις ἀρχὴ καὶ θεμέλιος·
ἥ τε γὰρ ἐπιθυμία γέγονε δι’ ἔρωτος ἡδονῆς, ἥ τε λύπη συνίσταται
κατὰ τὴν ταύτης ἀφαίρεσιν, φόβος τε αὖ γεννᾶται δι’ εὐλάβειαν ἀπουσίας
αὐτῆς· ὥστε δῆλον εἶναι, ὅτι πάντα ἐφορμεῖ τὰ πάθη τῇ ἡδονῇ,
καὶ οὐδ’ ἂν συνέστη τὸ παράπαν ἴσως ἐκεῖνα, εἰ μὴ προκατεβλήθη τὸ
οἰστικὸν αὐτῶν ἡδονή.
ἔτι δὲ ἀκριβέστερον ἴδωμεν τὸ δηλούμενον. τριμερῆ συμβέβηκε
τὴν ψυχὴν ἡμῶν εἶναι καὶ ἔχειν μέρος μὲν ἓν λογιστικόν, δεύτερον δὲ
θυμικόν, τρίτον δὲ ἐπιθυμητικόν. ἔνιοι μὲν οὖν τῶν φιλοσόφων τὰ μέρη
ταῦτα δυνάμει μόνον διέκριναν ἀλλήλων, τινὲς δὲ καὶ τόποις· εἶτα ἔνειμαν
τῷ μὲν λογιστικῷ τὸν περὶ κεφαλὴν χῶρον εἰπόντες, ὅπου ὁ βασιλεύς,
ἐκεῖ καὶ οἱ δορυφόροι, δορυφόροι δὲ αἱ αἰσθήσεις τοῦ νοῦ περὶ
κεφαλὴν οὖσαι, ὥστε καὶ ὁ βασιλεὺς εἴη ἂν ἐκεῖ, ὥσπερ ἄκραν ἐν
1 ἀντίδοσιν Mang: ἀντιδοσίαν codd. φῆ AP: φησίν ΒΗ πονηρὸν καλῶ P
10 πάσχωμεν L
11 συνεργουσῶν] ἐνεργουσῶν L
18 εὐλάβειαν] εὐσεβεῖν L
19 τῇ om. H ἡδονή Η
23 τε om. L
25 καὶ τὰ] καὶ τὴν Η δ’ om. codd., add. Turn.
31 λογικῶ L
τόπον, ἐνταῦθα γὰρ κατοικεῖ ἐπιθυμία, ὄρεξις ἄλογος.
ζήτει δ’ ἐν στήθει καὶ κοιλίᾳ, ὅπου ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, μέρη τοῦ
ἀλόγου· ἐν αὐτῷ γὰρ εὑρίσκεται καὶ ἡ κρίσις ἡ ἡμετέρα καὶ τὰ πάθη.
οὐ κεκώλυται οὖν νοῦς ἐκβὰς τῶν νοητῶν καὶ οἰκείων ἐπιβολῶν ἐκδοθῆναι τῷ χείρονι· τοῦτο δὲ συμβαίνει, ὅταν ὁ ψυχῆς κρατήσῃ πόλεμος·
ἀνάγκη γὰρ δορυάλωτον γίνεσθαι τὸν μὴ μάχιμον
ἐν ἡμῖν λογισμόν.
ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσέρχηται εἰς τὸ ἅγιον ἐναντίον
κυρίου“ (Exod. 28, 26).
λόγιον οὖν ἐστιν ἐν ἡμῖν τὸ φωνητήριον ὄργανον, ὅπερ ἐστὶν ὁ γεγωνὼς λόγος· οὗτος δὲ ἢ ἀκριτόμυθός ἐστι καὶ
ἀδόκιμος ἢ κεκριμένος καὶ δόκιμος· εἰς ἔννοιαν δ’ ἡμᾶς ἄγει λόγου
τοῦ κατὰ διάκρισιν· τὸ γὰρ λόγιόν φησιν οὐ τὸ ἄκριτον ἢ κίβδηλον,
ἀλλὰ τὸ τῶν κρίσεων, ἴσον τῷ διακεκριμένον καὶ ἐξητασμένον.
τούτου δὲ τοῦ δοκίμου λόγου δύο ἀρετάς φησιν εἶναι τὰς ἀνωτάτω, σαφήνειαν καὶ
ἀληθότητα, καὶ πάνυ ὀρθῶς· ὁ γὰρ λόγος τὸ μὲν πρῶτον παρῆκε τοῦ
σαφῆ ποιῆσαι καὶ δῆλα τὰ πράγματα τῷ πλησίον, μὴ δυνηθέντων ἡμῶν
τὸ ἐγγενόμενον τῇ ψυχῇ πάθος ὑπὸ τῶν ἐκτὸς ἐπιδείξασθαι οὐδ’ οἷον ἦν
παραστῆσαι·
4 τῷ] τὸ Α ἦτρον scripsi: ἦτορ codd., ἧπαρ v
7 λογικόν ABP οὐ γὰρ μὴ ABP: μὴ γὰρ Η 7.
8 ἐπεὶ μάχεται] ἐπιμάχετπι P
11 αὐτῷ] αὐτῇ Mang.
13 οὐ συμβαίνει v, οὐ om. codd.
14 τὸν alterum seclusi
16 ἑκατέρου H
17 ἐπιστὰς H
22 γεγωνὼς AP: γεγονὼς ΒΗ, γεγωνὸς Mang.
23 δ’] δι’ Η
27 παρῆκε τοῦ codd.: παρεῖχε τὸ Mang.
29 ἐγγινόμενον L ἦν om. P
30 τὰ] τῶν H
τί γὰρ ὄφελος τρανὴν μὲν καὶ σαφῆ τὴν ἑρμηνείαν ποιεῖσθαι, ψευδῆ δὲ
ἄλλως; ἀνάγκη γὰρ οὕτως ἐχόντων ἀπατᾶσθαι τὸν ἀκροατὴν καὶ μεγίστην
καρποῦσθαι συμφοράν, μετὰ ἀγνοίας ἀπαιδευσίαν· τί γάρ, ἂν λέγω τῷ
παιδὶ τρανῶς καὶ σαφῶς δείξας τὸ ἄλφα στοιχεῖον ὅτι ἐστὶ γάμμα ἢ
τὸ ἦτα ὅτι ἐστὶν ω ἢ ὁ μουσικὸς λέγῃ τῷ πρῶτα εἰσαγομένῳ
δεικνὺς τὸ ἐναρμόνιον ὅτι χρῶμά ἐστιν, ἢ τὸ χρωματικὸν ὅτι διατονικόν, ἢ τὴν
ὑπάτην ὅτι μέση, ἢ τὸ συνημμένον ὅτι διεζευγμένον, ἢ τὴν ὑπερβολαίαν
ὅτι προσλαμβανόμενος;
τρανῶς μὲν ἴσως καὶ σαφῶς ἐρεῖ, οὐκ ἀληθῶς
δέ, ἀλλὰ ταύτῃ κακίαν ἐργάσεται τὴν ἐν λόγῳ· ὅταν δὲ ἀμφότερα καὶ
σαφήνειαν καὶ ἀληθότητα ποιῆται, ὠφέλιμον παρέξει τῷ μανθάνοντι
τὸν λόγον, χρησάμενος ταῖς δυσὶν ἀρεταῖς αὐτοῦ, ἃς καὶ μόνας σχεδὸν
εἶναι συμβέβηκέ που.
ἑαυτοῦ ἀλογίας βλάπτηται, εἶτα δὲ σαφηνείᾳ, οὐ πέφυκε γὰρ ὁ θυμὸς
σαφηνείας εἶναι φίλος· τῶν
ἐπὶ τούτοις ἀληθότητι, μετὰ
γὰρ τῶν ἄλλων καὶ τοῦτο ἔχει ὁ θυμὸς ἴδιον, τὸ ψεύδεσθαι· τῶν γοῦν
χρωμένων τῷ πάθει τούτῳ σχεδὸν οὐδεὶς ἀληθεύει, ἅτε μέθῃ κεκρατημένος
ψυχῆς, οὐ σώματος. ταῦτα ἀλεξιφάρμακα τοῦ θυμικοῦ μέρους
ἐστί· λόγος, σαφήνεια λόγου, ἀλήθεια αὐτοῦ· ἓν γάρ ἐστι δυνάμει τὰ
τρία, λόγος σὺν ἀρεταῖς ἀληθότητι καὶ σαφηνείᾳ θυμὸν νόσημα χαλεπὸν
ψυχῆς ἰώμενος.
τῆς
ἀλλὰ
πολλάκις συνεισέρχεται μὲν ὁ νοῦς εἰς ἱερὰς καὶ ὁσίους καὶ
1 τοῦ codd.: τὸ Mang.
2 τρανῆ L
4 ἀπαιδευσίαν ABP: καὶ ἀπαιδευσίαν Η
5 σαφῶς corr. Turn.: σοφῶς codd. γάμα codd.
6 ἦτα Α: η ceteri λέγῃ Wendl.: λέγει codd.
7 χρωματονιστικὸν H
8 ὑπάτην Mang.: ὑπάτην codd. τὸ διεζευγμένον PL
9 προσλαβόμενος HL2
12 χρησαμέναις H
13 κεκριμένον corr. Turn.: κεκρυμμένον codd.
14 ἰδίας] δύο coni. Mang.
15 οὗτος] οὕτως L ἡνιοχεῖται ABH
16 ὁ om. Mang.
19 ἀσάφειαν Benzelius: σαφήνειαν codd.
22 θυμικοῦ] θῡ (i. e. θεοῦ) μικροῦ Η
26 τοῦ om. codd., add. Turn.
28 ἄτρεπτος coni. Mang. συνεὶς πορεύηται Turn.
30 ὁσίας Richter
μόνος ὁ ἐναντίον κυρίου εἰσιών, τουτέστιν ὁ ἕνεκα θεοῦ πάντα πράττων
καὶ μηδὲν τῶν μετὰ θεὸν ὑπερτιμῶν, ἀλλὰ νέμων μὲν καὶ τούτοις τὰ
κατ’ ἀξίαν, μὴ ἱστάμενος μέντοι ἐπ’ αὐτῶν, ἀλλ’ ἀνατρέχων ἐπὶ τὴν
γνῶσιν καὶ ἐπιστήμην καὶ τιμὴν τοῦ ἑνός·
τῷ γὰρ οὕτως διακειμένῳ ἡνιοχηθήσεται ὁ θυμὸς ὑπό τε λόγου κεκαθαρμένου τὸ ἄλογον αὐτοῦ
περιαιροῦντος καὶ ὑπὸ σαφηνείας τὸ ἀσαφὲς καὶ συγκεχυμένον θεραπευούσης
καὶ ὑπὸ ἀληθότητος τὸ ψεῦδος ἀποκοπτούσης.
ἀλλὰ θεραπεύει καὶ ἐπιστομίζει τὸ μὲν πρῶτον λόγῳ, ἵνα ἡνιόχῳ χρώμενος
ἀρίστῳ μὴ σφόδρα ἀφηνιάσῃ, ἔπειτα δὲ ταῖς ἀρεταῖς τοῦ λόγου,
σαφηνείᾳ καὶ ἀληθείᾳ· εἰ γὰρ παιδευθείη ὁ θυμὸς οὕτως, ὥστε καὶ
λόγῳ εἴκειν καὶ σαφηνείᾳ καὶ τὸ ἀψευδὲς ἀσκεῖν, ἑαυτόν τε τῆς πολλῆς
ζέσεως ἀπαλλάξει τήν θ’ ὅλην ψυχὴν ἵλεων κατασκευάσει.
οὗτος μέν, ὡς ἔφην, ἔχων τὸ πάθος ἰᾶσθαι αὐτὸ πειρᾶται τοῖς λεχθεῖσι
σωτηρίοις φαρμάκοις, Μωυσῆς δὲ ὅλον τὸν
κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καὶ ἐγένετο Μωυσεῖ ἐν
μερίδι“ (Lev. 8,29 )·
πάνυ καλῶς· τοῦ γὰρ φιλαρέτου καὶ θεοφιλοῦς
ἔργον ἦν τὴν ὅλην ψυχὴν θεασάμενον λαβέσθαι τοῦ στήθους, ὅπερ ἐστὶ
τοῦ θυμοῦ, καὶ ἀφελεῖν αὐτὸν καὶ ἀποκόψαι, ἵνα τοῦ πολεμικοῦ μέρους
ἐκτμηθέντος εἰρήνην τὸ λοιπὸν ἄγῃ. ἀφαιρεῖ δὲ οὐκ ἀπὸ τοῦ τυχόντος
ζῴου, ἀλλ’ ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καίτοι καὶ μόσχος ἱερουργήθη·
ἀλλὰ τοῦτον παρελθὼν ἐπὶ τὸν κριὸν ἦλθε, διότι κρουστικὸν
1 ἀνθρωπείους codd.: ἀνθρωπίνους v
6 νέμων] νόμων Η
9 τε codd.: τοῦ Mang.
11 ἀποκρυπτούσης L
12 Μωυσῆ scripsi Μωσέως Markland): Μώσης codd. ἐκτέμνοντος Markland: ἐκτέμνων codd.; ἔχων coni. Mang.
19 ἵλεω codd. κατασκευάσῃ L
21 σωτηρίας P Μώσης codd.
24 Μώσης codd. στηθήνιον L
25 Μωσεῖ codd.
27 θεασάμενον] καθαγιασάμενον coni. Mang.; ipse conieceram θυσάμενον
30 τοῦ om. L
τὸ κριῶδες
οὖν καὶ ὁρμητικὸν καὶ ἄκριτον ἐν ἡμῖν ἐστι τὸ ἐριστικὸν εἶδος· ἔρις
δὲ μήτηρ ἐστὶ θυμοῦ· παρὸ καὶ οἱ φιλονεικότεροι ἔν τε ταῖς συζητήσεσι
κἀν ταῖς ἄλλαις ὁμιλίαις ῥᾷστα ὀργίζονται. τῆς οὖν ἐριστικῆς καὶ
φιλονείκου ψυχῆς πλημμελὲς γέννημα θυμὸν ἐκτέμνει δεόντως, ἵνα στειρωθεῖσα
παύσηται βλαβερὰ τίκτουσα καὶ γένηται μερὶς τοῦτο ἁρμόζουσα
τῷ φιλαρέτῳ, οὐ τὸ στῆθος οὐδ’ ὁ θυμός, ἀλλὰ τὸ ἀφελεῖν αὐτά·
μοῖραν γὰρ ὁ θεὸς ἔνειμεν ἀρίστην τῷ σοφῷ τὸ ἐκτέμνειν τὰ πάθη
δύνασθαι. ὁρᾷς πῶς ὁ τέλειος τελείαν ἀπάθειαν αἰεὶ μελετᾷ.
ἀλλ’ ὅ
γε προκόπτων δεύτερος ὢν Ἀαρὼν μετριοπάθειαν, ὡς ἔφην, ἀσκεῖ, ἐκτεμεῖν
γὰρ ἔτι τὸ στῆθος καὶ τὸν θυμὸν ἀδυνατεῖ· φέρει δ’ ἐπ’ αὐτὸν
τὸν ἡνίοχον σὺν ταῖς προσφυέσιν ἀρεταῖς λόγον, τὸ λόγιον, ἐφ’ οὗ δήλωσίς
ἐστι καὶ ἀλήθεια.
τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν
θυσιῶν τοῦ σωτηρίου ὑμῶν, καὶ ἔδωκα αὐτὰ Ἀαρὼν καὶ τοῖς υἱοῖς
αὐτοῦ“ (Lev. 7, 24).
ὁρᾷς ὅτι οὔκ εἰσιν οὗτοι ἱκανοὶ τὸ στῆθος μόνον
λαβεῖν, ἀλλὰ σὺν τῷ βραχίονι, Μωυσῆς δὲ χωρὶς τοῦ βραχίονος. διὰ
τί; ὅτι ὁ μὲν τέλειος ὢν βραχὺ καὶ ταπεινὸν οὐδὲν φρονεῖ οὐδὲ μετριοπαθεῖν
βούλεται, ἀλλ’ ἐκ περιουσίας ὅλα τὰ πάθη δι’ ὅλων ἀπέκοψεν,
οἱ δὲ βραχέως καὶ οὐ μεγάλως ὁρμῶσιν ἐπὶ τὸν τῶν παθῶν πόλεμον,
ἀλλὰ καταλλάττονται καὶ σπονδὰς πρὸς αὐτὰ τίθενται τὸν συμβατήριον
λόγον
ἔστι δὲ καὶ σύμβολον ὁ βραχίων πόνου καὶ κακοπαθείας·
τοιοῦτος δὲ ὁ θεραπευτὴς καὶ λειτουργὸς τῶν ἁγίων, ἀσκήσει καὶ πόνῳ
χρώμενος· ἄπονος δ’ ἐστὶν ᾧ ὁ θεὸς χαρίζεται κατὰ πολλὴν περιουσίαν
τὰ ἀγαθὰ τέλεια· βραχύτερος δ’ εὑρίσκεται καὶ ἀτελέστερος ὁ πόνῳ
κτώμενος τὴν ἀρετὴν τοῦ ἀπόνως καὶ εὐμαρῶς αὐτὴν παρὰ θεοῦ λαβόντος
Μωυσῆ· ὡς γὰρ αὐτὸ τὸ πονεῖν βραχύτερον καὶ ἔλαττόν ἐστι
τοῦ ἀπόνου, οὕτω καὶ τὸ ἀτελὲς τοῦ τελείου καὶ τὸ μανθάνον τοῦ αὐτομαθοῦς.
διὰ τοῦτο σὺν μὲν βραχίονι λαμβάνει τὸ στῆθος Ἀαρών, ἄνευ
2 κατασκευάζουσι] κατονομάζουσι coni. Mang.
6 γένημα Η θυμὸν] θυμικὸν H ἐκτέμνειν codd., corr. Mang.
11 μετριοπάθειαν Mang.: μετριοπαθῶς codd.
13 λόγον codd.: λόγου v
15 τούτου Mang.: τοῦτο codd. 111 Μώσης codd.
24 οὗτος AP: οὕτως ΒΗ ἡνιόχου τρόπον Wendl.: ἡνιόχων τρόπον ABPH, ἡνιόχων (om. τρόπον) L, ἡνιοχῶν V
27 ᾧ corr. Turn.: οἷς codd.
80 Μωσῇ codd.: Μωσέως v ὡς γὰρ scripsi: καὶ γὰρ codd., καὶ γὰρ x003E; coni. Mang.
31 οὕτως x003E;
τὸ στηθύνιον δὲ ἐπιθέματος καλεῖ διὰ τοῦτο, ὅτι ἐπικεῖσθαι δεῖ τῷ θυμῷ καὶ ἐφιδρῦσθαι τὸν λόγον ὡσανεί τινα
ἡνίοχον εὐθύνοντα σκληραύχενα καὶ ἀφηνιαστὴν ἵππον· τὸν δὲ βραχίονα
οὐκέτι ἐπιθέματος ἀλλ’ ἀφαιρέματος διὰ τόδε, ὅτι δεῖ τὸν ὑπὲρ ἀρετῆς
πόνον μὴ ἑαυτῇ προσάγειν τὴν ψυχήν, ἀλλ’ ἀφελεῖν ἀφ’ ἑαυτῆς καὶ
θεῷ ἀνενεγκεῖν, ὁμολογοῦσαν ὅτι οὐχ ἡ ἰσχὺς αὐτῆς οὐδὲ ἡ δύναμις
περιεποίησε τὸ καλόν, ἀλλὰ ὁ καὶ τὸν ἔρωτα χαρισάμενος.
οὔτε δὲ στηθύνιον οὔτε ὁ βραχίων λαμβάνεται πλὴν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου·
κατὰ τὸ εἰκός· τότε γὰρ ἡ ψυχὴ σῴζεται, ὅταν καὶ ὁ θυμὸς
ἡνιοχηθῇ ὑπὸ λόγου καὶ ὁ πόνος μὴ οἴησιν ἐγκατασκευάσῃ ἀλλὰ παραχώρησιν
τῷ εὐεργέτῃ θεῷ.
γὰρ τῆς γαστρὸς ὀρέξεις καὶ τῶν ἄλλων ἡδονῶν γίνονται σύντονοι,
κενωθείσης δὲ ἠρεμαῖαι καὶ σταθηρότεραι.
διὸ καί φησιν ἑτέρωθι· „πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίᾳ καὶ πᾶς ὁ πορευόμενος ἐπὶ
τεσσάρων διὰ παντός, ὃς πολυπληθεῖ ποσίν, ἀκάθαρτός ἐστι“ (Lev. 11,42)·
τοιοῦτος δ’ ὁ φιλήδονος ἀεὶ χωρῶν ἐπὶ γαστέρα καὶ τὰς μετὰ ταύτην
ἡδονάς. τῷ δὲ ἕρποντι ἐπὶ κοιλίαν τὸν ἐπὶ τεσσάρων βαδίζοντα ἥνωκεν·
εἰκότως· τέτταρα γάρ ἐστι τὰ πάθη τῶν ἐν ἡδονῇ, ὥς τις κατ’ ἐξαίρετον
λόγος μέμνηται. ἀκάθαρτος οὖν καὶ ὁ τῷ ἑνὶ χρώμενος τῇ ἡδονῇ
καὶ ὁ πᾶσιν ἐφορμῶν τοῖς τέσσαρσι. τούτων εἰρημένων ἴδε διαφορὰν πάλιν τελείου καὶ προκόπτοντος. ὥσπερ οὖν πρότερον εὑρίσκετο ὁ μὲν
τέλειος ὅλον ἐκτέμνων τὸν θυμὸν τῆς ἐριστικῆς ψυχῆς καὶ ποιῶν αὐτὴν
τιθασὸν καὶ χειροήθη καὶ εἰρηναίαν καὶ ἵλεων πρὸς πάντα ἔργῳ τε καὶ
λόγῳ, ὁ δὲ προκόπτων
μὲν σοφὸς τέλειος ἡδονὰς ἀπορρυπτόμενος καὶ ἀποσειόμενος Μωυσῆς,
ὁ δὲ προκόπτων οὐχ ἅπασαν, ἀλλὰ τὴν μὲν ἀναγκαίαν καὶ ἁπλῆν
1 Μώσης codd.
7 ὁ καὶ Wendl.: καὶ ὁ codd. τὸν corr. ex τῶν P, τῶν Α
8 οὗτε δὲ ὁ codd.
9 καὶ om. P 10.
11 παραχώρησιν scripsi: παραχωρήσῃ codd.
13 ἡδονὴ codd.: ἡδονῆς v
16 σταθηρότεραι codd.: σταθερώτεραι v
17 καὶ πᾶς AP: καὶ om BH καὶ πᾶς ὁ πορευόμενος om. L
19 ταύτην Mang.: ταῦτα codd.
21 ὥς] ὧν coni. Diels
22 μέμνηται] μεμήνυκεν coni. Wendl. καὶ ὁ scripsi: ὁ καὶ codd.
24 καὶ om. L
26 τιθασσὸν codd. εἰρηναίαν scripsi: εἰρηναῖον codd. ἵλεω codd.
30 τέλειος Mang.: τελείως codd. ἀπορρυπτόμενος ABP: ἀπορριπτόμενος H Μώσης codd.
ἐπὶ γὰρ Μωυσέως φησὶν οὕτως· „καὶ τὴν κοιλίαν καὶ τοὺς
πόδας ἔπλυνεν ὕδατι τοῦ ὁλοκαυτώματος“ (Lev. 9,14)· πάνυ καλῶς·
ὅλην γὰρ τὴν ψυχὴν ἀξίαν οὖσαν θεῷ προσάγεσθαι διὰ τὸ μηδένα ἔχειν
μήθ’ ἑκούσιον μήτ’ ἀκούσιον μῶμον ὁ σοφὸς καθαγιάζει· οὕτως δὲ διακείμενος
ὅλην τὴν γαστέρα καὶ τὰς αὐτῆς καὶ μετ’ αὐτὴν ἡδονὰς ἐκπλύνει
καὶ ἀπολούεται καὶ ἀπορρύπτεται, οὐχὶ μέρος τι, ἀλλ’ οὕτω καταφρονητικῶς
ἔσχηκεν αὐτῆς, ὥστε οὐδὲ τὰ ἀναγκαῖα σιτία ἢ ποτὰ προσίεται
θεωρίᾳ τῶν θείων τρεφόμενος.
διὸ καὶ ἐν ἑτέροις μαρτυρεῖται αὐτῷ·
„τετταράκοντα ἡμέρας ἄρτου οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιεν“ (Exod.
34, 28), ὅτε ἐν τῷ θείῳ ὄρει γενόμενος χρησμῶν θεοῦ νομοθετοῦντος
ἤκουεν. ἀλλ’ οὐ μόνον ὅλῃ τῇ γαστρὶ ἀποτάττεται, ἀλλὰ καὶ τοὺς
πόδας αὐτῇ συναπορρύπτεται, τουτέστι τὰς ἐπιβάσεις τῆς ἡδονῆς·
ἐπιβάσεις δὲ ἡδονῆς εἰσι τὰ ποιητικὰ αὐτῆς· ὁ [τε] γὰρ προκόπτων λέγεται
τὰ ἐγκοίλια καὶ τοὺς πόδας λούειν (Lev. 1, 9), οὐ τὴν ὅλην κοιλίαν·
ἱκανὸς γὰρ οὐκ ἔστι πᾶσαν ἡδονὴν διώσασθαι, ἀγαπητὸν δέ, ἐὰν
τὰ ἐγκοίλια αὐτῆς τουτέστι τὰ ἐπεντρώματα, ἅ φασιν οἱ φιλήδονοι ἐπιλεάνσεις
εἶναί τινας τῶν προηγουμένων ἡδονῶν, ἃ γίνεται ὀψαρτυτῶν
καὶ σιτοπόνων λίχνων περιεργίᾳ.
ὅλην τὴν γαστρὸς ἡδονήν, τὸν δὲ προκόπτοντα μετὰ προστάξεως· ἐπὶ
μὲν γὰρ τοῦ σοφοῦ λέγεται οὕτως· „τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι
ἔπλυνεν“ (Lev. 9, 14), ἀνεπικελεύστως κατὰ τὴν ἑκούσιον γνώμην, ἐπὶ
δὲ τῶν ἱερέων οὕτως· „τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας“ οὐχὶ
ἔπλυναν, ἀλλὰ „πλυνοῦσι“ (Lev. 1, 9)· σφόδρα παρατετηρημένως·
δεῖ γὰρ τὸν μὲν τέλειον ἐξ ἑαυτοῦ κινεῖσθαι πρὸς τὰς κατ’ ἀρετὴν
ἐνεργείας, τὸν δὲ ἀσκητὴν μετὰ τοῦ ὑφηγουμένου τὰ πρακτέα λόγου,
ᾧ προστάττοντι πείθεσθαι καλόν. οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι Μωυσῆς
2 Μώσεως codd.
5 καθαγίζει coni. Mang. οὕτω Η
11 ὅροι H
14 τε om. Turn., seclusi
16 ἰδιώσασθαι P 17.
18 ἐπιλεάνσεις ABPH: ἐπιάνσεις L, ἐπιδύσεις v, ἐπιδόσεις coni. Mang. et Usener
19 lacunam iudicavit et sic explevit Wendl. τὴν τοῦ
20 προκόπτοντος Mang.: προσπίπτοντος codd.
23 ἔπλυνεν LXX: πλύνειν codd., πλύνει Turn. τὴν om. AP ἀκούσιον Turn.
25 πλύνουσι codd., corr. Mang.
28 Μώσης codd.
17 τὰ ἐπεντρώματα: cf. Usener Epicurea p. 280.
ἐφίδρυκεν ἡ φύσις.
διὰ τοῦτο, γεννηθέντων τῶν ἐκ τῆς Λείας προτέρων τῶν ψυχικῶν ἀγαθῶν καὶ στάντων ἐπὶ τῆς ἐξομολογήσεως Ἰούδα
(Gen. 29, 35), μέλλων ὁ θεὸς δημιουργεῖν καὶ τὰς σώματος προκοπὰς
Βάλλαν τὴν Ῥαχὴλ παιδίσκην καὶ πρὸ τῆς δεσποίνης τίκτειν παρασκευάζει·
Βάλλα δ’ ἐστὶν ἐγκατάποσις· ᾔδει γὰρ ὅτι οὐδὲν τῶν σωματικῶν
ἄνευ καταπόσεως καὶ γαστρὸς ὑποστῆναι δύναται, ἀλλὰ αὕτη κρατεῖ καὶ
ἡγεμονεύει παντὸς τοῦ σώματος καὶ τοῦ κατὰ τὸ ζῆν ψιλὸν ὄγκου.
παρατήρει δὲ πᾶσαν τὴν λεπτολογίαν, οὐδὲν γὰρ λεχθὲν παρέργως εὑρήσεις. Μωυσῆς τὸ μὲν στηθύνιον ἀφαιρεῖται, τὴν δὲ κοιλίαν οὐκ ἀφαιρεῖ
μὲν, πλύνει δέ (Lev. 8, 29. 9, 14)· διὰ τί; ὅτι ὁ τέλειος σοφὸς
ὅλον μὲν τὸν θυμὸν ἰσχύει παραιτήσασθαι καὶ ἀποκόψαι ὀργῆς κατεξαναστάς,
τὴν δὲ κοιλίαν ἐκτεμεῖν ἀδυνατεῖ· τοῖς γὰρ ἀναγκαίοις σιτίοις καὶ
ποτοῖς ἡ φύσις βιάζεται χρῆσθαι καὶ τὸν ὀλιγοδεέστατον καὶ καταφρονητικὸν
αὐτῶν τῶν ἀναγκαίων καὶ ἀσιτίαν αὐτῶν μελετῶντα. πλυνέτω
οὖν αὐτὴν καὶ καθαιρέτω ἀπὸ τῶν περιττῶν καὶ ἀκαθάρτων παρασκευῶν·
ἱκανὴ γὰρ καὶ αὕτη παρὰ θεοῦ τῷ φιλαρέτῳ δωρεά.
καὶ οὐδέποτε παύσεται ἄπληστος οὖσα δι’ ἀπαιδευσίαν, ἀλλ’ ἀμυθήτων
ἐπιρρεόντων ἀίδιον ἕξει τὸ πάθος.
οἶδα γοῦν πολλοὺς οὕτω πταίοντας περὶ τὴν τῆς γαστρὸς ἐπιθυμίαν, ὥστ’ ἐμέτοις χρησάμενοι
πάλιν ἐπὶ τὸν ἄκρατον καὶ τἆλλα ὥρμησαν· οὐ γὰρ ἀναλογεῖ τοῖς σωματικοῖς
ὄγκοις ἡ τῆς ἀκράτορος ψυχῆς ἐπιθυμία, ἀλλ’ οἱ μὲν ἅτε ἀγγεῖα
ὄντες μεμετρημένα ἄμετρον οὐδὲν προσίενται, ἀλλὰ τὸ περιττὸν
1 παριστῶντος BH ἀπὸ τοῦ codd.: τοῦ om. v, ἐπὶ τοῦ coni. Wendl. L
2 περὶ x003E; τῶν ἄλλων . . . δυνάμεως coni. Markland
2 ἡσύχασε codd.: ἡσύχαζε γὰρ add. Mang.
4 ἧ codd.: ἐφ’ ᾖ v
6 ψυχικῶν ἀγαθῶν codd.: ἀγαθῶν ψυχικῶν V
11 ὄγκον H
13 Μωσῆς codd. τὸ μὲν ABP: μὲν τὸ H
21 διανοηθείσης Trun.
24 τὰς codd.: τῆς Mang., ἔτι αὐτοῖς
26 γοῦν scripsi: οὖν codd.
27 ἐμέτοις Diels, ἐμετικοῖς Markland: ἔτι αὐτοῖς codd., ἔτι αὐτῇ Benzelius, ἔτι σιτίοις Mang. χρησάμενοι Markland: χρησόμενοι codd.
28 τἄλλα P ἀλογεῖ P
καὶ τῆς συμπάσης ἀρετῆς.
ὁ ἱεροφάντης τὸν τρόπον παραγγέλλει τῷ ἀγομένῳ ὑπὸ σωματικῆς χρείας
αὐτῷ μόνῳ χρῆσθαι τῷ ἀναγκαίῳ. πρῶτον μέν φησι "τόπος ἔστω
σοι ἔξω τῆς παρεμβολῆς" (Deut. 23, 12), παρεμβολὴν καλῶν τὴν ἀρετήν,
ἐν ᾗ ἐστρατοπέδευκεν ἡ ψυχή· οὐ γὰρ δύναται τὸν αὐτὸν κρατεῖν
χῶρον φρόνησις καὶ σωματικῆς ἀνάγκης ἀπόλαυσις.
εἶτα „ἐξελεύσῃ“
φησίν "ἐκεῖ ἔξω"· διὰ τί; ὅτι οὐ δύναται ἡ ψυχὴ καταμένουσα
μετὰ φρονήσεως καὶ ἐν τῷ οἴκῳ διατρίβουσα τῆς σοφίας χρῆσθαί
τινι τῶν φίλων σώματος· τρέφεται γὰρ τότε θειοτέραις τροφαῖς ἐν
ταῖς ἐπιστήμαις, δι’ ἃς καὶ τῆς σαρκὸς ἀμελεῖ· ἐπειδὰν γὰρ ἐξέλθῃ
τῶν ἱερῶν ἀρετῆς οἴκων, τηνικαῦτα ἐπὶ τὰς τὸ σῶμα πλημμελούσας
καὶ πιεζούσας ὕλας τρέπεται.
πῶς οὖν αὐταῖς χρήσομαι; „πάσσαλος ἔστω σοι“ φησίν „ἐπὶ τῆς ζώνης σου, καὶ ὀρύξεις ἐν αὐτῷ“ (Deut. 23, 13), τουτέστι λόγος ἐπὶ τοῦ πάθους ἐξορύττων καὶ ἀναστέλλων καὶ ἀπαμφιεννὺς αὐτό· ἀνεζῶσθαι γὰρ βούλεται ἡμᾶς τὰ πάθη, ἀλλὰ μὴ ἀνειμένα καὶ κεχαλασμένα φορεῖν.
διὸ καὶ ἐπὶ τῆς διαβάσεως αὐτῶν,
ὃ καλεῖται Πάσχα, προστάττει τὰς "ὀσφῦς περιεζῶσθαι“ (Exod. 12, 11),
ἤτοι συνεστάλθαι τὰς ἐπιθυμίας. πάσσαλος οὖν, τουτέστι λόγος, ἑπέσθω
τῷ πάθει, κωλύων αὐτὸ χεῖσθαι· οὕτως γὰρ αὐτοῖς μόνοις χρησόμεθα
τοῖς ἀναγκαίοις, τῶν δὲ περιττῶν ἀφεξόμεθα.
ἐλθεῖν σὺν λόγῳ παραγενώμεθα ὥσπερ ὅπλῳ τινὶ ἀμυντηρίῳ,
οὔτε πέραν τοῦ μετρίου σιτίων ἐμφορηθησόμεθα αἰθυιῶν τρόπον οὔτ’
2 δαψιλέα codd., corr. Turn.
5 ᾖ om. codd. 5.
6 καὶ ἐκσπερματιεῖ σπέρμα LXX: ἐκ σπερμάτων εἰς σπέρμα codd.
11 τὸν τρόπον videtur delendum
15 ἀνάγκη Turn.
20 οἴκων Wendl.: ὀσσῶν codd., ὁδῶν vel οὐδῶν coni. Mang. πλημμελούσας ἢν ν vix sanum censet Wendl.
27 τἀς ἐπιθυμίας AP 27.
28 ἑπέσθω] ἐπέστω coni, Mang.
29 ἐν om. AP
32 ἐμφορησόμεθα P αἰθύων codd.
ἐγὼ γοῦν αὐτὸ πολλάκις παθὼν οἶδα· εἰς γὰρ ἀδιάγωγον συνουσίαν ἐλθὼν καὶ πολυτελῆ δεῖπνα, ὁπότε μὴ ἀφικοίμην σὺν λόγῳ,
δοῦλος ἐγενόμην τῶν παρεσκευασμένων, ἀγόμενος ὑπὸ δεσποτῶν ἀτιθάσων,
θεαμάτων καὶ ἀκουσμάτων καὶ τῶν ὅσα διὰ μυκτῆρος καὶ γεύσεως
ἡδονὰς ἀπεργάζεται· ὁπότε δὲ μετὰ τοῦ αἱροῦντος λόγου, δεσπότης
ἀντὶ δούλου γίνομαι καὶ ἀνὰ κράτος νικῶ καλὴν νίκην καρτερίας
καὶ σωφροσύνης, ἀντιβαίνων καὶ ἀντιφιλονεικῶν πᾶσι τοῖς ἀναρρηγνῦσι
τὰς ἀκράτορας ἐπιθυμίας.
„διορύξεις“ φησὶ γοῦν „τῷ πασσάλῳ“ (Deut. 23, 13), τουτέστιν, ἣν ἕκαστον ἔχει φύσιν, τὸ φαγεῖν, τὸ πιεῖν, τὸ τοῖς μετὰ γαστέρα χρῆσθαι, τῷ λόγῳ γυμνώσεις καὶ διαστελεῖς, ἵνα διακρίνας γνῷς τἀληθές· τότε γὰρ εἴσῃ, ὅτι ἐν οὐδενὶ τούτων ἐστὶ τὸ ἀγαθόν, ἀλλὰ τὸ ἀναγκαῖον μόνον καὶ χρήσιμον.
„καὶ ἐπαγαγὼν καλύψεις
τὴν ἀσχημοσύνην σου“ (ibid.)· πάνυ καλῶς· ἔπαγε γάρ, ὦ ψυχή, τὸν
λόγον ἐπὶ πάντα, ᾧ καλύπτεται καὶ συσκιάζεται καὶ συγκρύπτεται πᾶσα
ἀσχημοσύνη σαρκὸς καὶ πάθους· τὰ γὰρ μὴ σὺν λόγῳ πάντα αἰσχρά,
ὥσπερ τὰ σὺν λόγῳ κόσμια.
οὐκοῦν ὁ μὲν φιλήδονος ἐπὶ κοιλίαν βαδίζει, ὁ δὲ τέλειος τὴν κοιλίαν ὅλην ἐκπλύνει, ὁ δὲ προκόπτων τὰ ἐν κοιλίᾳ,
ὁ δὲ ἄρτι ἀρχόμενος παιδεύεσθαι ἔξω πρόεισιν, ὅταν μέλλῃ τῆς γαστρὸς
τοῖς ἀναγκαίοις ἐπιφερόμενος λόγον ἐπιστομιεῖν τὸ πάθος, ὃς εἴρηται
συμβολικῶς πάσσαλος.
ἠρεμούντων καὶ ἱσταμένων, ἀλλὰ τῶν κινουμένων καὶ ταραχῆς γεμόντων· ὥσπερ γὰρ
ἡ φλὸξ ἐν κινήσει, οὕτως φλογμοῦ τινα τρόπον τὸ πάθος ἐν τῇ ψυχῇ
κινούμενον ἠρεμεῖν αὐτὴν οὐκ ἐᾷ. διὸ καὶ τοῖς λέγουσι καταστηματικὴν
εἶναι τὴν ἡδονὴν οὐ συμφέρεται· ἠρεμία γὰρ λίθῳ μὲν καὶ ξύλῳ καὶ
1 ἀκράτου ἀμέτρου scripsi: ἀκράτω ἀμέτρω codd.
3 ἔγωγ’ οὑν codd. 5.
6 ἀτιθάσσων codd.
7 αἱροῦντος] αἴροντος AP
10 διορύξεις Wendl. ὀρύξεις coni. Mang.): θωρήξη codd,
12 διαστελεῖς Mang.: διαστείλεις P, διαστείλης ceteri
13 ἔστι Β
15 ἔπαγε ABPH: ἄγαγε L
21 ἀναγκαίοις
24 οὐκ ἔστι Mang.: οὐκέτι ABP, οὐκ ἔτι H
25 γὰρ om. L
26 οὕτω H τῆ ψυχὴ ABPH: τῇ om. L
11 Col. 801 lo. p.
84 Boiss. Φίλωνος: τὰ μὴ—κόσμια.
24 sqq. cf. Usener Epicurea p. 281. 356.
ἔχει τροφὰς ἃς ἀναδίδωσιν ἡ γῆ, ἡ δὲ αἰθερίου φύσεως μοῖρα οὖσα
ψυχὴ πάλιν αἰθερίους καὶ θείας· ἐπιστήμαις γὰρ τρέφεται καὶ οὐ σιτίοις
ἢ ποτοῖς, ὧν ἐπιδεές ἐστι τὸ σῶμα.
ἐξίτω μέντοι
ὁ λεὼς καὶ πᾶν τὸ τῆς ψυχῆς σύστημα καὶ συναγαγέτω καὶ ἀρχέσθω
τῆς ἐπιστήμης, μὴ ἀθρόως ἀλλὰ „τὸ τῆς ἡμέρας εἰς ἡμέραν“· πρῶτον
μὲν γὰρ ἀθρόον οὐ χωρήσει τὸν πολὺν πλοῦτον τῶν τοῦ θεοῦ χαρίτων,
ἀλλὰ τῇ φορᾷ χειμάρρου τρόπον ἐπικλυσθήσεται· ἔπειτ’ ἐστὶν
ἄμεινον τὰ αὐτάρκη λαβόντας ἀγαθὰ καὶ μεμετρημένα τῶν λοιπῶν ταμίαν
οἰηθῆναι τὸν θεόν.
ὁ δὲ πάντα μετιὼν ἀθρόα δυσελπιστίαν καὶ ἀπιστίαν
1 ἡδονή PH
2 καὶ ἐπεντρωμάτων
3 κινήσεως scripsi (idem coni. Wendl.): αἰκίσεως codd.; ἀεὶ κνήσεως coni. Creuzer, ἀσκήσεως Gelenius et Bernays
4 γῆς L
6 γήινοι P γάρ add. Wendl.
8 ἀπόσπασμα Mang. „ex Ms. “: ἀπόπλασμα codd.
9 ζῶσαν] ζωῆς codd.
14 αἱ corr. καὶ codd.
15 ἐκ om. codd.
16 ὅπως] ὅταν codd.
17 ἢ οὐ. ὁρᾷς Mang.: ἢ οὐχ ὁρᾶς codd. οὐ om. Η
19 μεταρσίας codd., corr.
22 οὐ χωρήσει scripsi: οὐκ ὠνήσει codd., οὐ κενώσει v (Turn.) 23.
24 ἔστιν ἄμεινον τὰ D: ἄμεινον τὰ om. codd.
24 λαβόντα P
25 τὸν θεόν D: τὸν om. codd. μετιὼν D: μετρῶν codd. ἀθρόα D: ἀθρόον codd. καὶ ἀπιστίαν scripsi: καὶ ἀνελπιστίαν D, om. codd.
23 —
25 DR fol. 220r Φίλωνος ἐκ τῆς νόμων ἱερῶν ἀλληγορίας: ἐστιν ἄμεινον—τὸν θεόν. 25—149,5 D R fol. 46r τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τοῦ γ΄ τῆς ἀπὸ τῶν ἱερῶν πάντα μετιὼν—ἄκοντος θεοῦ.
ἔσεσθαι φύλαξ ἄκοντος θεοῦ· μικρὰ γὰρ ῥοπὴ τὸν ἀσφάλειαν καὶ βεβαιότητα
περιάπτοντα νοῦν ὑπὸ μεγαλαυχίας ἑαυτῷ ἄκυρον καὶ ἀβέβαιον ὧν
ἐδόκει φύλαξ εἶναι πάντων ἐποίησε.
διάβασίν γε μελετῶσαν ἀπὸ τῶν παθῶν καὶ τὸ Πάσχα θύουσαν δεῖ
τὴν προκοπήν, τὸ πρόβατον, λαμβάνειν μὴ ἀμέτρως· „ἕκαστος“ γάρ
φησι „τὸ ἀρκοῦν αὐτῷ συναριθμηθήσεται εἰς πρόβατον“ (Exod. 12, 4).
καὶ ἐπὶ τοῦ μάννα οὖν καὶ ἐπὶ πάσης δωρεᾶς, ἣν ὁ θεὸς δωρεῖται
ἡμᾶς λαμβάνειν· πλεονεξίας γὰρ τοῦτό γε. τὸ τῆς ἡμέρας οὖν εἰς
ἡμέραν συναγαγέτω ἡ ψυχή (Exod. 16, 4), ἵνα μὴ ἑαυτὴν φύλακα
τῶν ἀγαθῶν ἀλλὰ τὸν φιλόδωρον θεὸν ἀποφήνῃ.
εἰς νύκτα καὶ σκότος, ἀλλ’ οὐκ εἰς ἡμέραν καὶ φῶς, οἷον τὰ προπαιδεύματα
πάντα καὶ τὰ ἐγκύκλια λεγόμενα καὶ φιλοσοφίαν αὐτὴν
τρυφῆς ἕνεκεν ἢ ἀρχῆς τῆς πρὸς τοὺς ἡγεμόνας. ὁ δέ γε ἀστεῖος
τὴν ἡμέραν ἕνεκα ἡμέρας καὶ τὸ φῶς ἕνεκα φωτὸς καὶ τὸ καλὸν
ἕνεκα τοῦ καλοῦ κτᾶται μόνου, οὐχ ἕνεκα ἄλλου τινός. διὸ καὶ
ἐπιφέρει· „ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου ἢ
οὔ“ (Exod. 16,4)· νόμος γὰρ θεῖος οὗτος, τὴν ἀρετὴν δι’ ἑαυτὴν
1 ἀνοίας D: ἀνίας codd. δύσελπις] δυσελπιστίαν D μὲν γίνεται scripsi: μὲν D, γὰρ (om. μὲν) codd.
2 μὴ καὶ D: καὶ μὴ codd. ἐλπίζει] νομίσει D τὸν θεὸν post ἀγαθά transp. D ὀμβρίσειν D ἄπιστος] ἀπιστίαν D
4 εἰ om. P 5.
6 ἀσφάλειαν καὶ βεβαιότητα Mang.: ἀσφαλῆ καὶ βεβαιότατον codd.
12 συναριθμήσεται Mang. (LXX) εἰς] τὸ codd.
13 ἣν] ἧς D
14 ἐναρίθμιον Mang.
15 πλεονεξίας D: πλεονεξία codd. γὰρ add. D: om. codd. οὑν] γοῦν D
16 συναγέτω D ἑαυτῇ D
17 ἀποφαίνῃ D
22 ἕνεκεν codd.: ἕνεκα Mang. ἀρχῆς] ἀρεσκείας coni. Mang.; fort. ἢ ἀρχῆς
23 ἕνεκεν φωτὸς AP
24 οὐχ εἵνεκα codd.
26 οὗτος θεῖος D
17 DR fol. 220r τοῦ αὐτοῦ (scil. Φίλωνος): ἐπὶ πάσης—ἀποφαίνῃ.
26 DR fol. 148r Φίλωνος. νόμος οὗτος—τιμᾶν.
πότερα κεκηλίδωνται ἐπί τι τῶν ἐκτὸς ἀναφέροντες τὸ τῆς ψυχῆς ἀγαθὸν ἢ ὡς δόκιμον διαστέλλουσιν ἐν διανοίᾳ μόνῃ τοῦτο διαφυλάττοντες. τούτοις συμβέβηκε μὴ τοῖς γηίνοις ἀλλὰ ταῖς ἐπουρανίοις ἐπιστήμαις τρέφεσθαι.
τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς
ἐρήμου
τῆς ψυχῆς τροφὴν οἵα ἐστί· λόγος θεοῦ συνεχής, ἐοικὼς δρόσῳ,
κύκλῳ πᾶσαν περιειληφὼς καὶ μηδὲν μέρος ἀμέτοχον αὑτοῦ ἐῶν.
φαίνεται δ’ οὐ πανταχοῦ ὁ λόγος οὗτος, ἀλλ’ ἐπ’ ἐρήμου παθῶν καὶ
κακιῶν, καὶ ἔστι λεπτὸς νοῆσαί τε καὶ νοηθῆναι καὶ σφόδρα διαυγὴς
καὶ καθαρὸς ὁραθῆναι, καὶ ἔστιν ὡσεὶ κόριον. φασὶ δὲ οἱ γεωπόνοι τὸ
σπέρμα τοῦ κορίου διαιρεθὲν εἰς ἄπειρα καὶ τμηθὲν καθ’ ἕκαστον τῶν
μερῶν καὶ τμημάτων σπαρὲν βλαστάνειν οὕτως, ὡς καὶ τὸ ὅλον ἠδύνατο·
τοιοῦτος καὶ ὁ θεοῦ λόγος, καὶ δι’ ὅλων ὠφελητικὸς καὶ διὰ
παντὸς μέρους καὶ τοῦ τυχόντος.
μήποτε δὲ ὁμοιοῦται καὶ τῇ κατὰ
τὸν ὀφθαλμὸν κόρῃ· ὡς γὰρ αὕτη βραχύτατον οὖσα μέρος τὰς τῶν
ὄντων ὁρᾷ ζώνας ὅλας καὶ θάλατταν ἄπειρον καὶ
2 κεκιβδήλευνται coni. Mang.
3 τοῦτο διαφυλάττοντες AP: διαφυλάττοντες τοῦτο ΒΗ
4 ἐπουρανίοις scripsi: ἐπουρανίαις codd.
5 φῆ scripsi: φησί codd.
7 λεπτὸν om. codd., add. Beuzelius λευκὴν codd., corr. Turn.
9 Μώσης codd.
11 οἷα BH
12 αὐτοῦ codd.
15 γεωπόνοι scripsi: γεηπόνοι codd.
19 μήποτε] μηδέποτε Η
22 οὕτω Η
23 θεοῦ] θεῖος L ὀξυδορκέστατος P
14 sqq. Orig. Sel. in Deuter. (t. X p. 373 Lomm.) . . . διὰ τοῦτο δὲ τὸ μάννα „λεπτὸν ἦν ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς“, ἐπειδήπερ ὁ λόγος, οὗ σύμβολον ἢν τὸ μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὑτοῦ φύσει καὶ διῆκον διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων . . . ἦν δὲ καὶ ὡσεὶ κόριον πρὸς τὸ εἶναι λευκόν· φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην δι’ ὅλων λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύναμιν, ὡς οὐκέτι δυναμένην σπείρεσθαι. τοιοῦτος δὲ δι’ ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι πέφυκεν ἐν καλῇ καὶ ἀγαθῇ, τουτέστι ψυχῆς ψυχῇ?). ἔστι δὲ τό μάννα λευκόν· φῶς γὰρ ὁ λόγος καὶ λαμπρὸν καὶ κατὰ τοῦτο λευκὸν τῷ αὐτὸν συνιέντι καὶ τρεφομένῳ ὑπ’ αὐτοῦ.
ὅταν γὰρ καλέσῃ πρὸς ἑαυτὸν τὴν ψυχήν, πῆξιν ἀνεγείρει τῷ γεώδει καὶ σωματικῷ
καὶ αἰσθητικῷ παντί· διὸ λέγεται τὸ "ὡσεὶ πάγος ἐπὶ τῆς γῆς“
(Exod. 16, 14)· καὶ γὰρ ἡνίκα ὁ τὸν θεὸν ὁρῶν φυγὴν τὴν
ἀπὸ τῶν παθῶν μελετᾷ, πήγνυται τὰ κύματα, τουτέστιν ἡ φορὰ καὶ αὔξησις καὶ τὸ
μεγάλαυχον αὐτῶν· "ἐπάγη γὰρ τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης“
(Exod. 15, 8), ἵνα διαβῇ τὸ πάθος ὁ βλέπων τὸν ὄντα.
πυνθάνονται οὖν ἀλλήλων αἱ ψυχαὶ αἱ πεπονθυῖαι μὲν ἤδη τὸν λόγον, οὐκ ἔχουσαι
δ’ εἰπεῖν τὸ „τί ἐστι“ (Exod. 16, 15)· καὶ γὰρ γλυκανθέντες
πολλάκις τὸν κεκινηκότα χυμὸν ἀγνοοῦμεν καὶ ἡδέων ἀτμῶν ὀσφραινόμενοι τίνες
εἰσὶν οὐκ ἴσμεν· οὕτως οὖν ἡ ψυχὴ γανωθεῖσα πολλάκις εἰπεῖν οὐκ
ἔχει, τί τὸ γανῶσαν αὐτήν ἐστι· διδάσκεται δὲ ὑπὸ τοῦ ἱεροφάντου
καὶ προφήτου Μωυσέως, ὃς ἐρεῖ· „οὗτός ἐστιν ὁ ἄρτος“ (ibid.), ἡ
τροφή, ἣν δέδωκεν ὁ θεὸς τῇ ψυχῇ, προσενέγκασθαι τὸ ἑαυτοῦ ῥῆμα
καὶ τὸν ἑαυτοῦ λόγον· οὗτος γὰρ ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν φαγεῖν, „τοῦτο
τὸ ῥῆμα“.
καὶ ἐλιμαγχόνησέ σε, καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ
πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος,
ἀλλ’ ἐπὶ παντὶ ῥήματι
περισυλᾶται, δοκοῦμεν κακοῦσθαι, τὸ δ’ ἐστὶ πρὸς ἀλήθειαν ἵλεων τὸν
θεὸν ἔχειν.
περιποιεῖ δ’ ἡμῖν καὶ λιμόν, οὐκ ἀρετῆς, ἀλλὰ τὸν ἐκ πάθους καὶ κακίας συνιστάμενον· τεκμήριον δέ, διατρέφει γὰρ ἡμᾶς τῷ
γενικωτάτῳ αὑτοῦ λόγῳ· τὸ γὰρ μάννα ἑρμηνεύεται „τί“, τοῦτό
ἐστι τὸ γενικώτατον τῶν ὄντων· καὶ ὁ λόγος δὲ τοῦ θεοῦ ὑπεράνω παντός
ἐστι τοῦ κόσμου καὶ πρεσβύτατος καὶ γενικώτατος τῶν ὅσα γέγονε.
τοῦτον τὸν λόγον οὐκ ᾔδεισαν οἱ πατέρες, οὐχ οἱ πρὸς ἀλήθειαν, ἀλλ’
οἱ χρόνῳ πολιοὶ οἱ λέγοντες· "δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς“
1 ante ᾦ lacunam indicavi
8 πήγνυται codd: πήγνυνται Mang.
16 Μώσεως codd.
17 δέδωκεν codd.: ἔδωκεν v
20 ἐλιμαγχώγνησε Η
21 ἀναγγείλῃ Mang.: ἀναγγείλωσι codd.
22 ἐπὶ] ἐν L τῶ addidi, cf. § 176
25 τὸ δ’ ἐστὶ scripsi: τόδ’ ἔστι codd. ἱέω codd.
28 αὑτοῦ codd.
ἀναγγελλέτω οὖν ὁ θεὸς τῇ
ψυχῇ, ὅτι
δὲ τῶν μὲν τελειοτέρων ἡ ψυχὴ ὅλῳ τῷ λόγῳ· ἀγαπήσαιμεν δ’ ἂν ἡμεῖς,
εἰ καὶ μέρει τραφείημεν αὐτοῦ.
ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι
τὰ παιδία ταῦτα“ (Gen. 48, 15. 16). ὡραῖος οὗτος ὁ τρόπος·
τροφέα τὸν θεόν, οὐχὶ λόγον, ἡγεῖται, τὸν δὲ ἄγγελον, ὅς ἐστι λόγος,
ὥσπερ ἰατρὸν κακῶν· φυσικώτατα· ἀρέσκει γὰρ αὐτῷ τὰ μὲν προηγούμενα
ἀγαθὰ αὐτοπροσώπως αὐτὸν τὸν ὄντα διδόναι, τὰ δεύτερα δὲ
τοὺς ἀγγέλους καὶ λόγους αὐτοῦ· δεύτερα δ’ ἐστὶν ὅσα περιέχει κακῶν
ἀπαλλαγήν.
διὰ τοῦτ’ οἶμαι καὶ ὑγείαν μὲν τὴν ἁπλῆν, ἧς οὐ προηγεῖται
νόσος ἐν τοῖς σώμασιν, ὁ θεὸς χαρίζεται δι’ ἑαυτοῦ μόνου, τὴν
δὲ γινομένην κατὰ νόσου φυγὴν καὶ διὰ τέχνης καὶ διὰ ἰατρικῆς, ἐπιγράφων
καὶ ἐπιστήμῃ καὶ τεχνίτῃ τὸ δοκεῖν ἰᾶσθαι, πρὸς ἀλήθειαν αὐτὸς
καὶ διὰ τούτων καὶ ἄνευ τούτων ἰώμενος. τοῦτον δὴ τὸν τρόπον
καὶ ἐπὶ ψυχῆς ἔχει· τὰ μὲν ἀγαθά, τὰς τροφάς, αὐτὸς χαρίζεται δι’
ἑαυτοῦ, διὰ δὲ ἀγγέλων καὶ λόγων ὅσα ἀπαλλαγὴν περιέχει κακῶν.
τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ Τάδε λέγει“ καὶ τὰ ἑξῆς, εἶτα „κατάβηθι
πρὸς μὲ καὶ μὴ μείνῃς", ἐπὶ πᾶσι "καὶ ἐκθρέψω σε ἐκεῖ, ἔτη
γὰρ πέντε λιμός“ (Gen. 45, 9. 11). ἐπιμεμφόμενος οὖν ἅμα καὶ
διδάσκων τὸν δοκησίσοφον λέγει· ὦ οὗτος, ἴσθι τὰς ψυχῆς τροφὰς
ἐπιστήμας ὑπαρχούσας, ἃς οὐχ ὁ αἰσθητὸς λόγος ἀλλ’ ὁ θεὸς δωρεῖται,
ὁ τρέφων ἐκ νεότητος καὶ πρώτης ἀκμῆς
ἔπαθεν οὖν ταὐτὸν ὁ Ἰωσὴφ τῇ
μητρὶ αὐτοῦ Ῥαχήλ· καὶ γὰρ αὕτη ἐνόμισε δύνασθαί τι τὸ γενητόν,
1 Αἴγυπτον Mang.: Αἰγύπτου codd. ἀναγγελέτω ΑΒ
2 κατ’ εἰκόνα seclusi
7 μέρος P 11.
12 εὐλογίσαι H
10 νόσον P 19.
20 ἐπιγράφων . . . δοκεῖν Mang.: ἐπιγράφω . . . τῶ δοκεῖν codd.
30 αἰσθητὸς] ἄγγελος coni. Mang.
31 με addidi
33 αὕτη Wendl.: αὐτὴ codd. γεννητόν codd.
γέ τοι τὴν ἀδελφήν σου Λείαν καὶ εὑρήσεις ἐξ οὐδενὸς γενητοῦ
λαμβάνουσαν τὴν σπορὰν καὶ τὴν γονήν, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ θεοῦ·
„ἰδὼν γὰρ κύριος, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ
δὲ ἦν στεῖρα“ (Gen. 29, 31).
ἀλλ’ ὅρα πάλιν τὴν ἐν τούτῳ λεπτουργίαν· τῆς ἀρετῆς ὁ θεὸς τὰς μήτρας ἀνοίγει, σπείρων ἐν αὐταῖς τὰς
καλὰς πράξεις, ἡ δὲ μήτρα, παραδεξαμένη τὴν ἀρετὴν ὑπὸ θεοῦ, οὐ
τίκτει τῷ θεῷ — χρεῖος γὰρ οὐδενός ἐστιν ὁ ὤν —, ἀλλ’ ἐμοὶ τῷ
Ἰακὼβ υἱούς· ἐμοῦ γὰρ ἕνεκα ἔσπειρεν ὁ θεὸς ἐν τῇ ἀρετῇ τάχα,
οὐχ ἑαυτοῦ. οὐκοῦν ἄλλος μὲν ἀνὴρ τῆς Λείας ὁ ἡσυχαζόμενος
εὑρίσκεται, ἄλλος δὲ πατὴρ τῶν ἐκ Λείας τέκνων· ἀνὴρ μὲν γὰρ
ὁ τὴν μήτραν ἀνοίγων, πατὴρ δὲ τῶν τέκνων, ᾧ ταῦτα τίκτειν
λέγεται.
ἑταῖρον εἴποι — νόσος γὰρ φιλίας ἡ κολακεία — οὐδὲ τὴν ἑταίραν
εὔνουν ἐραστῇ — τοῖς γὰρ διδομένοις, οὐκ αὐτῷ, προσπέπονθεν —,
οὕτω καὶ τὴν ἡδονὴν ἐξετάζων εὑρήσεις νόθον οἰκειότητα ὑποδυομένην
πρὸς αἴσθησιν.
ὅταν γέ τοι κορεσθῶμεν ἡδονῆς, ἐκπίπτει τῶν τόνων ἡμῶν τὰ αἰσθητήρια· ἢ τοὺς οἴνῳ ἢ ἔρωτι μεθύοντας οὐ καταμανθάνεις,
ὅτι ὁρῶντες οὐχ ὁρῶσι καὶ ἀκούοντες οὐκ ἀκούουσι καὶ τῶν
ἄλλων αἰσθήσεων ἀφῄρηνται τὰς ἀκριβεῖς ἐνεργείας; ἔστι δ’ ὅτε καὶ
διὰ πλῆθος ἄμετρον τροφῆς ἅπαντες οἱ τόνοι τῶν αἰσθήσεων ὑφείθησαν
2 αὐτὴν μωμησάμενος scripsi αὐτὴν μεμψάμενος coni. Wendl.): ἑαυτὸν μιμησάμενος codd.
3 τὰς ψυχῶν μήτρας Mang.: τὰ ψυχῶν μέτρα codd.
5 γεννητοῦ codd.
6 τοῦ om. ABH 8.
9 λεπτουργίαν· τῆς ἀρετῆς sic distinxit Markland: λεπτουργίαν τῆς ἀρετῆς. v
10 ἀρετὴν] σπορὰν coni. Mang.
12 υἱούς corr. Turn.: υἱός codd.
24 οἴνῳ ἢ ἔρωτι Markland: οἴνων ἔρωτι codd. 24.
25 καταμανθάνεις codd.: καταλαμβάνεις Mang.
ποιητικὸν ἡδονῆς. ὅταν οὖν ἀπλήστως ἐμφορηθῇ τούτων ἡ ἡδονή,
βλάβην εὐθὺς εἰργάσατο αἰσθήσει.
τὸ δ’ "ἀνὰ μέσον τοῦ σπέρματός
σου καὶ τοῦ σπέρματος αὐτῆς" εἴρηται πάλιν φυσικῶς· σπέρμα γὰρ
πᾶν ἐστι γενέσεως ἀρχή· ἀρχὴ δὲ ἡδονῆς μὲν [οὐ] τὸ πάθος, [ἀλλ’]
ἄλογος ὁρμή, αἰσθήσεως δὲ ὁ νοῦς· ἀπὸ γὰρ τούτου καθάπερ τινὸς πηγῆς
αἱ αἰσθητικαὶ τείνονται δυνάμεις, μάλιστα κατὰ τὸν ἱερώτατον Μωυσῆν,
ὃς ἐκ τοῦ Ἀδὰμ πεπλάσθαι φησὶ τὴν γυναῖκα, τὴν αἴσθησιν ἐκ τοῦ
νοῦ. ὅπερ οὖν ἡδονὴ πρὸς αἴσθησιν, τοῦτο πάθος πρὸς νοῦν, ὥστ’
ἐπειδὴ ἐκεῖνα ἐχθρά, καὶ ταῦτ’ ἂν εἴη πολέμια.
νοητοῖς καὶ ἀσωμάτοις παραβάλλει, φυγαδεύεται τὸ πάθος· καὶ ἔμπαλιν
ὅταν τοῦτο νικήσῃ νίκην κακήν, εἴκει ὁ νοῦς κωλυόμενος προσέχειν
ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ πᾶσιν ἔργοις. φησὶ γοῦν ἐν ἑτέροις, ὅτι "ὅταν
μὲν ἐπῆρε τὰς χεῖρας Μωυσῆς, κατίσχυεν Ἰσραήλ, ὅταν δὲ καθῆκε,
κατίσχυεν Ἀμαλήκ" (Exod. 17, 11), τοῦτο παριστὰς ὅτι, ὁ νοῦς ἐπειδὰν
μὲν ἐξάρῃ αὑτὸν ἀπὸ τῶν θνητῶν καὶ μετεωρισθῇ, ῥώννυται τὸ ὁρῶν
τὸν θεόν, ὅπερ ἐστὶν Ἰσραήλ, ἐπειδὰν δὲ καθῇ τοὺς ἰδίους τόνους καὶ
ἐξασθενήσῃ, αὐτίκα τὸ πάθος ἰσχύσει, ὁ Ἀμαλήκ, ὃς ἑρμηνεύεται
λαὸς ἐκλείχων· ὄντως γὰρ διεσθίει τὴν ὅλην ψυχὴν καὶ ἐκλιχμᾶται,
μηδὲν ἐν αὐτῇ σπέρμα ἢ ζώπυρον ἀρετῆς ὑπολείπων.
παρὸ καὶ
λέγεται "ἀρχὴ ἐθνῶν Ἀμαλήκ" (Num. 24, 20), ὅτι τῶν μιγάδων καὶ
1 ἀπὸ] ὑπὸ Η ἐφέσεως Η
3 τὰς] καὶ L
4 γεγονυίας ΡΗ
9 ἐστιν Η
10 εὐπρεπὲς codd., corr. Turn.
11 ἐμφορηθῇ scripsi: ἐμφορηθήσεται codd.
12 εἰργάσατο codd.: εἰργάζετο Mang.
14 οὐ et ἀλλ’ scclusit Wendl.
15 δὲ ὁ νοῦς Wendl.: διὰ νοῦ codd.
16 Μωσῆν codd.
17 ἐκ alterum om. L
21 προσβάλλει coni. Mang.
25 παριστὰς scripsi: παριστῶν codd.
26 τὸ ὁρῶν Mang.: τῶ ὁρᾶν codd.
20 ἐκλικμᾶται codd., corr. Turn.
αὐτὸς καὶ αὐτοῦ καὶ τὰ τοιαῦτα. ὀρθῶς οὖν τῇ ἡδονῇ λέγεται, ὅτι ὁ
νοῦς σου τηρήσει τὸ κεφάλαιον καὶ ἡγεμονικὸν δόγμα, καὶ σὺ τηρήσεις
αὐτοῦ, τοῦ νοῦ, τὰς ἐπιβάσεις καὶ ἐφιδρύσεις τῶν ἀρεσκόντων, αἷς αἱ πτέρναι
κατὰ λόγον εἰκάσθησαν.
τὸ οἷον διαφυλάξει καὶ διασώσει, ἕτερον δὲ τὸ ἴσον τῷ ἐπιτηρήσει πρὸς
ἀναίρεσιν. ἀνάγκη δὲ τὸν νοῦν ἢ φαῦλον ἢ σπουδαῖον εἶναι· ὁ μὲν
οὖν ἄφρων φύλαξ καὶ ταμίας ἂν γένοιτο τῆς ἡδονῆς, χαίρει γὰρ αὐτῇ,
ὁ δὲ σπουδαῖος ἐχθρός, καραδοκῶν ὅτε ἐπιθέμενος ἰσχύσει καθελεῖν
αὐτὴν εἰσάπαν. καὶ μὴν ἔμπαλιν ἡ ἡδονὴ τοῦ μὲν ἄφρονος διατηρεῖ
τὴν ἐπίβασιν, τοῦ δὲ σοφοῦ λύειν καὶ ἀναιρεῖν ἐπιχειρεῖ τὴν ἔνστασιν,
ἡγουμένη τὸν μὲν κατάλυσιν αὐτῆς μελετᾶν, τὸν δ’ ἄφρονα δι’ ὧν μάλιστα
σωθήσεται.
ἀλλ’ ὅμως πτερνίζειν δοκοῦσα καὶ ἀπατᾶν τὸν ἀστεῖον αὐτὴ πτερνισθήσεται πρὸς τοῦ πάλην ἠσκηκότος Ἰακώβ —
πάλην δ’ οὐ τὴν σώματος ἀλλ’ ἣν παλαίει ψυχὴ πρὸς τοὺς ἀνταγωνιστὰς
τρόπους αὐτῆς πάθεσι καὶ κακίαις μαχομένη —· καὶ οὐ πρότερον ἀνήσει
πτέρναν τοῦ ἀνταγωνιστοῦ πάθους, πρὶν ἀπειπεῖν αὐτὸ καὶ ὁμολογῆσαι,
ὅτι ἐπτέρνισται καὶ νενίκηται δίς, ἔν τε τοῖς πρωτοτοκίοις καὶ
ἐν τῷ εὐλογιστεῖν.
„δικαίως“ γάρ φησιν "ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ, ἐπτέρνικέ με γὰρ ἤδη δεύτερον· τότε τὰ πρωτοτόκιά μου
εἴληφε, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου“ (Gen. 27, 36). πρεσβύτερα
δὲ ὁ μὲν φαῦλος ἡγεῖται τὰ σώματος, ὁ δ’ ἀστεῖος τὰ ψυχῆς, ἃ καὶ
1 ἀβουλὶ codd
2 ἀναρριπήζεται ΒΗ
3 ἀπολείψειν PL
7 τῷ γὰρ ὄφει λέγεται scripsi: τὸ γὰρ ὀφείλεται codd., τί γάρ; ὀφείλεται v, ὄφει λέγεται iam coni. Mang.
13 αὐτοῦ] αὖ τούτου coni. Mang.
15 διαδώσει L τῶ ἴσον τὸ Η
17 ἄν] ὢν H
18 ὅτε Mang.: ὅτι codd.
21 ὧν] ὃν P
24 σώματος AP: τοῦ σώματος BH
25 μαχομένη seripsi: μαχομένους codd.
27 πρωτοτόκοις codd., corr. Mang.
29 ἐπτέρνηκε ABH
ἡ ψυχή.
πρωτοτόκια εἴληφεν“· οὐ γὰρ τὰ σά, ὦ οὗτος, λαμβάνει, ἀλλὰ τοῖς
σοῖς τὰ ἐναντία· τὰ μὲν γὰρ σὰ δουλείας, τὰ δ’ ἐκείνου δεσποτείας
ἠξίωται·
καὶ εἰ ἀγαπήσεις δοῦλος γενέσθαι τοῦ σοφοῦ, νουθεσίας καὶ
σωφρονισμοῦ κοινωνήσεις, ἀμαθίαν καὶ ἀπαιδευσίαν κῆρας ψυχῆς ἀποβαλών·
εὐχόμενος γὰρ ὁ πατήρ σοί φησιν, ὅτι "τῷ ἀδελφῷ σου δουλεύσεις“
(Gen. 27, 40)· ἀλλ’ οὐχὶ νῦν — οὐ γὰρ ἀνέξεταί σε ἀφηνιάζοντα
—, ἀλλ’ ὅταν "ἐκλύσῃς τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου σου“
(ibid.), τὸ αὔχημα καὶ φρύαγμα ἀποβαλὼν ὃ ἐκτήσω ὑποζεύξας
νυνὶ μὲν δοῦλος εἶ χαλεπῶν
καὶ ἀφορήτων τῶν ἐν σαυτῷ δεσποτῶν, οἷς νόμος ἐστὶ μηδένα
ἐλεύθερον ποιεῖν· ἐὰν δὲ τούτους δρασμῷ χρησάμενος καταλίπῃς, ὑποδέξεταί
σε φιλόδουλος δεσπότης ἐπ’ ἐλπίσι χρησταῖς ἐλευθερίας καὶ
οὐκ ἐκδώσει ἔτι τοῖς προτέροις δεσπόταις, μαθὼν παρὰ Μωυσέως δίδαγμα
καὶ δόγμα ἀναγκαῖον, „μὴ παραδιδόναι παῖδα τῷ κυρίῳ, ὃς
προστέθειται αὐτῷ παρὰ τοῦ κυρίου· μετὰ γὰρ αὐτοῦ κατοικήσει ἐν
παντὶ τόπῳ, ᾧ ἐὰν ἀρέσκῃ αὐτῷ“ (Deut. 23, 15. 16).
αἵδε αἱ φωναί, ἐπειδὴ μόνῳ ἁρμόττει θεῷ λέγειν τὸ ἐμόν, αὐτοῦ
γὰρ ὄντως κτήματα μόνου τὰ πάντα.
διὸ καὶ μαρτυρήσει, ὅταν
φῇ „τὰ δῶρά μου, δόματά μου, καρπώματά μου διατηρήσεις“ (Num.
28, 2), ὅτι δῶρα δομάτων διαφέρει· τὰ μὲν γὰρ ἔμφασιν μεγέθους
τελείων ἀγαθῶν δηλοῖ, ἃ τοῖς τελείοις χαρίζεται ὁ θεός, τὰ δ’ εἰς
βραχύτατον ἔσταλται, ὧν μετέχουσιν οἱ εὐφυεῖς ἀσκηταὶ οἱ προκόπτοντες.
οὗ χάριν καὶ Ἀβραὰμ ἀκολουθῶν τῷ θεοῦ θελήματι τὰ μὲν ὑπάρχοντα,
4 τὸ addidi; καὶ
6 πρωτότοκα codd.
9 κοινωνήσεις Mang.: κοινωνήσας codd. 13.
14 σεαυτὸν scripsi: ἑαυτὸν codd.
15 σαυτῷ scripsi: ἑαυτῶ codd.
17 ἐλευθερίαις H
18 Μωσέως codd.
20 προτέθειται L κατοικήσειεν ἐν L
21 τόπῳ] τρόπω Η
23 ἀνάξιος εἰ Maug.: ἀναξίαις codd.
28 καρπώματά μου om. L
29 διαφέρει scripsi: διαφέρουσι codd.
30 δηλοῖ scripsi: δηλοῦσιν codd.
(cf. Exod. 18, 26).
ὅστις δὲ τολμᾷ λέγειν ἑαυτοῦ τι εἶναι, δοῦλος τὸν πάντα αἰῶνα γεγράψεται, ὥσπερ ὁ λέγων "ἠγάπηκα τὸν κύριόν
μου καὶ τὴν γυναῖκά μου καὶ τὰ παιδία μου· οὐκ ἀποτρέχω ἐλεύθερος“
(Exod. 21, 5). εὖ γε τὸ ἑαυτῷ ὁμολογῆσαι δουλείαν· πῶς γὰρ
ὁ λέγων οὐ δοῦλος Ἐμὸς ὁ κύριος νοῦς ἐστι, κύριος ἑαυτοῦ καὶ αὐτοκράτωρ·
ἐμὴ καὶ ἡ αἴσθησις, αὔταρκες τῶν σωμάτων κριτήριον· ἐμὰ
καὶ τὰ τούτων ἔκγονα, τοῦ μὲν νοῦ τὰ νοητά, τῆς δ’ αἰσθήσεως τὰ
αἰσθητά· ἐπ’ ἐμοὶ γὰρ τὸ νοεῖν, τὸ αἰσθάνεσθαι.
ἀλλὰ μὴ μόνον ἑαυτοῦ καταμαρτυρείτω, ἀλλὰ καὶ ὑπὸ τοῦ θεοῦ καταδικασθεὶς αἰωνίαν
καὶ βεβαιοτάτην ὑπομενέτω δουλείαν κελεύοντος τό τε οὖς τρυπᾶσθαι,
ἵνα μὴ παραδέξηται λόγους ἀρετῆς, καὶ δουλεύειν τὸν αἰῶνα τῷ νῷ
καὶ τῇ αἰσθήσει, κακοῖς καὶ ἀνηλεέσι δεσπόταις.
τὸ ἥδεσθαι, περὶ τοῦτο καὶ τὸ ἀλγεῖν· ἡδόμεθα δὲ διὰ τῶν αἰσθήσεων,
ὥστε ἐξ ἀνάγκης καὶ ἀλγοῦμεν δι’ αὐτῶν. ἀλλ’ ὁ μὲν σπουδαῖος καὶ
κεκαθαρμένος νοῦς ἐλάχιστα ἀλγεῖ, ἥκιστα γὰρ ἐπιτίθενται αὐτῷ αἱ
αἰσθήσεις· τῷ δ’ ἄφρονι περιττεύει τὸ πάθος οὐδὲν ἔχοντι ἀλεξιφάρμακον
ἐν τῇ ψυχῇ, ᾧ τὰς ἀπὸ τῶν αἰσθήσεων καὶ αἰσθητῶν κῆρας
ἀμυνεῖται.
ὥσπερ γὰρ ἑτέρως τύπτεται ὁ ἀθλητὴς καὶ ὁ δοῦλος, ὁ μὲν καθ’ ὑπόπτωσιν ἐνδιδοὺς πρὸς τὰς αἰκίας καὶ ὑπείκων, ὁ δ’ ἀθλητὴς
ἀντέχων καὶ ἀντιστατῶν καὶ τὰς ἐπιφερομένας
ὥσπερ ἀντιπέπονθε σχηματίζων ἑαυτὸν πρὸς τὸ κείρεσθαι —,
οὕτως ὁ μὲν ἀλόγιστος ἀνδραπόδων δίκην ἑτέρῳ ὑπείκει καὶ ὑποπίπτει ταῖς ἀλγηδόσιν ὡς ἀφορήτοις δεσποίναις ἀντιβλέψαι πρὸς αὐτὰς ἀδυνατῶν, ἄρρενας
καὶ ἐλευθέρους σπᾶν μὴ δυνάμενος λογισμούς, παρὸ δὴ καὶ πλῆθος
3 Μώσης codd. μέντοι
9 οὐ δοῦλος ὁ λέγων coni. Mang.
14 τρυπᾶσθαι Mang.: τρυπάσθω codd.
15 δουλεύειν scripsi: δουλεύῃ codd.
24 αἰσθητικῶν H
27 πληγὰς addidi
30 κείρασθαι codd., corr. Turn.
33 δὴ] δὲ L, om. Turn.
θεός, οὕτω τῇ σπουδαίᾳ ψυχῇ πλῆθος ἄφθονον ἀγαθῶν δεδώρηται.
φησὶ γοῦν ἐπὶ τοῦ τελείου Ἀβραὰμ τὸν τρόπον τοῦτον· "κατ’ ἐμαυτοῦ
ὤμοσα, λέγει κύριος· οὗ εἵνεκα ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω
τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ
πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ
ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης“ (Gen. 22, 16. 17).
εὖ καὶ τὸ ὅρκῳ βεβαιῶσαι τὴν ὑπόσχεσιν καὶ ὅρκῳ θεοπρεπεῖ· ὁρᾷς
γὰρ ὅτι οὐ καθ’ ἑτέρου ὀμνύει θεός, οὐδὲν γὰρ αὐτοῦ κρεῖττον, ἀλλὰ
καθ’ ἑαυτοῦ, ὅς ἐστι πάντων ἄριστος.
ἔφασαν δέ τινες, ὡς ἀνοίκειον
ἦν ὀμνύναι· ὁ ὅρκος γὰρ πίστεως ἕνεκα παραλαμβάνεται,
ἐν παντὶ τῷ οἴκῳ“ γεγενῆσθαι (Num. 12, 7). ἄλλως τε καὶ οἱ λόγοι
τοῦ θεοῦ εἰσιν ὅρκοι καὶ νόμοι τοῦ θεοῦ καὶ θεσμοὶ ἱεροπρεπέστατοι·
τεκμήριον δὲ τῆς ἰσχυρότητος αὐτοῦ, ὃ ἂν εἴπῃ γίνεται, ὅπερ ἦν οἰκειότατον
ὅρκῳ· ὥστ’ ἀκόλουθον ἂν εἴη λέγειν, ὅτι πάντες οἱ τοῦ θεοῦ
λόγοι εἰσὶν ὅρκοι βεβαιούμενοι ἔργων ἀποτελέσμασι.
2 καρτερᾶς AP: καρτερῶς ΒΗ
4 ἐξαδιαφορεῖν Mang.: ἔξω διαφορεῖν codd.
6 πίμπρη om. codd. κάταιθε] κάτεσθε codd.
7 πρόσθεν codd.
8 εἰσιν codd. ἄνεισ’] ἄν codd. ἐς] εἰς codd.
9 θῶπα codd. ἀπαντλῆσαι codd.
10 ἐπιτέθεικεν coni. Wendl.
13 εἵνεκα codd.: ἕνεκα Mang.
17 τὸ ὅρκῳ βεβαιῶσαι Wendl.: τῶ ὅρκῳ βεβαιώσας codd.
20 ἢν
21 φίλος θεῶ BH Μώσης codd.
26 ἀποτελέσματα L
28 δὴ] δὲ L
6 Eur. frg. 687 Ν2.
7 πίνουσα h. l. Philo, πίνων Euripides.
μακαριότης ἐπιστήμη σύνεσις ἀρχὴ τέλος ὅλον πᾶν δικαστὴς
γνώμη βουλὴ νόμος πρᾶξις ἡγεμονία.
ἄλλως τε ἂν τὸ "κατ’ ἐμαυτοῦ ὤμοσα“ ὃν χρὴ τρόπον ἐκδεξώμεθα, παυσόμεθα τῆς ἄγαν σοφιστείας.
μήποτ’ οὖν ἐστι τοιοῦτον· οὐδὲν τῶν δυναμένων πιστοῦν δύναται παγίως
περὶ θεοῦ πιστῶσαι, οὐδενὶ γὰρ ἔδειξεν αὑτοῦ τὴν φύσιν, ἀλλ’ ἀόρατον
αὐτὴν παντὶ τῷ γένει παρεσκεύασε· τίς ἂν ἰσχύσαι ἢ ὅτι ἀσώματον
ἢ ὅτι σῶμα ἢ ὅτι ποιὸν ἢ ὅτι ἄποιον τὸ αἴτιον εἰπεῖν ἢ συνόλως περὶ
οὐσίας ἢ ποιότητος ἢ σχέσεως ἢ κινήσεως αὐτοῦ βεβαίως ἀποφήνασθαι;
ἀλλὰ περί γε ἑαυτοῦ μόνος ἰσχυριεῖται, ἐπεὶ καὶ μόνος ἀψευδῶς τὴν
ἑαυτοῦ φύσιν ἠκρίβωσε.
βεβαιωτὴς οὖν ἰσχυρότατος ἑαυτοῦ τὸ πρῶτον,
ἔπειτα καὶ τῶν ἔργων αὑτοῦ μόνος ὁ θεός, ὥστ’ εἰκότως ὤμνυε καθ’
ἑαυτοῦ πιστούμενος ἑαυτόν, ὃ μὴ δυνατὸν ἦν ἄλλῳ. διὸ καὶ ἀσεβεῖς
ἂν νομισθεῖεν οἱ φάσκοντες ὀμνύναι κατὰ θεοῦ· εἰκότως γὰρ οὐδεὶς
ὄμνυσι κατ’ αὐτοῦ, ὅτι γε οὐ περὶ τῆς φύσεως αὐτοῦ διαγνῶναι δύναται,
ἀλλ’ ἀγαπητόν, ἐὰν
ὅπερ ἦν τοῦ ἑρμηνέως λόγου· οὗτος γὰρ ἡμῶν τῶν ἀτελῶν ἂν εἴη θεός,
τῶν δὲ σοφῶν καὶ τελείων ὁ πρῶτος.
καὶ Μωυσῆς μέντοι τὴν ὑπερβολὴν θαυμάσας τοῦ ἀγενήτου φησίν· „καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ“
(Deut. 6, 13), οὐχὶ αὐτῷ· ἱκανὸν γὰρ τῷ γενητῷ πιστοῦσθαι καὶ
μαρτυρεῖσθαι λόγῳ θείῳ· ὁ δὲ θεὸς αὑτοῦ πίστις ἔστω καὶ μαρτυρία
(Gen. 22, 16) σύμβολόν ἐστιν εὐσεβείας· τὸ γὰρ ἕνεκα θεοῦ μόνου
πάντα πράττειν εὐσεβές. παρὸ καὶ ἀφειδοῦμεν τοῦ ἀγαπητοῦ τέκνου
τῆς ἀρετῆς, τοῦ εὐδαιμονῆσαι, παραχωροῦντες αὐτὸ τῷ δημιουργῷ,
ἄξιον τὸ γέννημα κρίνοντες κτῆμα θεοῦ νομίζεσθαι, ἀλλὰ μὴ γενητοῦ
5 πᾶς BH
8 δυνάμεων L πιστοῦν Mang.: πιστεύειν codd.
9 πιστῶσαι Mang.: πιστεῦσαι codd., om. Turn. αὐτοῦ codd.
10 παρεσκεύασεν Η τίς
11 ἡ ὅτι σῶμα om. L
13 μόνος (post ἑαυτοῦ) scripsi: μόνου codd.
14 βεβαιωτὴς Mang.: βεβαιότης codd. ἰσχυρότατος scripsi: εὐχάριστος codd., εἷς ἄριστος coni. Diels
15 αὐτοῦ codd.
18 καὶ αὐτοῦ Mang.: καθ’ ἑαυτοῦ codd. οὐ] οὐδὲ coni. Wendl.
19 κατὰ addidi
21 Μώσης codd.
22 ἀγεννήτου codd.
23 γεννητῷ codd.
24 αὐτοῦ codd.
27 εὐσεβές Mang.: εὐθές eodd.
28 αὐτὸ] αὐτῶ L
29 κτῆμα om. P γεννητοῦ codd.
εὖ δὲ τὸ φάναι "εὐλογῶν εὐλογήσω“ (ib. 17)· πολλὰ γὰρ
εὐλόγιστα δρῶσί τινες, ἀλλ’ οὐκ ἐπ’ εὐλογίαις, ἐπεὶ καὶ ὁ φαῦλος
ἔνια δρᾷ τῶν καθηκόντων οὐκ ἀφ’ ἕξεως καθηκούσης, καὶ ὁ μεθύων
μέντοι καὶ μεμηνὼς ἔστιν ὅτε νηφάλια φθέγγεταί τε καὶ ποιεῖ, ἀλλ’
οὐκ ἀπὸ νηφούσης διανοίας, καὶ οἱ ἔτι κομιδῇ νήπιοι παῖδες οὐκ ἀπὸ
λογικῆς ἕξεως — οὔπω γὰρ αὐτοὺς ἡ φύσις λογικοὺς πεπαίδευκε
— πολλὰ πράττουσι καὶ λέγουσιν ὧν οἱ λογικοί. βούλεται δὲ ὁ νομοθέτης
τὸν σοφὸν μὴ σχετικῶς καὶ εὐαλώτως καὶ ὡς ἂν ἐκ τύχης
εὐλόγιστον δοκεῖν εἶναι, ἀλλ’ ἀπὸ ἕξεως καὶ διαθέσεως εὐλογίστου.
ταῖς λύπαις, ἀλλὰ καὶ „τῷ στεναγμῷ". ἔστι δὲ στεναγμὸς σφοδρὰ καὶ
ἐπιτεταμένη λύπη· πολλάκις γὰρ ἀλγοῦμεν οὐχὶ στένοντες· ὅταν δ’ ἐπιστένωμεν,
ἀνιαρῶς καὶ πάνυ ὀμβρηρῶς χρώμεθα ταῖς λύπαις. τὸ δὲ
στένειν ἐστὶ διττόν· ἓν μὲν ὃ γίνεται περὶ τοὺς ἐπιθυμοῦντας καὶ ὀρεγομένους
τῶν ἀδικιῶν καὶ μὴ τυγχάνοντας, ὃ δὴ καὶ φαῦλόν ἐστιν·
ἕτερον δὲ ὃ γίνεται περὶ τοὺς μετανοοῦντας καὶ ἀχθομένους ἐπὶ τῇ
πάλαι τροπῇ καὶ λέγοντας Κακοδαίμονες ἡμεῖς, ὅσον ἄρα χρόνον
ἐλελήθειμεν νοσοῦντες ἀφροσύνης νόσον καὶ ἀνοίας καὶ ἀδικίας ἐπιτηδευμάτων.
τοῦτο δ’ οὐ γίνεται, ἐὰν μὴ τελευτήσῃ καὶ ἀποθάνῃ ἐκ τῆς
ψυχῆς ὁ βασιλεὺς τῆς Αἰγύπτου, ὁ ἄθεος καὶ φιλήδονος τρόπος· "μετὰ
γὰρ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Αἰγύπτου“·
εἶτ’ εὐθὺς ἀποθανούσης κακίας στενάζει ὁ ὁρῶν τὸν θεὸν [καὶ]
τὴν ἑαυτοῦ τροπήν, „κατεστέναξαν γὰρ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν σωματικῶν
καὶ Αἰγυπτιακῶν ἔργων“ (Exod. 2, 23)· ἐπεὶ ζῶν γε ὁ βασιλεὺς
καὶ φιλήδονος τρόπος ἐν ἡμῖν γεγηθέναι τὴν ψυχὴν ἀναπείθει
ἐφ’ οἷς ἁμαρτάνει, ὅταν δὲ τελευτήσῃ, στένει.
διὸ καὶ ἐκβοᾷ
πρὸς τὸν δεσπότην ἱκετεύουσα, μηκέτι τραπῆναι μηδὲ ἀτελῆ τὴν τελείωσιν
λαβεῖν· πολλαῖς γὰρ ψυχαῖς μετανοίᾳ χρῆσθαι βουληθείσαις οὐκ
ἐπέτρεψεν ὁ θεός, ἀλλ’ ὥσπερ ὑπὸ παλιρροίας εἰς τοὔμπαλιν ἀνεχώρησαν
τρόπον τινὰ τῆς Λὼτ
ἀνατρέχειν.
6 πεπαίδευκε] ἀπέδειξε coni. Mang. 12.
13 δ’ ἐπιστένωμεν codd.: δὲ στένωμεν Mang.
13 ἀνιαρῶς Turn.: ἀνιαροῖς codd., νεαρῶς coni. Wendl. ἀνιαραῖς καὶ πάνυ ὀδυνηραῖς coni. Diels 1.5 φαύλων coni. Mang.
18 ἐλελήθειμεν scripsi ἐληλήθαμεν —sic— Mang.): ἐληλύθειμεν ΑΒΗ, ἐληλύθημεν Ρ
22 καὶ seclusi
30 τῆς Λὼτ] καὶ Δῶτ’ L αἰθουμένης Ρ
32 ὅτι] ὅτε ΑΒΡ
πάνυ καλῶς τὸ φθάσαι
μέχρι θεοῦ τὴν ἱκεσίαν· οὐκ ἂν δὲ ἔφθασεν, εἰ μὴ ὁ καλῶν χρηστὸς
ἦν. ἐνίαις δὲ ψυχαῖς προαπαντᾷ· "ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε“
(Exod. 20, 24). ὁρᾷς ὅση τοῦ αἰτίου ἡ χάρις φθάνοντος τὴν ἡμετέραν
μέλλησιν καὶ προαπαντῶντος εἰς εὐεργεσίαν παντελῆ τῆς ψυχῆς.
καὶ χρησμός ἐστι δογματικὸς τὸ λεγόμενον· ἐὰν γὰρ ἔλθῃ εἰς τὴν
διάνοιαν ἔννοια θεοῦ, εὐθὺς εὐλογιστεῖ τε καὶ πάσας τὰς νόσους αὐτῆς
ἰᾶται.
ἡ δέ γε αἴσθησις αἰεὶ λυπεῖται καὶ στένει καὶ τίκτει μετ’ ὀδύνης καὶ ἀλγηδόνων ἀνηκέστων τὸ αἰσθάνεσθαι, ὡς καὶ αὐτός φησιν· „ἐν
λύπαις τέξῃ τέκνα“ (Gen. 3, 16)· τίκτει δὲ ἡ μὲν ὅρασις τὸ ὁρᾶν, ἡ
δὲ ἀκοὴ τὸ ἀκούειν, ἡ δὲ γεῦσις τὸ γεύεσθαι, καὶ συνόλως ἡ αἴσθησις
τὸ αἰσθάνεσθαι· ἀλλ’ οὐκ ἄνευ χαλεπῆς ἀνίας τῷ ἄφρονι ἕκαστον τούτων
ποιεῖται, ἐπιλύπως γὰρ οὗτος καὶ ὁρᾷ καὶ ἀκούει καὶ γεύεται καὶ
ὀσφραίνεται καὶ κοινῶς αἰσθάνεται.
γέλωτ’ ὄν. ὡς μὲν οὖν ὁ σοφὸς χαίρων ἀλλ’ οὐ λυπούμενος γεννᾷ,
μαρτυρήσει λέγων οὕτως ὁ θεῖος λόγος· "εἶπεν ὁ θεὸς τῷ Ἀβραάμ·
Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάρρα αὐτῆς ἔσται τὸ
ὄνομα· εὐλογήσω αὐτὴν καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον“ (Gen. 17,15. 16)· εἶτ’ ἐπιλέγει· "καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον καὶ ἐγέλασε
καὶ εἶπεν Εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν
οὖσα τέξεται“ (ib. 17) ;
οὗτος μὲν δὴ φαίνεται γεγηθὼς καὶ γελῶν, ὅτι μέλλει γεννᾶν τὸ εὐδαιμονεῖν, τὸν Ἰσαάκ· γελᾷ δὲ καὶ ἡ ἀρετὴ
Σάρρα, μαρτυρήσει δὲ ὁ αὐτὸς λέγων ὧδε· "ἐξέλιπε Σάρρᾳ γίνεσθαι τὰ
γυναικεῖα, καὶ ἐγέλασε τῇ διανοίᾳ καὶ εἶπεν Οὔπω μοι γέγονε τὸ εὐδαιμονεῖν
ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου“ θεῖος λόγος „πρεσβύτερός ἐστιν“
(Gen. 18, 11. 12), ᾧ προσεῖναι τοῦτο ἀνάγκη καὶ πιστεύειν καλὸν
ὑπισχνουμένῳ. καὶ τὸ γέννημα δ’ ἐστὶ γέλως καὶ χαρά· τοῦτο γὰρ
1 ἐκάλεσεν H
10 εὐθὺς εὐλογιστεῖται ΑΡ, εὐλογιστεῖται εὐθὺς BH, εὐλογιστεῖ τε corr. Turn. αὐτῆς AP: αὑτῆς BH
13 τέξει Η
15 ἀνίας] ἀνοίας L
18 καὶ prius seclusi τὸν codd.: τὸ Mang.
19 γεννῶντα Mang.: γεννῶσαν codd.
20 γέλωτ᾿ scripsi: γέλως codd.
21 καὶ εἶπεν v, καὶ om. codd.
25 γενήσεται codd.: γενήσεται υἱός v ἐννενήκοντα AB
26 γελῶν codd.: γελᾶν Mang.
ἐγέννησεν, ὥστ’ εἶναι τὸ λεγόμενον τοιοῦτον· Ἰσαὰκ ἐγέννησεν ὁ
κύριος· αὐτὸς γὰρ πατήρ ἐστι τῆς τελείας φύσεως, σπείρων ἐν ταῖς ψυχαῖς
καὶ γεννῶν τὸ εὐδαιμονεῖν.
ἀνδρὸς μὲν γὰρ
αὐτὸ αἴσθησιν·
ἴδε γέ τοι τὸν λίχνον, ὡς δουλεύει ταῖς παρασκευαῖς τῶν ὅσα ὀψαρτυταὶ καὶ σιτοπόνοι τεχνιτεύουσι, καὶ τὸν σεσοβημένον περὶ μέλος, πῶς ἐπικρατεῖται ὑπὸ κιθάρας ἢ αὐλοῦ ἢ καὶ ᾄδειν ἐπισταμένου. τῇ δέ γε πρὸς τὸν νόμιμον ἄνδρα, τὸν νοῦν, ἀποστραφείσῃ μεγίστη ἐστὶν ὠφέλεια αἰσθήσει.
νοῦν, ἀλλὰ μὴ αἴσθησιν νοῦ· ἀεὶ γὰρ τὸ κρεῖττον ἄρχειν, τὸ δὲ
χεῖρον ἄρχεσθαι δεῖ· νοῦς δὲ κρεῖττον αἰσθήσεως.
ὥσπερ οὖν ἄρχοντος
μὲν ἡνιόχου καὶ ταῖς ἡνίαις τὰ ζῷα ἄγοντος ᾗ βούλεται ἄγεται τὸ
ἅρμα, ἀφηνιασάντων δὲ ἐκείνων καὶ κρατησάντων ὅ τε ἡνίοχος
2 γεννηθέντας P
4 ὦ scripsi: οἱ codd. (in ras. A)
5 τῳ] τὸ BH
10 αἰσθήσεως Mang.: αἰσθήσεων codd.
11 φθορέως addidi
12 καὶ τῶν ὤων ἕκαστον om. AP
13 ἑαυτὰ scripsi: ἑαυτὴν codd.
16 γέ scripsi: δέ codd. ὡς] πῶς coni. Wendl.
17 τεχνεύουσι codd., corr. Turn.
27 κερῖττον P: κρείττων ceteri
28 ταῖς] τὰς H
κλύδων ἐνῴκησεν,
οὕτως ἐπειδὰν μὲν ὁ τῆς ψυχῆς ἡνίοχος ἢ κυβερνήτης
φλόγα ἐγειρουσῶν τὰ αἰσθητὰ ὑποβεβλημένων.
ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών.
ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηών, καὶ κατέφαγεν ἕως Μωὰβ καὶ
κατέπιε στήλας Ἀρνών. οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν
ἕως Δεβών, καὶ
πάντας ἐπιλογισμοὺς ἐνύπνια εὑρεθῆναι ἀσαφείας καὶ αἰνιγμάτων πλήρη.
πάλιν ὁ γεωπόνος φησί· σπέρματα βαλοῦμαι, φυτεύσω, αὐξήσει τὰ φυτά, καρποὺς ταῦτα οἴσει, οἳ οὐ μόνον εἰς ἀπόλαυσιν ἔσονται χρήσιμοι τὴν
ἀναγκαίαν, ἀλλὰ καὶ πρὸς περιουσίαν ἀρκέσουσιν· εἶτ’ ἐξαίφνης φλὸξ ἢ
ζάλη ἢ ἐπομβρίαι συνεχεῖς διέφθειραν πάντα· ἔστι δ’ ὅτε τὰ μὲν
1 βόθρον] βόρβορον H, βάραθρον coni. Markland
2 πλημελῶς P
3 ἀκολούθως] ἀκωλύτως coni. Mang.
10 Μώσης codd.
13 ὃ τε scripsi: ὅτι codd., ὁ (om. ὅτι) Turn., ὅτι ὁ Mang.: ὅτι πατὴρ αὐτῶν (vel αἰσθήσεων) coni. Wendl. 14.
15 Ἐσεβεῖς codd.
16 Σιῶν ABP
17 κατέπιε Mang. (LXX): κατέπαυσε codd. Ἀρνῶν] ἀργῶν codd. ἀπώλου, λαὸς Mang. (LXX): ἀπόλωλε codd. Χαμώς] Χάμ Η 17.
18 ἀπεδόθη codd.
18 οἱ om. codd. σώζεσθε codd.
20 αἱ om. codd.
22 γέμοντα Mang.: γέμοντες codd.
23 καὶ διαίτῃ Mang.: καὶ om. codd. τέμω BPH
24 ἰατροὺς H
25 πάντας Mang.: πάντως codd.
26 γεωπόνος codd.: γεηπόνος Mang. αὐξήσω coni. Mang.
28 ἐξέφνης B
29 διέφθειρεν Η
παρὸ καὶ ἀναστάς, παρ’ ᾧ ἦν ἐνύπνια, εὗρεν,
ὅτι αἱ κινήσεις
μέν ἐστι δόγμα τὸ πιστεύειν θεῷ, ψεῦδος δὲ τὸ πιστεύειν τοῖς κενοῖς
λογισμοῖς. ἄλογος δὲ ὁρμὴ ἐξέρχεται καὶ φοιτᾷ ἀφ’ ἑκατέρων τῶν
τε λογισμῶν καὶ τοῦ νοῦ τοῦ διαφθείροντος τὴν ἀλήθειαν· διὸ καί
φησιν, ὅτι „πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηών“ (Num.
21, 28)· οὕτως γὰρ ἄλογον τὸ πιστεύειν ἢ λογισμοῖς πιθανοῖς ἢ
νῷ διαφθείροντι τὸ ἀληθές.
τετύπωται καὶ ἐγκεχάρακται. Ἀρνὼν δ’ εἰσὶν αἱ στῆλαι, ὅπερ ἑρμηνεύεται
„φῶς αὐτῶν“, ἐπεὶ τῶν πραγμάτων ἕκαστον ἐν λογισμῷ σαφηνίζεται.
ἄρχεται μὲν οὖν θρηνεῖν τὸν αὐθάδη καὶ φίλαυτον νοῦν οὕτως·
"οὐαί σοι, Μωάβ, ἀπώλου“· εἰ γὰρ αἰνίγμασι προσέχεις τοῖς κατὰ τὴν
τῶν εἰκότων ἐπιβολήν, ἀπολώλεκας ἀλήθειαν. „λαὸς Χαμώς“ τουτέστιν
ὁ λαός σου καὶ ἡ δύναμις εὕρηται πηρὸς καὶ τετυφλωμένος· Χαμὼς
γὰρ ἑρμηνεύεται "ὡς ψηλάφημα"· ἴδιον δὲ τοῦ μὴ ὁρῶντος τὸ ἔργον
τοῦτο.
τούτοις οἱ μὲν υἱοὶ
λαλοῦντες, τοῦ γεγωνότος λόγου σύμβολον ὄντες· ὁ δὲ τούτων ἡγεμὼν ὁ
1 ἐτελεσιουργήθη scripsi: ἐτελεσιούργησεν codd.
4 ταῖς] τοῖς H
5 Μώσης codd.
6 ἐν om. L
7 κατασκευάσωμεν καὶ οἰκοδομήσωμεν Η
10 διατάσεις scripsi: διαστάσεις codd. 13.
14 ἀφ’ ἑκατέρου τῶν τε λογισμῶν Mang. (scd ἑκατέρων scripsi): ἐφ’ ἑκάτερά τε τῶν λογισμῶν codd.
15 ’Eσσεβῶν BH Σιῶν codd.
16 ὕτως] ὄντως coni. Mang.
17 τἀληθές P
19 ἀπατᾶ] ἅπαντα ΑΒΡ
21 τετύπωνται codd., corr. Turn.
24 ἀπώλου scripsi (LXX): πόλις codd.
25 ἐπιβουλὴν PH
28 οἱ addidi
30 λαλούντων corr. Turn.: λαλούμενοι ABP, λαλούμενος Η
31 γεγωνότος ΑΒΡ: γεγονότος Η λόγου Mang.: λαοῦ codd.
δικασμός· πάνυ προσφυῶς· τὰ γὰρ εἰκότα καὶ πιθανὰ οὐκ ἔχει περὶ
ἀληθείας ἐπιστήμην, ἀλλὰ δίκην καὶ ἀμφισβήτησιν καὶ ἐριστικὴν
ἅμιλλαν καὶ φιλονεικίαν καὶ πάντα τὰ τοιαῦτα.
ἀλλ’ οὐκ ἐξήρκεσε τῷ νῷ τὰς ἰδίας καὶ νοητὰς ἔχειν κῆρας, ἀλλ’ ἔτι καὶ αἱ γυναῖκες προσεξέκαυσαν
πῦρ, αἱ αἰσθήσεις, πυρκαϊὰν πολλὴν ἐπ’ αὐτόν. ἴδε μέντοι τὸ
λεγόμενον οἷόν ἐστι. πολλάκις νύκτωρ οὐδεμιᾷ τῶν αἰσθήσεων ἐνεργοῦντες
ἀτόπους περὶ πολλῶν καὶ διαφερόντων λαμβάνομεν
νυνὶ δὲ καὶ ὁ τῶν αἰσθήσεων ὄχλος ἐπεισωδίασεν αὐτῇ κηρῶν ἀμήχανον
πλῆθος, τοῦτο μὲν ἐκ τῶν ὁρατῶν, τοῦτο δὲ ἐκ τῶν φωνῶν, εἶτα
χυλῶν
ὃς πῶς ἔχει γυναῖκα εὐνοῦχος ὤν, ἐπισκεπτέον· τοῖς γὰρ τὰ ῥήματα τοῦ
νόμου πραγματευομένοις πρὸ ἀλληγορίας ἀκολουθήσει τὸ δοκοῦν ἀπορεῖσθαι·
ὁ γὰρ εὐνοῦχος καὶ ἀρχιμάγειρος ὄντως νοῦς μὴ ταῖς ἁπλαῖς
μόνον ἀλλὰ καὶ ταῖς περιτταῖς χρώμενος ἡδοναῖς εὐνοῦχος κέκληται
καὶ ἄγονος σοφίας, ὢν εὐνοῦχος οὐκ ἄλλου τινὸς ἢ τοῦ σκεδαστοῦ τῶν
καλῶν Φαραώ· ἐπεί τοι κατ’ ἄλλον λόγον ἄριστον ἂν εἴη τὸ εὐνοῦχον
γενέσθαι, εἰ δυνήσεται ἡμῶν ἡ ψυχὴ κακίαν ἐκφυγοῦσα ἀπομαθεῖν τὸ
πάθος.
διὸ καὶ Ἰωσὴφ ὁ ἐγκρατὴς τρόπος τῇ λεγούσῃ ἡδονῇ „Κοιμήθητι μετ’ ἐμοῦ (Gen. 39, 7) καὶ ἄνθρωπος ὢν ἀνθρωποπάθησον καὶ
ἀπόλαυσον τῶν κατὰ τὸν βίον τερπνῶν" ἐναντιοῦται φάσκων· „ἁμαρτήσομαι
εἰς τὸν θεὸν τὸν φιλάρετον, εἰ γενοίμην φιλήδονος· πονηρὸν γὰρ
τοῦτ’ ἔργον".
2 Σιῶν H
4 ’Eσσεβῶν BPH 8.
9 προσἐκαυσαν L
14 ἐπεισωδίωσεν Richter
16 καὶ om. codd., add. Turn. ὀσμήν corr. Turu.: φωνήν codd.
18 συμπαραλήψεως Α
20 ὃς πῶς Wendl.: ὅπως codd., ὅπως δὲ Mang. ἔχη H
21 πρὸ ἀλληγορίας Wendl.: πρὸς ἀλληγορίαν codd., μὴ post νόμου add. Mang.
25 τὸν λόγον BH
30 τὸν θεὸν om. L γὰρ om. L
32 εἰσέθη post ἑαυτῆς transp. BH
ἡ μὲν οὖν οἰκία ἐστὶν
ἡ ψυχή, εἰς ἣν ἀνατρέχει καταλιπὼν τὰ ἐκτός, ἵνα τὸ λεγόμενον ἐντὸς
αὑτοῦ γένηται· τὰ δὲ τοῦ ἐγκρατοῦς ἔργα μήποτε θεοῦ βουλήματί ἐστι·
καὶ γὰρ οὐδεὶς ἦν ἀλλότριος λογισμὸς τῶν εἰωθότων ἐν τῇ ψυχῇ
κατοικεῖν εἴσω. πλὴν οὐκ ἀφίσταται ζυγομαχοῦσα ἡ ἡδονή, ἀλλὰ τῶν
ἱματίων λαβομένη φησί „Κοιμήθητι μετ’ ἐμοῦ“. σκεπάσματα δὲ
ὥσπερ σώματος τὰ ἐσθήματά ἐστιν, οὕτως τοῦ ζῴου σιτία καὶ ποτά.
τοῦτο δή φησι· τί παραιτῇ τὴν ἡδονήν, ἧς ἄνευ οὐ δύνασαι ζῆν; ἰδοὺ
ἐκλαμβάνομαι τῶν ποιητικῶν αὐτῆς καί φημί σε μὴ ἂν δυνηθῆναι ὑποστῆναι,
εἰ μή τινι τῶν ποιητικῶν χρήσαιο. τί οὖν ὁ ἐγκρατής; εἰ
μέλλω, φησί, δουλεύειν πάθει διὰ τὴν ποιητικὴν
αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω“ (Gen. 39, 12).
καὶ τὰ μείζω καὶ τὰ ἐλάττω καὶ ἐν μηδενὶ ἐξετάζεσθαι τὸ παράπαν.
ἀλλ’ ὁ μὲν Ἰωσὴφ — νέος τε γάρ ἐστι καὶ τῷ Αἰγυπτίῳ σώματι οὐκ
ἴσχυσεν ἀγωνίσασθαι καὶ νικῆσαι τὴν ἡδονήν — [καὶ] ἀποδιδράσκει.
Φινεὲς δὲ ὁ ἱερεὺς ὁ ζηλώσας τὸν ὑπὲρ θεοῦ ζῆλον οὐ φυγῇ τὴν ἰδίαν
σωτηρίαν πεπόρισται, ἀλλὰ τὸν „σειρομάστην“ τουτέστι τὸν ζηλωτικὸν
λόγον λαβὼν οὐκ ἀποστήσεται, πρὶν ἢ „ἐκκεντῆσαι τὴν Μαδιανῖτιν“ τὴν
ἐκκεκριμένην θείου χοροῦ φύσιν „διὰ τῆς μήτρας αὐτῆς“ (Num. 25,7.8),
ἵνα μηδέποτε ἰσχύσῃ φυτὸν ἢ σπέρμα κακίας ἀνατεῖλαι·
τοιαύτης μὲν οὖν γυναικὸς οὐκ ἀκουστέον, αἰσθήσεως μοχθηρᾶς λέγω, ἐπεὶ
2 ὡς ψυχὴ Mang.
3 εἰς τὴν] εἰς τὸν Η
4 αὐτοῦ codd.: αὑτοῦ v
5 ἐντὸς Wendl.: ἔνθεν codd., ἔνδον Mang.
6 αὐτοῦ Wendl.: αὐτῶ ABP, αὐτὸ H
11 δή AP: δέ BH
13 χρήσαιο Turn.: χρῆσαι ΑΒΡΗ, χρῆσθαι L
22 Αἰγύπτῳ coni. Mang.
23 καὶ ἀποδιδράσκει codd., καὶ om. v, seclusi
25 Συρομάστην Turn.
26 Μανδιανῖτιν FI
27 ἐκκεκριμένην θείου χοροῦ scripsi: ἐγκεκρυμμένην θείω χορῶ codd.
ἑτέρᾳ δὲ
πειστέον γυναικί, οἵαν συμβέβηκε Σάρραν εἶναι, τὴν ἄρχουσαν ἀρετήν·
καὶ πείθεταί γε ὁ σοφὸς Ἀβραὰμ αὐτῇ παραινούσῃ ἃ δεῖ· πρότερον μὲν
γάρ, ὅτ’ οὔπω τέλειος ἐγεγένητο, ἀλλ’ ἔτι πρὶν μετονομασθῆναι τὰ
μετέωρα ἐφιλοσόφει, ἐπισταμένη ὅτι οὐκ ἂν δύναιτο γεννᾶν ἐξ ἀρετῆς
τελείας, συμβουλεύει ἐκ τῆς παιδίσκης τουτέστι παιδείας τῆς ἐγκυκλίου
παιδοποιεῖσθαι τῆς Ἄγαρ (Gen. 16, 2 ss.), ὃ λέγεται παροίκησις· ὁ γὰρ
μελετῶν ἐν ἀρετῇ τελείᾳ κατοικεῖν, πρὶν ἐγγραφῆναι τῇ πόλει αὐτῆς,
τοῖς ἐγκυκλίοις μαθήμασι παροικεῖ, ἵνα διὰ τούτων πρὸς τελείαν ἀρετὴν
ἀφέτως ὁρμήσῃ·
ἔπειτα ὅταν ἴδῃ τετελειωμένον αὐτὸν καὶ ἤδη δυνάμενον σπείρειν, * * * κἂν ἐκεῖνος εὐχάριστος ὢν πρὸς τὰ παιδεύματα, δι’ ὧν
ἀρετῇ συνεστάθη, χαλεπὸν ἡγῆται παραιτήσασθαι αὐτά, χρησμῷ πραϋνθήσεται
θεοῦ τῷ κελεύοντι· „πάντα ὅσα ἂν εἴπῃ Σάρρα, ἄκουε τῆς
φωνῆς αὐτῆς“ (Gen. 21, 12). νόμος ἡμῶν ἔστω
φαύλῳ προσγίνεται, σπουδαίῳ δ’ οὐδενί. ὁ Ἀδὰμ δὲ ὁ μέσος ἐστὶ
νοῦς, ὃς τοτὲ μὲν ἀμείνων τοτὲ δὲ χείρων ἐξετάζεται· ᾗ γὰρ νοῦς
ἐστιν, οὔτε φαῦλος οὔτε σπουδαῖος εἶναι πέφυκεν, ἀρετῇ δὲ καὶ κακίᾳ
πρός τε τὸ εὖ καὶ πρὸς τὸ χεῖρον εἴωθε μεταβάλλειν.
εἰκότως οὖν
1 θεός AP: ὁ θεός BH
2 ψυχῆς] ζωῆς L
3 ὕλης Benzelius: ὅλης codd.
5 πιστέον Β
13 αὐτὸν codd.: αὑτόν v
14 ante κἀν ἐκεῖνος lacunam indicavi ante δι’ ὧν add. τὰ Mang.
15 ἀρετὴ ΑΒ συνετάθη L
16 ὅσα ἂν εἴπῃ scripsi: ἄν ὅσα εἴποι codd. 18.
19 εὐδαιμονίσομεν H
21 τῳ] τὸ Η σε] δὲ L, om. Turn.
22 οὐχὶ σύ, ἀλλ’ ἡ γῆ scripsi: σύ, οὐχὶ ἡ γῆ codd., ἡ γῆ, οὐχὶ σὺ Benzelius (Mang.)
23 ἦν codd.: ἡ Turn., ἦν ἡ Mang.
24 ἐξ ἑαυτῆς
26 ὃς . . . ἐξετάζεται corr. Turu.: ὡς . . . ἐξετάζεσθαι codd.
10 Clem. Alez. Strom. I 334 P. ἑρμηνεύει δὲ ὁ Φίλων τὴν Ἄγαρ παροίκησιν.
φαῦλος πάντα τὸν βίον χρῆται τῇ ἑαυτοῦ ψυχῇ μηδὲν ἔχων χαρᾶς
αἴτιον, ὃ πέφυκε γεννᾶν δικαιοσύνη καὶ φρόνησις καὶ αἱ σύνθρονοι ταύτης
ἀρεταί.
καὶ τιτρώσκοντα αὐτὴν πάθη; ἃ διὰ συμβόλων ἀκάνθας κέκληκεν, οἷς
ἡ ἄλογος ὁρμὴ πυρὸς τὸν τρόπον πρώτοις ἐντυγχάνει, μεθ’ ὧν ταχθεῖσα
πάντα τὰ αὐτῆς καταφλέγει καὶ διαφθείρει. λέγει γὰρ οὕτως· „ἐὰν δὲ
ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνα ἢ στάχυας ἢ πεδίον,
ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας“ (Exod. 22, 6).
ὁρᾷς ὅτι τὸ πῦρ
ἐξελθόν, ἡ ἄλογος ὁρμή, οὐκ ἐμπίπρησι τὰς ἀκάνθας, ἀλλὰ εὑρίσκει·
ζητητικὴ γὰρ τῶν παθῶν οὖσα ἃ ἐπόθει λαβεῖν εὗρεν· ὅταν δὲ εὕρῃ,
καταφλέγει τρία ταῦτα, ἀρετὴν τελείαν, προκοπήν, εὐφυΐαν· ἀρετὴν μὲν
οὖν παραβέβληκε τῇ ἅλῳ, συγκεκόμισται γάρ, ὡς ἐνταῦθα ὁ καρπός,
οὕτως καὶ ἐν τῇ τοῦ σοφοῦ ψυχῇ τὰ καλά· στάχυσι δὲ τὴν προκοπήν,
ἐπεὶ καὶ ἑκάτερον ἀτελὲς ἐφιέμενον τοῦ τέλους· πεδίῳ δὲ τὴν εὐφυΐαν,
ὅτι εὐπαράδεκτος σπερμάτων ἀρετῆς ἐστιν.
φοβεῖσθαι.
1 κατάρατος codd.: ἐπικατάρατος v
3 κέκληκεν H
4 δρῶντες codd., corr. Turn.
5 τῷ] τὸ Η ἀπολαύσεις ABP: ἀπολαύσει Η, ἀπολαύσῃ v
9 ἀντελλεῖ Η
10 ἄλλο τι coni. Wendl.
12 πυρὸς Mang.: πρὸς codd.
14 προσεμπρήσει Η
16 ἡ] ἢ P
17 εὕρῃ] εὗρε Η
21 εὐτελὲς H
25 ἐπιθυμητικόν L λυπεῖσθαι corr. Turn.: φοβεῖσθαι codd.
28 φάγεσαι τὸν ἄρτον σου om. codd., add. Benzelius
30 ὁ addidi
"μέχρι" φησίν "ἀποστρέψεις εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης“ (Gen. 3, 19). νῦν γὰρ οὐκ ἐν τοῖς γεώδεσι καὶ ἀσυστάτοις
ἐξετάζεται τὴν οὐράνιον σοφίαν καταλιπών; πῇ οὖν ἔτι ἀποστρέφεται,
σκεπτέον. ἀλλὰ μήποτε ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὁ ἄφρων
νοῦς ἀπέστραπται μὲν ἀεὶ τὸν ὀρθὸν λόγον, εἴληπται δὲ οὐκ ἀπὸ τῆς
μεταρσίου φύσεως, ἀλλ’ ἀπὸ τῆς γεωδεστέρας ὕλης, καὶ μένων δὲ καὶ
κινούμενος ὁ αὐτός ἐστιν ἐφιέμενός τε τῶν αὐτῶν.
διὸ καὶ ἐπιφέρει,
"ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ“ (ibid.), ὅπερ ἴσον ἐστὶ τῷ προειρημένῳ.
δηλοῖ δὲ καὶ τοῦτο· ἡ ἀρχή σου καὶ τὸ τέλος ἓν καὶ ταὐτόν
ἐστιν· ἤρξω τε γὰρ ἀπὸ τῶν φθειρομένων γῆς σωμάτων, τελευτήσεις
δὲ πάλιν εἰς ἐκεῖνα τὴν μεταξὺ τοῦ βίου τρίψας ὁδὸν οὐ λεωφόρον
ἀλλὰ τραχεῖαν, βάτων καὶ τριβόλων κεντεῖν τε καὶ τιτρώσκειν
πεφυκότων μεστήν.