Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς“ (Gen. 12, 1 — 3).
βουληθεὶς ὁ θεὸς τὴν
ἀνθρώπου ψυχὴν καθῆραι πρῶτον αὐτῇ δίδωσιν ἀφορμὴν εἰς σωτηρίαν
παντελῆ τὴν ἐκ τριῶν χωρίων μετανάστασιν, σώματος, αἰσθήσεως, λόγου
τοῦ κατὰ προφοράν· τὴν μὲν γὰρ γῆν σώματος, τὴν δὲ συγγένειαν
1 ἁβραάμ AH1H2P ἄπελθε] πορεύου MA
5 σε] σου Η2
7 καθῆραι M, ex corr. Η1, H2P: καθαρᾶι Α
8 τῶν τριῶν Η2 post αἰσθήσεως postea add. καὶ H1
9 sqq. Ambrosius De Abraham lib. 111,2: ideoque dicitur ei: exi de terra tua, id est de corpore tuo .... et de coguatione, inquit, tua. cognati sunt animae nostrae corporis sensus. dividitur euim in duo anima nostra, in id quod est rationabile et in id quod est irrationabile. in eo autem quod est irrationabile sensus sunt: ergo cognati sunt partis rationabilis, hoc est mentis. et de domo tua, inquit, exi. domus mentis prolativum est verbum. sicut enim pater familias habitat in domo sua et in potestate habet quemadmoduin regat domum suam, ita etiam mens in sermonibus nostris habitat et gubernat verba nostra, et vis eius ac disciplina in sermone elucet. ut bonus pater famiiias a primo vestibu10 domus aestimatur, ita etiam de sermonibus nostris mens nostra perpenditur. deuique etiam modulis vocis pulsat et revocat. lib. I 2,4: consideremus, ne forte hoc sit „exire de terra sua“ de huius terrae, hoc est de 10rporis nostri quadam commoratione egredi . . . . et de illecebris et delectationibus corporalibus, quas velut cognatas animae nostrae dixit. . . .
διὰ τί; ὅτι τὸ μὲν σῶμα καὶ ἐκ γῆς ἔλαβε τὴν σύστασιν καὶ ἀναλύεται πάλιν εἰς γῆν — μάρτυς δὲ Μωυσῆς, ὅταν φῇ· „γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ“ (Gen. 3,19)· καὶ γὰρ παγῆναί φησιν αὐτὸ χοῦν εἰς ἀνθρωπείαν
μορφὴν τοῦ θεοῦ διαπλάσαντος, ἀνάγκη δὲ τὸ λυόμενον εἰς τὰ δεθέντα
λύεσθαι—, αἴσθησις δὲ συγγενὲς καὶ ἀδελφόν ἐστι διανοίας, ἄλογον λογικῆς,
ἐπειδὴ μιᾶς ἄμφω μέρη ψυχῆς ταῦτα, πατρὸς δὲ οἶκος ὁ
ἀνημμένος ἁπάντων, οἶκος δέ, ἐν ᾧ διαιτᾶται, τῆς ἄλλης ὑπεξῃρημένος
οἰκίας ὁ λόγος· καθάπερ γὰρ ἀνδρὸς ἑστία, καὶ νοῦ λόγος ἐνδιαίτημα.
ἑαυτὸν γοῦν καὶ ὅσα ἂν ἐνθυμήματα τέκῃ, ὥσπερ ἐν οἴκῳ τῷ λόγῳ διαθεὶς καὶ διακοσμήσας ἐπιδείκνυται. μὴ θαυμάσῃς δέ, εἰ νοῦ
τὸν λόγον ἐν ἀνθρώπῳ κέκληκεν οἶκον· καὶ γὰρ τὸν τῶν ὅλων νοῦν, τὸν
θεόν, οἶκον ἔχειν φησὶ τὸν ἑαυτοῦ λόγον.
οὗ τὴν φαντασίαν ὁ ἀσκητὴς λαβὼν ἄντικρυς ὁμολογεῖ ὅτι „οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ“ (Gen. 28, 17), ἴσον τῷ ὁ τοῦ θεοῦ οἶκος οὐκ ἔστι τοῦτο τῶν εἰς δεῖξιν ἐρχομένων ἢ συνόλως πιπτόντων ὑπ’ αἴσθησιν, οὐκ ἔστιν, ἀλλ’ ἀόρατος, ἀειδής, ψυχῇ μόνον ὡς ψυχῇ καταλαμβανόμενος.
τίς ἂν οὖν εἴη πλὴν
ὁ λόγος ὁ πρεσβύτερος τῶν γένεσιν εἰληφότων, οὗ καθάπερ οἴακος ἐνειλημμένος ὁ
τῶν ὅλων κυβερνήτης πηδαλιουχεῖ τὰ σύμπαντα, καὶ ὅτε
ἐκοσμοπλάστει χρησάμενος ὀργάνῳ τούτῳ πρὸς τὴν ἀνυπαίτιον τῶν ἀποτελουμένων
σύστασιν;
τὸ δὲ „ἄπελθε ἐκ τούτων“ οὐκ ἔσθ’ ὅμοιον τῷ διαζεύχθητι κατὰ τὴν
1 λόγον H2 σύμβολον εἶναι συμβέβηκεν Η1
2 prius καὶ om. H2
3 Μωσῆς codd. φῇ] φησι H1H2
4 φησι τὸν ex corr. Η1
6 αἴσθησιν H2 συuενὴς P αλλογος conicio, λογικοῦ coni. Cohn,
7 ἐπειδὰν μιᾶς MH2, ἐπιδημίας A
8 ἀφ’ MA: om. H1H2P
10 εἰκὸς P αuλης scripsi: ὅλης codd.
12 ἄν ex corr. H’: ἐὰν MH-P, om. Α τέκει Α
13 διακοσμήσεως Η2
14 ἐν] εἰ H2
15 φησὶ] φασὶ coni. Maug. 16.
17 ἀλλ’ — τοῦτο om. H2
17 τούτων conicio, τι τούτων coni. Mang.
19 ἀιδής, ψυχή 2 alterum ψύχῃ] ψυχὴ MH1P οὑν ἄν M
22 ἐκοσμοπλάστη H2
23 post. σῶμα add. καλεῖ v
24 αἰνίττεται Η2: om. ceteri
25 οὐκ ἔσθ’ Turn.: οὐκέθ᾿ codd.
25 sqq. ibid. lib. II 1, 3: ergo qui vult perfectam purgationem consequi, disiungat se ab his tribus, a corpore, a sensibus corporalibus, a voce, in quibus sunt omnes corporis passiones et circumscriptiones sensuum, quibus decipimur et iliudimur. ibid, lib. 12,4: qui iustus est vir, rationabile animae suae ab irrationabili disiungere debet ac segregare.
βασιλεὺς ὢν
ἄρχειν ἀλλὰ μὴ ἄρχεσθαι πεπαίδευσο, πάντα τὸν αἰῶνα γίνωσκε σεαυτόν,
ὡς καὶ Μωυσῆς πολλαχοῦ διδάσκει λέγων „πρόσεχε σεαυτῷ“ (Exod.
34,12)· οὕτως γὰρ ὧν τε ὑπακούειν καὶ οἷς ἐπιτάττειν προσῆκεν
αἰσθήσῃ.
ἄπελθε οὖν ἐκ τοῦ περὶ σεαυτὸν γεώδους, τὸ παμμίαρον, ὦ
οὗτος, ἐκφυγὼν δεσμωτήριον, τὸ σῶμα, καὶ τὰς ὥσπερ εἱρκτοφύλακας
ἡδονὰς καὶ ἐπιθυμίας αὐτοῦ παντὶ σθένει καὶ πάσῃ δυνάμει, μηδὲν τῶν
εἰς κάκωσιν παρείς, ἀλλὰ πάντα ἀθρόα συλλήβδην ἐπανατεινάμενος.
ἄπελθε κἀκ τῆς συγγενοῦς αἰσθήσεως· νυνὶ μὲν γὰρ κέχρηκας ἑκάστῃ σεαυτὸν καὶ γέγονας ἀλλότριον τῶν δεδανεισμένων ἀγαθὸν ἀποβεβληκὼς τὸ ἴδιον. οἶδας δέ, κἂν πάντες ἡσυχάζωσιν, ὡς ὀφθαλμοί σε ἄγουσι καὶ ὦτα καὶ ἡ ἄλλη τῆς συγγενείας πληθὺς ἅπασα πρὸς τὰ φίλα ἑαυτοῖς.
ἐὰν δὲ ἐθελήσῃς κομίσασθαι
μεταποιήσῃ βίου, χρῆσιν καὶ ἀπόλαυσιν οὐκ ὀθνείων ἀλλ’ οἰκείων ἀγαθῶν
εἰς ἀεὶ καρπούμενος.
ἀλλὰ μετανάστηθι κἀκ τοῦ κατὰ προφορὰν
λόγου, ὃν πατρὸς οἶκον ὠνόμασεν, ἵνα μὴ ῥημάτων καὶ ὀνομάτων ἀπατηθεὶς
κάλλεσι τοῦ πρὸς ἀλήθειαν κάλλους, ὅπερ ἐστὶν ἐν τοῖς δηλουμένοις
πράγμασι, διαζευχθῇς. ἄτοπον γὰρ ἢ σκιὰν σωμάτων ἢ μίμημα
ἀρχετύπων φέρεσθαι πλέον· σκιᾷ μὲν δὴ καὶ μιμήματι ἔοικεν ἑρμηνεία,
σώμασι δὲ καὶ ἀρχετύποις αἱ τῶν διερμηνευομένων φύσεις πραγμάτων,
1
2 ἀλλοτριώθητι] ἡ ex corr. H1, ἀλλοτριωθἐντι H2
3 ἡγεμόνι Η2
4 λλλὰ om. H2 σαυτὸν H2
5 Μωυσῆν coni. Mang.
6 οἶς H2: om. ceteri
7 αἰσθήσει Α παμμίαρον ex corr. H1, mg. P, παμμίοις text. P
8 τὸ om. H2 εἱρκτοφύλακας MH1P
9 μηδὲ H2
10 παριεὶς H2
11 ἄπελθε καὶ om. Α
12 ἀλλότριος H2 ἀγαθῶν AP2
13 κἄν] καὶ Α πάντα L ἡσυχάζουσιν Α
15 ἐάν] εἰ H2 ἐθελήσῃς MA: θελήσης P, ἐθέλεις P, θέλῃς H2 ἑαυτοῦ H1 κτίσιν P
16 αὐτῶν L διαζεύξῃς ἢ ἀλλοτριώσῃς H2
17 dXXd M
19 ὠνόμασεν MA: ὠνόμασαν Η2, ἐκάλεσεν H1P
22 μιμήματα H2
22 sqq. ibid. II 1,3. unde in alteram terram vocatur plenam beatitudine, ubi non falsa pro veris sicut in hac vita, sed vivam rerum cernat substantiam, eo quod excussa corporis et sensuum et vocis nebu10sa quadam imagine corruptibilera caliginem dcponat. . . .
οὗ χάριν ὁ σοφὸς εἰσάγεται λέγων ἄντικρυς· „διαχωρίσθητι ἀπ’ ἐμοῦ“
(Gen. 13, 9)· συνοικεῖν γὰρ ἀμήχανον τὸν ἀσωμάτων καὶ ἀφθάρτων
ἔρωτι κατεσχημένον τῷ πρὸς τὰ αἰσθητὰ καὶ θνητὰ ῥέποντι.
παγκάλως οὖν ὁ ἱεροφάντης μίαν τῆς νομοθεσίας ὅλην ἱερὰν βίβλον Ἐξαγωγὴν
ἀνέγραψεν οἰκεῖον ὄνομα εὑράμενος τοῖς περιεχομένοις χρησμοῖς· ἅτε
γὰρ παιδευτικὸς ὢν καὶ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν ἑτοιμότατος
τῶν οἵων τε νουθετεῖσθαι καὶ σωφρονίζεσθαι πάντα τῆς ψυχῆς τὸν λεὼν
ἀπὸ τῆς Αἰγυπτίας χώρας, τοῦ σώματος, καὶ τῶν οἰκητόρων αὐτῆς
ἐξελεῖν διανοεῖται, χαλεπώτατον καὶ βαρύτατον ἄχθος ἡγούμενος ὁρατικὴν
διάνοιαν πρὸς σαρκὸς ἡδονῶν πιεσθῆναι καὶ ἐπιτάγμασιν ὑπηρετεῖν,
ἅττ’ ἂν αἱ ἀνηλεεῖς προστάττωσιν ἐπιθυμίαι.
τούτους μὲν οὖν στενάξαντας καὶ πολλὰ ἐκδακρύσαντας τὴν σωματικὴν εὐθηνίαν καὶ τὰς τῶν ἐκτὸς ἀφθόνους περιουσίας — λέγεται γὰρ ὅτι „ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων“ (Exod. 2, 23) — ὑφηγησαμένου τοῦ ἵλεω θεοῦ τὰ περὶ τὴν ἔξοδον ὁ προφήτης αὐτοῦ ῥύεται.
εἰσὶ δ’ οἳ μέχρι τῆς τελευτῆς
τὰς πρὸς σῶμα σπονδὰς ἔθεντο καὶ ὥσπερ λάρνακι ἢ σορῷ ἢ
ὅπως ὀνομάζειν ἑτέρως φίλον τῷδε ἐνετάφησαν. ὧν τὰ μὲν ὅσα φιλοσώματα
καὶ φιλοπαθῆ μέρη λήθῃ παραδοθέντα κατορύττεται· εἰ δέ πού
τι φιλάρετον παρανέβλαστε, μνήμαις ἀνασῴζεται, δι’ ὧν τὰ καλὰ ζωπυρεῖσθαι
πέφυκε.
τῆς τοσαύτης ψυχῆς ἀδιάφθορα καὶ ἀξιομνημόνευτα εἴδη, περιποιεῖται
ὁ ἱερὸς λόγος (Gen. 50, 25), ἄτοπον ἡγούμενος καθαρὰ
τὰ δ’ ἀξιομνημόνευτα ταῦτα ἦν· τὸ πιστεῦσαι
3 post ἑαυτὸν des. Η2, sequitur De ebr. §
49 ἀποκλινόμενον coni. Mang.
6 τὸν HP: τῶν MA
7 κατισχημένον τὰ πρός Α τά ora. Α καὶ θνητά om. L ῥἐοντιΗP1
11 τῶν P: τὸν ΗM, τὸ Α οἴων scripsi : οἶον codd. τὸν om. H2
14 πρὸς] πρὸ Α πεισθῆναι Α
15 ἄτ’ HP
16 δακρύσαντας HP εὐσθένειαν coni. Mang.
17 νυκτὸς P γἀρ Η2: om. MAH1P οἱ om. H1P
19 αὐτοῦ scripsi: αὐτοὺς codd.
24 γοῦν] μὲν οὖν P
25 τοιαάτης H2 ἡδῆ Α
25 καθαρά] καὶ καθρὰ Α
27 ἡν] ὰν Α
7 ibid. : baec enim corruptibilia; quod autem vere bonum, hoc incorruptibile.
εἰς τὰς ἀρετῆς πόλεις διακομισθῇ, καὶ ὅρκῳ τὴν σπονδὴν ἐμπεδώσασθαι.
τίνα οὖν τὰ ἄφθαρτα; ἡ πρὸς ἡδονὴν ἀλλοτρίωσις τὴν λέγουσαν·
συνευνασθῶμεν (Gen. 39, 7) καὶ τῶν ἀνθρωπείων ἀπολαύσωμεν ἀγαθῶν,
ἡ μετὰ καρτερίας ἀγχίνοια, δι’ ἧς τὰ τῶν κενῶν δοξῶν νομιζόμενα
ἀγαθὰ ὡς ἂν ἐνύπνια ὄντα * * * διακρίνει καὶ διαστέλλει, ὁμολογῶν
τὰς μὲν ἀληθεῖς καὶ σαφεῖς τῶν πραγμάτων συγκρίσεις εἶναι κατὰ θεόν
(Gen. 40, 8), τὰς δὲ ἀδήλους καὶ ἀσαφεῖς φαντασίας κατὰ τὸν πλάνητα
καὶ τύφου μεστὸν μήπω κεκαθαρμένων ἀνθρώπων βίον ταῖς διὰ σιτοπόνων
καὶ μαγείρων καὶ οἰνοχόων τέρψεσι χαίροντα, τὸ μὴ ὑπήκοον,
ἀλλ’ ἄρχοντα Αἰγύπτου πάσης, τῆς σωματικῆς χώρας, ἀναγραφῆναι
(Gen. 41, 41), τὸ αὐχεῖν ἐπὶ τῷ γένος εἶναι Ἑβραίων (Gen. 40, 15),
οἷς ἔθος ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ μετανίστασθαι — περάτης
γὰρ ὁ Ἑβραῖος ἑρμηνεύεται —, τὸ σεμνύνεσθαι ὅτι „ὧδε οὐκ ἐποίησεν
οὐδέν“ (ibid.) — τὸ γὰρ μηδὲν τῶν ἐνταῦθα σπουδαζομένων παρὰ τοῖς
φαύλοις ἐργάσασθαι, διαμισῆσαι δὲ καὶ ἀποστραφῆναι πάντα οὐ μετρίως
ἐπαινετόν —,
τὸ ἐμπαίζειν ἐπιθυμιῶν καὶ πάντων παθῶν ἀμετρίαις, τὸ
φοβεῖσθαι τὸν θεόν (Gen. 42, 18), εἰ καὶ μηδέπω γέγονεν ἀγαπᾶν ἱκανός,
τὸ ζωῆς ἐν Αἰγύπτῳ μεταποιεῖσθαι τῆς ἀληθοῦς —
2 τὸ] τῶ Α
5 σπονδὴν Α: σπουδὴν MHP
6 σπονδὴν Mang. : σπουδὴν codd., etiam M ut vid.
9 κενοδόξων Α
10 ὡσὰν AP ἐνύπνιον PL ὄντα
11 μὲν om. H1P1
12 ἀσαφεῖς] ψευδεῖς coni. Mang. κατὰ] καὶ κατὰ A
13 μήπου Α κεκαθαρμένον conicio
14 τὸ μὴ ὑπήκοον om. Α
15 ἀλλὰ M
16 τῷ] τὸ Α γένει H Ἑβραῖον vel γένους conicio
18 ὅτι om. H1P
19 σπουδαζομένων sciipsi: σπουδαζόντων codd., σπουδασθέντων Mang.
21 ἐπισυμῶν A
19 Origenes, Selecta in Gene.tim p. 44: τὸ μηδέν ἐπιχωρίων Λἰγυπίων ποιεῖν αἰνίσσετα διὰ τοῦ „ὧδε οὐκ ἐποίησα οὐδέν“.
23 — 273,2 Origenes, Selecta in Genesim (ad Gen. 46,30) p. 50: θαυμαστόν ἐστι τὸν γενόμενον ἐν Αἰγύπτω̣ μὴ βλαβῆναι ἀπὸ τῶν Αἰγυmίων καὶ μεῖναι ἐν τῇ κατὰ θεόν ζωῇ. διόπερ θαυμάζων ὁ Ἱακὼβ εἶπε τῷ Ἰωρὴφ τὸ „ἔτι γὰρ σὺ ζῇς“. cf. Homil. in Genes. XV
3 p. 100.
τὸ ὁμολογεῖν ὅτι „τοῦ θεοῦ ἐστι“ (Gen. 50, 19), τῶν δ’ εἰς γένεσιν ἐλθόντων οὐδενός,
τὸ γνωριζόμενον τοῖς ἀδελφοῖς πάντας τοὺς φιλοσωμάτους κινῆσαι καὶ
σαλεῦσαι τρόπους ἑστάναι παγίως ἐπὶ τῶν ἰδίων οἰομένους δογμάτων καὶ
ἀνὰ κράτος ἀπώσασθαι (Gen. 45, 1. 2), τὸ φάναι μὴ πρὸς ἀνθρώπων
ἀπεστάλθαι, ὑπὸ δὲ τοῦ θεοῦ κεχειροτονῆσθαι (Gen. 45, 7. 8) πρὸς τὴν
τοῦ σώματος καὶ τῶν ἐκτὸς ἔννομον ἐπιστασίαν,
πολλὰ δὲ καὶ ἄλλα
τούτοις ὁμοιότροπα τῆς ἀμείνονος καὶ ἱερωτέρας ὄντα τάξεως, Αἴγυπτον
τὸν σωματικὸν οἶκον οἰκεῖν οὐκ ἀνέχεσθαι οὐδ’ ἐνθάπτεσθαι σορῷ τὸ
παράπαν, ἔξω δὲ παντὸς τοῦ θνητοῦ
τροφεὺς γὰρ καὶ τιθηνὸς οὗτος ἀστείων ἔργων, λόγων, βουλευμάτων, ἅ, κἂν τοῖς ἐναντίοις ἀνακραθῇ ποτε διὰ
τὴν ὑποσύγχυτον τοῦ θνητοῦ πολυμιγίαν, οὐδὲν ἧττον διακρίνει παρελθών,
ἵνα μὴ μέχρι παντὸς τὰ καλοκἀγαθίας σπέρματα καὶ φυτὰ ἀφανισθέντα
οἴχηται.
καὶ προτρέπεται μάλα ἐρρωμένως ἀπολιπεῖν τὴν παντὸς ἀτόπου χρηματίζουσαν μητέρα, μὴ μέλλοντας καὶ βραδύνοντας,
ἀλλ’ ὑπερβάλλοντι τάχει χρωμένους· φησὶ γὰρ μετὰ σπουδῆς δεῖν θύειν
τὸ Πάσχα (Exod. 12, 11), τὸ δέ ἐστιν ἑρμηνευθὲν διάβασις, ἵν’
ἀνενδοιάστῳ γνώμῃ καὶ προθυμίᾳ συντόνῳ χρώμενος ὁ νοῦς τήν τε
ἀπὸ τῶν παθῶν ἀμεταστρεπτὶ ποιῆται διάβασιν καὶ τὴν πρὸς τὸν σωτῆρα
θεὸν εὐχαριστίαν, ὃς εἰς ἐλευθερίαν οὐ προσδοκήσαντα αὐτὸν ἐξείλετο.
μὴ ἐνδιδόναι μηδὲ τῇ ῥύμῃ τῆς ἐκείνου φορᾶς κατασυρῆναι,
βιάσασθαι δὲ ἀντισχόντα κἄν, εἰ μὴ δύναιτο, ἀποδρᾶναι; δευτέρα γὰρ
ἔφοδος εἰς σωτηρίαν τοῖς ἀμύνεσθαι μὴ δυναμένοις δρασμός ἐστιν· ὁπότε
1 θαυμαστώσας Α ἦν om. Η μέγα] μέρος Η
4 ἐλθόντος L
5 ἀδελφοῖς MA: ἀνθρώποις HP
6 οἰομένοις Η
9 τῶν om. Α
10 τὸ aate Αἴγυπτον fort. add. 11.
12 ἀνέχεσθαι, ἐνθάπεσθαι, παρέπεσθαι Mang.: ανέχεται, ἐνθάπτεται, παρέπεται codd.
11 οὐδὲν θάπτεται Α
12 κεχωρηκὼς coni. Mang. vel ὀστᾶ add.
13 οὗτος καὶ τιθηνὸς HP
15 διακρίνει Cohn: διακρίνεται codd. 15.
16 παρελθόντα, fortasse servato διακρίνεται legendum παρ’ ἐλπίδα (cf. lin. 23), πρλυNντα coni. Mang. 16.
17 ἀφαυανθέντα coni. Mang.
17 προτρέπει HP
18 μητέρα
19 δεῖν om. H
20 δ’ ἔστιν Α ἶνα M, ἣν L
21 ἀνενδότῳ Mang.
22 ποιεῖται L καὶ] εἰς coni. Mang.
23 εὐχαριστείαν Η ἐξειλατο Α
26 εἰ μὴ κρατεῖν δύναιτο vel εἰ μὴ ἀμύναιτο conicio
διὸ λόγιον ἐχρήσθη
τοιόνδε· „ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν
σου, καὶ ἔσομαι μετὰ σοῦ“ (Gen. 31, 3), ἴσον τῷ γέγονας μὲν ἀθλητὴς
τέλειος καὶ βραβείων καὶ στεφάνων ἠξιώθης ἀγωνοθετούσης ἀρετῆς καὶ
προτεινούσης ἆθλά σοι τὰ νικητήρια· κατάλυσον δὲ ἤδη τὸ φιλόνεικον,
ἵνα μὴ πάντοτε πονῇς, ἀλλὰ καὶ τῶν πονηθέντων ἀπόνασθαι δυνηθῇς.
τοῦτο δὲ ἐνταυθοῖ καταμένων οὐδέποτε εὑρήσεις τοῖς αἰσθητοῖς ἔτι
συνοικῶν καὶ ταῖς σωματικαῖς ἐνδιατρίβων ποιότησιν, ὧν Λάβαν ἐστὶν
ἔξαρχος — ὄνομα δὲ ποιότητος τοῦτ’ ἐστίν —, ἀλλὰ μετανάστην χρὴ
γενέσθαι εἰς τὴν πατρῴαν γῆν τὴν ἱεροῦ λόγου καὶ τρόπον τινὰ τῶν
ἀσκητῶν πατρός· ἡ δ’ ἐστὶ σοφία, τῶν φιλαρέτων ψυχῶν ἄριστον
ἐνδιαίτημα.
ἐν ταύτῃ τῇ χώρᾳ καὶ γένος ἐστί σοι τὸ αὐτομαθές, τὸ αὐτοδίδακτον, τὸ νηπίας καὶ γαλακτώδους τροφῆς ἀμέτοχον, τὸ χρησμῷ θείῳ καταβαίνειν εἰς Αἴγυπτον κεκωλυμένον (Gen. 26, 2) καὶ τῆς σαρκὸς ἐντυγχάνειν δελεαζούσαις ἡδοναῖς, ἐπίκλησιν Ἰσαάκ.
οὗ τὸν κλῆρον
παραλαβὼν ἐξ ἀνάγκης ἀποθήσῃ τὸν πόνον· αἱ γὰρ ἀφθονίαι τῶν ἑτοίμων
καὶ κατὰ χειρὸς ἀγαθῶν
καὶ ἀμιάντους ὁ γεννήσας πατὴρ κουροτροφεῖ; τότε μελέται μὲν καὶ
πόνοι καὶ ἀσκήσεις ἡσυχάζουσιν, ἀναδίδοται δὲ ἄνευ τέχνης φύσεως
προμηθείᾳ πάντα ἀθρόα πᾶσιν ὠφέλιμα.
καλεῖται δ’ ἡ φορὰ τῶν
αὐτοματιζομένων ἀγαθῶν ἄφεσις, ἐπειδήπερ ὁ νοῦς ἀφεῖται τῶν κατὰ
τὰς ἰδίας ἐπιβολὰς ἐνεργειῶν καὶ ὥσπερ τῶν ἑκουσίων ἠλευθέρωται διὰ
τὴν πληθὺν τῶν ὑομένων καὶ ἀδιαστάτως ἐπομβρούντων.
ἔστι δὲ ταῦτα
1 ἀνταγωνιστὴν Η
3 τῶ] τῆ HP συνεχείᾳ Turn.
4 κήραν codd. ἐναπομάξηται Η
7 μὲν MAP: μοι H
10 πάντοπ H2: ἅπαντα MAH1P ἀπώνασθαι MP
14 τὴν] τοῦ II 15.
16 ἐνδιαίτημα ἄριστον HP
18 κεκωλυdνω P
20 ἀποθήσει Α
21 χεῖρας H2 ἀπονοίας L
24 ἄν οὑν HP παντός seclusi, πάντως H2, πάντων coni. Mang.
26 τότε μὲν μελέται HP
29 ἀφίεται Mang.
30 καὶ ὡς φόρτων (immo φόρων) τῶν ἐτησίων ἠλευθέρωται coni. Mang.
31 ἀδιστάκτως H ταῦτα om. Α
τὸ ἐμαυτοῦ πάθος, ὃ μυριάκις παθὼν οἶδα, διηγούμενος οὐκ αἰσχύνομαι·
βουληθεὶς ἔστιν ὅτε κατὰ τὴν συνήθη τῶν κατὰ φιλοσοφίαν δογμάτων
γραφὴν ἐλθεῖν καὶ ἃ χρὴ συνθεῖναι ἀκριβῶς εἰδώς, ἄγονον καὶ στεῖραν
εὑρὼν τὴν διάνοιαν ἄπρακτος ἀπηλλάγην, τὴν μὲν κακίσας τῆς οἰήσεως,
τὸ δὲ τοῦ ὄντος κράτος καταπλαγείς, παρ’ ὃν τὰς τῆς ψυχῆς ἀνοίγνυσθαί
τε καὶ συγκλείεσθαι μήτρας συμβέβηκεν.
ἔστι δὲ ὅτε κενὸς ἐλθὼν
πλήρης ἐξαίφνης ἐγενόμην ἐπινιφομένων καὶ σπειρομένων ἄνωθεν ἀφανῶς
τῶν ἐνθυμημάτων, ὡς ὑπὸ κατοχῆς ἐνθέου κορυβαντιᾶν καὶ πάντα
ἀγνοεῖν, τὸν τόπον, τοὺς παρόντας, ἐμαυτόν, τὰ λεγόμενα, τὰ γραφόμενα.
σχεδὸν γὰρ ἑρμηνεύει εὕρεσιν, φωτὸς ἀπόλαυσιν, ὀξυδερκεστάτην ὄψιν,
ἐνάργειαν τῶν πραγμάτων ἀριδηλοτάτην, οἵα γένοιτ’ ἂν δι’ ὀφθαλμῶν
ἐκ σαφεστάτης δείξεως.
(Exod. 15,25), τὸν κεχυμένον καὶ πλαδῶντα καὶ πικρίας γέμοντα νοῦν,
ἵνα γλυκανθεὶς ἡμερωθῇ.
τὸ δὲ ξύλον τοῦτο οὐ μόνον τροφήν, ἀλλὰ καὶ ἀθανασίαν ἐπαγγέλλεται· τὸ γὰρ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ
φησὶ πεφυτεῦσθαι (Gen. 2, 9), τὴν ἀγαθότητα δορυφορουμένην
ὑπὸ τῶν κατὰ μέρος ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων· αὕτη
τὸν μεσαίτατον καὶ ἄριστον ἐν ψυχῇ κεκλήρωται τόπον.
ὁ δὲ ὁρῶν ἐστιν ὁ σοφός· τυφλοὶ γὰρ ἢ ἀμυδροὶ τὰς ὄψεις οἵ γε ἄφρονες. διὰ
τοῦτο καὶ τοὺς προφήτας ἐκάλουν πρότερον τοὺς βλέποντας (I Reg. 9, 9)·
καὶ ὁ ἀσκητὴς ἐσπούδασεν ὦτα ὀφθαλμῶν ἀντιδοὺς ἰδεῖν ἃ πρότερον
1 ὠδίνει H2
2 ἀμβλωθρίδια
3 ἄρδει H1
5 ὅτι P κατὰ] ἐπὶ conicio
6 εἰδώς scripsi: ἰδών codd.
7 κακίσαι τῆς οἰκήσεως Α
8 ὃν codd.: οὖ Mang. ἀνοίγεσθαι Α
9 δ’ M
10 ἐπινηφομἐνων Α σπειρομένων] ἐπομβρουμένων coni. Mang. ἐμφανῶς Α
11 πἀwως Η2
13 σχεδὸν—γυρεσιν corrupta, ἔσχον γάρ ἑρμηνείας ῥεῦσιν Markland ὀξdορκεστάτην Α
14 ἐνάργειαν M: ἐνέργειαν ΑΗ οἷα MAP
15 σαφηνεστάτης A
16 ὃ H: om. MAP
17 μεταβάλλων Α
20 τὸν] τὸ Α πταδῶπα] spatinm in A
23 φασὶ Α
24 ἀρετῶν Maiig. : ἀγαθῶν codd., ante ἀγαθῶν ras. iu H
26 ἣ] οἱ P
27 altenim τοὺς] ras.
3 litt., om. L
εἰς γὰρ τὸν ὁρῶντα Ἰσραὴλ μεταχαράττεται τὸ μαθήσεως καὶ διδασκαλίας
νόμισμα, οὗπερ ἐπώνυμος ἦν Ἰακώβ, δι’ οὗ καὶ τὸ ὁρᾶν γίνεται
φῶς τὸ θεῖον, ἀδιαφοροῦν ἐπιστήμης, ἣ τὸ τῆς ψυχῆς διοίγνυσιν ὄμμα
καὶ πρὸς τὰς ὤτων τηλαυγεστέρας καὶ ἀριδηλοτέρας ἄγει καταλήψεις.
ὥσπερ γὰρ διὰ μουσικῆς τὰ κατὰ μουσικὴν καὶ διὰ πάσης τέχνης τὰ
ἐν ἑκάστῃ καταλαμβάνεται, οὕτω καὶ διὰ σοφίας τὸ σοφὸν θεωρεῖται.
σοφία δὲ οὐ μόνον φωτὸς τρόπον ὄργανον τοῦ ὁρᾶν ἐστιν, ἀλλὰ καὶ
αὑτὴν ὁρᾷ. αὕτη θεοῦ τὸ ἀρχέτυπον [ἡλίου] φέγγος, οὗ μίμημα καὶ
εἰκὼν ἥλιος. ὁ δὲ δεικνὺς ἕκαστα ὁ μόνος ἐπιστήμων θεός· ἄνθρωποι
μὲν γὰρ τῷ δοκεῖν ἐπίστασθαι λέγονται μόνον ἐπιστήμονες· ὁ δὲ
θεὸς τῷ εἶναι ἧττον ἢ πέφυκε λέγεται· νικῶνται γὰρ ὑπὸ τῶν τοῦ ὄντος
δυνάμεων οἱ περὶ αὐτὸν ἅπαντες ἅπαξ λόγοι.
τὴν δὲ σοφίαν αὐτοῦ διασυνίστησιν
οὐ μόνον ἐκ τοῦ τὸν κόσμον δεδημιουργηκέναι, ἀλλὰ καὶ ἐκ
τοῦ τὴν ἐπιστήμην τῶν γεγονότων ἱδρυκέναι βεβαιότατα παρ’ ἑαυτῷ·
λέγεται γὰρ ὅτι „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν“ (Gen. 1,31), οὐκ
ἴσον τῷ ὄψιν ἑκάστοις προσέβαλεν, ἀλλ’ εἴδησιν καὶ γνῶσιν καὶ κατάληψιν
ὧν ἐποίησεν εἶχεν.
πηγὴ τεχνῶν καὶ ἐπιστημῶν ἀνωμολόγηται.
ἀρτηθεῖσα
γὰρ καὶ ἐκκρεμασθεῖσα ἐλπίδος χρηστῆς καὶ ἀνενδοίαστα νομίσασα
ἤδη παρεῖναι τὰ μὴ παρόντα διὰ τὴν τοῦ ὑποσχομένου βεβαιότητα πίστιν,
ἀγαθὸν
1 ἤκουσε V
2 τὸν Turn.: τό codd.
3 ἐπώνυμον Α
4 διήγνυσιν Α
5 ὤτων] νοητῶν vel ὄντων Mang. τηλαυγεστἐρς καὶ ἀριδηλοdρας scripsi: τηλωγεστάτας καὶ ἀριδηλοτάτας codd.
9 αὑτὴν H2: αὐτὴν ceteri ἡλίου secl. Mangr.
11 τᾷ] τὸ P
12 εἶναι
13 ἁπαξάπαντες coni. Mang.
14 ἐκ τούτων Α
15 ἑαυτ HP, ἑαυτοῦ v
18 interpunxi post εἶχεν (εἶχε codd.) et οὐ addidi
19 δτι] ἀλλὰ Mang.
20 ὠφελεῖται PL
21 παρατετηρημἐνοςΑ
22 ἐνεστῶτα Η2: ἑστῶτα MAPH1 προσδιώρισται coni. Mang. 25.
26 ἀπαρτηθεῖσα coni. Mang.
26 γὰρ om. HP1
27 βεβαιότητα scripsi: βεβιοτάτην codd. post πίστιν add. καὶ L
28 post ταειον Mang. add. πίστιν ἄθλων Α
μὴ μέντοι νομίσῃς ἐπὶ καθαιρέσει τοῦ πανσόφου, ὡς ὑπολαμβάνουσιν ἔνιοι τῶν ἀπερισκέπτων, τοῦτο εἰρῆσθαι·
καὶ γὰρ εὔηθες τοὺς δούλους οἰηθῆναι πρὸ τῶν φίλων τοῦ θεοῦ τὴν
ἀρετῆς χώραν διανέμεσθαι.
ἀλλὰ πρῶτον ἐκεῖνό σοι βούλεται παραστῆσαι, ὅτι ἕτερος νηπίων καὶ ἕτερος τελείων χῶρός ἐστιν, ὁ μὲν ὀνομαζόμενος
ἄσκησις, ὁ δὲ καλούμενος σοφία, ἔπειτα ὅτι τὰ κάλλιστα τῶν
ἐν τῇ φύσει ὁρατὰ μᾶλλόν ἐστιν ἢ κτητά· κτήσασθαι μὲν γὰρ τὰ θειοτέρας
μοίρας λαχόντα πῶς ἔνεστιν; ἰδεῖν δ’ οὐκ ἀδύνατον, ἀλλ’ οὐχ
ἅπασιν, ἔστι δ’ αὐτὸ μόνον τῷ καθαρωτάτῳ καὶ ὀξυωπεστάτῳ γένει,
ᾧ τὰ ἴδια ἐπιδεικνύμενος ὁ τῶν ὅλων πατὴρ ἔργα μεγίστην πασῶν χαρίζεται
δωρεάν.
θεωρητικοῦ γὰρ τίς ἀμείνων βίος ἢ μᾶλλον οἰκειούμενος λογικῷ; διὰ τοῦτο καὶ τῆς τῶν θνητῶν ζῴων φωνῆς κριτήριον ἐχούσης
ἀκοὴν τοὺς τοῦ θεοῦ λόγους οἱ χρησμοὶ φωτὸς τρόπον ὁρωμένους μηνύουσι·
λέγεται γὰρ ὅτι „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18),
οὐκ ἤκουεν, ἐπειδήπερ οὐκ ἀέρος πλῆξις ἦν διὰ τῶν στόματος καὶ
γλώττης ὀργάνων τὸ γινόμενον, ἀλλὰ φέγγος ἀρετῆς τὸ περιαυγέστατον,
λογικῆς ἀδιαφοροῦν πηγῆς, ὃ καὶ ἑτέρωθι μηνύεται τὸν τρόπον τοῦτον·
„ὑμεῖς ἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς“ (Exod.
20, 22), οὐχὶ ἠκούσατε, διὰ τὴν αὐτὴν αἰτίαν.
ἔστι δ’ ὅπου τὰ ἀκουστὰ τῶν ὁρατῶν καὶ ἀκοὴν ὁράσεως διακρίνει λέγων· „φωνὴν ῥημάτων
ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ’ ἢ φωνήν“ (Deut. 4, 12),
ἄγαν περιττῶς· τὴν μὲν γὰρ εἰς ὄνομα καὶ ῥῆμα καὶ συνόλως τὰ τοῦ
λόγου μέρη τεμνομένην ἀκουστὴν εἰκότως εἶπεν — ὑπὸ γὰρ ἀκοῆς
1 Ἀβραὰμ AH Mωσεῖ]AHP, Μώση M
7 alterum ἕτερος HP: om. MA
8 ἀσκητὴς A
9 κτιστά. κτἰσασθαιΑ τὰ scripsi: τὰς codd., τῆς v
11 ἔστι δ’ scripsi : ἐπὶ codd., εἴη δ’ v αὐτὸ μόνον Cohn: αὐτῶ μόνω codd., ἄν μόνῳ v καθαρωτάτῳ] ὁρατικωτάτῳ coni. Mang. καὶ ὀξυωπεστάτῳ om. Α
10 ἀμείνω Α
14 λογικῶς M, λογικός Α
15 τοῦ om. Α
19 ἀδιαφόρου A
15 sqq. Clemens, Strom. VI §34 p. 756 P: θεῷ δὲ τῷ παντοκράτορι καὶ μηδενὸς ὄντος ὑποκειμένου φωνὴν καὶ φαντασίαν ἐγγεννῆσαι ἀκοῇ δυνατόν..... „φωνὴν ῥημάτων ὑμεῖς ἠκούετε καὶ ὁμοίωμα οὐκ ετῃετε„. ὁρᾷς, ὅπως ἡ κυριακὴ φωνὴ λόγος ἀσχημ̔ ἱστὸς, ἡ τοῦ λόγου δύνμις ῥῆμα κυρίου φωτεινὸν .... Origenes Contra Celsum VI
62 p. 680: ἀληθῶς γὰρ οὐκ ἔσται τῷ θεῷ φωνή, εἴπερ ἐστὶν ἡ φωνὴ ἀὴρ πεπληγμένος ἥ πληγὴ ἀέρος . . . ἄλλ᾿ ἡ λεγομένη φωνὴ θεοῦ, ὡς θεοῦ φωνή, ὁρᾶσθαι λέγεται ὑπὸ τ(υ λαοῦ ἐν τῷ „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν τοῦ Seou"’ ... cf. II
72 p. 441.
προειπὼν δὲ
τὸ „ὁμοίωμα οὐκ εἴδετε“ ἐπιφέρει „ἀλλ’ ἢ φωνήν„, ἣν πάντως εἴδετε —
τὸ γὰρ προσυπακουόμενον τοῦτ’ ἂν εἴη —· ὥσθ’ οἱ μὲν τοῦ θεοῦ λόγοι
ὅρασιν ἔχουσι τὴν ἐν ψυχῇ κριτήριον, ἀκοὴν δ’ οἱ εἰς ὀνομάτων καὶ
ῥημάτων ἰδέας μεριζόμενοι.
καινὸς δ’ ὢν ἐν ἅπασι τὴν ἐπιστήμην καὶ
τοῦτ’ ἰδίως καὶ ξένως κεκαινούργηκεν εἰπὼν ὁρατὴν εἶναι τὴν φωνήν,
τὴν μόνην σχεδὸν τῶν ἐν ἡμῖν οὐχ ὁρατὴν ὑπεξῃρημένης διανοίας· τὰ
μὲν γὰρ κατὰ
σκληρά, ᾗ σώματα.
τί δέ ἐστι τοῦτο, σαφέστερον ἐρῶ· ὁ χυλὸς ὁρατός
ἐστιν, οὐχ ᾗ χυλός, ἀλλ’ ᾗ μόνον σῶμα, τὸ γὰρ ᾗ χυλὸς εἴσεται ἡ
γεῦσις· καὶ ὁ ἀτμός, ᾗ μὲν ἀτμός, ὑπὸ ῥινῶν ἐξετασθήσεται, ᾗ δὲ
σῶμα, καὶ πρὸς ὀφθαλμῶν· καὶ τὰ ἄλλα ταύτῃ δοκιμασθήσεται. φωνὴ
δὲ οὔθ’ ὡς ἀκουστὸν οὔθ’ ὡς σῶμα, εἰ δὴ καὶ σῶμά ἐστιν, ὁρατὸν εἶναι
πέφυκεν, ἀλλὰ δύο ταῦτα τῶν ἐν ἡμῖν ἀόρατα, νοῦς καὶ λόγος.
ἀλλὰ
γὰρ οὐχ ὅμοιον τὸ ἡμέτερον ἠχεῖον τῷ θείῳ φωνῆς ὀργάνῳ· τὸ μὲν
γὰρ ἡμέτερον ἀέρι κίρναται καὶ πρὸς τὸν συγγενῆ τόπον καταφεύγει, τὰ
ὦτα, τὸ δὲ θεῖον ἀκρατοῦς καὶ ἀμιγοῦς ἐστι λόγου, φθάνοντος μὲν ἀκοὴν
διὰ λεπτότητα, ὁρωμένου δὲ ὑπὸ ψυχῆς ἀκραιφνοῦς διὰ τὴν ἐν τῷ
βλέπειν ὀξύτητα.
μὲν τοῦ ἔθνους τὸ πλῆθος, διὰ δὲ τοῦ μεγάλου τὴν πρὸς τὸ ἄμεινον αὔξησιν
παραλαμβάνων.
τὴν δὲ τοῦ ποσοῦ καθ’ ἑκάτερον εἶδος, τό τε ἐν μεγέθει
καὶ τὸ ἐν πλήθει, παραύξησιν διασυνίστησι καὶ ὁ τῆς Αἰγύπτου βασιλεύς·
„ἰδοὺ“ γάρ φησι „τὸ γένος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος“ (Exod. 1,9),
2 δὲ ὄντως AP
3 ἣν] ἢ M πάντες Η
4 προυπακουόμενον M
5 ἔχουσιν H οἱ om. L
7 εἶναι in ras. H2
11 ἢ A ὁρῶ H
12 οὐχὶ χυλός A bis ἢ Α
13 γνῶσις PL καὶ ὁ ἀτμὸς καὶ ὁ ἀτμὸς ὁ μἑνὑπὸ Α ἀτμόςἐστιν,ὑπὀ M ᾖ]εἰ Α
14 πρὸς] πρὸ A τἄλλαΑ
15 δ’ M
16 ἀόρατος Α IG.
17 ἀλλ’ οὐχP
17 ὁμοιον] ὡμοίωται H2 ἠχεῖον sciipsi: ἠχὴ ἐν MP, ἠχεῖ ἐν A, ἤχημα Η
18 κίρναται H2: κρίνεται ceteri
20 ἀκραιφνῶς Β2
22 ἀπόληψιν Α
24 δέ atldidi τὸ πλῆθος HP
26 μὲν om. H, δὲ P
οὐ γάρ, ὅπερ ἄν τις τὸν ἐν τοῖς ὀνόμασιν εἱρμὸν διαφυλάττων, πολὺ πλῆθος,
ἀλλὰ μέγα εἶπεν, εἰδὼς τὸ πολὺ καθ’ αὑτὸ ἀτελὲς μέγεθος, εἰ μὴ προσλάβοι
δύναμιν νοήσεως καὶ ἐπιστήμης. τί γὰρ ὄφελος πολλὰ μὲν θεωρήματα
παραλαμβάνειν, ἕκαστον δὲ αὐτῶν εἰς τὸ ἁρμόττον μέγεθος μὴ
συναυξῆσαι; οὐδὲ γὰρ ἀγρὸς τέλειος, ᾧ μυρία μὲν ὅσα ἐνυπάρχει φυτὰ
χαμαίζηλα, τέλειον δὲ μηδὲν ἔρνος γεωργικῇ τέχνῃ συνανέβλαστεν ἤδη
καρποτοκεῖν δυνάμενον.
τοῦ δὲ μεγέθους καὶ πλήθους τῶν καλῶν
ἀρχὴ καὶ τέλος ἡ ἀδιάστατος περὶ θεοῦ μνήμη καὶ ἡ κατάκλησις τῆς
ἀπ’ αὐτοῦ συμμαχίας πρὸς τὸν ἐμφύλιον καὶ συγκεχυμένον καὶ συνεχῆ
τοῦ βίου πόλεμον· λέγει γὰρ „ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ
ἔθνος τὸ μέγα τοῦτο· ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστι θεὸς ἐγγίζων ὡς
κύριος ὁ θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἂν αὐτὸν ἐπικαλεσώμεθα“ (Deut.
4,6.7) ;
οὐκοῦν ὅτι καὶ πρὸς βοήθειαν δύναμις
παρὰ θεῷ καὶ αὐτὸς ὁ ἡγεμὼν ἐγγυτέρω πρόσεισιν ἐπ’ ὠφελείᾳ
τῶν ἀξίων ὠφελεῖσθαι, δεδήλωται.
οὗτοι γάρ εἰσιν ὁ σοφὸς καὶ ἐπιστήμων, ὃν εἶπε, λεώς, ὧν ἕκαστος
μέγας εἰκότως ἐστίν, ἐπειδὴ μεγάλων ὀρέγεται, ἑνὸς δὲ καὶ λίαν ὑπερβαλλόντως,
τοῦ μὴ διαζευχθῆναι θεοῦ τοῦ μεγίστου, ἀλλὰ τὴν πρόσοδον
αὐτοῦ συνεγγίζοντος σταθερῶς ἄνευ καταπλήξεως ὑπομεῖναι.
οὗτος ὁ ὅρος ἐστὶ τοῦ μεγάλου λεώ, τὸ τῷ θεῷ συνεγγίζειν ἢ „ᾧ θεὸς συνεγγίζει“.
ὁ μὲν δὴ κόσμος καὶ ὁ κοσμοπολίτης σοφὸς πολλῶν καὶ μεγάλων
ἀγαθῶν ἀναπέπλησται, ὁ δὲ ἄλλος ἀνθρώπων ὅμιλος πλείοσι μὲν κέχρηται
κακοῖς, ἀγαθοῖς δὲ ἐλάττοσι· σπάνιον γὰρ ἐν πεφυρμένῳ καὶ συγκεχυμένῳ
βίῳ τὸ καλόν.
διόπερ ἐν χρησμοῖς ᾄδεται· „οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο κύριος ὑμᾶς καὶ ἐξελέξατο — ὑμεῖς γάρ
ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη —, ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶσ“
(Deut. 7, 7. 8). εἰ γάρ τις βουληθείη τὸν ὄχλον μιᾶς ψυχῆς ὥσπερ
1 γε Η2: γάρ ceteri τῶ (ex τοῦ corr.) ὄντως A ὡς om. HP1
6 προσλαμβάνειν HP
8 συνανεβλάστησεν H 9.
10 ἀρχὴ τῶν καλῶν HP
13 bis μέγα MAP: bis μέρος H
15 ἀρρωγὸς HP
16 ἐγγύτερα Α
18 ἦ v δηλονότι AHP
20 ἐπειδὴ δὲ Α 20.
21 ὑπερβαλόντως HP
21 prius τοῦ] τῶ HP
22 σταθηρῶς Α
23 λεώ (vel λαοῦ) scripsi: θεοῦ codd., del. Mang. τῷ om. L συνεγγίζον coni. Mang. ᾦ] ὁ Α
25 ἀγαθὸς Α
26 ἐν πεφυρμένῳ scripsi: ἐμπερφυρμένω Α, ἐμπερορημένῳ MHP, ἐν πεφορημένῳ v
27 πολυπληθῆτε Α
28 προείλατο Α 28.
29 προείλετο — ἔθνη om. Η
28 ὁ κύριος AH
παρὰ μὲν οὖν ἀνθρώποις τὸ
ἄδικον πλῆθος πρὸ ἑνὸς τοῦ δικαίου προτετίμηται, παρὰ δὲ τῷ θεῷ τὸ
σπάνιον ἀγαθὸν πρὸ μυρίων ἀδίκων· ᾧ καὶ παραγγέλλει μηδέποτε τοιούτῳ
συναινέσαι πλήθει· „οὐκ ἔσῃ“ γάρ φησι „μετὰ πολλῶν ἐπὶ κακίᾳ“
(Exod. 23, 2). ἆρ’ οὖν μετ’ ὀλίγων χρή; μετ’ οὐδενὸς μὲν οὖν φαύλου
— εἷς δ’ ὢν ὁ φαῦλος πολύς ἐστι κακίαις, ᾧ συντάσσεσθαι μεγίστη
ζημία —· τοὐναντίον γὰρ ἀνθίστασθαι καὶ πολεμεῖν ἀκαταπλήκτῳ χρωμένους
δυνάμει προσήκει.
„ἐὰν“ γάρ φησιν „ἐξέλθῃς εἰς πόλεμον ἐπὶ
τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον“, τὸ ὑπέραυχον καὶ σκιρτητικὸν πάθος
ἀφηνιάζον, „καὶ ἀναβάτην“, τὸν ἐποχούμενον αὐτῷ φιλοπαθῆ νοῦν, „καὶ
λαὸν πλείονά σου“, τοὺς ζηλωτὰς τῶν εἰρημένων φαλαγγηδὸν ἐπιόντας,
„οὐ φοβηθήσῃ ἀπ’ αὐτῶν“· εἷς γὰρ ὢν ἑνὶ τῷ πάντων ἡγεμόνι χρήσῃ
συμμάχῳ, „ὅτι κύριος ὁ θεός σου μετὰ σοῦ“ (Deut. 20, 1).
τούτου γὰρ ἡ σύνοδος καθαιρεῖ πολέμους, εἰρήνην ἀνοικοδομεῖ, τὰ πολλὰ καὶ συνήθη κακὰ ἀνατρέπει, τὸ σπάνιον καὶ θεοφιλὲς γένος ἀνασῴζει, ᾧ πᾶς ὁ γενόμενος ὑπήκοος μισεῖ καὶ βδελύττεται τὰ τῶν γεωδεστέρων στίφη.
καὶ μὴν ὥσπερ τὸ πολύπουν, οὕτως καὶ τὸ ἄπουν ἐν ἑρπετοῖς
ψεκτόν, τὸ μὲν διὰ τὴν λεχθεῖσαν αἰτίαν, τὸ δ’ ὅτι ὅλον δι’ ὅλων
πέπτωκεν ἐπὶ γῆν, ὑπ’ οὐδενὸς ἀλλ’ οὐδ’ ἐπὶ τὸ βραχύτατον ἐξαιρόμενον·
πάντα γὰρ τὸν πορευόμενον ἐπὶ κοιλίαν ἀκάθαρτον εἶναί φησι
(ibid.), τὸν τὰς τῆς γαστρὸς ἡδονὰς μεταδιώκοντα αἰνιττόμενος.
ἔνιοι
δὲ προσυπερβάλλοντες οὐ μόνον τῷ τῆς ἐπιθυμίας ἐχρήσαντο γένει, ἀλλὰ
1 κατὰ] καὶ τὰ L
3 post ἀδελφαὶ vid. add. κακίαι vel κῆρες
4 ὁ ὀρθὸς H2: ὀρθὸς ὁ ceteri
6 ἀγαθῶν ι vel διὸ ι pro ᾦ conicio ᾦ] ἐφ’ ᾧ vel Mang.
8 ὀλίγον Α οὖν om. Α
9 6 om. Α
15 τῶ MH2: τῶν AH1P
20 πολυπληθῆ (sic!) φησι MA: φησί, πολυπληθεῖ HP ἐν scripsi: ἐπὶ codd.
21 ἕρπουσιν addidi βδέλυγμά conicio
22 ἀλλ’] ἄρ’ conicio μὴ MA: ἡ H2, om. H1P ἀλλὰ MAP: ἀλλ’ ἡ H
23 τῆς γῆς coni. Mang. τὰ τοῦ σώματος HP 23.
24 πολιχνέύουσα H
26 δὲ HP
27 ἣν γῆν HP τὸ om. A
καὶ τῇ κοιλίᾳ πορεύσῃ“ (Gen. 3, 14)· περὶ μὲν γὰρ τὰ στέρνα ὁ θυμός,
τὸ δὲ ἐπιθυμίας εἶδος ἐν κοιλίᾳ.
πορεύεται δὲ ὁ ἄφρων δι’ ἀμφοτέρων, θυμοῦ τε καὶ ἐπιθυμίας, ἀεὶ μηδένα διαλείπων χρόνον, τὸν ἡνίοχον καὶ
βραβευτὴν νοῦν ἀποβαλών· ὁ δ’ ἐναντίος τούτῳ θυμὸν μὲν καὶ ἐπιθυμίαν
ἐκτέτμηται, κυβερνήτην δὲ ἐπιγέγραπται λόγον θεῖον, καθὰ καὶ
Μωυσῆς ὁ θεοφιλέστατος, ὅς, ὅταν τὰς ὁλοκαύτους τῆς ψυχῆς ἱερουργῇ
θυσίας, „τὴν μὲν κοιλίαν ἐκπλυνεῖ“ (Lev. 8, 21), τουτέστιν ὅλον τὸ
ἐπιθυμίας εἶδος ἐκνίψεται, τὸ δὲ „στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως
ἀφελεῖ“ (Lev. 8, 29), σύμπαντα δήπου τὸν πολεμικὸν θυμόν, ἵνα
τὸ λοιπὸν μέρος καὶ ἄμεινον τῆς ψυχῆς, τὸ λογικόν, μηδενὸς ἀντισπῶντος
ἔτι καὶ μεθέλκοντος ἐλευθέροις καὶ εὐγενέσι τῷ ὄντι χρήσηται πρὸς τὰ
καλὰ πάντα ὁρμαῖς.
οὕτως γὰρ εἴς τε πλῆθος καὶ μέγεθος ἐπιδώσει· λέγεται γάρ· „ἕως τίνος παροξυνοῦσιν ὁ λαὸς οὗτος; καὶ ἕως τίνος οὐ
πιστεύσουσί μοι ἐν πᾶσι τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς; πατάξω
αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτούς, καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ
πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ ἢ τοῦτο“ (Num. 14, 11. 12)·
ἐπειδὰν γὰρ ὁ θυμῷ καὶ ἐπιθυμίᾳ χρώμενος πολὺς ὅμιλος καταλυθῇ
τῆς ψυχῆς, πάντως εὐθὺς ὁ τῆς λογικῆς φύσεως διεξηρτημένος ἀνίσχει
καὶ ἀνατέλλει.
ὥσπερ δὲ τὸ πολύπουν καὶ ἄπουν, ἐναντία ὄντα ἐν τῷ γένει τῶν ἑρπετῶν, ἀκάθαρτα
πολύθεος ἀντίπαλοι ἐν ψυχῇ δόξαι βέβηλοι. σημεῖον δέ· ἀμφοτέρας ὁ
6 ἕδος coni. Mang.
8 βραβευτὴν] κυβερνήτην coni. Mang. νοῦν] λόγον Η ύτω H: τούτων MAP
9 θεῖον λόγον HP
12 εἶδος om. Α, ἕδος Mang.
ἀφελῆ Α δήπου MA: δὴ HP
15 post εὐγενέσιν add. ὀφθαλμοῖς 2 ὁρμαῖς (lin. 16) hic posuit Mang.
16 ὁρμαῖς] ὁρᾶν H
22 τῆς ψυχῆς om. MA
25 ἀντίπαλος P ψυχαῖς Α
23 sqq. Clemens Protrept. §
25 p.
21 P: ἀκρότητες ἄρα ἀμαθίας ἀθεότης καὶ δεισιδαιμονία, ὧν ἐκτὸς μένειν σπουδαστέον. οὐχ ὁρᾷς τὸν ἱεροφάντην τῆς ἀληθείας Μωυσέα προστάττοντα θλαδίαν καὶ ἀποκεκομμένον μὴ ἐκκλησιάζειν καὶ προσέτι τὸν ἐκ πόρνης; αἰνίττεται δὲ διὰ μὲν τῶν προτέρων τὸν ἄθεον τρόπον τὸν τῆς θείας καὶ γονίμου δυνάμεως ἐστερημένον, διὰ δὲ τοῦ λοιποῦ τοῦ τρίτου τὸν πολλοὺς ἐπιγραφόμενον ψευδωνύμους θεοὺς ἀντὶ τοῦ μόνου ὄντος θεοῦ, ὥσπερ ὁ ἐκ τῆς πόρνης τοὺς πολλοὺς ἐπιγράφεται πατέρας ἀγνοίᾳ τοῦ πρὸς ἀλήθειαν πατρός.
ἔοικεν, ὁ δὲ ἀπορροῇ,
πηγῇ μὲν ὁ ἐν διανοίᾳ, προφορὰ δὲ ἡ διὰ στόματος καὶ γλώττης ἀπορροῇ.
ἑκάτερον δὲ εἶδος λόγου βελτιωθῆναι πολὺς πλοῦτος, διάνοιαν μὲν
εὐλογιστίᾳ πρὸς πάντα μικρὰ καὶ μείζω χρωμένην, προφορὰν δὲ ὑπὸ
παιδείας ὀρθῆς ἡνιοχουμένην.
πολλοὶ γὰρ λογίζονται μὲν τὰ βέλτιστα,
ὑπὸ δὲ ἑρμηνέως κακοῦ προὐδόθησαν, λόγου, μουσικὴν τὴν ἐγκύκλιον οὐκ
ἐκπονήσαντες· οἱ δὲ ἔμπαλιν ἑρμηνεῦσαι μὲν ἐγένοντο δυνατώτατοι, βουλεύσασθαι
δὲ φαυλότατοι, καθάπερ οἱ λεγόμενοι σοφισταί· τούτων γὰρ
ἀχόρευτος μὲν καὶ ἄμουσος ἡ διάνοια, πάμμουσοι δὲ αἱ διὰ τῶν φωνητηρίων
ὀργάνων διέξοδοι.
χαρίζεται δὲ ὁ θεὸς τοῖς ὑπηκόοις ἀτελὲς
οὐδέν, πλήρη δὲ καὶ τέλεια πάντα· διὸ καὶ νῦν τὴν εὐλογίαν οὐχ ἑνὶ
λόγου τμήματι, τοῖς δὲ μέρεσιν ἀμφοτέροις ἐπιπέμπει δικαιῶν τὸν εὐεργετούμενον
καὶ ἐνθυμεῖσθαι τὰ βέλτιστα καὶ ἐξαγγέλλειν τὰ νοηθέντα
δυνατῶς· ἡ γὰρ τελειότης δι’ ἀμφοῖν, ὡς ἔοικε, τοῦ τε ὑποβάλλοντος
τὰ ἐνθυμήματα καθαρῶς καὶ τοῦ διερμηνεύοντος αὐτὰ ἀπταίστως.
ἢ
οὐχ ὁρᾷς τὸν Ἄβελ — ὄνομα δέ ἐστι τὰ θνητὰ πενθοῦντος καὶ τὰ ἀθάνατα
εὐδαιμονίζοντος —, ὡς ἀνεπιλήπτῳ μὲν κέχρηται διανοίᾳ, τῷ δὲ
μὴ γεγυμνάσθαι περὶ λόγους ἥττηται πρὸς δεινοῦ παλαῖσαι Κάιν τέχνῃ
μᾶλλον ἢ ῥώμῃ περιγενέσθαι δυναμένου;
διὸ καὶ θαυμάζων τῆς περὶ
τὴν φύσιν εὐμοιρίας τὸν τρόπον αἰτιῶμαι τοσοῦτον, ὅτι προκληθεὶς εἰς
1 τῶ ante θλαδίαν add. H2 1.
2 ἀποκεκομμένην Α
2 τὸν Α: τὸ P, τῶ H, om. M, τῷ τὸν ν
5 ἐπιγραφόμενος scripsi (cf. Clem.): αἰνιττόμενος codd.
7 δέ ἐστιν M
8 πρότερον Η
10 ἐπ’ ἀρετῆς] ἐπαινετόν Mang. ἔοικεν om. Α
11 προφορὰ H2: προφορὰ MH1P, προφοραὶ Α διὰ] ἀπὸ Η 11.
12 ἀπορροὴ H: ἀπορροὴ MAP
12 διάνοια HP
13 μεῖζον HP χρωμένην Turn.: χρωμένη codd. προφορὰ H
14 ἡνιοχουμένη HP βέλτια P
18 διὰ om. M
21 ἐπινέμει coni. Μang.
23 τε Cohn: γε codd.
25 ἐστι τοῦ τὰ H2
27 Κάιν Μang.: καὶ codd.
28 ante τῆς add. αὐτὸν H2
29 τοῦτον H2
πως εἰώθασι περιεῖναι.
γὰρ αἱ περὶ θεοῦ καὶ τῶν ἱερωτάτων αὐτοῦ δυνάμεων ζητήσεις
τῷ φιλοθεάμονι —, ἀλλ’ ὑπὲρ τοῦ περιγενέσθαι τῶν ἐν Αἰγύπτῳ σοφιστῶν,
οἷς αἱ μυθικαὶ πιθανότητες πρὸ τῆς τῶν ἀληθῶν ἐναργείας τετίμηνται.
ὅταν μὲν οὖν τοῖς τοῦ πανηγεμόνος ἐμπεριπατῇ πράγμασιν ὁ νοῦς, οὐδενὸς ἑτέρου προσδεῖται πρὸς τὴν θεωρίαν, ἐπειδὴ τῶν νοητῶν
μόνη διάνοια ὀφθαλμὸς ὀξυωπέστατος· ὅταν δὲ καὶ τοῖς κατὰ αἴσθησιν
ἢ πάθος ἢ σῶμα, ὧν ἐστιν ἡ Αἰγύπτου χώρα σύμβολον, δεήσεται καὶ
τῆς περὶ λόγους τέχνης ὁμοῦ καὶ δυνάμεως.
οὗ χάριν ἐπάγεσθαι τὸν Ἀαρὼν αὐτῷ διείρηται, τὸν προφορικὸν λόγον· „οὐκ ἰδοὺ“ φησίν „Ἀαρὼν
ὁ ἀδελφός σου“; μιᾶς γὰρ ἀμφοῖν τῆς λογικῆς φύσεως μητρὸς οὔσης
ἀδελφὰ δήπου τὰ γεννήματα. „ἐπίσταμαι, ὅτι λαλήσει“· διανοίας μὲν
γὰρ τὸ καταλαμβάνειν, προφορᾶς δὲ τὸ λαλεῖν ἴδιον. „λαλήσει“ φησίν
„αὐτός σοι“· τὰ γὰρ ἐν αὐτῷ ταμιευόμενα μὴ δυνάμενος ὁ νοῦς ἀπαγγεῖλαι
τῷ πλησίον ἑρμηνεῖ χρῆται λόγῳ πρὸς τὴν ὧν πέπονθε δήλωσιν.
εἶτ’ ἐπιλέγει· „ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι“, ἐπειδὴ τῷ
ὄντι ὁ λόγος τοῖς ἐνθυμήμασιν ὑπαντῶν, ῥήματα καὶ ὀνόματα προστιθεὶς
χαράττει τὰ ἄσημα, ὡς ἐπίσημα ποιεῖν. καὶ „ἰδών σε“ φησί „χαρήσεται
ἐν αὐτῷ“ (Exod. 4, 14)· γήθει γὰρ ὁ λόγος καὶ εὐφραίνεται, ὅταν
μὴ ἀμυδρὸν ᾖ τὸ ἐνθύμημα, διότι τηλαυγοῦς ὄντος ἀπταίστῳ καὶ εὐτρόχῳ
διερμηνεύσει χρῆται κυρίων καὶ εὐθυβόλων καὶ γεμόντων πολλῆς ἐμφάσεως
εὐπορῶν ὀνομάτων·
1 λόγων om. Α συνηθείας L ἠρεμίας om. HP
8 αὐτῆς om. HP λέγεται H δ’ H 9.
10 ἀποχρῶσαι A
12 οἶς αἱ Mang.: ὅσαι codd. πρὸς H1
15 ὀξυδερκέστατος Α κατ’ Η2
18 διήρηται Α
19 post ἀμφοῖν add. οὔσης HP
20 λαλήσει M: λαλεῖ AHP
22 αὑτῷ 2
23 πέπονθεν M
24 σοι M: σου AHP
27 γηθεῖ v εὐφραίνεται Mang. : εὐφορεῖ MHP, εὐφορία A
30 ἀπορῶν Α
„καὶ
αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἔσται σου στόμα· σὺ
δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν“ (Exod. 4, 15. 16)· ἐμφαντικώτατα τό
τε „προσλαλήσει σοι“ φάναι, οἷον διερμηνεύσει τὰ σά, καὶ ὅτι „ἔσται
σου
ἐστιν ἐνθυμήματα, ὧν μόνος ὁ θεὸς ἐπίσκοπος.
ἀναγκαῖον οὖν ἐστι τῷ μέλλοντι πρὸς ἀγῶνα σοφιστικὸν ἀπαντᾶν ἐπιμεμελῆσθαι λόγων ἐρρωμένως οὕτως, ὡς μὴ μόνον ἐκφεύγειν τὰ παλαίσματα, ἀλλὰ καὶ ἀντεπιτιθέμενον ἀμφοτέροις, τέχνῃ τε καὶ δυνάμει, περιεῖναι.
ἢ οὐχ ὁρᾷς τοὺς
ἐπαοιδοὺς καὶ φαρμακευτὰς ἀντισοφιστεύοντας τῷ θείῳ λόγῳ καὶ τοῖς
παραπλησίοις τολμῶντας ἐγχειρεῖν, οὐχ οὕτως ἐπὶ τῷ τὴν ἰδίαν ἐπιστήμην
ἀποφῆναι περιβόητον, ὡς ἐπὶ τῷ διασῦραι καὶ χλευάσαι τὰ γινόμενα;
καὶ γὰρ τὰς βακτηρίας εἰς δρακόντων μεταστοιχειοῦσι φύσεις, καὶ
τὸ ὕδωρ εἰς αἵματος χρόαν μετατρέπουσι, καὶ τῶν βατράχων τὸ ὑπολειφθὲν
ἐπῳδαῖς ἀνέλκουσιν ἐπὶ γῆν (Exod. 7, 12. 22. 8, 7), καὶ πάντα
οἱ κακοδαίμονες τὰ πρὸς τὸν οἰκεῖον ὄλεθρον συναύξοντες ἀπατᾶν
δοκοῦντες ἀπατῶνται.
πρὸς οὓς πῶς ἐνῆν ἀπαντῆσαι μὴ τὸν ἑρμηνέα
διανοίας λόγον, Ἀαρὼν ἐπίκλησιν, ἑτοιμασάμενον; ὃς νῦν μὲν εἴρηται
στόμα, αὖθις δὲ καὶ προφήτης κεκλήσεται, ὅταν καὶ ὁ νοῦς ἐπιθειάσας
προσρηθῇ θεός· „δίδωμι γάρ σε“ φησί „θεὸν Φαραώ, καὶ Ἀαρὼν ὁ
ἀδελφός σου ἔσται σου προφήτης“ (Exod. 7, 1). ὢ ἀκολουθίας ἐναρμονίου·
τὸ γὰρ ἑρμηνεῦον τὰ θεοῦ προφητικόν ἐστι γένος ἐνθέῳ κατοκωχῇ
τε καὶ μανίᾳ χρώμενον. τοιγαροῦν „ἡ ῥάβδος ἡ Ἀαρὼν κατέπιε τὰς
2 ὑπηχήσεις H: ὑφηχήσεις MA, ἐπηχήσεις P
3 ἄνευ] ἐκ Α
4 λόγου] λόγχης Α
5 post προσλαλήσει add. καὶ M σου] σοι HP1 σὺ] σοὶ H
6 αὐτὸς Α ἐμφατικώτατα M
7 σοι om. P
7 διερμηνεύσει τὰ σά HP: διερμηνεέσεται M, διερμηνεὺς Α
12 ἐπιμεμελῆσθαι MP: ἐπιμελεῖσθαι AH 12.
13 ἐρρωμένος Α
19 τρέπουσι v
20 ἀνέχουσιν Α
24 στόμα Mang. : σόφισμα codd. κληθήσεται Α
25 προρηθῆ M ὁ θεός Α σε] σοι Α
6 Ἀαρὼν
6 Α
26 έσται σου om. P
27 ἐν θεῶ ΑΗ κατοκωχῇ scripsi : κατακωχῆ codd.
28 ἡ Ἀαρὼν M: Ἀαρὼν ceteri
22 cf. Rh. Mus. XLIX p. 309.
ἡττᾶσθαι· δακτύλῳ γὰρ θεοῦ καὶ τὰς πλάκας, ἐν αἷς ἐστηλιτεύθησαν
οἱ χρησμοί, φησὶν ὁ ἱερὸς λόγος γραφῆναι (Exod. 32, 16). διόπερ
οὐκέτι δύνανται οἱ φαρμακευταὶ στῆναι ἐναντίον Μωυσεῖ, πίπτουσι δ’ ὡς
ἐν ἀγῶνι ῥώμῃ τοῦ ἀντιπάλου νικηθέντες καρτερᾷ (Exod. 8, 18).
„μεγαλυνῶ τὸ ὄνομά σου“ (Gen. 12, 2). τὸ δέ ἐστιν, ὥς γ’ ἐμοὶ φαίνεται,
τοιόνδε· ὥσπερ τὸ ἀγαθὸν εἶναι καὶ καλόν, οὕτω καὶ τὸ δοκεῖν
εἶναι λυσιτελές. καὶ ἀμείνων μὲν δόξης ἀλήθεια, εὔδαιμον δὲ τὸ ἐξ
ἀμφοῖν· μυρίοι γὰρ ἀνόθως καὶ ἀκολακεύτως προσελθόντες ἀρετῇ καὶ τὸ
γνήσιον αὐτῆς ἐναυγασάμενοι κάλλος, τῆς παρὰ τοῖς πολλοῖς φήμης οὐ
φροντίσαντες ἐπεβουλεύθησαν, κακοὶ νομισθέντες οἱ πρὸς ἀλήθειαν ἀγαθοί.
καὶ μὴν
ᾧ δὲ ἀμφότερα δεδώρηται
ὁ θεός, καὶ τὸ εἶναι καλῷ καὶ ἀγαθῷ καὶ τὸ δοκεῖν εἶναι, οὗτος πρὸς
ἀλήθειαν εὐδαίμων καὶ τῷ ὄντι μεγαλώνυμος. προνοητέον δ’ ὡς μεγάλου
πράγματος καὶ πολλὰ τὸν μετὰ σώματος βίον ὠφελοῦντος εὐφημίας.
περιγίνεται δ’ αὕτη σχεδὸν ἅπασιν, ὅσοι χαίροντες σὺν ἀσμενισμῷ μηδὲν
κινοῦσι τῶν καθεστηκότων νομίμων, ἀλλὰ τὴν πάτριον πολιτείαν οὐκ
ἀμελῶς φυλάττουσιν.
εἰσὶ γάρ τινες οἳ τοὺς ῥητοὺς νόμους σύμβολα νοητῶν πραγμάτων ὑπολαμβάνοντες τὰ μὲν ἄγαν ἠκρίβωσαν, τῶν δὲ
ῥᾳθύμως ὠλιγώρησαν· οὓς μεμψαίμην ἂν ἔγωγε τῆς εὐχερείας· ἔδει γὰρ
ἀμφοτέρων ἐπιμεληθῆναι, ζητήσεώς τε τῶν ἀφανῶν ἀκριβεστέρας καὶ
2 τῇ om. Α ἀτέχνῳ conicio
4 ἴσον τῶ (corr. ex τὸ) H: εἰς ὃν τὸ MAP σοφίαν Α 4.
5 σοφιστείας P
7 Μωσεῖ codd.
8 κραταιοτέρᾳ coni. Mang.
10 γέ μοι MA
12 ἄμεινον (sic!) ex corr. Α
14 ἐναγασάμενοι Η2 παρὰ] περὶ H
16 καὶ MA : οὐ HP τοῦ M: τὸ AHP
17 εἰ] οἱ Α
20 καλὸν καὶ ἀγαθὸν Α
22 ὠφελοῦντας A
23 πραγίνεται H
27 ῥαθύμων Α
28 ἀκριβεστάτης conicio 28. 286,1 καὶ ταμιείας Mang. : καὶ ταμίας HP1, κατὰ μιᾶς M, κατὰ μίαν AP2
10 qq. Teletis reliquiae ed. Ηense p. 1. 2.
νυνὶ δ’ ὥσπερ ἐν ἐρημίᾳ καθ’
ἑαυτοὺς μόνοι ζῶντες ἢ ἀσώματοι ψυχαὶ γεγονότες καὶ μήτε πόλιν μήτε
κώμην μήτ’ οἰκίαν μήτε συνόλως θίασον ἀνθρώπων εἰδότες, τὰ δοκοῦντα
τοῖς πολλοῖς ὑπερκύψαντες τὴν ἀλήθειαν γυμνὴν αὐτὴν ἐφ’ ἑαυτῆς ἐρευνῶσιν·
οὓς ὁ ἱερὸς λόγος διδάσκει χρηστῆς ὑπολήψεως πεφροντικέναι
καὶ μηδὲν τῶν ἐν τοῖς ἔθεσι λύειν, ἃ θεσπέσιοι καὶ μείζους ἄνδρες ἢ
καθ’ ἡμᾶς ὥρισαν.
μὴ γὰρ ὅτι ἡ ἑβδόμη δυνάμεως μὲν τῆς περὶ τὸ
ἀγένητον, ἀπραξίας δὲ τῆς περὶ τὸ γενητὸν δίδαγμά ἐστι, τὰ ἐπ’ αὐτῇ
νομοθετηθέντα λύωμεν, ὡς πῦρ ἐναύειν ἢ γεωπονεῖν ἢ ἀχθοφορεῖν ἢ
ἐγκαλεῖν ἢ δικάζειν ἢ παρακαταθήκας ἀπαιτεῖν ἢ δάνεια ἀναπράττειν
ἢ τὰ ἄλλα ποιεῖν, ὅσα κἀν τοῖς μὴ ἑορτώδεσι καιροῖς ἐφεῖται·
μηδ’
ὅτι ἡ ἑορτὴ σύμβολον ψυχικῆς εὐφροσύνης ἐστὶ καὶ τῆς πρὸς θεὸν εὐχαριστίας,
ἀποταξώμεθα ταῖς κατὰ τὰς ἐτησίους ὥρας πανηγύρεσι· μηδ’
ὅτι τὸ περιτέμνεσθαι ἡδονῆς καὶ παθῶν πάντων ἐκτομὴν καὶ δόξης
ἀναίρεσιν ἀσεβοῦς ἐμφαίνει, καθ’ ἣν ὑπέλαβεν ὁ νοῦς ἱκανὸς εἶναι γεννᾶν
δι’ ἑαυτοῦ, ἀνέλωμεν τὸν ἐπὶ τῇ περιτομῇ τεθέντα νόμον· ἐπεὶ καὶ τῆς
περὶ τὸ ἱερὸν ἁγιστείας καὶ μυρίων ἄλλων ἀμελήσομεν, εἰ μόνοις προσέξομεν
τοῖς δι’ ὑπονοιῶν δηλουμένοις.
ἀλλὰ χρὴ ταῦτα μὲν σώματι
ἐοικέναι νομίζειν, ψυχῇ δὲ ἐκεῖνα· ὥσπερ οὖν σώματος, ἐπειδὴ
φυλαττομένων γὰρ τούτων ἀριδηλότερον κἀκεῖνα γνωρισθήσεται, ὧν εἰσιν
οὗτοι σύμβολα, πρὸς τῷ καὶ τὰς ἀπὸ τῶν πολλῶν μέμψεις καὶ κατηγορίας
ἀποδιδράσκειν.
οὐχ ὁρᾷς, ὅτι καὶ Ἀβραὰμ τῷ σοφῷ καὶ μεγάλα
ἀγαθὰ καὶ μικρὰ προσεῖναί φησι, καὶ καλεῖ τὰ μὲν μεγάλα ὑπάρχοντα
καὶ ὑπαρκτά, ἃ τῷ γνησίῳ κληρονομεῖν ἐφεῖται μόνῳ, τὰ δὲ μικρὰ
δόματα, ὧν οἱ νόθοι καὶ ἐκ παλλακῶν ἀξιοῦνται (Gen. 25,5. 6)· ἐκεῖνα
μὲν οὖν ἔοικε τοῖς φύσει, ταῦτα δὲ τοῖς θέσει νομίμοις.
1 δέ M 2.
3 μήτε κώμην om. P
3 οἰκείαν H1
4 τὴν] ἢ τὴν Α ἑαυτῆς Turn.: ἑαυτῇ Η2, ἑαυτοὺς MAPH1
5 ῥητῆς coni. Mang.
6 ἢ] οἱ Α
8 ἀγέννητον ΑΗ γεννητὸν ΑΗ
9 πῦρ ἐναύειν Mang.: πῦρ ἐναυγεῖν MAP2, πυρεναυσεῖν H(P1?) γεηπονεῖν Α
11 μὴ HP: μὴ ἐν MAL
12 τῆ ἑορτὴ M εὐφροσύνης] ἑορτῆς Α
13 ταῖς] ἔταις Η
14 ἡδονῶν 2
15 ἐμφαίνειν Α ὑπέβαλεν A
16 ἀνελάβομεν Α
17 ἀγιστίας Α ἀμελήσωμεν A
21 τούτων H2: om. ceteri
21 γνωσθήσεται HP
22 τῷ] τὸ Α
23 ὁ Ἁβραὰμ AHP
23 σοφῶ μεγάλα Α
25 καὶ] ἢ conicio
26 δόγματα Α
27 νομίμως Α
28 τὴν πανάρετον Λείαν ι Mang.
τετίμηται, ἀλλὰ καὶ πρὸς τῶν θηλυτέρων, οἳ τῶν φαινομένων πάντα
τρόπον ἥττηνται μηδὲν ἔξω τούτων θεωρητὸν νοῆσαι δυνάμενοι.
τελείας δὲ ψυχῆς ἐστι καὶ τοῦ εἶναι καὶ τοῦ δοκεῖν εἶναι μεταποιεῖσθαι, καὶ σπουδάζειν μὴ μόνον παρὰ τῇ ἀνδρωνίτιδι εὐδοκιμεῖν, ἀλλὰ καὶ πρὸς τῆς γυναικωνίτιδος ἑστίας ἐπαινεῖσθαι.
διὸ καὶ Μωυσῆς τὴν τῶν ἱερῶν
ἔργων κατασκευὴν οὐ μόνον ἀνδράσιν ἀλλὰ καὶ γυναιξὶν ἐπέτρεψε ποιεῖσθαι·
τά τε γὰρ νήματα πάντα τῆς ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου
καὶ βύσσου καὶ τριχῶν αἰγείων ἐπιτελοῦσι (Exod. 35, 25. 26), καὶ
τὸν ἑαυτῶν κόσμον ἀόκνως εἰσφέρουσι, „σφραγῖδας, ἐνώτια, δακτυλίους,
περιδέξια, ἐμπλόκια“ (Exod. 35, 22), πάνθ’ ὅσα χρυσὸν εἶχε τὴν ὕλην,
τὸν σώματος κόσμον ἀντικαταλλαττόμεναι τοῦ τῆς εὐσεβείας· προσφιλοτιμούμεναι μέντοι καὶ τὰ κάτοπτρα ἑαυτῶν συγκαθιεροῦσιν εἰς τὴν τοῦ
λουτῆρος κατασκευήν (Exod. 38, 26), ἵν’ οἱ μέλλοντες ἱερουργεῖν ἀπονιπτόμενοι
χεῖρας καὶ πόδας, τὰ ἐγχειρήματα οἷς ἐφορμεῖ καὶ ἐνίδρυται
ὁ νοῦς, ἐνοπτρίζωνται ἑαυτοὺς κατὰ μνήμην τῶν ἐσόπτρων, ἐξ ὧν ὁ
λουτὴρ δεδημιούργηται· οὕτω γὰρ οὐδὲν αἶσχος ἐν τῷ τῆς ψυχῆς εἴδει
περιόψονται γινόμενον, ἤδη δὲ τὸ νηστείας καὶ καρτερίας ἀνάθημα ἀναθήσουσιν
ἱεροπρεπέστατον καὶ τελεώτατον ἀναθημάτων.
ἀλλ’ αὗται μὲν ἀσταί τε καὶ ἀστεῖαι γυναῖκες [αἰσθήσεις] ὡς ἀληθῶς, παρ’ αἷς ἡ ἀρετὴ
Λεία τετιμῆσθαι βούλεται, αἱ δὲ προσαναφλέγουσαι τὸ πῦρ ἐπὶ τὸν ἄθλιον
νοῦν ἀπόλιδες· λέγεται γὰρ ὅτι καὶ „γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ
ἐπὶ Μωάβ“ (Num. 21,30).
ἀλλ’ οὐχ ἑκάστη
1 ἄκα Η2: om. ceteri νόμου M φασί Α
4 ἀδεκάστως conicio
5 τέτμηται L
6 #x003C;λόγῳ#x003Ε; θεωρητὸν conicio
8 παρά om. HP περὶ τὴν ἀνδρωνίτιδα Α
9 Mωσῆς codd.
15 ἰὸν MA: τοῦ HP ἀντικαταλλαττόμεναι MA: ἀνταλλαττόμεναι HP
17 λουτροῦ HP ἵν᾿] ἤν Α 17.
18 χεῖρας καὶ πόδας ἀπονιπτόμενοι Η
19 ἐνοπτρίζονται Α, ἐνοπτρίζηται H1P
20 ἕδει coni. Mang. 21.
22 ἀναθήσουσιν om. Α 22.
23 ἀλλάττεται, spat., καὶ ἀστεῖαι Α
23 ἀσταί] post τ in ras. H, ἀστατοί P (sed ο in ras.) αἰσθήσεις secl. Maug.
24 Λεία HP: λίαν MA
25 ἀπόλιδες om. Α προσέκαυσαν HP 25.
26 πῦρ τοῦτο ἐπὶ Α
26 μωαβαλζαάλ· οὐχ ἑκάστη A ἀλλ’ οὐχ Mang. (cf. Α): ἀλλ’ οὐδ’ MP(H1?), ἀλλὰ καὶ H2, ἀρ᾿ οὐχ conicio
27 τὸν αἰσθητὸν Α ἐμπίπρησι H: ἐμπίμπρησι MAP τὸν om. Α πολὺν Α
ἀμείνονι βίου διεξόδῳ χρησόμεθα παγκάλως.
αἰσθητὰ λαβεῖν ἀγαθά· φησὶ γάρ· „δώῃ σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου
τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς“ (Gen. 27,28), ἴσον τῷ
πρότερον μὲν συνεχῆ σοι τὸν νοητὸν καὶ οὐράνιον ὑετὸν ἄρδοι, μὴ λάβρως
ὡς ἐπικλύσαι, ἀλλ’ ἠρέμα καὶ πρᾴως καθάπερ δρόσον ὡς ὀνῆσαι· δεύτερον δὲ τὸν αἰσθητὸν καὶ γήινον πλοῦτον χαρίσαιτο λιπαρὸν καὶ πίονα,
τὴν ἐναντίαν πενίαν ψυχῆς τε καὶ τῶν αὐτῆς μερῶν ἀφαυάνας.
ἐὰν
μέντοι καὶ τὸν ἀρχιερέα λόγον ἐξετάζῃς, εὑρήσεις συνῳδὰ φρονοῦντα
καὶ τὴν ἱερὰν ἐσθῆτα αὐτῷ πεποικιλμένην ἔκ τε νοητῶν καὶ αἰσθητῶν
δυνάμεων· ἧς τὰ μὲν ἄλλα μακροτέρων ἢ κατὰ τὸν παρόντα καιρὸν
δεῖται λόγων καὶ ὑπερθετέον, τὰ δὲ πρὸς τοῖς πέρασιν ἐξετάσωμεν,
κεφαλῇ τε καὶ βάσεσιν.
οὐκοῦν ἐπὶ μὲν τῆς κεφαλῆς ἐστι „πέταλον
χρυσοῦν καθαρόν, ἔχον ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ“ (Exod.
28,32), ἐπὶ δὲ τοῖς ποσὶν ἐπὶ τοῦ τέλους τοῦ ὑποδύτου κώδωνες καὶ
ἄνθινα (Exod. 28, 29. 30). ἀλλ’ ἐκείνη μὲν ἡ σφραγὶς ἰδέα ἐστὶν
ἰδεῶν, καθ’ ἣν ὁ θεὸς ἐτύπωσε τὸν κόσμον, ἀσώματος δήπου καὶ
νοητή, τὰ δ’ ἄνθινα καὶ οἱ κώδωνες αἰσθητῶν ποιοτήτων σύμβολα,
ὧν ὅρασις καὶ ἀκοὴ τὰ κριτήρια.
ἄγαν δ’ ἐξητασμένως ἐπιφέρει ὅτι
„ἔσται ἀκουστὴ φωνὴ αὐτοῦ εἰσόντος εἰς τὰ ἅγια“ (Exod. 28,31), ἵνα
πρὸς τὰ νοητὰ καὶ θεῖα καὶ ὄντως ἅγια εἰσιούσης τῆς ψυχῆς καὶ αἱ
αἰσθήσεις ὠφελούμεναι κατ’ ἀρετὴν συνηχῶσι καὶ ὅλον τὸ σύστημα
ἡμῶν, ὥσπερ ἐμμελὴς καὶ πολυάνθρωπος χορός, ἐκ διαφερόντων φθόγγων ἀνακεκραμένων ἓν μέλος ἐναρμόνιον συνᾴδῃ, τὰ μὲν ἐνδόσιμα τῶν
νοημάτων ἐμπνεόντων — ἡγεμόνες γὰρ τοῦ χοροῦ τούτου τὰ νοητά —,
τὰ δ’ ἑπόμενα τῶν αἰσθητῶν συναναμελπόντων, ἃ τοῖς κατὰ μέρος
χορευταῖς ἀπεικάζεται.
συνόλως γάρ, ᾗ φησιν ὁ νόμος, „τὰ δέοντα
1 ἀπέρατον ΜΗ1Ρ: ἀπέραντον ΑΗ2 ἐπιχέουσα Α
2 οὖν ΜΑ: γοῦν ΗΡ
4 χρησώμεθα Α ὁ Η2: om ceteri
5 ἐπὶ τῶ Α
7 ποιότητος Ρ
8 πρότερον μὲν] πρῶτον Η2 συνέσει σοι Α
9 ὠνῆσαι Α
12 ἐξετάσω Η
16 κεφαλῆς Α
21 ποιητῶν Ρ 23.
24 ἵνα — ἅγια ΗΡ: om. MA
24 καὶ ante ὄντως om. Η1Ρ εἰσιούσῃ τῇ ψυχῇ conicio αἱ Η2: om. ceteri
25 ὠφελοῦμεν ΜΑ συνηχοῦσι Α
27 ἀνακεκραμένων Μ(Η2): ἀνακεκρουμένων Α, ἀνακεκραμένον Η1, ἀνακεκραμμένον Ρ συνάδει ΜΑ
28 νοητῶν conicio ἐμπνεόμενα Η
βίου κόσμον, ἡ δ’ ὁμιλία ἡ καθ’ ἑκάτερον τῶν εἰρημένων εἰδῶν συνέχεια
καὶ μελέτη, ἵν’ οἷα τὰ ἀφανῆ νοητὰ τοιαῦτα καὶ τὰ αἰσθητὰ
φαίνηται.
ἐκείνων, ἀλλ’ ὡς ὑπερκύπτουσα καὶ ὑπερβάλλουσα πάσας. τί γὰρ ἂν
εἴη τοῦ πεφυκέναι καὶ ἀψευδῶς καὶ ἀπλάστως ἀγαθὸν εἶναι καὶ εὐλογίας
ἐπάξιον τελεώτερον;
„ἔσῃ“ γάρ φησιν „εὐλογητός“ (Gen. 12,2), οὐ μόνον εὐλογημένος· τὸ μὲν γὰρ ταῖς τῶν πολλῶν δόξαις τε καὶ φήμαις παραριθμεῖται, τὸ δὲ τῷ πρὸς ἀλήθειαν εὐλογητῷ.
ὥσπερ γὰρ
τὸ ἐπαινετὸν εἶναι τοῦ ἐπαινεῖσθαι διαφέρει κατὰ τὸ κρεῖττον καὶ τὸ
ψεκτὸν εἶναι τοῦ ψέγεσθαι κατὰ τὸ χεῖρον — τὰ μὲν γὰρ τῷ πεφυκέναι,
τὰ δὲ τῷ νομίζεσθαι λέγεται μόνον, φύσις δὲ ἡ ἀψευδὴς δοκήσεως
ἐχυρώτερον —, οὕτως καὶ τοῦ εὐλογεῖσθαι πρὸς ἀνθρώπων, ὅπερ
ἦν εἰς εὐλογίαν ἄγεσθαι δοξαζόμενον, τὸ πεφυκέναι εὐλογίας ἄξιον,
κἂν πάντες ἡσυχάζωσι, κρεῖττον, ὅπερ εὐλογητὸν ἐν τοῖς χρησμοῖς
ᾄδεται.
12, 3).
τὸ μὲν οὖν ἐπὶ τιμῇ τοῦ σπουδαίου καὶ ταῦτα γίνεσθαι παντί τῳ δῆλον, λέγεται δ’ οὐ δι’ ἐκεῖνο μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐν τοῖς
πράγμασιν εὐάρμοστον ἀκολουθίαν· τὸν γὰρ ἀγαθὸν καὶ ὁ ἐπαινῶν
ἐγκωμιαστὸς καὶ ὁ ψέγων ἔμπαλιν ψεκτός. ἔπαινον δὲ καὶ ψόγον οὐχ
3 προσνέμων Α
3 τὰ addidi δεῖ καὶ ἃ χρὴ MA: χρὴ καὶ ἃ δεῖ HP
5 ἡ ante καθ’ om. Α ἑκάτερον M: ἕτερον Α, ἑκάτερα HP
6 τοιαῦτα om. L
8 κατὰ τὸ εὐλογημένον αὐτὸν εἶναι coni. Mang.
9 εντελεστέρα Α
11 ante τοῦ add. μεῖζον Η2
12 τελεώτερον ΜΑΗ1: τελεωτέρας H2P
14 εὐλογητέον Α
15 κατὰ] καὶ κατὰ H1P 16.
17 bis τὸ pro τὰ Mang. ex codice Coll. Nov. 143
18 ἐχυρώτερον M: ἐχυρότερον Α, ὀχυρώτερον ΗΡ τοῦ Mang.: τὸ codd.
19 εἰς om. P δοξαζόμενον Mang.: διδασκόμενον codd. τὸ Mang.: τὸ codd. codd.
21 λέγεται conicio
22 τὰ ἆθλα Mang.: τὰ ἐσθλὰ H2, ἐσθλὰ MAH1P
24 prius σε om. H1P alterum σε om. P
26 τὼ MPH1: ποῦ Η2, om. Α δὲ HP οὐ δι’ HP: οὐδ’ M, οὐκ Α
28 ἐγκωμιαστὴς HP
τοὺς κόλακας οὐχ ὁρᾷς, οἳ
μεθ’ ἡμέραν καὶ νύκτωρ ἀποκναίουσι τῶν κολακευομένων τὰ ὦτα θρύπτοντες,
οὐκ ἐπινεύοντες ἐφ’ ἑκάστῳ τῶν λεγομένων αὐτὸ μόνον ἀλλὰ
καὶ ῥήσεις μακρὰς συνείροντες καὶ ῥαψῳδοῦντες καὶ εὐχόμενοι μὲν τῇ
φωνῇ πολλάκις, ἀεὶ δὲ τῇ διανοίᾳ καταρώμενοι; τί οὖν ἄν τις εὖ φρονῶν εἴποι; ἆρ’ οὐχ ὥσπερ ἐχθροὺς μᾶλλον ἢ φίλους τοὺς λέγοντας ὄντας καὶ ψέγειν μᾶλλον ἢ ἐπαινεῖν, κἂν δράματα ὅλα συντιθέντες ἐγκωμίων ἐπᾴδωσι;
τοιγαροῦν ὁ μάταιος Βαλαὰμ ὕμνους μὲν εἰς τὸν θεὸν
ὑπερβάλλοντας ᾄδων, ἐν οἷς καὶ τὸ „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num.
23, 19), ᾀσμάτων τὸ ἱεροπρεπέστατον, ἐγκώμια δ’ εἰς τὸν ὁρῶντα,
Ἰσραήλ, μυρία διεξερχόμενος ἀσεβὴς μὲν καὶ ἐπάρατος καὶ παρὰ τῷ
σοφῷ κέκριται νομοθέτῃ, καταρᾶσθαι δέ, οὐκ εὐλογεῖν, νενόμισται.
τοῖς γὰρ πολεμίοις φησὶν αὐτὸν ἐπὶ μισθῷ συνταχθέντα μάντιν γενέσθαι
κακὸν κακῶν, ἀρὰς
μαρτυρεῖ δὲ ὁ περὶ τούτων χρησμός· „οὐ γὰρ ἔδωκε“ φησίν
„ὁ θεὸς τῷ Βαλαὰμ καταράσασθαί σοι, ἀλλ’ ἔστρεψε τὰς κατάρας
εἰς εὐλογίαν“ (Deut. 23, 5), καίτοι πάντων ὅσα εἶπε πολλῆς γεμόντων
εὐφημίας. ἀλλ’ ὁ τῶν ἐν ψυχῇ ταμιευομένων ἐπίσκοπος ἰδών, ᾧ κατιδεῖν
ἔξεστι μόνῳ, τὰ ἀθέατα γενέσει, τὴν καταδικάζουσαν ἀπὸ τούτων ψῆφον
ἤνεγκε, μάρτυς ἀψευδέστατος ὁμοῦ καὶ κριτὴς ἀδέκαστος ὁ αὐτὸς ὤν·
ἐπεὶ καὶ τοὐναντίον ἐπαινετὸν βλασφημεῖν καὶ κατηγορεῖν δοκοῦντα τῇ
φωνῇ κατὰ διάνοιαν εὐλογεῖν τε καὶ εὐφημεῖν. σωφρονιστῶν ὡς ἔοικε
τοῦτό ἐστι τὸ ἔθος, παιδαγωγῶν, διδασκάλων, γονέων, πρεσβυτέρων, ἀρχόντων,
νόμων· ὀνειδίζοντες γάρ, ἔστι δ’ ὅπου καὶ κολάζοντες ἕκαστοι
1 λεγόντων] λόγων P1
2 ὥστε HP οὔτ’ Α δοκεῖεν H
3 εἴδει Mang. : ἴδιον codd.
4 νύκτα HP
6 συναίροντες Α
9 ὄντας 2 οὕτως ceteri
10 μάταιος ι coni. Mang.
13 alt. καὶ secl.
14 κέχρηται PH1, κέκληται Η2 δέ scripsi: δ’ codd. εὐλογεῖν Mang. : εὐλογῶν Α, εὔλογον MHP
15 μάντιν scripsi: μάτην MAPH1, μηνυτὴν H2
16 κακὸν] καὶ (postea del.) H, om. L θέμενον χαλεπωτάτας om. Α in lac. θέμενοι M
17 εὐχὰς] εὐλογίας coni. Mang.
18 ὑπήχει Turn. : ὑπήχει HP, ὐφηχεῖ M, ὑφηγῇ Α
21 ἀλλὰ M ἔστρεψε P: ἔτρεψε H, ἐπὶ Α, om. M
23 ᾦ] ἁ Α
25 6
11 A: om. HP
29 νομοθετῶν conicio
μηδὲν οὖν μήτε τῶν εἰς εὐλογίας καὶ εὐχὰς μήτε τῶν εἰς
βλασφημίας καὶ κατάρας ἐπὶ τὰς ἐν προφορᾷ διεξόδους ἀναφερέσθω
μᾶλλον ἢ διάνοιαν, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ἑκάτερον εἶδος τῶν
λεχθέντων δοκιμάζεται.
τίθεσθαι· μέγιστον δ’ ἑξῆς, ὅταν ἡσυχάζωσιν ἐκεῖνοι, τὸ μηδὲν μέρος
φύσεως λογικῆς ἀμέτοχον εὐεργεσίας ἀπολείπεσθαι· λέγει γὰρ ὅτι
„ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς“ (Gen. 12, 3).
ἔστι δὲ τοῦτο δογματικώτατον· ἐὰν γὰρ ὁ νοῦς ἄνοσος καὶ ἀπήμων διατελῇ, ταῖς περὶ αὐτὸν ἁπάσαις φυλαῖς τε καὶ δυνάμεσιν ὑγιαινούσαις
χρῆται, ταῖς τε καθ’ ὅρασιν καὶ ἀκοὴν καὶ ὅσαι αἰσθητικαὶ καὶ πάλιν
ταῖς κατὰ τὰς ἡδονάς τε καὶ ἐπιθυμίας καὶ ὅσαι ἀντὶ παθῶν εἰς εὐπάθειαν
μεταχαράττονται.
ἤδη μέντοι καὶ οἶκος καὶ πόλις καὶ χώρα καὶ ἔθνη καὶ κλίματα γῆς ἑνὸς ἀνδρὸς καλοκἀγαθίας προμηθουμένου μεγάλης
ἀπήλαυσαν εὐδαιμονίας, καὶ μάλισθ’ ὅτῳ μετὰ γνώμης ἀγαθῆς ὁ
θεὸς καὶ δύναμιν ἔδωκεν ἀνανταγώνιστον, ὡς μουσικῷ καὶ παντὶ τεχνίτῃ
τὰ κατὰ μουσικὴν καὶ πᾶσαν τέχνην ὄργανα ἢ ξύλων ὕλην πυρί.
τῷ γὰρ ὄντι ἔρεισμα τοῦ γένους τῶν ἀνθρώπων ἐστὶν ὁ δίκαιος, καὶ ὅσα
μὲν αὐτὸς ἔχει, προφέρων εἰς μέσον ἐπ’ ὠφελείᾳ τῶν
αἰτεῖται θεόν· ὁ δὲ τὸν οὐράνιον ἀνοίξας θησαυρὸν ὀμβρεῖ καὶ
ἐπινίφει τὰ ἀγαθὰ ἀθρόα, ὡς τῶν περιγείων ἁπάντων τὰς δεξαμενὰς
πλημμυρούσας ἀναχυθῆναι.
ταῦτα δὲ τὸν ἱκέτην ἑαυτοῦ λόγον οὐκ ἀποστραφεὶς εἴωθε δωρεῖσθαι· λέγεται γὰρ ἑτέρωθι Μωυσέως ἱκετεύσαντος·
„ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου“ (Num. 14, 20)· τοῦτο
δέ, ὡς ἔοικεν, ἰσοδυναμεῖ τῷ „ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ
τῆς γῆς.“ οὗ χάριν καὶ ὁ σοφὸς Ἀβραὰμ πεπειραμένος τῆς ἐν ἅπασι
2 φαῶν] φίλω MA ἀνόθων L
4 μὴ δὲ νοῦν Α
5 τὰς] ταῖς
διεξόδοις Η2
6 διάνοιαν A: διανοία M(?)HP
8 συντυγχάνει Η
11 εὐλογίας coni. Mang.
14 αὑτὸν v
15 ὅσα αἰσθητικὰ Η
18 προμηθουμένων Α
19 ἀπέλαυσαν M
20 ἀνταγώνιστον H1P
21 ξύλων ἢ ὕλην Α
26 ἐπιγείων P
27 ἀναχεθῆναι Η1
28 Μωυσέως M: Μωυσέος AHP
30 ἰσοδυναμοῖ M
31 Ἁβρὰμ HP
σπινθὴρ γὰρ καὶ ὁ βραχύτατος ἐντυφόμενος,
ὅταν καταπνευσθεὶς ζωπυρηθῇ, μεγάλην πυράν· ἐξάπτει καὶ τὸ
βραχύτατον οὖν ἀρετῆς, ὅταν ἐλπίσι χρησταῖς ὑποθαλπόμενον ἀναλάμψῃ,
καὶ τὰ τέως μεμυκότα καὶ τυφλὰ ἐξωμμάτωσε καὶ τὰ ἀφαυανθέντα
ἀναβλαστεῖν ἐποίησε καὶ ὅσα ὑπὸ ἀγονίας ἐστείρωτο εἰς εὐφορίαν εὐτοκίας περιήγαγεν. οὕτω τὸ σπάνιον ἀγαθὸν ἐπιφροσύνῃ θεοῦ πολὺ γίνεται
χεόμενον, ἐξομοιοῦν τὰ ἄλλα ἑαυτῷ.
ἐν οἰκίᾳ στῦλον νοῦν μὲν ἐν ψυχῇ, ἄνθρωπον δὲ ἐν τῷ γένει τῶν
ἀνθρώπων τὸν δίκαιον διαμένειν εἰς τὴν τῶν νόσων ἄκεσιν· τούτου γὰρ
ὑγιαίνοντος τὰς εἰς παντελῆ σωτηρίαν οὐκ ἀπογνωστέον ἐλπίδας, διότι
οἶμαι ὁ σωτὴρ θεὸς τὸ πανακέστατον φάρμακον, τὴν ἵλεω δύναμιν, τῷ
ἱκέτῃ καὶ θεραπευτῇ προτείνας ἑαυτοῦ χρῆσθαι πρὸς τὴν τῶν καμνόντων
σωτηρίαν ἐπιτρέπει, καταπλάττοντι τῶν ψυχῆς τραυμάτων, ἅπερ
ἀφροσύναι καὶ ἀδικίαι καὶ ὁ ἄλλος τῶν κακιῶν ὅμιλος ἀκονηθεὶς διεῖλεν.
ἐναργέστατον δὲ παράδειγμα Νῶε ὁ δίκαιος, ὃς τῷ μεγάλῳ κατακλυσμῷ
τῶν τοσούτων μερῶν τῆς ψυχῆς ἐγκαταποθέντων ἐρρωμένως ἐπικυματίζων
καὶ ἐπινηχόμενος ὑπεράνω μὲν ἔστη τῶν δεινῶν ἁπάντων, διασωθεὶς
δὲ μεγάλας καὶ καλὰς ἀφ’ αὑτοῦ ῥίζας ἐβάλετο, ἐξ ὧν οἷα φυτὸν
τὸ σοφίας ἀνεβλάστησε γένος· ὅπερ ἡμεροτοκῆσαν τοὺς τοῦ ὁρῶντος,
Ἰσραήλ, τριττοὺς ἤνεγκε καρπούς, αἰῶνος μέτρα, τὸν Ἀβραάμ, τὸν
Ἰσαάκ, τὸν Ἰακώβ·
καὶ γὰρ ἔστι καὶ ἔσται καὶ γέγονεν ἐν τῷ παντὶ
ἀρετή, ἣν ἀκαιρίαι μὲν ἴσως ἀνθρώπων ἐπισκιάζουσιν, ὁ δὲ ὀπαδὸς
θεοῦ καιρὸς ἀποκαλύπτει πάλιν, ἐν ᾧ καὶ ἡ φρόνησις ἀρρενογονεῖ
Σάρρα, οὐ κατὰ τὰς χρονικὰς τοῦ ἔτους ὥρας, ἀλλὰ κατὰ τὰς ἀχρόνους
ἀκμὰς καὶ εὐκαιρίας ἐπανθοῦσα· λέγεται γάρ·
τοῦτο δέ ἐστι τὸ παρὰ τοῖς ἄριστα φιλοσοφήσασιν ᾀδόμενον
τέλος, τὸ ἀκολούθως τῇ φύσει ζῆν· γίνεται δέ, ὅταν ὁ νοῦς εἰς τὴν
ἀρετῆς ἀτραπὸν ἐλθὼν κατ’ ἴχνος ὀρθοῦ λόγου βαίνῃ καὶ ἕπηται θεῷ,
τῶν προστάξεων αὐτοῦ διαμεμνημένος καὶ πάσας ἀεὶ καὶ πανταχοῦ
ἔργοις τε καὶ λόγοις βεβαιούμενος.
"ἐπορεύθη γάρ, καθὰ ἐλάλησεν αὐτῷ κύριος“· τοῦτο δέ ἐστι τοιοῦτον· ὡς λαλεῖ ὁ θεὸς — λαλεῖ δὲ
παγκάλως καὶ ἐπαινετῶς —, οὕτως ὁ σπουδαῖος ἕκαστα δρᾷ τὴν ἀτραπὸν
εὐθύνων ἀμέμπτως τοῦ βίου, ὥστε τὰ ἔργα τοῦ σοφοῦ λόγων ἀδιαφορεῖν
θείων.
ἑτέρωθι γοῦν φησιν ὅτι ἐποίησεν Ἀβραὰμ „πάντα τὸν νόμον μου“ (Gen. 26, 5)· νόμος δὲ οὐδὲν ἄρα ἢ λόγος θεῖος προστάττων
ἃ δεῖ καὶ ἀπαγορεύων ἃ μὴ χρή, ὡς μαρτυρεῖ φάσκων ὅτι „ἐδέξατο
ἀπὸ τῶν λόγων αὐτοῦ νόμον“ (Deut. 33, 3. 4). εἰ τοίνυν λόγος
μέν ἐστι θεῖος ὁ νόμος, ποιεῖ δ’ ὁ ἀστεῖος τὸν νόμον, ποιεῖ πάντως
καὶ τὸν λόγον· ὥσθ’, ὅπερ ἔφην, τοὺς τοῦ θεοῦ λόγους πράξεις εἶναι
τοῦ σοφοῦ.
τέλος οὖν ἐστι κατὰ τὸν ἱερώτατον Μωυσῆν τὸ ἕπεσθαι θεῷ, ὡς καὶ ἐν ἑτέροις φησίν· „ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ“
(Deut. 13,4),
1 οὖν om. Α
3 Ἀβραὰμ HP
6 ἕπηται] ἐπὶ τῶ Α
7 ἀεὶ] ὁμοῦ L
8 γάρ ι conicio
9 τοιοῦτον Α: τοιοῦτο MHP
12 Ἀβραὰμ
13 ἄρα] ἄλλο coni. Cohn
17 λόγου Α
18 Μωσῆν codd.
20 οὐ Turn. om. codd. post κινήσει add. μὲν AH1P χρώμενον MHP: χρώμενος Α
3 sqq. Ambrosius De Abrahum II 2, 5: „exiit Abraham, quemadmodum locutus est ei dominus“. i hinc ferunt gentiles septem sapientum sententiam „sequere deum" inventum suum, cum longe anterior, non dico Abraham, sed Moyses fuerit, per quem lex data est, dicens: „post dominum deum tuum ambulabis" (cf. Philonem lin. 19). cf. ibidem
1 2,4. Clemens Strom. 1169,70 p. 465 P ταύτῃ πλέον ἐπαινετὸς ὁ Ἀβραάμ, ὅτι „ἐπορεύθη καθάπερ ἐλάλησεν αὐτῷ ὁ κύριος“. ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρ’ Ἕλλησι σοφῶν τὸ „ἕπου θεῷ“ ἀπεφθέγξατο. ΙΙ 100 p. 482 P: φησὶ γάρ νόμος· „ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολάς μου φυλάξατε“ . . . . 101 ἐντεῦθεν καὶ οἱ Στωϊκοὶ τὸ ἀκολούθως τῇ φύσει ζῆν τέλος εἶναι ἐδογμάτισαν. V 95.
96 p. 703 P: ἑτέρῳ δ’ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἄν παρὰ τῷ Μωυσεῖ ἀκολουθίαν ὀνομαζομένην θείαν. φησὶ γάρ· „ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τἀς ἐντολάς αὐτοῦ φυλάξατε“ . . . . ἐντεῦθεν οἱ μέν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασι . . . . 19—21 i Origenes Contra Celsum VII
34 p. 717: τὸ οὑν πρὸς τὸν θεὸν οὐ σωματικῶς προστέτακται ἡμίν τὸ (τῷ?) ι „ὀπίσω κυρίου τοῦ θεοῦ πορεύσῃ“ . . . .
λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ“ (Deut. 10, 20). τίς οὖν ἡ
κόλλα; τίς; εὐσέβεια δήπου καὶ πίστις· ἁρμόζουσι γὰρ καὶ ἑνοῦσιν αἱ
ἀρεταὶ ἀφθάρτῳ φύσει διάνοιαν· καὶ γὰρ Ἀβραὰμ πιστεύσας „ἐγγίζειν
θεῷ“ (Gen. 18, 23) λέγεται.
ἐὰν μέντοι πορευόμενος μήτε κάμῃ, ὡς
ὑπενδοὺς ὀκλάσαι, μήτε ῥᾳθυμήσῃ, ὡς παρ’ ἑκάτερα ἐκτραπόμενος
πλανᾶσθαι τῆς μέσης καὶ εὐθυτενοῦς διαμαρτὼν ὁδοῦ, μιμησάμενος δὲ
τοὺς ἀγαθοὺς δρομεῖς τὸ στάδιον ἀπταίστως ἀνύσῃ τοῦ βίου, στεφάνων
καὶ ἄθλων ἐπαξίων τεύξεται πρὸς τὸ τέλος ἐλθών.
ἢ οὐ τοῦτ’ εἰσὶν
οἱ στέφανοι καὶ τὰ ἆθλα, μὴ ἀτυχῆσαι τοῦ
ὀρθῶς ἐστι τέλος; ἀφροσύνην ἑαυτοῦ καὶ παντὸς τοῦ γενητοῦ καταψηφίσασθαι·
τὸ γὰρ μηδὲν οἴεσθαι εἰδέναι πέρας ἐπιστήμης, ἑνὸς ὄντος
μόνου σοφοῦ τοῦ καὶ μόνου θεοῦ.
διὸ καὶ παγκάλως Μωυσῆς καὶ πατέρα τῶν ὅλων καὶ ἐπίσκοπον τῶν γενομένων αὐτὸν εἰσήγαγεν εἰπών· „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν“ (Gen. 1,31)· οὐδενὶ γὰρ ἐξῆν τὰ συσταθέντα κατιδεῖν ἄκρως ὅτι μὴ τῷ πεποιηκότι.
πάριτε νῦν οἱ τύφου καὶ ἀπαιδευσίας καὶ πολλῆς ἀλαζονείας γέμοντες,
οἱ δοκησίσοφοι καὶ μὴ μόνον ὅ ἐστιν ἕκαστον εἰδέναι σαφῶς ἐπιφάσκοντες,
ἀλλὰ καὶ τὰς αἰτίας προσαποδιδόναι διὰ θρασύτητα τολμῶντες,
ὥσπερ ἢ τῇ τοῦ κόσμου γενέσει παρατυχόντες καὶ ὡς ἕκαστα καὶ ἐξ
ὧν ἀπετελεῖτο κατιδόντες ἢ σύμβουλοι περὶ τῶν κατασκευαζομένων τῷ
δημιουργῷ γενόμενοι.
εἶτα τῶν ἄλλων ἅπαξ ἁπάντων μεθέμενοι γνωρίσατε
ἑαυτοὺς καὶ οἵτινές ἐστε σαφῶς εἴπατε, κατὰ τὸ σῶμα, κατὰ τὴν ψυχήν,
κατὰ τὴν αἴσθησιν, κατὰ τὸν λόγον, καθ’ ἕν τι κἂν τὸ βραχύτατον τῶν
εἰδῶν. τί ἐστιν ὅρασις ἀποφήνασθε καὶ πῶς ὁρᾶτε, τί ἀκοὴ καὶ πῶς
2 παριστᾶν Α
5 φησὶν αὐτῶ τὸν M αὐτῷ] αὐτῷ μόνῳ v
7 ἁρμόζονται Α ι αἱ coni. Mang.
8 Ἀβραὰμ AHP
10 ὡς παρ’] ὥσπερ ἐκτρεπόμενος Α
11 εὐθυγενοῦς Α ἁμαρτὼν P
12 ἀνύσει M
13 ἡ 2 εἰ ceteri τοιοῦτ’ A, τοῦτ’ P
16 γεννητοῦ H
17 μὴ δὲ M
18 Μωσῆς codd.
19 ἐπίκρισιν Η2 23.
24 ἐπιφάσκοντες scripsi: ἔτι φάσκοντες codd.
24 προσαποδοῦναι H
27 γινόμενοι HP ἁπαξαπάντων AHP
29 κἄν HP: καὶ MA τῶν om. L
30 ἀποφήνασθαι Α
μὴ γάρ μοι περὶ σελήνης καὶ ἡλίου καὶ τῶν ἄλλων ὅσα κατ’ οὐρανὸν καὶ κόσμον οὕτως μακρὰν διῳκισμένων καὶ τὰς φύσεις διαφερόντων
ἀερομυθεῖτε, ὦ κενοὶ φρενῶν, πρὶν ἑαυτοὺς ἐρευνῆσαι καὶ γνῶναι.
τηνικαῦτα γὰρ ἴσως καὶ περὶ ἑτέρων διεξιοῦσι πιστευτέον· πρὶν δὲ οἵτινές
ἐστε αὐτοὶ παραστῆσαι, μὴ νομίζετε κριταὶ τῶν ἄλλων ἢ μάρτυρες
ἀψευδέστατοί ποτε γενήσεσθαι.
τὸ ἱερώτατον γράμμα· νόμος γάρ ἐστι τὸ τέλος εἶναι κυρίου (Num.
31, 28 sqq.). πότε οὖν ἀποδίδωσιν; ὅταν „ἐπὶ τὸν τόπον ὃν εἶπεν
αὐτῷ ὁ θεὸς τῇ ἡμέρᾳ τῇ τρίτῃ“ παραγένηται (Gen. 22, 3), παρελθὼν
τὰς πλείους μοίρας τῶν χρονικῶν διαστημάτων καὶ ἤδη πρὸς τὴν ἄχρονον
μεταβαίνων φύσιν·
τότε γὰρ καὶ τὸν ἀγαπητὸν υἱὸν ἱερουργήσει,
οὐχὶ ἄνθρωπον — οὐ γὰρ τεκνοκτόνος ὁ σοφός —, ἀλλὰ τὸ τῆς ἀρετώσης
ψυχῆς γέννημα ἄρρεν, τὸν ἐπανθήσαντα καρπὸν αὐτῇ, ὃν πῶς
ἤνεγκεν οὐκ ἔγνω, βλάστημα θεῖον, οὗ φανέντος ἡ δόξασα κυοφορῆσαι
τὴν ἄγνοιαν τοῦ συμβάντος ἀγαθοῦ διηγεῖται φάσκουσα· „τίς ἀναγγελεῖ
Ἀβραὰμ“ ὡς ἀπιστοῦντι δήπου περὶ τὴν τοῦ αὐτομαθοῦς γένους ἀνατολήν,
ὅτι „θηλάζει παιδίον Σάρρα“ (Gen. 21, 7), οὐχὶ πρὸς Σάρρας
θηλάζεται; τὸ γὰρ αὐτοδίδακτον τρέφεται μὲν ὑπ’ οὐδενός,
„ἔτεκον γὰρ υἱόν“, οὐχ ὡς γυναῖκες Αἰγύπτιαι κατὰ τὴν τοῦ σώματος ἀκμήν
(Exod. 1, 19), ἀλλ’ ὡς αἱ Ἑβραῖαι ψυχαί, „ἐν τῷ γήρᾳ μου“ (Gen.
21, 7), ὅτε τὰ μὲν ὅσα αἰσθητὰ καὶ θνητὰ μεμάρανται, τὰ δὲ νοητὰ
καὶ ἀθάνατα ἀνήβηκεν, ἃ γέρως καὶ τιμῆς ἐστιν ἐπάξια.
καὶ ἔτεκον μαιευτικῆς τέχνης οὐ προσδεηθεῖσα· τίκτομεν γὰρ καὶ πρὶν εἰσελθεῖν
τινας ἐπινοίας καὶ ἐπιστήμας ἀνθρώπων πρὸς ἡμᾶς ἄνευ τῶν ἐξ ἔθους
συνεργούντων, σπείροντος καὶ γεννῶντος θεοῦ τὰ ἀστεῖα γεννήματα, ἃ
τῷ δόντι προσηκόντως κατὰ τὸν ἐπ’ εὐχαριστίᾳ τεθέντα νόμον ἀποδίδοται·
„τὰ γὰρ δῶρά μου, δόματά μου, καρπώματά μου“ φησί
5 ἐρευνήσατε καὶ γνῶτε Α
8 γενήσεσθε Α δὴ] ἤδη Α
16 ἀπανθήσαντα L ὃν MA: ὃ HP (ὅπως P)
17 ἡ om. v
18 τοῦ συμβάντος ἀγαθοῦ τὴν ἄγνοιαν HP
19 Ἁβραάμ HP ἀπιστοῦντι Mang. : ἀπειθοῦντι codd.
20 Σάρραν coni. Mang.
21 δέ MA
23 αἱ Αἰγύπτιαι H2
29 ἃ om. H1P1
30 δόντι Mang.: ἰδόντι MAH1P, διδόντι Η2 εὐχαριστεία H
31 φησίν HP
„διατηρήσατε προσφέρειν ἐμοί“ (Num. 28, 2).
μηνύουσι δὲ οἱ χρησμοὶ ὅτι λοχῶν ὁ
τρόπος οὗτος, ἐπειδὰν τὸ ἐρρωμενέστερον τῆς ψυχικῆς δυνάμεως κατίδῃ
περαιωθέν, ὑπανιστάμενος τῆς ἐνέδρας τὸ κεκμηκὸς μέρος ὡς „οὐραγίαν
κόπτει“ (Deut. 25, 17. 18). κάματος δ’ ὁ μέν ἐστιν εὐένδοτος ἀσθένεια
λογισμοῦ μὴ δυναμένου τοὺς ὑπὲρ ἀρετῆς ἀχθοφορῆσαι πόνους,
ἐν ἐσχατιαῖς οὗτος εὑρισκόμενος εὐαλωτότατος, ὁ δέ ἐστιν ὑπομονὴ
τῶν καλῶν, τὰ μὲν καλὰ ἀθρόα ἐρρωμένως ἀναδεχομένος, μηδὲν δὲ
τῶν φαύλων, κἂν εἰ κουφότατον εἴη, βαστάσαι δικαιῶν, ἀλλ’ ὡς βαρύτατον
ἄχθος ἀπορρίπτων.
διὸ καὶ τὴν ἀρετὴν ὁ νόμος εὐθυβόλῳ
προσεῖπεν ὀνόματι Λείαν, ἥτις ἑρμηνευθεῖσα λέγεται κοπιῶσα· τὸν γὰρ
τῶν φαύλων βίον ἐπαχθῆ καὶ βαρὺν ὄντα φύσει κοπώδη προσηκόντως
αὕτη νενόμικε καὶ οὐδὲ προσιδεῖν ἀξιοῖ, τὰς ὄψεις πρὸς μόνον τὸ καλὸν
ἀποκλίνουσα.
σπουδαζέτω δ’ ὁ νοῦς μὴ μόνον ἀνενδότως καὶ εὐτόνως
ἕπεσθαι θεῷ, ἀλλὰ καὶ τὴν εὐθεῖαν ἀτραπὸν ἰέναι πρὸς μηδέτερα
νεύων, μήτε τὰ δεξιὰ μήτε τὰ εὐώνυμα, οἷς ὁ γήινος Ἐδὼμ ἐμπεφώλευκε,
τοτὲ μὲν ὑπερβολαῖς καὶ περιουσίαις, τοτὲ δὲ ἐλλείψεσι καὶ
ἐνδείαις χρώμενος. ἄμεινον γὰρ ὁδῷ τῇ μέσῃ βαδίζειν ἐστὶ τῇ πρὸς
ἀλήθειαν βασιλικῇ (Num. 20,17), ἣν ὁ μέγας καὶ μόνος βασιλεὺς θεὸς
ταῖς φιλαρέτοις ψυχαῖς ηὔρυνεν ἐνδιαίτημα κάλλιστον.
διὸ καί τινες τῶν
τὴν ἥμερον καὶ κοινωνικὴν μετιόντων φιλοσοφίαν μεσότητας τὰς ἀρετὰς
εἶπον εἶναι, ἐν μεθορίῳ στήσαντες αὐτάς, ἐπειδὴ τό τε ὑπέραυχον ἀλαζονείας
γέμον πολλῆς
τινες ἐνδοιασταὶ καὶ ἐπαμφοτερισταί, πρὸς ἑκάτερον τοῖχον ὥσπερ σκάφος
ὑπ’ ἐναντίων πνευμάτων διαφερόμενον ἀποκλίνοντες ἢ καθάπερ ἐπὶ
πλάστιγγος ἀντιρρέποντες, ἐφ’ ἑνὸς στηριχθῆναι βεβαίως ἀδυνατοῦντες,
ὧν οὐδὲ τὴν ἐπὶ τὰ ἀμείνω τροπὴν ἐπαινετέον· φορᾷ γάρ, ἀλλ’ οὐ
γνώμῃ γίνεται.
τούτων καὶ ὁ Λώτ ἐστι θιασώτης, ὅν φησιν οἴχεσθαι
μετὰ τοῦ σοφίας ἐραστοῦ. καλὸν δ’ ἦν ἀρξάμενον ἐκείνῳ παρακολουθεῖν
ἀπομαθεῖν ἀμαθίαν καὶ μηκέτι παλινδρομῆσαι πρὸς αὐτήν. ἀλλὰ
γὰρ οὐχ ἕνεκα τοῦ μιμησάμενον τὸν ἀμείνω βελτιωθῆναι συνέρχεται,
ἀλλ’ ὑπὲρ τοῦ κἀκείνῳ παρασχεῖν ἀντισπάσματα καὶ μεθολκὰς καὶ κατὰ
τὴν ἔνθεν ὀλίσθους.
τεκμήριον δέ· ὁ μὲν ἐπὶ τὴν ἀρχαίαν ὑποτροπιάσας
νόσον οἰχήσεται ληφθεὶς αἰχμάλωτος ὑπὸ τῶν ἐν ψυχῇ πολεμίων,
ὁ δὲ τὰς ἐξ ἐνέδρας ἐπιβουλὰς αὐτοῦ φυλαξάμενος πάσῃ μηχανῇ
διοικισθήσεται. τὸν δὲ διοικισμὸν αὖθις μέν, οὔπω δὲ ποιήσεται. νῦν
μὲν γὰρ τὰ θεωρήματα αὐτῷ ὡς ἂν ἄρτι ἀρχομένῳ τῆς θείας θεωρίας
πλαδᾷ καὶ σαλεύει· ὅταν δ’ ἤδη παγέντα κραταιότερον ἱδρυθῇ, δυνήσεται
τὸ δελεάζον καὶ κολακεῦον ὡς ἐχθρὸν ἀκατάλλακτον καὶ δυσθήρατον
φύσει διαζεῦξαι.
τοῦτο γὰρ ἔσθ’ ὃ δυσαπότριπτον ὂν παρέπεται ψυχῇ κωλῦον αὐτὴν πρὸς ἀρετὴν ὠκυδρομεῖν· τοῦθ’, ἡνίκα καὶ τὴν
1 ἐν ἄλλοις ἀπ’ ὧδε λόγος δεύτερος περὶ ἀποικίας mg. H μετὰ τοῦ HP
2 ἀποκλίνεται coni. Mang.
3 αὖ τὸ Η: αὐτὸ MAP
6 ὑπὸ HP
7 ἐφ’] ὑφ’ Α
8 ῥοπὴν coni. Mang.
9 θιασώτης Mang. : θεατής codd.
13 κἀκεῖνο P, κἀκείνου Α 13.
14 κατὰ τὴν καταγὴν L) ἔνθεν ὀλίσθους corrupta, κατάγειν ἔνθεν ὄλισθος ν, κατὰ τὴν ὁδὸν ἐμποιεῖν (ἐνθεῖναι Cohn) ὀλίσθους conicio
14 ἐπὶ Mang. : ὑπὸ codd.
19 σλεύη APH1 δ’ εἴδει A (δ’ εἰ in ras.) 20.
21 δυσθεράπευτον coni. Mang.
21 δυσαπότρεπτον coni. Mang.
22 κολῦον M 22. 298,1 καὶ τὴν Αἴγυπτον om. MA
1 sqq. Ambrosius De Ahraham II 2, 6: unde et addidit „et exivit cum eo Lot", hoc est declinatio. id enim nominis significat interpretatio, eo quod, ut viantes incognitam carpentes viam semitis aliquibus saepe falluntur, ut a directo deflectant tramite, et tamen, si prudentes sunt, non deviant, sed cunctabundi licet regionis ipsius contuitu viam colligunt, ita et Abraham nutabundus quidem tamen tramitem veri sequebatur. ducebatur plerumque falsa specie bonorum, sed non penitus inclinabatur. perfecti est enim non deflectere, prudentis non penitus declinare. 6,
25 declinatio enim dicitur Lot . . . . declinat autem quisque aut bonum aut malum.
λέγεται
γὰρ ὅτι „καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς, καὶ πρόβατα καὶ βόες
καὶ κτήνη πολλὰ σφόδρα“ (Exod. 12, 38), ὁ δὲ ἐπίμικτος οὗτος ἦν
τὰ κτηνώδη καὶ ἄλογα τῆς ψυχῆς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δόγματα.
διὸ καὶ τῷ ἐπίμικτος πρόσκειται πολύς· ὁ μὲν γὰρ πρὸς ἓν
μόνον ἀφορῶν ἁπλοῦς καὶ
διὰ τὸν ἐπίμικτον
καὶ δασὺν τοῦτον ὄχλον ἐκ μιγάδων καὶ συγκλύδων συμπεφυρμένον
δοξῶν ὠκυδρομῆσαι δυνάμενος ὁ νοῦς, ὅτε τὴν σωματικὴν χώραν ἀπεδίδρασκεν
Αἴγυπτον, καὶ τρισὶν ἡμέραις (Gen. 22, 3) διαδέξασθαι τὸν
ἀρετῆς κλῆρον φωτὶ τρισσῷ, μνήμῃ τῶν παρεληλυθότων καὶ ἐναργείᾳ
τῶν παρόντων καὶ τῇ τῶν μελλόντων ἐλπίδι, τεσσαράκοντα ἐτῶν ἀριθμόν,
μῆκος τοσούτου χρόνου, τρίβεται τὴν ἐν κύκλῳ περιάγων καὶ ἀλώμενος
ἕνεκα τοῦ πολυτρόπου, τὴν ἐπ’ εὐθείας ἀνυσιμωτάτην οὖσαν δέον.
οὗτός ἐστιν ὁ μὴ μόνον ὀλίγοις εἴδεσιν ἐπιθυμίας χαίρων, ἀλλὰ μηδὲν
τὸ παράπαν ἀπολιπεῖν δικαιῶν, ἵνα ὅλον δι’ ὅλων τὸ γένος, ᾧ πᾶν
εἶδος ἐμφέρεται, μετέρχηται· λέγεται γὰρ ὅτι „ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς
ἐπεθύμησεν ἐπιθυμίαν“ αὐτοῦ τοῦ γένους, οὐχ ἑνός τινος τῶν εἰδῶν,
„καὶ καθίσαντες ἔκλαιον“ (Num. 11,4). συνίησι γὰρ ὀλιγοδρανοῦσα
1 ἀπελείπομεν scripsi: ἀπολείπομεν HP, ἀπολιπομένην M, ἀπολειπομένων Α
2 τὰς scripsi: τοὺς codci. τοῦ om. H λόγου P: λόγους ceteri Μωυσέος AHP post Μωυσέως add. καὶ Η2
3 ἐνλαμβανόμενον MA
4 ἀπολήψεως Α
9 συμπεφυρμένη Α
11 τῶ A: τὸ MHP ι πολὺς coni. Cohn
12 ὄντως] οὗτος Α
13 μιγάς H2: μέγας
15 Ἡσαῦ AHP: om. M δασὺν om. A διὸ P
16 συγκλιδῶν συμπεφυρμένων Α
19 ἐναργείᾳ Mang.: ἐνεργεία codd.
21 τρίβεται Η2: οὐ τρίβεται ceteri ἁλλόμενος Α
22 ἀληθείας L δέον ι
23 μηδὲ H1P
25 ἐκφέρεται H2 ut vid., v μετέρχηται om. A
26 ἐπιθυμίαν Α: ἐπιθυμίας MHP αὐτοῦ H2: αὐτῆς ceteri
27 συνίησι Mang.: σύνεισι codd.
ἀλλὰ γὰρ καὶ τοῖς χορευταῖς ἀρετῆς σφαδᾴζειν καὶ δακρύειν ἔθος, ἢ τὰς τῶν
ἀφρόνων ὀδυρομένοις συμφορὰς διὰ τὸ φύσει κοινωνικὸν καὶ φιλάνθρωπον
ἢ διὰ περιχάρειαν. γίνεται δὲ αὕτη, ὅταν ἀθρόα ἀγαθὰ μηδὲ
προσδοκηθέντα ποτὲ αἰφνίδιον ὀμβρήσαντα πλημμυρῇ· ἀφ’ οὗ καὶ τὸ
ποιητικὸν εἰρῆσθαί μοι δοκεῖ „δακρυόεν γελάσασα“·
προσπεσοῦσα γὰρ ἐκ τοῦ ἀνελπίστου ἡ εὐπαθειῶν ἀρίστη χαρὰ ψυχῇ μείζονα αὐτὴν ἢ
πρότερον ἦν ἐποίησεν, ὡς διὰ τὸν ὄγκον μηκέτι χωρεῖν τὸ σῶμα, θλιβόμενον
δὲ καὶ πιεζόμενον ἀποστάζειν λιβάδας, ἃς καλεῖν ἔθος δάκρυα,
περὶ ὧν ἐν ὕμνοις εἴρηται· „ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων“ (Psalm.
79, 6) καὶ „ἐγένετο τὰ δάκρυά μοι ἄρτος ἡμέρας καὶ νυκτός“ (Psalm.
41, 4). τροφὴ γάρ ἐστι διανοίας τὰ τοῦ ἐνδιαθέτου καὶ σπουδαίου
γέλωτος ἐμφανῆ δάκρυα, ἐπειδὰν ὁ θεῖος ἐντακεὶς ἵμερος τὸν τοῦ γενητοῦ
θρῆνον ἆσμα εἰς τὸν ἀγένητον ὕμνου ποιήσῃ.
τε καὶ θείων ἀρετῶν τιθέντες, ἵν’ ἑκατέρων ἐφάπτωνται, καὶ
τῶν ἀληθείᾳ καὶ τῶν δοκήσει.
τούτου τοῦ δόγματος ὁ πολιτευόμενός ἐστι τρόπος, ὃν Ἰωσὴφ ὀνομάζειν ἔθος, ᾧ συναπέρχονται μέλλοντι τὸν
πατέρα κηδεύειν „πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ
οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς Αἰγύπτου καὶ πᾶσα ἡ πανοικία
αὐτοῦ Ἰωσὴφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ
αὐτοῦ“ (Gen. 50, 7. 8).
ὁρᾷς ὅτι μέσος τῆς Φαραὼ καὶ τῆς πατρικῆς οἰκίας ὁ πολιτικὸς οὗτος τάττεται, ἵνα καὶ τῶν κατὰ σῶμα, τὴν Αἴγυπτον,
καὶ τῶν κατὰ ψυχήν, ἅπερ ἐν τῷ πατρικῷ οἴκῳ
4 στενάζειν coni. Mang.
5 ἀφρόνων] ἀνθρώπων coni. Mang.
6 μηδὲν Η
7 πλημμύρη P, πλημμυρεῖ H2
10 ἦν om. Α
12 εἴρεται P
13 τὰ M: μοι τὰ AHP μοι MHP: om. Α, μου v 15.
16 γεννητοῦ Α
16 ἀγέννητον A, τοῦ ἀγεννήτου coni. Mang. ὕμνου MP: ὕμνον ΑΗ ποιήσῃ scripsi: ποιήσειεν codd.
17 διοικίζουσιν coni. Mang.
19 ἑταιρείαν Η2 μεσιτεύειν A: μεσεύειν MH1P, μεθοδεύειν Η2
20 ἀρετῶν] ἀγαθῶν conicio
25 prius αὐτοῦ secl. Cohn
28 ἅπερ MAP2: ἅπαν HP1, ἁ πάντα v 28. 300,1 θησαυροφυλακῆται. Α
8 Hom. Z 484.
ἀθλιώτερος δ’ ὁ νομιζόμενος ἐνδοξότερος εἶναι
βασιλεύς, ὃς τῷ προηγουμένῳ τῶν ἁρμάτων ἐποχεῖται· τὸ γὰρ μὴ ἐν
καλοῖς διαπρέπειν ἐπιφανέστατον αἶσχος, ὡς τὸ φέρεσθαι τὰ ἐν τούτοις
δευτερεῖα κουφότερον κακόν.
τὸ μέντοι γε ἐπαμφοτερίζον αὐτοῦ καταμάθοις ἂν κἀκ τῶν ὅρκων οὓς πεποίηται, τοτὲ μὲν ὀμνὺς „νὴ τὴν
ὑγείαν Φαραώ“ (Gen. 42, 16), τοτὲ δ’ ἔμπαλιν οὐ τὴν ὑγείαν Φαραώ
(Gen. 42, 15). ἀλλ’ ὁ μὲν περιέχων τὴν ἀπόφασιν ὅρκος τῆς πατρικῆς
ἂν εἴη διάταγμα οἰκίας ἀεὶ φονώσης κατὰ τοῦ πάθους καὶ βουλομένης
αὐτὸ τεθνάναι, ὁ δ’ ἕτερος Αἰγύπτου, ᾗ φίλον ἐστὶ τοῦτο σῴζεσθαι.
διόπερ καίτοι τοσαύτης πληθύος συνανιούσης ἐπίμικτον ὄχλον οὐκ εἶπεν,
ἐπειδὴ τῷ μὲν ἄκρως ὁρατικῷ καὶ φιλαρέτῳ πᾶν ὃ μὴ ἀρετὴ ἢ ἀρετῆς
ἔργον ἀναμεμῖχθαι καὶ συγκεχύσθαι δοκεῖ, τῷ δὲ ἔτι χαμαιζήλῳ καθ’
αὑτὰ τὰ γῆς ἆθλα ἀξιέραστα καὶ ἀξιοτίμητα νενόμισται.
καλῶν ζῆλον ἀποδέξεται μοίρας αὐτοῖς τὰς ἁρμοττούσας δασάμενος·
„τῶν“ γάρ φησι „συμπορευθέντων ἀνδρῶν μετ’ ἐμοῦ Ἐσχώλ, Αὐνάν,
Μαμβρῆ, οὗτοι λήψονται μερίδα“ (Gen. 14, 24)· λέγει δὲ τοὺς εὐφυεῖς
τρόπους καὶ φιλοθεάμονας.
ὁ μὲν γὰρ Ἐσχὼλ εὐφυΐας σύμβολον πυρὸς
ἔχων ὄνομα, ἐπειδὴ καὶ τὸ
ἑρμηνεύεται τῷ καὶ τὰ ψυχῆς ὑπ’ εὐθυμίας ὄμματα διοίγνυσθαι. τούτων
δ’ ἀμφοτέρων ἐστὶν ὁ θεωρητικὸς βίος κλῆρος, προσαγορευόμενος
Μαμβρῆ, ὃ μεταληφθὲν ἀπὸ ὁράσεως καλεῖται· τῷ δὲ θεωρητικῷ τὸ
ὁρᾶν συνῳδόν τε καὶ οἰκειότατον.
ἐπειδὰν δὲ τούτοις ἀλείπταις χρησάμενος ὁ
1 ἐφάπτηται scripsi: ἐφῆται ΜΗΡ, ἐφεῖται Α, ἐφίκηται coni. Mang.
2 τούτω H2: τούτων ceteri, quod servari potest, si lacunam lin.
1 post εἰμι statuas
3 ἐμμένειν Α
5 ἐνδύεται coni. Mang.
7 τούτω HP
8 ἐπαμφοτερίζων A
9 ποτὲ P
12 φονούσης Α
16 συγκεχεῖσθαι A δὲ MA, s. s. P2: δ’ s. s. H 16.
17 καθ’ αὐτὰ] καὶ αὐτὰ conicio
18 αὐτῶ Η
19 διοικιεῖ coni. Mang.
21 αὐτῆς Α τὰς om. HP1
22 ’Eσχώλ] ἐν σιχώλ H2
25 ναὶ ἔνθερμον om. MA 20. ἄν H: ἐὰν MAP
27 καὶ om. Α ὐπὸ H2: ὑπέρ ceteri διηγεῖσθαι Α
(Gen. 22, 3).
ὑπερβάλλουσά γε ἰσότης ἀρετῶν, ἁμιλλησαμένων πόνου μὲν πρὸς εὐεξίαν, τέχνης δὲ πρὸς τὴν αὐτοδίδακτον φύσιν, καὶ
δυνηθέντων ἴσα τὰ ἆθλα τῆς ἀρετῆς ἐνέγκασθαι· ὥσπερ ἂν εἰ ζωγραφία
καὶ πλαστικὴ μὴ μόνον ὡς νῦν ἀκίνητα καὶ ἄψυχα ἐδημιούργουν,
ἴσχυον δὲ κινούμενά τε καὶ ἔμψυχα τὰ γραφόμενα καὶ πλαττόμενα
ποιεῖν· ἐδόκουν γὰρ ἂν φύσεως ἔργων οὖσαι τὸ πάλαι μιμητικαὶ τέχναι
φύσεις αὐταὶ γεγενῆσθαι τὰ νῦν.
σου, σὺ καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῆς
γερουσίας Ἰσραήλ“ (Exod. 24, 1).
τοῦτο δέ ἐστι τοιοῦτον· ἀνάβηθι, ὦ ψυχή, πρὸς τὴν τοῦ ὄντος θέαν εὐαρμόστως, λογικῶς, ἑκουσίως, ἀφόβως,
ἀγαπητικῶς, ἐν ἀριθμοῖς ἁγίοις καὶ τελείοις ἑβδομάδος δεκαπλασασθείσης.
Ἀαρὼν μὲν γὰρ προφήτης λέγεται Μωυσέως ἐν τοῖς νόμοις,
ὁ γεγωνὸς λόγος προφητεύων διανοίᾳ, Ναδὰβ δὲ ἑκούσιος ἑρμηνεύεται, ὁ
μὴ ἀνάγκῃ τιμῶν τὸ θεῖον, καὶ Ἀβιοὺδ πατήρ μου· οὗτος ὁ μὴ δι’ ἀφροσύνην
δεσπότου μᾶλλον ἢ πατρὸς διὰ φρόνησιν ἄρχοντος θεοῦ δεόμενος.
αἵδ’ εἰσὶν αἱ τοῦ βασιλεύειν ἀξίου νοῦ δορυφόροι δυνάμεις, ἃς συνέρχεσθαι τῷ βασιλεῖ παραπεμπούσας αὐτὸν θέμις. ἀλλὰ γὰρ δέος ἐστὶν
ἀναβαίνειν πρὸς τὴν τοῦ ὄντος θέαν ψυχῇ δι’ ἑαυτῆς ἀγνοούσῃ τὴν
ὁδόν, ὑπὸ ἀμαθίας ἅμα καὶ τόλμης ἐπαρθείσῃ — μεγάλα δὲ τὰ ἐξ
ἀνεπιστημοσύνης καὶ πολλοῦ θράσους παραπτώματα —·
διόπερ εὔχεται Μωυσῆς αὐτῷ τῷ θεῷ χρῆσθαι ἡγεμόνι πρὸς τὴν
1 ἐλλείπῃ Turn.: ἐλλείπει AHP, ἐλλίπῃ M συνομαρτῆ H1P
4 δὴ ὅτι coui. Cohn
5 γε scripsi: τε codd. ἁμιλλησαμένων Cohn: ἁμίλλης ἀμείνων codd.
6 δὲ Turn.: τὲ codd.
7 ἴσα] εἰς Α
8 ὡς νῦν M: om. ΑΗ
10 ἔργων Turn. : ἔργον codd.
11 φύσις conicio αὐταὶ scripsi: αὐτᾶι codd. 13.
14 συνανασπάσεται Mang.
15 σου oin. A Ναδὰμ H1P ἑβδομήκοντα] ὁ (sic) Α 18.
19 ἐν — δεκαπλασιασθείσης in mg. P
19 Μωυσέος AHP
20 γεγωνὸς Turn.: γεγονὼς codd. Ναδὰμ H, ut vid.
21 τιμῶν τὸ θεῖον ἀνάκη HP
27 πτώματα M, πώματα Α
29 συμπορεύῃ MA: συμπορεύση ΗΡ ἀγάγης Η
οὐ πραγμάτων ἀληθεστάτην πίστιν.
ἴσως δὲ καὶ τοιοῦτόν τι δηλοῦται·
μή με ἄνω μετέωρον ἐξάρῃς, πλοῦτον ἢ δόξαν ἢ τιμὰς ἢ ἀρχὰς ἢ
ὅσα ἄλλα τῶν ἐν ταῖς λεγομέναις εὐτυχίαις δωρησάμενος, εἰ μὴ μέλλοις
αὐτὸς συνέρχεσθαι. ταῦτα γὰρ καὶ ζημίας καὶ ὠφελείας μεγίστας πολλάκις
περιποιεῖται τοῖς ἔχουσιν, ὠφελείας μέν, ὅταν ἀφηγῆται τῆς
γνώμης ὁ θεός, βλάβας δέ, ὅταν τοὐναντίον· μυρίοις γὰρ τὰ λεγόμενα
ἀγαθὰ πρὸς ἀλήθειαν οὐκ ὄντα κακῶν ἀνηκέστων γέγονεν αἴτια.
ὁ δὲ
ἑπόμενος θεῷ κατὰ τἀναγκαῖον συνοδοιπόροις χρῆται τοῖς ἀκολούθοις
αὐτοῦ λόγοις, οὓς ὀνομάζειν ἔθος ἀγγέλους· λέγεται γοῦν ὅτι „Ἀβραὰμ
συνεπορεύετο συμπροπέμπων αὐτούς“ (Gen. 18, 16). ὢ παγκάλης ἐπανισώσεως,
καθ’ ἣν ὁ παραπέμπων παρεπέμπετο, διδοὺς ὃ ἐλάμβανεν,
οὐκ ἀνθ’ ἑτέρου ἕτερον, ἀλλὰ ἓν αὐτὸ μόνον ἐκεῖνο τὸ πρὸς τὰς ἀντιδόσεις
ἕτοιμον.
ἕως μὲν γὰρ οὐ τετελείωται, ἡγεμόνι τῆς ὁδοῦ χρῆται
λόγῳ θείῳ· χρησμὸς γάρ ἐστιν· „ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου
πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς
τὴν γῆν ἣν ἡτοίμασά σοι. πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ
ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν
ἐπ’ αὐτῷ“ (Exod. 23, 20. 21).
ἐπειδὰν δὲ πρὸς ἄκραν ἐπιστήμην
ἀφίκηται, συντόνως ἐπιδραμὼν ἰσοταχήσει τῷ πρόσθεν ἡγουμένῳ τῆς
ὁδοῦ· ἀμφότεροι γὰρ οὕτως ὀπαδοὶ γενήσονται τοῦ πανηγεμόνος θεοῦ
μηδενὸς ἔτι τῶν ἑτεροδόξων παρακολουθοῦντος, ἀλλὰ καὶ τοῦ Λώτ, ὃς
ἔκλινε τὴν ψυχὴν ὀρθὴν καὶ ἀκαμπῆ φύεσθαι δυναμένην, διοικισθέντος.
εἰρημένοις — αὖθις ἀκριβώσομεν. τίς δέ ἐστι Χαρρὰν καὶ τίς ἡ ἐκ
2 ἐπιζήμιος Η2
5 πιθανῶν Η2
6 τοιοῦτό τι M
8 ἐν τοῖς λεγομένοις ἀγαθοῖς Η2 μέλλεις A
9 μεγίστης Η
10 περιποιητικὰ v
11 βλάβης HP
14 αὐτῶ Α γοῦν] γὰρ Α Ἀβραὰμ HP
22 ἀπείθη MA ὑποστείλεται Α
27 ἔκκλινε Α
28 Ἁβρὰμ HP οε΄ MH
29 ἐν Χαρράν H ε΄ M
30 ο΄ M 30.
31 τοῖς προειρημένοις HP
31 ἀκριβώσομεν HP: ἀκριβώσωμεν MA
οὐδένα τοίνυν τῶν ἐντετυχηκότων τοῖς νόμοις ἀγνοεῖν εἰκός, ὅτι πρότερον μὲν ἐκ τῆς Χαλδαϊκῆς
ἀναστὰς γῆς Ἀβραὰμ ᾤκησεν εἰς Χαρράν,
πεποιῆσθαι. τί οὖν λεκτέον;
Χαλδαῖοι τῶν ἄλλων ἀνθρώπων ἐκπεπονηκέναι καὶ διαφερόντως δοκοῦσιν ἀστρονομίαν καὶ γενεθλιαλογικήν, τὰ
ἐπίγεια τοῖς μετεώροις καὶ τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἁρμοζόμενοι καὶ
ὥσπερ διὰ μουσικῆς λόγων τὴν ἐμμελεστάτην συμφωνίαν τοῦ παντὸς
ἐπιδεικνύμενοι τῇ τῶν μερῶν πρὸς ἄλληλα κοινωνίᾳ καὶ συμπαθείᾳ,
τόποις μὲν διεζευγμένων, συγγενείᾳ δὲ οὐ διῳκισμένων.
οὗτοι τὸν φαινόμενον τοῦτον κόσμον ἐν τοῖς οὖσιν ὑπετόπησαν εἶναι μόνον, ἢ θεὸν
ὄντα αὐτὸν ἢ ἐν αὑτῷ θεὸν περιέχοντα, τὴν τῶν ὅλων ψυχήν· εἱμαρμένην
τε καὶ ἀνάγκην θεοπλαστήσαντες ἀσεβείας πολλῆς κατέπλησαν τὸν
ἀνθρώπινον βίον, ἀναδιδάξαντες ὡς δίχα τῶν φαινομένων οὐδενός ἐστιν
οὐδὲν αἴτιον τὸ παράπαν, ἀλλ’ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων
αἱ περίοδοι τά τε ἀγαθὰ καὶ τὰ ἐναντία ἑκάστῳ τῶν ὄντων ἀπονέμουσι.
Μωυσῆς μέντοι τῇ μὲν ἐν τοῖς μέρεσι κοινωνίᾳ καὶ συμπαθείᾳ τοῦ παντὸς ἔοικε συνεπιγράφεσθαι, ἕνα καὶ γενητὸν ἀποφηνάμενος
τὸν κόσμον εἶναι — γενομένου γὰρ καὶ ἑνὸς ὑπάρχοντος εὔλογον τάς
γε στοιχειώδεις οὐσίας ὑποβεβλῆσθαι τοῖς ἀποτελουμένοις τὰς αὐτὰς
ἅπασι κατὰ μέρη, καθάπερ ἐπὶ σωμάτων συμβέβηκε τῶν ἡνωμένων
ἀλληλουχεῖν —,
τῇ δὲ περὶ θεοῦ δόξῃ διαφέρεσθαι· μήτε γὰρ τὸν κόσμον μήτε τὴν τοῦ κόσμου ψυχὴν τὸν πρῶτον εἶναι θεὸν μηδὲ τοὺς
ἀστέρας ἢ τὰς χορείας αὐτῶν τὰ πρεσβύτατα τῶν συμβαινόντων ἀνθρώποις
αἴτια, ἀλλὰ συνέχεσθαι μὲν τόδε τὸ πᾶν ἀοράτοις δυνάμεσιν, ἃς
ἀπὸ γῆς ἐσχάτων ἄχρις οὐρανοῦ περάτων ὁ δημιουργὸς ἀπέτεινε, τοῦ
μὴ ἀνεθῆναι τὰ δεθέντα καλῶς προμηθούμενος· δεσμοὶ γὰρ αἱ δυνάμεις
τοῦ παντὸς ἄρρηκτοι.
διό, κἄν που τῆς νομοθεσίας λέγηται „ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω“ (Deut. 4,39), μηδεὶς
ὑποτοπησάτω τὸν κατὰ τὸ εἶναι λέγεσθαι — τὸ γὰρ ὂν περιέχειν ἀλλ’ οὐ
περιέχεσθαι θέμις —, δύναμιν δ’ αὐτοῦ, καθ’ ἣν ἔθηκε καὶ διετάξατο
3 γῆς ἀναστάς P Ἁβραάμ AHP μετῴκησεν coni. Cohn
4 δυοῖν HP ἀπόληψιν Α
6 καὶ Α: om. MΗP γενεθλιακὴν L
10 συγγενείαις τὲ οὐ Α
12 αὐτῶ codd. 16.
17 ἀπονέμουσιν Η
18 γεννητὸν Α
20 γε H: τε MAP ἀποβεβλῆσθαι Α
23 τὸν om. L
24 τὰ πρεσβύτατα Α: τὰ H1P, om. MH2 24.
25 τῶν ἐν ἀνθρώποις αἴτια A
25 ἀρρήκτοις coni. Mang.
30 τὸν AH1P: αὐτὸν MH2
αὕτη δὲ κυρίως ἐστὶν ἀγαθότης, φθόνον μὲν
τὸν μισάρετον καὶ μισόκαλον ἀπεληλακυῖα ἀφ’ ἑαυτῆς, χάριτας δὲ
γεννῶσα αἷς τὰ μὴ ὄντα εἰς γένεσιν ἄγουσα ἀνέφηνεν· ἐπεὶ τό γε ὂν
φαντασιαζόμενον δόξῃ πανταχοῦ πρὸς ἀλήθειαν οὐδαμοῦ φαίνεται, ὡς
ἀψευδέστατον ἐκεῖνον εἶναι τὸν χρησμόν, ἐν ᾧ λέλεκται·
(Exod. 17,6)· πρὸ γὰρ παντὸς τοῦ γενητοῦ, ἔξω βαίνων ἐκείνου καὶ μηδενὶ
τῶν μετ’ αὐτὸν ἐμφερόμενος.
ἀρχόμενος ὧδε· τί, φησίν, ὦ θαυμάσιοι, τοσοῦτον αἰφνίδιον
ἀρθέντες ἀπὸ γῆς εἰς ὕψος ἐπινήχεσθε καὶ τὸν ἀέρα ὑπερκύψαντες
αἰθεροβατεῖτε, ὡς ἡλίου κινήσεις καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων
ἀστέρων τὰς ἐμμελεῖς καὶ ἀοιδίμους ἀκριβοῦν χορείας; ταῦτα γὰρ μείζονα
ἢ κατὰ τὰς ὑμετέρας ἐστὶν ἐπινοίας ἅτε εὐδαιμονεστέρας καὶ θειοτέρας
μοίρας λαχόντα.
κατάβητε οὖν ἀπ’ οὐρανοῦ καὶ καταβάντες μὴ
πάλιν γῆν καὶ θάλατταν καὶ ποταμοὺς καὶ φυτῶν καὶ ζῴων ἰδέας ἐξετάζετε,
μόνους δὲ ἑαυτοὺς καὶ τὴν ἑαυτῶν φύσιν ἐρευνᾶτε, μὴ ἑτέρωθι
μᾶλλον οἰκήσαντες ἢ παρ’ ἑαυτοῖς· διαθεώμενοι γὰρ τὰ κατὰ τὸν
ἴδιον οἶκον, τὸ δεσπόζον ἐν αὐτῷ, τὸ ὑπήκοον, τὸ ἔμψυχον, τὸ ἄψυχον,
τὸ λογικόν, τὸ ἄλογον, τὸ ἀθάνατον, τὸ θνητόν, τὸ ἄμεινον, τὸ χεῖρον,
εὐθὺς ἐπιστήμην θεοῦ καὶ τῶν ἔργων αὐτοῦ σαφῆ λήψεσθε.
λογιεῖσθε
γὰρ ὅτι, ὡς ἐν ὑμῖν ἐστι νοῦς, καὶ τῷ παντί ἐστι, καὶ ὡς ὁ ὑμέτερος
ἀρχὴν καὶ δεσποτείαν τῶν περὶ ὑμᾶς ἀναψάμενος ἕκαστον τῶν μερῶν
ὑπήκοον ἀπέφηνεν ἑαυτῷ, οὕτω καὶ ὁ τοῦ παντὸς τὴν ἡγεμονίαν περιβεβλημένος
αὐτοκράτορι νόμῳ καὶ δίκῃ τὸν κόσμον ἡνιοχεῖ προμηθούμενος
οὐ τῶν ἀξιονικοτέρων αὐτὸ μόνον ἀλλὰ καὶ τῶν ἀφανεστέρων
εἶναι δοκούντων.
3 αἷς Η2: ἐς ceteri εἰς] εἰς τὴν Α
4 post ἀλήθειαν add. δὲ 2
5 λέγεται L (sed in mg. γρ. λέλεκται) ὧδε H2: ὅδε MH1P ὁ δὲ A post ἐγὼ add. κἀκεῖθι Mang.
6 ὁ ἀόρατος P
7 τοῦ παντὸς transpos. H
9 χαλδαΐζειν P
12 ἐπινήχεσθαι Α
13 ἄλλων MA: λοιπῶν HP
22 λογιεῖσθαι Α
23 ὅτι om. HP ἡμῖν (η Η2 in ras.) ἔνεστι H(P1) έστιν ὁ νοῦς Α prius καὶ] κἀν conicio ἡμέτερος ΑΗ2
24 ἡμᾶς 2
25 ἐν ἑαυτῶ M
27 ἀξιονικωτέρων MA αὐτῶ Α 28.
29 περιεργείας Η
29 οἰκίσατε H1P
30 μετοικισάμενοι M: μετοικησάμενοι AHP
Χαρρὰν γὰρ ἑρμηνεύεται τρώγλη, τρῶγλαι δὲ σύμβολα αἰσθήσεως ὀπῶν εἰσίν· ὀπὰς γὰρ καὶ φωλεοὺς
τρόπον τινὰ ὀφθαλμοὺς μὲν ὁράσεως, ἀκοῆς δὲ ὦτα, ῥῖνας δὲ ὀσμῶν
καὶ γεύσεως φάρυγγα καὶ πᾶσαν τὴν σώματος κατασκευὴν ἁφῆς εἶναι
συμβέβηκε.
τούτοις οὖν ἔτι διατρίψαντες ἐνηρεμήσατε καὶ σχολάσατε καὶ τὴν ἑκάστου φύσιν ὡς ἔνι μάλιστα ἀκριβώσατε, καὶ τὸ ἐν ἑκάστοις
εὖ τε καὶ χεῖρον καταμαθόντες τὸ μὲν φύγετε, τὸ δ’ ἔμπαλιν
ἑλέσθε. ἐπειδὰν μέντοι σφόδρα ἀκριβῶς πάντα τὸν ἴδιον
διακινήσαντες αὑτοὺς τὴν ἐνθένδε μετανάστασιν ζητεῖτε, οὐ θάνατον
ἀλλ’ ἀθανασίαν καταγγέλλουσαν.
ἧς δείγματα σαφῆ καὶ ἐν τοῖς σωματικοῖς καὶ ἐν τοῖς αἰσθητοῖς ἐγκατειλημμένοι φωλεοῖς κατόψεσθε,
τοτὲ μὲν ἐν τοῖς βαθέσιν ὕπνοις — ἀναχωρήσας γὰρ ὁ νοῦς καὶ τῶν
αἰσθήσεων καὶ τῶν ἄλλων ὅσα κατὰ τὸ σῶμα ὑπεξελθὼν ἑαυτῷ προσομιλεῖν
ἄρχεται ὡς πρὸς κάτοπτρον ἀφορῶν ἀλήθειαν, καὶ ἀπορρυψάμενος
πάνθ’ ὅσα ἐκ τῶν κατὰ τὰς αἰσθήσεις φαντασιῶν ἀπεμάξατο τὰς
περὶ τῶν μελλόντων ἀψευδεστάτας διὰ τῶν ὀνείρων μαντείας ἐνθουσιᾷ
—,
τοτὲ δὲ κἀν ταῖς ἐγρηγόρσεσιν· ὅταν γὰρ ἔκ τινος τῶν κατὰ φιλοσοφίαν κατασχεθεὶς θεωρημάτων ἀχθῇ πρὸς αὐτοῦ, τῷ μὲν ἕπεται, τῶν
δ’ ἄλλων ὅσα κατὰ τὸν σωματικὸν ὄγκον ἀμνημονεῖ δήπου. κἂν ἐμποδίζωσιν
αἱ αἰσθήσεις πρὸς τὴν ἀκριβῆ θέαν τοῦ νοητοῦ, μέλει τοῖς
φιλοθεάμοσι καθαιρεῖν αὐτῶν τὴν ἐπίθεσιν· τάς τε γὰρ ὄψεις καταμύουσι
καὶ τὰ ὦτα ἐπιφράττουσι καὶ τὰς τῶν ἄλλων
τινος αἰσθητοῦ τὸ ψυχῆς ὄμμα, ᾧ νοητὰ βλέπειν ἔδωκεν ὁ θεός, ἐπισκιασθῇ.
1 ἐστι διανοίας οἶκος HP
2 ὀπῶν Mang. : τόπων codd.
4 ἀφ’ ἧς AP
5 ἔτι διατρίψαντες Cohn: ἐπιδιατρίψαντες codd., ἐνδιατρίψαντες Mang. ἐνσχολάσατε conicio
7 εὖ] ἄ Α 9.
10 ἀγάσησθε P
10 αὑτοὺς ΑΗ2: αὐτοὺς MH1P
11 ὰλλὰ M
12 τοῖς Η2: om. ceteri
13 ἐν om. HP 15.
16 ἀπορρυψάμενος Mang.; ἀπορυψάμενος M, ἀποχρυψάμενος AHP
16 ἀπεμάξαντο Α 16.
17 ταῖς . . . . . ἀψευδεστάταις . . . μαντείαις Η2
19 τῷ] τῶν Α
20 ὄγκον MA: οἶκον HP
21 μένει Α
22 καθαιρεῖν Η2: καθαίρειν ceteri
23 αἰσθήσεων add. Mang.
25 τῆς ψυχῆς HP βλέπων P 25.
26 ἐπισκοτασθῇ coni. Mang.
26 ἀπόληψιν Α
2 Amhrosius De Αbraham Ι 2, 4: hoc est enim exire de Charra tamquam de cavernis quibusdam et cuniculis latibulisque egredi.
ἀλλὰ καὶ τῷ οὐσιώδει, οἷα ἁρμόττει θεόν.
ὁ μὲν γὰρ ἡμέτερος
νοῦς οὐ δεδημιούργηκε τὸ σῶμα, ἀλλ’ ἔστιν ἔργον ἑτέρου· διὸ καὶ
περιέχεται ὡς ἐν ἀγγείῳ τῷ σώματι. ὁ δὲ τῶν ὅλων νοῦς τὸ πᾶν
γεγέννηκε, τὸ πεποιηκὸς δὲ τοῦ γενομένου κρεῖττον· ὥστ’ οὐκ ἂν ἐμφέροιτο
τῷ χείρονι, δίχα τοῦ μηδὲ ἁρμόττειν πατέρα ἐν υἱῷ περιέχεσθαι,
υἱὸν δὲ ταῖς τοῦ πατρὸς ἐπιμελείαις συναύξεσθαι.
οὕτω κατὰ βραχὺ
μεταβαίνων ὁ νοῦς ἐπὶ τὸν εὐσεβείας καὶ ὁσιότητος ἀφίξεται πατέρα,
γενεθλιαλογικῆς ἀποστὰς τὸ πρῶτον, ἥτις παρέπεισεν αὐτὸν ὑπολαβεῖν
τὸν κόσμον θεὸν τὸν πρῶτον εἶναι, ἀλλὰ μὴ τοῦ πρώτου θεοῦ δημιούργημα,
καὶ τὰς τῶν ἀστέρων φοράς τε καὶ κινήσεις αἰτίας ἀνθρώποις
κακοπραγίας καὶ τοὐναντίον εὐδαιμονίας.
ἔπειτ’ εἰς τὴν ἐπίσκεψιν ἐλθὼν
τὴν αὐτὸς ἑαυτοῦ, φιλοσοφήσας τὰ κατὰ τὸν ἴδιον οἶκον, τὰ περὶ σώματος,
τὰ περὶ αἰσθήσεως, τὰ περὶ λόγου, καὶ γνοὺς κατὰ τὸ ποιητικὸν
γράμμα
δυστόπαστον καὶ δυστέκμαρτον πατέρα τῶν ὅλων κατανοῆσαι, μαθὼν
ἀκριβῶς ἑαυτὸν εἴσεται τάχα που καὶ θεόν, οὐκέτι μένων ἐν Χαρράν,
τοῖς αἰσθήσεως ὀργάνοις, ἀλλ’ εἰς ἑαυτὸν ἐπιστραφείς· ἀμήχανον γὰρ
ἔτι κινούμενον αἰσθητῶς μᾶλλον ἢ νοητῶς πρὸς τὴν τοῦ ὄντος ἐλθεῖν
ἐπίσκεψιν.
1 ἀγεννήτου Α παιδευθήσεθαι M
2 ἡμέτερον v σῶμα om. Α
3 γυμνὰ scripsi: γυμνὸν codd. δύνασθε Α τὸν ὄντα Α
4 οὐκ] ras. in P ὁλικῆς
6 ὀίω Α2
9 γεγένηκε HP οὐδ’ Α
12 τὸν τὰ εὐσεβείας Α
13 παρέστησεν L
17 φιλοπευστήσας coni. Mang.
20 ὅτι codd. τε Turn. : om. codd.
21 ἀφ’ αὑτοῦ Η2: ἀπ’ αὐτοῦ ceteri, ἀφ’ ἑαυτοῦ v
22 post μαθὼν add. δ’ MH1P
24 ὀργάνοις] ἀγγείοις coni. Mang. ἐπιστραφείς Α: ἐπεστρεφώς ΜHP, ἐπιστρέφων v
27 τρόπος] λόγος Α
20 Hom. δ 392.
τί οὖν προσήκει τὸν ἀκούσαντα, φύσει παιδευτικὸν ὄντα, ποιῆσαι, ὅτι μὴ
μετὰ σπουδῆς αὐτὸν ἐξελκύσαι; „ἐπιδραμὼν“ γάρ φησι "λαμβάνει αὐτὸν
ἐκεῖθεν“ (I Reg. 10,22. 23), διότι τοῖς ἀγγείοις τῆς ψυχῆς, σώματι
καὶ αἰσθήσει,
ὀξυδορκήσειν ἔμελλεν. εἰκότως οὖν καὶ τὴν αἰσθήσεως χώραν, ὄνομα
Χαρράν, ἀπολιπεῖν οἴεται δεῖν ὁ ἐπιστήμης ἑταῖρος.
Ἀπολείπει δὲ ἐτῶν γεγονὼς πέντε καὶ ἑβδομήκοντα· ὁ δὲ ἀριθμὸς οὗτος αἰσθητῆς καὶ νοητῆς, πρεσβυτέρας τε καὶ νεωτέρας, ἔτι δὲ φθαρτῆς καὶ ἀφθάρτου μεθόριος φύσεώς ἐστι.
νοητὸς μὲν γὰρ καὶ πρεσβύτερος
καὶ ἄφθαρτος λόγος ὁ τῶν ἑβδομήκοντα, αἰσθητὸς δὲ καὶ νεώτερος
ὁ ταῖς πέντε ἰσάριθμος ὢν αἰσθήσεσι. τούτῳ καὶ ὁ ἔτι γυμναζόμενος
ἀσκητὴς ἐξετάζεται, μηδέπω δεδυνημένος ἐνέγκασθαι τὰ τέλεια νικητήρια·
λέγεται γὰρ ὅτι "ἦσαν αἱ πᾶσαι ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα“
(Exod. 1,5)·
τοῦ γὰρ ἀθλοῦντος καὶ τὸν ὑπὲρ κτήσεως
ἀρετῆς ἱερὸν ὄντως ἀγῶνα μὴ διαφθείροντος ψυχαὶ μὲν πρὸ σωμάτων
γεννήματα, οὔπω δ’ ἐκτετμημέναι τὸ ἄλογον, ἀλλ’ ἔτι τὸν αἰσθήσεως
ὄχλον ἐφελκόμεναι. παλαίοντος γὰρ καὶ κονιομένου καὶ πτερνίζοντος
Ἰακώβ ἐστιν ὄνομα, οὐ νενικηκότος·
ὅταν δὲ τὸν θεὸν ὁρᾶν ἱκανὸς εἶναι δόξας Ἰσραὴλ μετονομασθῇ, μόνῳ χρήσεται τῷ ἑβδομηκοστῷ
λόγῳ,
ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον“ (Deut. 10,22).
1 οὐδ’ del. Mang.
2 αὐτὸν Mang. : αὐτὸν Η2, αὐτὸς ceteri
4 οὑν] αὖ Α
5 αὐτὸν Η2 λαμβάνειν Α
6 ante τοῖς add. ὁ Η2
7 ἐνδιατρίβων Mang. : διατρίβων codd. τῆς βασιλείας τῶν HP
9 ἡνίκα Α: om. ceteri
11 ἀπολιπεῖν Α
12 ἑ καὶ ὁ HP
16 ἔτι γυμναζόμενος Turn. : ἐπιγυμναζόμενος codd.
17 τἄ τέλεια τὰ Η2
19 τοῦ scripsi: τούτου codd.
20 διαφεύγοντος coni. Mang. πρὸ A: πρὸς MHP
21 δ’ ἐκτετμημέναι scripsi: δὲ κεκτημέναι codd. τὸ ἄλογον] τόν λόγον Η2, τὸν νοητὸν λόγον coni. Mang. ἔτι] ἐπὶ Α
22 παλαίοντος κεκονιαμένου Α γὰρ Η2: om. ceteri
24 δόξης Α, sed σ eras. χρῆσαι Α 25.
26 ὁ HP
11 sqq. Ambrosius Dt Ahrahum ΙΙ 2, 6: ideo etiam septuaginta et quinque annorum describitur exisse de Charra, quod septuagesimo perfecto remissionis numero sensus is sit (sensus numerus additus sit conicio), qui possit inflecti.
οὗτος ὁ ἀριθμὸς
ἱερουργεῖταί τε καὶ ἀποδίδοται θεῷ, ὅταν οἱ τέλειοι τῆς ψυχῆς
συναχθῶσι καὶ συγκομισθῶσι καρποί· τῇ γὰρ τῶν σκηνῶν ἑορτῇ χωρὶς τῶν
ἄλλων θυμάτων ἑβδομήκοντα μόσχους ἀνάγειν θυσίαν ὁλόκαυστον διείρηται
(Num. 29, 13 sqq.). κατὰ τὸν ἑβδομηκοστὸν λόγον καὶ αἱ τῶν ἀρχόντων
φιάλαι κατασκευάζονται — ἑκάστη γὰρ ἑβδομήκοντα σικλῶν ἐστιν
ὁλκῆς (Num. 7,13 sqq.) —, ἐπειδὴ τὰ ἔνσπονδα καὶ συμβατήρια καὶ φίλα
τῆς ψυχῆς ὡς ἀληθῶς ὁλκὸν ἔχει δύναμιν, τὸν ἑβδομηκοστὸν καὶ ἅγιον
λόγον, ὃν Αἴγυπτος, ἡ μισάρετος καὶ φιλοπαθὴς φύσις, πενθοῦσα εἰσάγεται·
ἑβδομήκοντα γὰρ ἡμέραις καταριθμεῖται παρ’ αὐτοῖς τὸ πένθος
(Gen. 50,3).
ἀσπαζομένου, ὃν ἔθος καλεῖν Ἰωσήφ. τοσαύτην γὰρ αὐτῶν ἐπιμέλειαν
πεποίηται, ὥστε τὸν μὲν ὁμογάστριον ἀδελφόν, τὸν αἰσθήσεως ἔκγονον ὄντα
— ἥκιστα γὰρ ὁμοπατρίους οἶδε —, πέντε ἐξάλλοις δωρεῖται στολαῖς
(Gen. 45,22), διαπρεπεῖς ἡγούμενος τὰς αἰσθήσεις καὶ κόσμου καὶ τιμῆς
ἀξίας.
ὅλῃ δὲ Αἰγύπτῳ καὶ νόμους ἀναγράφει, ὅπως τιμῶσιν αὐτὰς
καὶ φόρους καὶ δασμοὺς ὡς βασιλεῦσιν ἀνὰ πᾶν ἔτος κομίζωσι· τὸν
γὰρ σῖτον ἀποπεμπτοῦν κελεύει (Gen. 47,24), τὸ δέ ἐστιν ὕλας καὶ
τροφὰς ἀφθόνους θησαυροφυλακεῖν ταῖς πέντε αἰσθήσεσιν, ὅπως ἑκάστη
τῶν οἰκείων ἀνεπισχέτως ἐμπιπλαμένη τρυφᾷ καὶ τὸν νοῦν τοῖς ἐπεισφορουμένοις
βαρύνουσα βαπτίζῃ· ταῖς γὰρ τῶν αἰσθήσεων εὐωχίαις λιμὸν
ἄγει διάνοια, ὡς ἔμπαλιν ταῖς νηστείαις εὐφροσύνας.
οὐχ ὁρᾷς ὅτι καὶ
1 Μωυσέος AHP
4 οὕτως Α 5.
6 συναναχθῶσι H
6 καὶ συγκομισθῶσι om. HP
7 ο΄ HP
9 ἐστιν om. Α
13 ἡμέρας HP1
14 Μωυσέος HP
15 ἑ MH
17 ἔκγονον Α, in mg. P2: ἐκτός HP1, ἔκγονον ἐκτός M
18 οἶδεν Η ἐξ ἄλλης Α
19 διαπρεπὴς Α, sed ἦς in ras.
21 ἃς βασιλεῦσιν om. HP
22 ἀποπεμποῦν P, ἀπεμπολεῖν Η2
25 βαπτίζει Α λιμῶν Α
3 cf. ad p. 218,
14 20—25 Origenes, Homilia in Genesim XVI
6 p. 105 vide Aegyptium populum quiaario numero tributa pendentem. quinque enim sensus corporei designantur, quibus populus carnalis deservit. 26. 309,1 Origenes, Bomilia XXII,
1 in Numeros p. 354: requiramus ergo etiam apud spiritalem legem, quae sint istae filiae quinque . . . . ideo denique et quinarius eis numerus ascribitur. quinque enim corporei sensus sunt, quibus omne opus expletur in corpore.
φέρεται μνήμης, ἧς Ἐφραῒμ ἐπώνυμος γέγονεν, ὃς καρποφορία
μεταληφθεὶς προσαγορεύεται· καρπὸς δὲ κάλλιστος καὶ τροφιμώτατος
ψυχῆς τὸ ἄληστον ἐν μνήμαις.
λέγουσι γοῦν τὰ ἐναρμόνια ἑαυταῖς αἱ παρθένοι· „ὁ πατὴρ ἡμῶν ἀπέθανεν“ — ἀλλ’ ὁ θάνατος ἀναμνήσεώς ἐστι
λήθη — „καὶ ἀπέθανεν οὐ δι’ ἁμαρτίαν ἑαυτοῦ“ — παγκάλως· οὐ γὰρ
ἑκούσιον ἡ λήθη
ἔξωθεν —, „υἱοὶ δὲ οὐκ ἐγένοντο αὐτῷ" (Num. 27,3), ἀλλὰ θυγατέρες,
ἐπειδὴ τὸ μὲν μνημονικὸν ἅτε φύσει διανιστάμενον ἀρρενογονεῖ, τὸ δὲ
ἐπιλανθανόμενον ὕπνῳ λογισμοῦ χρώμενον θηλυτοκεῖ· ἄλογον γάρ, ἀλόγου
δὲ μέρους ψυχῆς αἰσθήσεις θυγατέρες.
εἰ δέ τις τὸν μὲν τάχει παρέδραμε,
Μωυσῇ δὲ ἠκουλούθησε, μήπω δυνηθεὶς ἰσόδρομος αὐτῷ γενέσθαι
κεκραμένῳ καὶ μιγάδι ἀριθμῷ χρήσεται, τῷ πέμπτῳ καὶ ἑβδομηκοστῷ,
ὅς ἐστι σύμβολον αἰσθητῆς καὶ νοητῆς φύσεως, συγκεκραμένων
ἀμφοῖν εἰς εἴδους ἑνὸς ἀνεπιλήπτου γένεσιν.
τῶν παθῶν καὶ κακιῶν τραχύτητας καθῃρηκότι παραινῇ τότε εἰς Χαρρὰν
ἀποδρᾶναι· λέγει γάρ· "νῦν οὖν, τέκνον, ἄκουσον τῆς φωνῆς μου καὶ
ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρρὰν καὶ οἴκησον
μετ’ αὐτοῦ ἡμέρας τινάς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν
τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ“ (Gen. 27, 43 — 45).
παγκάλως δὲ τὴν ἐπὶ τὰς αἰσθήσεις ὁδὸν δρασμὸν εἴρηκεν·
2 υἱὸς Ἰωσήφ ἐστι MP: υἱός ἐστιν Ἰωσήφ Α, Ἰωσὴφ υἱός ἐστι H
4 ἀναμνήσει Mang.: αἰσθήσει ΜΗ2, APH1 5.
6 μνήμης—προσαγορεύεται om. L
7 ἐναρμόζοντα coni. Mang.
8 ἀλλ’ ὁ] ἀληθῶς· ὁ γὰρ conicio
10 λήθη 2 λύπη ceteri ceteri Μ
11 ante υἱοὶ add. ὡς HP
12 μνημονευτικὸν διενιστάμενον HP, διασυνιστάμενον coni. Cohn
13 ἐπιλανθανομένου M ὕπνου λογισμῶ A
14 μέρος Η1
15 Μωυσῆ MA (η ι in ras. Α): Μωσεῖ
17 αἰσθητικῆς HP συγκεκραμένων Mang. : συναραμένων MHP, συνοραμένων Α
18 post ἑνὸς add. οὐκ Mang.
20 κακῶν HP1 παραινεῖ Α τότε] τὴν conicio
22 ἀναστὰς MA: ἀποστὰς HP μου] σου Α, sed σ in ras.
23 ἕως ὅτου ἀποστρέψω Α, ω ex ἡ vid. corr.
24 πεποίηκεν P1
25 δὲ AH1: τέ MPH1 εἴληφεν HP
16 cf. ad p. 307, 11.
θαυμασιωτάτη καὶ
περιμάχητος· ἐάν ποτε, φησίν, ὁρᾷς ἀνηρεθισμένον καὶ ἐξηγριωμένον
τὸ θυμοῦ καὶ ὀργῆς πάθος ἐν σαυτῷ ἤ τινι ἑτέρῳ, ὃ ἡ ἄλογος καὶ
ἀτίθασος ζῳοτροφεῖ φύσις, μὴ μᾶλλον αὐτὸ ἀκονήσας ἐκθηριώσῃς —
δήξεται γὰρ ἴσως ἀνίατα —, καταψύχων δὲ τὸ ζέον αὐτοῦ καὶ πεπυρωμένον
ἄγαν ἡμέρωσον· τιθασὸν γὰρ καὶ χειρόηθες εἰ γένοιτο, ἥκιστα
ἂν βλάψαι. τίς οὖν ὁ τρόπος τῆς τιθασείας καὶ ἡμερώσεως αὐτοῦ;
μεθαρμοσάμενος καὶ μετασκευασάμενος, ὅσα τῷ δοκεῖν, ἀκολούθησον τὸ
πρῶτον οἷς ἂν ἐθέλῃ καὶ πρὸς μηδὲν ἐναντιωθεὶς ὁμολόγησον τὰ αὐτὰ
φιλεῖν τε καὶ μισεῖν· οὕτω γὰρ ἐξευμενισθήσεται. πραϋνθέντος δὲ
ἀποθήσῃ τὴν ὑπόκρισιν, καὶ μηδὲν ἔτι προσδοκῶν ἐξ ἐκείνου κακὸν
πείσεσθαι μετὰ ῥᾳστώνης ἐπανελεύσῃ πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν.
εἰσάγεται γὰρ διὰ τοῦτο Χαρρὰν θρεμμάτων μὲν ἀνάπλεως, οἰκήτορσι δὲ κεχρημένη κτηνοτρόφοις· τί γὰρ ἂν εἴη χωρίον ἀλόγῳ φύσει καὶ τοῖς τὴν ἐπιμέλειαν καὶ προστασίαν αὐτῆς ἀνειληφόσιν ἐπιτηδειότερον τῶν ἐν ἡμῖν αἰσθήσεων;
πυθομένου γοῦν τοῦ ἀσκητοῦ „πόθεν
καὶ αὐτὸς δὲ
ἐπειδὰν ἤδη τελειωθῇ, τὸν μὲν τῶν αἰσθήσεων οἶκον ἀπολείψει, τὸν
δὲ τῆς ψυχῆς ὡς ψυχῆς ἱδρύεται, ὃν ἔτι ὢν ἐν τοῖς πόνοις καὶ ταῖς
ἀσκήσεσιν ἀναζωγραφεῖ· λέγει γάρ· „πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;“
2 ἑαυτῶν Α τράπηται] δραπετεύῃ coni. Mang.
4 τοῦ κρείττονος AP2
6 κἀξηγριωμένον P ἠγριωμένον L
7 ὃ] ὃν MP1
8 ἀτίθασσος v ζωπυρεῖ coni. Mang. αὐτῶ Α
9 δήξηται Α καταψήχων M
10 τιθασσὸν v
11 βλάψαι scripsi: βλάψοι codd. τιθασσείας v
12 τὸ δοκεῖν Α 12.
13 τῶ πρώτω Α
13 ἐθέλοι Α ἐναντιωθῆς Η
18 χωρίον om. A
19 ἐστὶν 11-
22 γιγνώσκουσι M
24 τὸ] πᾶν conicio ποιότητος H, ποιό ττ P αἴσθησιν HP1
25 οἴονται coni. Mang. ποιο ττ, H, ποιό ττ P, ποιότητος Turn.
26 ἀπολήψει Α
27 ἱδρύσεται Mang. ὃν om. Α
28 ἀσκήσεσιν Mang. : αἰσθήσεσιν codd. ἀναζωγραφοῖ HP
καὶ γὰρ αὗται ποιοῦσι σκεπάσματα οἰκεῖα καὶ
φυλακτήρια φιλαρέτοις ψυχαῖς· τὸ δὲ εὐερκέστατον οἰκοδόμημα ἦν ὁ
θεοῦ φόβος τοῖς φρουρὰν καὶ τεῖχος αὐτὸν ἀκαθαίρετον πεποιημένοις.
„ἐπειδὴ“ γάρ φησιν „ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς
οἰκίας“ (Exod. 1,21).
„διοδεῦσαι τὴν γῆν ἕως τοῦ τόπου Συχὲμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν“
(Gen. 12, 6). τί δέ ἐστι τὸ διοδεῦσαι, σκεψώμεθα· τὸ φιλομαθὲς
ζητητικὸν καὶ περίεργόν ἐστι φύσει, πανταχῇ βαδίζον ἀόκνως καὶ πανταχόσε
διακῦπτον καὶ μηδὲν ἀδιερεύνητον τῶν ὄντων μήτε σωμάτων
μήτε πραγμάτων ἀπολιπεῖν δικαιοῦν. λίχνον γὰρ ἐκτόπως θεαμάτων
καὶ ἀκουσμάτων εἶναι πέφυκεν, ὡς μὴ μόνον τοῖς ἐπιχωρίοις ἀρκεῖσθαι,
ἀλλὰ καὶ τῶν ξενικῶν καὶ πορρωτάτω διῳκισμένων ἐφίεσθαι.
λέγουσι γοῦν, ὡς ἔστιν ἄτοπον ἐμπόρους μὲν καὶ καπήλους γλίσχρων ἕνεκα
κερδῶν διαβαίνειν τὰ πελάγη καὶ τὴν οἰκουμένην ἐν κύκλῳ περιιέναι
ἅπασαν, μὴ θέρος, μὴ χειμῶνα, μὴ πνεύματα βίαια, μὴ ἐναντία, μὴ
νεότητα, μὴ γῆρας, μὴ νόσον σώματος, μὴ φίλων συνήθειαν, μὴ τὰς
ἐπὶ γυναικὶ καὶ τέκνοις καὶ τοῖς ἄλλοις οἰκείοις ἀλέκτους ἡδονάς, μὴ
πατρίδος καὶ πολιτικῶν φιλανθρωπιῶν ἀπόλαυσιν, μὴ χρημάτων καὶ
κτημάτων καὶ τῆς ἄλλης περιουσίας ἀσφαλῆ χρῆσιν, μὴ τῶν ἄλλων
ὁτιοῦν συνόλως μέγα ἢ μικρὸν ἐμποδὼν τιθεμένους,
τοῦ δὲ καλλίστου
καὶ περιμαχήτου καὶ μόνῳ τῷ γένει τῶν ἀνθρώπων οἰκειοτάτου χάριν,
σοφίας, μὴ οὐχὶ θάλατταν μὲν ἅπασαν περαιοῦσθαι, πάντα δὲ γῆς
2 συντρεφόμενος Μang.: συστρεφόμενος codd.
5 εὐερκέστατον Turn.: εὐεργέστατον MHP, εὐεργετικώτατον Α
7 ἐπειδὴ A: ἐπειδὰν MHP
9 τόπων] ὀπῶν Mang.
11 δέ MA: γάρ HP τὸ om. Α
12 βαδίζων Α
13 ὄντων μὴ δὲ MA
16 καὶ τῶν πορρωτάτω L λέγουσι] λόγισαι Mang.
17 γοῦν MA: γὰρ HP μέν om. HP 19.
20 μὴ νεότητα om. HP
22 πατρίδων Α πολιτειῶν Α φιλοτησιῶν Η2
23 κτημάτων καὶ om. Η 25.
26 καὶ μένῳ—ἄπασαν om. H
26 μὲν] μὴ P 25.
26 καὶ μόνῳ—ἅπασαν om. Η1, ἕνεκα λόγου μὴ περαιοῦσθαι πάντα μὲν πελάγη H2
16 sqq. cf. commentationem meam „PhiIo und die kynisch - stoische Diatribe p 44. 45.
διόδευσον
μέντοι, ψυχή, καὶ τὸν ἄνθρωπον, εἰ θέλεις, ἕκαστον τῶν περὶ
αὐτὸν ἀγαγοῦσα εἰς ἐπίκρισιν, οἷον εὐθέως τί τὸ σῶμα καὶ τί ποιοῦν
ἢ πάσχον διανοίᾳ συνεργεῖ, τί ἡ αἴσθησις καὶ τίνα τρόπον τὸν ἡγεμόνα
νοῦν ὠφελεῖ, τί λόγος καὶ τίνων γινόμενος ἑρμηνεὺς πρὸς καλοκἀγαθίαν
συμβάλλεται, τί ἡδονὴ καὶ τί ἐπιθυμία, τί λύπη καὶ φόβος καὶ τίς ἡ
πρὸς ταῦτα ἰατρική, δι’ ἧς ἢ ληφθείς τις εὐμαρῶς διεκδύσεται ἢ οὐχ
ἁλώσεται πρὸς αὐτῶν τὸ παράπαν, τί τὸ ἀφραίνειν, τί τὸ ἀκολασταίνειν,
τί τὸ ἀδικεῖν, τίς ἡ τῶν ἄλλων πληθὺς νοσημάτων, ὅσα ἡ φθοροποιὸς
ἀποτίκτειν πέφυκε κακία, καὶ τίς ἡ τούτων ἀποστροφή, καὶ κατὰ
τὰ ἐναντία τί τὸ δίκαιον ἢ τὸ φρόνιμον ἢ τὸ σῶφρον, τὸ ἀνδρεῖον, τὸ
εὔβουλον, ἀρετὴ συνόλως ἅπασα καὶ εὐπάθεια, καὶ ὃν τρόπον ἕκαστον
αὐτῶν εἴωθε περιγίνεσθαι.
διόδευσον μέντοι καὶ τὸν μέγιστον καὶ τελεώτατον
ἄνθρωπον, τόνδε τὸν κόσμον, καὶ διάσκεψαι τὰ μέρη, ὡς τόποις
μὲν διέζευκται, δυνάμεσι δὲ ἥνωται, καὶ τίς ὁ ἀόρατος οὗτος τῆς ἁρμονίας
καὶ ἑνώσεως πᾶσι δεσμός. ἐὰν μέντοι σκοπούμενος μὴ ῥᾳδίως
καταλαμβάνῃς ἃ ζητεῖς, ἐπίμενε μὴ κάμνων· οὐ γὰρ τῇ ἐκεχειρίᾳ
ληπτὰ ταῦτ’ ἐστίν, ἀλλὰ μόλις πολλοῖς καὶ μεγάλοις πόνοις ἀνευρισκόμενα.
οὗ χάριν ὁ φιλομαθὴς τοῦ τόπου Συχὲμ ἐνείληπται, μεταληφθὲν
δὲ τοὔνομα Συχὲμ ὠμίασις καλεῖται, πόνου σύμβολον, ἐπειδὴ τοῖς
1 φιλοπευστοῦντες Α
4 τῶν] τὸν Α
7 γενόμενος ΑΗ
9 λειφθείς 1 διεκδύεται A
10 αὐτὸν Α
12 ἀποτροπή coni. Mang.
15 περιγίνεσθαι MAP2: παραγίνεσθαι HP1
17 ἄρρηκτος coni. Mang. οὗτος om. HP
18 δεσμός MA: δεσμός ἐστιν HP
19 ἐκκεχειρίᾳ Η2: ἑτέρᾳ ceteri, ῥᾳστώνῃ coni. Cohn (cf. vol. I p. 217,16)
20 μόλις ι conicio μόλις post transpos. HP καὶ πολλοῖς transpos. MA
21 εἰς τὸ ante τοῦ add. 2
22 ὁμοίασις A (sed ὠμίασις m. rec. in mg.), ὦμος coni. Mang. πόνου δέ 2 σύμβουλον Α
21 sqq. Ambrosius De Abraham I 2,5: „egressus egressus perambulavit terram usque ad Sychem“, i quod interpretatione latina dicitur humerus vel cervix, per quae praescripti operis intelligimus; siquidem et infra habemus scriptum „supposuit humerum suum ad laborandum". unde per figuram locorum id expressum advertimus, quod devotionem suam sanctus Abraham non solum studio, sed etiam efficacia probaverit fructuosa, qua ad quercum usque pervenerit. cf. o etiam II 3, 8 enim vel humerus vel cervix significatur, quod est laboris et exercitationis indicium . . . . ad naturae gratiam adiuncta exercitatiune ita fundatior et excelsior factus, ut usque ad quercum altam pertransiret — quae arbor ut alta, ita etiam robusta indicio est . . . . . Origenes, Homilia V,
1 in Numeros p. 284: humeri autem quod operum indicium teneant, in multis scripturae saepe locis ostendimus.
ὥστε μηδέποτε, ὦ διάνοια, μαλακισθεῖσα ὀκλάσῃς, ἀλλά, κἄν τι δοκῇ δυσθεώρητον εἶναι, τὸ ἐν
σαυτῇ βλέπον διανοίξασα διάκυψον εἴσω καὶ ἀκριβέστερον τὰ ὄντα ἐναύγασαι
καὶ μήτε ἑκοῦσα μήτε ἄκουσά ποτε μύσῃς· τυφλὸν γὰρ ὕπνος,
ὡς ὀξυωπὲς ἐγρήγορσις. ἀγαπητὸν δὲ τῷ συνεχεῖ τῆς προσβολῆς εἱλικρινῆ
τῶν ζητουμένων λαβεῖν φαντασίαν.
οὐχ ὁρᾷς ὅτι καὶ δρῦν ὑψηλὴν ἐν Συχὲμ πεφυτεῦσθαί φησιν αἰνιττόμενος τὸν ἀνένδοτον καὶ ἀκαμπῆ,
στερρόν τε καὶ ἀρραγέστατον παιδείας πόνον; ᾧ τὸν μέλλοντα ἔσεσθαι
τέλειον καὶ ἀναγκαῖον κεχρῆσθαι, ἵνα μὴ τὸ ψυχῆς δικαστήριον, ὄνομα
Δεῖνα — κρίσις γὰρ ἑρμηνεύεται —, συλληφθῇ πρὸς τοῦ τὸν ἐναντίον
μοχθοῦντος πόνον, τοῦ φρονήσεως ἐπιβούλου.
ὄνος —, ἀφροσύνην ἐπιτηδεύων καὶ συντραφεὶς ἀναισχυντίᾳ καὶ θράσει
τὰ κριτήρια τῆς διανοίας μιαίνειν ὁ παμμίαρος καὶ φθείρειν ἐπεχείρησεν,
εἰ μὴ θᾶττον οἱ φρονήσεως ἀκουσταὶ καὶ γνώριμοι, Συμεών τε καὶ Λευί,
φραξάμενοι τὰ οἰκεῖα ἀσφαλῶς ἐπεξῆλθον, ἔτι ὄντας ἐν τῷ φιληδόνῳ
καὶ φιλοπαθεῖ καὶ ἀπεριτμήτῳ πόνῳ καθελόντες· χρησμοῦ γὰρ ὄντος,
ὡς "οὐκ ἂν γένοιτό ποτε πόρνη τῶν τοῦ βλέποντος, Ἰσραήλ, θυγατέρων“ (Deut. 23, 17), οὗτοι τὴν παρθένον ψυχὴν ἐξαρπάσαντες λαθεῖν
ἤλπισαν (Gen. 34).
οὐ γὰρ ἐρημία γε τῶν βοηθησόντων τοῖς παρασπονδουμένοις ἐστίν, ἀλλὰ κἂν οἴωνταί τινες, οἰήσονται μόνον, ἀπελεγχθήσονται
δὲ τῷ ἔργῳ ψευδοδοξοῦντες. ἔστι γάρ, ἔστιν ἡ μισοπόνηρος
καὶ ἀμείλικτος καὶ ἀδικουμένων ἀρωγὸς ἀπαραίτητος δίκη, σφάλλουσα
1 ὡς om. HP
5 βλέπον ι conicio ὄντα] ἔνδον coni.
6 τυφλὸς Α
7 ὀξυωπὴς Α ἀγαπητῶν Α προσβολῆς Mang. : προβολῆς codd.
11 τέλειον om. A καὶ om. Η2, post καὶ vocabulum excidisse videtur μὴ Τurn.: i μὴ δὲ codd. τῆς ψυχῆς HP
12 Δίνα MP διάκρισις τοῦ τὸν PH1: τοῦτον M, τοῦ τῶν H2, τὰς τῶν Α ἐναντίων ΑΗ
13 πόνου Η τοῦ et ἐπιβούλου Η2: τὸν et ἐπίβουλον ceteri
17 ἐρασταὶ conicio
21 λαθεῖν Mang. : παθεῖν codd.
22 βοηθησάντων Α
25 ἀρρωγὸς HP