Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
Γελᾶτε ἐμὴν φωνήν, διότι οὐ τρανῶς ἑλληνικὰ γράμματα λέγει. Ἀνάχαρσις παρʼ Ἀθηναίοις σολοικίζει, Ἀθηναῖοι δὲ παρὰ Σκύθαις. οὐ φωναῖς διήνεγκαν ἄνθρωποι ἀνθρώπων εἰς τὸ εἶναι ἀξιόλογοι, ἀλλὰ γνώμαις, ὥσπερ καὶ Ἕλληνες Ἑλλήνων. Σπαρτιᾶται οὐ τρανοὶ ἀττικίζειν, ἀλλʼ ἔργοις λαμπροὶ καὶ εὐδόκιμοι. οὐ ψέγουσι Σκύθαι λόγον; ὃς ἐμφανίζει τὰ δέοντα, οὐδʼ ἐπαινοῦσιν ὃς ἂν μὴ ἐφίκηται τοῦ δέοντος. πολλὰ καὶ ὑμεῖς οἰκονομεῖτε οὐ προσέχοντες φωνῇ ἄρθρα οὐκ ἐχούσῃ. εἰσάγεσθε ἰατροὺς Αἰγυπτίους, κυβερνήταις χρῆσθε Φοίνιξιν, ὠνεῖσθε ἐν ἀγορᾷ οὐ διδόντες πλεῖον τῆς ἀξίας τοῖς ἑλληνιστὶ λαλοῦσιν, οὐδὲ ὀκνηρῶς λαμβάνετε παρὰ βαρβάρων, ἐὰν πρὸς τρόπου πωλῶσι. βασιλεῖς Περσῶν κἀκείνων φίλοι μεγαλοφρονοῦντες ὅταν βούλωνται πρὸς Ἑλλήνων πρεσβευτὰς ἑλληνικῇ φωνῇ φθέγγεσθαι, ἀναγκάζονται σολοικίζειν, ὧν ὑμεῖς οὔτε βουλὰς οὔτε ἔργα καταμέμφεσθε. λόγος δὲ κακὸς οὐ γίνεται, ὅταν βουλαὶ ἀγαθαὶ ὦσι, καὶ ἔργα καλὰ λόγοις παρακολουθῇ. Σκύθαι δὲ κρίνουσι λόγον φαῦλον, ὅταν διαλογισμοὶ φαῦλοι γίγνωνται. πολλῶν καθυστερήσετε, ἂν δυσχεραίνητε φωναῖς βαρβάροις, καὶ διὰ τοῦτο μὴ ἀποδεχόμενοι τὰ λεγόμενα· πολλοὺς γὰρ ποιήσετε ὀκνηροὺς εἰσηγεῖσθαι ὑμῖν τὰ συμφέροντα. διὰ τί βαρβαρικὰ τιμᾶτε ὑφάσματα, φωνὴν δὲ βάρβαρον οὐ δοκιμάζετε; αὐλούντων καὶ ᾀδόντων φωνὰς ζητεῖτε ἐμμελεῖς, καὶ ποιητῶν ἔμμετρα ποιούντων ἐπιλαμβάνεσθε, εἰ μὴ ἀναπληροῦσι γράμμασιν ἑλληνικοῖς τὰ μέτρα· λεγόντων δὲ θεωρεῖτε αὐτὰ τὰ λεγόμενα· τὸ γὰρ τέλος τούτων εἰς ὄνησιν. καὶ βαρβάροις πειθόμενοι οὐκ ἐπιτρέψετε γυναιξὶ καὶ τέκνοις, καὶ προσέχουσιν ὑμῖν, ἐὰν σολοικίζητε· κρεῖσσον γὰρ σολοικίζουσιν πειθαρχοῦντας σώζεσθαι, ἢ τρανῶς ἀττικίζουσιν ἐπακολουθοῦντας μεγάλα βλάπτεσθαι. ἀπαιδεύτων ταῦτά ἐστι καὶ ἀπειροκάλων, ἄνδρες Ἀθηναῖοι· σώφρων γὰρ οὐδεὶς ἂν διανοηθείη ταῦτα.
Ἑλλήνες σοφοὶ ἄνδρες, οὐδέν γε σοφώτεροι βαρβάρων· τὸ γὰρ ἐπίστασθαι
καλὸν εἰδέναι οὐκ ἀφείλοντο θεοὶ βαρβάρων. πεῖραν δʼ ἔξεστι λαμβάνειν ἐξετάζοντας εἰ
καλὰ φρονοῦμεν, καὶ βασανίζειν εἰ συμφωνοῦμεν· λόγοις πρὸς ἔργα εἰ ὅμοιοί ἐσμεν τοῖς
ἀγαθῶς ζῶσι. στολὴ δὲ καὶ κὀσμος σώματος
Οἶνος πολὺς ἄκρατος ἀλλότριος τοῦ καλῶς τίθεσθαι τὰ καθήκοντα· συγχεῖ γὰρ φρένας, ἐν αἷς ἵδρυται ἀνθρώποις τὸ λογίζεσθαι, τὸν δὲ ὀρεγόμενον μεγάλων οὐκ εὐχερὲς καλῶς πρᾶξαι ἃ ἐπιβάλλεται, ἐὰν μὴ νήφοντα βίον καὶ μεριμνητικὸν ἐνστήσηται. ἀφεὶς οὖν κύβους καὶ μέθην τρέπου πρὸς τὰ διʼ ὧν ἄρξεις, κατὰ τρόπον εὐεργεσίας πατρὸς σεαυτοῦ φίλους καὶ προσαίτας εὖ ποιῶν· εἰ δὲ μή, πρὸς τῷ αἰσχρὸς εἶναι κινδυνεύσεις ἰδίῳ σώματι. τότε δὲ μνησθήσονταί σου φίλοι ἀνδρὸς Σκύθου Ἀναχάρσιδος.
Φθόνος καὶ πτόησις μεγάλα τεκμήρια φαύλης ψυχῆς· φθόνῳ μὲν γὰρ ἕπεται λύπη εὐπραγίας φίλων καὶ πολιτῶν, πτοήσει δὲ ἐλπίδες κενῶν λόγων. Σκύθαι οὐκ ἀποδέχονται τοιούτους ἄνδρας, ἀλλὰ χαίρουσί τε τοῖς εὖ πράττουσι, καὶ ζητοῦσιν ὧν εὔλογον αὐτοὺς τυχεῖν· μῖσος δὲ καὶ φθόνον καὶ πᾶν δύσκολον πάθος ὡς πολέμια ἐκδιώκοντες παντὶ σθένει διατελοῦσιν.
Ἐμοὶ μὲν περίβλημα χλαῖνα σκυθική, ὑπόδημα δέρμα ποδῶν, κοίτη δὲ πᾶσα γῆ, δεῖπνον καὶ ἄριστον γάλα καὶ τυρὸς καὶ κρέας ὀπτόν, πιεῖν ὕδωρ. ὡς οὖν ἄγοντός μου σχολὴν ὧν οἱ πλεῖστοι ἕνεκεν ἀσχολοῦνται παραγενοῦ πρός με, εἴ τινά μου χρείαν ἔχεις. δῶρα δʼ οἷς ἐντρυφᾶτε ἀντιδωροῦμαί σοι, ὑμεῖς δʼ ὅσοι Καρχηδονίων εἰς χάριν σὴν ἀνέθεσθε θεοῖς.
Σοὶ μὲν αὐλοὶ καὶ βαλάντια, ἐμοὶ δὲ βέλη καὶ τόξα. διὸ εἰκότως σὺ μὲν
δοῦλος, ἐγὼ δὲ ἐλεύθερος· καὶ σοὶ μὲν πολλοὶ πολέμιοι, ἐμοὶ δὲ οὐδείς. εἰ δὲ θὲλεις
ῥίψας τὸ ἀργύριον φέρειν τόξα καὶ φαρέτραν καὶ πολιτεύεσθαι μετὰ Σκυθῶν, ὑπάρξει καὶ
σοὶ τὰ αὐτά.
Οὐδεὶς ἄρχων ἀγαθὸς ἀπολλύει ἀρχομένους, οὐδὲ ποιμὴν ἀγαθὸς πρόβατα λυμαίνεται· σοὶ δὲ πᾶσα μὲν χώρα ἔρημος ἀρχομένων καὶ κακῶς προστατευθεῖσα ὑπ´ ἀρχόντων, πᾶς δὲ οἶκος ἰδιώτης εἰς ταπεινὸν συνέσταλται, ὥστε μὴ δύνασθαι τοῖς πράγμασι χρήσιμος εἶναι. φείδεσθαι δὲ ἄμεινον ὧν ἂν ἦς κύριος· οὐ μὴ γὰρ ἴδια κτήματα ἐπαύξεται σῇ βασιλείᾳ καὶ διαμένει. νῦν δ' εἰ σπανίζεις μὲν ἀνδρῶν εἰς πόλεμον, ἁρπάζεις δὲ χρημάτων οἷς διοικεῖς οὐ στρατιώτας καὶ δικαίως θεωροῦντας ἓν σῶμα, ἐὰν μὴ καταλείπῃς τροφήν ἀρκοῦσαν, ἔπτησαν καὶ ἐν ὄρεσιν, ἐν ἐρήμοις πεφυκόσιν, ἐν τούτοις οἰκήσουσι καὶ ἐργάσονται τὰ τῶν μελισσῶν.
Κύων ψυχῇ καλὸν ζῷον, μνημονεῦον εὐεργεσιῶν, φιλεῖ τὴν τῶν εὐεργετῶν οἰκίαν, διατηρῶν εὐνομίαν ἕως θανάτου, σὺ δʼ ὑπολείπῃ κυνός, εὐεργεσιῶν δυνάμενος συλλογισμῷ ἐξισοῦσθαι ἀνθρώποις. ζητεῖ οὖν λόγος ἐμός, τίνος ἂν γένοιο θυμῷ δίκαιος, ὅταν πρὸς τοὺς εὐεργέτας λέοντος ψυχὴν φορῆς. πειρῶ οὖν συνήθειαν ἐμὴν ἣν εἴχομεν πρός σε σώζειν· καὶ γὰρ ἐλπίδες καλαὶ ἀνδρὶ τοιούτῳ.
Οἱ ἐν Ἕλλησι ποιηταὶ λόγῳ κόσμον διανέμοντες Κρόνου παισὶν ἀδελφοῖς
λῆξιν τῷ μὲν οὐρανοῦ, τῷ δὲ θαλάττης, τρίτῳ δὲ ζόφου προσέθεσαν. τοῦτο μὲν
ἰδιοπραγίας ἑλληνικῆς· κοινωνίαν γὰρ οὐδεμίαν χρήματος ἐπιστάμενοι τὸ ἑαυτῶν κακὸν
θεοῖς προσένειμαν· γῆν δὲ ὅμως ἐξαίρετον καὶ οὗτοι κοινὴν ἅπασιν ὑπελείποντο. φέρε
τοῦτο πῇ ποτε φέρει τὸ νόημα φροντίζωμεν. πάντας ἐβούλοντο θεοὺς τιμὰς πρὸς ἀνθρώπων
ἔχειν καὶ πάντας ἀγαθῶν δοτῆρας καὶ κακῶν ἀποτρόπους ὑπάρχειν, κοινὸν δὲ θεῶν κτῆμα
γῆ κοινὸν καὶ ἀνθρώπων τὸ πάλαι ἦν, χρόνῳ δὲ παρηνόμησαν ἴδια ἐπονομάζοντες τεμένη
θεοῖς τὰ πάντων κοινά, θεοὶ δὲ ἀντὶ τούτων δῶρα πρέποντα ἀντεδωρήσαντο ἔριν καὶ
ἡδονὴν καὶ μικροψυχίαν ἁνθρώποις. ἀπὸ τούτων μιγνυμένων τε καὶ διακρινομένων τὰ πάντα
ἔφυ κακὰ τοῖς πᾶσι θνητοῖς, ἄροτοι, σπόροι, μεταλλεῖαι, πόλεμοι· καρπούς τε γὰρ
ἐπεισενεγκόντες πολλαπλασίους ἀποφέρονται μικρά, τέχνας τε ποικίλλοντες ὀλιγόβιον
ηὕρηνται τροφήν, γῆς τε χρώματα διάφορα μαστεύοντες θαῦμα πεποίηνται, τόν τε πρῶτον
εὑρόντα τὸ ὀλίγον τοῦτο μακαριστότατον ἄγουσι. καὶ οὐκ ἴσασι παίδων τρόπον ἑαυτοὺς
ἐξαπατῶντες· πόνῳ γὰρ τὸ μηδὲν ἐκτιμήσαντες, ἔπειτα τὸν πόνον αὐτὸν θαυμάζουσιν.
τοῦτό σοι πλείστων ἀνθρώπων ἤκουσα ῥυῆναι τὸ κακόν. ἀπὸ τοῦδε τἄλλα· οὐ γὰρ ὁ μέγας
πλοῦτος οὐδὲ οἱ ἀγροὶ τὴν σοφίαν ἐπρίαντο. τὸ σῶμα
Ἐγώ, βασιλεῦ Λυδῶν, ἀφῖγμαι ἐς τὴν τῶν Ἑλλήνων διδαχθησόμενος ἤθη τὰ τούτων καὶ ἐπιτηδεύματα. χρυσοῦ δ οὐδὲν δέομαι, ἀλλ ἀπόχρη με ἐπανήκειν ἐς Σκύθας ἄνδρα ἀμείνονα. ἥκω γοῦν ἐς Σάρδεις πρὸ μεγάλου ποιούμενος ἐν γνώμη τοι γενέσθαι.