Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
Τὰ μὲν πρότερον πραχθέντα, ὦ Ἀθηναῖοι, ἐν ἄλλαις [πολλαῖς] ἐπιστολαῖς
ἴστε, νῦν δὲ καιρὸς οὐχ ἧσσον μαθόντας ὑμᾶς ἐν ᾧ ἐσμὲν βουλεύσασθαι. κρατησάντων γὰρ
ἡμῶν μάχαις ταῖς πλείοσι Συρακοσίους, ἐφ’ οὓς ἐπέμφθημεν, καὶ τὰ τείχη
οἰκοδομησαμένων ἐν οἷσπερ νῦν ἐσμὲν ἦλθε Γύλιππος Λακεδαιμόνιος στρατιὰν ἔχων ἔκ
τε Πελοποννήσου καὶ τῶν ἐν Σικελίᾳ πόλεων ἔστιν ὧν. καὶ μάχῃ τῇ μὲν πρώτῃ νικᾶται
ὑφ’ ἡμῶν, τῇ δ’ ὑστεραίᾳ ἱππεῦσί τε πολλοῖς καὶ ἀκοντισταῖς βιασθέντες ἀνεχωρήσαμεν
ἐς τὰ τείχη. νῦν οὖν ἡμεῖς μὲν παυσάμενοι τοῦ περιτειχισμοῦ διὰ τὸ πλῆθος τῶν
ἐναντίων ἡσυχάζομεν (οὐδὲ γὰρ ξυμπάσῃ τῇ στρατιᾷ δυναίμεθ’ ἂν χρήσασθαι
ἀπαναλωκυίας τῆς φυλακῆς τῶν τειχῶν μέρος τι τοῦ ὁπλιτικοῦ), οἱ δὲ
παρῳκοδομήκασιν ἡμῖν τεῖχος ἁπλοῦν, ὥστε μὴ εἶναι ἔτι περιτειχίσαι αὐτούς, ἢν μή τις
τὸ παρατείχισμα τοῦτο πολλῇ στρατιᾷ ἐπελθὼν ἕλῃ. ξυμβέβηκέ τε πολιορκεῖν δοκοῦντας
ἡμᾶς ἄλλους αὐτοὺς μᾶλλον, ὅσα γε κατὰ γῆν, τοῦτο πάσχειν· οὐδὲ γὰρ τῆς χώρας ἐπὶ
πολὺ διὰ τοὺς ἱππέας ἐξερχόμεθα. πεπόμφασι δὲ καὶ ἐς Πελοπόννησον πρέσβεις ἐπ’
ἄλλην στρατιὰν καὶ ἐς τὰς ἐν Σικελίᾳ πόλεις Γύλιππος οἴχεται, τὰς μὲν καὶ πείσων
ξυμπολεμεῖν ὅσαι νῦν ἡσυχάζουσιν, ἀπὸ δὲ τῶν ἔτι καὶ στρατιὰν πεζὴν καὶ ναυτικοῦ
παρασκευήν, ἢν δύνηται, ἄξων. διανοοῦνται γάρ, ὡς ἐγὼ πυνθάνομαι, τῷ τε πεζῷ ἅμα τῶν
τειχῶν ἡμῶν πειρᾶν καὶ ταῖς ναυσὶ κατὰ θάλασσαν. καὶ δεινὸν μηδενὶ ὑμῶν δόξη εἶναι
ὅτι καὶ κατὰ θάλασσαν· τὸ γὰρ ναυτικὸν ἡμῶν, ὅπερ κἀκεῖνοι πυνθάνονται, τὸ μὲν πρῶτον
ἤκμαζε καὶ τῶν νεῶν τῇ ξηρότητι καὶ τῶν πληρωμάτων τῇ σωτηρίᾳ· νῦν δὲ αἵ τε νῆες
διάβροχοι τοσοῦτον χρόνον ἤδη θαλασσεύουσαι καὶ τὰ πληρώματα ἔφθαρται. τὰς μὲν γὰρ
ναῦς οὐκ ἔστιν ἀνελκύσαντας διαψῦξαι διὰ τὸ ἀντιπάλους τῷ πλήθει καὶ ἔτι πλείους
τὰς τῶν πολεμίων οὔσας ἀεὶ προσδοκίαν παρέχειν ὡς ἐπιπλεύσονται· φανεραὶ δ’ εἰσὶν
ἀναπειρώμεναι καὶ αἱ ἐπιχειρήσεις ἐπ’ ἐκείνοις καὶ ἀποξηρᾶναι τὰς σφετέρας μᾶλλον
ἐξουσία· οὐ γὰρ ἐφορμοῦσιν ἄλλοις. ἡμῖν δ’ ἐκ πολλῆς ἂν περιουσίας νεῶν μόλις τοῦτο
ὑπῆρχε καὶ μὴ ἀναγκαζομένοις, ὥσπερ νῦν, τάσαις φυλάσσειν· εἰ γὰρ ἀφαιρήσομέν τι καὶ
βραχὺ τῆς τηρήσεως, τὰ ἐπιτήδεια οὐχ ἕξομεν, παρὰ