Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts epistle and section.
This pointer pattern extracts epistle.
Πολύκλειτος ὁ Μεσσήνιος, οὗ κατηγορεῖς παρὰ τοῖς πολίταις προδοσίαν, ἰάσατό μου νόσον ἀνήκεστον, οὐκ ἀγνοῶ δὲ λύπας εὐαγγελιζόμενός σοι καὶ δάκρυα σὲ δ᾽ οὐκ ἂν οὐδ᾽ αὐτὸς δ τῆς τέχνης ἡγεμὼν Ἀσκληπιὸς πιὸς μετὰ πάντων ἰάσαιτο τῶν θεῶν. σώματος μὲν γὰρ ἀρρωστίαν θεραπεύει τέχνη, ψυχῆς δὲ νόσον ἰατρὸς ἶᾶται θάνατος, ὃν ἐπαχθέστατον ἀντὶ πολλῶν καὶ μεγάλων ἀδικημάτων, οὐκ ἀκουσίων, ὧν ἐμοὶ προστρίβεις ἀλλ ἑκουσίων, ὧν αὐτὸς εἴργασαι, προσδέχου.
Οὐ μέμφομαι τὴν ἀχαριστίαν ὁμῶν πολλάκις εὐηργετημένων, ὅτι μου κρινομένου περὶ τῶν ὅρων πρὸς τοὺς ἀστυγείτονας κατεψευδομαρτυρήκατε, κατηγορῶ δὲ ἐμαυτοῦ τῆς ἀναλγησίας, ὅτι προπηλακιζόμενος ὑπὸ τῶν αὐτῶν πολλάκις οὐ σωφρονίζομαι. ὑμεῖς μὲν γὰρ οὐδέποτε χάριτος ἐμοὶ μνημονεύετε, ἐγὼ δ᾽ ὡς μηδέποτε ἐπιλελησμένοις χαρίζομαι.
Εἰ τοὺς μετ᾽ ἀνάγκης τι πράξαντας τῶν μὴ νομίμων χαλεπὰς ἔχειν δεῖ περὶ τοῦ μέλλοντος βίου τὰς προσδοκίας, ὡς ὑπέφαινες Αἰγεσταίοις, εἰς τὴν τοῦ δαιμονίου πρόνοιαν ἀναφέρων τὰ περὶ ἐμοῦ, τίνας ἐχρῆν ἐλπίδας ἔχειν σὲ περὶ σεαυτοῦ, τὸν μὴ μετ᾽ ἀνάγκης μηδὲν ὢν παρανενόμηκας, μετὰ γνώμης δὲ ἅπαντα ἠσεβηκότα;
Οὐκ ὀρθῶς ἠρώτησας ἐν Δεοντίνοις ὡς παρόντα με καὶ δυνάμενον ἀποκρίνασθαί σοι, τίς εἰμὶ καὶ τίνων καὶ πόθεν. ἐγὼ γὰρ ὥσπερ ἐμαυτὸν οἶδα Φάλαριν Λεωδάμαντος υἱόν, Ἀστυπαλαιέα τὸ γένος, πατρίδος ἀπεστερημένον, τύραννον Ἀκραγαντίνων, ἔμπειρον πολέμων, ἀπτῶτα μέχρι τοῦ παρόντος, οὕτως οἶδα καὶ Δυκῖνον πόρνον μὲν ἐν παισί, λάγνον δ᾽ ἐν νέοις, μοιχὸν δ᾽ ἐν γυναιξίν, ἀκόλαστον δ᾽ ἐν νόμοις, ἀσελγῆ δ᾽ ἐν ἡδοναῖς, ἀργὸν δ᾽ ἐν εἰρήνη, λιποτάκτην δ᾽ ἐν τολέμῳ, δώσοντά μοι καὶ τῶν δημηγοριῶν καὶ τούτων
Εἰ καταλῦσαί με τὸν πρὸς ὑμᾶς ὀρέγεσθε πόλεμον, μηδὲν αἰδεσθέντες ἔκδοτέ μοι Λυκῖνον, ἵνα τὴν ὀργὴν ἅπασαν εἰς τοῦτον ἀφεὶς παύσωμαι τοῦ πρὸς τὴν πόλιν θυμοῦ. χρήσομαι δ’ οὐδὲν αὐτῷ χαλεπώτερον ἢ πάντας ὑμᾶς ἐπίσταμαι βουλομένους.
Τῷ μὲν υἱῷ σου διὰ τὴν νεότητα συγγινώσκω, σοὶ δὲ διὰ τὸ γῆρας, καίπερ ἀσύγγνωστα πεποιηκόσιν. ἂν μέντοι μὴ παύσησθε τῆς αὐθαδείας, οὔτ’ ἐκεῖνον ἡ νεότης οὔτε σὲ τὸ γῆρας ἐξαιρήσεται, δι’ αὐτὰ δὲ ταῦτα καὶ μᾶλλον κολασθήσεσθε, δι’ ἃ νῦν συγγνώμης ἀξιοῦσθε.
Γνώμης γενόμενος τὸ πρῶτον ἁλόντα αἰχμάλωτον ἀποκτεῖναί σου τὸν υἱὸν ἀνθ’ ὧν ἠδίκηκέ μου τοὺς ναυάρχους, μετέγνων ὕστερον καὶ σέσωκα. μᾶλλον γὰρ βούλομαι διὰ τῆς ἐκείνου ζωῆς σὲ λυπεῖν ἢ διὰ τῆς ἀναιρέσεως τὸν ἀποθανόντα.
Εἰδώς σου τὴν χρηστότητα τοῦ τρόπου καὶ τὴν ὑπερφυᾶ πρὸς ἅπαντας φιλανθρωπίαν, καὶ ὅτι τὰς τῶν πλησίον εὐτυχίας ἡμέρως καὶ συμπαθῶς ἰδίας ἀλγηδόνας καὶ συμφορὰς ἡγῇ, γέγραφά σοι συντόμως, ὅτι καὶ τὴν δίκην καὶ τὴν ναυμαχίαν καὶ τὴν παράταξιν καὶ τὸ τελευταῖον τὸν ἱππικὸν ἀγῶνα νενικήκαμεν, ἵν’ ἀκούσας, ὡς προσήκει καλῷ κἀγαθῷ, στένῃς ἀδιαλείπτως, λαμβάνων παρὰ τῆς σεαυτοῦ φύσεως τὰς ἀξίας καὶ πρεπούσας τοσαύτῃ κακοηθείᾳ βασάνους.
Πάνυ μοι δοκεῖ μετὰ γέλωτος ἄξιον εἶναι θαυμάσαι τὸ σωφρονίζεσθαί τινας ὑπὸ σοῦ· τὸν γὰρ ἄλλοις ἐπιτιμᾶν ἐπιβαλλόμενον καὶ αὐτὸν ἀπηλλάχθαι χρὴ πάσης πονηρίας. σὺ δὲ ταῖς τῶν ὑπὸ σοῦ νουθετουμένων κακίαις ἔνοχος ὢν καὶ ταῖς ἄλλαις ἁπάσαις ὡς ἀνεπίληπτος εἰς πονηρίαν οὕτω νουθετεῖς.
Ἀχθομένῳ σοι βαρέως ἐπὶ τῇ τοῦ παιδὸς τελευτῇ πᾶσα συγγνώμη, κἀγὼ δὲ σφόδρα συμπαθῶν, ὡσεὶ τῶν οἰκείων τὸ συμβεβηκὸς ἡγούμενος, μεῖζον ἄχθομαι, καίτοι στερροτέρᾳ φύσει πρὸς τὰ τοιαῦτα
Καὶ τοὺς ἵππους ἐκπέπομφά σοι κεκοσμημένους ἐπὶ τὸν ἀγῶνα καὶ τὰ χρήματα δοῦναι Τεύκρῳ προστέταχα. κἂν ἄλλου του δέῃ, μὴ κατόκνει γράφειν· οὐδὲν γὰρ οὕτως ἔσται μέγα τῶν αἰτημάτων, ὃ μὴ πάντως αἰτησαμένῳ χαριούμεθα.
Τεθησαυρίκαμεν τοῦ πλούτου ὅσον παρέσχεν ὁ θεὸς εἰς μεταβολὰς τῆς τύχης οὐκ ἐν τοῖς κόλποις τῆς γῆς, ὡς παρῄνεις, ἀλλ’ εἰς τοὺς βουληθέντας τῶν φίλων τὰς δωρεὰς λαμβάνειν. σὺ δ’ οὐδ’ εἰς τοῦτο πρόθυμον ἡμῖν σεαυτὸν ἐχαρίσω, τὸ κατά γε ὑμᾶς τοὺς φίλους, κἂν ἀποσφαλῶμεν τῆς ἀρχῆς, ἔχεσθαι τῶν ἐλπίδων. οὐ μὴν ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν γε λαβὼν ὡς παρακαταθήκην ἐμοὶ φυλαχθησομένην φίλου τι ποίησον ἔργον· πιστὸν γὰρ οὐδὲν ἡγησόμεθα γῆς μέρος παρελθόντες ὡς κόνεως ἀπιστοτέρους τοὺς ἐξ ὑμῶν τῶν ἑταίρων κρατίστους. ὧν εὐτυχούντων, κἂν αὐτὸς ἑτέρῳ συμπλακῶ δαίμονι, ἡσθεὶς οὐδὲν ἧττον εὐτυχεῖν δόξω.
Ἄλλου μὲν ἦν κακῶς πεπονθότος μηδὲν ὁμολογῆσαι πρὸς τὸν δεδρακότα περὶ ἀμύνης, ἵν’ ὡς ἥκιστα πρὸς αὐτὸν ὕποπτος ἁλῴη, ἐγὼ δὲ τοῦτο μὲν ἀγεννοῦς ἀνδρὸς ἔργον ἡγοῦμαι τὸ τὸν ἀγνοοῦντα χειρώσασθαι. προηδικημένος δ’ ὑπὸ σοῦ μεγάλα μηνύω σοι φυλάτ- τεσθαι τὴν ἐπιοῦσαν ἐξ ἡμῶν ἄμυναν, ἵνα πρὸ τοῦ μὲν παθεῖν ἡ προσδοκία κολάζῃ σε, μετὰ δὲ τὴν προσδοκίαν αὐτὸ τὸ παθεῖν.
Οὔτε δοκοῦντος οὔτε ὄντος ἀδίκου τὸν ἄρξαντα πλημμελεῖν ἀμύνεσθαι, τοῦ πρώτου γεγονότος ὑπὸ τοῦ τὸ δεύτερον παρ’ ἡμῶν ἔσεσθαι προσδέχου.
Ταυρομενείταις τὰ λύτρα τῶν αἰχμαλώτων, ἅπερ ἔλαβον ἀπόδος, μὴ ποιούμενος ἐμὴν τὴν χάριν ἀλλὰ Στησιχόρου. ζῇ γὰρ ἐκεῖνος εἰς τὴν τῶν ληψομένων εὐεργεσίαν ὁ παρ’ ἐμοῦ ταύτην ᾐτημένος, τέθνηκε μέντοι ἡ περὶ τούτων αὐτῷ χάρις εἰς ἀμνήμονας ἀνθρώπους δεδομένη.
Τὰ μὲν σὰ καὶ τούτων ὧν πεπόμφαμεν καὶ πλειόνων ἔτι καὶ μειζόνων ἀγαθῶν ἄξια, τὰ δ’ ἐμὰ μὴ βούλου μαθεῖν· οὐδὲν γὰρ ἐπ’ αὐτοῖς ἔχομεν σιγῆς κρεῖττον.
Οὐ διδόναι χάριτας οἶμαι δωρούμενος ἀγαθοῖς ἀνδράσιν, ἀλλὰ πολὺ μᾶλλον παρ’ αὐτῶν λαμβάνειν. ὅθεν, ἀξιῶ, μὴ ὡς πρὸς δεδωκότα με χάριν, ἀλλ’ ὡς πρὸς ὀφείλοντά σοι διὰ τὸ βουληθῆναί σε λαβεῖν ἃ ἐπέμψαμεν γράφε.
Καί περ ἐμαυτοῦ πλείστην οἶδά σοι χάριν καὶ περὶ τοῦ κοινοῦ παιδός, ὃν ἐπὶ σοὶ κατέλιπον, Ἐρύθεια· περὶ μὲν ἐμαυτοῦ, ὅτι φεύγοντός μου χηρεύειν ὑπέμεινας μᾶλλον ἢ γήμασθαί τινι, πλείστων ἀγαγέσθαι σε βουλομένων, περὶ δὲ τοῦ παιδός, ὅτι σὺ ἀμφότερα καὶ πατὴρ αὐτῷ καὶ μήτηρ ἐγένου, οὔτ’ ἄνδρ’ ἕτερον ἀντὶ Φαλάριδος, οὔθ’ υἱὸν ἀντὶ Παυρόλα προτμήσασα, ἀλλ’ ἀντὶ μὲν ἀνδρὸς δευτέρου τὴν ἐπὶ τῷ πρώτῳ μονὴν ἑλομένη, ἀντὶ δὲ παιδὸς ἄλλου τὸν ὑπὸ τοῦ πρώτου σπαρέντα σώζουσα. τελείωσον οὖν ἀνδρὶ καὶ υἱῷ τὴν ὑπὸ σεαυτῆς αὐτῷ δεδομένην χάριν, ἄχρις ἂν φρονήσας τὰ ἁρμόζοντα τοῖς χρόνοις μήτε πατρὸς ἔτι μήτε μητρὸς προσδέηται. λιπαρῶ δέ σε μετὰ τοσαύτης δεήσεως, οὐχ ὡς ἀπιστῶν μητρὶ περὶ τέκνου καὶ ταῦτα τοιαύτῃ, ἀλλ’ ὡς πατὴρ ὑπὲρ ἑνὸς υἱοῦ φοβούμενος. δύναιο δ’ ἂν ἀπὸ τῶν σεαυτῆς παθῶν καὶ τὸ παρὰ πατέρων ἐπὶ τέκνοις ἐνθυμηθεῖσα δέος συγγνώμης ἀξιοῦν τὸν οὕτως ἐπιστέλλοντά με.
Μάλιστα μὲν ἀμφοτέρους τοὺς γονέας, ὦ παῖ, στέργειν σοι προσήκει καὶ περὶ πλείστου ποιεῖσθαι· τοῦτο γὰρ καὶ σεμνὸν καὶ ἄλλως εὐσεβὲς υἱῷ, μεμνῆσθαι τῆς τῶν γεγεννηκότων καὶ τοσαῦτ’ εὐηργετηκότων χάριτος. ἐπεί τοι πατρὸς ἀμέλησον μᾶλλον ἢ μητρός· οὐ γὰρ ἀπὸ τῶν ἴσων καὶ ὁμοίων τὰ πατρὸς ἂν εἴη δίκαια πρὸς τέκνων αὔξησιν καὶ τὰ μητρός, ἀλλ’ ἣ μὲν γὰρ σὺν τῷ κυῆσαι καὶ γεννῆσαι καὶ τιθηνῆσαι μυρίους ἄλλους ἀνήντλησε πόνους, ὃ δ’ ἐκτραφέντος ὑπὸ τῆς τεκούσης καὶ τελειωθέντος ἀπολαύσεως μετέχειν
ἰδιαίτερον δὲ τῶν ἄλλων ἡ σὴ μήτηρ διὰ τὰς ἐμὰς φυγὰς περὶ τῆς σῆς κεκοπίακε τελειώσεως, τὰς ὑπὲρ ἀμφοῖν μόνη φροντίδας ὑποστᾶσα, ὥστε καὶ σὺ τὰς εἰς ἑκατέρους τοὺς γονέας εὐχαριστίας μιᾷ μητρὶ τῇ πάντα πονησάσῃ ἀπόδος. πεπληρώσεται γάρ σοι καὶ τὰ πρὸς τὸν πατέρα δίκαια διὰ τῶν εἰς τὴν μητέρα φιλανθρώπων· οὐδὲν γὰρ ἀπαιτήσω πλεῖον εἰς ἐμαυτόν, ἂν εἰς ταύτην εὐσεβήσῃς, μᾶλλον δὲ καὶ προσειληφέναι παρὰ σοῦ πολὺ μέρος εὐεργεσίας ὁμολογήσω. πρέποι δ’ ἄν σοι μητρὶ περὶ πολλῶν χάριν ἀποδόντι μεγάλης εὐεργεσίας ἀρχὴν ποιήσασθαι πρὸς πατέρα.
Τὰ μὲν παρὰ πατρὸς εἰς υἱὸν ἔσχηκας δίκαια, Παυρόλα, τὰ δ’ ἐκ σοῦ πατρὶ δυνάμενος οὐκ ἀντιπαρέχων ἁμαρτάνεις· πυνθάνομαι γάρ σε παιδείας, ὃ πολλάκις ἐμεμψάμην, οὐκ ἐπιμελεῖσθαι. ἄλλην δὲ χάριν οὐκ ἐπιζητῶ λαβεῖν παρὰ σοῦ ταύτης ὑστερήσας. ἴσθι δέ, ὅτι καὶ τὸ παιδείας συμφέρον ἂν χαρίσασθαι βουληθῇς, οὐχ ὁ ληψόμενος τὴν χάριν ἀλλ’ ὁ δώσων μᾶλλον καθέξει.
Πολύκλειτον, ὡς πυνθάνομαι, τὸν ἰατρὸν ὑμεῖς μέμφεσθε ὡς προδότην Ἀκραγαντίνων γεγονότα, ὅτι με κάμνοντα παραλαβών, δυνάμενος ἀποκτεῖναι, χαλεπωτάτης ἐξήρπασε νόσου, καὶ τὸν ἔπαινον αὐτοῦ τῆς δικαιοσύνης κατηγορίαν ἀδικίας ποιεῖσθε, καὶ τοῦθ’ ὁμολογοῦντες οὐκ αἰσχύνεσθε. ἐγὼ δὲ θαυμάζω τῆς τέχνης αὐτοῦ τὸν τρόπον μᾶλλον, ὅτι με θνήσκοντα πιστευθεὶς οὐχ ὡς τύραννον ἀνῄρηκεν, ἀλλ’ ὡς νοσοῦντα εὐνοήσας σέσωκεν. καὶ διὰ μὲν τὴν ὑμετέραν μέμψιν οὐδ’ ὁτιοῦν πέπονθε κακόν, διὰ δὲ τὴν ἐμὴν εὐχαριστίαν ὅμοια τοῖς πρώτοις Σικελιωτῶν πεπλούτηκεν. οἶδα γοῦν, ὅτι διὰ τὴν δόσιν τῶν χαριστηρίων πάντες εὔχεσθε προδόται μᾶλλον Ἀκραγαντίνων ἢ τυραννοκτόνοι Φαλάριδος ἀκουσθῆναι.
Κἀγὼ μὲν ἐσπουδασμένως ἐπέσταλκα Στησιχόρῳ μηδὲν ἀχθεσθῆναι περὶ τῆς διαβολῆς, ἣν κατ’ αὐτοῦ πεποίηνται πρός με οἱ περὶ Εὔβουλον, καὶ σὺ δὲ δός μοι ταύτην τὴν χάριν, ἀνάδοχος αὐτῷ γενόμενος περὶ τοῦ μηδὲν ἐμὲ κατ’ αὐτοῦ πονηρὸν πεπιστευκέναι. μᾶλλον γὰρ ἂν πεισθείην, ὡς τὴν ἀρχὴν νὴ Δία οὐδὲ ἐπεβουλεύθην ὑπ’ αὐτῶν, ὅπερ ὡμολογήκασιν, ἢ ὡς διὰ τὰς ἐκείνου ποιήσεις, ἀλλ’ οὐ διὰ τὰς ἰδίας κακουργίας εἴησαν ἐπιβεβουλευκότες.
Ἡ Φαλάριδος τυραννὶς τῆς Πυθαγόρου φιλοσοφίας
λαμβάνων δέ μου διάπειραν, ἐὰν μὲν ὡς τύραννον ἐξετάζῃς, ἰδιώτην εὑρήσεις με μᾶλλον ἢ τύραννον· ἐὰν δὲ ὡς ἰδιώτην, ἔχοντά τι διὰ τὴν ἀνάγκην καὶ τυράννου. κρατεῖν γὰρ οὐχ οἷόν τε τοιαύτης ἀρχῆς ὠμότητι μὴ χρώμενον, οὐδ ᾽ ἔστιν ἐν τυραννίδι χρηστότης ἀκίνδυνον. διά τε οὖν τἄλλα καὶ διὰ τοῦτό σοι ποθῶ συγγενέσθαι· πείσομαι γάρ σοι τὴν ἡμερωτέραν ὁδὸν πορευθῆναι, ἐὰν τὸ πιστὸν εἰς σωτηρίαν τῷ πεισθησομένῳ μετὰ τῶν Πυθαγόρου λόγων ἡ ἀλήθεια προσβεβαιώσῃ.
Πότερον ἐμαυτὸν ὡς ἀσαφῶς γράφοντα μέμψωμαι ἢ σὲ ὡς ἑκουσίως μαθεῖν μὴ βουλόμενον αἰτιάσωμαι ἁγνοῶ· δύο γάρ σοι μυριάδες ἐκλογισμῶν λελοίπασιν. εἰ δὲ σαφέστερον ἐπιζητεῖς διδαχθῆναι, τοὺς ἄλλῳ σε τρόπῳ διδάξοντας ἢ σὺ μαθεῖν ἂν ἠθελήσας ἐν τάχει παρ᾽ ἡμῶν προσδέχου.
Οὐ νῦν ἀλλὰ πολλάκις ἤδη σοι γέγραφα, μηδεμίαν ἄλλην εὐχαριστίαν ἡμῖν ἀποδοῦναι περὶ τῆς γυναικός, εἰ ἄμα νομίζεις ὑφ᾽ ἡμῶν εὖ πεπονθέναι διὰ τὸν γάμον, ἢ τὸ στέργειν ἐκείνην, δι᾽ ἣν ἡμῖν οἴει δεῖν χάριτας ἀπονέμειν, ἐξ ἧς ἡ συνάφεια τοῦ πρὸς ἡμᾶς γένους ἀρχὴν εἰληφέναι σοι φαίνεται.
Αὐθάδεὶα καὶ νεότητος ἀβουλία πολλοὺς ἀνθρώπων ἀπώλεσεν, οἷς ἀμφοτέροις τοῖς πάθεσιν ἴσθι σου τὸν υἱὸν κεχρημένον. ἀδικούμενος δ᾽ ὑπ αὐτοῦ μεγάλα δι᾽ ἃς προείρηκα αἰτίας τὴν ἄμυναν ἐπέσχηκα, σοὶ μᾶλλον βουλόμενος καὶ οὐκ ἐκείνῳ χαρίζεσθαι· μαρτυρῇ γὰρ ὑπὸ πολλῶν ἀρίστην ἐπιείκειαν ἔχων παρὰ σεαυτῷ, διόπερ οὐκ ἐδοκίμαζον δι’ υἱοῦ πονηρίαν λυπεῖν γῆρας πατρὸς οὐδὲν ἀδικήσαντος. ἕνα γὰρ ἔχων παῖδα τοῦτον, εἰ καὶ πάντως φαῦλός ἐστι, δι ᾽ ἐρημίαν ἄλλου διαδόχου στέργεις κακίαν γὰρ υἱοῦ πατρὸς εὔνοια νικᾷ. ἂν μέντοι μὴ παύσηται πλεονάζων, ἀπειθῇ δὲ καὶ τοῖς σοῖς παραγγέλμασι καὶ τοῖς ἐμοῖς λόγοις, μὴ ἀγνοήσῃς ὅτι
Εἰ μὲν ἔχων οὐκ ἀποδίδως τὸ δάνειον, ἑκὼν εἶ πονηρός· εἰ δ’ οὐκ ἔχων, ἀδικεῖς μέν, τὸ δ’ ἀκούσιον παρὰ τοῖς ἀνθρωπίνως λογιζομένοις συγγνώμης ἀξιοῦται. ἡ δὲ συγγνώμη γίνωσκε ὅτι μέλλησίς ἐστιν ἀπολήψεως, οὐ παντελὴς χρημάτων ἀπόγνωσις.
Μὴ συνάχθου μοι περὶ τῶν τραυμάτων ὧν τέτρωμαι κατὰ τὸν πόλεμον· τὸ μὲν γὰρ εὔνουν καὶ συμπαθές σου ἄγαμαι, τοσοῦτον δ’ ἀπέχω τοῦ βαρέως φέρειν ἐπὶ τοῖς τοιούτοις, εἰ καὶ παρ’ ὀλίγον ἦλθον ἐξ αὐτῶν ἀποθανεῖν, ὥστε, ἀπευκτοῦ τοῦ θανάτου ὄντος πᾶσιν ἀνθρώποις, εὐξαίμην ἂν καὶ τῆς εἱμαρμένης θᾶττον, εἰ καὶ πλείονά μοι χρόνον ἐπιτρέποι ζῆν, ἐν πολέμῳ τελευτῆσαι. τί γὰρ ἀνδρὶ γενναίῳ μεῖζον ἀγαθὸν ἢ περὶ ἀρετῆς καὶ νίκης ἀγωνιζομένῳ ἀπερεύξασθαι τὸν βίον;
Οὐκ ἄχθομαι ταῖς διαβολαῖς οὐδὲ ταῖς δόξαις αἷς ἔχουσιν ἐφ’ ἡμῖν οἱ μὴ δικαίως κατηγοροῦντες, καὶ τοῦτο δι’ οὐδὲν ἕτερον πέπονθα ἢ διὰ τὸ γινώσκειν, ὅτι τοῖς μὲν ἄλλοις φύσει κακοῖς, ἐμοὶ δὲ διὰ τὴν καὶ θεῶν πλεῖον ἰσχύουσαν ἀνάγκην τοιούτῳ γενέσθαι συνέβη. διαφέρει δέ, καθ’ ὅσον ἐγὼ μὲν τύραννος ὢν ἐξουσίαν διὰ τὴν ἀρχὴν ἔχων ὁμολογῶ, ὑμεῖς δʼ ἰδιῶται γεγονότες παρʼ ὅσον δεδοίκατε τοὺς νόμους ὁμολογεῖν δέον ἀρνεῖσθε.
Ἀχθέντας αἰχμαλώτους ἐπ’ ἐμὲ τῶν ὑμετέρων πολιτῶν τινάς, οὐδεμίαν ἐκ τῶν μυρίων ἔχοντας ἐλπίδα τοῦ σωθήσεσθαι διὰ τὸ μὴ σφόδρα ἀνιᾶσθαι ὑμᾶς ἀναιρεθέντων αὐτῶν, σέσωκα, οὐκ ἐπιλελησμένος τῆς πρὸς ὑμᾶς ἔχθρας· πάντων γὰρ ἂν εἴην ἐπιλησμονέστατος, εἰ τοῦ θυμοῦ μικροτέραν δίκην παρ’ ὑμῶν λαβεῖν καταφρονήσαιμι. ὅταν δὲ τὴν κατ’ ἀξίαν ὑπόσχητέ μοι, τόθ’ ὑμᾶς τὸ μέγεθος τῆς συμφορᾶς ὧν ἐδράσατε κακῶν ἀναμνήσει.
Ταυρομενεῖται μέν, ὑπὲρ ὧν γράφετε πρός με, ἐντολὴν ἔχειν λέγουσαι παρὰ τοῦ πατρός, ὅτε μετήλλαττε τὸν βίον, οὐδεμιᾶς ἦσαν ἐπιτήδειοι τυχεῖν ἐπιει
Ἀγαθοῦ μὲν ἔργον φίλου καὶ σὺ ποιεῖς καὶ πάντες, ὅσοι πλεῖόν τί μου τοῦ μετρίου περὶ ἀνδρείας μαρτυρεῖτε, πεπεισμένοι ταῖς ἐμαῖς βουλαῖς καὶ πράξεσιν ἡττῆσθαι Λεοντίνους. ἐγὼ δὲ σαφῶς οἶδα τὴν μὲν ἀναγκαίαν ἄμυναν ὑπ’ ἐμοῦ πεπραγμένην, τὴν δ’ εὐκταιοτάτην νίκην ὑπὸ τῆς τύχης κατωρθωμένην· οὐδὲν γάρ ἐστιν, ὦ φίλτατε, τῶν ἐν ἀνθρώποις οὔτε μεῖζον οὔτε ἔλαττον, ὃ μὴ ταῖς ἐκείνης ῥοπαῖς βεβαιοῦται.
Οὔτε πρότερον, ὁπηνίκα Ταυρομενεῖται ἀδίκως ἐξήνεγκαν τὸν κατ’ ἐμοῦ πόλεμον, ἀπολυτρώσας τοὺς αἰχμαλώτους ἐκείνοις ἐχαρισάμην, τῷ κοινῷ δὲ νόμῳ τῶν Ἑλλήνων οὐκ ἠναντιώθην, οὔθ’ ὕστερον ἀποδιδοὺς ἃ τότε ἔλαβον, εὐεργετῶν τοὺς ἀποληψομένους, ὅπερ ὠνείδιζες, αὐτοῖς ἀπέδωκα, Στησιχόρῳ δὲ πρεσβευσαμένῳ διὰ τῶν θυγατέρων περὶ αὐτῶν ἐπείσθην. Ταυρομενεῖται μὲν οὖν καὶ τεθνηκότι Στησιχόρῳ χάριν ἴστωσαν ὧν ἔτυχον, Στησίχορος δὲ τοῖς ἑαυτοῦ τρόποις, ἐγὼ δὲ περὶ πολλῶν καὶ μεγάλων ἐκείνῳ χάριτας εἰδὼς οὐδὲ περὶ τῆς πρεσβείας ἀμνημονήσω· γινώσκω γάρ ὅτι δι’ αὐτῆς αἰτησάμενός τι παρ’ ἐμοῦ καὶ τυχὼν Ταυρομενείτας μὲν εἰς χρήματα εὐηργέτησεν, ἐμὲ δ’ εἰς ἐπίδειξιν ἧς ἔχειν ὑπ’ ἀνθρώπων ἀπιστοῦμαι χρηστότητος.
Θαυμάζειν διὰ τῆς ἐπιστολῆς ἔοικας τὴν παρὰ πολύ μου μεταβολὴν τοῦ βίου, ὅτι τὸν ἄλλον χρόνον θρασυτέρως ἢ κατὰ τύραννον ἐμφανὴς ὢν τὰ νῦν οὐδὲ τοῖς ἀναγκαιοτάτοις ὁρῶμαι. ἐγὼ δὲ ἐνδεέστερον ἢ δεῖ φεύγω πάντας ἀνθρώπους· πίστιν γὰρ οὔτε παρ’
Καὶ τοῦ δωρεῖσθαί τί σοι πρὸς τὸ μέλλον καὶ τοῦ γράφειν πεπαύσομαι, Πολύγνωτε, πέπαυσο δὲ καὶ σὺ τῶν ὑπὲρ ἐμοῦ πολλῶν ἐπαίνων. τοῖς γὰρ ἔργοις μου κατηγορῶν, δι’ ὧν οὐδὲν ἀποδέχῃ τῶν πεμπομένων ὑπ’ ἐμοῦ, τοῖς λόγοις με ἐγκωμιάζεις, οὐδὲ τοῦτο συνείς, ὅτι λόγος ἔργου σκιὰ παρὰ τοῖς σοφωτέροις δεδόξασται.
Τῶν δώρων ὅσα μέν σοι πρὸς τὴν γυμνασιαρχίαν ἥκει, πεπόμφαμεν, ἐλαίου μετρητὰς διακοσίους καὶ πυρῶν μεδίμνους τετρακοσίους, ὅσα δὲ νεότητός ἐστι, τῷ υἱῷ σου, τόν τε οἶνον καὶ τοὺς γραμματεῖς καὶ τὰ Στησιχόρου ποιήματα, εἰ μὴ καὶ ταῦτά τις τὰ δῶρα Συρακουσίων ὑποπτεύσειε νεωτέρων ἕνεκα πραγμάτων ὑπὸ τυράννου πεπέμφθαι.
Τὰ μὲν ἄλλα τῆ ἐπιστολῆς σου πάντα καλῶς ἡγοῦμαι γεγράφθαι, τὴν δὲ παράκλησιν τὴν ἐπὶ τοῖς μέλλουσι περιττεύειν νυνὶ μάλιστα λογίζομαι. ἐγὼ γὰρ οὔτε τελευτὴν οὔτε τελευτῆς εἶδος φεύγω σωφρονεῖν ὑπολαμβανόμενος· εἱμαρμένη γὰρ οὐχ ὑπ’ ἀνθρώπων νομοθετεῖται. καθόλου δὲ τὸν ἐξετάζοντα περὶ τῶν ἐσομένων καλῶν ἢ κακῶν λίαν εὐήθη νομίζω, εἴ τις ἢ προγνῶναι τὸ μέλλον δύνασθαι πέπεισται ἢ προγνοὺς φυλάξασθαι. εἰ δέ τις τὸ μὲν προγνῶναι δυνατὸν ἡγεῖται, τὸ δὲ φυλάξασθαι ἀδύνατον, τοῦ χάριν ἐσπούδακεν εἰδέναι τὸ γενησόμενον, ὅπερ καὶ ἀγνοοῦντος καὶ γινώσκοντος ἔσται;
οὐ μὴν ἀλλ’ εἰ σὺν τῷ γνῶναι καὶ τὸ φυλάξασθαι τοὐπιὸν ἀνυστὸν εἶναι φήσει τις, οἷός τε ἔσται καὶ διατάξαι καὶ μεταθεῖναι ἄλλον ἀντὶ τοῦ προγνωσθέντος χείρονος ἐπιεικέστερον τρόπον, ᾧ τελευτῆσαι δύναιτ’ ἆν; ἐγὼ μὲν οὐκ οἶμαι· θεοῦ γὰρ ἔργον τὸ τοιοῦτον, οὐκ ἀνθρώπου. ἐνθυμηθεὶς δέ τις τοὺς λεγομένους ἀπὸ τοῦ Διός, Αιακὸν καὶ Μίνω καὶ Ῥαδάμανθυν, καὶ τοὺς ἄλλους ἡμιθέους οὔτε ἀθανάτους γενομένους οὔτε ἄλλως ἀποθανόντας ἢ κατὰ τὴν ἰδίαν ἑκάστου εἱμαρμένην ἢ περὶ μοίρας ἢ θανάτου δυσανασχετῶν ἢ φοβούμενος ἐμπεδόφρων εἶναί σοι δοκεῖ; μάλιστα μὲν οὖν πειρῶ καὶ σὺ τοιαύτην διάνοιαν ἐν τοῖς ἰδίοις περὶ τῶν ἀφανῶν ἔχειν, ὠς μηδὲν περὶ αὐτῶν φροντιζεῖν, ἐπεί τοι περὶ ἡμῶν ὡς μηδὲν μεριμνώντων ἐπίστασο.
Συγγνώμην ἔχω σοι τῶν παραινέσεων· τύραννος γὰρ οὐ γεγονὼς τυράννῳ συμβουλεύεις καταθέσθαι τὴν τυραννίδα, θεῶν μὲν οὐδένα μοι διδοὺς ἐγγυητὴν τῆς ἀσφαλείας, ᾧ τάχα ἄν καὶ ἐπείσθην, ἀξιόπιστον δὲ σαυτὸν ἡγούμενος ἀνάδοχον ὑπὲρ τηλικούτου πράγματος, σχεδὸν οὐκ εἰδώς, ὅτι τοῦ κτήσασθαι τὴν τοιαύτην ἀρχὴν ἐπισφαλέστερόν ἐστι τὸ καταθέσθαι. ὥσπερ γὰρ ἰδιώτῃ τοῦ τυραννῆσαι πολλῷ λυσιτελέστερόν ἐστι τὸ μὴ τυραννῆσαι, οὕτω τυράννῳ τοῦ καταθέσθαι τὸ μὴ καταθέσθαι τὴν ἀρχὴν τῆς τυραννίδος. καθόλου δὲ τὸ περὶ τυραννίδος οὕτως ὡς περὶ γενέσεως καὶ ζωῆς ἀνθρώπου φρονητέον· οὔτε γὰρ ἄνθρωπος ἀκούσας πρὸ τῆς ἑαυτοῦ γενέσεως, εἴ πως γένοιτο δυνατόν, ὅσοις μέλλει δυσκόλοις ἐγκυρήσειν παρὰ τὸν βίον, γεννηθῆναι βουληθείη ποτ’ ἄν, οὔτ’ ἰδιώτης ἐσπουδακὼς τυραννῆσαι, προπυθόμενος τὰς ἐν τυραννίδι κακοδαιμονίας, τύραννος ἄν, ἀλλ’ οὐκ ἰδιώτης ἐθελήσειε καταβιῶναι.
οὕτω, Δημότελες, ἀνθρώπῳ τοῦ μὲν γενέσθαι συμφορώτερον ὁρῶ τὸ μὴ γενέσθαι, τοῦ τυραννῆσαι δὲ τὸ μεῖναι μέχρι ζωῆς ἰδιώτην. εἰ μὲν οὖν πρὸ τῆς τυραννίδος τὰ περὶ αὐτῆς μοι διηγησάμενος κακὰ συνεβούλευες, πάντως ἂν ἐπείσθην μὴ τυραννῆσαι, τύραννος δ’ ὢν καὶ διὰ τὴν ἀνάγκην τῆς ἀρχῆς εἰς πολλὰ προπεπτωκὼς οὐχ οἷον ἀνθρώπῳ τινὶ πεισθείην ἂν καταθέσθαι τὴν ταύτης ἐξουσίαν, ἀλλ’ οὐδὲ θεῶν τῷ δυναστεύοντι. καταθέμενον γὰρ τὴν ἀρχὴν οἶδ’ ὅτι δεῖ πολλὰ καὶ δεινὰ παθόντα πρὸς τῶν τυραννηθέντων οὕτω καταστρέψαι τὸν βίον.
Καὶ τοῖς ἄλλοις ἅπασι φίλοις ἐπέσταλκα διὰ ταχέων ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ σοῦ δέομαι παραγενέσθαι πρὸ Ὀλυμπίων. βούλομαι γὰρ τῶν μάλιστα εὐνουστάτων σύλλογον ἀγαγὼν τὴν πρέπουσαν ἐπιμέλειαν ὥσπερ ἄλλοτε καὶ νῦν ποιήσασθαι καὶ περὶ πραγμάτων ἐπισφαλῶν καὶ μεγάλων γνώμην λαβεῖν, ἀτόπου μὲν ἢ δυσκόλου μεταδώσων οὐδενός (ἀρκέσω γὰρ ἐγὼ τοῖς ἐμαυτοῦ), πεισθησόμενος δὲ οἷς ἂν εἴποιτε, ἵνα μενούσης μὲν τῆς ἀρχῆς ἐν οἷς ἐστὶ πολλάκις ὑμᾶς δεξιώσωμαι, πιπτούσης δὲ ταύτης, ἂν δοκῇ τῷ δαίμονι, τὴν ὑστάτην λαβόντες προσαγόρευσιν μνήμονες εὐσεβεῖς ὧν ἐφιλοτιμήθημεν εἰς ὑμᾶς γένησθε. ἥκετε οὗν ἀνυπερθέτως τῇ προτέρᾳ προθυμίᾳ κεχρημένοι πρὸς Φάλαριν, ὃν μάλιστα ὑμεῖς γινώσκετε.
Ἐδεξάμην τὸν ὑπὸ σοῦ πεμφθέντα μοι στέφανον ὁλκῆς χρυσῶν ἑξακοσίων. ὃν τέχνης μὲν ἕνεκα καὶ τῆς τοῦ πέμψαντος φιλοτιμίας εἴληφα, στεφανωσάμενος δ’ αὐτὸν ἡμέραν μίαν, ἐν ᾗ τοῖς πατρῴοις θεοῖς ἐπινίκια τῆς πρὸς Λεοντίνους μάχης ἐβουθύτουν, τὸν αὐτὸν
Ἐπιτρέπω σοι πρός με παραγενέσθαι, καθὼς ἀξιοῖς, ὅρκον δ’ οὐδένα σοι δίδωμι τοῦ μηδέν σε πείσεσθαι κακόν, ἀλλὰ πίστιν. εἰ δέ μου τῇ τῶν λόγων ἀπιστεῖς ὑποσχέσει, νῦν με ταῖς ἀληθείαις ἀδικεῖς, οὐχ ὅτε κατηγορήθης· εἰδὼς γάρ με μηδενὶ πώποτε παραβεβηκότα πίστιν ὡς κατεγνωκὼς ὅρκῳ μετέρχῃ. καίτοι τί διαφέρει πρὸς εὐσέβειαν, ὅρκον ἢ πίστιν συγχέαι; ἀμφότερα γὰρ ἡ γνώμη βεβαιοῖ.
Εἰ μὲν ἀπὸ τῶν σεαυτοῦ τρόπων στοχαζόμενος ἀπιστεῖς ἐμοί, σύνεσιν ἐμοῦ καταδικάζεις, οὐ πονηρίαν· εἰ δ’ ἀπὸ τῶν ἐμῶν, ἀγνοίᾳ μου πολὺ διημάρτηκας. τοσοῦτον γὰρ ἀπέχω τοῦ παραβῆναι πίστιν, ὥστ’ ἀπ’ ἐμαυτοῦ καὶ τοῖς ἄλλοις πέρα τοῦ δέοντος προσέχων ὡς βεβαιοτέραν πίστεως ἔχουσιν εὐσέβειαν πολλάκις ἐσφάλην. ἧκε οὖν ἐμοὶ πεισθεὶς ἄνευ δόλου καὶ ἀπάτης, πεισόμενος μὲν ἄτοπον οὐδέν, μαρτυρήσων δὲ πρὸς ἅπαντας, ὅτι Φάλαρις οὐ ψεύδεται πίστιν.
Ἀριστομένει τῷ σῷ τὸ χωρίον παρεδόθη καὶ Ἱππολυτίων ἀφείθη τῶν ἐγκλημάτων. σὲ δ’, ὡς ἐπαγγελλῃ, προσδοκῶμεν. ἐγὼ δ’ ἔρρωμαι, εἰ τοῦτ’ ἐστὶν ἐρρῶσθαι, τὸ πολλοῖς ἐπιχειρήσαντα καὶ τῶν πλείστων περιγενόμενον διὰ τὰ χείρω μεταμέλεσθαι καὶ τῶν βελτιόνων.
Ἐφ’ οἷς μισεῖς σου τὸν υἱόν, ὅτι τοὺς σοὺς οὐ μιμεῖται τρόπους, ἐπὶ τούτοις ὑπὸ τῶν ἄλλων ἁπάντων φιλεῖται. σύνες οὖν, ὅτι πάντες οἱ τοῦτον φιλούντων σὲ μισοῦσιν.
Ἀκούω σε διαφέρεσθαι πρὸς τὸν ἀδελφόν, ὁπότερος ὑμῶν ἐστὶ χείρων, σοῦ μὲν ἐκεῖνον λέγοντος, ἐκείνου δὲ τοὔμπαλιν σέ. ἐγὼ δ’ οἴομαι, μᾶλλον δὲ καλῶς πέπεισμαι, τῶν μὲν ἄλλων ἁπάντων ἐκεῖνον εἶναι κακίω, σοῦ δὲ οὔτε ἐκεῖνον οὔτε ἄλλον ἀνθρώπων οὐδένα.
Παύσασθέ μου τοὺς φυγάδας ὑποδοχόμενοι· Φάλαριν
Τῶν ὑπ’ ἐμοῦ πεμφθεισῶν δωρεῶν Ἀντισθένης μὲν τὸ μέρος ἐδέξατο, Θεότιμος δ’ οὔ. διὸ τῷ μὲν οἶδα χάριν, τὸν δ’ οὐ μέμφομαι· ὃ μὲν γὰρ οὐδὲν ἠλάττωσέ με λαβών, ὃ δ’ οὐδὲν ἐζημίωσεν.
Μὴ μεταμέλου χρηστὸς γενόμενος, εἰ βούλει τῆς τοῦ πατρὸς πονηρίας ἀπολιμπανόμενος νομισθῆναι, ἐπεὶ καὶ τοῦ πρώτου χρόνου τὴν πρὸς Καμαριναίους ὑπόληψιν προσαπολεῖς· δόξεις γὰρ ὑποκρίσει καιροῦ καὶ οὐκ ἀληθείᾳ χρηστὸς γεγονέναι.
Ὡς πρὸς εὐτυχῆ τινὰ ἔοικας γράφειν, ἐγὼ δέ σοι ἃ οἶδα περὶ ἐμαυτοῦ συνελὼν ἐν βραχεῖ δηλώσω. εἰ τοῦτ’ ἔστιν εὐτυχεῖν, τὸ γεννηθέντα μὲν ὀρφανίας πειραθῆναι, νεάζοντα δὲ κατὰ περίστασιν ἐκπεσεῖν τῆς πατρίδος, ἀπολέσαι δὲ τὰ πλεῖστα τῆς οὐσίας, φθαρῆναι δὲ εἰς βάρβαρα ἔθνη, φεύγειν δὲ ἐξ ἁπάσης γῆς ἀδικούμενον, ἐπιβουλεύεσθαι δὲ μὴ μόνον ὑπ’ ἐχθρῶν, ἀλλὰ καὶ τῶν εὐεργετουμένων, τυραννήσαντα δὲ ἀπεύχεσθαι καὶ τὸν ἐν τυραννίδι βίον, εὐτυχοῦμεν.
Καὶ σὺ καὶ πάντες οἱ φίλοι τοῦτ’ ἄν μοι χαρίζοισθε, μήτε ἐξετάζοντες περὶ ἐμοῦ μηδὲν μήτε πολυπραγμονοῦντες, εἰ μή τι βουλοίμην· τοιαῦτα γάρ ἐστι τὰ κατὰ τύχην περὶ ἡμᾶς, ὡς μᾶλλον ἡσθῆναι τοὺς ἐχθροὺς ἀκούσαντας ἢ λυπηθῆναι τοὺς φίλους μὴ συνυπακούσαντας.
Τῆς μὲν τῶν ἄλλων ἔχθρας, ὅσοι τι κακόν με δεδράκασιν, ὡς παρακαλεῖς, κἂν ἐπιλαθοίμην· θνητοὺς γὰρ ὄντας ἀθάνατον ὀργὴν ἔχειν, ὥς φασιν, οὔτοι προσήκει· τῆς μέντοι Πύθωνος εἰς ἐμαυτὸν δυσμενείας οὐ μόνον ζῶν, ἀλλ’ οὐδ’ ἀποθανών, ὃ πᾶσι συμβαίνει τοῖς τελευτήσασιν, ἐπιλαθοίμεν ἄν. ὁ γὰρ τὰ μέγιστά με τῶν κακῶν ἐργάσάμενος οὑτός ἐστιν ὁ μετὰ τὴν ἐμὴν φυγὴν Ἐρύθειαν τὴν γυναῖκα, βουλομένην ἐμὲ διώκειν, ἀναινομένην δὲ τούτῳ γήμασθαι, φαρμάκῳ διαφθείρας.
Οὐκ ἐλπίζων παρ’ ὑμῶν ἀπολήψεσθαι χάριν τὰς τριήρεις ὑμῶν ἁλούσας μεθῆκα προφανῶς κατ’ ἐμοῦ πλεούσας. εἰ γὰρ ἐμνημονεύετε χάριτος, οὐκ ἂν ἐπελάθεσθε ὅτι πρότερον τρὶς ὑμᾶς ἀποθνήσκοντας ἐν σιτοδείᾳ σέσωκα.
Λεωνίδαν, ὃν ἐξεπέμψατε κατάσκοπον τῶν ἐμῶν πραγμάτων, ἁλόντα δυνάμενος ἀποκτεῖναι σέσωκα, οὐχ ὑμῖν χαριζόμενος, ἀλλ’ ἵνα μὴ ζητῶ τίς ὑμῖν σαφῶς ἀπαγγείλῃ τὴν παρασκευὴν τοῦ καθ’ ὑμῶν πολέμου. καὶ γὰρ ἐμοὶ πάνυ πιστῶς ἄνευ βασάνου τὰ παρ’ ὑμῖν ἐδήλωσεν, ὅτι πάντων ἐνδεεῖς ἐστὲ πλὴν λιμοῦ καὶ φόβου· τούτων δ’ ὑμᾶς φησὶ καὶ λίαν εὐπορεῖν.
Ἐγὼ πάντα μὲν ὑπὲρ Στησιχόρου πράττειν ἕτοιμός εἰμι, κἂν εἰ πρὸς αὐτὴν ἔδει με τὴν Μοῖραν ὅπλα ἀράμενον περὶ τοῦ θανάτου διαγωνίσασθαι, οὐκ ἂν ὤκνησα, ἐφ’ ᾧ τε θεῖον ἄνδρα περὶ κάλλους ὑμνῳδίας ἐπαινούμενον ὑμῖν τε καὶ τοῖς ἄλλοις ἀνθρώποις περισώσασθαι, ὃν ἐξ ἁπάντων αἱ καθαρώταται θεαὶ Μοῦσαι προυτίμησαν ὑμνοπόλων, δι’ ὧν μέλη καὶ χοροὺς ἀνθρώποις ἐξήνεγκαν. λογίσασθε δὲ ὡς, ὅπου ποτ’ ἂν ταφῇ Στησίχορος, Ἱμεραῖός ἐστι, καὶ πάσης μὲν πατρίδος κληθήσεται διὰ τὴν ἀρετήν, μενεῖ δὲ ὑμέτερος. ἅμα δὲ μηδὲ οἴεσθε ἕνα τῶν νεκρῶν Στησίχορον, ἀλλ’ ἐν τοῖς ποιήμασιν εἶναι, ἃ κοινὰ πάντων ἀνθρώπων πεποίηται.
δέξασθε δέ, ὦ Ἱμεραῖοι, παρὰ μὲν ὑμῖν γεννηθέντα τραφῆναι τὸν ἥρωα καὶ παιδευθέντα καταβιῶναι, γηράσκοντα ἐν ὕμνοις καὶ μέλεσι, παρὰ δὲ Καταναίοις τοῦτο βουληθεῖσιν, εἰς ἄλλο τι τῆς φύσεως μεταβαλούσης, τελευτῆσαι. καὶ ἐν μὲν Ἱμέρᾳ νεὼς ἱστάσθω, Στησιχόρου μνημεῖον ἀρετῆς ἀθάνατον, ἐν δὲ Κατάνῃ τὸ σπουδαζόμενον ὑπ’ αὐτῶν, τάφος. περὶ μὲν οὖν τούτου ὅπως ἂν ἄμεινον δόξῃ ὑμῖν αὐτοῖς πράσσετε, μήτε χρημάτων τὸ ἐπ’ ἐμοὶ μήθ’ ὅπλων ἐνδεεῖς εἶναι νομίζοντες μήτ’ ἀνδρῶν, ἓν δὲ προνοεῖσθε, ὡς οὔτε ἑλοῦσιν ὑμῖν πόλιν ἐν Σικελίᾳ Σικελιώταις οὖσιν εὐπρεπές, οὔτε μὴ ἑλοῦσιν ἀσφαλές.
τὸν δ’ ἄνδρα μὴ στένετε μηδ’ ὀλοφύρεσθε, κινοῦντές τι τῆς ἐπ’ αὐτῷ τύχης· τέθνηκε μὲν γὰρ τὸ σῶμα τὸ Στησιχόρου, τοὔνομα δὲ παραλαβὼν ὁ ἀνήνυτος αἰὼν εὐκλεὲς μὲν ἐν βίῳ, μακάριον δ’ ἐν μνήμαις ἀναθήσει. τὰ μέντοι μέλη καὶ ἔπη καὶ παντοῖα ἄλλα ποιήματα παραινῶ καὶ δημοσίᾳ ἐν ἅπασι τοῖς ἱεροῖς ἀναγράψασθαι καὶ ἰδίᾳ ἕκαστον ἐν τῷ σφετέρῳ οἴκῳ· τότε γὰρ ἂν ἀφανίζοιτο Στησίχορος, ὅταν τούτων τι μὴ φυλάττηται. εἴς τε τοὺς ἄλλους ἀνθρώπους διαπέμψασθε ἐπιμελῶς, εἰδότες ὅτι μᾶλλον τοῦ γράψαντος ἀνδρὸς ἡ
Τὸ φρούριον, ὃ σὺ πορθῶν ἐγκατέλιπες, ὑπὸ τῶν περὶ Τεῦκρον ἐξ ἐπιδρομῆς ᾑρέθη, τοῦ δὲ περὶ τὴν ἐπιστολὴν τάχους συντομώτερον ἴσθι ληφθὲν τὸ χωρίον.
Πυνθάνομαί σε χάριν ὁμιλίας ἀνδρῶν ἐπιφανῶν ἐξ Ὑπερβορέων εἰς τοὺς καθ’ ἡμᾶς ἀφῖχθαι τόπους. Πυθαγόρᾳ μὲν οὖν τῷ φιλοσόφῳ καὶ Στησιχόρῳ τῷ ποιητῇ καί τισιν ἄλλοις τῶν ἐλλογίμων Ἑλλήνων συμμεμιχέναι καὶ πολλὰ παρ’ αὐτῶν προσμεμαθηκέναι, ζητεῖν δὲ καὶ πλείοσιν ἱστορίας χάριν ὧν οὐκ οἶσθα ἐντυχεῖν. εἰ μὲν οὖν προκατέσχησαι ταῖς ἐμαῖς διαβολαῖς καὶ πέπεισαι τοιοῦτον εἶναί με, ὁποῖον οἱ διαβάλλοντες εἰσάγουσι, μεταπείθειν οὐ ῥᾴδιον· εἰ δὲ τὸ ἀληθὲς ἐξετάζεσθαι δικαιοῖς παρὰ πᾶσι μὲν ἀνθρώποις, μάλιστα δὲ παρὰ σοφοῖς ἀνδράσιν, ἐλθὲ πρός με συγγενησόμενος, ὥσπερ ἄλλοι πολλοὶ τῶν ἀξίων λόγου. γνώσῃ γὰρ ἐκ πείρας τά τε ἄλλα πάντα παρ’ ἐμοὶ κάλλιον καὶ σεμνότερον, εἰ δὲ δεῖ εἰπεῖν μηδὲν ὀκνήσαντα, καὶ φιλανθρωπότερον ἢ πρὸς τὴν κατέχουσαν φήμην ἐσχηματισμένα καὶ τὸν ταῦτα διέποντα καὶ κοσμοῦντα Φάλαριν οὐδενὸς τῶν σφόδρα ἐπὶ τούτοις θαυμαζομένων δεύτερον.
Ἐδειξας φύσιν σὴν οἰκείαν ὕβρεως καὶ ὠμότητος, καί σε ἔτεκεν οὐ γυνὴ καὶ ἀνήρ, ἀλλὰ λέαινα καὶ σῦς ἄγριος· ποιεῖς γὰρ πάντα βίᾳ καὶ προσέτι δόξῃ κακῇ καὶ ἀγριότητι. μὴ σύ γε κάλει Ἄβαριν, εὐσεβῆ ἄνδρα, εἰς πόλιν Ἀκράγαντα· ἀλλότρια γὰρ ἐμοὶ φόνος καὶ χαλεπότης καὶ κακὴ ἄγνοια. εἰ δὲ προθύμως με θέλεις ἐλθεῖν εἰς τὸν οἶκον, νόμοις Ἑλληνικοῖς χρώμενος προσκαλοῦ με εἰς τὴν συνήθειαν, καθαρεύων χερσὶ καὶ ψυχῇ πρὸς πάντα πολίτην σὸν καὶ ξένον· εἰ δὲ μή, χαίρειν σοι Ἄβαρις λέγει.
Ἐγχειρεῖτε καὶ μὴ μέλλετε διὰ τάχους ἐμοὶ πολεμεῖν· ἐπὶ τοιούτοις γὰρ ἄθλοις οἷς δημηγοροῦντες ἐλέγετε, διαβάλλοντές με πρὸς Λεοντίνους, οὔτε φθονοῦμεν ὑμῖν οὔτε ἀποσυμβουλεύομεν φιλοτιμεῖσθαι.
Ἐγὼ μέν, ὅπερ ἤδη πολλάκις ἐπεσταλκώς σοι τυγχάνω, κἂν Ἑρμοκράτης ἤ τις ἄλλος εἴρξῃ τὰς παρ’ ἐμοῦ δωρεὰς λαβεῖν τὴν Φιλοδήμου θυγατέρα γαμουμένην,
Ἐπιλαθόμενος ἧς ἔχειν ἠρνοῦ πονηρίας καὶ γενόμενος ἄλλος τις πρὸς ἡμᾶς ἢ οἷος εἶ, χαλεπὸν ὑπόλαβε μὴ τοῦτο μόνον, εἰ πολλάκις ὑπ’ ἐμοῦ καὶ καθ’ ἑκάστην γε κατηγορίαν εὖ παθὼν οὐ τοῖς ὁμοίοις ἡμᾶς ἀμείβῃ (ἐγὼ μὲν γὰρ οὐκ ἐάσω χρηστότητα τὴν δοκοῦσαν εἶναί τισι τῆς κατ’ ἐμαυτοῦ πονηρίας ἐνέγκασθαι δευτέραν αἰτίαν), ἀλλ’ εἰ μηδὲ σὺ σεαυτοῦ πρός με εὐεργετεῖν βεβουλημένον φείδῃ. ἡμῶν γοῦν οὕτως ἐχόντων ἐπὶ τὸ πλεῖστον τάχ’ ἂν ἐπιεικέστερος ὀφθείης.
Περὶ τῶν αὐτῶν σὺ καὶ Δημοτέλης ἡμῖν συνεβουλεύετε, ἀποστῆναι τῆς τυραννίδος· ταῦτα δ’ οὐ δυσνοοῦντες, ἀλλ’ ἀγνοοῦντες δι’ ἀπειρίαν οὕτω συνεβουλεύετε· τὸ μὲν γὰρ ἄρξασθαι ῥᾷόν ἐστι τυραννίδος ὀρεγομένῳ, τὸ παύσασθαι δ’ οὐκέτι διὰ τὸ πολλὰ μὴ δεόντως πρᾶξαι, ὥσπερ οὐδὲ τοξότῃ μεθέντι τὸν οἰστὸν ἀναλαβεῖν τὸ βεβλημένον. ἀλλ’ εἰ μὲν δυνατὸν ὑμῖν ἐστὶν ἀνελεῖν τὴν ἀρχὴν τῆς τυραννίδος, καὶ δὴ ποιεῖτε· εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον, ἀδυνατωτέραν ἴστε τὴν ὑμετέραν παραίνεσιν ἐμοὶ δόξαι συμφέρειν.
Τῶν στρατιωτῶν οἱ μὲν ἡμίσεις τὸ φρούριον ἐπιμείναντες ἐκκοψάτωσαν, οἱ δ’ ἄλλοι τὰς ἐπιδρομὰς τῆς θαλάσσης διαχωσάτωσαν, ἵνα τῆς πλημμυρίδος διαψυγείσης ἐνεργὸν ἀντὶ ἀργοῦ γένηται τὸ πεδίον. ἀνακείσθω δ’ ἡ περὶ ἑκατέρων αὐτῶν χάρις τοῖς πρώτοις τὸ καθ’ ἑαυτοὺς ἔργον ἀποτελέσασιν.
Εἰ τὸ Στησίχορον ἀδείας ἀξιωθῆναι παρ’ ἡμῖν αἰχμάλωτόν ποτε γενόμενον ἐπαίρει σε κατ’ ἐμοῦ γράφειν τραγῳδίας, ὡς πᾶσι τοῖς ποιηταῖς ἡμέρως προσενεχθησομένου μου, πολὺ τῆς ἀληθείας διαμαρτάνεις. οὐ γὰρ ἀποδέχομαι κοινότητι ποιητάς, ἀλλὰ τοὺς ἀγαθοὺς τῶν ποιητῶν, οὐδὲ τοὺς εἰς ἔχθραν ἐμοὶ καταστάντας, ἀλλὰ τοὺς γενναίους τῶν ἐχθρῶν. σὺ δὲ κακὸς μὲν ποιητὴς ἄναλκις δ’ ἐχθρὸς ὢν καὶ κατ’ ἀνδρείαν καὶ κατὰ δύναμιν ποιητικὴν Στησιχόρῳ σεαυτὸν προσεικάζεις. γνώσῃ δὲ τὴν τῶν λεγομένων διαίρεσιν οὐκ εἰς μακράν, οὐ παρ’ ὅ τι εἰς ἡμᾶς γράφεις
Ὑμεῖς μὲν ἀποδεδωκέναι τὰ χρήματα, ἃ ἐδανείσασθε, Τεύκρῳ λέγετε, ὃ δ’ οὔ φησιν ἀπειληφέναι. οὐκ ἔχω δὲ μὰ τὸν Ἡρακλέα οὔθ’ ὑμῖν ἀπιστεῖν οὔτ’ ἐκείνῳ μὴ πιστεύειν· ὃ μὲν γὰρ ἐπιζητεῖ βεβαίωσιν ὑμᾶς ἔχειν τῆς ἀποδόσεως, ὑμεῖς δὲ ὡς φίλῳ πεπιστευκέναι λέγετε. δι’ ἅς γ’ αἰτίας οὐκ ἀπειληφώς, ἵνα μὴ δόξω ὑμῶν ἀπιστεῖν τοῖς λόγοις, ὡς κεκομισμένος προσδέδεγμαι. εἴη μέντοι μέχρι παντὸς ἀγνοηθῆναι τἀληθὲς ἢ τὸν ἕτερον ὑμῶν, ὅστις ἐστί, πονηρὸν εὔρεθῆναι. κρεῖττον γὰρ ἡγοῦμαι πολλῶν χρημάτων ἐνεγκεῖν ζημίαν ἢ φίλων. ἀνάγκη δὲ τῆς ἀληθείας εὑρεθείσης ἀντὶ φίλων τοὺς ἀδικοῦντας καὶ ψευδομένους ἐχθροὺς γενέσθαι.
Οὔτ’ ἂν ἐγὼ γράψαιμι πρὸς Στησίχορον περὶ ὧν ἀξιοῖς, οὔτ’ ἂν ἐκεῖνος ἐπινεύσειεν εἴς τινα τῶν οὐκέτι ζώντων ἐξενεγκεῖν μέλος, εἰ καὶ γράψαιμεν ἡμεῖς. ἀπόχρη δέ μοι χάριν εἰληφέναι παρ’ αὐτοῦ τὴν ἐπὶ τῇ Νικοκλέους γυναικὶ ποίησιν. εἰ δέ τι βούλει παρ’ ἡμῶν αἰτεῖν, οὗτινος ἡ ἐξουσία οὐκ ἐπ’ ἀλλοτρίαν ἀλλ’ ἐπὶ τὴν ἐμὴν ἄνεισι γνώμην, ἐπίστελλε.
Ἰδίᾳ τινὶ χρώμενος γνώμῃ πρὸς πολλοὺς ἤδη τῶν ἐμῶν ἑταίρων διείλεξαι, τοῦτ’ ἴσως διαπραττόμενος ὃ καὶ γέγονεν, εἰς ἐμὲ κομισθῆναι τοὺς λόγους, ὡς οὐκ ἐχρῆν με μετὰ τὸν δημιουργὸν τοῦ ταύρου Περίλαον ἄλλους κατεργάσασθαι τῷ τρόπῳ τῆς αὐτῆς αἰκίας· τὸν γὰρ ἴδιον λύειν ἔπαινον. ἐγὼ δ’ οὔτε τῆς ἐπὶ Περιλάῳ τιμωρίας ἐπαινούμενος ἐπιστρέφομαι (τιμωρὸς γὰρ οὐκ ἐγενόμην ἐπαίνου χάριν ), οὔτε τῆς ἐπὶ τοῖς ἄλλοις κολάσεως διαβαλλόμενος ἄχθομαι. δόξης γὰρ αἰσχρᾶς ἢ καλῆς ἄμυνα κεχώρισται.
εὖ μέντοι καὶ τοῦτο ἴσθι, ὅτι τοῦ μέλλειν καὶ ἄλλους τινὰς ἐν τῷ ταύρῳ διαφθείρεσθαι χάριν ἐκολασάμην αὐτόν, ἐπεὶ τῆς τοῦ χαλκοῦ κατασκευῆς ἕνεκα δωρεᾶς οὐκ ἀπωλείας ἦν ἄξιος. δίκαιον μὲν οὖν ἐκείνῳ τὰς περὶ τούτων αἰτίας καὶ τοῖς εἰς τοῦτο τύχης ἥκειν βιαζομένοις ἀνακεῖσθαι· εἰ δὲ καὶ εἰς ἡμᾶς ἀναφέροιντο ὑπὸ τῶν ἀγνωμόνως κρινόντων, οὐκ ἀχθόμεθα, ἕως ἔχομεν ἀξίους ἀποδεικνύναι τῆς κολάσεως τοὺς ἀναιρουμένους. ἀρξάμενοι γὰρ ἀπὸ τοῦ πρώτου κολασθέντος, ὅν ὑπὲρ ἁπάντων ἀνθρώπων, μᾶλλον δ’ αὐτῆς τῆς ἀνθρωπίνης φύσεως ἐπυρπόλησα, τὸν αὐτὸν τρόπον τῆς ἐξετάσεως ἐπὶ πάντων ποιήσασθε.
εἰ γὰρ τὴν ἐπὶ Περιλάῳ
Ἀφικόμενος εἰς Ἱμέραν ἀναγκαίας ἕνεκα πραγματείας ἤκουσα τῶν Στησιχόρου θυγατέρων ποιήματα λυριζουσῶν, ἃ μὲν αὐτοῦ Στησιχόρου γεγραφότος, ἃ δὲ τῶν παρθένων ἴδια. ἦν δὲ τῶν μὲν Στησιχόρου τὰ τῶν θυγατέρων ἥττονα, τῶν δὲ ἄλλων εἴ τινα κατὰ σύγκρισιν ἐξετασθείη, κατὰ πολὺ βελτίονα. ὥστε με τρισόλβιον ἡγήσασθαι τὸν διδάξαντα, τρισολβίους δὲ καὶ τὰς παρὰ φύσιν εἰς τοσοῦτον βάθος παιδείας ἀχθείσας. εἶεν δή, Παυρόλα (σφόδρα γὰρ καὶ διὰ ταῦτα ἐπιζητῶ μαθεῖν), τίνα δή ποτε γνώμην ἔχων τὸ μὲν σῶμα γυμνάζεις ὅπλοις τε καὶ κυνηγεσίοις καὶ ταῖς ἄλλαις κακοπαθείαις, τὴν δὲ ψυχὴν ἀγύ- μναστον ἐᾷς λόγου τε καὶ παιδείας Ἑλληνικῆς, ἣν ἐχρῆν πρώτην ἐπὶ τὰ τοιαῦτα συνησκῆσθαι καὶ μόνην;
σώ- ματος μὲν γὰρ ἐπιμελητέον ὑγιείας χάριν, οὐκ ἰσχύος, εἰ μή τις τῶν ἱερῶν ἀγώνων ἕνεκα ἀθλοίη· ψυχῆς δὲ πάντας τρόπους προνοεῖσθαι χρὴ τὸν μέλλοντα μετὰ ἀρίστης τιμῆς ἐν δημοκρατουμένῃ ζήσεσθαι πόλει, εἴ γε μὴ σύ, τοῦθ’ ὃ κατηγοροῦσί τινες, ὥρμηκας ἐπὶ τὸ ζηλοῦν καὶ μιμεῖσθαι τὸν ἐν τυραννίδι βίον ὡς προσή- κοντά σοι κατὰ νόμους, καὶ διὰ τοῦτο σωματικὴν ἐπα- σκεῖς ῥώμην, οἰόμενος ἁρμόζουσαν εἶναί σοι τὴν ἰσχὺν εἰς τοιαύτης δυναστείας κατάκτησιν. ὅπερ ἐὰν εὖ φρονῶν τυγχάνῃς, παρὰ τοῦ μεταμελομένου περὶ ναρχίας, οὐχ ἑκουσίως, ἀλλ’ ἐξ ἀνάγκης τοῦτον ἐπα- νελομένου τὸν βίον, γνώμην λάβε. ὁ γὰρ ἀμφοτέρων πεπειραμένος τυραννηθῆναι μᾶλλον εὔξαιτο ἂν ἢ ραννῆσαι.
ὃ μὲν γὰρ ἕνα φοβεῖται τῶν ἄλλων χαλεπῶν ἀπηλλαγμένος, τὸν τύραννον, ὁ τύραννος δὲ καὶ τοὺς ἔξωθεν ἐπιβουλεύοντας καὶ δι’ οὓς σώζεται· ἀνάγκη γὰρ αὐτῷ μετὰ τῶν πολλῶν φόβων καὶ λαιπωριῶν προσευλαβεῖσθαι τοὺς φυλάττοντας. ὥστε ἐμφρονέστερον δεξάμενος τὴν τοῦ συμβουλεύοντος πατρὸς εὔνοιαν ἴσος ἀξίου πᾶσιν εἶναι, τὸ δὲ ἐκ φόβων διηνεκῶν καὶ κινδύνων ἀδιαπαύστων αὐτεξούσιον ἐχθροῖς καὶ παισὶν ἐχθρῶν πάρες. εἰ δὲ ἀπειρίᾳ καὶ νεότητι τὸν ἐν τυραννίδι βίον οἴει τι τερπνὸν καὶ προσ- φιλὲς ἔχειν, ἀλλ’ οὐ τὰς ἀνωτάτω συμφορὰς καὶ κοδαιμονίας, πάντως μὲν ἁμαρτάνεις, καὶ τοῦτο
Οὐχ ὑπὸ σοῦ πολλὰ νομίζω χρήματα αἰτεῖσθαι, μὰ τοὺς θεούς, ἀλλ’ ἐμαυτὸν ἐνδεέστερον εὑρίσκω ἢ δεῖ χρηστότητι παιδὸς ὑπηρετεῖν. εἴη μέντοι σε εἰς ὅσα φῂς ἀναλίσκειν, καὶ οὕτω διδοὺς τῶν ληψομένων φίλων ἀπορήσεις θᾶττον ἢ παρὰ τοῦ πατρὸς αἰτούμενος. ὅτῳ γὰρ ἂν προηγῆται τὸ λαμπρῶς χαρίζεσθαι, ἕπεται τὸ μετὰ μεγαλοφροσύνης ἀξίως κτᾶσθαι· ὅταν δὲ ἅπαξ τὸ δρᾶν πρόθυμον παρῇ τισί, τὸ κατορθοῦν ἕτοιμον αἱ τύχαι παρέχονται. μὴ δὴ καταιδούμενός με τοιούτοις παρρησιάζου λόγοις ὡς οὐκ ἀσμένως ὀλίγα διδόντα υἱῷ, δι’ ὃν τὰ πάντα περιεποιησάμην. τοσοῦτον γὰρ ἀπέχω τοῦ μέμφεσθαί σε τῆς πρὸς τοὺς ἑταίρους ἐκτενείας, ὥσθ’ ὑπερφυῶς ἡδόμενος ἄξια παραινῶ σοι διανοεῖσθαι τῆς τοσαύτης φιλανθρω- πίας, ἵνα μὴ μόνον πρὸς τὸ παρὸν ᾖς μεγαλόφρων, συμπαραμενούσης δέ σοι τῆς αὐτῆς τύχης ἐσαεὶ φυ- λάττῃς τὸ βούλημα. καὶ δίδομεν οὖν ἀσμένως, ὦ γενναῖε Παυρόλα, καὶ λαμβάνομεν χάριν παρὰ σοῦ τὸν τρόπον τῆς δαπάνης οὕτως εὔελπιν καὶ χρηστὸν ὄντα.
Εἰ μὲν εὐλαβουμένη τὸν ἐν τυραννίδι βίον οὐ τολμᾷς εἰς Ἀκράγαντα πέμψαι Παυρόλαν, συγγνώμην ἔχω σοι καὶ ὡς γυναικὶ καὶ ὡς μητρὶ δεδοικυίᾳ περὶ ἀγαπητοῦ παιδός· εἰ δὲ ὡς μόνη καὶ οὐ μετ’ ἐμοῦ γεγεννηκυῖα μόνη καὶ ἔχειν δικαιοῖ; αὐτόν, ἀγνωμόνως κρίνεις τὰ περὶ γονέων. κατὰ μὲν γὰρ τὸν ἀποτομώ- τατον λόγον πατρὸς ἂν εἴη παῖς μᾶλλον ἢ μητρός, κατὰ δὲ τὸν εὐγνωμονέστερον ἑκατέρων ἴσως. εἰ δὲ τὸ μεταδοῦναί ποτε καὶ τῷ γεγεννηκότι τοῦ υἱοῦ σεαυτῆς ἐλάττωσιν ἡγῇ, τί δοκεῖς τὸν μηδὲ μέρους ἀξιούμενον; κοινωνικώτερον δὴ ποιοῦσα πέμψον αὐτὸν ὡς ἐμέ, οὐ διὰ μακρᾶς ἥξοντα πρὸς σέ, ἀλλὰ θᾶττον καὶ μεθ’ ὅσων δεῖ Φαλάριδος καὶ Ἐρυθείας παῖδα, ἵνα, εἰ καὶ μὴ μετ’ ἐμοῦ, μετ’ ἀλλήλων γοῦν ἐν ἀφθονίᾳ πλούτου βιοτεύητε.
εἰς τίνας γὰρ ἄν τις ἀναγ- καιοτέρους εὔξαιτο περιουσιάζειν, γυναικὸς καὶ παιδὸς οὐκ ἐπιμεληθείς; ἐγὼ δὲ περὶ ὑμᾶς ἐσπουδακώς, ὡς εἰκὸς ἄνδρα καὶ πατέρα, βούλομαι τῶν παρ’ ἐμοὶ χρημάτων μοῖραν οὐκ ὀλίγην ἐν ὑμῖν τοῖς φιλτάτοις ἐναπερείσασθαι καὶ τοῦτο σὺν τάχει πρᾶξαι, καὶ διὰ τἄλλα μέν, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ ἐπιὸν γῆρας καὶ διὰ τὴν πρόσφατον συμβεβηκυῖάν μοι χαλεπὴν νόσον. ὑπομιμνήσκει γάρ με τελευταίαν ἡγεῖσθαι τοῦ ζῆν ἀνθρώπῳ προθεσμίαν τὴν ἐνεστῶσαν ἡμέραν. τῆς δὲ παρουσίας τῆς Κρήτηθεν εἰς Ἀκράγαντα καὶ τῆς ἐνθένθε πάλιν ἀφόδου τὸ πιστὸν αὐτῷ πρὸς ἀσφάλειαν ἡ τοῦ πατρὸς εὔνοια παρέξεται μᾶλλον ἢ ὁ τῆς μητρὸς φόβος.
Οὐκ οἶδα τί σου μᾶλλον ἄν τις θαυμάσειεν, ὦ λύκλειτε, τὴν ἰσχὺν τῆς ἰατρικῆς ἢ τὴν τοῦ τρόπου πίστιν· ἡ μὲν γὰρ ἰσχὺς τυραννοκτόνον νενίκηκε πάθος, ὁ δὲ τρόπος τιμὰς τυραννοκτόνους. δι’ ἀμφοτέρων δὲ τούτων ἡ σὴ δικαιοσύνη δραμοῦσα τὸν δυσὶ κινδύνοις ἀναιρούμενον, ἀφύκτου τε νόσου προσβολῇ καὶ τιμαῖς πολεμίων, περιεσώσατο. μόνῳ γὰρ σοὶ παρῆν κτείναντός με τοῦ πάθους μηδὲν ἀπὸ τῆς τέχνης ἀντι- πράξαντι τετυραννοκτονηκέναι δοκεῖν, καὶ μὴ κτείναν- τος πᾶν τὸ δοθὲν ἑτοίμως ὡς ἐπὶ σωτηρίᾳ μου βόντος ἂν διαφθεῖραι. ἦν δὲ καὶ τὸ δόξαι διαφθεῖραι πρὸς τὸ τυχεῖν τῶν ὁμοίων τιμῶν. ἀλλ’ οὐ γὰρ ἐβουλήθης κέρδος ἄδικον ἀντὶ δόξης δικαίας ἑλέσθαι· ἴσως γὰρ οὐδ’ εἶχεν ὁ παραδούς σοι καιρὸς ἐμὲ διὰ τὴν νόσον τυραννοκτονίας εὐσεβοῦς τύπον.
ἐγὼ μὲν οὖν, ἐπὶ σοὶ γενόμενον ὅ τι βούλοιό μοι χρῆσθαι, τὰς ἀξίας χάριτας οὐκ ἔχων τοσαύτης ἀρετῆς ἀποδοῦναι τοῦθ’ ἒν οἶδα, ὅτι τοῦ κτίσαντος θεοῦ τὴν τέχνην ἄξια φρονεῖν ἐπαιδεύθης· ὅμως δὲ σὺν τοῖς τῆς ἰατρικῆς καὶ τοῖς τῆς πίστεως ἐπαίνοις ἀπέσταλκά σοι τῆς ἐμαυτοῦ ψυχῆς χαριστήρια, φιάλας ἀπέφθου χρυσοῦ τέσσαρας καὶ κρατῆρας ἀργυροῦς οὐ τῆς καθ’ ἡμᾶς τέχνης δύο καὶ ποτηρίων Θηρικλείων ζεύγη δέκα καὶ παῖδας ἀφθόρους εἴκοσι καὶ ἀργυρίου μυριάδας Ἀττι- κὰς πέντε. γέγραφα δὲ καὶ Τεύκρῳ τῷ ἐπὶ τῆς διοι- κήσεως διδόναι σοι σύνταξιν, ὅσην λαμβάνουσιν οἵ τε ναύαρχοι καὶ οἱ ταξίαρχοι καὶ δὴ καὶ οἱ σωματοφύλακες, φύλακες, μικρὰν ἀμοιβὴν ἀντὶ μεγάλης εὐεργεσίας. προσκείσθω δὲ τῷ καταδεεστέρῳ τῆς εὐχαριστίας τὸ προσομολογεῖν, ἴσην ἀμοιβὴν οὐκ ἔχειν ἀποδοῦναι τὸν εὐεργετηθέντα.
Ἀπέλυσα διὰ σὲ Κάλλαισχρον οὕτως ἐπιβουλεύ- σαντά μοι περιφανῶς, ὡς μὴ μόνον ὁμολογῆσαι τὴν ἐπίθεσιν, ἀλλὰ καὶ τοὺς συνωμότας μηνῦσαι, προσ- θεῖναι δὲ τῇ μηνύσει καὶ τὸν τόπον ἐν ᾧ καὶ πότε καὶ πῶς ἔμελλον ἐπιχειρήσειν. ἀλλ’ ἦν ἀμνήμονος ὡς ἀληθῶς ἀνδρὸς μὴ χαρίσασθαι σωτηρίαν ἀνθρώπῳ τῷ ταύτην δεδωρημένῳ. ἅμα δὲ ἐλογιζόμην, ὅτι κἀμοῦ μὲν ἦν τὸ δοῦναι τὴν τοιαύτην χάριν ἰατρῷ σεσωκότι, πρὸ πολλοῦ δὲ σοὶ τὸ λαβεῖν πρεπωδέστερον τῷ τῆς ἰατρικῆς προστατοῦντι καὶ πάντας σώζοντι τοὺς δεηθέντας. ἴστω μέντοι τὸ παράλογον Κάλλαισχρος, ὅτι ζωῆς παρὰ σοῦ χάριν εἴληφεν ἑτέρου ζωὴν οὐ δικαίως ἀφελόμενος. ἀφῄρηται μὲν γὰρ οὐ μελλήσας, ἄλλως δὲ ἠτύχηκεν.
Τὴν Εὐβούλου καὶ τὴν Ἀριστοφῶντος γυναῖκα, τῶν ἐπιβουλευσάντων μοι, Περίσθενες, ἃς ἑλὼν αἰχμαλώ- τους ἔπεμψας ὡς ἀπολουμένας πρός με, σφόδρα σπου-
Καὶ σὲ καὶ πάντας Ἱμεραίους, μᾶλλον δὲ τοὺς πλείστους Σικελιωτῶν οἴομαι γινώσκειν τοῦτο, ὅτι τῆς ἐν Ἱμέρᾳ συντεθείσης κατ’ ἐμοῦ ἐπιβουλῆς δικαιότερος ὢν τῶν ἐγχειρούντων περιεγενόμην. οὐ γὰρ δήπου φαῦλος ἂν κριτὴς τῶν ἐν τῷ σφετέρῳ τεμένει τολμωμένων ὁ Ζεὺς ἐγένετο, ὥστε τοὺς δίκαιόν τι πράξαντας ἐν ἱερῷ ὡς ἀδικοῦντας ὑποχειρίους παραδοῦναι τῷ προσηκόντως ἂν ὑπ’ αὐτῶν ἀπολομένῳ. ταῦτα μὲν οὖν οὐδεὶς ἂν ἄλλως ὑπολάβοι, Στησίχορον δὲ πυνθανόμενος ἀνιᾶσθαι, διότι τῆς ἐπιβουλῆς τὴν αἰτίαν εἰς τὰς ἐκείνου ποιήσεις οἱ περὶ Εὔβουλον ἀνέφερον, οὐκ ἂν βουλοίμην ὡς ἐμοῦ ταῦτα πεπεισμένου δυσ- χεραίνειν. εἰ γὰρ τοῖς τούτου ποιήμασι προσεῖχον, ὥς φασιν αὐτοί, οὐ πονηρίας ἂν ἀπεγνωσμένης, ἀλλὰ χρηστότητος ὑπερβαλλούσης ἔπαθλον ἤραντο.
Εἰ τὸ μὴ βουληθῆναί ποτε Πυθαγόραν τὸν φιλόσοφον ἀφικέσθαι πρός με πολλάκις ὑπ’ ἐμοῦ καλούμενον διαβολὴν ἔφερέ μοι, καθὼς ἐγκωμιάζων αὐτὸν ἔλεγες ἐπὶ τῷ φεύγειν αὐτὸν τὴν μετ’ ἐμοῦ συμβίωσιν, τὸ παραγεγονέναι καὶ πέμπτον ἤδη μῆνα συνεῖναι μεθ’ ἡδονῆς πάντως ἔπαινός ἐστιν ἐμός. δῆλον γὰρ ὡς οὐκ ἂν ἔμεινεν οὐδὲ βραχὺ μόριον ἡμέρας, εἰ μὴ τοῖς ἑαυτοῦ τρόποις εὑρήκει κἀμὲ παραπλήσιον.
Ἀμέτροις κέχρησαι λόγοις πρὸς Καμαριναίους, ἐγείρων αὐτοὺς εἰς τὸν κατ’ ἐμοῦ πόλεμον. εὖ μέντοι καὶ τόδε ἀφ’ ἡμῶν ἴσθι μὴ καλῶς πεπεικὼς αὐτούς, ὅτι οὐ λόγοις ἀπράκτοις ἀμυνούμεθά σε, οἷς εἰς ἡμᾶς ἄρχειν δοκεῖς, ἀλλ’ ἔργοις, ὧν οἱ πειραθέντες αὖθις
Μὴ θαύμαζε τὸν Ἀλκίνου καὶ Δορυμένους θάνατον ὡς μετὰ πικρᾶς καὶ τυραννικῆς ὠμότητος πεπραγ- μένον· πολλῷ γάρ ἐστι θαυμαστότερον τὸν δὶς καὶ τρὶς ἀδείας ἀξιωθέντα ὑπὸ τυράννου τότε κολασθῆναι.
Σὺ μὲν ἴσως καὶ ἄλλοι συγγενεῖς, ὅσοις μάλιστα ἀχθομένοις ἐστὶ τὸ φεύγειν Κλεισθένην, νῦν ἔγνωτε κῶς βεβουλευμένον ἐπὶ τούτοις, ἐφ’ οἷς ἀπεστέρηται τῆς πατρίδος, ὅτ’ οὐδενὸς ἑτέρου καιρὸς ἢ μεταμελείας. ἐγὼ δέ, ὅτε μάλιστα πολὺς ἐν ταῖς τοῦ πολιτεύεσθαι κενοδοξίαις ἦν, τότε τὰ μέγιστα ᾤκτειρον αὐτὸν καὶ ἐπέστελλόν γε περὶ τούτων μαρτυρόμενος οἷ τελευτή- σοι. ὁ δ’ ὑπὸ τῆς ἡδονῆς τοῦ τιμᾶσθαι γαυριῶν ἐκπαθὴς ἧν, λήρους ἡμᾶς ὑποπτεύων γράφειν οὐκ ὄντας ἐμπείρους δημοκρατουμένης πόλεως, μᾶλλον δ’ οὐδὲ βουλομένους εἰδέναι τὸν ὑπὲρ τῆς πόλεως τὰ ἄριστα πράξαντα διὰ τὴν τυραννίδα, ἕως οὗ λαμπρότερον πνεύσας ἢ συνέφερε τοῖς ἰδίοις φυσήμασιν ἀνετράπη καὶ μετὰ ζημίας ἔγνω μεγάλης οὐ Φάλαριν ἀμαθῆ πόλεως εὐνομουμένης διὰ τὴν ἀρχήν, ἀλλ’ ἑαυτὸν ἀγνῶτα δήμου διὰ τὴν πρόσκαιρον εὐπραγίαν.
ἐπα- γωγὸν γὰρ ὄχλος εἰς ἀτυχίας καὶ τὰς ἀρχὰς πρὸς τὰ τέλη διαφωνούσας ἔχων. ἐγὼ γοῦν καὶ πᾶς ὁ μὴ παραφρονῶν συρίττεσθαι μᾶλλον ὑπὸ πλήθους ἀκρίτου βουλοίμην ἂν ἢ τιμᾶσθαι· τὸ μὲν γὰρ ἔχθος αὐτοῦ τάχιον τοῦ ἁφθῆναι σβέννυται καὶ οὐδ’ ἐν οἷς ἀκμάζει καιροῖς ἐπιζήμιόν ἐστιν, ἡ δὲ τῆς εὐνοίας δόκησις φυγὰς ἢ θανάτους ἢ δημεύσεις ἢ τούτων γε μετριώτερον οὐδὲν φέρει. νὴ τὸν Δία τὸν μέγιστον, Ἡγήσιππε, ὡς ἴσμεν, οὕτως ἂν εἴποιμεν πρὸς σέ· δῆμος ἅπας ἄτακτος, ἄνους, ἄπρακτος, ἑτοιμότατος ἐφ’ ὅ τι ἂν τύχῃ μεταχθῆναι, ἄπιστος, ἀβέβαιος, ὀξύς, προδοτικός, ἐψευσμένος, φωνὴ μόνον ἀνωφελής, καὶ πρὸς ἔπαινον καὶ πρὸς ὀργὴν εὐχερής. τοῦτ’ ἔστι τὸ μετ’ ἐνδόξου προπηλακισμοῦ φθείρεσθαι, τὸ δήμῳ πολιτευόμενον ζητεῖν ἀρέσκειν. μεμήνασι δ’ ὅμως τινὲς εἰς τοῦτο ἀνοήτῳ καὶ δυσκαθέκτῳ ὁρμῇ, μᾶλλον δὲ λύσσῃ χρώμενοι.
καὶ πολλοὶ παίδων ὄντες ἐρασταὶ τοσού- τους πόθους οὐκ ἔσχον εἰς τέκνα, καὶ χαίροντες γάμοις οὐχ οὕτως εἶδον ἀσμένως γυναῖκας, καὶ φιλόπλουτοι φύντες οὐ παραπλησίως ἔστερξαν χρήματα, καὶ φίλοπλοι καὶ μαχηταὶ καὶ φιλιππότροφοι νίκης ἕνεκα τῶν ἐν Ὀλυμπίασιν ἀγώνων οὐκ ἐπὶ τοσοῦτον ἥσθησαν ἑκάστοις τούτων, ὡς οἱ ἀθλίαν δόξαν καὶ τιμὴν ἀνόνητον καὶ κρότον ἐπὶ ζημίᾳ τῇ ἑαυτῶν ἀγρεύοντες. τοῖς δὲ τῶν τοιούτων ἐρασταῖς οἱ μὲν οἰκεῖοι συναχθεσθεῖεν
Νικοκλῆς ὁ Συρακούσιος (οὐκ ἀγνοεῖς δ’ ἴσως ὃν λέγω, διὰ γὰρ ἐπιφάνειαν οἰκείαν οὐκ ἔστι τῶν ἀγνοηθῆναι δυναμένων ὑπὸ Στησιχόρου) γυναικὸς ἀποθανούσης αὐτῷ μέγα προσφάτως καὶ περιττὸν περιτέθειται πένθος. εἰκότως· ἔτυχε γὰρ τὴν αὐτὴν ταύτην ἀδελφιδῆν ἔχων καὶ γυναῖκα. οὗτος ὁ Νικοκλῆς (ᾒδει γάρ, ὡς ἔοικεν, ὅσοις πρὸς ἀλλήλους κεχρήμεθα πόθοις) πέμψας πρός με Kλεόνικον τὸν ἀδελφὸν αὑτοῦ ἠξίου ὅπως σου δεηθείην ἔπαινον ἐν ποιήσει διαθέσθαι περὶ τῆς ἀνθρώπου. καὶ γάρ, ὡς πυνθάνομαι Συρακουσίων, πᾶσάν τε τὴν ἄλλην ἀρετήν, πρὸς δὲ καὶ τὴν ἀνωτάτω σωφροσύνην αὐτῇ μαρτυρούντων, οὐκ ἔστιν ἀνάξιος ὑπὸ τοῦ σοῦ στόματος ὑμνηθῆναι.
πεφύλαξαι μὲν οὖν γράφειν εἰς τοὺς κατὰ σεαυτὸν ἀνθρώπους, ἵνα μὴ δόξῃ σού τις ὠνίαν εἶναι τὴν ποίησιν· ἔστι δὲ Κλεαρίστη, φιλότης, οὐδὲ αὐτὴ καθ’ ἡμᾶς, εἰς τὸ χρεὼν ἀπηλλαγμένη. μὴ δὴ τὸ σύνηθές σου τῆς γνώμης προβαλλόμενος ἀποστραφῇς μου τὴν δέησιν· οὐδὲ γὰρ εἰκὸς ἀτυχῆσαι παρὰ Στησιχόρου Φάλαριν αἰτησάμενον, οὐχ ὅτι χάριτας ὀφείλεις ὑπέρ ἀλλ’ ὅτι τὴν πεπιστευμένην δόξαν ἀξιοῦμεν ὑπὸ σοῦ βεβαιωθῆναι. δὸς δή μοι προφανῶς χάριν τῆς σαυτοῦ φύσεως ἀφθόνως, αἰτουμένῳ μὲν ἃ δώσεις εἰς ἐμαυτόν, ληψομένῳ δὲ εἰς φίλον.
λοιπόν, εἴγε νένευκας ἐπὶ τὴν χάριν, Κλεαρίστην γράφε Συρακουσίαν τὸ γένος, Ἐχεκρατίδου πατρός, ἀδελφιδῆν οὗ γεγράφαμεν καὶ γυναῖκα, ἑκκαίδεκα συνεζηκυῖαν ἔτη, τριακοστὸν δὲ ζήσασαν, δυοῖν παίδων μητέρα, τεθνηκυῖαν δὲ ἐκ διαφθορᾶς. τὰ μὲν κεφάλαια τῶν ὑποθηκῶν ταῦτα, ἐπιπνευσθείης δὲ εἰς τὰ κατὰ μέρος τῆς γραφῆς ὑφ’ ὧν κατέχῃ θεῶν, καί σου τὴν ἱερὰν καὶ ὑμνοπόλον κεφαλὴν ἡ Μουσῶν συγγένεια κοσμήσειεν ἄλλαις τε ὑμνῳδίαις καὶ τῇ νῦν ὑφ’ ἡμῶν εἰς Κλεαρίστην ἐπεσταλμένῃ.
Τῶν μὲν ἐπὶ Κλεαρίστῃ μελῶν πολλή σοι καὶ μεγάλη χάρις ἀποκείσεται. καὶ γὰρ ἐπέδωκας σαυτὸν εἰς ἃ παρεκάλουν, καὶ ταῖς κατὰ μέρος οἰκονομίαις ὑπερφυῶς συνηνέχθης, καὶ τὸ σχῆμα τῆς γραφῆς θαυμαστῶς ηὐδοκίμησεν, οὐ παρ’ ἐμοὶ μόνον (ἐγὼ μὲν γὰρ ἐπὶ πᾶσιν ὁμοίως ἄγαμαι τοῖς Στησιχόρου) ἀλλὰ καὶ τοῖς συνακούσασιν Ἀκραγαντίνοις πολλοῖς γενομένοις. εἴσονται δὲ οὐχ οἱ τὸ παρὸν ἀκηκοότες, οὐδ’ ὅσοι νῦν εἰσίν, ἀλλ᾽ ὅσους ὁ μεθ᾽ ὑμᾶς οἴσει βίος. ἡ μὲν οὖν εἰσίν, ἀλλ’ ὅσους ὁ μεθ’ ἡμᾶς οἴσει βίος. ἡ μὲν οὖν ὑπλρ ταύτης σου τῆς ποιήσεως χάρις, ὡς ἔφην, ὄφει
Τὴν μὲν φιλοφροσύνην ὑμῶν ἀσμένως ἀποδέχομαι τοσαύτῃ σπουδῇ βουλομένων ὀνομάσαι Φάλαριν, παραιτοῦνται δὲ αἱ τύχαι, κἂν ἡμεῖς συνηγορῶμεν· εὑρήσετε γὰρ ἀνεπίληπτον καὶ ἀκατηγόρητον ἐκ τοῦ γένους ὄνομα αὐτῷ γεγενημένον. ἐγὼ δὲ πολλὰ καὶ μεγάλα διὰ πικρᾶς εἱμαρμένης ἀνάγκην ἀκουσίως πραχθέντα μοι κατέγνωσμαι, καὶ τοὐμὸν ὄνομα δι’ οὐδὲν ἕτερόν ἐστιν ἐκμελὲς ἢ ὅτι νόμοις οὐ πείθομαι, νόμος δέ εἰμι τοῖς ὑπηκόοις. ἣν δέ μοι χάριτος ἀμοιβὴν προσφέρεσθε Φάλαριν ὀνομάζουσαι, ταύτην εὐεργεσίαν ποιήσασθε, μὴ τοῦτο τιθέναι τὸ ὄνομα.
Οὐ μεταμελόμενος ἐπὶ τῇ παρέσει τῶν χρημάτων, ὦ ἄνδρες Ἐνναῖοι, τὴν ἐπιστολὴν ὑμῖν ταύτην ἐπέσταλκα, ἀλλ’ ἵνα βεβαίαν ἔχητε τὴν χάριν ἐπεξελθόντες τῇ δίκῃ Περίανδρον· τοῦ γὰρ ἀληθῶς ἔχειν τὴν πόλιν, ἀλλὰ μὴ προφάσει ψευδεῖ καταχρωμένην ἀποστερεῖν τοὺς δεδανεικότας ἀπόδειξις ἔσται μοι τὸ τούτου τῆς κλοπῆς ὑμᾶς καταψεύσασθαι. οὐ γὰρ ἔχει λόγον ὑγιᾶ, τοὺς αὐτοὺς τοτὲ μὲν ὡς πενομένους πάρεσιν αἰτεῖσθαι χρημάτων, τοτὲ δὲ ὡς πλουτοῦντας πολλὰ τῶν κοινῶν εἰς τοὺς ἁρπάζοντας προΐεσθαι, ἀλλ’ ἢ καὶ πρὸς τοὺς δανειστὰς πλουσίους ὑμᾶς εἶναι δέον, ἢ καὶ πρὸς τοὺς κλέπτοντας πένητας.
ἐὰν δὲ τὰ μὲν τῆς πόλεως χαρίζησθε τοῖς νοσφιζομένοις ὡς περιουσιάζοντες, τὰ δὲ τῶν δεδανεικότων ἀποστερῆτε διὰ τοὺς δημαγωγοὺς ὡς ἀπορούμενοι, πρῶτον μέν, ὃ καὶ μεῖζόν ἐστιν, ἀδικήσετε μηδενὸς ὑμῖν ἀδικεῖν ἐπιτρέψοντος, ἔπειτα πολλῷ δικαιότερόν ἐστιν ἃ παρίησιν ὁ δεδανεικὼς ὑμῶν ἔχειν οὐ δυναμένων διὰ τοὺς ἀφαιρουμένους, κομίσασθαι τὸν δεδανεικότα, ἢ Φαλάριδος ἐπ’ ὀνόματι δωρεᾶς χρεωκοπηθέντος Περίανδρον ἀδεῶς κεκερδακέναι τὰ τοῦ παρεικότος. ὥσθ’ ὑμῖν πάρεστιν ἢ σὺν τῷ σῶσαι τὰ σφέτερα κυρίαν ἔχειν καὶ τὴν ἀπ’ ἐμοῦ χάριν, ἢ μετὰ τῆς τῶν ἰδίων χρημάτων ἀπωλείας πραχθῆναι καὶ τὰ παρειμένα.
Τῆς ἐν Καμαρίνῃ πολιτείας κατ’ ἐμοῦ, μὴ
Συμπέπεισμαι πρεσβευσαμένοις ὑμῖν δανεῖσαι χρήματα, καίπερ πρὸς τὸ παρὸν οὐκ εὐπόρως ἔχων διὰ τὸ συνεχῶς εἰς πολέμους ἀνηλωκέναι. ἀλλὰ προφάσεως οὔ φασι δεῖν πρὸς φίλους. πάθοιτε δὲ μηδὲν ὅμοιον τοῖς πολλοῖς, οἳ δανειζόμενοι μὲν τοῖς εὐφημοτάτοις ὀνόμασιν ἀποχρῶνται, ἀπαιτούμενοι δὲ τοῖς χαλεπωτάτοις, ἔργον οὔτε δίκαιον οὔτε εὐχάριστον ποιοῦντες. δεῖ γὰρ λαβόντα μεμνῆσθαι τῶν δεδωκότων καὶ μέχρι τῆς ἀποδόσεως ὁμοίους ἡγεῖσθαι τοὺς δεδανεικότας, καὶ εἴτε χρηστὸς εἴη, ὡς χρηστῷ διαλύεσθαι, εἴτε καὶ φαῦλος, ὡς φαύλῳ. καὶ γὰρ ἐπιεικεῖ καὶ μὴ τοιούτῳ δίκαιον ἀποδοῦναι τὸ πεπιστευμένον.
ἐγὼ μὲν οὖν, ὦ Μελιταῖοι, καὶ ὅταν δανείζω καὶ ὅταν ἀπαιτῶ, εἷς εἰμὶ καὶ ἐμαυτῷ παραπλήσιος, οἱ δανειζόμενοι δὲ πρὸς τοὺς καιροὺς τὸν τρόπον ὥσπερ φασὶ τοὺς χαμαιλέοντας τὰ χρώματα πρὸς τοὺς τόπους ἀλλάττουσι καὶ λαμβάνοντες μὲν ὡς εὐεργέτην καὶ θεὸν ἐπαινοῦσιν, ἀπαιτούμενοι δὲ τύραννον καὶ οὐ καθαρὸν ἀποκαλοῦσιν. οἶδα δὲ καὶ τοῦτο, ὅτι πολλῷ κρεῖττόν ἐστιν ἰδιώτῃ δανείσαντα χρεωκοπεῖσθαι ἢ πόλει· ὑπὸ ἰδιώτου μὲν γάρ τις ἀποστερόμενος ἐχθρὸν ἕνα προσκέκτηται, καὶ τοῦτον ἀσθενῆ· ὑπὸ δὲ πόλεως ζημιοῦται μὲν οὐδὲν ἧττον, ἐχθροὺς δὲ πολλοὺς ἔχει καὶ οὐχ ἕνα. οὐ μὴν καταγνοίην ἂν ὑμῶν τοιόνδε τι, ἀλλ’ ἀνυπόπτως δίδωμι τὰ χρήματα· τά τε γὰρ ἄλλα μνήμονας ὑμᾶς ἐπίσταμαι καὶ περὶ τὰ συμβόλαια δικαιοτάτους καὶ πρὸς τοῖς ἄλλοις οὐδὲ τοῦτο ἀγνοοῦντας, ὅτι κατηγορία μᾶλλόν ἐστι πολλῶν ἀδικεῖν ἕνα ἢ ἑνὸς ὑπὸ πολλῶν ἀδικεῖσθαι. οὐ γὰρ εἰκὸς ἕνα πολλῶν, πολλοὺς δ’ ἑνὸς καταφρονεῖν εὐλογώτερον.
Οὐκ ἠγνόουν, ὅτι πέμψαντός μου τοῖς παρ’ ὑμῖν θεοῖς ἀναθήματα, τρίποδάς τε Δελφικοὺς καὶ στεφάνους χρυσοῦς καὶ ἄλλα πολλὰ καὶ πολυτελῆ χαριστήρια τῆς σωτηρίας, δυοῖν θάτερον ποιήσετε, ἢ τοῖς
ἡ μὲν οὖν παρ’ ἐμοῦ χάρις εἰς τοὺς θεοὺς καὶ ἡ παρ’ ὑμῶν ἀσέβεια παντελής ἐστι· καὶ γὰρ ἐμὲ τὸν δεδωκότα καὶ τοὺς ἁρπάσαντας ὑμᾶς ἴσασιν. ἀρκεῖ δέ μοι τοὺς τὰ τῶν θεῶν λαβόντας ἐναγεῖς ὑμᾶς ὁρᾶν γεγονότας τῇ τῶν ἱεροσυληθέντων ὀργῇ· σὺν γὰρ τοῖς ἄλλοις, δι’ ὧν αὐτὰ κέρδος ἡγήσασθε, προσωμολογήκατε μηδὲν εἶναι μυσαρὸν τῶν ἀπεσταλμένων εἰ μὴ τὰ αὐτὰ κειμήλια διττὰς ἔχει τύχας, ἂν μὲν ὑμεῖς αὐτὰ διανέμησθε, τὰς ἀμείνους, ἂν δὲ τοῖς θεοῖς κομισθῇ, τὰς χείρους.
πρὸς δὲ τούτοις ἑαυτοὺς ἐλέγχετε περιφανῶς ἠσεβηκότας· οἱ μὲν γὰρ ἄρχοντες τοῦ ψηφίσασθαι πολέμια εἶναι τὰ χρήματα τὴν αἰτίαν ἐπὶ τὸν δῆμον ἀναφέρουσιν, ὑμεῖς δὲ ὁ δῆμος ἐπὶ τοὺς ἄρχοντας, καὶ τὸ πάντων δεινότατον τοὺς μὲν θεοὺς ὡς κακοὺς ἀνθρώπους προδότας ἂν γενέσθαι λέγετε, εἰ δῶρα παρὰ τυράννου λάβοιεν, τοὺς δὲ πολιτευομένους παρ’ ὑμῖν, οἳ τρὶς οὐχ ἅπαξ Μεσσήνην ὡς Ἀκράγαντά μοι ὑπὸ χεῖρα πεποιήκεσαν ἄν, εἰ χρήματα αὐτοῖς αἰτοῦσι προείμην, οὐ κολάζετε. τὸ δ’ αἴτιον, ὅτι κοινωνεῖτε τῆς αὐτῆς προαιρέσεως καὶ οὐ δύνασθε τοῖς αἰτίοις ἐλευθέρως ἐπεξελθεῖν· πάντες γὰρ ἔνοχοι δωροδοκίας εὑρεθήσεσθε. οὐ μὴν ἀλλ’ ἐγὼ μέν, ἵνα μὴ δοκῶ περὶ τῶν ἀναθημάτων λέγειν μήτε παρ’ ἐμοὶ μεμενηκότων μήτε τοῖς θεοῖς ἀνατεθειμένων, οὐδεμίαν ποιήσομαι φροντίδα, μετελεύσονται δὲ ὑμᾶς ἀξίως τῶν τετολμημένων οἱ σεσυλημένοι καὶ περὶ ἐμοῦ καὶ περὶ ὧν εἰς αὐτοὺς ἠσεβήκατε. ἔρρωσθε· τὸ δὲ ἔρρωσθε διπλῆν παρέμφασιν ἔχον, ἀγαθοῦ καὶ κακοῦ, μὴ ἀγνοεῖτε ὅτι πρὸς τὸ χεῖρον γέγραπται.
Νενίκηκα τῷ πολέμῳ Λεοντίνους. ἵνα δὲ τῇ λύπῃ διαρκέσῃς καὶ μὴ πάντων ἀθρόως ἀκούσας ἀποκαρτερήσῃς, οὐκ ἔγραψά σοι περὶ τῶν ὅλων, ὅτι καὶ Ταυρομενείτας καὶ Ζαγκλαίους συμμαχήσαντας αὐτοῖς καὶ αὐτοὺς εἰς τέλος νενίκηκα, οὐδ’ ὅτι λαβὼν ὑπὲρ τῆς ἀφέσεως τῶν ἑαλωκότων τάλαντα ἑκατὸν ἀπελύτρωσα τοὺς αἰχμαλώτους. οὐ γὰρ ἐβουλόμην διὰ τὴν ὑπερβάλλουσαν τῶν εὐτυχημένων μοι προσαγγελίαν ἀπολουμένου σου τὸν οὐκ ὀρθῶς ὄντα δοκεῖν ἄνθρωπον ἀνῃρηκέναι.
Πολλὰ λέγειν ἔχων καὶ κατὰ σοῦ καὶ περὶ ἧς κατ’ ἐμοῦ πεφλυάρηκας ἐν Λεοντίνοις δημοκοπίας οὐδὲν
Οὐ λυπεῖ με τὸ γῆρας· οὐ γὰρ ἡ τῆς τυραννίδος ἰσχὺς γεγήρακεν, ἀλλὰ Φάλαρις· λυπεῖς δέ με σὺ λίαν ὑπερφοβούμενός μου. τὸ γὰρ εἱμαρμένον ἥξει, κἂν Ἀρισταίνετος μᾶλλον ἢ δεῖ φοβηθῇ. πολλῷ δὲ κρεῖττόν ἐστι μὴ δεδοικότα παθεῖν τὸ μέλλον δεινὸν ἢ δεδοικότα, ἴνα σοι καὶ μετὰ παραδειγμάτων ποιητικῶν ἐπιστέλλω.
Ἡμῖν μέν, ὦ Ἱμεραῖοι, τὴν γνώμην τὴν ἑαυτῶν καὶ σφόδρα δήλην ἐποιήσατε, ὅτι ὑμῖν οὐδὲν διαφέρει Φάλαριν ἐχθρὸν ἢ φίλον εἶναι. τὸ θεῖον δὲ καλῶς ἐποίησε, καὶ πείθομαι ὅτι ἔχω ἰσχυρὸν παρ’ αὐτοῦ σύμβολον τοῦ ὅτι καὶ τἄλλα χωρήσει μοι κατὰ νοῦν. ἐγὼ δὲ Κόνωνα μέν, ὥσπερ καὶ πρότερον ὑμῖν ἐπέστειλα, ἀποσφάξαι εὐθέως ἐκέλευσα, εἰδὼς πονηρὸν ὄντα καὶ οὔτε γονέας αὐτῷ οὔτε συγγενεῖς ἐν τῇ πόλει ὄντας. Δρωπίδαν δ’ ὑμῖν ἀπέπεμψα τιμήσας ὡς ἐνῆν· οὔτε γὰρ πονηρὸς ὑμῖν, οὔτε ἠδικηκὼς ἡμᾶς οὐδέν. περὶ δὲ Στησιχόρου βουλευσόμεθα.
Οὐδὲν ἄχαρι βούλομαί σε παθεῖν ὑπ’ ἐμοῦ· πλείω γὰρ εὑρίσκω σοι τὰ ἀγαθὰ πεπραγμένα τῶν χειρόνων. διὸ καὶ τοῦτό σου τῶν βελτιόνων ἕν γενέσθω, τὸ μὴ προσαναγκάσαι με τῷ χαλεπωτέρῳ τῆς ψυχῆς κατὰ σοῦ χρήσασθαι πάθει.
Τῆς μὲν εὐτυχίας ὡς μάλιστα συνήσθημεν ἀκούσαντες, εἰ καὶ σφόδρα σοι βουλομένῳ υἱὸν ποιήσασθαι θυγάτηρ ἐγένετο. καὶ νομίζομεν αὐτὴν τοσοῦτον ποθεινοτέραν γενέσθαι σοι, καθ’ ὅσον ἀνθ’ υἱοῦ γέγονε· πέφυκε γὰρ θυγάτηρ μᾶλλον ἀρρένων παίδων περὶ πλείστου ποιεῖσθαι γονέας. τὰς δὲ δωρεὰς τὰς παρ’ ἡμῶν τότε ἂν ἀσμένως δόξειας λαμβάνειν, ὅταν μὴ μόνον ἃ πέμπομεν προθύμως ἀποδέχῃ, ἀλλὰ καὶ ὧν δεῖ σοι ἀγνοούντων ἡμῶν ἐπιστέλλῃς. δεῖ δέ σοι καὶ πλειόνων ἤδη νυνὶ καὶ πολυτελεστέρων διὰ τὴν θυγατέρα.
Μήτε σὺ μήτ’ ἄλλος ἀνθρώπων μηδεὶς ἐμὲ καταδείσειν λόγοις οἰέσθω, κἂν μηδὲν εἴπω, ἀλλὰ μηδ’ ἔργοις ἐλπιζέτω· πολέμων γὰρ ἔμπειρος ὢν καὶ οὔτ’ ἐπ’ ἀδίκοις οὔτε παρὰ δύναμιν θρασυνόμενος, καὶ
Ἀκούω σε καὶ εἰς Ἀλούντιον παρεληλυθέναι καὶ εἰς Ἄλαισαν καὶ χρήματα ἀγείρειν καὶ στρατιώτας παραλαμβάνειν πέμποντα κατὰ τὰς πόλεις, καὶ ταῦτα συντάττειν ἐφ’ ἡμᾶς. οὐκ ἄρ’, ὦ Στησίχορε, παύσῃ τῆς ἀκρασίας τοῦ πολιτεύεσθαι τηλικοῦτος ὤν; οὐδὲ αἰσχύνῃ τὰς θεάς, ὧν ζηλωτὴς μὲν εἶναι καλλωπίζῃ, λυμαίνῃ δ’ αὐτὰς ἐν οἷς πολιτεύῃ πρὸς ἄνδρας ἀμείνους; οὐδ’ ἐλεεῖς τοὺς παῖδας οὐ πολὺ ἀποδέοντας ἄνδρας εἶναι ἤδη, ἀλλὰ προπετὴς εἶ ἀκμήν, μέλλων αὐτοῖς ἐχθρὸν ἐπιτειχίσειν οὕτω βαρύν, ὃς αὐτοὺς ἐκτρίψει πίτυος δίκην; καὶ τοὺς μὲν τῶν Ἀχαιῶν νόστους πυνθάνομαί σε συγγράφειν καί τισι τῶν ἡρώων ἐκείνων ἀβουλίαν ἐπιτιμᾶν ἱκανῶς· ὅπως δ’ αὐτὸς ἀπονοστήσεις ἀπαθὴς ἐξ Ἀλαίσης εἰς Ἱμέραν οὐδὲν φροντίζεις. ἀλλ’ εὖ ἴσθι, ὅτι μένουσί σε καὶ Καφηρίδες πέτραι καὶ Πλαγκταὶ καὶ Χάρυβδις [καὶ ὁ ναύπλιος στόλος], καὶ οὐκ ἂν ἐκφύγοις ὅλως τὰς ἐμὰς χεῖρας, οὐδ’ ἂν εἰ θεῶν σέ τις καθ’ ὑμᾶς τοὺς ποιητὰς ἀιστώσειεν.
Ἀπελύσαμεν Στησίχορον, ὦ Ἱμεραῖοι, παρέντες αὐτῷ τῶν πεπολιτευμένων πρὸς ἡμᾶς τὰς αἰτίας, οὐ δι’ ὑμᾶς ἀξιοῦντας, ὡς ὑμῶν γε ἕνεκα κἂν ἀπωλώλει πολλάκις οὐχ ἅπαξ, ἀλλὰ ταῖς θεαῖς αὐτὸν ἀφήκαμεν, αἷς ἐστὶ κατάσχετος, καὶ ὅσοι ἔχουσι τὴν Ἱμερίδα γῆν θεοί τε καὶ ἥρωες· οὐδὲν γὰρ ἔχω ἐκείνοις ἐγκαλεῖν, εἰ καὶ ὑμῖν πάνυ πολλά. καὶ αὐτοὶ δὲ ὑμεῖς ἴστε, οἷα ἐπεχείρησε ποιῆσαι κακά. ἀλλ’ ᾐδέσθην ἱερὸν ἄνδρα καὶ κατὰ σοφίαν εὐκλεᾶ καὶ ταῖς Μούσαις ὡς ἀληθῶς καταπεπιστευμένον συγκατατάξαι τῷ πόρνῳ καὶ βδελυρῷ Κόνωνι καὶ βιάσασθαι ἀποθανεῖν, ὡς εἴθε γε καὶ τὴν μοῖραν ἐπέχειν τῶν τοιούτων ἐνῆν. καὶ ὑμῖν δὲ ἐπισκήπτω λιπαρῶς ὡς οἷόν τε, ὦ Ἱμεραῖοι, μὴ κατασύρειν αὐτόν εἰς ἐκμελῆ ἐσχάτων αὐτοῦ πολιτευμάτων.
καὶ γὰρ οὐδὲ αὐτὸς ἑκὼν εἶναι παραδίδωσιν ἑαυτόν, ὡς πυνθάνομαι παρὰ τῶν εἰς Ἄλαισαν ἀφικνουμένων, ἀλλ’ ἥττων ὢν τῆς ὑμετέρας ἀγνωμοσύνης καὶ βίας. παύσασθε οὖν βιαζόμενοι αὐτὸν καὶ χρῆσθε τοῖς ἐπιτηδειοτέροις, Στησίχορον δὲ ἄνετον εἶναι καὶ σχολάζειν τῇ λύρᾳ τῇ ἑαυτοῦ ἄφετε καὶ μὴ ὁμοίους ἐμοὶ ἐχθροὺς αὐτῷ κατασκευάζετε, οὐχ ὁμοίως ἴσως αὐτῷ προσοισομένους. εἰ δὲ δεῖσθε πάντως τῶν πρὸς ἡμᾶς πολιτευομένων,
Τυραννοῦμεν, ὦ Στησίχορε, καὶ οὐχ Ἱμεραίων, ἀλλὰ Ἀκραγαντίνων, ὥστε σοι πολλὴν εἰδέναι χάριν, ὅτι ἀφελόμενος ἡμᾶς ἐλάσσω ἀρχὴν τὴν μείζω ἔδωκας. εὖ μέντοι ἴσθι, ὅτι καὶ οἱ ἐν Ἀκράγαντι ἄρχοντες τοὺς ἐν Ἱμέρᾳ ἐχθροὺς ἀμύνεσθαι δυνησόμεθα.
Ἔπεμψά σοι τὸ ἀργύριον οὐδ’ ὅσον ἐπαναβαλόμενος μετὰ τὸ λαβεῖν τὰ γράμματα, νομίζων οὐ χάριτος εἶναι τὸν καιρὸν μόνον, ἀλλὰ καὶ τάχους. τρία μὲν οὖν τάλαντα, ὡς ἠξίους, ἐπεδώκαμεν, ὅπως καταθεμένη τὴν ὑπὲρ τοῦ παιδὸς ζημίαν λύσῃς τὰς φυγὰς αὐτοῦ, καὶ μὴ ἐπὶ πλέον ἀλητεύῃ· πείρᾳ γὰρ οἴδαμεν τὴν τοῦ φεύγειν ἀτυχίαν ὅσον ἐστὶ κακόν. τρία δὲ παρ’ ἑαυτῶν ἀπεστείλαμεν, ἵνα τὰ δημιόπρατα τῆς οὐσίας ἀναλάβῃς. παραινῶ δὲ τοῦ λοιποῦ τῷ Κλεισθένει πολιτείας ἀπέχεσθαι καὶ μὴ τοιαύτας αἱρεῖσθαι πραγματείας ἐξ ὧν αἱ μὲν ὠφέλειαι πάσης γίνονται τῆς πόλεως, αἱ βλάβαι δὲ ἴδιαι τῶν προεστηκότων.
καὶ εἰ τὰ οἰκεῖα μὴ οἷά τε σωφρονίζειν αὐτόν, τοῖς ἐμοῖς παραδείγμασιν ἀνεψιαδοῦ πρὸς μητρὸς ὄντος χρήσθω, ὅτι κἀγὼ διὰ πολιτείας ἄγνοιαν ἐκπεσὼν τῆς πατρίδος οὐδὲ τύραννος ὢν ἴσχυκα κατελθεῖν. οὐδὲν δὲ τερπνὸν οὕτως ἡγοῦμαι τῆς ἀρχῆς ὡς ἀνιαρὸν τὸ φεύγειν τὴν πατρίδα. ταῦτα δ’ ὑμῖν ἐπιστέλλω μὰ τοὺς θεοὺς οὐκ ἐφ’ οἷς δέδωκα ἀλγῶν, ἀλλ’ ἐφ’ οἷς πεπόνθατε ἀνιώμενος, οὐδ’ ὅπως μὴ πάλιν ποτὲ δῶ, ἀλλ’ ἵνα ὑμεῖς μὲν εἰς μηδὲν κακὸν ἀξιώσητε λαβεῖν, ἐγὼ δ’ εἰς εὐτυχίας αἰτούμενος ὑπὸ τῶν οἰκειοτάτων καὶ προθυμότερον καὶ πολυτελέστερον χαρίζωμαι.
Οὓς ἐν Λεοντίνοις κατελέγου δημηγορῶν καταικισθέντας ἀπολέσθαι οἰκτίστως, ἐπιβουλεύσαντας ἀπωλέσαμεν. καὶ οὐδὲ τοῦτ’ αἰσθάνῃ, ὅτι τοὺς ὑπ’ ἐμοῦ τιμωρηθέντας παραφέρων οὐ μόνον αὐτὸς ἐπιβουλεύεις ἐμοὶ τοιαῦτα ἔχων παραδείγματα, ἀλλὰ καὶ Λεοντίνους πολεμεῖν ἀναγκάζων ὀκνηροτέρους ποιεῖς, ὅτι πρὸς τοιοῦτον ἐχθρὸν ἀδικοῦντες πολέμου ἄρξουσιν· ἀμήχανον γὰρ τὸν αὐτὸν καὶ μισεῖσθαι διὰ χαλεπότητα καὶ καταφρονεῖσθαι ἐπὶ μαλακίᾳ, εἴπερ ἀπέβη τὸ δόξαν. ἐπὶ τοιούτοις γὰρ ἄθλοις οὔτε φθονοῦμεν ὑμῖν οὔτε ἀποσυμβουλεύομεν φιλοτιμεῖσθαι.
Οὐ παύσῃ τῆς ἀβουλίας, ἀμαθέστατε Λυσῖνε, οὐδὲ
Ἀρκεῖς μόνος δικαίους ἡμᾶς νομίζων, κἂν μηδεὶς ἄλλος λέγοντί σοι πείθηται· εἷς γὰρ ἀνὴρ ἐμοὶ τοιοῦτος ἁπάσης ἐστὶ Σικελίας μέτρον, τὸ δ’ ἀνεξέταστον πλῆθος ἐρημίας ὑπειλήφαμεν ἀναπλήρωμα, ὑφ’ οὗ καὶ τὸ ἀγνοεῖσθαι καὶ μὴ χρηστοτέρους δοκεῖν οὗ ἐσμὲν τάχα οὐκ ἀνωφελές. σὺ δὲ πολλοὺς μὲν ἔχεις ὁμοίους σεαυτῷ (τὴν γὰρ ἀρετὴν τῶν ἀνθρώπων, οὐ τὸν ἀριθμὸν σκοπούμεθα) μεθ’ ὧν ἔγνωκας ἡμᾶς καλοὺς κἀγαθούς· εἰ μέντοι καὶ μόνος ἦσθα, ἐπλουτοῦμεν ἀνθρώπων μαρτύρων καὶ πλειόνων οὐ προσεδεόμεθα ἐπαίνων.
Τί δήποτε θαυμάζοντές με τῶν τρόπων ὡς δειναῖς χρώμενον αἰκίαις πρὸς τοὺς ἐπιχειροῦντας ἐξ ὑμῶν κατ’ ἐμοῦ τῷ τοιούτῳ οὐκ ἐκπέπληχθε, ἀλλὰ τὰς μὲν τύχας ὀλοφύρεσθε τῶν τιμωρηθέντων, συμβούλους δ’ αὐτοὺς οὐ ποιεῖσθε μὴ ἀδικεῖν Φάλαριν; ἄμεινον μὲν οὖν κἀμοὶ ἦν μὴ καθίστασθαι εἰς τοιαύτης ἀμύνης ἀνάγκην, λυσιτελέστερον δὲ ὑμῖν τὸ μὴ χρῆσθαι τῇ προπετείᾳ κατὰ πάντα, ἔπειτά τε ἐμοὶ ὁ τρόπος εὐνοουμένῳ, τί ποτ’ ἂν ἐπράξατε, εἰ μὴ τοιοῦτος ἐγενόμην ἔγωγε περὶ τὰς τιμωρίας, ὁπότε μηδὲν ἐλπίζοντες πείσεσθαι μέτριον παραβάλλεσθε, ἔστιν οὖν ἐμὲ παῦσαι τῆς ὠμότητος, ἐὰν αὐτοὶ πρότερον παύσησθε ἀδικίας.
Οὐδὲν ἔψευσαι τῶν ἐπ’ ἐμοὶ διαβολῶν· καὶ γὰρ αὐτὸς πάνθ’ ὅσα κατηγορεῖς ἐν Συρακουσίοις ὁμολογῶ. ἀλλ’ εἰ τὸν αὐτὸν τρόπον ἐγώ τε τοῦ τιμωρεῖσθαι τοὺς εἰς ἐμαυτὸν ἁμαρτάνοντας ἐφειδόμην, καὶ ὑμεῖς τοῦ προπετῶς οὕτως κἀμοὶ καὶ ἑαυτοῖς ἐπιβουλεύειν, οὐδεὶς ἂν οὔτε ἐμοῦ κατηγόρησεν ὡς ἔκθεσμα δρῶντος, οὔθ’ ὑμᾶς ὡς ἀνίατα πάσχοντας ᾠκτίζετο.
Οὐ πείθονταί σοι Καμαριναῖοι τὸν πρὸς ἐμὲ πόλεμον ἐξενεγκεῖν σφόδρα πολλὰ ἑκάστης ἐκκλησίας πείθοντι· καλῶς γὰρ ἴσασι πόλεμον ἔργοις οὐ λόγοις δημηγόρων κατορθούμενον. ὥστε, εἰ βούλει πολεμεῖν αὐτούς, τὰ ἀποτελέσματα δεῖξον τῇ γνώμῃ συνοίσοντα. ἂν μέντοι μηδ’ οὕτως ὑπακούσωσι, μεταβαλλόμενος τἀναντία παραίνει, καὶ τάχ’ ἂν τούτῳ περιγένοιο τῷ τρόπῳ ὧν βεβούλησαι. δυοῖν γὰρ θάτερον ἐν τῷ παρόντι, ἢ τὴν γνώμην ἀσύμφορον ἢ τὸν συμβουλεύοντα οὐδενὸς ἄξιον ἡγοῦνται. ἐγὼ μὲν γὰρ οἴομαι ἑκάτερα. εὖ μέντοι
Πολλὰ καὶ δεινὰ βεβούλευσαι κατ’ ἐμοῦ, Κλεόδικε, παρὰ τὴν ὑπάρχουσαν δύναμιν. πόθεν γὰρ σοὶ τὸ ἐλπίσαι κακῶς ποιήσειν Φάλαριν, χαριουμένῳ τῇ τοῦ Θρᾳκὸς τοῦ βυρσοδέψου θυγατριδῇ, Αὐτάνδρου δὲ γυναικί, τοῦ τὸν δεσπότην ἑαυτοῦ κτείναντος, ἐξ ὧν οὕτω πλουτῆσαι, αὐτῷ συνέβη, καίπερ τοῖς τῆς φύσεως νόμοις ἐνυβρικότι; οὐ μὴν εἰς τοῦτό γε προαχθήσομαι τῆς ὀργῆς, ὥστε τὰ σοὶ πεπραγμένα λόγῳ διεξελθεῖν. ἐὰν γάρ σε ἄξιον ἀμύνης ἡγησώμεθα, οὐκ ἐν λόγοις βουλησόμεθα μόνον, ἀλλ’ ἐν ἔργοις δυνησόμεθα, ἅπερ εἰς ἡμᾶς ὠρέχθης ἐξαμαρτάνειν, εἰς κεφαλὴν σοί τε καὶ τῷ σῷ γένει τρέψαι.
Τοῦ πένθους τίνα ἄν τις ἄλλην ἱκανωτέραν ὑμῖν παράκλησιν εἰσενέγκοιτο, ὦ παῖδες, ἢ τὴν ἀρετὴν τοῦ γονέως, ἐφ’ ᾧ γε τὸ πένθος φέρεσθε; οὐ γὰρ δακρύεσθαι τὰ Στησιχόρου πρέπον, ἀλλ’ ὑμνεῖσθαι. καὶ καθόλου μὲν οὐκ ἂν ἐβουλόμην ὑμᾶς οὔτε θρήνους οὔτε αἰκισμοὺς προσέσθαι σωμάτων, οὐχ ὅτι οὐ κοινὰ ταῦτα πάθη καὶ κατηναγκασμένα παρέπεται πᾶσιν, ἀλλ’ ὅτι τὰ τοιαῦτα ἀνθρώποις ἐστὶν ἁρμοστὰ δυστήνοις, ὧν οὐχ ἡ τελευτὴ τὰς ὀλοφύρσεις προσηκούσας ἀλλ’ ὁ βίος ἔχει, οὐ Στησιχόρῳ, ζήσαντι μὲν ἔτη τοσαῦτα σὺν ταῖς ἁγιωτάταις θεαῖς [ἐν χοροῖς καὶ μέλεσι Μουσῶν,] ὀνομασθησομένῳ δὲ ἐπὶ τιμαῖς καὶ στεφάνοις.
ὁμολογουμένως γὰρ οὔτε παρ’ ἡμῖν οὔτε παρὰ τοῖς ἄλλοις ἀνθρώποις μείζων **· ἡ γὰρ ἀθάνατος τοῦ θεοῦ μοῖρα ἡ πρὸς τὸ πᾶν ἰοῦσα αὕτη καὶ οὐχ ἑτέρα τις ἔμοιγε εἶναι δοκεῖ. ὥστε, ὦ παῖδες μεγάλου καὶ ὑπερφυοῦς πατρός, φρονεῖτε μὲν ἄξια τοῦ τεκνώσαντο; (οὐ γὰρ μικρὸς ὑμῖν ἀγὼν μὴ πολὺ καταδεεστέρους ἐκείνου ὑμᾶς γενέσθαι), πενθεῖτε δὲ μηδαμῶς εὐτυχῆ μοῖραν ἥρωος οὐχ ἑνὶ μακαρισθησομένην χρόνῳ, παντὶ δὲ αἰῶνι, μηδὲ τῶν τιμῶν, ἃς ψηφίζονται ὡς ἐπὶ θεῷ Ἱμεραῖοι, τὸ λαμπρότατον ὑφαιρεῖσθε, τὴν δόξαν. οὐ γὰρ ἐκεῖνός γε, ὃν ἡμεῖς ἴσμεν, ἠχθέσθη θανάτου προθεσμίᾳ συναιρούμενος, οὐδὲ τῶν ἡρώων τοὺς γενναιοτάτους, ἐπεὶ ὑπὲρ δόξης ἔθνησκον, ἐν τοῖς καλλίστοις ποιήμασιν ὑμνήσας, ἅπερ ὑμῖν κτήματα μὲν τοῦ παντός ἐστιν ἄξια, παραδείγματα δὲ βίου σωφρονέστατα, αὐτός, ὁπόθ’ ἧκεν ἡ μοῖρα πρὸς τὸ πέρας, ἀπτοήτως ἔθνησκεν.
εὖ γὰρ ἴστε, ὦ παῖδες, οὐ γὰρ ὑφ’ ἡμῖν γενόμενος ἐχθροῖς οὖσιν ἔδεισεν, οὐδὲ ὡς δεινόν τι πείσεσθαι μέλλων ἐπεκλάσθη. πολὺ δὲ γενναιότερος
Ὑμεῖς μὲν ἴσως ἐμαυτῷ πλεοναζούσας δοκεῖτε ποινὰς τετικέναι ὧν εἰς ἐμὲ καὶ τοὺς ἐμοὺς παρηνομήσατε, ἀντὶ μὲν ἀνδρῶν τριάκοντα ὧν ἀσεβῶς κατεπυρπολήσατε πεντακοσίους ὁπλίτας ἀπολωλεκότες, ἀντὶ δὲ ταλάντων ἑπτὰ ὧν διηρπάσατε πλείστας ἀπεστερημένοι προσόδους· ἐγὼ δὲ προοίμιον ὑμῖν ὧν μέλλετε πάσχειν ὑπ’ ἐμοῦ τὰ νῦν γεγονότα καταγγέλλω, ἵν’ ἃ δι’ ἐμαυτὸν συμμαχήσαντα τοῖς ἐχθροῖς ὑμῶν πεπόνθατε ὁμολογεῖν αἰσχύνησθε. οὐ μὴν ἀνήσω γε τὴν πρὸς ὑμᾶς δυσμένειαν, ἕως ἂν ἡ διοικούσα πρόνοια τὴν αὐτὴν ἁρμονίαν τοῦ κόσμου φυλάττῃ. ἐξοίσω δὲ τὸν πρὸς ὑμᾶς πόλεμον οὐχ ὑπὲρ ἐμαυτοῦ τοσοῦτον ὅσον ὑπὲρ θεῶν τῶν πάντα καὶ σώζειν καὶ φθείρειν δυναμένων, εἴ γε θείας ψυχῆς, ὥσπερ τὰ λοιπὰ τῆς φύσεως στοιχεῖα, καὶ τὸ κατὰ τὴν Αἴτνην πῦρ μεμοίραται, εἰς ὃ τοὺς ἱκέτας ἀθέως βαλόντες οὐ Φάλαριν ἐχθρόν, ἀλλὰ τὸν πάντων ἐπόπτην ἥλιον ἐπικέκτησθε.
Τὸ πολλάκις ἴσως ἡμᾶς ἐπεσταλκέναι τῷ σῷ πατρὶ παῦσαί σε τῆς ἀφροσύνης ἐπῆρκεν, ὡς οὐκ ἄν, εἰ μὴ ἐδεδοίκειμεν τὴν ἔχθραν, ἀποτρέπειν παρεκελευόμεθα. ἐγὼ δὲ περὶ μὲν τούτου τὸ μὴ οὕτως ἔχειν οὐδὲ γράφειν ἀξιῶ, πυνθανόμενος δ’ ἐπιεικῆ τὸν γέροντα εἶναι καὶ μηδὲ ἑτέρους αὐτῷ γεγονέναι παῖδας, ἐκεῖνον μὲν ἐλεῶν, σοῦ δὲ παρ’ ἡλικίαν θρασυνομένου φειδόμενος, ἕως τοῦ παρόντος ἀνέσχηκα. σὺ δ’ οὔτε πατέρα πρεσβύτην οἰκτείρεις ἐφ’ ἑνὶ κινδυνεύοντα παιδί, οὔτε σεαυτοῦ φροντίζεις, ἐπιμένεις δὲ τῇ προπετείᾳ, πρῶτον μὲν τάχα, παρ’ ὅσον οὐδὲν ὑφ’ ἡμῶν πέπονθας, εἶτ’ οἰόμενος ἐξεῖναί σοι, ὁπόταν βούλῃ, πεπαῦσθαι. τοῦτο δ’ οὐδὲ τοῖς πολὺ σοῦ δυνατωτέροις ἐνεγένετο. ἕως οὖν σοι παρὸν ἑκατέρων ἑλέσθαι τὸ λυσιτελέστερον, μὴ μιμοῦ Τίμανδρον, ἐχθρῷ δὲ μᾶλλον ὠφελίμῳ ἢ λίαν ἐπιζημίῳ συμβούλῳ χρῆσαι.
Ἐρρωμενέστερον ἀδικοῦμαι τῷ παντὶ ἢ τιμωροῦμαι.
Οὔτε προφάσεως ἐνδεῖν μοι δοκῶ, δι’ ἣν ἂν δικαίως ὑμᾶς ἀμυναίμην, οὔτε βουλομένῳ ἐπεξιέναι δυνάμεως. βουλήσομαι δέ, ἂν μὴ νῦν γέ ποτε αἰδεσθέντες ἡμᾶς ἀπολύσητε τοὺς ἄνδρας, οὓς οὐδενὶ δικαίῳ, διότι δὲ τῷ κακῶς ἀπολουμένῳ Πασίωνι παρατριβομένῳ πρὸς ἡμᾶς ἔδοξε, τρίτον ἤδη μῆνα τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατέχετε.
Στησίχορον ἴστε καὶ Κόνωνα καὶ Δρωπίδαν περαιουμένους ἀπὸ Παχύνου εἰς Πελοπόννησον ἀντὶ Κορινθίων, πρὸς οὕς γ’ ἐπέμφθησαν ὑφ’ ὑμῶν, πρὸς ἐμὲ ἀχθέντας. καὶ Δρωπίδαν μὲν ἴσως ἀποδώσομεν ὑμῖν, Κόνωνα δ’ εὐθὺς ἀπεσφάξαμεν· Στησίχορος δὲ σῶός ἐστιν, ἕως ἂν τὸν τρόπον λογισώμεθα, ὃν χρὴ αὐτὸν τιμωρηθέντα ἀποθανεῖν.
Πυνθάνομαί σε περιδεῆ σφόδρα εἶναι ἐννοοῦντα τὴν δύναμιν ἡμῶν καὶ συνειδότα ἅμα τοῖς πρὸς ἐμὲ σοὶ πεπολιτευμένοις. θαυμάζω δέ σε, εἰ νῦν ἤρξω περιδεὴς εἶναι, ἀλλ’ οὐ τότε εὐθέως, ὅτε ἐπολιτεύου πρός με ἀρχῆς παρανόμου [ὥσπερ σὺ προύλεγες] Ἱμεραίοις συλλαβέσθαι βουλόμενος, διελογίζου, ὅτι γένοιτ’ ἂν τάχα ἃ σὺ λέγεις Ἱμεραίοις. εἰ μὲν οὖν ὑπερεφρόνεις θανάτου, ὥσπερ καὶ ἐχρῆν σοφὸν ὄντα, τί νῦν, ὦ μάταιε, ἰλιγγιᾷς, ἐξόν, ἃ προσδοκῶν τότε οὐδὲν ἧττον θρασὺς ἦσθα, ταῦτα καὶ πελάζοντα γενναίως ὑπομένειν; εἰ δέ, ὥσπερ δῆλος εἶ, περιτρόμως ἔχεις πρὸς τὴν ἀφ’ ἡμῶν δίκην ἐσομένην, τί, ὦ προπετέστατε, ἐβόας τότε καὶ τοσοῦτον σεαυτῷ παρεσκεύαζες ἐχθρόν, ἐναγῆ καὶ αὐθάδη καλῶν καὶ τὰς ἐκ τῶν ἐπῶν σου ῥήσεις εἰσφέρων εἰς τὰς ἐκκλησίας; τί δὲ μουσικὸς καὶ μελοποιὸς ὢν καθιστᾷς σεαυτὸν εἰς ἐναντίον σχῆμα καὶ προαίρεσιν βίου τοῖς ἐπιτηδεύμασιν, ἐξὸν σχολὴν ἄγειν καθεζόμενον καὶ μὴ θερμοτέρων ἅπτεσθαι πραγμάτων ἢ ποιηταῖς πρέπει; ἐπεὶ δ’ ἀντὶ ποιητοῦ δημαγωγὸς ὠρέχθης γενέσθαι, μένει σε οἷα φημὶ οὐ ποιητὰς οὐδὲ μουσικοὺς ἄνδρας, ἀλλὰ δημαγωγοὺς ὑπὲρ δύναμιν θρασυνομένους κρατούντων ἐχθρῶν.
Οὐ τὸ τοῖς πολλοῖς εἰθισμένον, ὅταν ἐπὶ τοῦ λόγου βλαφθέντες ἐν τοῖς ἀποτελέσμασι τῶν ἔργων εὐδοκιμήσωσι,
προύλεγον μὲν γάρ, ἵνα μὴ γένηται· γεγονότων δὲ διὰ τὴν τύχην συνατυχῶ καὶ τῇ τύχῃ οὐκ ὀνειδίζω, ἀλλ’ ἵνα μὴ μείνῃ τοιαῦτα, ὡς ἔνεστι πεφιλοτίμημαι. ταῦτα μὲν οὖν παρὰ τῆς σεαυτοῦ μητρὸς ἥκων ἄμεινον ἂν μάθοις· σὺ δὲ σχέτλιος, ὃς οὐδ’ ἐκπεσὼν τῆς πατρίδος παρ’ ἡμῖν ἐβουλήθης ὡς εὐνουστάτοις τὰς φυγὰς ἀναπαῦσαι. τοῦτο δὲ εἰ μὲν ἄλλου του χάριν εἵλου, δίκαιος οὐκ ἂν εἴης περὶ ἡμᾶς· εἰ δ’ ὡς ὀνειδισθησόμενος ᾐδέσθης τοὺς προειπόντας καὶ οὐ πείσαντας, μικροῦ δέω λέγειν ὅτι καὶ ἥδομαι οὕτω σου σωφρονοῦντος, αἰσχυνόμενος γὰρ ἐπὶ τοῖς προειρημένοις οὐκ ἂν ἐπὶ τοῖς αὐτοῖς ἁλίσκοιο ἁμαρτάνων.
Τοῦ μὲν εἰληφέναι σε τὰς παρ’ ἐμοῦ δωρεὰς πλείστη σοι χάρις, ἐγὼ δέ, ὅπερ ἔλεγες φοβεῖσθαι Συρακουσίους, μή τί σοι χαλεπὸν ἐξ αὐτῶν ἀνάσχῃ δεξαμένῳ τὰ παρ’ ἡμῶν χρήματα μηνύσεως αὐτοῖς ἀποδοθείσης, τοῦτ’ ἔμελλον ποιήσειν, μὴ λαβόντος σου κατηγορήσειν ὡς εἰληφότος, ἵν’ ᾖ σοι τὸ αὐτὸ δεξαμένῳ καὶ μή, μᾶλλον δὲ τὸ μὲν ἧττον, τὸ δὲ τῷ παντὶ χεῖρον. μὴ λαβὼν μὲν γὰρ ἐμοῦ κατηγοροῦντος τὸ δεδωκέναι πάντως ἂν αἰτίαν εἶχες εἰληφέναι· λαβὼν δὲ ταῖς ἀληθείαις ἐμοῦ τὸ μὴ δεδωκέναι λέγοντος, οὐκ ἴσως ἀλλ’ ὄντως ἀπήλλαξαι τῆς αἰτίας.
Ἐπυνθάνου, τίσιν ἀντεξήτακα τὸ δύνασθαι Λεοντίνων μοι ἐπεξιόντων κατὰ τῆς χώρας, ἣν ἐμὴν οὖσαν ἀποτέμνονται, περιγενέσθαι. τὸ μὲν οὖν ὅτι δικαιοτέρων ἐχόμενος καὶ οὐκ ἄρχων πολέμου ἀλλ’ ἀμυνόμενος, οὐκ ἂν ἐπιστείλαιμι· τούτων γὰρ παρ’ ὑμῖν οὐκ ἔστι λόγος· ὃ δέ, κἂν μὴ προσποιῆσθε, ὑμᾶς εἰδέναι ἀνάγκη, τοῦτ’ ἂν εἴποιμι, ὅπλοις πολλοῖς καὶ ἀνδράσι δυνατοῖς καὶ χρήμασι καὶ ναυσὶ καὶ ἵπποις, ὧν ἁπάντων ἐνδεεῖς ὄντες αὐτοὶ μαχοῦνται πολεμίῳ καὶ περὶ ταῦτα καὶ περὶ τὰς τύχας πεπλουτηκότι.
Τοὺς ἑπτὰ καὶ τριάκοντα τούσδε, ὅταν τοῦ πλήθους λάβῃ τῶν Καμαριναίων, χαλκευθῆναι κατὰ φύσεως ἀπανθρωπίαν ἀποφαίνεις. βούλομαι μὲν ἐν τούτῳ
Οὐκ ἀναγκάζεις Καμαριναίους ἐμοὶ πολεμεῖν, ἀλλ’ ὑπ’ ἐμοῦ πολεμεῖσθαι, οἳ δὲ σωφρόνων ἀνδρῶν ποιοῦντες πρᾶγμα καὶ τοῦτο σαφῶς εἰδότες καὶ πρὸ τῶν λόγων τὰ ἔργα σκοπούμενοι καὶ πρὸ τῶν ἔργων ἔτι τάχιον τὰ ἀποτελέσματα, πολὺν ἤδη χρόνον παραπέμπουσί σου τὰς δημαγωγίας, σὺ δ’ οὐκ αἰσχύνῃ βαρύτερος ὢν ἐκείνοις ἀπὸ τοῦ βήματος [καὶ τῶν λόγων] ἢ ἐμοί, καθ’ οὗ πολιτεύῃ.
Οὐ δοκεῖ σοι πικρὸν βασανιστήριον ὁ ταῦρος οὐδὲ τῶν παρ’ ἡμῖν μηχανημάτων οὐδέν, ἐπεὶ τὸν εἰς ἐκεῖνα ἔλεον οὐκ ἂν μέλλων ἡμῖν μάχεσθαι προανήλισκες.
Σὺ μέν, ὡς πυνθάνομαι, κατηγορῶν ἐμοῦ τὰς περὶ τὸν Κλεόμβροτον τύχας οἰκτρὰς ὀδύρεσθαι ἐπιχειρεῖς, ἐγὼ δὲ σέ, Κλεόμεδον, πολὺ μὲν ἐκείνου τολμῶντα ἀδικώτερα, τῷ παντὶ δὲ ὄντα ἀσθενέστερον ἐμοὶ ὑποχείριον γενέσθαι.
Οὐκ ἐκφαυλίζων, ὦ Μελιταῖοι, τὰς τιμὰς ὑμῶν ἀπέπεμψα τὸν πρεσβευτὴν κατασεσημασμένας φέροντα αὐτάς, οὐκ ἐᾷ δέ με ἐπαινεῖσθαι τὰ πεπραγμένα. ὑμεῖς μὲν οὖν ἴσως, οἷον αὐτοί με εἶναι δοκεῖν ἐθέλετε, τοιοῦτον οἴεσθε ὑπολαμβάνεσθαι καὶ παρ’ ἑτέροις· ἐγὼ δὲ οἶδα παρὰ μὲν τοῖς ἄλλοις ἅπασι κακὸς ὑπολαμβανόμενος, παρὰ δ’ ὑμῖν κἂν νομίζωμαι ἀγαθός, οὐδὲν ἐκτεῖναι δυνάμενος ἐντεῦθεν ἐπὶ τοὺς ἄλλους τὴν φήμην, πολὺ δὲ μᾶλλον εἰς τὰς ψευδοδοξίας τῶν ἀνθρώπων βλάψων ὑμᾶς, ὅτι τὸν κάκιστον οὐκ ἄν, εἰ μὴ τοιοῦτοι καθειστήκειτε, ἐπῃνεῖτε. ἐξ ὧν τοίνυν ὑμεῖς μὲν ἂν ἀδίκως πονηροί, ἐγὼ δ’ οὐδὲν ἐπιεικέστερος [ἐμαυτοῦ] ὑπελαμβανόμην, οὐκ ᾤμην δεῖν ἐμαυτὸν τιμᾶσθαι.
Καὶ εἰς Γέλαν ἔπεμψα καὶ εἰς Λεοντίνους, καὶ πρὸς ὑμᾶς πέμψαι δεῖν ᾠήθην, ὅπως μοι συλλάβησθε εἰς τὰ παρὸντα, οὐχ ὅπλων οὐδὲ ἵππων δεομένῳ οὐδὲ ἀνδρῶν, ὧν κενὴν εἶναι λέγετε τὴν πόλιν, ἀλλ’ ἀργυρίου.
Οὔτε μᾶλλον ἀνιαθεὶς ἐν τῷ ζῆν ἐμαυτῷ σύνοιδα, μὰ τοὺς θεούς, ἄνδρες πολῖται, καίτοι πολλαῖς καὶ παραδόξοις χρησάμενος μεταβολαῖς, οὔτε πλέον ἡσθείς, ἄμοιρος γὰρ οὐδὲ τῶν τερπνῶν ἐγενόμην. ἠνιάθην μὲν οὖν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τῆς πατρίδος ἐξέπιπτον ἀδίκως, ὅπερ ἀλγεινότατόν ἐστι καὶ τοῖς δικαίως τοῦτο πάσχουσιν, ἥσθην δέ, ὅτι δημοσίᾳ μου μνησθέντες ἐγράψατέ μοι περὶ ὧν ὁ καιρὸς ὑμᾶς ἤπειγεν. ὡς γὰρ παρ’ ἑνὸς τῶν μάλιστα εὐνοουμένων καὶ περὶ ὑμᾶς ἐσπουδακότων ᾐτήσασθε, οὐ τοσοῦτον, ὡς ἔοικε, τοῦ λαβεῖν τι τῶν ἐψηφισμένων, ὅσον τοῦ μαρτυρῆσαι μὲν ἐμοὶ δημοσίᾳ τὸ μὴ δικαίως ἐξεληλάσθαι, καταγνῶναι δὲ τῶν τοῦτο δρασάντων. οὔτε γὰρ αἰτῆσαι χάριτας παρὰ τοῦ μὴ στεργομένου τις ἂν οὔτε λαβεῖν παρὰ τοῦ μὴ στέργοντος ὑπομείνειεν.
νῦν δὲ παρέδωκεν ὁ καιρὸς μέμψασθαι μὲν ὑμᾶς ὡς τοὺς πρώτους χρόνους μηδὲν αἰτησαμένους, εὐχαριστῆσαι δὲ τοῦ παρόντος, ἡνίκα αἰτεῖσθε ἅπερ ὑμεῖς μὲν οἱ λαβόντες δώσετε ταῖς ἀληθείαις (δέδεγμαι γὰρ ὑμῶν χάριν τὴν αἴτησιν), ἐγὼ δὲ ὁ μετὰ τοσαύτης ἡδονῆς διδοὺς λήψομαι μᾶλλον ἢ δώσω. τί γὰρ ἀνδρὶ φιλοπάτριδι κάλλιον καὶ μεγαλοπρεπέστερον ἢ δοκεῖν τοὺς ἑαυτοῦ πολίτας εὖ ποιεῖν; ὃ διὰ τῆς ἐπιστολῆς μοι τῆς ὑμετέρας πεπλήρωται. τοῦ μὲν οὖν βραδύτερον ἀφῖχθαι τὰς δωρεὰς ἢ παρ’ ὃν ἐβούλεσθε χρόνον μήτε ἐμὲ μήτε τοὺς πρέσβεις ὑμῶν αἰτιᾶσθε, τὸν δὲ χειμῶνα καὶ τὴν ὥραν τοῦ καθεστῶτος ἔτους. τὸ μὲν γὰρ ἐξ ἡμῶν προθυμίας οὐδ’ ἧστινος ἀπελείπετο, πλεῖν δὲ διὰ τὴν ὑπερβολὴν τοῦ χειμῶνος οὐδὲ μετὰ τῶν ἐσχάτων τολμημάτων ἦν.
τοῦ μέντοι σεσῶσθαι τὰ πεμφθέντα, καίτοι πελαγίῳ παραβληθέντα κινδύνῳ, τῇ τύχῃ χάριν εἰδότες οὐκ ἂν ἁμαρτάνοιτε. οὐ μὴν ἀλλὰ καὶ ** τῶν κομιζομένων ἀποδώσουσι μὲν ὑμῖν ὡμολογημένως οἱ πρέσβεις, δηλώσει δὲ καθέκαστα καὶ ὁ συναπεσταλμένος αὐτοῖς ἀνὴρ ὁ καὶ τὴν ἐπιστολὴν φέρων, Εὔβουλος, παρ’ οὗ τά τε εἴδη καὶ τὸν ἀριθμὸν λαβόντες τὰ μὲν ἄλλα διανείμασθε καθ’ ὃν ἂν προῄρησθε τρόπον, τοῖς χρήμασι δὲ πρὸς ἐπισκευὴν καὶ κόσμον τῆς πόλεως χρησάμενοι καλῶς ἂν εἴητε πεφρονηκότες, οὐ διὰ τὴν ἐμὴν παραίνεσιν, διὰ δὲ τὴν ὑμετέραν αὐτῶν εὐβουλίαν· οὐδεὶς γὰρ ἀλλοτρίᾳ προαιρέσει ἀλλὰ τῇ οἰκείᾳ χρηστὸς πέφυκεν. εἰ δ’, ὅπερ οὐδὲ λέγειν ἐφ’ ὑμῶν ἄξιον, τοῖς εἰς ἕτερον εἶδος δεδωρημένοις εἰς ἄλλο τι καταχρήσεσθε τῶν οὐκ ἀναγκαίων, εὖ ἴστε, ὅτι ὑμεῖς μᾶλλον ἂν μεμφθείητε τοῦ μὴ δεόντως προσενηνέχθαι τοῖς δωρηθεῖσιν ἢ ὁ δοὺς εὐλογηθείη τοῦ δεδωκέναι.
ὡς γὰρ ἄτοπον, τὸν ἐκπεπτωκότα τῆς πατρίδος οὐδέν με τῶν αὐτῆς
Σεμνύνεσθαι μέν, ὥσπερ καὶ ἐπ’ ἄλλῳ τινὶ τῶν καλῶν, ἐπ’ εὐγενείᾳ εἰκός ἐστιν, ἐγὼ δὲ μίαν εὐγένειαν ἀρετὴν οἶδα, τὰ δ’ ἄλλα πάντα τύχην. καὶ γένοιτ’ ἂν ὁ μὲν ἐκ φαύλων ἀγαθὸς καὶ βασιλέων ἀπάντων εὐγενέστερος, ὁ δ’ ἐξ ἀγαθῶν φαῦλος αὐτός τε ἑαυτοῦ καὶ τῶν ταπεινοτάτων δυσγενέστερος. ὥστε ψυχῆς ἔπαινον αὔχει πρὸς Συρακουσίους, μὴ προγὀνων τεθνηκυῖαν εἰς ἀδοξοτέρους διαδόχους εὐγένειαν.
Ἐκέλευσα ὑμῖν Στησίχορόν μοι ἀποστεῖλαι καὶ Κόνωνα καὶ Ἑρμοκράτην διὰ τάχους, ὑμεῖς δὲ ἀντὶ Ἑρμοκράτους καὶ Κόνωνος καὶ Στησιχόρου Σαμέαν καὶ Νίκαρχον ἐπέμψατε. ἐγὼ δὲ εἰ μέν, οἷον ὑμεῖς με ὑπετοπάσατε εἶναι, τοιοῦτος ἤμην, οὐκ ἂν ἠγνόουν, ὅτι δι’ ἐκείνους ἐμὲ ἀποδοῦναι ὑμῖν τι τῶν ἀνηκέστων ἐχρῆν, καὶ ἧκεν ἂν καὶ Στησίχορος καὶ Κόνων πρός με καὶ Ἑρμοκράτης εὐθέως. καὶ γὰρ Κόνωνος μὲν ὑμῖν πεπορνευκότος ἀνθρώπου ἐστί τις πρόνοια, Σαμέα δὲ καὶ Νικάρχου, ἐπιφανεστάτων ἀνδρῶν καὶ κάλλιστα ἐξ ἁπάντων ὑμῶν βεβιωκότων, οὐκ ἔστιν. ἀλλ’ οὔτε ἐπιεικεῖς ἄνδρας καὶ μηδέν με ἠδικηκότας μηδὲ τὴν πατρίδα τὴν ἑαυτῶν ἀδικεῖν ἐβουλόμην, οὔτε νόμον κοινὸν Ἑλλήνων καταλύειν. καίτοι ὑμεῖς γε πολλοὺς νόμους Ἑλλήνων κοινοὺς κατελύσατε, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις, ἐν οἷς πρός με ἐπολιτεύεσθε· λόγῳ δ’ οὐδὲν δέομαι λέγειν αὐτός τε εἰδὼς καὶ πρὸς εἰδότας γράφων.
ἀλλ’ οὐκ ἐμιμησάμην γε ὑμᾶς οὐδὲ μιμήσομαι ἐγὼ ὁ ἀνδροφόνος καὶ ἐναγὴς τοσούτοις ἄγεσιν, ἀλλ’ ἔπεμψα ὑμῖν τοὺς πρέσβεις, παρὸν δυοῖν θάτερον ἀμογητὶ ἔχειν, ἢ ἐκείνους ὑμᾶς ἀναγκάσαι ἀντὶ τούτων πέμψαι, ἢ εἰς τοὺς ἐν χερσὶν ὄντας ἀφεῖναι τὴν πρὸς ἐκείνους ὀργήν. καὶ μὴν εἰς τοῦτό γε ἤδη κατέστησε τὰ πράγματα ἡμᾶς καὶ αἱ ἀνάγκαι τοῦ μὴ δικαίως βιοῦν, ὥστε μηδὲν παρὰ τοῦτο χείρους ἡμᾶς νομισθῆναι ἀποκτείναντας τοὺς πρέσβεις ὑμῶν, μηδὲ ἀμείνους σώσαντας. πέφυρται γὰρ ἤδη τἀμὰ
καὶ τῶν μὲν ἄλλων, ὅσα ἔπαθον δι’ αὐτοὺς κακά, ἔστι καὶ συγγνῶναι τοῖς αἰτίοις καὶ καταχέαι λήθην τῶν γεγονότων· τοῦ δὲ μὴ ἐξεῖναι δίκαιόν τι πράσσειν τίνα ἄν τις αὐτάρκη δίκην εἰσπράξαιτο παρὰ τῶν αἰτίων; ἐπεὶ τίνας ἦν δικαιότερον ἀπολαῦσαι τῆς ἡμετέρας ἀδικίας ἢ δι’ οὓς ἀνάγκη ἀδικεῖν ἡμᾶς ἐστίν; ἀλλ’ ὅμως, ὦ Ἱμεραῖοι, ταῦτά γε ἅπαντα σκοπῶν καὶ ὀργιζόμενος καὶ τύραννος ὢν καὶ ἔχων, εἰ καὶ πάνυ οὓς οὐκ ἐβουλόμην, ἀλλ’ ὧν γ’ ἀναιρεθέντων ἐμέλλομεν ὑμᾶς οὐδὲν ἧττον ἀνιάσειν, ἐφεισάμην αὐτῶν καὶ ἀπέπεμψα ἑστιάσας. εἰ μὲν οὖν καὶ αὐτοὶ τὰ δίκαια ἐν μέρει ποιεῖν ἐθελήσετε, λογισάμενοι ὅτι οὐχ ἅπασαν ὀργὴν * *, ἐὰν εἰς δύο ἄνδρας ἢ τρεῖς ἅπαντα ἀποστρέψητε τὰ τῇ πόλει ἐπικρεμάμενα δεινά· εἰ δὲ Κόνων ὁ τέως ὑφ’ ἑκάστου ὑμῶν εἰς τὸ σῶμα παροινούμενος σώζεται, αὐτοῖς βάθροις ὑπομενεῖτε ἀνάστατον ἅπασαν γενέσθαι τὴν πόλιν. πειράσομαι γὰρ ὑμῖν μηδὲν ἐπιεικέστερος φανῆναι ἢ ὑμεῖς νομίζετε.
Ἀφίκετο ὡς ἡμᾶς Περίλαος ὁ πλάστης ὑμῶν, ὦ Ἀθηναῖοι, δημιουργήματα πάνυ τὴν κατασκευὴν ἀποχρῶντα κομίζων, ἐφ’ οἷς ἄσμενοί τε αὐτὸν ἐδεξάμεθα καὶ δώροις ἀξίοις διά τε τὴν τέχνην καὶ οὐχ ἥκιστα διὰ τὴν πατρίδα ἠμειψάμεθα. ὃ δ’ ἐντὸς οὐ πολλοῦ χρόνου χαλκευσάμενος ταῦρον μεγέθει πλείω τοῦ κατὰ φύσιν εἰς Ἀκράγαντα ἤνεγκεν. ἥσθημεν οὖν ζῷον ἐργατικὸν ἀνθρώπῳ σύντροφον εἰσδεξάμενοι, καὶ σφόδρα ἡμῖν τὸ θέαμα τυραννικὸν κατεφάνη· οὐ γάρ πω τὸ ἐν αὐτῷ λελοχημένον ἐπεδέδεικτο· ἐπεὶ δ’ ἀναπτύξας τὸ πλευρὸν ἐγύμνωσε μὲν ὠμότητος ἀνάπλεων φόνον, δὲ θανάτου δυσποτμώτερον μόρον, τότε δὴ τῆς τέχνης αὐτὸν ἐπαινέσαντες τῶν τρόπων ἐτιμωρούμεθα, καὶ τῆς ἰδίας ἐπινοίας τὴν ἀπόδειξιν αὐτὸν πρὸ τῶν ἄλλων, ἐπεὶ κακουργότερον οὐδένα τοῦ δημιουργήσαντος ἐξεύρομεν, δοῦναι ἠξιώσαμεν.
ἐνεβιβάσαμεν οὖν αὐτὸν καὶ τὸ πῦρ ἥψαμεν ὡς αὐτὸς ὑπέθετο, πιμπράμενος δὲ τῆς ἐπιστήμης ἀληθεῖς οὔσας τὰς ἀποδείξεις ἔδωκεν· οὔτε γὰρ εἴδομεν τίς ὁ τιμωρούμενος, οὔτε ἠκούσαμεν γόων οὐδ’ ὀλοφυρμῶν· τὰς γὰρ ἔνδοθεν ἐμβοωμένας ὀλοφύρσεις ὁ χαλκὸς εἰς τοὺς ἀκουσομένους κολαστὰς ἐξεμυκᾶτο. ὑμᾶς δέ, ὦ Ἀθηναῖοι, πυνθανόμενος ἄχθεσθαι περὶ τῆς ἀναιρέσεως τοῦ δημιουργοῦ καὶ δι’ ὀργῆς ἔχειν ἡμᾶς ἐθαύμαζον καὶ τέως ἀπιστῶ. εἰ μὲν γάρ, ὅτι μὴ χαλεπωτέρῳ ὀλέθρῳ ᾐκισάμεθα αὐτόν, μέμφεσθε, ἀπολογοῦμαι πρὸς ὑμᾶς τὸ μὴ δυσποτμώτερον ἐπινοῆσαι μόρον· εἰ δ’ αὖ διὰ τὸ ὁπωσοῦν τετιμωρῆσθαι,
εἰ μὲν γὰρ δικαίως ἁνὴρ ἀπώλετο καὶ προσήκει τοὺς τρόπους καὶ τὴν φύσιν οὐδεὶς Ἀθηναίων ἐκείνῳ, τοῦ χάριν ἡμᾶς μέμφοισθ’ ἄν; εἰ δὲ ἀδίκως, ὑμεῖς μὲν ἐντεῦθεν ὁμολογεῖτε οὐδὲν ἀμείνους εἶναι Περιλάου, ἐγὼ δὲ οὔπω δίδωμι τὴν τιμωρίαν πεπρᾶχθαι ἄδικον, πρὶν ἂν ἐμαυτῷ δόξω παρὰ τὴν δίκην εἰργάσθαι. καίτοι παρὰ τυράννου τὰ δίκαια οὐδὲ εἷς ἐπιζητεῖ, τὸ γὰρ σῶζον αὐτὸν τοῦτο ἔοικεν εἶναι· ἀλλὰ τοὐμὸν ἀσφαλὲς καὶ τὸ τῆς ἀρχῆς ἐχυρώτατον ὑπεξελεῖν τότ’ ἂν δόξαιμι, ὅταν κατ’ εὐθεῖαν μὴ τετιμωρῆσθαι δοκῶ. πέποιθα δὲ μήθ’ ὑμῶν τῷ μήτε τῶν ἄλλῶν Ἑλλήνων τὴν λώβην ἄδικον φανεῖσθαι, ἥν τις ἑτέροις ἐτεκτήνατο, αὐτὸν ἐμφορήσασθαι τὸν μηχανησάμενον, τεκμαιρόμενος ἔκ τε τῶν λοιπῶν ἁπάντων, οὐχ ἥκιστα μέντοι καὶ δι’ ἐμαυτόν, ὅτι μοι ταύτῃ μάλιστα προσήκειν τιμωρηθῆναι ἔδοξε. καίτοι γ’ ὑπὲρ ἐμοῦ τὸν ὄλεθρον εὗρε κατὰ τῶν ἐπιβουλευόντων ἀχθεινότατον· ἀλλὰ τοὐμὸν ἀσφαλές, ἐν οἷς τοῦ φύσει δικαίου κριτὴς ἀπεδείχθην, ἀφῆκα, ἁπλοῦν δὲ αὐτὸ ἐφ’ ἑαυτοῦ τὸ δίκαιον ἐλογισάμην.
καὶ μὴν καὶ τὸ πικροτέρους ἐᾶν πολλοὺς ὑπάρχειν ᾔδειν ἐμοὶ συναγορεῦσον, καὶ τὸ ἡμερώτερος φανεὶς τῆς δόξης μᾶλλον ἐπιβουλευθήσεσθαι, καὶ ὅτι παύσω πάντα τινὰ προθυμούμενον εἰς ἐμὲ διὰ τῆς τούτου κολάσεως, καὶ ὡς βέλτιον ἴσως τῇ βίᾳ χρῆσθαι διὰ τὴν ἀνάγκην τῶν ἐπιχειρούντων. ἀλλ’ ὅμως ταῦτα εἰδὼς ἅπαντα καὶ τῆς ὕστερον εὐφημίας οὐδὲν δεόμενος δεινὸν ἡγησάμην ἄνθρωπον ἀνθρώποις τοιούτου μόρου ἄρξαντα εἶναι ἀτιμώρητον. διὰ τοῦτο αἷς τοὺς ἄλλους μηδὲν ἀδικήσαντας αὐτὸν ἠπείχθη τέχναις ἐγκαταπρῆσαι, ταύταις ἐνδίκως ὑφ’ ἡμῶν τῶν ἀξιωθέντων χάριτος τοιαύτης ἐνεφρουρήθη. τάχα τις ὑμῶν, ὦ Ἀθηναῖοι, ἀκούων τὸ παράλογον, ὡς, εἰ δέοι τούτοις αὐτὸν τοῖς ὀλέθροις οἷς ἐπενόησε καθ’ ἑτέρων περιπεσεῖν τὸν ἐξευρόντα, πολλαῖς πάνυ με Ἐριννύσιν ὀφείλεσθαι νομίζει, μᾶλλον δ’ οὐδ’ ἐξαρκέσειν ὅλαις τῇ αὑτοῦ μιᾷ ψυχῇ, καθ’ ἑαυτοῦ δὲ τοὺς μόρους ὑπογράφειν.
ἀλλ’ εἰ χωρὶς δυσμενείας σκέπτεσθαι ἐθελήσετε, εὕροιτε ἂν οὔτε δρῶντας ἑκόντας ἡμᾶς, οὔτε εἰ πάσχομεν, δόξαν τῷ δαίμονι, δικαίων ἀπολαύοντας. καὶ γὰρ ἐξουσίαν ἔχοντες δρᾶν διὰ τὴν τυραννίδα τὰ πρὸς ὠμότητα, ὅμως ἴσμεν ἔκτοπα ὄντα, καὶ μηδὲν τῶν πεπραγμένων ἑαυτοῖς ἀναλαβεῖν δυνάμενοι τὸ μὲν ὅτι δεινὰ ταῦτ’ ἐστὶν ὁμολογοῦμεν. εἴθε μέντοι μηδὲ δρᾶσαι αὐτὰ πικρᾷ ἀνάγκῃ ἐβιάσθημεν, καὶ οὐδεὶς ἕτερος ἦν ἂν ὡς χρηστὸς ἐπαινούμενος ἡμῶν παρόντων. τίς γὰρ ὑμῶν, ὦ Ἀθηναῖοι, ἢ τῶν ἄλλων ἀνθρώπων τὸν ἐπιβουλεύσαντα ἑαυτῷ ἐχθρὸν οὐ διὰ πάσης ἀμύνης παρασχὸν ἐτιμωρήσατο; τοιοῦτον εὑρὼν Περίλαον ἐτιμωρησάμην. καὶ σύνοιδα μὲν ἐμαυτῷ ἔκθεσμα δρῶν, παραμυθίαν
ἐγὼ μὲν οὖν, ὦ σοφώτατοι γηγενεῖς Ἀθηναῖοι, καὶ ἐν τούτῳ τὰ ὑμέτερα ἤθη ἐμιμησάμην, ἐκεῖνος δὲ ἃ δέον ἔχειν ἡμᾶς τοὺς τυράννους μετεδίωξε, καὶ δικαίως οὐχ οἷοι φύσει ἦμεν, ἀλλ’ οἵους ἡμᾶς αὐτὸς ἔπλαττεν, εἰς αὐτὸν ἐγενόμεθα. εὖ μέντοι καὶ νῦν ἴστε, ὅτι οὔτε ἐγὼ ἰδιωτεύων Περίλαος ἂν ἦν, οὔτε ἐκεῖνος μοναρχῶν Φάλαρις. ὑμῖν μέντοι οὐχ ὅτι ὄνειδος, ἐὰν χαλεπήνητε περὶ τῆς τούτου κολάσεως, ἀλλ’ ἐὰν καὶ μὴ κολάζητε τοὺς τοιούτους. κοινῇ μὲν γὰρ ἅπαντας ἀνθρώπους ἠδίκει, καθ’ ὃ τοιούτους ἐπενόει μόρους, ἰδίᾳ δ’ ὑμᾶς διαβάλλων εἰς ὠμότητα καὶ τὸ τῆς πόλεως ἔμφυτον ἦθος λυμαινόμενος. ἅπαντας μὲν οὖν οἶμαι τὸν τρόπον τῆς τιμωρίας ἐπαινεῖν, ἄξιοι γὰρ οἱ τοιοῦτοι πολῖται· εἰ δέ τίς ἐστιν, ᾧ ὁ μόρος οὐκ ἤρεσεν, ἴστω ὡς οὐδὲ Περιλάῳ ἀρεστὰ ἐπράξαμεν.
Οὐ θαυμάζω τὴν αἰτίαν, δι’ ἣν οὐδὲν ἔχεις ἐμφερὲς οὔτε τῷ πατρί σου οὔτε τῷ παιδί, ὦ Λυσίκλεις· οὔτε γὰρ εἶ Λυσικράτους υἱὸς οὔτε Νεοπτολέμου πατήρ. ταῦτα δέ φασι τὴν μητέρα σου καὶ τὴν γυναῖκα πρὸς πολλοὺς Σικελιωτῶν διαβεβαιοῦσθαι καὶ διὰ τοῦτο τῶν μεγάλων τυγχάνειν ἐπαίνων. ἕν γάρ τι καὶ τοῦτο τῶν θαυμαζομένων ἐστί, τὸ πρὸς πάντας μέν, μάλιστα δὲ πρὸς εἰδότας ἀψευστεῖν.
Τοὺς ἐμοὶ περὶ τῶν κατὰ δίκην ἀναιρουμένων πολεμεῖν παρασκευαζομένους, Πολύδευκες, ἀκούσαντας καὶ σαφῶς εἰδότας περὶ ὅτου τοῦτο ποιήσουσι, τιμωροὺς ὁμολογεῖν δέον, σὺ μέντοι κατηγορῶν ἐν Συρακουσίοις ἐμοῦ, τὸ μὲν τιμωρὸς ὡς δεινὸς λέγεις, τὰς δ’ αἰτίας, ἃς μάλιστα ἔδει, ἐφ’ αἷς ταῦτα ἔπαθον ὡς ἀνήκεστοι, οὐδέποτε ἠξίωσας προσθεῖναι. ἐχρῆν γάρ, ὦ δημαγωγὲ Πολύδευκες, λέγειν μὲν τὸν θάνατον, ἐπιδείκνυσθαι δὲ τὴν πρόφασιν, ἵνα καὶ παρὰ τὴν αἰτίαν μᾶλλον ἐπαίρῃς τὰ πάθη καθ’ ὧν ἂν πολιτεύῃ. εἰ δὲ αἰσχύνεσθε γυμνῶσαι τὰς αἰτίας, ἐφ’ αἷς κατηγορεῖτε, τίνι δικαίῳ πολεμήσετε ἐπ’ αὐταῖς μὰ τοὺς θεοὺς οὐκ οἶδα.
Ὡς μὲν οὐκ ἐχρῆν εἰς κινδύνους καθίστασθαι περὶ τοιαύτης ἐλπίδος τοὺς οὕτω δεδιότας, οὐδ’ ἐβουλόμην ἂν θερμοτέρων ἀποτελεσμάτων λαβεῖν ἐπὶ σοὶ πεῖραν. ἐπεὶ δὲ τὸν ἡμέτερον φόβον ἡ σὴ νενίκηκε ῥώμη, ἀγαθῷ μὲν οἰωνῷ τοιούτῳ κέχρησαι, ὅτι καὶ τἄλλα σοι κατὰ νοῦν γενήσεται, τεθαρρήκαμεν δ’ οὐδέν τι μᾶλλον ἀπηλλαγμένου σου, ἀλλὰ καὶ ἐπετάθημεν ταῖς ἐλπίσι, καὶ μέχρις ἂν ἥκῃς ἡμῖν σῶος, πρὸς τὰς ἀπὸ σοῦ πεύσεις ἀνακρεμάμεθα. ἅπερ οὖν καὶ
Καὶ τῶν σῶν ὑποσχέσεων μέμνησο, Λάκριτε, καὶ τῆς Φαλάριδος ἐρημίας φρόντιζε· ἐν ὅσῃ γὰρ ἀπορίᾳ λείπομαι φίλων οὐκ ἀγνοεῖς. ἐπιστέλλω δὲ περιφόβως οὕτως ἔχων, οὔτε τὴν τῶν πολεμίων ἰσχὺν πεφρικὼς ἔγωγε (πολὺ γὰρ ἡμῶν εἰσὶ καταδεέστεροι) οὔτε τὴν τῶν συμμάχων ἀσθένειαν (τῷ παντὶ γὰρ μᾶλλον τῶν ἀντιπάλων ἔρρωνται), ἀλλὰ τὴν σὴν περὶ τὰς μάχας προθυμίαν, μὴ μᾶλλον ἢ δεῖ σπουδῇ μεταποιήσῃ ἀγαθὸς φανῆναι τὰ πολέμια, ἀχθόμενος εἰ μὴ πᾶσι τοῖς ἔργοις ἑνὶ χρόνῳ πρασσομένοις παρέσῃ. μέμνησο δέ, ὅτι παρακαταθήκην σοι σεαυτὸν ἐδώκαμεν ἐξιόντι, ἣν ὑπέσχου σώαν ἡμῖν ἀποδώσειν. καὶ νῦν τοῦθ’ ἱκετεύομεν, οὐχ ἵνα τῆς σαυτοῦ φύσεως ἀνάξιόν τι φρονήσῃς (τοῦτο μὲν γὰρ ἀδύνατον), ἀλλ’ ἵνα εἰς πολλοὺς ἀγῶνας ἑτέρους ἔχῃς ἐπιδεῖξαι σαυτὸν μαχητὴν φιλόμοχθον. τανῦν δὲ κἂν αὐτὸς σαυτοῦ γένῃ μαλακώτερος, ἐν ἄλλοις ἡμῖν σεαυτὸν ἐκπεπληρωμένον ἀποδώσεις.
Μὴ βιάζου με δίκας παρὰ σοῦ λαβεῖν τρὶς ἤδη παρεικότα, μηδὲ ἐμβάλλου τῇ σαυτοῦ ψυχῇ ὡς οὐκ ἀλλότριος Φαλάριδος ἔλεος, ἐπεὶ καὶ πάνυ τοῦτον σέβεσθαι παραιτησάμενοι τῇ τοῦ τυράννου χρησόμεθα ὀργῇ
Μὴ λογίζου τὸν ἀριθμὸν τῶν εἰς τὸν ταῦρον ἀνηλωμένων· πλείους γάρ εἰσιν, ἐὰν τὰς πράξεις αὐτῶν ἐξετάσῃς, ἢ τὰ ὀνόματα. ἀλλ’ ὅμως καὶ τοιοῦτοι ὂντες ὑφ’ ἡμῖν ἐγένοντο. σὲ δ’ οὐκ ἠξιοῦμεν οὕτω νεώτερον ὄντα πρεσβυτέρας ἐπαναιρεῖσθαι φροντίδας· δυστήνους γὰρ ἀποδείκνυμεν τοὺς ἡμῖν ἀντιπράξαντας. ἐπεὶ δ’ ὀρέγῃ μεταβολὴν ἰδεῖν τοῦ βίου, παύσασθαι μὲν ἔτι παραινῶ, μὰ τοὺς θεοὺς οὐχ ὡς δεδιὼς ὑπὸ σοῦ κακόν τι παθεῖν (οὐ γὰρ ἐκ γυναικείας χειρὸς τυραννοκτονηθήσεται Φάλαρις), ἀλλ’ ἵνα μὴ καὶ σὺ συνάριθμος τῶν εἰς τὸν ταῦρον ἐμβληθέντων γένῃ καὶ διαβολῆς ἀδίκου μέρος ἡμῖν εἰς ὠμότητα τιμωρηθεὶς ὑπ’ ἐμοῦ. ἐὰν δὲ μὴ πείθῃ, τάχα σὺ σφόδρα προδέχου περὶ ταύτης ἡμῖν τῆς παραινέσεως ἐκτίσειν δίκας.
Τὸ μὲν μηδὲν ἁμαρτάνειν εἰκότως ἴσως καὶ δικαίως θεοῦ νομίζεται, τὸ δ’ ἁμαρτόντα τούτῳ αὐτῷ πρὸς τὸ
Πεπείσμεθα τὸ τρίτον ἤδη μηδὲν ἀδικεῖσθαι ὑπὸ σοῦ, καίτοι χαλεπωτέραις αἰτίαις ἐφ’ ἑκάστῃ κατηγορίᾳ περιεσχημένου, ἀλλ’ οἷον ἐβουλόμεθά σε καὶ δίκαιον ἦν περὶ ἡμᾶς εἶναι, τοιοῦτον ᾠήθημεν γεγονέναι. τοὺς δὲ τῶν κατηγορούντων λόγους ψευδεῖς ἐνομίσαμεν, παρ’ ὅσον ἐδείσαμεν ἐλέγξαι περὶ σοῦ τὴν ἀλήθειαν. εὖ μέντοι ἴσθι, ὅτι καὶ τὸ μηδὲν ἀδικεῖν ἐν αἰτίᾳ πολλάκις ἐνεχθὲν ἀσφαλὲς αὐτοῦ τοῦ δαίμονος ἔδοξαν οἱ περὶ αὐτῶν δεδιότες κεκολάσθαι. φρόντιζε οὖν, ὅπως μήτε τὸν τρόπον ἡμῖν τὸν σεαυτοῦ ἐχθρὸν παρέξῃ μήτε τὴν τύχην. χαλεπὸν δέ σοι δοξάτω μὴ τοῦτο μόνον, εἰ πολλάκις ὑπ’ ἐμοῦ καὶ ἐφ’ ἑκάστῃ γ’ ἀδικίᾳ εὖ παθὼν οὐ τοῖς ὁμοίοις ἡμᾶς, ὥσπερ δίκαιον, ἀμείβῃ (ἐγὼ μὲν γὰρ οὐκ ἐάσω πονηρίας χρηστότητα ἐνέγκασθαι δευτερεῖα), ἀλλ’ εἰ μηδὲ σὺ σεαθτοῦ πρός με εὐεργετεῖν βεβουλημένον ἐπιεικέστερος ὀφθήσῃ.
Ἐν μεγάλῃ μοι δοκεῖς εὐηθείᾳ καθεστάναι, Φιλόδημε, εἰ τοσαύτας εὐχὰς οἴει καὶ σπονδὰς ἡμῖν ὑπὲρ σοῦ, ὡς οἴκαδε ἀπονοστήσῃς, γενέσθαι περὶ τῶν πέντε ταλάντων, ὅπως ταῦθ’ ἡμῖν σωθείη, ἃ μετὰ τοῦ μηδὲν ἐλπίζειν παρὰ σοῦ χρηστὸν ἐπεδώκαμεν, ἀλλ’ οὐκ αὐτοῦ σοῦ τῆς ἑταιρείας, τοῦτο δὲ μὰ τοὺς θεοὺς οὐδενὸς πλήθους ἐστὶν ἀντάξιον. εἰ δὲ πάντως θέλεις παρὰ σαυτοῦ δοκεῖν ἐκπεπροικίσθαι τὴν παῖδα, ἔστι μὲν οὐδὲν ἧττον καὶ ταῦτα ἐκ τῶν σῶν· εἰ δὲ οὐ δοκεῖς, προσθεὶς ἐκείνοις τοῖς πέντε ταλάντοις τὰ παρὰ σαυτοῦ τοσαῦτα τὴν προῖκα δέκα ταλάντων ἀνάγραψον, ἵν’ εἰ βούλει, τῆς προικὸς ὃ μέν τι τῆς Φαλάριδος εἴη χάριτος, ὃ δὲ τῆς Φιλοδήμου περιουσίας. μαρτυροῦσα δ’ ἡμῖν πρὸς σὲ πολλὰ καὶ μεγάλα Θεανὼ χαρᾶς ἡμᾶς ἀναπίμπλησιν· ἃ γὰρ ἔτι παῖς οὖσα ἔπασχε, μήτηρ γενομένη μαρτυρεῖ.
Ἡ Τελεσίππη χαλεπῶς ἔοικέ σου φέρειν τὴν ἐν Συρακούσαις μονήν, εἰς τοσοῦτον δὲ παρέχουσα φιλάνδρου καὶ σώφρονος ἔργον γυναικὸς ἐμαρτύρατο ἡμᾶς ὡς κατὰ σοῦ τὴν ἀρχὴν πικρὰν ἔχοντας, οὐκ ἀνέξεσθαι φάσκουσα ἐπὶ πλέον σε ἀπόντα, ἀλλ’ ἐπιβοησαμένη τὸν ἑαυτῆς πατέρα, γινώσκεις ἴσως, ὃ βούλεται πράττειν. ἀλλ’ εὖ ἴσθι, καὶ ποιήσειεν ἄν· οὐ γὰρ οἵα τέ ἐστι περιορᾶν ἑαυτῆς τὸν ἄνδρα νενοσφισμένον.
Πολλά σοι καὶ μεγάλα πρὸς ἡμᾶς ἐμαρτύρει Λάκριτος, καὶ περὶ τἄλλα μὲν ἅπαντα, μάλιστα δὲ περὶ τῆς συμμαχίας τῶν πελτοφόρων. τῇ γάρ σῇ σπουδῇ καὶ τῇ τῶν ἀγωνισαμένων ἀνδρῶν τὸ χωρίον ἁλῶναι ἀποφαίνει καὶ τοὺς ἰδίους ἐπαίνους, ὡς ἔοικε, σοὶ παραχωρεῖν ἀνακεῖσθαι. ἐγὼ δέ, εἰ μὲν ἐλάμβανες τὰς παρ’ ἐμοῦ δωρεὰς πάσας, ἐδεδοίκειν ἂν καὶ οὕτω μὰ τοὺς θεούς, μὴ ἡττῶμαι τῆς φιλοφροσύνης τῆς παρὰ σοῦ· νῦν δέ σου καὶ τὰς χάριτας οὐ καθ’ ὃ πέμπονται ἀποδεχομένου νικᾶσθαι ὁ τύραννος ὁμολογῶ ἰδιώτου ἑνός. εἰ μέντοι τὸ παρὸν μὴ δέξῃ τὰ τρίτα τῆς λείας διανεῖμαι τοῖς στρατιώταις, ἃ καὶ Λακρίτου διδόντος παραυτίκα οὐχ οἷός τε ἐγένου λαβεῖν, εὖ ἴσθι ὀκνηρο- τέρους ἡμᾶς γενέσθαι οὐκ εὖ ποιεῖν (τοῦτο μὲν γὰρ οὐκ ἦν ἡμῖν ἐπὶ σοῦ) ἀλλ’ εὖ πάσχειν ὑπὸ σοῦ πρὸς τὸ ἐπιὸν ἀναγκάσεις.
Ἔδεισας ἡμῶν τὰς ἀπειλὰς τοῦ μηδὲν αὖθις δεήσεσθαι. παρ’ ὅ τι καὶ τὴν λείαν διένειμας, ὡς ἠξιοῦμεν, ἀποδοὺς τοῖς πονήσασι τῶν κινδύνων τὰ ἔπαθλα· καὶ καλῶς. ηὔφρανάς τε γὰρ καὶ ἐπέρρωσας μηδὲν ὀκνεῖν αἰτεῖσθαι παρὰ σοῦ, καὶ τοὺς ἄνδρας, ὁπότε δέοι ἀγω- νίζεσθαι, προθυμοτέρους ἐποίησας. τίς γὰρ ἂν ἕλοιτο σήκωμα τῶν πόνων χωρίς; οὐδεὶς ὅστις ἂν ὑποσταίη τοὺς καμάτους. ἄλλοις μὲν οὖν καὶ ταῦτα ἐκομίσω, οὐ μὴν ἀλλὰ καὶ λαμβάνων, εἰς τὸ ἐπιτηδείους ἡμῖν κατασκευάσαι τοὺς στρατιώτας, ἐὰν εἰς τὰ μέλλοντα δεηθῶμεν, καὶ ταῦτα λαμβάνειν ἔοικας.
Τοὺς μὲν γάμους ἦχθαι τῆς Φιλοδήμου θυγατρὸς θᾶττον ἢ σὺ ἐπέστειλας ἔτυχες ἡμῖν ἠκούσαμεν· φθάνει γὰρ ἡ φήμη καὶ τοὺς πάνυ πολλῇ σπουδῇ περὶ τὰς μηνύσεις κεχρημένους, ἐπεὶ ταχεῖα τῶν γινομένων, κἂν διὰ μακρᾶς τὸ πραχθὲν κομίζῃ, ἄγγελος ἡ θεός. καὶ ἡμεῖς τάχα ἂν εἰκότως ἐμεμψάμεθα αὐτὴν τὸ τοιοίδε παραδεδόσθαι καὶ διὰ τἄλλα μὲν ἀδίκως εἰς τοσαύτην ὠμότητα διαβαλλόμενοι, οὐχ ἥκιστα δὲ καὶ διὰ ταύτην κατεγνωσμένοι. φέρει γὰρ ἡμᾶς κακοὺς πανταχόθεν περιβοῶσα τοῖς ἀκουσομένοις, καὶ διὰ ταύτην οὐδ’ ἰδόντες ἐμέ πω τῶν νῦν ὄντων τινὲς οὔτε πειραθέντες ὡς ἐπ’ ἀνθρώπων γεγονότα ὀλέθρῳ προβέβληνται.
ταῦτα μὲν οὖν ἐμὰ ταλαιπωρήματα καὶ οὐδενὸς
Τὰ πολιτεύματά σου τὰ ἐν Καμαρίνῃ, Τίμανδρε, καὶ ὁ πολὺς οἰκτισμὸς ἐπὶ τοῖς ὑφ’ ἡμῶν ἀπολουμένοις ἐπέρρωσε μὰ τὸν Δία οὐδὲ βουλομένους τοὺς περὶ Κλεόμβροτον ἐνεῖρξαι τῷ ταύρῳ. ἐδεδοίκειν γὰρ ἄδειαν αὐτοῖς ἐπιχορηγήσας παῦσαί σε κατ’ ἐμοῦ τὴν πόλιν ἀνιστάντα· ἡδέως γὰρ ἐμαυτὸν πολίτευμα παρέχω τῷ δήμῳ, ἕως οὐκ αἰσχύνονται Καμαριναῖοι τῶν σῶν ἀνεχόμενοι λόγων, οὗ τὰ πολιτεύματα οὐχ ὅπως ἐπὶ Φάλαριν ἀμήχανα ἀλλ’ οὐδ’ ἐπὶ οἰκέτην Φαλάριδος ἂν θείην. καὶ χαλεπὸν μέν, εἰ καὶ πάνυ συνέφερεν αὐτοῖς πολεμεῖν Ἀκραγαντίνοις, τὸ πεισθέντας ἅψασθαι τῶν ἔργων· νῦν δ’ ὁ πόλεμος αὐτοῖς τῷ παντὶ βαρύτερος τοῦ συμβούλου, μᾶλλον δ’ ὁ δημηγόρος οὐδὲ μικρὰ ῥοπὴ τῆς τούτου ταλαιπωρίας.
ἐγείρειν μέντοι τὰ πλήθη λέγοντα τὰς αἰτίας ἥρμοζεν, ἵν’ ἡ πόλις πεισθεῖσα ὑπὸ σοῦ στρατεύεσθαι, πολεμικοῦ σφόδρα ἀνδρός, ἀναγράφηται ὑπὲρ οἷα πεπραχότων τιμωρὸς ἀνίσταται. ἀλλ’ οὐκ ἐθέλετε· καθ’ ἕνα γὰρ ὑμῶν ὀνομαζόντων πολλὰς αἰτίας, ἀπηρ- τημένας ἔξω δείκνυτε. ἀλλὰ μὴν εἴ τις ἀφεὶς τοὺς ἐν τέλει διὰ τὸ μὴ δοκεῖν ὅσιον αὐτόν σε σκέπτοιτο, τοῦ πάντων χαλεπωτέρου τυχεῖν ὀλέθρου νομίσειεν ἂν ἄξιον εἶναι, ὃς ἀποδόμενος τὴν οἰκίαν καὶ τὰ χωρία καὶ εἴ τί σοι πατρῷον ἦν ἀνδράποδον, στρατιὰν ἐπ’ ἐμὲ μισθοφορεῖς καὶ Καμαριναίους νεώτερα ἀναγκάζεις φρονεῖν. ταῦτα δὲ ποιῶν οὐδὲν ἀλλ’ ἢ σαυτὸν μὲν ἀπέ- γνωκας ἄξιον ἴσως ὄντα (πολλὰ γάρ σοι καὶ δεινὰ πέπρακται), βιάζῃ δὲ τὴν πόλιν τῆς σῆς ἀφροσύνης οὐκ ἐπαΐουσαν ἀπολαῦσαι.
Ἐκ πολλῶν πάνυ χρημάτων ὧν ἐδανείσασθε παρ’ ἐμοῦ ὀκτὼ τάλαντα μόνον ἀποδοῦναι πείσαντες, καὶ ταῦτα ἐν οἷς μάλιστα καιροῖς χρημάτων ἐδεόμην ἐπικουφισθέντες, οὐδὲ περὶ ταῦτα εὐτακτήκατε, ἀλλὰ τέσσαρα μόλις ἀχθόμενοι καὶ στένοντες διελύσασθε. τέσσαρα δ’ ἀκμὴν κατέχετε. καὶ μὰ τοὺς θεοὺς οὐχ οὕτω περὶ τούτων ἄχθομαι ὡς περὶ τῆς ἐπὶ τοῖς ἀφε
οὐ μὴν ἀλλ’ εἰ καὶ ταύτης ἐστὲ τῆς γνώμης, ἐγὼ πυνθανόμενος ὑμᾶς παρὰ τῶν πρέ- σβεων ἐνδεῶς ἔχειν καὶ ἐκ τῶν ἰδίων οἴκων εἰσφέρειν, ἀφίημι καὶ τούτων τὴν πόλιν, μᾶλλον δέ, εἰ καὶ τὰ ἀποδοθέντα βούλεσθε λαμβάνειν, ἀποπέμπειν ἕτοιμός εἰμι, εἰ μέλλετε ἐπωφελεῖσθαι καὶ μὴ οἱ τὰ τοῦ δήμου κλέψαντες, ἐξ ὧν ὑμεῖς κοινῇ πένεσθε, καὶ ταῦτα οἴσονται. τὰς δ’ ἀναστάσεις τῶν εἰκόνων, ἃς εὐεργεσίας ἀμοιβὴν εἰς ἐμὲ πρεσβεύοντες ἐπαγγέλλεσθε, μὴ φιλοτιμεῖσθε. μετὰ γὰρ τὴν ἐμαυτοῦ καὶ τὴν εἰς ταῦτα ὑμῖν χαρίζομαι δαπάνην.
Ἐφθάκαμεν τὴν παρὰ σοῦ πεμπομένην συμμαχίαν· πρὶν γὰρ ἐλθεῖν τοὺς παρ’ Εὐκλείδου στρατιώτας, εἴδομεν τοὺς πολεμίους, ὥσθ’ ἡμᾶς εἰς μὲν τὴν μάχην ὑπὸ τῶν μισθοφόρων ὑστερησάντων μηδ’ ὁτιοῦν ὀνη- θῆναι, εἰς δὲ τὴν δόξαν καὶ τοὺς ἐπαίνους πλεῖστον. εἰς ὀλίγους γὰρ ἡμῶν τοὺς ἀγωνισαμένους, οὐκ εἰς ἅπαντας ἡ νίκη ἀνάκειται, κινδύνων δὲ μειζόνων μετασχόντες ἐπάθλων λαμπροτέρων ἐτύχομεν.
Οὐκ ἀχθόμεθα τῆς διαβολῆς οὐδὲ τῆς δόξης ἧς ἔχουσιν ἐπ’ ἐμοὶ οἱ νῦν ἄνθρωποι. ἰδὼν γὰρ ἐν ἴσῳ τὸ ἀδικεῖν, μᾶλλον δὲ πολλῷ δικαιότερον ἤδη τοῦ δικαίου νενομισμένου τὸ ἄδικον, τοσοῦτον ἀπέχω τοῦ ἐπικρύπτεσθαι, ὥστ’ ἐπ’ αὐτοῖς παρρησιάζεσθαι, ὅτι τοῖς μὲν ἄλλοις φύσει τοιούτοις, ἐμοὶ δ’ ἀνάγκῃ γενέσθαι συμβέβηκε. φημὶ γὰρ καὶ ἡμῖν τὰ παράνομα προσγεγενῆσθαι πάθη καὶ τοῖς ἄλλοις ἅπασι τὸ αὐτὸ ἔμφυτον εἶναι. διαφέρει δὲ ἑνὶ τούτῳ, ὅτι ἡμεῖς μὲν τύραννοι δοξασθέντες ἔχοντες ἐξουσίαν ὁμολογοῦμεν, ἐκεῖνοι δ’ ἰδιῶται ὄντες παρ’ ὅσον δεδίασι δίκην δοῦναι ἀρνοῦνται.
Ἐγὼ τῶν μὲν εὖ πεπονθότων ὑπ’ ἐμοῦ οὐδένα ἂν εἴποιμι οὔτε πρὸς σὲ οὔτε πρὸς ἄλλον ἀνθρώπων οὐδένα· οὐ γὰρ δήπου, ἵνα σὺ δέξαιο τὰς παρ’ ἡμῶν δωρεάς, ἃς πεμπομένας παρορᾷς, τὸ καὶ ἑτέρους πολλοὺς ἐπιδείκνυσθαι λαβόντας πρέπον ἐστίν. προσ- έτι καὶ ἀνυπόπτως τοῖς λαβοῦσιν ὀνειδιοῦμεν· οὐ γὰρ οἰόμεθα ὀνείδους ἀπηλλάχθαι, οὔτε ἂν αὐτός τις ἕκαστος ἰδίας εὐεργεσίας διεξίη, οὔτε ἂν ἑτέρων λε
τινὲς δὲ ὁσιώτατα, ἀλλὰ καὶ πάντων εὐσεβέστατα κατέσχον ἐφ’ ὅσον ῥώμης μετεποιοῦντο· οὐ γὰρ δήπου προστρό- παια χρήματα καὶ ἐναγῆ μετὰ κινδύνων τοσούτων κατασχεῖν ὑπέμειναν ἄν, ἃ καὶ ἀναγκαζομένους λαβεῖν ἐχρῆν ἀπώσασθαι. τίνα οὖν σὺ πρὸς Διὸς ὑποτυπούμενος οὐκ ἤθελες τὴν δωρεὰν λαμβάνειν, ἐπεὶ καὶ αἱ προφάσεις, ἃς σὺ προσποιούμενος ἔλεγες προβεβλῆσθαι, καὶ τούτῳ τῷ τρόπῳ καὶ μυρίοις ἑτέροις λύονται; μαρτυρεῖται γὰρ ὑπ’ αὐτῶν τῶν ἐχθρῶν τὰ χρήματα καθαρὰ εἶναι, εἰ μὴ τούτῳ διοίσει, ὅτι ἐκεῖνοι μὲν δι’ ἀδίκου ὀνόματος τῆς ἁρπαγῆς ἔχειν ἐβιάζοντο, καὶ τοῦτο προστιθέντες τῷ ἀσεβεῖν, σὺ δὲ μετὰ τοῦ δικαιοτάτου λήψῃ, φίλου πιστοῦ διδόντος ἑκουσίως.
ᾘσθόμην ποτέ, ὦ Ἀγέμορτε, ὅπως περὶ τῶν κατ’ ἐμαυτὸν ἐβουλευσάμην. πολλὰ μὲν γὰρ καὶ ἄλλα ἠνίασεν ἡμᾶς ἡ περίβλεπτος αὕτη μοναρχία, περὶ ἧς ὁ ἄβουλος ἐγὼ τοὺς πολλοὺς πόνους καὶ κινδύνους ὑπέστην ἑκών, μεγίστου δ’ ἐν αὐτῇ τούτου κακοῦ ἐπειράθην, εἰ μηδ’ εὖ παθεῖν τις ὑφ’ ἡμῶν ἐπιεικὴς ἀνὴρ βούλεται, ἀλλ’ ἀνάγκη πᾶσα, ἂν δεήσῃ χαρίσασθαί τινι τῶν δεομένων, τοῖς ἐξωλεστάτοις χαρίζεσθαι. οἱ γὰρ ἀγνώμονες ὑμεῖς οὐκ οἶδ’ ὅπως ἀπεστραμμένοι· τί γὰρ ἄλλο ἢ δέδιτε εὖ παθεῖν ὑπ’ ἐμοῦ; ἐπεὶ τίνος ἕνεκεν, τοσούτων ἐμοὶ καὶ συμφοιτητῶν γενομένων καὶ συνεφήβων καὶ φίλων, οὐδὲ εἷς ἀφῖκται τέως ὑμῶν, ἀλλ’ οὐδὲ ὑπέσχηταί τις ἀφίξεσθαι πρὸς ἐμὲ πλὴν Καλλισθένους; καί, εὖ οἶδα γάρ, οὐδ’ ἐκεῖνος ἀφίξεται.
καὶ τοῖς μὲν ἄλλοις ἴσως εἰσί τινες ἀποφυγαὶ τοῦ μὴ δοκεῖν ἀναφανδὸν βδελύττεσθαί μου τὰς δωρεάς, ὅσους ἐλθεῖν γε κατ’ ἀρχὰς ὡς ἐμὲ τοὺς μὲν νόσοι, τοὺς δὲ πατέρες, πολλοὺς δὲ κωλύει τὰ πολιτικά· σὲ δ’ ἐγὼ εὖ εἰδὼς οὐδ’ ἐπεχείρησά πω καλέσαι μέλλων γε μὴ τυγχάνειν, οὐδὲ καλέσαιμ’ ἂν ἔτι τὰ μάλιστα νῦν τήν τε ἀρρωστίαν ἀκούων σου καὶ τοὺς παῖδας, οὓς μετὰ τὸν ἔκπλουν τὸν ἡμέτερον οἴκοθεν ἐπυθόμην ἐκ Πραΰ- λης σοι γεγενῆσθαι. καὶ συνήσθην γε νὴ Δία τοῦ πρὸς πλεῖστον ἀνακείσεσθαι κήδους ἕνεκα καὶ τῆς πολυπαιδίας. τίς οὖν ἀπολείπεταί σοι πρόφασις τοῦ μὴ οὐ δεδιέναι σε δοκεῖν, ὅστις, ὦ θεοί, πέμψαντος ἔναγχος ἐμοῦ σοι οὐ μὰ Δία φόρτον ἐπίφθονον, οἷον ἔμελλεν ὄψεσθαι παραπεμπόμενον μετ’ αὐλῶν καὶ παιάνων πᾶσα ἡ πόλις, ἀλλὰ χρυσίδιον, καὶ τοῦτο νύκτωρ ἀωρὶ παντάπασιν, ὥσπερ τι ἄγος ἢ μίασμα ἰδὼν ἀπότροπον, αὐτόθεν ἀπεστράφης; ἀλλ’ εἰκός· κακοῦ
ναὶ μεγάλως σχέτλιος εἶ τις καὶ ἀγνώμων τὸν τρόπον, ὦ Ἀγέμορτε, καὶ μέντοι πρὸς ἡμᾶς καὶ ἀνηλεής, ὃς οὐκ οἰκτείρεις με κακοδαίμονα ὄντα καὶ διακείμενον οὕτως, ὥσπερ διάκειμαι νῦν, ἀθλίως· ὅς, οὑπερ ἕνεκα ὠρέχθην μάλιστα μοναρχίας, ἵν’ ἔχοιμι λαμπρὸς εἶναι πρὸς τοὺς φίλους, ἐπειδὴ τάχιστα τούτου κατ’ εὐχὴν παρὰ τῶν θεῶν ἔτυχον, οὐκ ἔχω πρὸς οὓς ἐλλαμπρύνωμαι ταῖς χάρισιν, ἀλλ’, ὃ μόνον ἦν μοι πάντων παραμύθιον τῶν κακῶν, καὶ τούτου με ἀπεστερήκατε οἱ φίλοι, μηδ’ εὖ ποιεῖν μηδένα ὑμῶν ἐπιτρέποντες ἐκ τῶν περιόντων, ἀλλ’ εἰς ἀνάγ- κην καθεστήκαμεν, ὦ θεοί, μὴ προσιεμένων ὑμῶν τὰς δωρεάς, οἷς βούλομαι διδόναι, τισὶ τῶν κολάκων καὶ τῶν βωμολόχων τῆς τυραννίδος διδόναι, οἷς οὐ βούλομαι.
Τὴν Φιλοδήμου γυναῖκα Κλεαινέτην (οἶσθα δήπου ἣν λέγω, ὦ Τεῦκρε) βουλόμενος ὑπὲρ θυγατρὸς γάμων ἰδεῖν τοῖς ἐν ποσὶν ἐκωλύθην, ἐφ’ ἃ καὶ σὲ παρεκάλουν ἥκειν ἄν, εἴπερ μὴ περὶ τοιαύτης κηδεμονίας ἐγνώκειν ἐν Συρακούσαις καταλιπεῖν. ἔνθεν καὶ περισσότερον αἴσθοιο ἄν, ὡς οὐκ εἰκῆ σοι περὶ αὐτῶν ἐπιστέλλομεν. μέτελθε ταύτην αὐτὸς καὶ πέντε τάλαντα ἀνάδεξαι προικὸς τῷ κηδεστῇ γαμουμένης τῆς παιδός, μὴ μᾶλλον ὡς δωρεᾶς διδομένης ἢ χρέος ὀφειλόμενον ὑπ’ ἐμοῦ διορθούμενος. ἐὰν μέντοι πυνθάνηται, πόθεν ἔχομεν Φιλοδήμου τοσαῦτα χρήματα, μὴ φάσκε· εἰδέναι, ἀλλ’ εἰς ἐμὲ τὸν λαβόντα καὶ Φιλόδημον τὸν δόντα τὸ γινώσκειν ἀνάφερε.
καὶ διὰ σπουδῆς μὲν ἔχε Λέοντα κηδεστὴν ποιήσασθαι· ἀφίκετο γὰρ ὡς ἡμᾶς μετιὼν τὸν γάμον, κἀγὼ διὰ τάχους πάνθ’ ὑποσχόμενος ἀπέσταλκα αὐτὸν ὡς σέ. κἂν δὲ ἄλλον τινὰ ἀμείνω εὕρηται νυμφίον ἡ μήτηρ τῆς παιδός, ἐκείνῳ τὴν προῖκα ἀναδέχου καὶ μηκέτι προσφιλοτιμοῦ. οὐ γὰρ ἐφ’ ἑνὶ κηδεστῇ Φιλοδήμου μεμνῆσθαι ὡμολογή- σαμεν, οὐδὲ δωρούμενοι χρήματα χαριούμεθα τὸν γάμον, ἀλλὰ πρὸς θεῶν μὴ οὕτως ἀμελῶς χρῶ ἐγγύῃ ὡς ἄν τι διδούς, ἀλλ’ ὡς λαμβάνων πέντε τάλαντα, εἴ- περ ἀνδρί τινι ταύτην ζεῦξαι ἐφίεται. αἰσχρὸν γὰρ ἀτυχῆσαι διδόντας ἔνθα πρόκειται δοκεῖν τούτου μὴ δοῦναι χάριν ἃ προσεποιήθημεν χρήματα ἑκοντὶ ἀποτῖσαι.
οὐ μὴν καταγνοίην γ’ ἂν ἐμοῦ τοιόνδε τι, ὡς ἔγωγε νὴ τὸν Ἥλιον δόξω ζημίαν μείναντα παρ’ ἐμοὶ τὰ χρήματα καὶ μέγα ὄφελος λαβούσης εἰς τὸν γάμον τῆς παιδός· οὐ γὰρ ὅμοια φρονεῖν δύναιντ’ ἂν μηδὲν εἰδότες περὶ ἐμοῦ. εἴθε δὲ μὴ δεινότερον ἁπανταχοῦ Φάλαριν τὸν τρόπον περιεβόων. πέμπε δὲ τοῖς γάμοις τῇ παιδὶ θυγατέρας τέτταρας ὁμήλικας καὶ γυναικείας ἀμπεχόνας, ἃς ὑφ’ ἡμῶν σταλείσας ἔχεις, καὶ χρυσοῦς ἐξήκοντα, καὶ ταχέως μὲν ἀχθῆναι παραίνει τοὺς γάμους ὡς καὶ νῦν βραδέως ἀχθησομένους, προθύμως δὲ πέμπε τὰς δωρεὰς ὡς ἐπὶ τοῖς
Ὁ Φιλοδήμου πλοῦς ἐπὶ τὴν ξένην, τοῦ σοῦ μὲν ἀνδρός, ἡμετέρου δὲ ἀμέμπτου φίλου, σοὶ μὲν εὐκλεῶς ἔοικε παραγίνεσθαι, τῇ θυγατρὶ δ’ ὑμῶν εἰκοστὸν ἤδη ἔτος οἰκουρούσῃ οὐκ εὐτυχῶς. ἡ μὲν γὰρ ἐπ’ ἀνδρὶ χηρεία χρόνους προσλαμβάνουσα πλείω ἀρετήν, ἡ δ’ ἐπὶ παιδὶ παρ’ ὥραν μηκυνομένη παρθενία διαβολὴν κτᾶται. πᾶσι γὰρ ἀνθρώποις αἴσχιστον δέδοκται καὶ νὴ Δία ἐστὶ παρὰ τοὺς τῆς φύσεως χρόνους θυγάτηρ οἰκουροῦσα. πάλαι γὰρ ἐχρῆν καὶ τὸν ἐκείνης βίον, ὥσπερ τὸν σόν, πρὸς ἄνδρα ἐπαινεῖσθαι.
ἴσως μὲν οὖν ἀντὶ Φιλοδήμου παραμυθίαν ἡγῇ παῖδα ἔχειν, ἣν ἐκεῖνος καὶ σὺ ἐγείνασθε, σχέτλιον δὲ διὰ πόθον γαμέτου θυγατέρα ἀποστερεῖν γάμων, καὶ οὐχ ὅμοιον τοῦ μετ’ ὀλίγον ἥξοντος ἀφαιρεῖσθαι ἀνδρὸς καὶ οὗ μήπω πεῖράν τις ἔσχηκε καὶ συνήθειαν τοῖς τῆς φύσεως ἀναγκαζομένη νόμοις· ὅταν δὲ μηδὲ κεκμηκότων γονέων, μηδὲ δι’ ἔνδειαν χρημάτων, ὥσπερ νῦν, μεγάλης ἀτυχίας τεκμήριον τοῦτο. ὃ μηδαμῶς κατοιωνίζου, Κλεαινέτη· πεντατάλαντον γὰρ προῖκα κατέλιπεν αὐτῇ Φιλόδημος ἐκπλέων παρ’ ἡμῖν, καὶ οὐχὶ ταῦτα μόνον· ἔστι γὰρ αὐτῷ κοινὰ καὶ τὰ Φαλάριδος χρήματα. ὥστε οὐκ οἶδα, Κλεαινέτη, τί ἂν μέλλοις· οὐ γὰρ οἶμαι δεῖν μηδενὸς ὑστερίζουσαν εἰς τὸν γάμον τὴν Φιλοδήμου περιμένειν ἄφιξιν.
ὅσα μὲν γὰρ εἰκὸς εἰς τὴν ἐκείνου παρουσίαν ἀναβαλέσθαι, μὴ φθάνωμεν· ὅσα δὲ αὐτὴ κατεπείγει ἡ φύσις ἀκόντων ἡμῶν, ἂν οἷόν τε, μὴ περιμένωμεν, ἐπεὶ τοὺς ἡμετέρους οὐκ ἀναδέχεται καιροὺς ἡ τῆς παιδὸς ὥρα. τάχα δὲ Φιλόδημος μὲν εἴργεται τοσούτοις ὅσοις πατέρα εἰκὸς εἴργεσθαι ἐξώρου θυγατρὸς οὔσης εἰς γάμον, σοὶ δὲ τοῦ κατέχειν οἴκαδε παρὰ τὸν νόμον τὴν παῖδα οὐδεμία πρόφασις· οὐ γὰρ οὕτως αὐτῇ πατρὸς εἰς τὸ παρὸν δεῖ ὡς ἀνδρός. σὺ δὲ κατὰ πολλὰς ἀνάγκας καὶ μεγίστην τῆς τύχης ἀπόντι τῷ πατρὶ προσνέμειν οἴει δεῖν καὶ παροῦσαν τὴν μητέρα. οὔκ, ἐάν γ’ ἐμοὶ πεισθεῖσα καὶ περὶ ἀνδρὸς εὐτυχῶς καὶ περὶ θυγατρὸς εὐπρεπῶς βουλεύσῃ.
πολλὰ γὰρ καὶ ἕτερα καλῶς δίχα Φιλοδήμου δρῶσα πράγματα ἓν τοῦτ’ ἀντὶ πάντων κοινὸν ἐργάσῃ ἀγαθὸν καὶ γυναικὶ σωφρονούσῃ κόσμον οἶσον, κηδεύσασα κατὰ νόμους τὴν παῖδα. τὰ μὲν οὖν χρήματα Τεῦκρος οὑμός, ὁπόταν ἐθέλῃς, ἀπαριθμήσει· εἰ δέ του καὶ ἑτέρου δεῖ σοι πρὸς τὸν γάμον, ἐκεῖνος ὑπουργήσει. σὺ μόνον ἃ βούλει πρόσταττε. καὶ Φιλόδημον εὔχου μὲν ἐλθεῖν εἰς τὸν γάμον,
Ἐπεστείλαμεν Στησιχόρῳ, ὡς ἠξίους, περὶ τοῦ ἐλεγείου, καὶ τὸν τρόπον ὑπεθέμεθα ὡς χρὴ γράφειν, ὃ δ’ ἄσμενος ἡμῖν τῆς ἑαυτοῦ φύσεως ἐπιδώσειν ὑπέσχετο, παραμυθίαν ἴσως ἡγούμενος ἔσεσθαί σοι τοῦ πένθους τὴν σοφίαν. ἡ μὲν οὖν συμφορὰ δυσπαρηγόρητος καὶ βαρυτέρα ἢ ὥστε λόγοις ἐπικουφισθῆναι, ἐπεὶ διττοῖς ᾠκειωμένος ὀνόμασιν ἑνὶ χρόνῳ περὶ ἑκατέρου ἀνιᾷ. ἀδελφιδῆς τε γὰρ ὁμομητρίας καὶ γυναικὸς ἀγαθῆς ἀπενοσφίσθης, κάλλει μὲν ἐξοχωτάτης, σωφροσύνῃ δὲ οὐδὲ εἰς δευτερεῖον γυναικὶ μεθ’ ἑαυτὴν ἐώσης τόπον. ὡς ἐκπέπληγας καὶ πανταχόθεν ἀπέγνωκας σεαυτοῦ, καὶ τὰς ὀλοφύρσεις οὐ μεταποιούμενος καὶ τοῦ σώζεσθαι προσποιῇ. χρὴ δὲ μὴ βαρύτερον φέρειν τὴν τύχην· οὐ γὰρ ἀρετῆς τοῦτό γʼ ἄξιον, εἰ πρὸς τὸ πένθος ἀπαλλάξεις σαυτὸν καὶ χρήσῃ ἀνηκέστῳ συμφορᾷ.
ἀλλ’ ἄγε, ὦ Νικόκλεις, μικρὸν ἀπὸ τῆς ἀνίας μεταστραφεὶς σκέψαι τὸν ταλαίπωρον ἀνθρώπων βίον, οἵᾳ καθήρμοσται τάξει. γεννᾶται ἕκαστος ἡμῶν ἐπὶ μυρίοις κακοῖς, καὶ ταῦθ’ ὅταν ἀνύσῃ, τῆς τοῦ ταλαιπωρεῖν ἀνεπαύσατο ἐπιδημίας. τερπνὸν δὲ ἡγούμεθα τὸν βίον τοιοῦτον ὄντα, παρ’ ὅσον οὐδὲν θανάτου πείσεσθαι κάκιον ἠλπίκαμεν, καὶ τὸν τελευτήσαντα οἰκτιζόμενοι, ὅστις πρῶτος ἄπεισιν, οὐκ ἄπωθεν ἑπόμενοι τούτῳ λελήθαμεν ἑαυτοῖς ἐπιρριπτοῦντες τὰ δάκρυα. αὕτη δίκη ἀνθρώπων, Νικόκλεις, καὶ ἐπὶ τοιούτῳ τέλει ἅπαντες ἀνατρεφόμεθα, οὐδ’ ἐστὶν ὅντινα τῶν γενομένων ἕτερον ὑποδέξεται χρῆμα τυραννικώτερον, μοῖρα τοῦτο παντὸς ἀνθρώπου, ὑπ’ οὐδενὸς γοητευόμενον.
ὁρᾷς ἐμὲ τὸν μόναρχον, ὃν πάντες ἄνθρωποι βιαιότατον ἀποφαίνονται; ταύτης, οὐδ’ ἄν με δεινότερον κηρύξωσιν οἱ νῦν ὄντες, οὐκ ἂν περιγενοίμην· οὐδὲν γὰρ τῶν παρ’ ἡμῖν χαλεπῶν ὑποστήσεται, ἀλλ’ ἄπιμεν, ὅταν ἔνι τὸ χρεὼν τελευτῆσαι. εἴθε δ’ ἐπὶ τοιούτῳ ἐτύχομεν μοναρχίας, οὐχ ὅπως ἑαυτῶν ἀπωσώμεθα τοὺς μόρους (ἡμᾶς μὲν γὰρ ἴσως καὶ πρὸ μοίρας ἀξίους φαίη τις ἂν εἶναι ἀπολέσθαι, καὶ πρὸς ταύτην τὴν ἀξίωσιν οὐδ’ αὐτοὶ ἐναντιούμεθα), ἀλλ’ ἵνα τῶν ἐπιεικεστάτων καὶ ὡς ἐπὶ μήκιστον ἀξίων ζῆν ἐπέχωμεν τὰ τέλη.
ἐπεὶ δ’ ἐκείνη καθ’ ἡμῶν καὶ οὐχ ἡμεῖς κατ’ ἐκείνης τύραννοι ἀπεδείχθημεν, ἠπίως χρὴ φέρειν οὐ διὰ τοῦτο μόνον, ὅτι εἰς οὐδὲν περαίνονται οἱ γόοι, ἀλλ’ ὅτι καὶ τὸν ἐκείνης δαίμονα, εἴπερ αἴσθοιτό σε οὕτω κατασμυχόμενον, ἀνιᾶσθαι μὲν εἰκός, αὐτὴν δὲ τὴν πλεῖστα μὲν εὐφράνασαν τὸν ἄνδρα, ἡσθεῖσαν ’ ἐφ οἷς ἔχαιρεν ἐκεῖνος, ἄχθεσθαι καὶ ἐν τῷ θανατῳ, ωὐ μὰ τὸν αίᾳ μόνον ὅτι σὺ τοιαύτης ἀπεσφάλης γῳ
Τὸ ἔλαιον έπἐμψαμεν, εἴ τι νοοῦμεν, οὐ μὰ Δί’ οὐ σοὶ τὸ παρόν, ἀλλὰ θυγατριδῷ σου· καὶ γὰρ αὐτὸ τό μειράκιον ἄξιον ἡμῖν λόγου φαίνεται καὶ τὴν γυμνασιαρχίαν μηδὲν ἧσον Ἀγησιλάου. βουλοίμην δ’ ἂν αὐτὸν ἐκτελέσαι τὸ καθ’ ἡμᾶς μέρος. τὸ δ’ ἀργύριον τὸ παρ’ ἡμῶν, ὃ μὴ σὺ κομίζειν ἐβουλήθης τότε παρών, εἰ μὴ λαβὼν ἔσῃ νῦν γε, προδοσίας, εὖ ἴσθι, πρὸς Ἱμεραίους καταψεύσομαί σου, κἂν ἔτι παραστῇ. χαλεπώτερον δέ σοι οἶμαι καὶ τοῦθ,’ ὅπερ προπέμπειν εἱλόμην. πρόσμενε δή, Στησίχορε, καὶ πρὸς τοῖς ἔπεσι καί, δι’ ἃ σεβαστότερος εἶ πολλῶν καὶ θαυμασιώτερος, τὰ ἐπιτηδεύματα ταῦτα καὶ στέργε καὶ τίμα, τὰ ἄλλα προέμενος, ἐν οἷς ποτ’ ἂν κατ’ ἄκραν εὐδοκιμῇς, ὅμοιος τοῖς πονηροτάτοις ἔσῃ.
Σὺ περὶ ἡμῶν, ὦ Στησίχορε, μηδὲν μήτε ἐν ᾠδαῖς μήτε ἄλλοθί που λέγε· οὐδὲν γὰρ βούλομαι μᾶλλον ἢ σιωπᾶσθαι τὰ ἡμέτερα. τῶν δ’ ἄλλων φθόνος οὐδείς, ὑπὲρ ὅσων ἂν αὐτός τε κατὰ σαυτὸν ἐθέλῃς κἀπὶ νοῦν ἄγῃ τὸ δαιμόνιον. πολιτείαν δὲ φεῦγε μάλιστα πάντων ἐμὲ ὁρῶν, ὅς, ἡνίκα μακαριστὸς εἶναι ἐδόκουν πᾶσιν, ἐπὶ τούτοις ἐμαυτῷ σύνοιδα μάλιστα ἀνιωμένῳ. εἰ δ’ ἐγώ σοι κατ’ ἐμαυτὸν εἰκότα πάσχειν φαίνομαι μοναρχίας ὀρεχθεὶς ἑκών, ὑπὲρ πατρίδος δέ σοι πολιτευμένῳ καὶ δημοκρατίας οὐδὲν ἀπαντήσεσθαι δυσχερὲς οἴει, τὸ μὲν καθ’ ἡμᾶς ἄφες νῦν, εἰς δὲ σαυτὸν ἀτενὲς βλέψον, ὦ Στησίχορε, καὶ κατανόησον· οὐ γὰρ ὑπὲρ βελτιόνων τις οὐδὲ καθαρωτέραν ὁδὸν σοῦ βαδίσας ἥψατο πολιτείας· ἀλλ’ ὅμως λόγισαι κατὰ σαυτόν, οἷα μὲν πρὸ τούτων ἔπαθες, οἷα δ’ ἐμέλλησας παθεῖν, εἰ μὴ τοιοῦτος ἐχθρὸς ἤμην ἐγώ.
καίτοι καλόν γε, κἂν εὐροῇ τις καὶ κατ’ οὖρον φέρηται παρὰ τῆς τύχης, μὴ πάντα ποιεῖν αὐτὸν ἐπὶ τῇ τύχῃ. καὶ γὰρ σὺ νῦν αὐτὸς οὔτε τύραννο; Ἱμεραίων οὔτε ἐχθρὸς πᾶσιν, ὥσπερ ἡμεῖς, ἀλλ’ ἐν πολίταις καὶ φίλοις, ὡς ἐνόμιζες αὐτός, δι’ οὓς ἐχθροὺς ἔσχες ἡμᾶς, κἀγὼ μὲν οὐκ ἂν τυραννήσας, παρόν μοι νῦν αὐτῶν διὰ σὲ καὶ σοῦ στοχαζόμενος, ἀλλ’ ὅμως λόγισαι κατανοήσας, πόσα ἄττα πέπονθας ὑπ’ αὐτῶν. εἰ δὲ βούλει, τὸν ὑπὸ τῶν πολιτῶν ἀγαθὰ μὲν πλεῖστα πεπονθότα, κακὸν δὲ μηδέν, μηδὲ μὴν ἀχαριστηθέντα, καθάπερ σύ, σκέψαι καὶ μάθοις ἄν, ὡς ἀνὴρ ἐκεῖνος, ὅστις τῶν
Μὴ φρόντιζε, ὦ Στησίχορε, τῆς Εὐβούλου καὶ Ἀριστοφῶντος πρός με κατηγορίας, μηδ’ ἀχθεσθῇς, εἰ τῆς καθ’ ἡμῶν ἐπιβουλῆς τὴν αἰτίαν εἰς σὲ ἀναφέρειν καὶ τὰ σὰ κάλλιστα ἔπη ἠξίουν. παρ’ ὅσον μὲν γὰρ ἤλθομεν ἐν Ἱμέρᾳ κινδύνου καὶ σὺ οἶσθα, μηδὲν δὲ ἡμῶν ἀνήκεστον παθόντων ἥδεσθαι προσήκει σοι κατά γε τὴν ἐκείνων αἰτίαν μᾶλλον ἢ ἀνιᾶσθαι τῆς τε ῥώμης ἕνεκα τῶν ποιημάτων, ἅ σοι ἐπιπνέουσιν αἱ θεαί, καὶ ἡμῶν περιόντων, εἴ σοι ἄρα τι μέλομεν. παρεξήτακας γὰρ καὶ τὰ μέλη πλέον ἢ κατὰ λύραν δυνάμεως ἔχειν, καὶ Φάλαριν μείζον’ ἢ κατὰ τυραννοκτόνους. ἡμεῖς δὲ παρακινδυνεύσαντες ἐσχάτως καὶ εἰς τύραννον ὡρμήσαμεν καὶ εἰς ἑταιρείαν μεμήναμεν, καὶ οὐ μεμφόμεθά μελλήσαντες ἀναιρεθῆναι, μᾶλλον δὲ ἀναιρεθέντες· οὐ γὰρ ἄν, εἰ καὶ ἐτελέσθη τὸ ἄδικον βούλημα, Στησίχορος ἡμᾶς παθεῖν ταῦτα ἐπῃνέσατο.
σὺ μὲν γὰρ ἴσως ἐπῶν κόσμῳ θεοειδεστάτῳ τὸ τυραννοκτονεῖν ἐπαινεῖς (καὶ οὐκ ἀποτρέπομεν ἔι τις θαυμάσει τὸν λόγον), ἀλλ’ οὐ τὸ Φάλαριν· ἀνδροφονεῖν γάρ ἐστι τὸ τοιοῦτον, ἀλλ’ οὐ τυραννοκτονεῖν. οὐ γὰρ οἶσθα ἄρχομαι πείρᾳ μαθών. οὐδὲ Δρωπίδας οὐδ’ ἄλλος ἐπιεικὴς ἀνὴρ οὐδὲ εἷς, ἀλλ’ οὐδὲ ὁ σωτὴρ ἐν ἡμῖν Ζεὺς ἐνέμεινεν ἐν τῷ ἱερῷ καρτερός. Εὐβούλου καὶ Ἀριστοφῶντος δυοῖν ἀδίκοιν εἷς δίκαιος ἐγενόμην, τὸν τύραννόν με περιεσώσατο, Κόνων δ’ ὁ καταπορνευθεὶς καὶ Θεαγόρας ὁ τοὺς ὀλέθρους ἡμῖν μηχανησάμενος καὶ Ἀντιμήδης καὶ Περικλῆς καὶ ὅσοι δὴ τούτοις παραπλήσιοι ἀνῃρέθησαν ὑπ’ ἐμοῦ τῷ δικαιοτάτῳ τῆς ἀμύνῃς νόμῳ, οὕς, εἰ μὴ τοσαύτης ἐξουσίας εἰχόμην, ἀποθανεῖν ἂν εἱλόμην ἀντιτιμωρησάμενος.
λεγέτωσάν με μιαιφόνον, ἄθεον, ἐναγῆ, τύραννον, πολλοῖς πεφυρμένον καὶ ἀνηκέστοις μιάσμασι, καὶ τούτων ἂν δεινότερόν τι εἰπεῖν καθ’ ἡμῶν ἔχωσι, μὴ φειδέσθωσαν. ἐπαινοῦντες γάρ με διαβάλλειν ἐοίκασι πρὸς τοὺς χρηστοὺς οἱ πονηρότατοι, ὧν οἳ μὲν ἐπυρώθησαν ὑφ’ ἡμῶν ἔμφρουροι τῷ ταύρῳ, οἳ δ’ ἀνεσκολοπίσθησαν, ἔνθα ἔμελλον ἐμπρόσωποι ἔσεσθαι τοῖς λοιποῖς μηδὲν καθ’ ἡμῶν τεκταίνειν κακόν, ἄλλοι δ’ ὄψεις ἐξῃρέθησαν, τινὲς δʼ ἄκρα περιεκόπησαν καὶ κατὰ τροχῶν ἐλυγίσθησαν, καὶ κεφαλὰς ἄλλοι περιεσκυθίσθησαν, οἳ δὲ ὡς ἔτυχον ἀδικίας προάρξαντες ὀλέθρον πικροῦ κατὰ δίκην ἐνεφορήσαντο. δι’ οὓς ὁμολογοῦμεν ἀνασταθῆναι τύραννοι, καὶ οὐκ ἀρνησόμεθα κατὰ πονηρῶν μοναρχίας ὀρεχθῆναι, οὐδὲ παυσόμεθά ποτε τῆς ὠμότητος καὶ ἀπανθρωπίας, πρὸς δὲ τοὺς χρηστοὺς ὅμοιοί γ’ ἐσμὲν ἄρχοντες, οἷοί περ ἐγενόμεθα πρὶν ἄρξαι.
μὴ δὴ δόξῃς, ὦ Στησίχορε, κατ’ ἐμοῦ τι τῶν ἐπῶν, ὅταν κατὰ δυνάστου γράφης, ἐπιπνεῖσθαι, ὑποδέχου δ’ ἄσμενος
Ἐγὼ μὲν οἶμαι καὶ τῆς ἐλευθερίας ἐμαυτὸν αἴτιον ὑμῖν γεγονέναι. ἀλλὰ περὶ μὲν τῆς ἐλευθερίας οὐ μέμφομαι ὑμῖν ἀχαμίστοις οὖσι, τὸ μέντοι ἀργύριον, ὃ ἐδανείσασθε, ἀπόδοτε. καὶ γὰρ αὐτὸς ἐν χρείᾳ εἰμὶ οὐ μετρίᾳ καὶ περιπέμπω χρήματα δανειζόμενος εἰς ἅπασαν Σικελίαν. καὶ ὃ μὲν ἐχαρίσαντο ἡμῖν, ὥσπερ Λεοντῖνοι καὶ Γελῶοι, οἱ δὲ ὑπέσχηνται δανείσειν, ὡς Ὑβλαῖοι καὶ Φιντιεῖς. τί ἂν οὖν πρὸς Διὸς αὐτοὶ ὑπολάβοιτε περὶ αὑτῶν, τηλικαῦτα ἃ δεδάνεισθε μὴ ἀποδιδόντες, ὁπότε ἄλλοι χαρίζονται τὰ αὑτῶν, μηδὲν ὑφ’ ἡμῶν ἀγαθὸν πεπονθότες; εἰ δὲ πύθοιντο οἱ ὑπεσχημένοι χαριεῖσθαι, ὅτι ἀντὶ τοῦ κομίζεσθαι τὰ ὀφειλόμενα τοῖς μηδὲν ὀφείλουσι βαρεῖς ἐσμέν, ἆρ’ ἔτι δώσειν οἴεσθε αὐτούς; ἐγὼ μὲν γὰρ οἶμαι, μηδὲ τοὺς δανείσειν ὑπεσχημένους δανείσειν ἔτι, ἀλλ’ ἐνθυμηθήσεσθαι, ὅτι ὁ μὴ ἀναπρασσόμενος τὰ ἑαυτοῦ παρὰ τῶν ὀφειλόντων οὗτος τοῖς δανείσασιν ἀποτίνειν οὐ βουλήσεται. ταῦτα τοίνυν ἐνθυμηθέντες, εἰ μὴ ἀποτίσετε, αἰδέσθητε· εἰ δὲ μὴ ταῦτα ἀνύσειεν, εὖ ἴστε ὅτι ταχὺ σφόδρα καὶ λόγων κρεῖσσόν τι εὑρήσομεν, ὃ ἐπαναγκάσει ὑμᾶς, εἴπερ οἷόν τε ἐπαναγκαζομένους τὰ δίκαια ποιεῖν ἐστίν.