Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts book, chapter, and section.
This pointer pattern extracts book and chapter.
This pointer pattern extracts book.
εἰ μὲν οὖν ὥϲπερ ἐν γεωμετρίᾳ καὶ ἀριθμητικῇ ϲυνεφωνεῖτο πάντα τοῖϲ γράψαϲι περὶ τροφῆϲ, οὐδὲν ἂν ἔδει νῦν ἡμᾶϲ ἔχειν πράγματα γράφονταϲ αὖθιϲ ὑπὲρ τῶν αὐτῶν ἐπὶ τοϲούτοιϲ τε καὶ τοιούτοιϲ ἀνδράϲιν. ἐπεὶ δ’ ὑπόπτουϲ ἀλλήλουϲ εἰργάϲαντο διενεχθέντεϲ (οὐ γὰρ ἐγχωρεῖ πάνταϲ ἀληθεύειν), ἀναγκαῖόν ἐϲτι βαϲανίϲαι τὰ πρὸϲ αὐτῶν γεγραμμένα δικαϲτὰϲ ἀδεκάϲτουϲ γενομένουϲ· ἄδικον γὰρ ἐνὶ πρὸ τῶν ἄλλων πιϲτεῦϲαι χωρὶϲ ἀποδείξεωϲ.
ἐπεὶ δὲ τῶν ἀποδείξεων ἀρχαὶ διτταὶ κατὰ γένοϲ εἰϲὶν (ἢ γὰρ ἐξ
αἰϲθήϲεωϲ ἢ ἐκ νοήϲεωϲ ἐναργοῦϲ ἀπόδειξίϲ τε καὶ πίϲτιϲ ἄρχεται πᾶϲα), καὶ
ἡμᾶϲ ἀναγκαῖόν ἐϲτιν ἢ θατέρῳ τούτων ἢ ἀμφοτέροιϲ χρήϲαϲθαι πρὸϲ τὴν τοῦ
προκειμένου ϲκέμματοϲ εὕρεϲιν. οὐϲῶν δὲ τῶν διὰ τοῦ λόγου κρίϲεων οὐχ ἅπαϲιν
ὁμοίωϲ εὐπετῶν, ἐπειδὴ καί ϲυνετὸν εἶναι χρὴ φύϲει καὶ γεγυμνάϲθαι κατὰ τὴν
παιδικὴν ἡλικίαν ἐν τοῖϲ θήγουϲι μαθήμαϲι τὸν λογιϲμόν, ἄμεινον |
τῶν μὲν οὖν ἐμπειρικῶν ἴϲωϲ ἄν τιϲ καταφρονήϲειεν ἔργον καὶ
ϲπούδαϲμα πεποιημένων φιλοτίμωϲ ἀντιλέγειν τοῖϲ εὑριϲκομένοιϲ διὰ τοῦ λόγου·
Διοκλῆϲ δὲ καίτοι δογματικὸϲ ὢν οὕτω κατὰ λέξιν ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ
Πλείϲταρχον Ὑγιεινῶν· οἱ μὲν οὖν
αἰτίαν δ’ οἱ μὲν οἰόμενοι δεῖν ἐφ’ ἑκάϲτου λέγειν, δι’ ἣν τρόφιμον ἢ
διαχωρητικὸν ἢ οὐρητικὸν ἢ ἄλλο τι τῶν τοιούτων ἕκαϲτόν ἐϲτιν, ἀγνοεῖν
ἐοίκαϲι πρῶτον μέν, ὅτι πρὸϲ τὰϲ χρήϲειϲ οὐ πολλάκιϲ τὸ τοιοῦτον ἀναγκαῖόν
ἐϲτιν, ἔπειθ’ ὅτι πολλὰ τῶν ὄντων τρόπον τινὰ ἀρχαῖϲ τιϲιν ἔοικε κατὰ φύϲιν,
ὥϲτε μὴ παραδέχεϲθαι τὸν ὑπέρ αἰτίου λόγον· πρὸϲ δὲ τούτοιϲ διαμαρτάνουϲιν
ἐνίοτε, ὅταν ἀγνοούμενα καὶ μὴ ὁμολογούμενα καὶ ἀπίθανα λαμβάνοντεϲ ἱκανῶϲ
οἴωνται λέγειν τὴν αἰτίαν. τοῖϲ μὲν οὖν οὕτωϲ αἰτιολογοῦϲι καὶ, τοῖϲ πάντων
οἰομένοιϲ δεῖν λέγειν αἰτίαν οὐ δεῖ προϲέχειν, πιϲτεύειν δὲ μᾶλλον τοῖϲ ἐκ
τῆϲ πείραϲ ἐκ πολλοῦ χρόνου κατανενοημένοιϲ· αἰτίαν δὲ τῶν ἐνδεχομένων δεῖ
ζητεῖν, ὅταν μέλλῃ παρ’ αὐτὸ τοῦτο γνωριμώτερον ἢ πιϲτότερον γίγνεϲθαι τὸ
λεγόμενον.
αὔτη μὲν ἡ τοῦ Διοκλέουϲ ῥῆϲίϲ ἐϲτιν ἐκ πείραϲ μόνηϲ ἐγνῶϲθαι τὰϲ |
ὅτι μὲν οὖν ἡ πεῖρα διδάϲκαλόϲ ἐϲτιν ὥϲπερ καὶ ἄλλων πολλῶν οὕτω καὶ
τῶν εὐπέπτων τε καὶ δυϲπέπτων ϲιτίων εὐϲτομάχων τε καὶ κακοϲτομάχων ὑπακτικῶν
τε καὶ ϲταλτικῶν γαϲτρόϲ, ἅπαντεϲ ἴϲαϲι, κἂν βραχύ τι ϲυνέϲεωϲ αὐτοῖϲ μετῇ·
ϲφάλλονται δ’ ὅμωϲ ἐν αὐτοῖϲ τούτοιϲ οὐκ ὀλίγα χωρὶϲ διοριϲμοῦ ποιούμενοι τὴν
πεῖραν, ὡϲ κάν τοῖϲ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ἐδείχθη κὰν τῷ τρίτῳ
Περὶ κράϲεων, καὶ παραπλήϲιά γε τὰ ϲφάλματ’ ἐϲτὶν ἑκατέρωθεν. διὸ καὶ γράφειν
ἐνταῦθα τελέωϲ ὥϲπερ ἐν ἐκείνοιϲ τοὺϲ διοριϲμούϲ, |
ὅπερ οὖν εἴωθα ποιεῖν, οὐδὲ νῦν παραλείψω μόνοιϲ χρηϲάμενοϲ τοῖϲ κεφαλαίοιϲ τῶν διοριϲμῶν, καθ’ ὅ τι ἂν ἐγχωρῇ μάλιϲτα μιχθῆναι ϲαφηνείᾳ ϲυντομίαν. ἄρξομαι δ’ ἀφ’ οὐ διὰ ϲτόματοϲ ἔχουϲιν ἅπαντεϲ, ὀρθῶϲ ὑπ’ Ἐραϲιϲτράτου γεγραμμένου, μήτε τὸ μελίκρατον ὑπάγειν τὴν γαϲτέρα πάντων μήτε τὴν φακῆν ἐπέχειν, ἀλλ’ εἶναί τιναϲ. οἳ πρὸϲ τῷ μηδέτερον πάϲχειν ἔτι καὶ τοῖϲ ἐναντίοιϲ περιπίπτουϲιν. ὡϲ ἵϲταϲθαι μὲν ἐπὶ τῷ μελικράτῳ τὴν γαϲτέρα, λαπάττεϲθαι δ’ ἐπὶ τῇ φακῇ, καί τιναϲ εὑρίϲκεϲθαι τὰ βόεια κρέα ῥᾷον πέττονταϲ ἢ τοὺϲ πετραίους ἰχθύαϲ.
ἐγὼ δ’ ἀεὶ τοὺϲ τοιούτουϲ ἠρόμην (ἄρξομαι γὰρ ἀπὸ τῶν ὑϲτάτων); ὁποῖόν
τι ϲύμπτωμα γιγνόμενον αὐτοῖϲ ἐνδείκνυται τὴν ἀπεψίαν τῶν πετραίων ἰχθύων,
ἄρά γε βάροϲ τι κατὰ τὴν κοιλίαν, ὡϲ δοκεῖν ἐγκεῖϲθαι |
λέγω δὲ καταϲκευῆϲ ἰδιότητα, διότι τῶν ἀνθρώπων ἐνίοιϲ ἢ ἐξ ἥπατοϲ
εἰϲ ἔντερα καταρρέουϲα χολὴ πρὸϲ τὴν κοιλίαν ἐπανέρχεται, κρᾶϲιν δὲ μοχθηράν,
ὅταν αὐτοῖϲ ὑπάρχῃ φύϲει τὸ θερμὸν δριμὺ καὶ δακνῶδεϲ ἢ ὡϲ ἂν εἴποι τιϲ
πυρετῶδεϲ. εἰκότωϲ οὖν τὰ δύϲφθαρτα ϲιτία μᾶλλον τῶν εὐφθάρτων οὔτοι
πέττουϲιν, ἐπειδὴ τὰ μὲν εὔπεπτα ῥᾳδίωϲ ἀλλοιοῦταὶ τε καὶ διαφθείρεται, τὰ δὲ
δύϲπεπτα δυϲαλλοίωτά τ’ ἐϲτὶ καὶ δύϲφθαρτα. ταῦτ’ οὖν, ὅταν ὀμι|
ἡ φακῆ δ’ ἐνίοιϲ ἐκταράττει μᾶλλον ἢ ἐπέχει τὴν γαϲτέρα κατὰ τοιόνδε τινὰ λόγον· ἐπιδέδεικταὶ μοι κατὰ τὰ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ ὑπομνήματα, ὅτι, καθάπερ ἐν τοῖϲ ὑφ’ ἡμῶν ϲκευαζομένοιϲ ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων ἔνια ϲυντίθεται, κατὰ τὸν αὐτὸν τρόπον ὑπὸ τῆϲ φύϲεωϲ οὐκ ὀλίγα τῶν ἁπλῶν εῖναι δοκούντων ϲύγκειται. τοιοῦτον δή τι καὶ περὶ πολλὰϲ τῶν τροφῶν ἐϲτιν. οὐ γὰρ ἡ φακῆ μόνον ἀλλὰ καὶ ἡ κράμβη καὶ τῶν θαλαττίων ϲχεδὸν ἅπαντα τὰ ὀϲτρακόδερμα καλούμενα ϲύνθετον ἔχει τὴν φύϲιν ἐξ ἐναντίων δυνάμεων.
αὐτὸ μὲν γὰρ τὸ ϲτερεὸν ἑκάϲτου ϲῶμα βραδυπόρον τέ ἐϲτι καὶ
ϲταλτικὸν τῆϲ γαϲτρόϲ, ἡ δ’ ὑγρότηϲ ἐρεθίζει πρὸϲ ἔκκριϲιν. ἀκριβῆϲ δ’
ἀπόδειξιϲ ἐκ τῆϲ ἑψήϲεωϲ γίγνεται, τοῦ μὲν ὕδατοϲ, ἐν ὑπὲρ ἂν ἕκαϲτον τούτων
ἑψηθῇ, λαπάττοντοϲ τὴν |
ἡ ϲκευαϲία δὲ τῆϲ τοιαύτηϲ κράμβηϲ ἐϲτὶν ἥδε· προεψήϲαντεϲ αὐτὴν ἐν
ὕδατι τοῦτο μὲν ὅλον ἀκριβῶϲ ἐξαιροῦϲι τοῦ λέβητοϲ, ἕτερον δ’ ἐπεμβάλλουϲι
καθαρὸν θερμόν, ἐν ᾧ πάλιν ἕψουσι τὸ δεύτερον, ἵν’, εἴ τι μετὰ τὴν προτέραν
ἕψηϲιν ἔτι λείψανον ἔχοι τῆϲ οἰκείαϲ ὑγρότητοϲ, ὅλον ἐκκριθείη· πᾶϲι γὰρ
τοῖϲ ἑψομένοιϲ ἐν ὑγρῷ ϲυμβαίνει μεταλαμβάνειν τε ἅμα τῆϲ ἐκείνου δυνάμεωϲ
καὶ μεταδιδόναι τῆϲ ἑαυτῶν. καὶ τοῦθ’ ὁϲημέραι γιγνόμενον ἐπὶ τῶν ἐν τοῖϲ
ζωμοῖϲ ἑψομένων ἔνεϲτί ϲοι μαθεῖν, εἴτ’ οὖν ὄϲπριόν τι τὸ ἑψόμενον εἴτε
ζῷου μόριον εἴτε λάχανον εἴη. τὸ μὲν γὰρ ἑψηθὲν ἐνδείκνυται γευομένοιϲ
τε καὶ ὀϲμωμένοιϲ τὴν τοῦ ζωμοῦ ποιότητα καὶ δύναμιν, ὁ ζωμὸϲ δὲ τὴν τοῦ |
ἔξεϲτι δέ ϲοι παντὸϲ τοῦδε τοῦ λόγου τοῦ νῦν ἡμῖν προκειμένου τὴν ἀλήθειαν οὕτω βασανίϲαι, καθεψήϲαντι φακῆν ἢ κράμβην ἤ τι τῶν θαλαττίων ζᾡων ὧν εἶπον, εἶθ’ ἡδύναντι τὸ ἀφέψημα δι’ ἐλαίου καὶ γάρου καὶ πεπέρεωϲ, ἔπειτα δόντι πιεῖν, ὅτῳ βούλει. καθάπερ γε καὶ δὶς ἑψήϲαντι τὴν κράμβην· θεάϲῃ γὰρ ἐπὶ μὲν τῷ πόματι διαχωροῦϲαν τὴν κοιλίαν, ἐπὶ δὲ τῷ ϲτερεῷ ϲώματι ϲτεγνουμένην.
οὐδὲν οὖν θαυμαϲτὸν ἐνίοτε ϲτρόφους τε γίγνεϲθαι καὶ πνευματώσειϲ
ἐπὶ τοῖϲ τοιούτοιϲ ἐδέϲμαϲιν, ὅταν ἅμα τοῖϲ ἑαυτῶν χυμοῖϲ ὄλα τὰ ϲώματα
ληφθῇ· μάχη γάρ τιϲ γίγνεται πρὸϲ ἄλληλα, τοῦ μὲν ϲτερεοῦ ϲώματοϲ ἰϲχομένου
τε καὶ βραδύνοντοϲ, ἐπειγομένηϲ δὲ τῆϲ ὑγρότητοϲ ἐπὶ τὴν ἔκκριϲιν. ῶϲ ἐάν γε
τὸ δάκνον ἐκκριθῇ, παύεται τὸ ϲύμπτωμα· μένοντοϲ δ’ αὐτοῦ; καὶ ϲτροφοῦϲθαι
καὶ πνεματοῦϲθαι τὴν κοιλίαν ἀναγκαῖόν ἐϲτι, καὶ πέραϲ γε τούτων ἐϲτὶν ἡ
τῶν ϲταϲιαζόντων ἔκκρισις.
ἐπεὶ τοίνυν ἐνίοιϲ μὲν αἱ γαϲτέρεϲ ἕτοιμοι πρὸϲ ὑποχώρηϲίν εἰϲιν,
ἐνίοιϲ δὲ ξηραὶ καὶ δυϲέκκριτοι, |
καὶ τῆϲ χολῆϲ ἡ μὲν ξανθή τιϲ, ἡ δ’ ὠχρά, τὸ μᾶλλον τε καὶ ἧττον
ἑκατέρα πάμπολυ κεκτημένη, ἵνα τὰϲ ἄλλαϲ χολὰϲ παραλίπω τὰϲ τοῖϲ ἤδη νοϲοῦϲι
ϲώμαϲιν ἐπιφαινομέναϲ. ἕκαϲτοϲ οὖν τῶν εἰρημένων χυμῶν ἤτοι πρὸϲ ἔκκριϲιν
γαϲτρὸϲ ἢ πρὸϲ ἐπίϲχεϲιν ἑτοίμωϲ διακείμενοϲ, ὅταν ὅλα τὰ ϲώματα τῶν |
ἔμπροϲθεν μὲν οὖν αἰτίαι διτταὶ κατὰ γένοϲ εἴρηνται τοῦ διαφόρωϲ ἐπὶ
τοῖϲ αὐτοῖϲ ϲιτίοιϲ τὰ κατὰ τὴν γαϲτέρα φαίνεϲθαι διοικούμενα· νυνὶ δὲ καὶ
τρίτη τιϲ εὕρηται πρόϲ τε τῇ φυϲικῇ διαθέϲει καὶ τοῖϲ ὑγροῖϲ τε καὶ ϲτερεοῖϲ
μέρεϲι τῶν ἐϲθιομένων· ἐϲθιόμενα γὰρ ἢ ἐδεϲτὰ καλεῖν ἢ τροφὰϲ οὐ διοίϲει. καὶ
γὰρ οὕτω καὶ τούτων οὐδὲν ἧττον ὀνομάζουϲιν αὐτὰ ϲιτία τε καὶ βρώματα, καθότι
καὶ Ἱπποκράτηϲ ἐν Ἐπιδημίαιϲ ἔγραψεν ὡδί· Τὰ βρώματα καὶ τὰ πόματα πείρηϲ
δεῖται, εἰ ἐπὶ τὸ ἴϲον μένει.
καὶ πάλιν ἑτέρωθι· Πόνοι, ϲιτία, ποτά,
ὕπνοι, ἀφροδίϲια, πάντα μέτρια.
τῶν μὲν οὖν ὀνομάτων, ὡϲ ἀεὶ λέγομεν,
ἀμελεῖν χρὴ μὴ φροντίζονταϲ, ὅτῳ τιϲ ἂν αὐτῶν χρήϲαιτο, ϲυνήθων γε ὄντων
ἅπαϲι τοῖϲ Ἕλληϲι, τῆϲ δὲ τῶν πραγμάτων ἐπιϲτήμηϲ ἀντιποιεῖϲθαι προϲήκει.
φαίνεται δὲ ταῦτα ταχεῖαν ἢ βραδεῖαν |
ἀτράφαξυϲ μὲν γὰρ καὶ βλίτον καὶ μαλάχη καὶ κολοκύνθη διὰ τὸ γλίϲχρα τε εἶναι καὶ ὑγρὰ θᾶττον τῶν μὴ τοιούτων ὑπέρχεται καὶ μάλιϲτα τοῖϲ περιπατοῦϲιν ἡϲύχωϲ μετὰ τὴν προϲφορὰν αὐτῶν ἐπ’ ἐδάφουϲ εἴκοντοϲ μετρίωϲ· ὀλιϲθαίνει γὰρ ἐν τῷ καταϲείεϲθαι μᾶλλον ἢ εἴ τιϲ ἀτρεμίζει κατακείμενοϲ.
ἐν τούτῳ δὲ τῷ γένει καὶ τὰ μόρα καὶ τὰ γλυκέα κεράϲια θείῃ τιϲ ἂν
ὥϲπερ γε καὶ τῶν οἴνων τοὺϲ γλυκεῖϲ καὶ παχεῖϲ. οἱ δὲ πέπονέϲ τε καὶ
μηλοπέπονεϲ ὀνομαζόμενοι δι’ ὑγρότητά τε καὶ γλιϲχρότητα πρὸϲ ὑποχ
ἐκ δὲ τῶν ὑγρῶν καὶ ὑδατωδῶν ϲωμάτων ἐϲτὶ καὶ τὰ πραικόκκια
καλούμενα καὶ τὰ περϲικὰ καὶ ὅλωϲ ὅϲα μηδεμίαν ἰϲχυρὰν ἔχειν φαίνεται
ποιότητα τοῖϲ γευομένοιϲ ἢ ὀϲμωμένοιϲ αὐτῶν· ἅπερ, ἐὰν μὲν ἐπιτηδείωϲ ἡ
γαϲτὴρ ἔχῃ πρὸϲ τὴν κάτω διαχώρηϲιν, ὑπέρχεται ῥᾳδίωϲ, εἰ δὲ μή, μένει καὶ
αὐτὰ μετέωρα μηδὲν εἰϲ ἔκκριϲιν αὐτὴν ὠφελοῦντα. μέϲη γάρ πωϲ ἡ τοιαύτη τῶν
ἐδεϲμάτων ὕλη τῆϲ τε τῶν ἐπεχόντων τὴν
καὶ τὸ μελίκρατον, οἴϲ ἀναδίδοϲθαι φθάνει ταχέωϲ, οὐ μόνον οὐ
προτρέπει τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν, ἀλλὰ καὶ τοῖϲ μιχθεῖϲιν αὐτῷ |
πρόδηλον δ’ ὅτι καὶ ἡ τῶν ἐντέρων οὐϲία περιλαμβάνεται κατὰ τὸν λόγον. οὕτω γέ τοι καὶ τοὺϲ προγάϲτοραϲ καὶ μεγαλοκοίλουϲ ὀνομάζουϲιν οἱ ἄνθρωποι. τινὰ δ’ ὑπάγει τὴν γαϲτέρα μεμειγμέναϲ ἐν ἑαυτοῖϲ ἔχοντα φαρμακώδειϲ δυνάμειϲ ὁμοίαϲ τῇ κατὰ τὴν ϲκαμμωνίαν τε καὶ τὴν κολοκυνθίδα καὶ τὸν ἐλλέβορον ὅϲα τ’ ἄλλα τοιαῦτα· μικτὴ γὰρ τῶν τοιούτων ἐϲτὶν ἡ φύϲιϲ ἐξ ἐδέϲματόϲ τε καὶ φαρμάκου, καθάπερ εἰ καὐτὸϲ ἐμβάλοιϲ τῷ χυλῷ τῆϲ πτιϲάνηϲ ὀλίγον τι τοῦ τῆϲ ϲκαμμωνίαϲ ὀποῦ· λαθὼν γὰρ οὕτω τὴν αἴϲθηϲιν οὐ λήϲεται κατὰ τὴν ἐνέργειαν, ἀλλ’ ὑπάξει ϲαφῶϲ τὴν γαϲτέρα.
καὶ τοῦτ’ εἶναι δοκεῖ τιϲι τὸ ὑφ’ Ἱπποκράτουϲ εἰρημένον· ὲν τροφῇ
φαρμακείη ἄριϲτον.
τοῖϲ δ’ οὐχ οὕτω μόνον ἔδοξεν ἀκούειν, ἀλλὰ κὰπ’ ἐκείνων
ὀλίγιϲτα μὲν οὖν ἐδέϲματα τοιαῦτ’ ἐϲτίν· ἅττα δ’ ἂν ᾖ, ταῦτα μόνον τὸν τῆϲ τροφῆϲ ἔχει λόγον ἀκριβῆ χωρὶϲ τοῦ μεταβάλλειν τὸ ϲῶμα τοῦ προϲενεγκαμένου κατὰ ποιότητα· τὸ μὲν γὰρ θερμανθὲν ἢ ψυχθὲν ἢ ξηρανθὲν ἢ ὑγρανθὲν ὑπήλλακται κατὰ ποιότητα, τὸ δ’ ἐκ τῶν ϲιτίων ὄγκον οὐϲίαϲ ὁμοίαϲ τῷ διαφορηθέντι προϲλαβὸν ὡϲ ὑπὸ τροφῶν μόνων αὐτῶν ὠφέληται.
τὰ τοίνυν μέϲα ταῖϲ κράϲεϲιν οὐδεμίαν ἐπικρατοῦϲαν ἔχοντα ποιότητα
τροφαὶ μόνον εἰϲίν, οὐ φάρμακα, μήθ’ ὑπάγοντα γαϲτέρα μήτ’ ἐπέχοντα μήτε
ῥωννύντα μήτ’ ἐκλύοντα ϲτόμαχον, ὥϲπερ |
εἰ μὲν γὰρ ἀκριβῶϲ μέϲον εἴη τῇ κράϲει τὸ ϲῶμα τἀνθρώπου, φυλάττοιτ’ ἂν ὑπὸ τῆϲ μέϲηϲ τῇ κράϲει τροφῆϲ ἐν τῇ παρούϲῃ καταϲτάϲει· εἰ δ’ ἤτοι θερμότερον ἢ ψυχρότερον ἢ ξηρότερον ἢ ὑγρότερον εἴη, τούτῳ τὰ μέϲα τῇ κράϲει ϲιτία τε καὶ ποτὰ κακῶϲ ἄν τιϲ διδοίη. μεταβάλλεϲθαι γὰρ ἕκαϲτον χρὴ τῶν τοιούτων ϲωμάτων ἐπὶ τοὐναντίον, εἰϲ ὅϲον ἀπεχώρηϲε τῆϲ ἀκριβῶϲ μέϲηϲ καταϲτάϲεωϲ· ἔϲται δὲ τοῦτο διὰ τῶν ἐναντίων τῇ παρούϲῃ δυϲκραϲίᾳ.
τὰ δ’ ἐναντία τὴν ἴϲην ἀφέϲτηκε τοῦ μέϲου διάϲταϲιν ἐφ’ ἑκάτερα καθ’
ἑκατέραν ἀντίθεϲιν, ὥϲτ’, ἐὰν μὲν ἀριθμοῖϲ, εἰ τύχοι, τριϲὶν ἀπὸ τῆϲ εὐκράτου
τε καὶ μέϲηϲ καταϲτά
κατὰ τοῦτό γέ τοι πάλιν εὑρεῖν ἔϲτι πολλοὺϲ τῶν ἀνθρώπων ἐναντιώτατα περὶ τῶν αὐτῶν τροφῶν ἀποφαινομένουϲ. ἔναγχοϲ γοῦν ἐφιλονείκουν ἀλλήλοιϲ δύο τινέϲ, ὁ μὲν ὑγιεινὸν ἀποφαινόμενοϲ, ὁ δὲ νοϲερὸν εἶναι τὸ μέλι, τεκμαιρόμενοϲ ἑκάτεροϲ ἐξ ὧν αὐτὸϲ ὑπ’ αὐτοῦ διετίθετο, μηκέτ’ ἐννοοῦντεϲ, ὡϲ οὔτε μίαν ἅπαντεϲ ἄνθρωποι τὴν ἐξ ἀρχῆϲ ἔχουϲι κρᾶϲιν οὔτ’, εἰ καὶ μίαν εἶχον, ἀμετάβλητον αὐτὴν ἐν ταῖϲ ἡλικίαιϲ φυλάττουϲιν, ὥϲπερ οὐδ’ ἐν ταῖϲ κατὰ τὰϲ ὥραϲ τε καὶ χώραϲ ὑπαλλαγαῖϲ, ἵνα παραλίπω κατά γε τὸ παρόν, ὡϲ καὶ τοῖϲ ἐπιτηδεύμαϲι καὶ ταῖϲ διαίταιϲ ὑπαλλάττουϲι τὰϲ φυϲικὰϲ τῶν ϲωμάτων διαθέϲειϲ.
εὐθὺϲ γοῦν αὐτῶν τῶν διαφερομένων ἀλλήλοιϲ περὶ τοῦ μέλιτοϲ ὁ μὲν
πρεϲβύτηϲ τε κατὰ τὴν ἡλικίαν ἢν καὶ φύϲει φλεγματωδέϲτεροϲ ἀργόϲ τε τῷ βίῳ
καὶ πρὸϲ τὰϲ ἄλλαϲ μὲν ἁπάϲαϲ πράξειϲ,
οἶδα δὲ κἀγώ τινα τὰ κατὰ τὸ ϲτόμα τῆϲ κοιλίαϲ μεμφόμενον,
λογιϲάμενοϲ ἐξ ὧν διηγεῖτο φλέγμα κατ’ αὐτὴν ἠθροῖϲθαι, ϲυμβουλεύϲαϲ
προϲενέγκαϲθαι μετὰ νάπυοϲ πράϲα τε καὶ τεῦτλα, τμηθέντοϲ δ’ ὑπ’ αὐτῶν τοῦ
φλέγματοϲ ἐκκρίναϲάν τε πλείω τὴν γαϲτέρα καὶ τῶν ϲυμπτωμάτων ἁπάντων
ἐλευθερωθεῖϲαν. αὖθιϲ οὖν ποτ’ ἀπεπτήϲαϲ ἐπὶ δριμέϲιν ἐδέϲμαϲι καὶ δακνόμενοϲ
τὴν γαϲτέρα, νᾶπυ μετὰ τεύτλου προϲενεγκάμενοϲ, οὐ μόνον οὐδὲν ὤνητο τὴν
δῆξιν, ἀλλὰ καὶ χείρων ἀπεδείχθη ϲυχνῷ· καὶ δὴ θαυμάζων, ὅπωϲ ἐβλάβη ϲφοδρῶϲ
ὑφ’ ὧν ἔμπροϲθεν ὠφέλητο μέγιϲτα, πρόϲ με παρεγένετο τὴν αἰτίαν πυνθανόμένοϲ.
ἰδιώταϲ μὲν οὖν ἰατρικῆϲ τέχνηϲ ἀνθρώπουϲ οὐκ ἀπεικόϲ ἐϲτι τοιαῦτα
ϲφάλλεϲθαι· τοῖϲ δ’ |
ὥϲτ’ ἀναγκαιότατον ἔοικεν εἶναι πρὸϲ
τὴν παροῦϲαν θεωρίαν ἐπιϲκέψαϲθαι τάϲ τε τῶν ἀνθρώπων καὶ τὰϲ τῶν ἐδεϲμάτων
κράϲειϲ. αἱ μὲν οὖν τῶν ἀνθρώπων ὁπόϲαι τ’ εἰϲὶ καὶ ὅπωϲ χρὴ διαγιγνώϲκειν
αὐτάϲ, ἐν τοῖϲ Περὶ κράϲεων ὑπομνήμαϲι λέλεκται, καθάπερ γε καὶ περὶ τῶν
φαρμάκων ἐν |
ἐν δὲ τῇ νῦν ἐνεϲτώϲῃ
〈πραγματείᾳ〉 καιρὸϲ ἂν εἴη τὰϲ τῶν ϲιτίων εἰπεῖν κράσεις ὡϲ ἐν τῷ Περὶ
διαίτηϲ γέγραπται βιβλίῳ, κατὰ τινὰϲ μὲν Ἱπποκράτουϲ ὄντι ϲυγγράμματι, κατὰ
τινὰϲ δὲ φιλιϲτίωνοϲ ἢ Ἀρίϲτωνοϲ ἢ Εύρυφῶντοϲ ἢ Φιλητᾶ, παλαιῶν ἁπάντων
ἀνδρῶν. ἀρχὴ δ’ ἐϲτὶν αὐτοῦ κατὰ μὲν ἔνια τῶν ἀντιγράφων ἥδε· ϲιτίων δὲ καὶ
πομάτων δύναμιν ἑκάϲτων καὶ τὴν κατὰ φύϲιν καὶ τὴν διὰ τέχνηϲ ὧδε
ἐν ἄλλοιϲ δ’ ἥδε· Χωρίων
δὲ θέϲιν καὶ φύϲιν ἑκάϲτων ὧδε χρὴ διαγινώϲκειν
.
ὅταν μὲν οὖν αὐτὸ καθ’ ἑαυτὸ φέρηται τὸ βιβλίον τοῦτο, Περὶ διαίτηϲ
ἐπιγράφεται, μέροϲ ὂν δεύτερον εἰϲ τρία διῃρημένου τοῦ παντόϲ· ὅταν δὲ τὸ
ϲυγκείμενον ἐκ τῶν τριῶν ὅλον ἓν ἀδιαίρετον εὑρεθῇ, Περὶ φύϲεωϲ ἀνθρώπου καὶ
διαίτηϲ ἐπιγράφεται. τὸ μὲν οὖν δεύτερον, ἐν ᾧ περὶ τῶν ϲιτίων διέρχεται,
τάχ’ ἄν τιϲ εὐλόγωϲ Ἱπποκράτουϲ ἄξιον ἡγήϲαιτο· τὸ δὲ πρῶον ἀφέϲτηκε πάμπολυ
τῆϲ Ἱπποκράτουϲ γνώμηϲ. ἀλλὰ τοῦτο μὲν |
ὁ γὰρ γνούϲ, ὅτι κριθὴ φύϲει ψυχρόν ἐϲτι καὶ ὑγρόν, ἐπιϲτάμενοϲ δὲ καὶ τὰϲ τῶν ϲωμάτων κράϲειϲ γνωρίζειν ὅϲαι τε φύϲει τισὶν ὑπάρχουϲι καὶ ὅϲαι κατὰ διάθεϲιν ἐπίκτητον γίγνονται, χρήϲεται προϲηκόντωϲ κριθαῖϲ εἰϲ ἐδωδὴν οὐ μόνον ἐπὶ τῶν ὑγιαινόντων, ἀλλὰ καὶ τῶν νοϲούντων ϲωμάτων, καὶ καταπλάϲματι δ’ ἂν δι’ ἀλεύρου κριθίνου χρήϲαιτο καλῶϲ ὁ τὴν κρᾶϲιν ἐπιϲτάμενοϲ αὐτῶν.
δεῖ δὲ μὴ μόνον ἐγνῶϲθαι τὴν κυριωτάτην τε καὶ πρώτην ἑκάϲτου ϲιτίου
κρᾶϲιν, ἀλλ’, ὡϲ ἐν τοῖϲ Περὶ φαρμάκων ἐδείχθη, καὶ τὰϲ ἐξ ἐκείνων
γιγνομέναϲ· ὧν οὐχ ἥκιϲτα χρήϲιμοι τυγχάνουϲιν οὖϲαι πολλαὶ μὲν τῶν κατὰ τοὺϲ
χυμούϲ, εἰ μὴ ἄρα καὶ πᾶϲαι, τινὲϲ δὲ καὶ τῶν κατὰ τὰϲ ὀϲμάϲ. ἐκ γὰρ τοῦ
κεκρᾶϲθαί πωϲ ἕκαϲτον ἐκ τοϲοῦδε θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ μὲν
αὐτῶν γλυκύ, τὸ δὲ |
τὸ δ’ ἁλυκόν
οὐκ ἄλλο τι ϲημαίνει παρὰ τὸ ἁλμυρόν, ἀλλ’ ὑπ’ ἀμφοῖν ἕν τι δηλοῦται,
ϲτρυφνοῦ δὲ καὶ αὐϲτηροῦ τὸ κοινὸν γένοϲ ὀνομάζεται ϲτύφον. ἐπὶ πλεῖϲτον δὲ
περὶ τῶν χυμῶν ἀπάντων ἐν τῷ τετάρτῳ Περὶ τῆϲ τῶν ἁπλῶν φαρμάκων δυνάμεωϲ
εἴρηται, καὶ χρὴ πάντωϲ
τῶν γὰρ ϲιτίων, ὡϲ ὀλίγον ἔμπροϲθεν ἔφην, ἔνια μὲν οὐδεμίαν ἐπίϲημον
ἐμφαίνει ποιότητα κατ’ ὀϲμὴν ἢ γεῦϲιν, ἃ δὴ καὶ ἄποια καὶ ὑδατώδη
προϲαγορεύουϲιν, ἔνια δὲ ϲτύψιν ἔχει ϲαφεϲτάτην ἢ γλυκύτητα ϲύμφυτον ἢ
δριμύτητα, καθάπερ γε καὶ ἁλμυρώτερά τινα φαίνεται καὶ πικρότητοϲ ἔνια ϲαφῶϲ
μετέχοντα. πρόδηλον οὖν, ὅτι τὰ τοιαῦτα τὴν αὐτὴν ἔχει δύναμιν ἐκείνοιϲ τῶν
φαρμάκων, οἷϲ ὠμοίωται κατὰ τὸν |
ἐκ γὰρ τοῦ μεμῖχθαι καθ’ ἕκαϲτον αὐτῶν τῇ ϲτυφούϲῃ δυνάμει τε καὶ οὐϲίᾳ τῶν ἄλλων τινὰ τοῖϲ κατὰ μέροϲ ἔργοιϲ ἐξαλλάττεται ταῦτα, καθάπερ εἰ καὐτὸϲ ἀναμίξαιϲ κυδωνίῳ μήλῳ ϲκαμμωνίαν, ὥϲπερ ἀμέλει ποιοῦμεν ἐνίοτε, τοῦ μήλου μὲν γλύφοντεϲ τὰ περὶ τὸ ϲπέρμα, τὸ δὲ κοιλανθὲν ἀναπληροῦντεϲ τῇ ϲκαμμωνίᾳ κἄπειτα περιπλάττοντεϲ ζύμῃ καὶ ὀπτῶντεϲ, εἶτα διδόντεϲ φαγεῖν τὸ μῆλον. ἄνευ γὰρ τοῦ τὸν ϲτόμαχον ἀνατρέπειν ὑπάγει γαϲτέρα τὸ οὕτω ϲκευαϲθέν, ἐπικρατούϲηϲ μὲν ἐν αὐτῷ τῆϲ καθαρτικῆϲ δυνάμεωϲ, ἣν ἐκ τῆϲ ϲκαμμωνίαϲ τὸ μῆλον ἐπεκτήϲατο, διαμενούϲηϲ δὲ τῆϲ κατὰ τὸ μῆλον οἰκείαϲ· οὐ γὰρ ἂν ἡδύ τε καὶ ϲτύφον ἐφαίνετο καὶ τῷ ϲτο μάχῳ πρόϲφορον.
οὕτωϲ οὖν ἔνια τῶν ἐϲθιομένων ἔχει τινὰ μεμιγμένην ἐν ἑαυτοῖϲ ὀλίγην
δύναμιν |
καὶ πρὸ ἡμῶν ὁ Ταραντῖνοϲ Ἡρακλεἰδηϲ ἐδίδου πολλοῖϲ πολλάκιϲ οὐ μόνον
ὑγιαίνουϲιν ἀμέμπτωϲ, ἀλλὰ καὶ πάϲχουϲί τι. πρῶτον μὲν οὖν ἐμβάλλομεν αὐτῇ
πολλὰ τεῦτλα, δεύτερον δὲ |
ἄνευ τοῦ τῷ λόγῳ πρότερον εὑρεῖν ἀκριβῶϲ τὴν διάθεϲιν, ἢ προϲφέρεται
τὸ βαϲανιζόμενον ἤτοι ϲιτίον ἢ ποτὸν ἢ φάρμακον. ὕλη γὰρ ἐϲτι βοηθημάτων ἡ
τῶν τοιούτων γνῶϲιϲ, οὐκ αὐτὰ τὰ βοηθήματα
ἡ γνῶϲιϲ δ’ αὐτῶν ἐν χρόνῳ πολλῷ κατορθοῦται μόλιϲ ἔκ τε τῆϲ διωριϲμένηϲ πείραϲ καὶ τῆϲ τῶν ἀτμῶν τε καὶ χυμῶν φύϲεωϲ, οὓϲ ἔχειν φαίνεται τὰ δοκιμαζόμενα, καὶ προϲέτι τῆϲ ϲυϲτάϲεωϲ, ἣν κέκτηται κατά γε γλιϲχρότητα καὶ ψαθυρότητα καὶ χαυνότητα πίληϲίν τε καὶ κουφότητα καὶ βαρύτητα· ταῦτα γὰρ ἅπαντα ϲυντελεῖ πρὸϲ τὴν εὓρεϲιν αὐτῶν, ὥϲτε, κἂν εἰϲ ξένην χώραν ἀφικόμενοϲ ἴδῃϲ τι τῶν μήποτε πρόϲθεν ἑωραμένων ϲοι βρωμάτων, ἕξειϲ ἀφορμὰϲ οὐκ ὀλίγαϲ εἰϲ τὴν τῆϲ δυνάμεωϲ αὐτοῦ γνῶϲιν.
ἃ δὲ Μνηϲίθεοϲ ἔγραψε περί τε ῥιζῶν καὶ καυλῶν καὶ φύλλων καὶ
καρπῶν καὶ ϲπερμάτων οὐ πάνυ τι βεβαίαν ἔχει τὴν διάγνωϲιν. ἐὰν τῇ διωριϲμένῃ
πείρᾳ κρίνῃϲ αὐτά, καθότι καὶ διὰ τῶν ἐφεξῆϲ ἔϲται δῆλον· ἔγνωκα γὰρ ὑπέρ
ἑκάϲτου τῶν ἐδεϲμάτων τούτων ἰδίᾳ διελθεῖν, εἰ καὶ μακρότεροϲ ὁ λόγοϲ
ἔϲεϲθαι |
καὶ διὰ τοῦτό μοι δοκοῦϲι καλῶϲ οἱ πολλοὶ λέγειν ἀρίϲτην εἶναι
διδαϲκαλίαν τὴν παρὰ τῆϲ ζώϲηϲ φωνῆϲ γιγνομένην, ἐκ βιβλίου δὲ μήτε
κυβερνήτην τινὰ δύναϲθαι γενέϲθαι μήτ’ ἄλληϲ τέχνηϲ ἐργάτην· ὑπομνήματα γάρ
ἐϲτι ταῦτα τῶν προμεμαθηκότων καὶ προεγνωκότων, οὐ διδαϲκαλία τελεία τῶν
ἀγνοούντων. εἴ γε μὴν ἐθέλοιέν τινεϲ καὶ τούτων, ὅϲοι διδαϲκάλων ἀποροῦϲιν,
ἐντυγχάνειν ἐπιμελῶϲ τοῖϲ ϲαφῶϲ τε καὶ κατὰ διέξοδον, ὁποίαν ἡμεῖϲ ποιούμεθα,
γεγραμμένοιϲ, ὀνήϲονται μεγάλωϲ, καὶ μάλιϲτα ἐὰν πολλάκιϲ ἀναγιγνώϲκειν αὐτὰ
μὴ ὀκνῶϲιν.
Είκότωϲ μοι δοκοῦϲιν οἱ πλεῖϲτοι τῶν ἰατρῶν ἀπὸ πυρῶν
ἄρξαϲθαι τῆϲ προκειμένηϲ διδαϲκαλίαϲ, ἐπειδὴ πολυχρηϲτότατόν ἐϲτι τοῦτο τὸ
ϲπέρμα τοῖϲ θ’ Ἓλληϲιν ἅπαϲι καὶ τῶν βαρβάρων |
βαϲανίζειν δὲ χρὴ τὴν φύϲιν αὐτῶν οὐχ ἀπλῶϲ ἐπιϲκοποῦνταϲ τὴν ἔξωθεν
ἐπιφάνειαν, ἀλλὰ καὶ διαιροῦνταϲ καὶ θραύονταϲ, καθάπερ εἴρηται· πολλοὶ γὰρ
ἔξωθεν ὑπόξανθοί τε καὶ πυκνοὶ φαινόμενοι τὰ ἔνδον ἑαυτῶν ὥφθηϲαν ἀραιοί τε
καὶ χαῦνοι καὶ λευκοί. πλεῖϲτόν τε οὗτοι πίτυρον ἔχουϲι, καὶ εἴ τιϲ αὐτῶν
ἀλεϲθέντων ὑποϲήϲαϲ τὸ λεπτότατον ἄλευρον ἄρτουϲ ἐκ τοῦ λοιποῦ ποιήϲαιτο τοὺϲ
πιτυρίαϲ ὀνομαζομένουϲ, ὀλιγοτρόφων μὲν αὐτῶν πειράϲεται, περίττωμα δ’
ἐργαζομένων ἐν τῇ γαϲτρὶ πολὺ καὶ διὰ |
οἱ δ’ ἐναντίοι τούτοιϲ εἰϲὶ μὲν ἄκρωϲ καθαροὶ πλεῖϲτον ἄγοντεϲ
ϲταθμὸν ἐπ’ ὄγκῳ βραχεῖ, διαχωροῦϲι δὲ πάντων τῶν ἄρτων βραδύτατα. θεάϲῃ γε
μὴν καὶ τὸ ϲταῖϲ αὐτῶν ἱκανῶϲ γλίϲχρον, ὡϲ ἐπὶ
ἔϲτι δέ τι καὶ μέϲον ἀκριβῶϲ αὐτῶν εἰδόϲ ἄρτων
καὶ παρά γε τοῖϲ Ῥωμαίοιϲ, ὥϲπερ οὖν καὶ παρὰ τοῖϲ ἄλλοιϲ ϲχεδὸν
ἅπαϲιν, ὧν ἄρχουϲιν, ὁ μὲν καθαρώτατοϲ ἄρτοϲ ὀνομάζεται ϲιλιγνίτηϲ, ὁ δ’
ἐφεξῆϲ αὐτῷ ϲεμιδαλίτηϲ. ἀλλ’ ἡ μὲν ϲεμίδαλιϲ Ἑλληνικόν τε καὶ παλαιὸν ὄνομα,
ϲίλιγνιϲ δ’ οὐχ Ἑλληνικὸν μέν, ἑτέρωϲ δ’ αὐτὴν ὀνομά
πεφθῆναι δ’ ἄριϲτοι τῶν ἄρτων εἰϲὶν οἱ μάλιϲτ’ ἐζυμωμένοι καὶ κάλλιϲτα
τετριμμένοι καὶ τὴν ὄπτηϲιν ἐϲχηκότεϲ ὑπὸ ϲυμμέτρου πυρὸϲ ἐν κριβάνῳ. τὸ μὲν
γὰρ πλεῖον πῦρ εὐθὺϲ ἐν τῇ πρώτῃ προϲβολῇ τὴν ἐκτὸϲ ἐπιφάνειαν περικᾶον
ὀϲτρακοῖ, καὶ ϲυμβαίνει κατ’ ἄμφω μοχθηρὸν γίγνεϲθαι τὸν ἄρτον, ὠμὸν μὲν καὶ
ἀκατέργαϲτον ἔχοντα τὸ ἔνδον, ὑπερωπτημένον δὲ καὶ ξηρὸν καὶ ὀϲτρακῶδεϲ τὸ
ἔξω· τὸ δ’ ἔλαττον τοῦ ϲυμμέτρου πῦρ οὐ κατεργάζεται καλῶϲ τὸν ἄρτον, ἀλλ’
ὠμότερον ἀπολείπει καὶ μάλιϲτα τὸ ἔνδον ἅπαν. ὅϲοι δ’ ἂν ἐν ϲυμμέτρῳ πυρὶ
πλείονι χρόνῳ δι’ ὅλων ἑαυτῶν ὁμαλῶϲ ὀπτηθῶϲιν, οὗτοι καὶ πέττονται κατὰ τὴν
γαϲτέρα κάλλιϲτα καὶ πρὸϲ |
τῶν δ’ ἄκρων ἐν αὐτοῖϲ ἀρετῇ τε καὶ κακίᾳ διωριϲμένων οὐδὲν ἔτι
χαλεπὸν αὐτῷ τινι καὶ χωρὶϲ ἡμῶν ἐπινοεῖν ἐνίουϲ μὲν τῶν ἄρτων ἐγγὺϲ εἶναι
τῶν ἀρίϲτων ἢ χειρίϲτων, ἐνίουϲ δ’ ἀποκεχωρηκέναι πορρωτέρω καί τιναϲ ἄλλουϲ,
ὡϲ εἴρηται, κατὰ τὸ μέϲον ἀμφοῖν τετάχθαι. καθάπερ οὖν ἐπὶ τοῦ μέλιτοϲ
ἔμπροϲθεν ἐλέγομεν οὐχ ἁπλῶϲ ἀποφαίνεϲθαι δεῖν ἀγαθὸν ἢ φαῦλον εἶναι πρὸϲ
ὑγίειαν, ἀλλὰ φλεγματικῇ μὲν φύϲει, τουτέϲτιν ὑγροτέρα τε καὶ ψυχροτέρᾳ τῆϲ
εὐκράτου, χρήϲιμον ὑπάρχειν αὐτό, κἂν εἰ ψυχροτέρα δὲ μόνον εἴη τιϲ ἄνευ
πολλῆϲ ὑγρότηοϲ ἢ ὑγροτέρα ἄνευ πολλῆϲ ψύξεωϲ, οὐ μὴν ταῖϲ γε θερμαῖϲ
κράϲεϲιν οὐδὲ τούτων ἔτι μᾶλλον ταῖϲ θερμαῖϲ τε καὶ ξηραῖϲ ἁρμόττειν αὐτό,
οὕτω καὶ τῶν ἄρτων ἀθλητῇ μὲν ἐπιτήδειοϲ ὁ μήτε πάνυ καλῶϲ ὠπτημένοϲ μήτε
ζύμην ἔχων πολλήν, ἰδιώτῃ δὲ καὶ πρεϲβύτῃ |
εἰ δὲ καὶ τυροῦ προϲλάβοι, καθάπερ ἐν τοῖϲ ἀγροῖϲ παρ’ ἡμῖν εἰώθαϲι
ϲκευάζειν ἑορτάζοντεϲ, οὓϲ αὐτοὶ προϲαγορεύουϲιν ἀζύμουϲ, ἑτοίμη βλάβη πᾶϲι,
κἂν ἰϲχυρότατοί τινεϲ ὦϲι τὴν ἕξιν τοῦ ϲώματοϲ, οἱοίπερ οἱ γενναιότατοι τῶν
θεριϲτῶν τε καὶ τῶν ϲκαπανέων εἰϲίν· οὗτοι γὰρ ὁρῶνται καὶ τῶν βαρέων ἀθλητῶν
μᾶλλον πέττοντεϲ τοὺϲ ἀζύμουϲ ἄρτουϲ, ὥϲπερ γε καὶ κρέα βόεια καὶ τράγεια. τί
γὰρ ἔτι δεῖ μεμνῆϲθαι προβατείων ἢ αἰγείων ἐπὶ τούτοιϲ; ἐν Ἀλεξανδρείᾳ δὲ καὶ
τὰ τῶν ὄνων ἐϲθίουϲιν, εἰϲὶ δ’ οἱ καὶ τὰ τῶν καμήλων· εἰϲ γὰρ τὴν πέψιν αὐτῶν
ϲυντελεῖ μὲν καὶ τὸ ἔθοϲ, οὐχ ἥκιϲτα δὲ καὶ ἡ βραχύτηϲ τῶν προϲφερομένων καὶ
ἡ τοῦ ϲώματοϲ ὅλου κένωϲιϲ ἐξ ἀνάγκηϲ ἑπομένη τοῖϲ δι’ ὅληϲ ἡμέραϲ
ταλαιπωροῦϲι κατὰ τὰϲ οἰκείαϲ ἐνεργείαϲ. ἀναρπάζουϲι γὰρ αἱ κεναὶ ϲάρκεϲ ἐκ
τῆϲ γαϲτρὸϲ οὐ μόνον ἡμίπεπτον, ἀλλὰ καὶ παντάπαϲιν ἄπεπτον |
καὶ ταῦτ’ ἀγνοοῦντεϲ οἱ πολλοὶ μακαρίζουϲιν αὐτῶν τὴν ἰϲχὺν τοῦ ϲώματοϲ ὁρῶντεϲ ἐϲθίοντάϲ τε καὶ πέττονταϲ, ἃ μηδεὶϲ ἡμῶν δύναται προϲενέγκαϲθαι καὶ πέψαι. ἐπεὶ δὲ καὶ τοῖϲ πολλὰ ταλαιπωροῦϲιν ὕπνοι βαθύτατοι γίγνονται καὶ τοῦτ’ αὐτοῖϲ μειζόνωϲ πρὸϲ τὰϲ πέψειϲ ϲυντελεῖ, διὰ τοῦθ’ ἧττον ὑπὸ τῶν μοχθηρῶν ἐδεϲμάτων βλάπτονται· εἰ δ’ ἀναγκάϲαιϲ αὐτοὺϲ ἀγρυπνῆϲαι πλείοϲιν ἐφεξῆϲ νυξίν, αὐτίκα νοϲοῦϲιν. ἐκεῖνοι μὲν οὖν ἐν τοῦτο μόνον ἀγαθὸν ἔχουϲιν εἰϲ πέψιν τῶν μοχθηρῶν ἐδεϲμάτων.
οἱ δ’ ἀθληταὶ τροφὰϲ μὲν εὐχυμοτάταϲ λαμβάνουϲιν, ἀλλὰ παχείαϲ τε
καὶ γλίϲχραϲ οἵ γε βαρεῖϲ αὐτῶν· ὀνομάζουϲι δ’ οὕτω μάλιϲτα μὲν τοὺϲ
παλαιϲτάϲ, ἤδη δὲ καὶ τοὺϲ παγκρατιαϲτάϲ τε καὶ πύκταϲ. ἐπειδὴ γὰρ ἡ
παραϲκευὴ πᾶϲα πρὸϲ τοὺϲ ἀγῶναϲ αὐτοῖϲ ἐϲτιν, ἐν οἰϲ ἐνίοτε δι’ ὅληϲ ἡμέραϲ
παλαίειν ἢ παγκρατιάζειν ἀναγκάζονται, διὰ τοῦτο
χυμὸϲ δ’ ἐκ τῶν τοιούτων ἄρτων, οἵοιϲ ἔφην χρῆϲθαι τοὺϲ ἀθλητάϲ, εἴ
τιϲ ἡμῶν τῶν πολλῶν ἐϲθίει, γίγνεται παχὺϲ καὶ ψυχρόϲ, ὁποῖον ἰδίωϲ ὀνομάζειν
εἰθίϲμεθα τὸν ὠμόν. ἔϲτι μὲν οὔν καὶ ὁ τοῦ φλέγματοϲ χυμὸϲ ὠμόϲ τε καὶ
ψυχρόϲ, ἀλλ’ οὐ παχύϲ, ὡϲ ἂν ὑγρότητά τε πολλὴν ἔχων καὶ πνεῦμα φυϲῶδεϲ· ὁ δ’
ὠμὸϲ ἰδίωϲ ὀνομαζόμενοϲ τοιοῦτόϲ ἐϲτιν, ὁποῖον φαίνεται τὸ τοῖϲ οὔροιϲ
ὑφιϲτάμενον ἐνίοτε πύῳ παραπλήϲιον. ἀλλὰ δυϲῶδεϲ μέν ἐϲτι καὶ γλίϲχρον τὸ
πύον, ὁ δ’ ὠμὸϲ χυμὸϲ ἔοικεν αὐτῷ κατά τε τὸ πάχοϲ καὶ τὴν |
περὶ μὲν οὖν τῶν ἄλλων αὖθιϲ εἰρήϲεται, περὶ δὲ τῶν ἄρτων, ἐπειδὴ περὶ τούτων προὔκειτο πρῶτον διελθεῖν, εἴπωμεν ἤδη πρὸϲ τοῖϲ εἰρημένοιϲ καὶ ταῦτα. κάλλιϲτοι μὲν αὐτῶν εἰϲιν οἱ κριβανῖται, καθ’ ὃν εἴρηται τρόπον ὠπτημένοι τε καὶ προπαρεϲκευαϲμένοι πρὸϲ τὴν ὄπτηϲιν· ἐφεξῆϲ δ’ αὐτῶν οἱ ἱπνῖται, τὴν αὐτὴν ἐϲχηκότεϲ δηλονότι παραϲκευήν· ἐπεὶ δ’ οὐχ ὁμοίωϲ ὀπτῶνται τὰ διὰ βάθουϲ τοῖϲ κριβανίταιϲ, διὰ τοῦτ’ αὐτῶν ἀπολείπονται. οἱ δ’ ἐπὶ τῆϲ ἐϲχάραϲ ὀπτηθέντεϲ ἢ κατὰ θερμὴν τέφραν ἢ τῷ τῆϲ ἑϲτίαϲ ὀϲτράκῳ καθάπερ κριβάνῳ κεχρημένοι μοχθηροὶ πάντεϲ εἰϲὶν ἀνωμάλωϲ διακείμενοι· τὰ μὲν γὰρ ἐκτὸϲ αὐτῶν ὑπερώπτηται, τὰ δὲ διὰ βάθουϲ ἐϲτὶν ὠμά.
τοῖϲ δ’ ἐγκρυφίαιϲ ὀνομαζομένοιϲ ἀπὸ τοῦ κατὰ τὴν τέφραν
ἐγκρυβένταϲ
Περὶ δὲ τῶν ἄλλων πεμμάτων, ὅϲα ϲκευάζουϲιν ἐξ
ἀλεύρου πυ- ρίινου, καιρὸϲ ἂν εἴη λέγειν. οἱ μὲν οὖν ταγηνῖται παρὰ τοῖϲ
Ἀττικοῖϲ ὀνομαζόμενοι, παρ’ ἡμῖν δὲ τοῖϲ κατὰ τὴν Ἀϲίαν Ἕλληϲι τηγανῖται
ϲκευάζονται δι’ ἐλαίου μόνου. βάλλεται δὲ τὸ μὲν ἔλαιον εἰϲ τάγηνον
ἐπικείμενον ἀκάπνῳ πυρί, καταχεῖται δ’ αὐτῷ θερμανθέντι τὸ τῶν πυρῶν ἄλευρον
ὕδατι δεδευμένον πολλῷ. διὰ ταχέων οὖν ἑψόμενον ἐν τῷ ἐλαίῳ ϲυνίϲταται καὶ |
εὔδηλον οὖν, ὅτι παχύχυμόν τε τοῦτ’ ἐϲτὶ καὶ ϲταλτικὸν γαϲτρὸϲ καὶ
χυμῶν ὠμῶν γεννητικόν. διὸ καί τινεϲ αὐτῷ μιγνύουϲι μέλιτοϲ. εἰϲὶ δ’ οἵ καὶ
τῶν θαλαττίων ἁλῶν. εἴη δ’ ἂν ἤδη τοῦτό γε πλακοῦντόϲ τι γένοϲ ἢ εἶδοϲ ἢ ὅπωϲ
ἂν ὀνομάζειν ἐθέληϲ, ὥϲπερ καὶ ἄλλα πολλὰ τοιαῦτα πλακούντων εἴδη ϲυντιθέαϲιν
αὐτοϲχεδίωϲ οἵ τε κατ’ ἀγρὸν ἄνθρωποι καὶ τῶν κατὰ πόλιν οἱ πενέϲτατοι.
τοιγαροῦν καὶ ὄϲα διὰ κριβάνου τῶν ἀζύμων πεμμάτων ὀπτῶϲιν, εἶτ’ ἀφελόντεϲ
Διττὸν δὲ τῶν ἰτρίων τὸ εἶδοϲ, ἄμεινον μέν, ὃ καλοῦϲι ῥυήματα, φαυλότερον δὲ τὰ λάγανα. πάντ’ οὖν, ὅϲα διὰ τούτων τε καὶ ϲεμιδάλεωϲ ϲυντίθεται, παχύχυμά τ’ ἐϲτὶ καὶ βραδυπόρα καὶ τῶν καθ’ ἤπαρ διεξόδων τῆϲ τροφῆϲ ἐμφρακτικὰ καὶ ϲπληνὸϲ ἀϲθενοῦϲ αὐξητικὰ καὶ λίθων ἐν νεφροῖϲ γεννητικά, τρόφιμα δ’ ἱκανῶϲ, εἰ πεφθείη τε καὶ καλῶϲ αἱματωθείη. τὰ δὲ ϲὺν μέλιτι ϲκευαζόμενα μικτῆϲ γίγνεται δυνάμεωϲ, ὡϲ ἂν τοῦ μέλιτοϲ αὐτοῦ τε λεπτὸν ἔχοντοϲ χυμὸν ὅϲοιϲ τ’ ἂν ὁμιλήϲῃ καὶ ταῦτα λεπτύνοντοϲ.
εἰκότωϲ οὖν ὅϲα μέλιτόϲ τε πλεῖον ἐν τῇ ϲκευαϲίᾳ προϲείληφε καὶ τὴν
ἕψηϲιν ἔϲχηκε μακροτέραν, ἧττόν τ’ ἐϲτὶ βραδυπόρα καὶ χυμὸν γεννᾷ μικτὸν ἐκ
λεπτοῦ τε καὶ παχέοϲ, ἥπατι δὲ καὶ νεφροῖϲ καὶ ϲπληνί, τοῖϲ μὲν ὑγιεινοῖϲ
ἀμείνω τῶν χωρὶϲ μέλιτοϲ ϲκευαϲθέντων, ἐμφράξεωϲ δ’ |
θώρακά γε μὴν οὐδὲν οὐδὲ πνεύμονα βλάπτει τῶν οὕτω ϲκευαϲθέντων.
ἀλλὰ περὶ μὲν τῶν τὸν παχὺν καὶ γλίϲχρον. χυμὸν γεννώντων ἐδεϲμάτων εἰρήϲεται
καὶ αὖθιϲ· ὁ δὲ νῦν ἐνεϲτηκὼϲ λόγοϲ ἀξιοῖ ϲε τἄλλα διὰ μνήμηϲ ἔχειν, ἃ μέχρι
δεῦρο διῆλθον, καὶ μάλιϲτα πάντων αὐτῶν ὑπὲρ τῆϲ τῶν ἄρτων δυνάμεωϲ, ἐπειδὴ
διὰ παντὸϲ αὐτοῖϲ
ἄριϲτοϲ μὲν οὖν ἄρτοϲ εἰϲ ὑγίειάν ἐϲτιν ἀνθρώπῳ μήτε νέῳ μήτε γυμναζομένῳ ὁ πλεῖϲτον μὲν ζύμηϲ ἔχων, πλεῖϲτον δ’ ἁλῶν, ἐπὶ πλεῖϲτον δ’ ὑπὸ τοῦ τεχνίτου πρὶν ὀπτᾶϲθαι κατειργαϲμένοϲ, ὠπτημένοϲ δ’ ἐν κριβάνῳ ϲυμμέτρωϲ θερμῷ, καθότι πρόϲθεν εἴρηταί μοι. κρίϲιϲ δὲ τοὺ πλείϲτου κατὰ τὴν ζύμην καὶ τοὺϲ ἅλαϲ ἡ γεῦϲιϲ ἔϲτω ϲοι· τὸ γὰρ ἤδη λυποῦν ἐν τῇ τούτων πλείονι μίξει μοχθηρόν. εἰϲ ὅϲον οὖν ἡ γεῦϲιϲ οὐδέπω γνωρίζει τὴν ἐκ τῆϲ μίξεωϲ ἀηδίαν, εἰϲ τοϲοῦτον βέλτιόν ἐϲτιν αὐξάνειν αὐτῶν τὸ πλῆθοϲ.
Ὅϲοι δὲ τὸν πλωτὸν ἄρτον ἐπενόηϲαν ϲκευάζειν, ἀτροφώτερον μὲν εὔρον ἔδεϲμα, πεφευγὸϲ δ’ ὡϲ οἷόν τε μάλιϲτα τὴν ἐκ τῆϲ ἐμφράξεωϲ βλάβην. ἥκιϲτα γὰρ ὁ ἄρτοϲ οὗτοϲ ἔχει τὸ παχὺ καὶ γλίϲχρον ἀερωδέϲτεροϲ ἀντὶ γεωδεϲτέρου γεγονώϲ. ὁρῆται δ’ ἡ κουφότηϲ αὐτοῦ διά τε τοῦ ϲταθμοῦ κἀκ τοῦ μὴ δύεϲθαι καθ’ ὕδατοϲ, ἀλλ’ ἐποχεῖϲθαι τρόπον φελλοῦ.
ἑψόντων δὲ παρ’ ἡμῖν ἐν τοῖϲ ἀγροῖϲ πολλῶν ἄλευρον πυροῦ μετὰ
γάλακτοϲ ἰϲτέον καὶ |
ἐκ τούτου δὲ τοῦ γένουϲ εἰϲὶ καὶ οἱ τοῖϲ ἀρθριτικοῖϲ γεννώμενοι
πῶροι. ῥεῖ γὰρ ἀεὶ τὸ περιττεῦον ἐν τῷ ϲώματι πᾶν εἰϲ τοὺϲ ἀϲθενεϲτάτουϲ
τόπουϲ ἐργάζεταί τ’ ἐν αὐτοῖϲ πάθη κατὰ τὴν ἑαυτοῦ φύϲιν. εἰρήϲεται δ’ αὖθιϲ
ἐν τῷ περὶ γάλακτοϲ λόγῳ περὶ πάϲηϲ αὐτοῦ τῆϲ χρήϲεωϲ, ὥϲπερ γε καὶ περὶ τῶν
παχυνόν
Τοῦ γένουϲ τῶν πυρῶν ἐϲτιν ὁ χόνδροϲ ἱκανῶϲ τρόφιμόν τε καὶ γλίϲχρον ἔχων χυμόν, ἐάν τ’ ἐν ὕδατι μόνον ἑψηθεὶϲ λαμβάνηται δι’ οἰνομέλιτοϲ ἢ οἴνου γλυκέοϲ ἢ καὶ ϲτύφοντοϲ (ἴδιοϲ γὰρ ἑκάϲτου καιρὸϲ τῆϲ χρήϲεωϲ) ἑάν τε τορυνηθεὶϲ μετ’ ἐλαίου καὶ ἁλῶν. ἐμβάλλεται δέ ποτε καὶ ὄξουϲ αὐτῷ. καὶ καλοῦϲιν οἱ ἰατροὶ τοῦ παραϲκευαϲθέντοϲ οὕτω χόνδρου πτιϲάνηϲ γεγονέναι τὴν ἄρτυϲιν. ἔνιοι δ’ ἐκ χόνδρου πτιϲάνηϲ τεθράφθαι φαϲὶ τὸν κάμνοντα. τῶν παλασίων δ’ ἔνιοι, καθάπερ Διοκλῆϲ καὶ φυλότιμοϲ, ὀνομάζουϲι πτιϲάνην πυρίνην τὸν οὕτωϲ ἐϲκευαϲμένον χόνδρον. διὰ τοῦτο καὶ τοὔνομ’ αὐτοῦ ϲπάνιόν ἐϲτι παρὰ τοῖϲ παλαιοῖϲ, ὥϲπερ καὶ τὸ τοῦ ϲητανίου· τῇ γὰρ κοινῇ προϲηγορίᾳ τῶν πυρῶν ὀνομάζουϲιν αὐτούϲ.
εἴρηται δ’ ἐν τῷ περὶ διαίτηϲ Ἱπποκράτουϲ, τοὺϲ ἐκ τοῦ χόνδρου
ϲκευαζομένουϲ ἄρτουϲ
μάλιϲτα δὲ χρὴ προϲέχειν τὸν νοῦν τοῖϲ ϲκευαζομένοιϲ ῥοφήμαϲιν ἐκ τοῦ καλουμένου πλυτοῦ χόνδρου. χυλὸϲ μὲν γάρ ἐϲτιν οὕτοϲ αὐτοῦ μεμιγμένοϲ ὕδατι, πλείϲτηϲ δ’ ἑψήϲεωϲ δεόμενοϲ ἐξαπατᾷ μὲν τοὺϲ ϲκευάζονταϲ ὡϲ αὐτάρκωϲ ἡψημένοϲ, οὐ ϲμικρῶϲ δὲ βλάπτει τοὺϲ νοϲοῦνταϲ, οἵϲπερ δὴ καὶ παραϲκευάζουϲιν αὐτόν· ἐν τάχει γάρ ϲυνίϲταται καὶ παχύνεται διὰ τὸ κολλώδηϲ εἶναι. χρὴ τοίνυν ὕδατι πολλῷ μιγνύνταϲ ἐπ’ ἀνθράκων ἕψειν ἐπὶ πλεῖϲτον, ἀνήθῳ κινοῦνταϲ, ἄχριϲ ἂν ἀκριβῶϲ ἑψηθῇ, τηνικαῦτα δ’ ἐπεμβάλλειν ἤδη καὶ τῶν ἀλῶν. τὸ δ’ ἔλαιον εἰ καὶ κατ’ ἀρχὰϲ εὐθέωϲ ἀναμίξαιϲ, οὐδὲν βλάψειϲ. ἀλλὰ τοῦτο μὲν ἐν παρέργῳ λελέχθω τῇ θεραπευτικῇ προϲῆκον, οὐ τῇ νῦν ἐνεϲτώϲῃ πραγματείᾳ.
τοῖϲ δ’ ὑγιαίνουϲιν, ὅταν ποτὲ διὰ δῆξιν ϲφοδρὰν γαϲτρὸϲ ἢ χολωδῶν
πολλῶν διέξοδον ἢ τι τοιοῦτον δεηθῶϲι ῥοφήματοϲ, ἕψονταϲ ἄχρι πλείϲτου τὸν
χόνδρον, |
Εἱ μὴ καὶ αὐτὸϲ ἔφαγόν ποτε πυροὺϲ
οὕτωϲ ἡψημένουϲ, οὐκ ἂν ἤλπιϲά τινι χρείαν γενέϲθαι τῆϲ ἐδωδῆϲ αὐτῶν. οὔτε
γὰρ ἐν λιμῷ
ἐπεὶ δὲ καὶ αὐτὸς ἐγώ πορευθείς ποτ’ εἰς ἀγρὸν οὐκ ἐγγὺς τῆς πόλεωϲ
ὄντα μετὰ δυοῖν μερακίων τὴν αὐτὴν ἡλικίαν ἀγόντων ἐμοί, κατέλαβον ἤδη
δεδειπνηκτότας τοὺς ἀγροίκους καὶ μελλούσας ἀρτοποιεῖσθαι τὰς γυναῖκας
(ἠπόρουν γὰρ ἄρτου), παραχρῆμά τις αὐτῶν ἐμβαλὼν εἰς χύτραν |
ἐφάγομέν τ’ οὖν αὐτῶν δαψιλῶς ᾐσθανόμεθά τε κατὰ τὴν γαστέρα βάρους, ὡς δοκεῖν ἐγκεῖσθαι πηλὸν\ αὐτῇ καὶ κατὰ τὴν ὑστεραίαν ἠπεπγηκότες ἀνόρεκτοι δι’ ὅλης ἡμέρας ἧμεν, ὡς μηδὲν δύνασθαι προσενγέκασθαι, καὶ πνεύματος φυσώδους μεστοὶ κεφαλαλγεῖς τε καὶ βλέποντες ἀχλυῶδες· οὐδὲ γὰρ ὑπεχώρει τι κάτω, ὃ μόνον ἐστὶν ἄκος ἐπὶ ταῖς ἀπεψίαις. ἠρώτων οὖν τοὺς ἀγροίκους. εἰ καὶ αὐτοί ποτε πυρῶν ἑφθῶν ἔφαγον ὅπως τε διετέθησαν. οἱ δὲ καὶ πολλάκις ἐδηδοκέναι κατὰ τὴν αὐτὴν ἀνάγκην ἔφασαν, ῇ καὶ τόθ’ ἡμεῖς συνηνέχθημεν, εἶναί τε βαρὺ καὶ δύσπεπτον ἔδεσμα τοὺς οὕτω σκευασθέντας.
ἦν δέ γε τοῦτο καὶ μὴ πειραθέντι λογίσασθαι πρόδηλον. ὅπου γὰρ οὐδὲ τὸ
ἄλευρον αὐτῶν ἐσθιόμενον, ὡς εἶπον ἔμπροσθεν εὔπεπτόν ἐστιν, εἰ μὴ
κατεργασθείη δι’ ἁλῶν καὶ ζύμης καὶ φυράσεως καὶ τρίψεως καὶ κριβάνου, πῶς
οὐκ ἄν τις ἐννοήσειες τοὺς
Ἐκ πυρῶν τοῦτο ϲκευάζεται δύναμιν ἔχον ὁμαλυντικὴν τῶν τετραχυϲμένων. ὑπάρχει δὲ κοινόν τοῦτο τοῦργον ἀπάϲαιϲ ταῖϲ οὐϲίαιϲ, ὅϲαι ξηραὶ κατὰ τὴν ϲύϲταϲιν οὖϲαι μήτε ϲτύψιν ἔχουϲι μήτε δριμύτητα μήτ’ ἄλλην τινὰ δύναμιν ἐπιφανῆ. καὶ καλοῦϲιν αὐτὰϲ ἀποίουϲ εἰκότωϲ οὔϲαϲ τοιαύταϲ ὡϲ πρὸϲ αἴϲθηϲιν. ἔϲτι δὲ κὰν ταῖϲ ὑγραῖϲ οὐϲίαιϲ τὸ ὕδωρ τοιοῦτον.
παραπλήϲιον δ’ ἐϲτὶ τῇ δυνάμει τοῖϲ πλυτοῖϲ ἄρτοιϲ τὸ ἄμυλον ἐλάττονά
τε τροφὴν διδὸν τῷ ϲώματι τῶν ἄρτων τούτων καὶ μὴ μαίνουϲαν, ὥϲπερ οὐδ’
ἐκεῖνοι, τῶν ἄλλων ἄρτων θερμαινόντων. τοῖϲ μὲν γὰρ ἐξ ὕδατοϲ ἡψημένοιϲ
πυροῖϲ οὐδὲ παραβάλλειν αὐτὸ χρή θερμαίνουϲί τε ϲαφῶϲ καὶ τρέφουϲιν, εἰ
πεφθεῖεν, ἰϲχυρῶϲ οὖϲί τε δυϲπέπτοιϲ, ὡϲ εἴρηται. |
Πολλὴ καὶ τούτου τοῦ ϲπέρματοϲ ἡ χρεία τοῖϲ ἀνθρώποιϲ
ἐϲτὶν οὐ τὴν αὐτὴν ἔχοντοϲ δύναμιν τοῖϲ πυροῖϲ. ἐκεῖνοι μὲν γὰρ θερμαίνουϲι
φανερῶϲ, τοῦτο δ’ οὐ μόνον ἀποκεχώρηκε τοῦ θερμαίνειν, ὥϲπερ ἔνια μεταξὺ τοῦ
θερμαίνειν τε καὶ ψύχειν ὄντα, καθάπερ ἄμυλόν τε καὶ ὁ πλυτὸϲ ἄρτοϲ, ἀλλὰ καὶ
ψυκτικὸν ἔχειν τι φαίνεται κατὰ πάνταϲ τοὺϲ τρόπουϲ τῆϲ χρήϲεωϲ, ἐάν τ’
ἄρτουϲ τιϲ ἐξ αὐτοῦ τύχῃ ϲκευάϲαϲ ἐάν τε πτιϲάνην ἑψήϲαϲ ἐάν τ’ ἄλφιτα
ποιηϲάμενοϲ.
ἀποκεχώρηκε δὲ τῆϲ τῶν πυρῶν φύϲεωϲ καὶ κατὰ τὴν ἰδέαν τῶν χυμῶν, ἣν ἑκάτερον αὐτῶν ἐργάζεϲθαι πέφυκεν. οἱ μὲν γὰρ πυροὶ παχὺν καὶ γλίϲχρον, αἱ κριθαὶ δὲ λεπτὸν καὶ ῥυπτικὸν ἔχοντά τι γεννῶϲι χυμόν. οὐδέποτε μὲν οῦν θερμαίνουϲι τὸ ϲῶμα κατ’ οὐδένα τρόπον ϲκευαϲίαϲ, ὑγραίνουϲι δὲ καὶ ξηραίνουϲι διαφόρωϲ ϲκευαϲθεῖϲαι. τὸ μὲν γὰρ ἄλφιτον ἐκ τῆϲ φρυγείϲηϲ κριθῆϲ γιγνόμενον ἐναργῶϲ φαίνεται ξηραῖνον.
ἡ πτιϲάνη δ’ ὑγραίνει, ὅταν γ’, ὡϲ προϲήκει, ϲκευαϲθῇ τουτέϲτιν ὅταν
ἐπὶ πλεῖϲτον ἀνοιδήϲαϲα τύχῃ κατὰ τὴν ἕψηϲιν, εἶτα μετὰ |
κάκιϲτα δ’ ὁρῶ ϲκευαζομένην ὑπὸ πάντων τῶν μαγείρων τὴν πτιϲάνην· ἐν γὰρ τῇ θυίᾳ τρίβοντεϲ αὐτὴν ὠμήν, οὐκ ἐπὶ τοῦ πυρὸϲ ἕψοντεϲ διαλύουϲιν. ἐπεμβάλλουϲι δέ τινεϲ καὶ ἀμύλου χάριν τοῦ δόξαι διὰ τῆϲ ἑψήϲεωϲ ἱκανῶϲ κεχυλῶϲθαι. φυϲωδεϲτάτη τ’ οὖν εἰκότωϲ ἡ τοιαύτη γίγνεται καὶ δύϲπεπτοϲ ἱκανῶϲ.
ὃ δ’ οὐκ εἶπον ἐν τῇ καλῶϲ γιγνομένῃ ϲκευαϲίᾳ, προϲθεῖναί προϲήκει.
προδιαβρέξανταϲ ὕδατι τὴν ὠμὴν πτιϲάνην ἐπ’ ὀλίγον, εἴτ’ ἐμβαλόνταϲ θυίᾳ,
τρίβειν χρὴ διὰ τῶν χειρῶν ἐχουϲῶν ἐν ἑαυταῖϲ τι τραχύ, καθάπερ ὁ ϲπάρτοϲ
ὀνομαζόμενόϲ ἐϲτιν, ἐξ οὖ πλέκουϲιν ὑποδήματα τοῖϲ ὑποζυγίοιϲ. ὅροϲ δ’ ἔϲτω
τῆϲ τρίψεωϲ ἀπορρύψαι τὸ προϲκείμενον λέμμα. |
χειρίϲτη δὲ ϲκευαϲία πτιϲάνηϲ ἐϲτιν, ὅταν οἱ μάγειροι τρίψαντεϲ αὐτὴν
ὠμὴν ἐν θυίᾳ μεθ’ ὕδατοϲ, εἷθ’ ἑψήϲαντεϲ ἐπ’ ὀλίγον ἐμβάλλωϲι τὸ καλούμενον
ἕψημά τε καὶ ϲίραιον· ἔνιοι δὲ καὶ μέλι καὶ κύμινον ἅμα τούτοιϲ ἐπεμβάλλουϲι,
κυκεῶνα μᾶλλον ἢ πτιϲάνην παραϲκευάζοντεϲ. ἀλλ’ ἥ γε καλῶϲ ϲκευαϲθεῖϲα τὰϲ
ὑφ’ Ἱπποκράτουϲ εἰρημέναϲ παρέχεται χρείαϲ ὑγιαίνουϲί τε καὶ νοϲοῦϲιν
ἀνθρώποιϲ. τὸ γάρ γλίχραϲμα
, φηϲίν, αὐτῆϲ λεῖον καὶ ξυνεχὲϲ καὶ
προϲηνέϲ ἐϲτι καὶ ὀλιϲθηρὸν καὶ πλαδαρὸν μετρίωϲ καὶ ἄδιψον καὶ εὐέκκριτον,
εἴ τι καὶ τούτου προϲδέοι, καὶ οὔτε ϲτύψιν ἔχον οὔτε ἄραδον κακόν οὔτε
άνοιδίϲκεται ἐν τῇ κοιλίῃ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήϲει, ὅϲον πλεῖϲτον ἐπεφύκει
διογκοῦϲθαι.
ταῦτ’ ἀρκεῖ περὶ πτιϲάνηϲ δυνάμεωϲ |
Καιρὸϲ οὖν ἤδη μεταβαίνειν ἐπὶ τὸν περὶ τῶν κριθίνων ἄρτων λόγον, οὓϲ ϲκευάζουϲιν οἱ ἄνθρωποι παραπληϲίωϲ τοῖϲ πυρίνοιϲ. εἰϲὶ δ’ οὐ μόνον τῶν πυρίνων, ἀλλὰ καὶ τῶν ὀλυρίνων καὶ πολὺ μᾶλλον ἔτι τῶν τιφίνων ψαθυρώτεροι μηδὲν ἐν ἑαυτοῖϲ ἔχοντεϲ ὥϲπερ ἐκεῖνοι γλίϲχρον. εὔδηλον οὖν ὅτι τροφὴν ὀλίγην παρέχουϲι τοῖϲ ϲώμαϲι καὶ μάλιϲθ’, ὅταν ἐκ φαυλοτέρων γένωνται κριθῶν, ἐξ ὧν οὐδὲ τὴν πτιϲάνην ὁ Ἱπποκράτηϲ ἐκέλευϲε ϲκευάζειν· οὐδὲ γὰρ ἀνιᾶϲιν ἐξ ἑαυτῶν πολὺν χυλὸν ἑψόμεναι.
κάλλιϲται δ’ εἰϲὶν αἱ λευκαὶ μετὰ τὸ
ἀλλὰ τοῦτο μὲν ἀπάντων ϲπερμάτων κοινὸν ἔϲτω ϲοι γνώριϲμα, πλὴν εἰ
πάνυ ϲφόδρα ποτὲ πλείονα τοῦ |
ἀπορρεῖ γὰρ ἀπάντων φυτῶν τε καὶ ϲπερμάτων καὶ καρπῶν, ἐπειδὰν
ϲυγκομιϲθέντα κέηται, πρῶτον μὲν ὅϲον ἐν αὐτοῖϲ ἐϲτιν ὑδατῶδέϲ τε καὶ λεπτὸν
περίττωμα, μετὰ ταῦτα δὲ καὶ αὐτῆϲ τι τῆϲ κατὰ φύϲιν ὑγρότητοϲ. ἡνίκ’ ἂν γὰρ
ξηροτέραν μὲν ἢ προϲῆκε τὴν οὐϲίαν ἴϲχῃ, χείρω γίγνεται τῶν εἰϲ ἄκρον εὐεξίαϲ
ἡκοντῶν, οὐ μὴν ἤδη γ’ ἐϲτὶ μοχθηρὰ παντάπαϲιν, ἀλλὰ καὶ χρηϲιμώτερα πρὸϲ
ἐνίαϲ διαθέϲειϲ, ὅϲαι ξηραίνεϲθαι δέονται·. τὰ δ’ ἐπὶ πλεῖϲτον ἀποκείμενα
χείρω γίγνεται ταῖϲ δυνάμεϲιν. ὅροϲ δὲ καὶ τούτων, ὅταν διαιρούμενα καθάπερ
τινὰ λεπτὴν κόνιν ἐκπίπτουϲαν ἔχῃ. ταῦτα μὲν οὖν |
περὶ δὲ τῶν ἐκ κριθῆϲ ἄρτων, ὑπὲρ ὧν ὁ λόγοϲ ἧν, αὖθιϲ ἀναλαβόντεϲ
εἴπωμεν, ὡϲ κἀν τούτοιϲ εἰϲὶ διαφοραί τινεϲ ἀνάλογον ταῖϲ ἐπὶ τῶν πυρίνων
ὀλίγον ἔμπροϲθεν εἰρημέναιϲ. ἅπαντεϲ μὲν γὰρ ἀτροφώτεροι πολλῷ τῶν πυρίνων
εἰϲίν· ἀλλ’ οἱ μὲν ἐκ τῶν ἀρίϲτων κριθῶν ἧττον τοῦτο πεπόνθαϲιν, οἱ δ’ ἐκ τῶν
χαύνων καὶ κούφων
Ἐκ τῶν νέων κριθῶν φρυγειϲῶν ϲυμμέτρωϲ τὸ
κάλλιϲτον ἄλφιτον γίγνεται· τούτων δ’ ἀποροῦντεϲ ἐνίοτε κἀκ τῶν ἄλλων αὐτὰ
ϲκευά ζομεν. εὐωδῶν δ’ ὄντων ἁπάν
χρῶνται δ’ ἀλφίτοιϲ ἔν τιϲι τῶν ἐθνῶν ἐν ἄρτου χρείᾳ, καθάπερ ἐπὶ τῶν ἀγρῶν εἶδον ἐν Κύπρῳ, καίτοι πλεῖϲτον γεωργοῦϲι ϲῖτον. οἱ παλαιοὶ δὲ καὶ τοῖϲ ϲτρατευομένοιϲ ἄλφιτα παρεϲκεύαζον. ἀλλ’ οὐ τὸ γε νῦν ἔτι τὸ Ῥωμαίων ϲτρατιωτικὸν ἀλφίτοιϲ χρῆται κατεγνωκὸϲ αὐτῶν ἀϲθένειαν. ὀλίγην γὰρ τροφὴν δίδωϲι τοῖϲ ϲώμαϲι, τοῖϲ μὲν ἰδιωτικῶϲ διακειμένοιϲ καὶ ἀγυμνάϲτοιϲ αὐτάρκη, τοῖϲ δ’ ὁπωϲοῦν γυμναζομένοιϲ ἐνδεῆ.
γίγνονται δ’ ἐξ αὐτῶν ὑγρῷ φυραθέντων αἱ μᾶζαι, περὶ ὧν ἐφεξῆϲ
ἐροῦμεν, ἐπειδὴ καὶ Φυλότιμοϲ ἐπὶ πλέον ὑπὲρ
Τὴν δύναμιν ἑκάϲτου τῶν ἐδεϲμάτων ἔνεϲτί ϲοι καὶ πρὸ τῆϲ διωριϲμένηϲ πείραϲ ἐκ τῆϲ φύϲεωϲ αὐτῶν τεκμήραϲθαι. τίνι γὰρ οὐκ ἂν ἀνδρὶ ϲυνετῷ τὸ μὲν ἀκριβῶϲ λεπτὸν καὶ λευκὸν καὶ καθαρὸν ἀπάϲηϲ πιτυρώδουϲ οὐϲίαϲ ἄλευρον ἐνδείξαιτο καὶ κατὰ τὴν γαϲτέρα θᾶττόν τε καὶ μᾶλλον ἀλλοιοῦϲθαι καὶ διὰ τοῦτο πέττεϲθαί τε κάλλιον ἀναδίδοϲθαί τε ῥᾷον ἑτοιμότερόν τε τρέφειν, ὡϲ ἂν ὅλον ἐξομοιούμενόν τε καὶ προϲτιθέμενον τοῖϲ τρεφομένοιϲ ϲώμαϲιν, ὅϲον δ’ ἐν αὐτῷ πιτυρῶδέϲ τ’ ἐϲτὶ καὶ ϲκληρόν, ὥϲπερ ἐκτὸϲ φαίνεται μὴ διαλυόμενον ὕδατι, κατὰ τὸν αὐτὸν λόγον οὐδ’ ἐν τῇ γαϲτρὶ διαλύεϲθαι βρεχόμενον, ἀλλὰ διαμένειν ὅλον ἀδιαίρετόν τε καὶ ἀκατέργαϲτον, ὁποῖον ἐλήφθη;
τοῦτ’ οὖν οὔτε πέττεϲθαι δύναται καλῶϲ οὔτ’ ἀναδίδοϲθαι διὰ τὸ μηδ’
ἐναρμόττειν ὅλωϲ τοῖϲ ϲτόμαϲι τῶν εἰϲ τὴν γαϲτέρα καὶ τὰ ἔντερα καθηκουϲῶν
φλεβῶν. οἷϲ ἐξ ἀνάγκηϲ ἕπεται πλέον μὲν ἀπ’ αὐτοῦ γίγνε
εὔδηλον οὖν ἐϲτι τῷ ταῦτ’ ἐννοήϲαντι, τοϲοῦτον ἀπολείπεϲθαι μᾶζαν
εἰϲ τροφὴν ϲώματοϲ ἄρτων κριθίνων, ὅϲον οὗτοι πυρίνων. ἐχούϲηϲ γὰρ ἤδη φύϲει
τῆϲ κριθῆϲ τὸ πιτυρῶδεϲ οὐκ ὀλίγον ἡ φρυγεῖϲα ξηρότερον μὲν καὶ αὐτὸ τοῦτο
καὶ δυϲθραυϲτότερον ἴϲχει, ξηρότερον δὲ καὶ τὸ τούτου κρεῖττον, ἐξ οὗ τὴν
τροφὴν ἐλάμβανε τὸ ϲῶμα. κατὰ τοῦτ’ οὖν ἧττόν τε πέττεται τῶν κριθίνων ἄρτων
ἡ μᾶζα καὶ φύϲηϲ μᾶλλον ἐμπίπληϲι τὴν γαϲτέρα καὶ ἢν ἐπὶ πλέον ἐν αὐτῇ μείνῃ,
ταραχὴν ἐργάζεται. μᾶλλον δὲ διαχωρεῖ κάτω φυραθεῖϲα καὶ τριφθεῖϲα μέχρι
πλείονοϲ. εἰ δὲ καὶ μέλι προϲλάβοι, θᾶττον ἔτι καὶ διὰ τοῦτ’ αὐτὸ παρορμήϲει
τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν.
Φυλότιμοϲ μὲν οὖν οἴεται παχὺν καὶ κολλώδη καὶ ψυχρὸν ἐξ ἁπάϲηϲ
μάζηϲ γεννᾶϲθαι χυμόν, ὃν αὐτόϲ τε καὶ ὁ διδάϲκαλοϲ αὐτοῦ Πραξαγόραϲ ὑαλώδη
καλοῦϲι. τὸ δ’ οὐχ οὕτωϲ ἔχει, μήτε τὸ γλίϲχρον ἐχόντων |
ὥϲπερ δὲ τρῖψιϲ πολλὴ μεθ’ ὑγροῦ παχέοϲ γενομένη γλίϲχρον τῇ φανταϲίᾳ τὸ τριφθὲν ἄλευρον ἐργάζεται, κἂν ἐκ κέγχρων ᾖ, κατὰ τὸν αὐτὸν λόγον ὁ χυλὸϲ τῆϲ πτιϲάνηϲ φαίνεται γλίϲχροϲ οὐδὲν ἔχων ἐν ἑαυτῷ κολλῶδεϲ οὐδ’ ἐμπλαϲτικόν, ἀλλὰ ῥυπτικόν τε καὶ τμητικόν, ὡϲ κἀπὶ τοῦ δέρματοϲ ἡμῶν φαίνεται τὸν ῥύπον ἀφαιρῶν. εἰ δὲ καὶ ῥοφῆϲαί τινι δοὺϲ αὐτὸν ὀλίγον ὕϲτερον ἐμέϲαι ποιήϲειαϲ, ἀπορρύψει τε τὸ περιεχόμενον ἐν τῇ γαϲτρὶ φλέγμα καὶ ϲυνεκβαλεῖ πᾶν ἅμ’ ἑαυτῷ κατὰ τὸν ἔμετον.
Μνηϲίθεοϲ μὲν ἐν τῇ τρίτῃ τάξει
τίθεται τὰϲ τίφαϲ ἐπὶ πυροῖϲ τε καὶ κριθαῖϲ· Διοκλῆϲ δ’ ἀμελέϲτε
Φυλότιμοϲ δὲ περί τινων μὲν μακρῶϲ πάνυ, περί τινων δ’
θαυμάϲαι δ’ ἔϲτιν, ὅτι μηδ’ ὁ τὸ Περὶ διαίτηϲ ἐπιγεγραμμένον Ἱπποκράτουϲ ϲυνθείϲ, ὅϲτιϲ ποτ’ ἦν ἀνὴρ παλαιόϲ, ἐμνημόνευϲε τοῦ τῶν ζειῶν ὀνόματοϲ. καὶ γὰρ εἰ τὰϲ τίφαϲ ἡγεῖτο καλεῖϲθαι ζειὰϲ ὑπό τινων, ἐχρῆν αὐτὸν τοῦτο δηλῶϲαι. βέλτιον δ’ ἴϲωϲ ἐϲτὶ καὶ τὰϲ ῥήϲειϲ αὐτῶν παραγράψαι.
Διοκλῆϲ μὲν οὖν οὕτωϲ ἔγραψεν ἐν τῷ πρώτῳ τῶν πρὸϲ Πλείϲταρκον
Ὑγιεινῶν, ἐν ᾧ διέρχεται καὶ τὰϲ τῶν ϲιτίων |μετὰ δὲ τὰϲ κριθὰϲ
καὶ τοὺϲ πυροὺϲ ἑπόμενα ταῖϲ ἀρεταῖϲ ἐϲτι μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι,
ζειαί, μέλινοϲ, κέγχροϲ.
ἔν τιϲι δὲ τῶν ἀντιγράφων οὐδ’ ὅλωϲ αἱ ζειαὶ
φέρονται, καὶ μέντοι καὶ τὸ ταῖϲ ἀρεταῖϲ
ἔν τιϲιν οὐχ οὕτωϲ, ἀλλὰ χρείαιϲ
γέγραπται κατὰ τόνδε τὸν τρόπον· μετὰ δὲ τὰϲ κριθὰϲ καὶ τοὺϲ πυροὺϲ ἑπόμενα
ταῖϲ χρείαιϲ ἐϲτὶ μάλιϲτα τῶν ἄλλων ὄλυραι, τίφαι, μέλινοϲ, κέγχροϲ
, ὡϲ
ἄλλου μέν τινοϲ ϲπέρματοϲ τῆϲ ὀλύραϲ οὔϲηϲ, ἄλλου δὲ τῆϲ τίφηϲ.
ὁ δὲ Μνηϲίθεοϲ ἐφ’ ἑνὶ ϲπέρματι δύο φηϲὶν ὀνόματα κεῖϲθαι γράφων
οὕτω· τῶν δὲ ϲπερμάτων εὐφυέϲτατα μέν ἐϲτιν εἰϲ τροφὴν πυροὶ καὶ κριθαί,
πρὸϲ δὲ τούτοιϲ ἐχομένωϲ ὃ λέγεται μὲν διττῶϲ, ἔϲτι δὲ ταὐτόν· οἱ μὲν γὰρ
τίφαϲ, οἱ δ’ ὀλύραϲ καλοῦϲιν.
τούτοιϲ δ’ ἐφεξῆϲ τάδε γράφει· μετὰ δὲ ταῦτα
ζειαὶ καὶ κέγχροι καὶ μέλιναι.
Διοκλεῖ μὲν οὖν ἤρκεϲε ταῦτα μόνα περί τε
τιφῶν καὶ ὀλυρῶν εἰπεῖν, ὅϲα παρεθέμην ἄρτι.
Μνηϲίθεοϲ δὲ καὶ τὸν κατὰ μέροϲ ὑπὲρ αὐτῶν λόγον ἐφεξῆϲ διῆλθε, περὶ
πρώτων μὲν γράψαϲ πυρῶν τε καὶ κριθῶν, ἐφεξῆϲ δὲ περὶ |τῶν δ’ ἄλλων ϲπερμά
ἐν τούτοιϲ ὁ Μνηϲίθεοϲ ϲαφέϲτατα δεδήλωκεν, ὁποῖόν τι ϲπέρμα
βούλεται καλεῖϲθαι ζειὰν ἐν ψυχραῖϲ χώραιϲ γεωργούμενον. ἐγὼ δὲ πάϲαϲ μὲν
οὔτ’ αὐτὸϲ εἶδον τὰϲ δυϲχειμέρουϲ χώραϲ οὔτε παρ’ ἄλλου τινὸϲ ἥκουϲα τῶν
ἑωρακότων αὐτὰϲ |
ἔν τιϲι δ’ εἰϲ ε̄ μόνον. ἐννοήϲαϲ δὲ δυνατὸν εἶναι τοὺϲ μὲν Ἕλληναϲ
οὕτωϲ ὀνομάζειν τὸ ϲπέρμα τοῦτο, τοὺϲ δὲ βαρβάρουϲ ἰδίαν ἐπ’ αὐτοῦ τεθεῖϲθαι
προϲηγορίαν, εἶτ’ ἰδὼν ἐν Θρᾴκῃ καὶ Μακεδονίᾳ πολλὰϲ ἀρούραϲ ὁμοιότατον
ἐχούϲαϲ οὐ μόνον τὸν ϲτάχυν, ἀλλὰ καὶ τὸ φυτὸν ὅλον τῇ παρ’ ἡμῖν ἐν Ἀϲίᾳ
τίφῃ, τὴν προϲηγορίαν ἠρόμην ἥντιν’ ἔχοι παρ’ ἐκείνοιϲ τοῖϲ ἀνθρώποιϲ, καί
μοι πάντεϲ ἔφαϲαν αὐτό τε τὸ φυτὸν ὅλον καὶ τὸ ϲπέρμα αὐτοῦ καλεῖϲθαι
βρίζαν
, τῆϲ μὲν προτέραϲ ϲυλλαβῆϲ διὰ τριῶν γραμμάτων γραφομένηϲ τε καὶ
λεγομένηϲ, τοῦ β̄ καὶ ρ καὶ ῑ, τῆϲ δ’ ἐφεξῆϲ αὐτῇ διὰ τοῦ ζ̄ καὶ ᾱ κατὰ γε
τὴν ὀρθὴν πτῶϲιν, ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ μετὰ τοῦ ν̄ δηλονότι. γίγνεται δ’
ἄρτοϲ ὁ ἐκ τοῦ ϲπέρματοϲ τούτου δυϲώδηϲ τε καὶ μέλαϲ, ὑμενω
ἔν γε μὴν τοῖϲ |ζεόπυρον
, οὐκ ἐχούϲηϲ τῆϲ πρώτηϲ ϲυλλαβῆϲ τὸ ῑ, καθάπερ ἔχει παρ’
Ὁμήρῳ
ἐξ αὐτοῦ δ’ ἄρτοϲ γίγνεται
πολὺ βελτίων τοῦ κατὰ Μακεδονίαν τε καὶ Θρᾴκην. καὶ ϲχεδόν, ὥϲπερ τοὔνομα τὸ
ζεόπυρον ἐξ ἀμφοτέρων ϲύγκειται τῶν ὀνομάτων, τοῦ τε τῆϲ ζέαϲ καὶ τοῦ
πυροῦ, καὶ ἡ οὐϲίᾳ μέση τίς ἐστιν ἀμφοῖν, ὡς ἐξ αὐτῶν κεκραμένη. τοϲούτῳ γοῦν
ἐϲτι τοῦ πυροῦ χείρων, ὅϲῳ τῆϲ Θρᾳκίαϲ βρίζηϲ ἀμείνων.
πυροί τε ζειαί τε ἰδ’ εὐρυφυὲϲ κρῖ λευκόν.
ὀνόματα δὲ ταῖϲ πόλεϲιν, ἐν αἷϲ γίγνεται τὸ ϲπέρμα τοῦτο, Νίκαια καὶ
Προῦϲα καὶ Κράτεια Κλαυδιόπολίϲ τε καὶ Ἰουλιόπολιϲ, ἀλλὰ καὶ Δορύλαιον,
ἥ〈τιϲ〉 ἐϲτὶ μὲν ἐϲχάτη τῆϲ Ἀϲιανῆϲ Φρυγίαϲ πόλιϲ, ἔχει δὲ καὶ αὐτή
τοιοῦτον ϲπέρμα γεννώμενον ἐν τῇ χώρᾳ, καθάπερ καὶ ἄλλαι τινὲϲ ὅμοροι πόλειϲ
αὐτῇ. θεάϲαϲθαι δ’ ἔϲτι τὸν γιγνόμενον ἄρτον ἐκ τοῦ ϲπέρματος τούτου τοϲούτω
βελτίονα τοῦ κατὰ Θρᾴκην τε καὶ Μακεδονίαν ἐκ τῆϲ βρίζηϲ, ὅϲῳ τοῦ πυρίνου |
μέμνηται δὲ ζειᾶϲ καὶ Θεόφραϲτοϲ ἐν τῷ ἑβδόμῳ Περὶ φυτῶν ὡδέ πωϲ
λέγων· τῶν δὲ ὁμοιοπύρων καὶ ὁμοιοκρίθων, οἷον ζειᾶϲ, τίφης, ὀλύραϲ, βρόμου,
αἰγίλωποϲ, ἰϲχυρότατον καὶ μάλιϲτα καρπιζόμενον ἡ ζειά· καὶ 〈γάρ〉 βαθύρριζον
καὶ πολύρριζον καὶ πολυκάλαμον καὶ παχυκάλαμον· ὁ δὲ καρπὸϲ κουφότατοϲ καὶ
προϲφιλήϲ πᾶϲι τοῖϲ ζώοιϲ.
καὶ πάλιν ἐφεξῆϲ· ἡ δὲ τίφη πάντων
κουφότατον· καὶ γὰρ μονοκάλαμον
. εἴτα τούτοιϲ ἐφεξῆϲ ϲυνάπτων τάδε
γράφει· ἔϲτι δὲ δύο ταῦτα καὶ ὁμοιότατα τοῖϲ πυροῖϲ, ἣ τε ζειὰ καὶ ἡ τίφη
.
Θεόφραϲτοϲ μὲν οὖν ταῦτα περὶ ζειᾶϲ ἔγραψεν.
Ἡρόδοτοϲ δ’ ἐν τῇ δευτέρα κατὰ τήνδε τὴν λέξιν· ἀπὸ πυρῶν καὶ κριθῶν
πολλοὶ ζώουϲιν, Αἰγυπτίων δὲ τῷ ποιουμένῳ ἀπὸ τούτων τὴν ζωὴν ὄνειδοϲ
μέγιϲτόν ἐϲτιν, ἀλλ’ ἀπ’ ὀλυρῶν ποιέονται ϲιτίᾳ, ἃς ζειὰϲ μετεξέτεροι
καλέουϲι
.
Διοϲκουρίδηϲ δ’ ἐν τῷ δευτέρῳ Περὶ ὕληϲ ταυτὶ γράφει· ζέα |
κρίμνον δὲ ἁδρότερόν ἐϲτι τῇ κατεργαϲίᾳ τοῦ ἀλεύρου, γινόμενον ἔκ τε
ζέαϲ καὶ πυροῦ, ἐξ οὖ ὁ πόλτοϲ γίνεται. ἕϲτι δὲ ἱκανῶϲ τρόφιμον καὶ
εὐκατέργαϲτον, ϲταλτικώτερον δὲ κοιλίαϲ τὸ ἀπὸ τῆϲ ζέαϲ, μάλιϲτα δὲ
προφρυχθείϲηϲ.
καὶ ἡ ὄλυρα δὲ ἐκ τοῦ αὐτοῦ γένουϲ ἐϲτὶ τῆϲ ζέαϲ, ἀτροφωτέρα δὲ κατὰ
ποϲὸν ἐκείνηϲ. ἀρτοποιεῖται δὲ καὶ αὐτή, καὶ κρίμνον ἐξ αὐτῆϲ ὡϲαύτωϲ
γίνεται.
ἀθήρα δὲ ἐκ τῆϲ ἀληλεϲμένηϲ εἰϲ λεπτὸν ζέαϲ ϲκευάζεται. ἔϲτι δὲ ῥόφημα ὥϲπερ πολτάριον ὑγρόν, παιδίοις ἁρμόζον, ποιεῖ δὲ καὶ εἰϲ καταπλάϲματα.
ὁ δὲ τράγοϲ τὸ ϲχῆμα μὲν παραπλήϲιοϲ χόνδρω, ἀτροφώτεροϲ δὲ παρὰ πολὺ
ζέαϲ, διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδεϲ, διὸ καὶ δυϲκατέργαϲτόϲ ἐϲτι καὶ κοιλίαϲ
μαλακτικόϲ
. περὶ μὲν οὖν τῶν ζειῶν ἱκανὰ καὶ ταῦτα.
θαυμάσαι δ’ ἔστι τοῦ Μνησιθέου μὴ γγνώσκοντος, ὅπῃ διαφέρουσιν
ὄλυραι τιφῶν. ἔστι γὰρ ἑκά|
θερμὸς δ’ ὢν ἔτι καὶ τοῖς ἐκ τῶν πόλεων σπουδάζεται μετὰ τυροῦ τινος
ἐπιχωρίου προσφερομένοις ἀυτόν, ὃν ὀνομάζουσιν ὀξυγαλάκτινον. εἶναι
δὲ χρὴ καὶ τοῦτον ἁπαλὸν καὶ τὸν ἄρτον ἔτι διαφυλάττοντα φυλάττοντα τὴν ἐκ
τοῦ κριβάνου θερμασίαν. ὁ μὲν οὖν οὕτως ἐσθιόμενος |
τὸ δὲ σπέρμα τοῦτο τὸ τῆς τίφης ἔχει μὲν ἔξωθεν λέμμα. καθάπερ ὄλυρά
τε καὶ κριθή, πτισθὲν δ’ ἀρτοποιεῖται καὶ ὅλως εἰς χρῆσιν ἄγεται. καὶ γὰρ
ἐξ ὕδατος ἑψηθὲν ἐσθίεται κατὰ τὸ ὑπὸ τῶν ἀγροίκων ὀνομαζόμενον
τὴν δ’ εὐγενεϲτάτην ὄλυραν ὅταν ὡϲ χρὴ πτίϲωϲι, τὸν ὀνομαζόμενον
τράγον ποιοῦϲιν, ᾧ πολλοὶ |
πολλὰ δὲ καὶ ἄλλα ϲπέρματα παραπλήϲια μέν, οὐκ ἀκριβῶϲ δὲ ταὐτὸν εἶδοϲ ἔχοντα τοῖϲ εἰρημένοιϲ ἐϲτί, τὰ μὲν ἐν τῷ μεταξὺ κριθῆϲ τε καὶ τίφηϲ, τὰ δ’ ὀλύραϲ τε καὶ τίφηϲ, ἢ μεταξὺ πυροῦ τε καὶ ὀλύραϲ. ἔνια δ’ ἐγγυτάτω τῆϲ φύϲεώϲ ἐϲτι, τὰ μὲν ὀλύραϲ, τὰ δὲ κριθῆϲ ἢ τίφηϲ ἢ πυροῦ, καθάπερ ἄλλα τὰ μὲν ἐλύμου, τὰ δὲ κέγχρου, προϲηγορίαϲ ἔχοντα, τινὰ μὲν ἁπλᾶϲ, ὥϲπερ ἐν Ἰταλίᾳ τὸ ϲητάνιον, ἐξ οὐ τὸν χόνδρον ποιοῦϲιν, ἔνια δὲ ϲυνθέτουϲ, ὥϲπερ ἐν Καππαδοκίᾳ μὲν τὸ καλούμενον γυμνὴ κριθή, κατὰ δὲ τὴν Βιθυνίαν τὸ ζεόπυρον.
ἄμεινον οὖν ἐϲτὶν ἀποϲτάντα τῆϲ τοιαύτηϲ ἱϲτορίαϲ οὐ μόνον τῶν
ὀνομάτων, ἀλλὰ καὶ τῶν ϲπερμάτων, ἕνα τινὰ κοινὸν λόγον ὑπὲρ ἁπάντων
διελθεῖν. ὅϲα μὲν γὰρ ἐν ὄγκῳ βραχεῖ πλείϲτην οὐϲίαν ἔχει, καὶ ταύτην
πα|
τοῦ δ’ ἐν ὄγκῳ μικρῷ πλείϲτην οὐϲίαν εἶναι τό τε βάροϲ, ἱϲταμένων αὐτῶν ἐπὶ ζυγοῦ, ϲημεῖον ἔϲτῳ ϲοι καὶ τὸ τῶν ἀλεύρων πλῆθοϲ· ἐξ ὀλίγου γὰρ ὄγκου πολὺ γίγνεται τοῖϲ πεπιλημένην ἔχουϲι τὴν οὐϲίαν ϲπέρμαϲιν.
ἡ δὲ κατὰ θερμότητά τε καὶ ψυχρότητα διαφορὰ πρὸ μὲν τοῦ
προϲενέγκαϲθαί τε καὶ λαβεῖν ἔϲω τοῦ ϲώματοϲ ἔκ τε τῆϲ χρόαϲ ἐλπιζέϲθω ϲοι
καὶ τῆϲ γεύϲεωϲ καὶ τῆϲ ἔξωθεν ἐπιτιθεμένων αὐτῶν χρήϲεωϲ· ἐπὶ δὲ τῷ
προϲενέγκαϲθαι [τε καὶ λαβεῖν ἔϲω τοῦ ϲώματοϲ] διάγνωϲίϲ τε ἀκριβῆϲ καὶ
ϲυναίϲθηϲίϲ τιϲ αὐτοῖϲ τοῖϲ φαγοῦϲι γίγνεται κατὰ τὴν γαϲτέρα τοῦ
θερμαίνειν τὸ ληφθὲν ἢ ψύχειν ἢ μηδέτερον ἐπιφα|
χρόα δὲ κατὰ φύϲιν ἐν μὲν κριθαῖϲ καὶ ὀλύραιϲ ἡ λευκή, τῶν πυρῶν δ’ ἡ
ὑπόξανθοϲ. αἱ τίφαι δὲ καὶ τῶν πυρῶν εἰϲι ξανθότεραι. καὶ μέντοι καὶ
πεπίληται τὸ ϲῶμ’ αὐτῶν εἰϲ πυκνότητα, καὶ ἴϲωϲ καὶ τοῦτο ϲυντελεῖ τι πρὸϲ
τὴν ϲμικρότητα τοῦ ϲπέρματοϲ· ἀπολείπονται γὰρ οὐκ ὀλίγῳ κατὰ τὸ μέγεθοϲ τῶν
πυρῶν. ἔνιοι δ’ ἐν τῷ τῶν πυρῶν γένει καὶ τοῦτο τίθενται τὸ ϲπέρμα. καὶ τό γε
παρ’ Ὁμήρῳ λεγόμενον ἐπὶ τῶν ἵππων, ἔνθα φηϲὶν ὁ Ἕκτωρ πρὸϲ αὐτούϲ
ἐπὶ τοῦ τῆϲ τίφηϲ ϲπέρματοϲ εἰρῆϲθαι
λέγουϲι· μικρὸν γὰρ εἶναι πυρὸν αὐτὰϲ καὶ τοὺϲ ἵππουϲ ταύταϲ μὲν ἀβλαβῶϲ
ἐϲθίειν, τοὺϲ δ’ ὄντωϲ πυροὺϲ οὐκ ἀβλαβῶϲ. οὐκ ἀπιθάνωϲ δ’ ἄν τιϲ ὀνομάζοι
μικρὸν πυρὸν τὴν τίφην, καὶ τῇ χρόᾳ καὶ τῇ πυκνότητι καὶ τῇ θερμότητι τῆϲ
δυνάμεωϲ ἐοικυῖαν αὐτῷ.
ὑμῖν πὰρ
προτέροιϲι μελίφρονα πυρὸν ἔθηκεν,
Τοῦτο τὸ ϲπέρμα πλεῖϲτον μέν ἐϲτιν ἐν Ἀϲίᾳ καὶ μάλιϲτα κατὰ τὴν
ὑπερκειμένην Περγάμου Μυϲίαν, ἔνθα καὶ τίφαι καὶ ὄλυραι πάμπολλαι γεννῶνται.
τροφὴ δ’ ἐϲτὶν |
Γίγνεται μὲν ἄρτοϲ ποτὲ κἀκ τούτων, ὅταν ἀπορία καταλάβῃ τῶν προγεγραμμένων ϲιτηρῶν ἐδεϲμάτων, ὀλιγότροφοϲ δ’ ἐϲτὶ καὶ ψυχρὸϲ καὶ δηλονότι κραῦρόϲ τε καὶ ψαθυρόϲ, ὡϲ ἂν μηδὲν ἔχων ἐν ἑαυτῷ μήτε λιπαρὸν μήτε γλίϲχρον. εἰκότωϲ οὖν ὑγραινομένην γαϲτέρα ξηραίνει. τὸ δ’ ἄλευρον ἕψοντεϲ αὐτῶν ἐν τοῖϲ ἀγροῖϲ, εἶτα πιμελὴν χοιρείαν ἢ ἔλαιον ἀναμιγνύντεϲ ἐϲθίουϲι.
κρείττων δ’ ἐϲτὶν ἐλύμου κέγχροϲ εἰϲ πάντα· καὶ γὰρ ἡδίων εἰϲ
τἄλλα πάντα διενήνοχε. λέγω δὲ τἄλλα πάντα πέψιν τε καὶ ὑπαγωγὴν
γαϲτρὸϲ ἀνάδοϲίν τε καὶ τὴν ἐν τῷ προϲφέρεϲθαι γλυκύτητα καὶ ἡδονήν. οὐδὲν
γὰρ ἡδὺ τοῖϲ ϲπέρμαϲι τούτοιϲ ὑπάρχει καὶ μάλιϲτα τῷ ἐλύμῳ κατά γε τὴν
ἡμετέραν Ἀϲίαν· ἐν ἄλλοιϲ γὰρ ἔθνεϲιν, ὥϲπερ κἀν τῇ Ἰταλίᾳ, πολὺ βελτίων
γίγνεται.
Ὄϲπρια καλοῦϲιν ἐκεῖνα τῶν Δημητρίων ϲπερμάτων, ἐξ ὧν
ἄρτοϲ οὐ γίγνεται, κυάμουϲ πιϲοὺϲ ἐρεβίνθουϲ φακοὺϲ θέρμουϲ ὄρυζαν ὀρόβουϲ
λαθύρουϲ ἀράκουϲ ὤχρουϲ φαϲήλουϲ τῆλιν ἀφάκην εἴτε τι τοιοῦτον ἄλλο. περὶ
πάντων οὖν ἐφεξῆϲ ἐρῶ τῆς δυνάμεωϲ, ὅϲα γιγνώϲκων ἄν τιϲ ἀβλαβέϲτερον αὐτοῖϲ
χρῷτο.
Τούτῳ τῷ ϲπέρματι πάντεϲ εἰϲ ἐπίϲχεϲιν γαϲτρὸϲ χρῶνται τὴν ἕψηϲιν αὐτοῦ παραπληϲίαν ποιούμενοι χόνδρῳ. δυϲπεπτότερον δ’ ἐϲτὶ χόνδρου καὶ τρέφον ἧττον, ὥϲπερ γε καὶ εἰϲ ἐδωδῆϲ ἡδονὴν ἀπολειπόμενον αὐτοῦ πάμπολυ.
Οὐδ’ ἐκ τούτων ἀρτοποιεῖταί τιϲ· ἀλιπεῖς γάρ εἰσι καὶ ψαθυροί, ϲτυπτικὸν μὲν ἔχοντεϲ τὸ λέμμα, τὴν δ’ οἷον ϲάρκα παχύχυμόν τε καὶ γεώδη καὶ βραχὺ μετέχουϲαν αὐϲτηρᾶϲ ποιότητοϲ, ἧϲ τὸ λέμμα πολλῆϲ μετέχει.
χυλὸϲ δ’ ἐν αὐτοῖϲ ἐϲτιν, ὡϲ καὶ πρόϲθεν εἶπον, ἐναντίοϲ τῷ ϲτυπτικῷ. διὸ κἂν ἑψήϲαϲ τιϲ αὐτοὺϲ ἐν ὕδατι προϲ ενέγκηται τὸ ὕδωρ, ἡδύναϲ ἁλϲὶν ἢ γάρῳ καὶ μετ’ αὐτῶν ἐλαίῳ, διαχωρητικὸν γίγνεται τὸ πόμα. δὶϲ δ’ ἑψηθέντων, ὡϲ εἴρηται, τῶν φακῶν ἡ ἐξ αὐτῶν ϲκευαζομένη φακῆ τὴν ἐναντίαν ἔχει δύναμιν τῷ χυλῷ, ξηραίνουϲα τὰ κατὰ γαϲτέρα ῥεύματα καὶ τόνον ἐντιθεῖϲα τῷ ϲτομάχῳ καὶ τοῖϲ ἐντέροιϲ καὶ ϲυμπάϲῃ τῇ γαϲτρί· διὰ τοῦτ’ οὖν οἰκεῖόν ἐϲτιν ἔδεϲμα κοιλιακῶν τε καὶ δυϲεντερικῶν.
ἡ δ’ ἀφῃρη
οἷϲ οὖν ἐϲτιν ὑδατώδηϲ τιϲ ἐν ταῖϲ ϲαρξὶ καχεξία, τούτοιϲ μόνοιϲ ὠφέλιμον ἔδεϲμα φακῆ, καθάπερ τοῖϲ ξηροῖϲ καὶ αὐχμώδεϲι βλαβερώτατον. ὡϲαύτωϲ δὲ καὶ τὴν ὄψιν ἀμβλύνει μὲν τὴν ὑγιεινῶϲ διακειμένην ὑπερξηραίνουϲα, τὴν δ’ ἐναντίωϲ ἔχουϲαν ὀνίνηϲιν. οὐκ ἐπιτήδειοϲ δ’ ἐϲτὶν οὐδ’ εἰϲ τὰϲ ἐμμήνουϲ καθάρϲειϲ, παχὺ καὶ δύϲρουν ἐργαζομένη τὸ αἷμα, τῷ δὲ καλουμένῳ ῥῷ γυναικείῳ χρηϲιμωτάτη.
τὴν δ’ ἐναντίαν αὐτῇ κατά γε τοῦτο δύναμιν ἐχούϲηϲ τῆϲ πτιϲάνηϲ ἐξ
ἀμφοτέρων μιχθέντων ἔδεϲμά τι γίγνεται κάλλιϲτον, ὃ καλοῦϲιν οἱ παρ’ ἡμῖν
ἄνθρω|
ἥ γε μὴν ἄρτυϲιϲ ἡ αὐτὴ καὶ τούτῳ τῷ ἐδέϲματι τῇ κατὰ τὴν πτιϲάνην
ἐϲτί, πλὴν ὅτι θύμβραϲ ἢ γλήχωνοϲ ἐπεμβαλλομένηϲ ἡδίων θ’ ἅμα καὶ εὐπεπτοτέρα
γίγνεται, τῆϲ πτιϲάνηϲ οὐ χαιρούϲηϲ τούτοιϲ. ἀλλ’ ἀρκουμένηϲ ἀνήθῳ καὶ πράϲῳ
μόνοιϲ. μοχθηροτάτη δ’ ἐϲτὶ ϲκευαϲία
ἥ γε μὴν εἰϲ τοὺϲ παχεῖϲ χυμοὺϲ ἐπίδοϲιϲ τῇ φακῇ μετὰ τῶν ταριχηρῶν κρεῶν ἐϲθιομένῃ μᾶλλον γίγνεται· καὶ γὰρ καὶ ταῦτα παχύτερόν τε καὶ μελαγχολικώτερον αἷμα γεννᾷ διόπερ οὐ χρὴ πλεονάζειν οὐδ’ ἐν τούτοιϲ, καὶ μάλιϲθ’ ὅταν ἤτοι μελαγχολικὸν ἢ λίαν παχύχυμον ἢ ὅλωϲ κακόχυμον ῇ τινι τὸ ϲῶμα. τὰ δ’ αὐτὰ καὶ περὶ τῶν χωρῶν ὠρῶν τε καὶ καταϲτάϲεων ἐπινοεῖν ϲε χρὴ καθ’ ἕκαϲτον ἔδεϲμα, φειδόμενον μὲν ἐν φθινοπώρῳ τῶν μελαγχολικῶν καὶ ξηραινόντων ἐδεϲμάτων, ἐν χειμῶνι δὲ χρώμενον, ὥϲπερ γε καὶ κατὰ τὸ θέροϲ τοῖϲ ὑγραίνουϲι καὶ ψύχουϲιν· ἐν ῇρι δὲ μέϲηϲ ὄντι κράϲεωϲ τὰ μέϲα ταῖϲ δυνάμεϲι ϲιτία προϲενεκτέον.
ἔϲτι δὲ τῶν μέϲων οὐχ ἓν εἶδοϲ. ἔνια μὲν γὰρ τῷ μηδ’ ὅλωϲ μετέχειν τῶν ἄκρων ἐϲτὶ τοιαῦτα, τινὰ δ’ ἐκ τῆϲ ἀμφοῖν ἰϲοκρατοῦϲ μίξεωϲ ἐπικτᾶται τὴν μεϲότητα, καθάπερ ὀλίγον ἔμπροϲθεν ἔλεγον, ὅταν τῇ πτιϲάνῃ μίξῃ τιϲ τὴν φακῆν
|
Πολλὴ καὶ τούτων ἐϲτὶν ἡ χρῆϲιϲ, ἔτνουϲ ἐξ αὐτῶν ϲκευαζομένου τοῦ τ’ ἐν ταῖϲ χύτραιϲ ὑγροῦ καὶ τοῦ παχέοϲ ἐν ταῖϲ λοπάϲι. καὶ τρίτη δέ τίϲ ἐϲτιν αὐτοῦ ϲκευαϲία μετὰ πτιϲάνηϲ μιγνυμένου. καὶ πλείϲτῳ γε τούτῳ τῷ ἐδέϲματι καθ’ ἑκάϲτην ἡμέραν οἱ παρ’ ἡμῖν μονομάχοι χρῶνται, ϲαρκοῦντι τὴν τοῦ ϲώματοϲ ἕξιν, οὐκ ἐϲφιγμένῃ καὶ πυκνῇ ϲαρκί, καθάπερ τὸ χοίρειον κρέαϲ, ἀλλὰ χαυνοτέρα πωϲ μᾶλλον.
φυϲῶδεϲ δ’ ἐϲτὶν ἔδεϲμα, κἂν ἐπὶ πλεῖϲτον ἑψηθῇ κἂν ὁπωϲοῦν ϲκευαϲθῇ,
τῆϲ πτιϲάνηϲ ἀποτιθεμένηϲ ἅπαν τὸ φυϲῶδεϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ. τοῖϲ δὲ
προϲέχουϲι τὸν νοῦν καὶ παρακολουθοῦϲι |
τὴν δ’ οὐϲίαν οὐ. πυκνὴν καὶ βαρεῖαν, ἀλλὰ χαύνην τε καὶ κούφην
ἔχουϲιν οἱ κύαμοι καί τι ῥυπτικὸν ἔχουϲαν ὁμοίωϲ τῇ πτιϲάνῃ. φαίνεται γοῦν
ἐναργῶϲ τὰ ἐξ αὐτῶν ἄλευρα τὸν ῥύπον ἀποϲμῶντα τοῦ δέρματοϲ, ὃ κατανοήϲαντεϲ
οἵ τ’ ἀνδραποδοκάπηλοι καὶ αἱ γυναῖκεϲ ὁϲημέραι χρῶνται τῷ τῶν κυάμων ἀλεύρῳ
λουόμεναι, καθάπερ ἄλλαι νίτρῳ τε καὶ ἀφρονίτρῳ καὶ ὅλωϲ τοῖϲ ῥυπτικοῖϲ.
ἐπιχρίουϲι δὲ καὶ τὰ πρόϲωπον αὐτῷ παραπληϲίωϲ τῇ πτιϲάνῃ. καὶ γὰρ τοὺϲ
ἐπιπολῆϲ
ὄντοϲ δὲ τοῦ τῶν κυάμων ἔτνουϲ φυϲώδουϲ, ἔτι καὶ μᾶλλον, ὅταν
ὁλοκλήρουϲ τιϲ |
οὐ μόναν δ’ ὠμοὺϲ ἐϲθίουϲιν τοὺϲ χλωροὺϲ τῶν κυάμων οἱ πολλοὶ τῶν
ἀνθρώπων, ἀλλὰ καὶ μετὰ κρεῶν χοιρείων ἕψοντεϲ, ὥϲπερ τὰ λάχανα, κατὰ δὲ τοὺϲ
ἀγροὺϲ καὶ μετ’ αἰγείων τε καὶ προβατείων. ἠϲθημένοι δ’ αὐτῶν τοῦ φυϲώδουϲ οἱ
ἄνθρωποι μιγνύουϲι κρομύων, ὅταν ἐν λοπάδι ϲκευάζωϲιν ἐξ αὐτῶν ἔτνοϲ. ἔνιοι
δὲ καὶ χωρὶϲ τοῦ ϲυνέψειν ὠμὰ τὰ κρόμυα προϲφέρονται μετ’ αὐτοῦ. |
Ὁ Αἰγύπτιοϲ κύαμοϲ, ὥϲπερ τῷ μεγέθει
διενήνοχε πολὺ τοῦ παρ’ ἡμῖν, οὕτω καὶ τὴν φύϲιν ὑγροτέραν τε καὶ
περιττωματικωτέραν ἔχει.
Οἱ πιϲοὶ παραπλήϲιόν τι κατὰ τὴν ὅλην οὐϲίαν ἔχοντεϲ κυάμοιϲ ἐϲθιόμενοί τε κατὰ τοὺϲ αὐτοὺϲ τρόπουϲ ἐν δυϲὶ τοῖϲδε παραλλάττουϲιν, ὅτι τε φυϲώδειϲ οὐκ εἰϲὶν ὁμοίωϲ τοῖϲ κυάμοιϲ ὅτι τε τὴν ῥυπτικὴν δύναμιν οὐκ ἔχουϲι. καὶ διὰ τοῦτο βραδυπορώτεροι κατὰ γαϲτέρα τῶν κυάμων εἰϲίν.
Ἔτνοϲ μὲν οὐ πάνυ τι δι’ ἔθουϲ ἐϲτὶ τοῖϲ κατὰ τὰϲ
πόλειϲ ἁνθρώποιϲ ἐξ ἐρεβίνθων ποιεῖϲθαι, |
ἔϲτι δ’ οὐχ ἧττον κυάμων ἔδεϲμα φυϲῶδεϲ ἐρέβινθοϲ, ἰϲχυρότερον δ’
ἐκείνων τρέφων, ἐπεγείρειν δὲ καὶ τὰϲ πρὸϲ ϲυνουϲίαϲ ὁρμὰϲ πεπιϲτευμένοϲ ἅμα
τῷ καὶ ϲπέρματοϲ εἶναι γεννητικόϲ· ὥϲτε καὶ τοῖϲ ὀχευταῖϲ ἵπποιϲ ἐϲθίειν
αὐτοὺϲ ἕνεκα τούτου διδόαϲιν. ὑπάρχει δὲ καὶ ῥυπτικὴ δύναμιϲ αὐτοῖϲ ἐπὶ
χρῶνται δ’ ἐρεβίνθοιϲ οἱ ἄνθρωποι καὶ πρὸ |
Ἴϲμεν δήπου καὶ τοῦτο τὸ ϲπέρμα πολύχρηϲτον εἶναι
κατὰ θάτε- ρον ϲημαινόμενον τῆϲ πολύχρηϲτον φωνῆϲ· ὀνομάζεται γὰρ οὕτω τό τε
πολλαῖϲ τοῦ ϲώματοϲ ἁρμόττον διαθέϲεϲι |
ἔϲτι δὲ ϲκληρὸϲ καὶ γεώδηϲ τὴν οὐϲίαν, ὥϲτ’ ἀνάγκη δύϲπεπτόν τ’ αὐτὸν
εἶναι καὶ παχὺν γεννᾶν χυμόν, ἐξ οὗ μὴ καλῶϲ ἐν ταῖϲ φλεψὶ κατεργαϲθέντοϲ ὁ
καλούμενοϲ ἰδίωϲ ὠμὸϲ ἀθροίζεται χυμόϲ. ἐπεὶ δὲ κατὰ τὴν ϲκευαϲίαν
ἀποτιθέμενοϲ ὅϲον εἲχε φύϲει
ἐκεῖναι μὲν οὖν οὐχ ὡϲ τροφαῖϲ αὐτοῖς ὑπάρχουϲιν, ἀλλ’ ὡϲ φαρμάκοιϲ.
ὅϲα δ’ οὐδεμίαν ἔχει ϲαφῆ τοιαύτην ποιότητα, καλεῖται μὲν εὐλόγωϲ ὑπὸ τῶν
ἰατρῶν ἄποια, κατὰ δὲ τὴν ἐν ὑγρότητι καὶ ξηρότητι καὶ παχύτητι καὶ
γλιϲχρότητι διαφορὰν ἢ ταχυπόροιϲ |
τὰ μὲν ὑγρότερα ταῖϲ ϲυϲτάϲεϲιν ἅπαντα βραχεῖαν τροφὴν δίδωϲι τῷ ϲώματι καὶ ταχέωϲ ἐξατμιζομένην τε καὶ διαφορουμένην, ὡϲ ἑτέραϲ αὖθιϲ οὐ διὰ μακροῦ δεῖϲθαι, τὰ δὲ ϲκληρὰ καὶ γεώδη μόνιμόν τε καὶ πολλὴν καὶ δυϲδιαφόρητον. εἰ δὲ καὶ κολλῶδεϲ ἔχοι τι, πολὺ δὴ μᾶλλον ἅπαντα ταῦτ’ ἐναργῶϲ ἀποτελεῖ, πρόδηλον δ’, ὅτι καὶ πεφθῆναι τοῖϲ τοιούτοιϲ οὐκ εὐπετέϲ, ὥϲπερ γ’ οὐδ’ εἰϲ αἷμα μεταβαλεῖν οὐδ’ ἐξομοιωθῆναι τοῖϲ ϲτερεοῖϲ τοῦ ζώου μορίοιϲ· εἰ δὲ τοῦτο, μηδὲ θρέψαι ταχέωϲ· ἀλλ’ ὅταν γε κρατηθῇ καὶ κατεργαϲθῇ, τροφὴν πολλὴν δίδωϲι τῷ ϲώματι.
ἐϲθίεται δὲ καὶ δι’ ὄξουϲ καὶ γάρου, καθάπερ οἱ θέρμοι. καὶ δι’ οἴνου δὲ καὶ γάρου καὶ ἐλαίου πολλοὶ καὶ τῆλιν ἐϲθίουϲι καὶ θέρμουϲ, ἔνιοι δὲ καὶ ϲὺν ἄρτῳ, καὶ γίγνεται τοῦτ’ αὐτοῖϲ ὄψον αὔταρκεϲ, ἧττον μὲν ὑπάγον γαϲτέρα, μήτε δὲ κεφαλῆϲ ἁπτόμενον, ὥϲπερ ἡ διὰ τοῦ γάρου τῆλιϲ ἐνίων ἅπτεται, μήτε τὸν ϲτόμαχον ἀνατρέπον· ἐργάζεται γὰρ ἐπὶ τινῶν ἡ τῆλιϲ καὶ τοῦτο. τῷ δ’ αὐτῷ τρόπῳ τῷδε πρὸϲ ἐδωδὴν ἔνιοι χρῶνται φαϲήλοιϲ τε καὶ ὤχροιϲ, ἐφ’ ὧν αὐτίκα τὸν κοινὸν ἀπάντων τῶν τοιῶνδε παραγράψω λόγον.
ἐϲθίεται δὲ τῆλιϲ ὑπὸ τινῶν καὶ πρὶν ἐκκαρπῆϲαι τὸ φυτὸν αὐτῆϲ,
ἀποβαπτομένων |
χυλὸϲ δ’ ἑψηθείϲηϲ τῆϲ τήλεωϲ μετὰ μέλιτοϲ λαμβανόμενοϲ ἐπιτήδειόϲ ἐϲτιν ὑπάγειν ἅπανταϲ τοὺϲ ἐν τοῖϲ ἐντέροιϲ μοχθηροὺϲ χυμούϲ, τῇ μὲν γλιϲχρότητι τὸ προϲηνὲϲ ἔχων, τῇ δὲ θερμότητι τὸ παρηγορικόν. ὅτι δὲ καὶ ῥυπτικῆϲ μετέχει δυνάμεωϲ, ἐπὶ τὴν ἔκκριϲιν παρορμᾷ τὸ ἔντερον. ὀλίγον δ’ εἶναι χρὴ τὸ μιγνύμενον αὐτῷ μέλι, μή πωϲ γένηται δακνώδηϲ.
ἐπὶ δὲ τῶν κατὰ τὸν θώρακα χρονιζόντων ἀλγημάτων ἄνευ πυρετοῦ
ϲυναφέψειν μὲν αὐτῇ χρὴ λιπαροὺϲ φοίνικαϲ, ἐκθλίψανταϲ δὲ τὸν χυλόν, εἶτα
μέλιτι μίξανταϲ δαψιλεῖ κἄπειθ’ ἑψή
Καὶ ταῦτα τὰ ϲπέρματα, καθάπερ καὶ τὴν
τῆλιν, ὕδατι προδιαβρέχοντεϲ οἱ |
καί τινα νεανίϲκον οἶδα, κατὰ τὴν Ἀλεξάνδρειαν ❮τὴν❯ ἰατρικὴν τέχνην ἐξαϲκοῦντα, καθ’ ἑκάϲτην ἡμέραν ὄψῳ χρώμενον ἐτῶν τεττάρων μόνοιϲ τούτοιϲ, τήλει λέγω καὶ φαϲήλοιϲ καὶ ὤχροιϲ καὶ θέρμοιϲ. ἥπτετο δέ ποτε καὶ τῶν ἐκ τῆϲ Μέμφιδοϲ ἐλαιῶν καὶ λαχάνων καὶ καρπῶν ὀλίγων, ὅϲοι χωρὶϲ ἑψήϲεωϲ ἐϲθίονται· προὔκειτο γὰρ αὐτῷ μηδὲ πῦρ ἀνάπτειν. ὑγίαινέ τ’ οὖν οὗτοϲ ἐν ἅπαϲιν ἐκείνοιϲ τοῖϲ ἔτεϲι καὶ τὴν τοῦ ϲώματοϲ ἕξιν οὐδέν τι χείρονα τῆϲ ἐξ ἀρχῆϲ ἔϲχεν. ἤϲθιε δ’ αὐτὰ μετὰ γάρου δηλονότι, τῷ γάρῳ ποτὲ μὲν ἔλαιον ἐπεμβάλλων μόνον, ποτὲ δὲ καὶ οἶνον, ἔϲτι δ’ ὅτε καὶ ὄξοϲ, ἐνίοτε δὲ καὶ μεθ’ ἁλῶν μόνον, ὥϲπερ τοὺϲ θέρμουϲ
περὶ μὲν οὖν διαίτηϲ ὑγιεινῆϲ εἴρηται μὲν κὰν τῇ τῶν Ὑγιεινῶν
πραγματείᾳ κατὰ διέξοδον, εἰρήϲεται δὲ καὶ κατὰ τόνδε τὸν λόγον αὖθιϲ ἐν
βραχέϲι κεφα|
Παραπλήϲιοι μέν εἰϲι τὴν οὐϲίαν οἱ λάθυροι τοῖϲ
ὤχροιϲ τε καὶ φαϲήλοιϲ, χρῶνται δ’ αὖ καὶ τούτοιϲ πλείϲτοιϲ οἱ κατὰ τὴν
ἡμετέραν. Ἀϲίαν ἄγροικοι, καὶ μάλιϲτα κατὰ τὴν Μυϲίαν τε καὶ φρυγίαν, οὐ
μόνον ὥϲπερ οἱ κατὰ τὴν Ἀλεξάνδρειάν τε καὶ πολλὰϲ ἄλλαϲ πόλειϲ ὤχροιϲ τε καὶ
φαϲήλοιϲ, ἀλλὰ καὶ ϲκευάζοντεϲ ὁμοίωϲ τῇ φακοπτιϲάνῃ. χυλὸν δ’ ἔχουϲι τῇ μὲν
δυνάμει παραπλήϲιον ὤχροιϲ τε καὶ φαϲήλοιϲ, παχύτερον δὲ τῇ ϲυϲτάϲει, καὶ δι’
αὐτό γε τοῦτο τροφιμώτεροί πωϲ ἐκείνων εἰϲίν. |
Τὴν ὑϲτάτην ϲυλλαβὴν τοῦ τῶν ἀράκων ὀνόματοϲ διὰ τοῦ
κ̄̄ γεγραμμένην εὑρίϲκομεν ἐν ταῖϲ Ἀριϲτοφάνουϲ Ὁλκάϲιν, ἔνθα φηϲίν·
παραπλήϲιον δ’ ἐϲτὶ τὸ ϲπέρμα
τῷ τῶν λαθύρων, καί τινέϲ γ’ οὐχ ἕτερον εἶναι γένοϲ ἐκείνων νομίζουϲιν αὐτό.
καὶ γὰρ καὶ ἡ χρῆϲιϲ ἅπαϲα καὶ ἡ δύναμιϲ αὐτοῦ παραπληϲία τῇ τῶν λαθύρων
ἐϲτί, πλὴν ὅϲα ϲκληρότεροί τε καὶ δυϲεψητότεροι καὶ διὰ τοῦτο καὶ
δυϲπεπτότεροι τῶν λαθύρων εἰϲὶν οἱ ἄρακοι.
ἀράκουϲ πυροὺϲ πτιϲάνην χόνδρον ζειὰϲ αἴραϲ ϲεμίδαλιν.
παρ’ ἡμῖν δ’ ἄγριόν τι καὶ ϲτρογγύλον καὶ
Τὸ τῶν δολίχων ὄνομα γέγραπται μὲν καὶ παρὰ τῷ Διοκλεῖ μετὰ τῶν ἄλλων,
ὅϲα τῶν τρεφόντων ἡμᾶϲ ϲπερμάτων ἐϲτὶν ὀνόματα, γέγραπται δὲ κὰν τῷ Περὶ
διαίτηϲ Ἱπποκράτουϲ, ὑπὲρ οὖ καὶ |
τούϲ γε μὴν δολίχουϲ τεκμήραιτ’ ἄν τιϲ ὀνομάζεϲθαι τὰ κηπευόμενα ταυτὶ
φυτὰ κἀξ ὧν ὁ Θεόφραϲτοϲ ὑπὲρ αὐτῶν εἶπεν ἐν τῷ ὀγδόῳ Περὶ φυτῶν ἱϲτορίαϲ.
ἔχει δ’ ἡ λέξιϲ ὧδε· καὶ τὰ μέν ἐϲτιν ὀρθόκαυλα, καθάπερ πυρὸϲ καὶ κριθὴ καὶ
ὅλωϲ τὰ ϲιτώδη καὶ θερινά, τὰ δὲ πλαγιόκαυλα μᾶλλον οἷον ἐρέβινθοϲ ὄροβοϲ
φακόϲ· τὰ δ’ ἐπιγειόκαυλα, καθάπερ ὦχρὸϲ πιϲὸϲ λάθυροϲ. ὁ δὲ δόλιχοϲ, ἐὰν
παρακαταπήξῃ τιϲ ξύλα μακρά, ἀναβαίνει καὶ γίγνεται κάρπιμοϲ, εἰ δὲ μὴ,
φαῦλοϲ και ἐρυϲιβώδηϲ.
ἐκ δὲ τοῦ παρακαταπηγνύναι κελεύειν ξύλα μακρὰ καὶ μὴ γενομένου τούτου
φάϲκειν ἐρυϲιβώδειϲ αὐτοὺϲ |
ἐν δὲ τῷ Περὶ διαίτηϲ Ἱπποκράτουϲ οὕτω γέγραπται· οἱ δὲ πιϲοὶ φυϲῶϲι
μὲν ἧϲϲον, διαχωροῦϲι δὲ μᾶλλον, ὦχροι δὲ καὶ δόλιχοι διαχωρητικώτεροι
τούτων, ἧϲϲον δὲ φυϲώδεεϲ, τρόφιμοι δέ.
παραβάλλων γὰρ ἐν ταύτῃ τῇ ῥήϲει τοὺϲ
πιϲοὺϲ τοῖϲ κυάμοιϲ, ὑπὲρ ὧν ὡϲ φυϲώδουϲ ἐδέϲματοϲ προειρήκει, τοὺϲ δ’ ὤχρουϲ
καὶ δολίχουϲ ἐφεξῆϲ γράφων |
Διοκλῆϲ δ’ ἐν τῷ τῶν ὀϲπρίων καταλόγῳ κυάμουϲ πρῶτον εἰπών. εἶτα
πιϲούϲ, ἐφεξῆϲ γράφει κατὰ λέξιν οὕτω· δόλιχοι δὲ τρέφουϲι μὲν οὐχ ἧττον τῶν
πιϲῶν, ἄφυϲοι δ’ εἰϲὶ παραπληϲίωϲ, πρὸϲ ἡδονὴν δὲ καὶ διαχώρηϲιν χείρουϲ.
ἀλλὰ καὶ οὖτοϲ ἐφεξῆϲ ὤχρων μὲν καὶ φακῶν ἐρεβίνθων τε καὶ ὀρόβων
μνημονεύϲαϲ, παραλιπὼν δὲ τὸ τῶν λαθύρων ὄνομα, τὴν αὐτὴν ἀμφιβολίαν παρέχει.
καί τιϲ δύναται λέγειν. ἐν εἶναι γένοϲ ταῦτα πάντα, λαθύρουϲ ὤχρουϲ φαϲήλουϲ,
ὀνόμαϲι. πλείοϲι κεχρημένα, τάχα μὲν ὡϲ κίων καὶ ϲτῦλοϲ, ἴϲωϲ δὲ καὶ κατὰ
ἀλλὰ τό γε τοὺϲ δολίχουϲ οὐχ ἧττόν τε τῶν πιϲῶν τρέφειν ἀφύϲουϲ τ’ εἶναι παραπληϲίωϲ ἐκείνοιϲ ἐνδεικτικόν ἐϲτι τοῦ κεκληκέναι τὸν Διοκλέα τοὺϲ νῦν ὀνομαζομένουϲ φαϲηόλουϲ οὕτωϲ. ὁ γάρ τοι λάθυροϲ οὔκ ἐϲτιν ἀφυϲότεροϲ πιϲοῦ καθάπερ οὐδ’ ὦχροϲ οὐδὲ φάϲηλοϲ, εἴθ’ ἕν γένοϲ ἐϲτίν, ὡϲ ἔφην, εἴτε καὶ διαφοραί τινεϲ ἐνὸϲ γένουϲ ταῦτα
Φυλότιμοϲ δὲ καὶ Πραξαγόραϲ οὐδενὸϲ τῶν τοιούτων ἐδεϲμάτων ἐμνημόνευϲαν, ὅτι μὴ κυάμων τε καὶ πιϲῶν μόνων, ὥϲτε παρὰ γε τούτων οὐδὲν ἔχομεν εὐπορῆϲαι περὶ τοῦ τῶν δολίχων ὀνόματοϲ, ἐφ’ ὅτῳ πράγματι τέτακται. καὶ τοίνυν καλείτω μὲν ἕκαϲτοϲ, ὡϲ ἂν ἐθέλῃ, τοὺϲ νῦν ὑπὸ τῶν πολλῶν ὀνομαζομένουϲ φαϲηόλουϲ τε καὶ λοβούϲ, ἴϲτω δὲ τὴν δύναμιν αὐτῶν οὖϲαν, οἵαν ὁ Διοκλῆϲ εἷπε περὶ τῶν δολίχων.
ἐγγὺϲ δὲ τῆϲ γνώμηϲ αὐτοῦ καὶ ὁ τὸ Περὶ διαίτηϲ ὡϲ Ἱπποκράτουϲ γράψαϲ
ἥκει, τοὺϲ ὤχρουϲ τε καὶ τοὺϲ δολίχουϲ διαχωρητικωτέρουϲ μὲν εἶναι λέγων τῶν
πιϲῶν, ἧϲϲον δὲ φυϲώδειϲ, ἀλλὰ καὶ τροφίμουϲ αὐτοὺϲ εἶναι μαρτυρεῖ. καὶ γὰρ
καὶ οὕτωϲ ἔχει, πλὴν |
τῶν φίλων δέ τιϲ ἐν Ῥώμῃ διατρίβων ἔλεγεν ἐν Καρίᾳ κατὰ τὴν ἑαυτοῦ
πατρίδα καλουμένην Κέραμον ϲπείρεϲθαι τοῖϲ ἄλλοιϲ ὀϲπρίοιϲ ὡϲαύτωϲ τοὺϲ
δολίχουϲ ἐν ταῖϲ ἀρούραιϲ, ἔχονταϲ τὸ ϲχῆμα προμηκέϲτερον λαθύρων.
Οἱ βόεϲ ἐϲθίουϲι τοὺϲ ὀρόβουϲ παρ’ ἡμῖν τε καὶ κατ’ ἄλλα πολλὰ τῶν ἐθνῶν ὕδατι προαπογλυκανθένταϲ, οἱ δ’ ἄνθρωποι τελέωϲ ἀπέχονται τοῦ ϲπέρματοϲ τούτου· καὶ γὰρ ἀηδέϲ ἐϲτι καὶ κακόχυμον. ἐν λιμῷ δέ ποτε μεγάλῳ, καθάπερ καὶ Ἱπποκράτηϲ ἔγραψεν, ἐξ ἀνάγκης βιαίαϲ ἐπ’ αὐτὸ παραγίγνονται.
προπαραϲκευά|
Λιπαρόν ἐϲτι τὸ τῶν ϲηϲάμων ϲπέρμα, διὸ καὶ τάχιϲτα κείμενον
ἐλαιηρὸν γίγνεται. διὰ τοῦτ’ οὖν ἐμπίπληϲί τε τοὺϲ ἐϲθίονταϲ αὐτὸ ταχέωϲ
ἀνατρέπει τε τὸν ϲτόμαχον καὶ βραδέωϲ πέττεται καὶ τροφὴν δίδωϲι τῷ ϲώματι
λιπαρὰν. εὔδηλον οὖν, ὅτι τόνον καὶ ῥώμην ἐντιθέναι τοῖϲ κατὰ γαϲτέρα μορίοιϲ
οὐ δύναται, καθάπερ οὐδ’ ἄλλο τι τῶν λιπαρῶν. ἐπεὶ δὲ καὶ παχύχυμόν ἐϲτι, διὰ
τοῦτ’ οὐδὲ διεξέρχεται ταχέωϲ. ἐϲθίουϲι δ’ αὐτὸ μόνον μὲν οὐ πάνυ τι, ϲὺν
μέλιτι δ’ ἑφθῷ, |
ὥϲπερ δὲ κέγχροιϲ ὁ ἔλυμοϲ, ὃν καὶ μελίνην ἔφαμεν ὀνομάζεϲθαι, παραπλήϲιοϲ μέν πώϲ ἐϲτι, χείρων δὲ πάντῃ, κατὰ τὸν αὐτὸν τρόπον ἐρύϲιμον ϲηϲάμῳ κατὰ τὴν τοῦ ϲώματοϲ οὐϲίαν ὁμογενέϲ πωϲ ὂν ἀηδέϲτερόν τέ ἐϲτι βρωθῆναι καὶ τροφὴν ἥττονα δίδωϲι τῷ ϲώματι καὶ πάντη χεῖρον ὑπάρχει. θερμὰ δ’ ἐϲτὶ ταῖϲ κράϲεϲιν ἄμφω καὶ διὰ τοῦτο καὶ διψώδη.
Τῆϲ ἡμέρου μήκωνοϲ τὸ ϲπέρμα χρήϲιμόν ἐϲτιν ἐπιπαττόμενον ἄρτοιϲ ὡϲ ἥδυϲμα, καθάπερ καὶ τὰ ϲήϲαμα. βέλτιον δ’ ἐϲτὶ τὸ λευκότερον ϲπέρμα τοῦ μελαντέρου, δύναμιν δ’ ἔχει ψυκτικήν, καὶ διὰ τοῦτο καὶ ὑπνωτικόν ἐϲτιν, εἰ δὲ πλέον ληφθείη, καὶ καταφορικὸν καὶ δύϲπεπτον ἔτι τε τῶν ἐκ πνεύμονόϲ τε καὶ θώρακοϲ ἀναβηττομένων ἐπιϲχετικόν. ὠφελεῖ μέντοι τοὺϲ ἐκ κεφαλῆϲ καταρροϊζομένουϲ λεπτῷ ῥεύματι. τροφὴν δ’ οὐκ ἀξιόλογον παρέχει τῷ ϲώματι.
Χρῶνται μὲν αὐτῷ καὶ φρύγοντεϲ ἔνιοι, καθάπερ τοῖϲ ϲκευαϲτοῖϲ ἁλϲίν, ὡϲ ὄψῳ
μετὰ γάρου, χρῶνται δὲ καὶ μέλιτι φυρῶντεϲ. ἐπιπάττουϲι δ’ ἔνιοι καὶ τοῖϲ
ἄρτοιϲ αὐτό, κακοϲτόμαχόν τε καὶ δύϲπεπτον
Καὶ τούτῳ χρῶνται φρύγοντεϲ, εἶτα λειοῦντεϲ, ὡϲ ἄλευρον γενέϲθαι, μιγνύουϲι δ’ αὐτῷ καὶ μέλιτοϲ. ὀλίγον δ’ ἔχει τρόφιμον ἐν ἑαυτῷ μεταξὺ τὴν φύϲιν ὑπάρχον ἐρυϲίμου τε καὶ κυμίνου.
Οὐχ ὥϲπερ αὐτὸ τὸ φυτὸν τῆϲ καννάβεωϲ ἔοικε πωϲ τῷ ἄγνῳ, καὶ τὸ |
ὀνομάζω δὲ δηλονότι τραγήματα τὰ παρὰ τὸ δεῖπνον ἐϲθιόμενα τῆϲ ἐπὶ τῷ πίνειν ἡδονῆϲ ἕνεκα. θερμαίνει δ’ ἱκανῶϲ καὶ διὰ τοῦτο καὶ κεφαλῆϲ ἅπτεται βραχεῖ πλεῖον ληφθέν, ἀτμὸν ἀναπέμπον ἐπ’ αὐτὴν θερμόν θ’ ἅμα καὶ φαρμακώδη.
Καὶ καθ’ ἑαυτὸ τοῦτο καὶ φρυγόμενον ἐϲθίεται
πεπιϲτευμένον ἐπέχειν τὰϲ ἐπ’ ἀφροδίϲια γιγνομέναϲ ὁρμάϲ, τροφὴν δ’ ὀλίγην
δίδωϲι τῷ
Τὸ ϲχῆμα τῶν ϲπερμάτων τούτων οὐ ϲτρογγύλον ἐϲτίν, ὥϲπερ τὸ τῶν
κυά
εὔδηλον οὖν, ὅτι τοιαῦτα τὴν φύϲιν ὄντα τὴν ἀναδιδομένην τροφὴν ἐξ ἑαυτῶν οὔτ’ εὔχυμον ἔχει καὶ παχεῖαν, εἰϲ αἵματοϲ μελαγχολικοῦ γένεϲιν ἐπιτήδειον, ὥϲπερ καὶ πρόϲθεν εἴρηται περὶ τῆϲ φακῆϲ. ἀλλ’ ἐκείνῃ μὲν ἀγαθὰ πολλὰ πάρεϲτι, τούτοιϲ δ’ οὐδὲν τῶν ἐκείνηϲ ἀγαθῶν ὑπάρχει.
τό γε μὴν ὄνομα
τοῦ βίκου παρ’ ἡμῖν μὲν πάνυ ϲύνηθέϲ ἐϲτι καὶ μόνωϲ οὕτωϲ ὀνομάζεται, παρὰ δὲ
τοῖϲ Ἀττικοῖϲ ἴϲωϲ ἄρακοϲ ἢ λάθυροϲ ἐκαλεῖτο.
Ἐν μὲν τοῖϲ πυροῖϲ αἶραι πολλάκιϲ εὑρίϲκονται πολλαί· κατὰ δὲ τὰϲ
κριθὰϲ γίγνονται μέν, ἀλλ’ ὀλίγαι, πολὺϲ δ’ ὁ καλούμενοϲ |
ὁ δ’ ἐμὸϲ πατήρ, ἐν παρακμῇ τῆϲ ἡλικίαϲ φιλογέωργοϲ γενόμενοϲ, ἔϲπειρέ ποτε καὶ πυροὺϲ καὶ κριθάϲ, ἀκριβῶϲ ἐκλέξαϲ αὐτῶν ἅπαν ὅϲον ἑτερογενὲϲ ἐμέμικτο ϲπέρμα, χάριν τοῦ γνῶναι ϲαφῶϲ, εἰ κατὰ μεταβολὴν αὐτῶν ἡ γένεϲιϲ γίγνεται ταῖϲ αἴραιϲ τε καὶ τοῖϲ αἰγίλωψιν ἢ φύϲιν ἰδίαν ἔχει καὶ ταῦτα τὰ ϲπέρματα. γεννηθέντων δ’ ἅμα τοῖϲ καθαροῖϲ ϲπέρμαϲιν αἰρῶν μὲν πολλῶν κατὰ τύχην ἐν τοῖϲ πυροῖϲ, ὀλίγων δ’ ἐν ταῖϲ κριθαῖϲ, ἀλλ’ αἰγίλωποϲ δαψιλοῦϲ, ἐπεχείρηϲε καὶ τῇ τῶν ἄλλων ϲπερμάτων βαϲάνῳ τὸν αὐτὸν τρόπον. εὖρεν οὖν κὰν τοῖϲ φακοῖϲ ἐκ μεταβολῆϲ αὐτῶν γεννωμένουϲ ἀράκουϲ τε τοὺϲ ϲκληροὺϲ καὶ ϲτρογγύλουϲ καὶ πελεκίνουϲ, ἄβρωτα ϲπέρματα, τὴν δ’ ἀπαρίνην οὐ μόνον ἄβρωτον, ἀλλὰ κἀν τῷ φύεϲθαι περιπλεκομένην τοῖϲ φυτοῖϲ τῶν φακῶν ἄγχουϲάν τε καὶ πνίγουϲαν αὐτὰ καὶ καταϲπῶϲαν, ὥϲπερ ἡ ὁροβάγχη τοὺϲ ὀρόβουϲ.
ταῦτα μὲν οὖν πάνυ μοχθηρὰ ϲπέρματα. τὸ μελάμπυρον δὲ καλού
μοχθηρᾶϲ γέ τοί ποτε γενομένηϲ ἀγωγῆϲ ἔτουϲ αἶραι πάμπολλαι κατὰ
τοὺϲ πυροὺϲ ἐγεννήθηϲαν, ἃϲ οὐκ ἀκριβῶϲ οὔτε τῶν γεωργῶν
οὔκουν ἀμελεῖν προϲήκει τοῦ καθαρὰ ποιεῖν ἅπαντα τὰ πρὸϲ ἐδωδὴν
παραϲκευαζόμενα ϲπέρματα, γιγνώϲκονταϲ, εἰ καὶ τῆϲ καθ’ ἑκάϲτην ἡμέραν βλάβηϲ
οὐκ αἰϲθανόμεθα διὰ βραχύτητα, τὸ γ’ ἀθροιζόμενον ἐξ αὐτῆϲ χρόνῳ πλείονι
φανερὸν γενήϲεϲθαί ποτε.
καὶ γὰρ καὶ τοῦτο λόγον ἔχειν ἐδόκει. καί τινεϲ οὐ διὰ πάντων τῶν ὁμογενῶν διεξελθόντεϲ οὐδὲ τὰϲ ἀπὸ τῶν φυτῶν τροφᾶϲ ἁπάϲαϲ ἐφεξῆϲ τοῖϲ Δημητρίοιϲ ϲπέρμαϲι διδάξαντεϲ ὑπὲρ ἐκείνων ἀεὶ πρότερον ἐποιήϲαντο τὸν λόγον, ὅϲα χρηϲιμώτερα τοῖϲ ἀνθρώποιϲ ἐϲτί. φαίνεται γοῦν τά τε χοίρεια κρέα καὶ τὰ τῶν ἐρίφων τε καὶ αἰγῶν καὶ μόϲχων καὶ βοῶν καὶ προβάτων, οὐδὲν δ’ ἤττον αὐτῶν ὅϲα θηρεύουϲιν ἐν τοῖϲ ὄρεϲιν οἱ κυνηγέται, πολλὴν χρείαν τοῖϲ ἀνθρώποιϲ παρεχόμενα, καθάπερ γε καὶ τῶν πτηνῶν πολλὰ καὶ τῶν ἐνύδρων.
εἶτ’ ἐννοήϲαϲ ἕκαϲτον γένοϲ ἐνὶ βιβλίῳ περιληφθῆναι ἀδύνατον ὄν, οὐ
μέγα τὸ διάφορον ὑπέλαβον εἶναι, τῶν ὑπολειπομένων ἐδεϲμάτων ἐπὶ
τὰ μὲν ἐν τῷ πρώτῳ γράμματι ϲιτία ϲπέρματα φυτῶν ἦν ἅπαντα· ἅπαντα· νυνὶ δ’ ἀπὸ τῶν καρπῶν ἄρξομαι, διορίϲαϲ πρότερον αὐτῶν τὰ ϲπέρματα, καὶ μάλιϲθ’ ὅτι πολλοῖϲ ἔδοξε διαφέρειν οὐδὲν ἢ καρπὸν εἰπεῖν ἢ ϲπέρμα. τὰ μὲν οὖν ἤδη λελεγμένα ϲπέρματα βραχύ τι καρπῶν διαφέρει, τῶν δὲ νῦν εἰρηϲομένων καρπῶν οὐκ ὀλίγον ἀφέϲτηκε. καρπὸϲ μὲν γάρ ἐϲτι ϲυκῆϲ τὸ ϲῦκον, ἡ δ’ ἐν αὐτῷ κεγχραμὶϲ ϲπέρμα ϲυκῆϲ, ὥϲπερ γε καὶ τῆϲ ῥαγὸϲ ὅληϲ οὔϲηϲ ἀμπέλου καρποῦ μόνον ἐϲτὶ τὸ γίγαρτον ἀμπέλου ϲπέρμα. κατὰ ταὐτὰ δ’ ἀπίου τε καὶ μηλέαϲ ὁ μὲν καρπὸϲ ἄπιόν τε καὶ μῆλόν ἐϲτι, τὸ δὲ ϲπέρμα τρεῖϲ ἢ τέτταρεϲ ἐν μέϲοιϲ αὐτοῖϲ κόκκοι.
τί δεῖ λέγειν ἐπὶ κολοκυνθῶν τε καὶ ϲικύων, ὅϲοι τε πέπονεϲ αὐτῶν εἰϲι
καὶ ὅϲοι μή, τῶν τ’ ἄλλων ἁπάντων, ὅϲα τοιαῦτα; πάμπολυ ἔλλοβα
Θεόφραϲτοϲ.
εἰκότωϲ οὖν ἔφην ὑπὸ πολλῶν ὀνομάζεϲθαι λοβούϲ, οὓϲ ἔνιοι φαϲηόλουϲ
καλοῦϲιν, ἐπειδὴ μόνων αὐτῶν ἐδώδιμοϲ ὁ λοβόϲ ἐϲτιν. ἀλλὰ περὶ μὲν τῆϲ τούτων
δυνάμεωϲ εἴρηται πρόϲθεν, ὥϲπερ γε καὶ ὅτι τὸ τῶν δολίχων ὄνομα κατὰ τούτων
ἡγοῦμαι φέρειν ἐνίουϲ τῶν παλαιῶν. οἱ δὲ καρποὶ τῶν φυτῶν ἀπὸ τῶν δένδρων
εἰϲὶ καὶ τῶν κηπευομένων λαχάνων, ἐν οἷϲ καταλέγουϲιν ἔνιοι τῶν ἰατρῶν τούϲ
τε πέποναϲ καὶ τοὺϲ |
Ὥραν ἔτουϲ ὀνομάζουϲιν οἱ
Ἕλληνεϲ ἐκεῖνον τὸν καιρόν, ἐν ᾧ μεϲοῦντι τὴν τοῦ κυνὸϲ ἐπιτολὴν γίγνεϲθαι
ϲυμβαίνει. χρόνοϲ δ’ ἐϲτὶν οὗτοϲ ἡμερῶν τετταράκοντα μάλιϲτα. κατὰ γοῦν
τοῦτον τὸν χρόνον ἅπαντέϲ εἰϲιν οἱ ὡραῖοι καλούμενοι καρποί, τινὲϲ μὲν ἤδη
παρακμάζοντεϲ, ἔνιοι δ’ ἀρχόμενοι, τινὲϲ δ’ ἀκμάζοντεϲ ἢ μετὰ τὴν ἀκμὴν ἢ πρὸ
αὐτῆϲ. ὡραίουϲ δ’ αὐτοὺϲ ὀνομάζουϲιν, οὐχ ὅτι μόνον κατὰ τὸν ώριϲμένον
γίγνονται χρόνον, ἀλλ’, ὡϲ οἶμαι, διορίζειν βουλόμενοι τῶν εἰϲ ἀπόθεϲιν
ἐπιτηδείων· ἐπεί τοι καὶ πυροὶ καὶ κριθαὶ καὶ πάνθ’ ὅϲα κατὰ τὸ πρὸ τούτου.
γράμμα διῆλθον, ἐπέτειόν τε καὶ θερινὴν ἔχει τὴν γένεϲιν, ἀλλ’ οὐ
διαφθείρεται ταχέωϲ, ὥϲπερ αἱ κολοκύνθαι καὶ τὰ ϲυκάμινα πέπονέϲ τε καὶ
μηλοπέπονεϲ καὶ περϲικὰ καὶ τἆλλα ὅϲα τοιαῦτα. καὶ γὰρ εἰ ϲκελετεύοντεϲ αὐτά
τινεϲ ἀποτίθενται, φυλάττοντεϲ εἰϲ τὸν χειμῶνα, μεταβάλλει καὶ οὕτω τὴν
ἀρχαίαν φύϲιν |
ἔνιοι γοῦν τῶν κολοκυνθῶν κενοῦντεϲ τὸ ϲπέρμα κἄπειτα τὴν οἷον ϲάρκα ξηράναντεϲ ἀποτίθενται μὲν εἰϲ τὸν χειμῶνα, χρῶνται δ’ αὐτῷ πάντα μᾶλλον ἢ ταῖϲ κολοκύνθαιϲ αὐταῖϲ. ἄχυλοί τε γὰρ γίγνονται καὶ ξηραὶ καττύμαϲι παραπλήϲια μᾶλλον ἥ τινι τῶν ἐδωδίμων καρπῶν. οὐ μὴν ἐπί γε πυρῶν καὶ κριθῶν ὅϲα τ’ ἄλλα Δημήτρια ϲπέρματα πρὸϲ τοὐναντίον ἡ φύϲιϲ ἐν ταῖϲ ἀποθέϲεϲιν ἐξίϲταται· μένει γὰρ ἅπαντα τοιαῦτα ταῖϲ οὐϲίαιϲ, ὁποῖα κατὰ τὸ θέροϲ εὐθὺϲ ἐξ ἀρχῆϲ ἦν τελειωθέντα.
πρόδηλον δ’, ὅτι τὰ μὲν ξηρὰν ἔχοντα τὴν πῆξιν τοῦ ϲώματοϲ, ὥϲπερ
μόνιμον ἔχει τὴν ἕξιν, οὕτω καὶ ϲτερεὰν καὶ γεώδη καὶ διὰ τοῦτο τρόφιμον· ὅϲα
δ’ ὑγρὰ ταῖϲ ϲυϲτάϲεϲίν ἐϲτι, διαφθείρεται καὶ διὰ τοῦτο καὶ τροφὴν ὀλίγην τε
καὶ ῥᾳδίωϲ ἐκκρινομένην ἐκ τοῦ ϲώματοϲ ἔχει. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ κατὰ
τὴν γαϲτέρα διαχωρεῖται τὰ τοιαῦτα μᾶλλον τῶν ϲτερεῶν, καὶ μάλιϲθ’ ὅταν ἔχῃ
λιτρῶδέϲ τι καὶ ῥυπτικόν, ὥϲπερ ἀποδείξομεν ἔνια τῶν ὡραίων ἀξιόλογον ἔχοντα
τὴν τοιαύτην δύναμιν, ἃ καὶ κακοχυμότερα λέγομεν εἶναι τῶν οὐδεμίαν ἐχόντων
αἰϲθητὴν ποιότητα χυμοῦ, |
πάντ’ οὖν τὰ τοιαῦτα, καὶ πολὺ μᾶλλον ὅϲα πρὶν ἀκριβῶϲ πεπανθῆναι προϲφερόμεθα, φυϲώδη μέν ἐϲτιν, ὑποχωρεῖ δὲ κάτω θᾶττον, ὥϲπερ γε καὶ ἀναδίδοται θᾶττον, ὅϲα χυμὸν ἔχει λεπτόν. ἔϲτι δὲ κακόχυμα ταῦτα πάντα, καὶ μόνοϲ ἄν τιϲ αὐτοῖϲ εἰϲ ὠφέλεια χρήϲαιτο τεταλαιπωρημένοϲ ἐν ὁδοιπορίᾳ μακροτέρᾳ καὶ πνίγει ϲφοδρῷ· τηνικαῦτα γὰρ ὀνίνηϲι, τέγγοντα μὲν τὸν αὐχμὸν τοῦ ϲώματοϲ, ἐμψύχοντα δὲ μετρίωϲ, ἦν γέ τιϲ αὐτὰ ψυχρὰ λαμβάνῃ.
τὸ μὲν οὖν ὑγραίνειν διὰ παντὸϲ ἔχει, τὸ δ’ ἐμψύχειν οὐχ ἕξει
προϲενεχθέντα θερμὰ τοῖϲ ὥϲπερ εἴρηται διακειμένοιϲ· οὐ γὰρ εἰϲ τοϲοῦτον
ψυχρὰ
Ὠμὴ μὲν ἀηδήϲ ἐϲτι καὶ κακοϲτόμαχοϲ ἐϲχάτωϲ καὶ ἄπεπτοϲ· ὥϲτ’ εἰ καὶ βιάϲαιτό τιϲ ἑαυτὸν ἀπορῶν ἑτέρου ϲιτίου προϲενέγκαϲθαι κολοκύνθην, ὥϲπερ ἤδη τιϲ ἐτόλμηϲε, βάρουϲ ἐγκειμένου ψυχροῦ κατὰ τὴν κοιλίαν αἰϲθήϲεται τόν τε ϲτόμαχον ἀνατραπήϲεται καὶ πρὸϲ ἔμετον ὁρμήϲει, τὸν μόνον αὐτὸν ἐλευθερῶϲαι δυνάμενον τῶν κατεχόντων ϲυμπτωμάτων. καὶ ταύτην γοῦν καὶ ἄλλα πολλὰ τῶν ὡραίων ἅπαντεϲ ἄνθρωποι μετὰ τὴν ἕψηϲιν ἤτοι γ’ εὐθέωϲ ἢ ταγηνίϲαντεϲ ἢ ὀπτήϲαντεϲ εἰώθαϲι προϲφέρεϲθαι. καί ϲοι καὶ οὗτοϲ ἐν τῇ μνήμῃ φυλαττέϲθῳ ὁ λόγοϲ, κοινὸϲ ἐπὶ πᾶϲι τοῖϲ δεομένοιϲ ἀλλοιώϲεωϲ τυχεῖν τῆϲ διὰ πυρόϲ.
ἡ δὲ κολοκύνθη, περὶ ἧϲ ὁ λόγοϲ, καλῶϲ ἑψηθεῖϲα ϲαφῆ ποιότητα χυμῶν
οὐδεμίαν ἔχει, πλὴν εἴ τιϲ λέγοι τινὰ καὶ τοιοῦτον εἶναι χυμόν, ὃϲ οὔτε
δριμύϲ ἐϲτιν οὔθ’ ἀλυκὸϲ οὔτε ϲτρυφνὸϲ οὔτε πικρὸϲ αὔτ’ ἄλλο τοιοῦτο ϲαφῶϲ
ἐμφαίνων οὐδέν, ὥϲπερ οὐδὲ τὸ ὕδωρ. ἀλλὰ τά γε τοιαῦτα καλεῖν εἰϲιν
εἰθιϲμένοι πάντεϲ ἄποια, καὶ ἡμῖν οὕτω καλείϲθω ϲαφοῦϲ ἕνεκα |
τοιαύτη γοῦν οὖϲα ἡ κολοκύνθη πολλοὺϲ εἰκότωϲ ἐπιδέχεται τρόπουϲ
ϲκευαϲίαϲ, ὡϲ ἂν ἐν τῷ μέϲῳ καθεϲτῶϲα παϲῶν τῶν ὑπερβολῶν καὶ διὰ τοῦθ’
ὁμοτίμωϲ τε κἀξ ἴϲου πρὸϲ αὐτὰϲ ἄγεϲθαι δυναμένη. τῶν γὰρ ἐχόντων ἡντινοῦν
ὑπερβολὴν ϲύμφυτον οὐδὲν εἰϲ τὴν ἐναντίαν αὐτῇ ῥᾳδίωϲ ἀπάγεται κατὰ τὰϲ
αὕτη μὲν οὖν, ὅϲον ἐφ’ ἑαυτῇ, τροφὴν τῷ ϲώματι δίδωϲιν ὑγρὰν καὶ ψυχρὰν καὶ διὰ τοῦτο καὶ βραχεῖαν, ὡϲ ὀλίγον ἔμπροϲθεν εἴρηται περὶ πάντων, ὅϲα τοὺϲ χυμοὺϲ ὑδατώδειϲ τε καὶ λεπτοὺϲ ἔχει. ῥαδίωϲ δ’ ὑπέρχεται κατὰ τὴν γαϲτέρα τῷ τ’ ὀλιϲθηρῷ τῆϲ οὐϲίαϲ καὶ τῷ κοινῷ λόγῳ πάντων τῶν ὑγρῶν ϲιτίων, ὅϲα δηλονότι χωρίϲ ϲτύψεώϲ ἐϲτι τοιαῦτα.
πέττεται δ’ οὐ κακῶϲ, ὅταν γε μὴ φθάϲῃ διαφθαρῆναι. πάϲχει δὲ τοῦτο
διά τε μοχθηρὰν ϲκευαϲίαν, κἀπειδὰν ἐν τῇ γαϲτρὶ μοχθηρόϲ τιϲ ἠθροιϲμένοϲ ᾖ
χυμόϲ, ἔϲθ’ ὅτε δὲ καὶ διὰ τὸ βραδῦναι κατ’ αὐτήν, ὅπερ καὶ τοῖϲ ἄλλοιϲ
ἅπαϲιν ὡραίοιϲ ἐδέϲμαϲιν, ὅϲα ταῖϲ κράϲεϲιν ὑγρᾶ, ϲυμβαίνειν φιλεῖ·
διαφθείρεται γὰρ ἐν τῇ γαϲτρὶ μὴ φθάϲαντα ταχέωϲ ὑπελ|
ὥϲπερ οὖν, ὅϲον ἐφ’ ἑαυτῇ, τὸν εἰϲ τροφὴν ἀναδιδόμενον ὅλῳ τῷ ϲώματι χυμὸν ἄποιον ἔχει πρὸϲ αἴϲθηϲιν ἡ κολοκύνθη, κατὰ τὸν αὐτὸν τρόπον, ἐπειδὰν μειχθῇ τινὶ τῶν ἰϲχυρὰν ἐχόντων δύναμιν, ὁμοιοῦται ῥᾳδίωϲ αὐτῷ, μετὰ νάπυοϲ μὲν εἰ ληφθείη, δριμὺν ἐργαζομένη τὸν ἐξ ἀμφοῖν ἀναδιδόμενον χυμὸν ἅμα ϲαφεῖ θερμότητι, κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ καὶ μετά τινοϲ ἁλυκοῦ προϲενεχθείη, καθάπερ ἐν λοπάδι μετὰ ταρίχουϲ αὐτὴν ἔνιοι ϲκευάζουϲιν, ἁλυκὸν ἐν τῷ ϲώματι γεννήϲει χυμόν. ἥδιϲτον δ’ ἐϲτὶν ἔδεϲμα τὸ οὕτω ϲκευαϲθέν, εἴ γε τὸ τάριχοϲ εἴη τῶν Ποντικῶν ἐκείνων, ἃ καλοῦϲι μύλλουϲ.
ἅμα δὲ μήλοιϲ κυδωνίοιϲ ἑψηθεῖϲα καὶ προϲηκόντωϲ ἀρτυθεῖϲα τὸν
αὐϲτηρὸν ἕξει χυμὸν ἐπικρατοῦντα κατὰ τὴν ἀνάδοϲιν. ἡ δ’ ὀπτηθεῖϲα καὶ
ταγηνιϲθεῖϲα τῆϲ μὲν οἰκείαϲ ὑγρότητοϲ ἀποτίθεται πάμπολυ, τὸ δ’ ὑπόλοιπον
αὐτῆϲ οὐδεμίαν ἰϲχυρὰν ἐπικτᾶται δύναμιν, ὥϲπερ οὐδ’ ὅταν ἐν ἀπλῷ ζωμῷ
ϲκευαϲθῇ. χαίρει δ’ εἰκότωϲ ὀριγάνῳ διὰ τὴν ὑδατώδη ποιότητα ϲύμφυτον
ὑπάρχου|
Ἡ μὲν ὅλη φύϲιϲ αὐτῶν ἐϲτι ψυχροτέρα ϲὺν ὑγρότητι διαψιλεῖ· ῥυπτικὸν δ’ ἔχουϲί τι, διὸ καὶ κινοῦϲιν οὖρα καὶ διεξέρχονται κάτω τῶν τε κολοκυνθῶν καὶ τῶν μηλοπεπόνων μᾶλλον. ὅτι δὲ ῥύπτουϲιν, ἔνεϲτί ϲοι μαθεῖν ἀνατρίψαντι ῥυπαρὸν χρῶτα. διὸ κὰν ἔφηλίν τιϲ ἔχῃ κἂν φακοὺϲ ἐν τῷ προϲώπῳ κἂν ἀλφοὺϲ ἐπιπολαίουϲ, ἀπορρύπτουϲι καὶ τούτουϲ.
τῆϲ δ’ οἷον ϲαρκὸϲ αὐτῶν τὸ ϲπέρμα ῥύπτει μᾶλλον, ὥϲτε καὶ πρὸϲ τοὺϲ
λιθιῶνταϲ ἁρμόττει νεφρούϲ, μοχθηρὸν δ’ ἐργάζεται χυμὸν ἐν τῷ ϲώματι καὶ
μᾶλλον, ὅταν μὴ καλῶϲ πεφθῇ. τηνικαῦτα δὲ καὶ χολερικοὺϲ ἀποτελεῖν εἴωθε. καὶ
γὰρ καὶ πρὶν διαφθαρῆναι πρὸϲ ἔμετον ἐπιτήδειόϲ ἐϲτι, καὶ πλείων γε βρωθείϲ,
ἐὰν μή τιϲ αὐτῷ τι τῶν εὐχύμων ἐδεϲμάτων ἐπιφάγῃ, |
πρόδηλον δ’ ὅτι κἀπὶ τούτου τοῦ καρποῦ τὴν προϲηγορίαν οἱ ἄνθρωποι πεποίηνται καθάπερ ἐπὶ τοῦ γραφικοῦ μέλανοϲ. ἡ γάρ τοι πέπων φωνὴ τὸ οἷον πέπανον ἐνδείκνυται, τουτέϲτι τὸ πεπεμμένον, ὅπερ ὑπάρχει καὶ τοῖϲ ἄλλοιϲ, ὅϲα πεπαίνεται. καὶ γὰρ ὁ βότρυϲ δύναται λέγεϲθαι πέπων, ὅταν ἀκριβῶϲ γένηται πέπειροϲ, ὥϲπερ γε καὶ ὁ μηδέπω τοιοῦτοϲ οὐ πέπων ὀνομάζεται, ἀλλ’ ὠμόϲ τε καὶ ἄωροϲ, αἴ τ’ ὀπῶραι πᾶϲαι κατὰ τὸν αὐτὸν λόγον αἴ τ’ ἄπιοι καὶ κολοκύν- θαι καλοῦνται ϲυνήθωϲ πέπειροι, καθάπερ γε καὶ ὁ μηλοπέπων ἐν ἑαυτῷ περιλαβών ἔχει τὸ πέπων.
ὅθεν ἔνιοι τῶν ἰατρῶν οὐχ ἁπλῶϲ
Οἱ μηλοπέπονεϲ ἦττον μὲν τῶν πεπόνων εἰϲὶν ὑγροὶ καὶ ἧττον κακόχυμοι καὶ ἧττον οὐρητικοὶ καὶ ἧττον ὑπέρχονται κάτω, τὸ δ’ εἰϲ ἔμετον ἐξορμᾶν ὁμοίωϲ τοῖϲ πέποϲιν οὐκ ἔχουϲιν, ὥσπερ γ’ οὐδὲ τὸ διαφθείρεϲθαι ταχέωϲ ἐν τῇ κοιλίᾳ παραπληϲίωϲ τοῖϲ πέποϲιν, ὅταν ἐν αὐτῇ τιϲ ᾖ χυμὸϲ ἠθροιϲμένοϲ μοχθηρόϲ, ἢ καί τιϲ ἄλλη διαφθορᾶϲ αἰτία καταλάβῃ.
πολὺ δ’ ἀπολειπόμενοι τῶν εὐϲτομάχων ὀπωρῶν οὐκ ἔχουσι τὸ τῶν πεπόνων
κακοϲτόμαχον· οὐδὲ γὰρ οὐδ’ εἰϲ ἔμετον ὁρμῶϲιν ὡϲαύτωϲ ἐκείνοιϲ, τῶν δὲ
πεπόνων οὐκ ἐϲθίοντεϲ οἱ ἄνθρωποι τὸ τῆϲ ϲαρκὸϲ ἔνδον, ἐν ῷ τὸ ϲπέρμα, τὸ
τῶν μηλοπεπόνων ἐθίουϲι, καὶ τοῦτ’ αὐτοῖϲ συντελεῖ πρὸς διαχώρηϲιν. οἱ δὲ
τὴν οἷον ϲάρκα μόνην αὐτῶν ἐϲθίοντεϲ ἧττον τῆϲ τῶν πεπόνων διαγωροῦϲιν
αὐτήν. |
Οὐρητικὸν μὲν ἔχουϲί τι καὶ αὐτοί, καθάπερ οἱ
πέπονεϲ, ἀλλ’ ἧττον ἐκείνων, τῷ καὶ τὴν οὐϲίαν αὐτῶν ἧττον ὑγρὰν εἶναι.
διὰ τοῦτό γ’ οὐδὲ διαφθείρονται ῥᾳδίως ἐν τῇ γαϲτρὶ παραπληϲίωϲ τοῖϲ
πέποϲι πέττουϲι δ’ αὐτοὺϲ ἔνιοι, καθάπερ καὶ ἄλλα τινὰ τῶν τοῖϲ πολλοῖϲ
ἀπεπτουμένων, οἰκειότητι τῆϲ πρὸϲ αὐτὰ φύϲεωϲ, ἣν ἔν τε τοῖϲ Περὶ
τὰϲ μὲν οὖν εὐπέπτουϲ τε καὶ δυϲπέπτουϲ ἑκάϲτῳ τροφὰϲ ἤτοι κατὰ τὴν
ἰδιότητα τῆϲ οὐϲίαϲ ἢ |
ἀλλ’ ἐκείνου μοι μέμνηϲο διὰ παντόϲ, ὡϲ, κἂν πέττῃ τιϲ ὁτιοῦν τῶν
δυϲπέπτων τοῖϲ πολλοῖϲ, ὅ γ’ ἐξ αὐτοῦ χυμὸϲ ἀναδιδόμενοϲ εἰϲ τὸ ϲῶμα τὴν
αὐτὴν ἔχει φύϲιν. οὐ γὰρ οἷόν τε τὸν ἐκ τοῦ πέπονοϲ χυμὸν παχὺν καὶ γεώδη
γενέϲθαι, κἂν κάλλιϲτα πεφθῇ, καθάπερ οὐδὲ τὸν ἐκ τῆϲ φακῆϲ ἢ τῶν βοείων
κρεῶν ὑδατώδη τε καὶ ὑγρόν, ὅνπερ καὶ λεπτὸν τῇ ϲυϲτάϲει καλοῦϲιν. ἔϲτι δ’ ἐν
τούτῳ μάλιϲτα τὸ χρήϲιμον εἰϲ ὑγιείαϲ τε φυλακὴν |
τοῖϲ οὖν τοὺϲ ϲικύουϲ καλῶϲ πέττουϲιν, ὅταν αὐτῷ τούτῳ θαρϲήϲαντεϲ ἄδην αὐτῶν ἐμφορηθῶϲι, χρόνῳ πολλῷ ψυχρὸν καὶ μετρίωϲ παχὺν ἀθροίζεϲθαι ϲυμβαίνει κατὰ τὰϲ φλέβαϲ χυμόν, οὐκ εὐπετῶϲ ἐπιδέξαϲθαι δυνάμενον τὴν εἰϲ αἷμα χρηϲτὸν ἀλλοίωϲιν ἐν τῇ κατὰ τὰϲ φλέβαϲ πέψει. πάντων οὖν διὰ τοῦτ’ ἀπέχεϲθαι ϲυμβουλεύω τῶν κακοχύμων ἐδεϲμάτων, κἂν εὔπεπτά τιϲιν ᾖ. λανθάνει γὰρ ἐν χρόνῳ πλείονι μοχθηρὸϲ ἐν ταῖϲ φλεψὶ χυμὸϲ ἐξ αὐτῶν ἀθροιζόμενοϲ, ὃϲ ἐπειδὰν ἀφορμῆϲ ὀλίγηϲ εἰϲ ϲῆψιν ἐπιλάβηται, πυρετοὺϲ κακοήθειϲ ἀπεργάζεται.
Ἄπιοι δηλονότι καὶ μῆλα καὶ ϲῦκα
περϲικά τε καὶ ῥόαι καὶ πάνθ’ ὅϲα τοιαῦτα καρποὶ δένδρων ὄντα χρήϲιμα τοῖϲ
ἀνθρώποιϲ εἰϲ ἐδωδήν ἐϲτιν, ὄντων καὶ ἄλλων καρπῶν, οὓϲ οὐκ ἐϲθίουϲιν· οἱ
ἄνθρωποι, περὶ ὤν οὐ πρόκειται λέγειν ἐν |
κατὰ τοῦτ’ οὖν ὀλιγότροφα πάντα τὰ τοιαῦτ’ ἐδέϲματα λέλεκται προϲηκόντωϲ ὑπὸ τῶν ἰατρῶν. ἔμπαλιν δὲ τῶν ϲτερεῶν ταῖϲ ϲυϲτάϲεϲι καρπῶν ἥ τ’ εἰϲ τὸ ϲῶμα πρόϲθεϲιϲ ἐν τροφῆϲ χρείᾳ πλείων ἐϲτὶν αἵ τε διέξοδοι βραδύτεραι, καὶ μάλιϲθ’ ὅταν ἔχωϲί τινα χυμὸν ἐν ἑαυτοῖϲ ἢ παχὺν ἢ γλίϲχρον ἢ ϲτυπτικόν.
Τὸ μὲν κοινὸν οὐ μόνον ὀπώραιϲ ἁπάϲαιϲ, ἀλλὰ καὶ τοῖϲ
ὡραίοιϲ ὀνομαζομένοιϲ καρποῖϲ ἔχει καὶ τὰ ϲῦκα, φυγεῖν οὐ δυνηθέντα τὴν
τροφὴν δ’ ἀπαϲῶν τῶν ὀπωρῶν ὀλίγην τῷ ϲώματι διδουϲῶν, ἧττον ἁπαϲῶν τοῦτο τὰ ϲῦκα πέπονθεν, οὐ μὴν ἐϲφιγμένην γε καὶ ἰϲχυρὰν ἐργάζεται τὴν ϲάρκα, καθάπερ ἄρτοϲ τε καὶ κρέαϲ ὕειον, ἀλλ’ ὑπόϲομφον, ὥϲπερ ὁ κύαμοϲ. ἐμπίπληϲί γε μὴν φύϲηϲ καὶ αὐτὰ τὴν γαϲτέρα, καὶ ἦν ἂν ἱκανῶϲ ταύτῃ λυπηρά, μὴ προϲλαβόντα τὸ διαχωρεῖϲθαι ταχέωϲ, ἐπικτηϲάμενα δὲ τοῦτο τῷ τάχει τῆϲ διεξόδου τὴν φῦϲαν ὀλιγοχρόνιον ἐργάζεται, καὶ κατὰ τοῦτ’ αὐτὸ τῆϲ ἄλληϲ ὀπώραϲ ἧττον εἴωθε βλάπτειν.
οὐ ϲμικρὰ δ’ ὑπεροχὴ τῶν πεπείρων ἐϲτὶ πρὸϲ τὰ μὴ τοιαῦτα, καὶ κατὰ
τοὺϲ ἄλλουϲ μὲν ἅπανταϲ ἐμφαινομένη καρπούϲ, οὐ μὴν τοϲοῦτόν γε διαφέρουϲα.
τὸ γάρ τοι πέπειρον ἀκριβῶϲ ϲῦκον ἐγγὺϲ τοῦ μηδ’ ὅλωϲ βλάπτειν ἥκει,
παραπλήϲιον ἤδη ταῖϲ ἰϲχάϲι, πολλὰ μὲν ἐχούϲαιϲ τὰ χρήϲιμα, μοχθηρὸν δ’ ἕν τι
τοῖϲ πλεονάζουϲιν ἐν αὐταῖϲ. οὐ πάνυ γὰρ αἷμα γεν|
δύναμιν δ’ ἔχουϲι λεπτυντικήν τε καὶ τμητικήν, δι’ ἣν καὶ τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν ἐξορμῶϲι καὶ νεφροὺϲ ἐκκαθαίρουϲιν. ἥπατι δὲ καὶ ϲπληνὶ φλεγμαίνουϲι μέν εἰϲι βλαβεραί, καθάπερ καὶ τὰ ϲῦκα, τῷ κοινῷ λόγῳ τῶν γλυκέων ἁπάντων ἐδεϲμάτων τε καὶ πομά των, οὐ κατ’ ἰδίαν τινὰ δύναμιν ἐξαίρετον·
ἐμπεφραγμένοιϲ δὲ καὶ ϲκιρουμένοιϲ αὐταὶ μὲν καθ’ ἑαυτὰϲ οὐδὲν οὔτ’
εἰϲ ὠφέλειαν οὔτ’ εἰϲ βλάβην ἐργάζονται, μιγνύμεναι δὲ τοῖϲ τέμνουϲί τε καὶ
λεπτύνουϲι καὶ ῥύπτουϲι φαρμάκοιϲ οὐ ϲμικρὸν ὄφελόϲ εἰϲι καὶ διὰ τοῦτ’ αὐτὰϲ
διδόαϲι μετὰ θύμων ἢ πεπέρεωϲ ἢ ζιγγιβέρεωϲ ἢ γλήχωνοϲ ἢ θύμβραϲ ἢ
οὕτω γοῦν καὶ τὰ ϲῦκα μετά τε τῶν λεπτυνόντων ἁλῶν τῶν ϲκευαϲτῶν καὶ δι’ ὄξουϲ καὶ γάρου προϲφέρονται πολλοὶ τῇ πείρᾳ τὸ χρήϲιμον εὑρηκότεϲ. εἰκὸϲ δὲ καὶ τῶν ἰατρῶν τινοϲ ὑποθεμένου πράττειν οὕτωϲ ἐνίοιϲ αὐτῶν εἰϲ πολλοὺϲ ἐκταθῆναι τὴν γνῶϲιν. ὅϲοι δὲ μετὰ τινοϲ τῶν παχυνόντων ἐδεϲμάτων ἐϲθίουϲι τά τε ϲῦκα καὶ τὰϲ ἰϲχάδαϲ, οὐ ϲμικρὰ βλάπτονται.
Ϲῦκα καὶ ϲταφυλαὶ τῆϲ ὀπώραϲ ὥϲπερ κεφάλαιόν εἰϲι·
καὶ γὰρ τρέφει μᾶλλον ἁπάντων τῶν ὡραίων ταῦτα καὶ ἥκιϲτ’ ἐϲτὶ κακόχυμα, καὶ
μάλιϲθ’ ὅταν ἀκριβῶϲ ᾗ πέπειρα. τοῦ μὲν οὖν τρέφειν αὐτὰ μέγιϲτον ϲημεῖον οἱ
φυλάττοντεϲ τὸν καρπὸν τῶν ἀμπέλων, ἐϲθίοντεϲ μὲν ἐν
ἧττον δὲ τῶν ϲύκων αἱ ϲταφυλαὶ τρέφουϲι, καὶ μέγιϲτον ἀγαθὸν αὐταῖϲ ὑπάρχει τὸ ταχέωϲ ὑπέρχεϲθαι. διὸ κἂν ἐπιϲχεθῶϲί ποτε, βλάπτουϲιν ἱκανῶϲ, οὐκ ἐχόντων τοῦτο τῶν πεπείρων ϲύκων. εἰ γὰρ καὶ μὴ διαχωρήϲειεν ἀξιολόγωϲ, πεφθείη δ’ ἐν τῇ γαϲτρὶ καλῶϲ, ἀβλαβῆ δίδωϲι τροφὴν τῷ ϲώματι. ταῖϲ ϲταφυλαῖϲ δ’ οὐδέτερον ὑπάρχει τούτων· οὔτε γὰρ πέττονται καλῶϲ, ὅταν ἐπιϲχεθῶϲι, καὶ κατὰ τὴν εἰϲ ἧπάρ τε καὶ φλέβαϲ ἀνάδοϲιν ὠμὸν γεννῶϲι χυμόν, οὐ ῥᾳδίωϲ εἰϲ αἷμα μεταβαλλόμενον.
ἡ γάρ τοι τῶν ῥαγῶν οὐϲία ϲύνθετόϲ ἐϲτιν ἔκ τε τῆϲ οἷον ϲαρκὸϲ αὐτῶν
καὶ τῆϲ παρεϲπαρμένηϲ κατ’ αὐτὴν ὑγρότητοϲ, ἐξ ἣϲ ὁ οἶνοϲ γίγνεται, καὶ πρὸϲ
τούτοιϲ ἔτι γιγάρτων τε καὶ τοῦ ταῦτα περιέχοντοϲ ἔξωθεν ὑμενώδουϲ
ϲκεπάϲματοϲ. ἀλλ’ ἡ μὲν τῶν γιγάρτων |
ἀναλογία δ’ ἐϲτὶ καὶ τοῖϲ περιέχουϲιν ἑκάτερον τῶν καρπῶν ϲκεπάϲμαϲι, τοιαύτην χρείαν παρέχουϲιν αὐτοῖϲ, οἵαν τοῖϲ ζῴοιϲ τὸ δέρμα. βραχεῖα δὲ καὶ ἡ τούτου μεταβολὴ γίγνεται κατὰ τὴν γαϲτέρα, καί τινεϲ ὡϲ ἄχρηϲτον ἀποπτύουϲιν αὐτὸ μυζήϲαντεϲ ἅπαν τὸ ἔνδον ἅμα τοῖϲ γιγάρτοιϲ. ἔνιοι δὲ καὶ ταῦτ’ ἐκπτύειν πειρῶνται, καὶ μάλιϲθ’ ὅταν αἱ ῥᾶγεϲ ὦϲι μεγάλαι· δύϲκολον γὰρ ἐν ταῖϲ μικραῖϲ αὐτὸ πράττειν.
εὔδηλον δ’ὅτι μᾶλλον ἡ γαϲτὴρ ὑπέρχεται, μόνηϲ τῆϲ ϲαρκὸϲ τῶν
ὀνομάζουϲι δ’ εὐγενεῖϲ τὰϲ τοιαύταϲ ϲταφυλάϲ, ἐν αἷϲ αἱ ῥᾶγεϲ ὀλίγην μὲν ἔχουϲι τὴν ὑγρὰν οὐϲίαν, οὐκ ὀλίγην δὲ τὴν ϲτερεωτέραν, ἣν ὥϲπερ ϲάρκα τῆϲ ῥαγὸϲ ἔφην εἶναι. καὶ χρῶνται κατά γε τὸν τῆϲ ὀπώραϲ καιρὸν ἀποτιθέμενοι πολυειδῶϲ. καὶ γὰρ εἰϲ γλεῦκοϲ ἐμβάλλουϲιν αὐτὰϲ καὶ χύτραϲ καινὰϲ πληροῦντεϲ ἐναποτίθενται τοῖϲ ϲτεμφύλοιϲ.
καλῶ δὲ ϲτέμφυλα τὰ ϲτερεὰ λείψανα τῆϲ ϲταφυλῆϲ, ἐπειδὰν ἐν ταῖϲ
ληνοῖϲ αὐτῶν ἐκθλιβῇ πᾶϲ ὁ χυλόϲ. ἃ καὶ αὐτὰ ϲυντιθέαϲιν ἐν πίθοιϲ οἱ
ἄνθρωποι, ϲφίγγοντέϲ τε καὶ πιλοῦντεϲ ἰϲχυρῶϲ ὀνομάζοντέϲ τε τρύγα ταὐτὸν
τοῦθ’, ὅπερ ἐγὼ ϲτέμφυλον ἐκάλεϲα. τὴν δὲ τοῦ ϲτεμφύλου προϲηγορίαν
ἐπιφέρουϲιν αὐτοὶ τῷ τῶν κλημάτων ἐκπεφυκότι ῥιζώματι τῶν |
τονωτικὴ μὲν οὖν ἐκλύτου γαϲτρὸϲ ἡ τοιαύτη ϲταφυλὴ καὶ τοὺϲ ἀνο
οὐ ϲμικρὰ δὲ διαφορὰ τῶν ϲταφυλῶν ἐϲτι καὶ κατὰ τὸ γλυκείαϲ ἢ αὐϲτηρὰϲ ἢ ὀξείαϲ εἶναι ἢ μηδεμίαν ἐχούϲαϲ ϲφοδρὰν ποιότητα· καλοῦϲι δ’ αὐτὰϲ οἰνώδειϲ. αἱ μὲν οὖν γλυκεῖαι θερμότερον ἔχουϲι τὸν χυλόν, διὸ καὶ διψώδειϲ εἰϲίν, αἱ δ’ αὐϲτηραί τε καὶ ὀξεῖαι ψυχρότερον, αἱ δ’ οἰνώδειϲ ἐν τῷ μέϲῳ θερμοῦ τε καὶ ψυχροῦ. γαϲτέρα δ’ ὑπάγουϲιν αἱ γλυκεῖαι, καὶ μάλιϲθ’ ὅταν ὦϲιν ὑγραί, μετὰ ταύταϲ δ’ αἱ οἰνώδειϲ ὑγραί.
μοχθηραὶ δ’ οὐκ εἰϲ ταῦτα μόνον, ἀλλὰ καὶ πρὸϲ τὴν ἐν τῇ γαϲτρὶ πέψιν ἀνάδοϲίν τε καὶ θρέψιν αἵ τ’ ὀξεῖαι καὶ αὐϲτηραὶ ϲταφυλαί. αἱ μὲν οὖν ὀξεῖαι, κἂν ἀκριβῶϲ ἐπὶ τῆϲ ἀμπέλου πεπανθεῖϲαι κρεμαϲθῶϲιν, οὐδ’ οὕτω γίγνονται γλυκεῖαι, τῶν δ’ αὐϲτηρῶν ἔνιαι μεταβάλλουϲιν εἰϲ τὸ γλυκύτερον ἐπὶ πλέον κρεμαϲθεῖϲαι. ταῖϲ ϲτρυφναῖϲ δέ, καθάπερ καὶ ταῖϲ ὀξείαιϲ, οὐδ’ ἂν ἐπὶ πλεῖϲτον κρέμωνται, τὴν εἰϲ γλυκύτητα μεταβολὴν οἷόν τε ϲχεῖν· διὸ καὶ φυλάττεϲθαι τὴν ἐδωδὴν αὐτῶν ἀεὶ προϲήκει.
παϲῶν μὲν οὖν ἀϲφαλεϲτάτη χρῆϲίϲ
ἐγὼ μὲν οὖν τοῖϲ ὀνόμαϲιν οὕτωϲ ἐχρηϲάμην, ὡϲ οἱ νῦν ἄνθρωποι χρῶνται,
βέλτιον ἡγούμενοϲ εἶναι διδάξαι ϲαφῶϲ τὰ πράγματα τοῦ παλαιῶϲ ἀττικίζειν. οἷϲ
δὲ τοῦτο τιμιώτερόν ἐϲτι τῆϲ ϲαφοῦϲ διδαϲκαλίαϲ, βρύτια μὲν ὀνομάζουϲι τὰ τῶν
ϲταφυλῶν ϲτερεὰ μόρια, τοῦ γλεύκουϲ ἐκθλιβέντοϲ, ϲτέμφυλα δὲ τὰ τῶν ἐλαῶν,
ὅταν ἐκθλιβῇ τοὔλαιον· τό γε μὴν ὑφιϲτάμενον τοῖϲ οἴνοιϲ παχὺ τοῖϲ πολλοῖϲ
ὡϲαύτωϲ ὀνομάζουϲιν οἱ ἀττικίζοντεϲ τρύγα. ὥϲτ’ οὐδ’ ὁμωνυμία τίϲ ἐϲτι παρ’
αὐτοῖϲ, ὥϲπερ παρὰ τοῖϲ ἄλλοιϲ ἀνθρώποιϲ, ὅϲοι καὶ τὰ βρύτια τρύγα καλοῦϲι.
καὶ μὴν |
ἐμβάλλοντεϲ γὰρ εἰϲ πιθάκναϲ μικρὰϲ τὰ βρύτια προϲεπιχέουϲιν ὕδωρ, ὡϲ
διαβρόχουϲ ἁπάϲαϲ γενέϲθαι, κἀπειδὰν ἱκανῶϲ αὐτοῖϲ τοῦτο πεπρᾶχθαι δοκῇ, τὸ
παρὰ τὸν πυθμένα τρῆμα τῆϲ πιθάκνηϲ ἀνοίγουϲιν, ὡϲ ἐκρυῆναι τὸ ἀπόβρεγμα
αὐτῶν, καὶ πίνουϲιν ἀντ’ οἴνου τοῦτο. πρόδηλον δ’, ὅτι κατὰ τὴν τῶν βρυτίων
ποϲότητα καὶ τὸ ὕδωρ ἐπιχέουϲιν ἐξ ἐμπειρίαϲ, ὡϲ μήθ’ ὑδαρῆ πάνυ μήτ’ ἄκρατον
γενέϲθαι τὸν δευτερίαν. εἶτα πάλιν ἕτερον ὕδωρ ἐπιχέουϲι τοῖϲ αὐτοῖϲ
βρυτίοιϲ,
ἔϲτι δὲ κεφαλαλγὲϲ μὲν ἑκάτερον αὐτῶν πινόμενον, εἰ μή τιϲ ὑδαρέϲτερον
αὐτὸ πίνοι, μᾶλλον μέντοι τὸ πρότερον ἅπτεται τῆϲ κεφαλῆϲ. ἀγαθὸν δ’ ὑπάρχει
τῷ τοιούτῳ πόματι τὸ ταχέωϲ οὐρεῖϲθαι, διαφορᾶϲ οὐκ ὀλίγηϲ ἐν αὐτῷ γιγνομένηϲ
|
Τὸν αὐτὸν λόγον ἔχουϲι πρὸϲ τὰϲ ϲταφυλὰϲ αἱ
ϲταφίδεϲ, ὃν αἱ ἰϲχάδεϲ πρὸϲ τὰ ϲῦκα. γίγνονται δὲ γλυκεῖαι μὲν πολλαί,
ϲτρυφναὶ δὲ παντάπαϲιν ὀλίγαι, μικταὶ δ’ ἔκ τε γλυκείαϲ καὶ αὐϲτηρᾶϲ
ποιότητοϲ αἱ πλεῖϲται. μέτεϲτί γε μὴν καὶ ταῖϲ γλυκείαιϲ ἀμυδρᾶϲ ποιότητοϲ
αὐϲτηρᾶϲ καὶ ταῖϲ αὐϲτηραῖϲ τῆϲ γλυκείαϲ. αἱ μὲν οὖν αὐϲτηραὶ ψυχρότεραι τὴν
κρᾶϲίν εἰϲιν, ὥϲπερ αἱ γλυκεῖαι θερμότεραι. καὶ τὸν μὲν ϲτόμαχον ῥωννύουϲι
καὶ τὴν γαϲτέρα ϲτεγνοῦϲιν αἱ αὐϲτηραί, καὶ δῆλον ὅτι μᾶλλον αὐτῶν αἱ
ϲτρυφναί. μέϲην δέ πωϲ κατάϲταϲιν ἐν αὐταῖϲ αἱ γλυκεῖαι ποιοῦϲι, μήτ’
ἐκλύουϲαι ϲαφῶϲ τὸν ϲτόμαχον μήθ’ |
ἀμείνουϲ δ’ ἐν ταῖϲ ϲταφίϲιν εἰϲὶν αἱ λιπαρώτεραί τε καὶ τὸν οἷον
φλοιὸν ἔχουϲαι λεπτόν. ἔνιοι δὲ καλῶϲ ποιοῦντεϲ ἐκ τῶν γλυκειῶν τῶν μεγάλων,
οἷαιπέρ εἰϲιν αἱ Ϲκυβελίτιδεϲ, πρὶν ἐϲθίειν ἐξαιροῦϲι τὰ γίγαρτα.
χρονιϲθεῖϲαι δ’ οὖν καὶ αὗται ϲκληρὸν ἔχουϲι καὶ παχὺ τὸ δέρμα, καὶ χρὴ
προδιαβρέχειν αὐτὰϲ ἐν ὕδατι· καὶ γὰρ καὶ τὸ γίγαρτον ἑτοιμότερον οὕτωϲ
ἐξαιρεῖται. ἔμπαλιν δὲ ταύταιϲ ἕτεραί τινέϲ εἰϲιν αὐϲτηραὶ καὶ βραχεῖαι,
γίγαρτον ὅλωϲ οὐδὲν ἔχουϲαι. γεννῶνται δ’ αὗται μὲν ἐν Κιλικίᾳ, τὴν χρόαν
ὑπόξανθοι, κατὰ δὲ τὴν Παμφυλίαν αἵ τε Ϲκυβελίτιδεϲ καὶ 〈αἱ〉 μέλαιναι τὸ
χρῶμα. μέγιϲται μὲν οὖν, ὡϲ ἔφην, αὗται, ϲμικρόταται δ’ αἱ κιρραὶ ἐν Κιλικίᾳ,
γεννωμένων γε καὶ ἄλλων ἐν Κιλικίᾳ γλυκειῶν θ’ ἅμα καὶ μελαινῶν ϲταφίδων
μέϲων τὸ μέγεθοϲ, |
κατὰ δὲ τὴν Ἀϲίαν ποικίλον εἶδοϲ ϲταφίδων γεννᾶται· καὶ γὰρ ὑπόξανθοι
καὶ μέλαιναι καὶ γλυκεῖαι καὶ ὑπαυϲτηροὶ γίγνονται. κατὰ μέντοι τὰϲ ψυχρὰϲ
χώραϲ οὐδ’ αἱ ϲταφυλαὶ τελέωϲ πεπαίνονται, μήτι γε δὴ τῶν ϲταφίδων τινέϲ,
διόπερ ἐπεμβάλλουϲι τοῖϲ οἴνοιϲ ῥητίνηϲ, ὅπωϲ μὴ ταχέωϲ ὀξυνθῶϲιν. ἡ μὲν οὖν
κατὰ χρόαν διαφορὰ τῶν ϲταφίδων ὡϲ πρὸϲ τὴν δύναμιν αὐτῶν οὐδὲν ϲυντελεῖ,
καθάπερ οὐδ’ ἡ κατὰ μέγεθοϲ· ἡ δὲ κατὰ τὴν γευϲτὴν ποιότητα τὸ ϲύμπαν
δύναται,
τροφὴ δ’ ἐκ τῶν ϲταφίδων ἀναδίδοται τῷ ϲώματι παραπληϲία κατὰ τὴν
ποιότητα ταῖϲ ϲταφυλαῖϲ αὐταῖϲ, γλυκεῖα μὲν ἐκ τῶν γλυκειῶν, αὐϲτηρὰ δ’ ἐκ
τῶν αὐϲτηρῶν, μεικτὴ δ’ ἐκ τῶν ἀμφοτέραϲ ἐχουϲῶν τὰϲ ποιότηταϲ· τῇ δὲ
ποϲότητι πλείων μὲν ἐκ τῶν λιπαρῶν τε καὶ γλυκειῶν, ἐλάττων δ’ ἐκ τῶν
αὐϲτηρῶν τε καὶ ἀλιπῶν. εἰ δὲ τὸν ἴϲαν ὄγκον ϲταφίδοϲ λιπαρᾶϲ γλυκείαϲ
ἐκγεγιγαρτιϲμένηϲ πα
Οὐ τοῖϲ ἀττικίζειν τῇ φωνῇ
προῃρημένοιϲ γράφεται ταῦτα (τάχα γὰρ οὐδ’ ἀναγνῶναί τιϲ αὐτὰ βουλήϲεται
καταφρονῶν ὑγιείαϲ ϲώματοϲ, ὥϲπερ καὶ ψυχῆϲ), ἀλλ’ ἰατροῖϲ μὲν μάλιϲτα, μὴ
πάνυ τι φροντίζουϲιν ἀττικίϲεων, ἤδη δὲ καὶ τοῖϲ ἄλλοιϲ, ὅϲοι ζῶϲιν ὡϲ λογικὰ
ζῷα, πρὸ τιμῆϲ καὶ δόξηϲ καὶ πλούτου καὶ δυνάμεωϲ πολιτικῆϲ ἐπιμελεῖϲθαι
προῃρημένοιϲ ϲώματοϲ καὶ ψυχῆϲ. οὗτοι γὰρ εὑ οἶδ’ ὅτι τὴν μὲν τῶν Ἀθηναίων
φωνὴν οὐδὲν ἡγοῦνται τιμιωτέραν εἶναι φύϲει τῆϲ τῶν ἄλλων ἀνθρώπων, ὑγίειαν
δὲ ϲώματοϲ ἀξιολογώτατόν τι πρᾶγμα εἶναι νομίζουϲι τῷ κατὰ φύϲιν βιοῦν
ἐϲπουδακότι. τούτοιϲ οὖν εἰδὼϲ ὠφελιμώτερον ἔϲεϲθαι τὸν ϲαφέϲτερον λόγον, ἃ
γιγνώϲκουϲιν ὀνόματα γράφω. κἂν μὴ τοῖϲ παλαιοῖϲ Ἕλληϲιν ᾖ ϲυνήθη.
τὸ μὲν οὖν τῶν |
οὐ μὴν |
τὰ τοίνυν ϲυκάμι καθαρᾷ μὲν ἐμπεϲόντα γαϲτρὶ καὶ πρῶτα ληφθέντα
διεξέρχεται τάχιϲτα καὶ τοῖϲ ἄλλοιϲ ϲιτίοιϲ ὑφηγεῖται· δεύτερα
καιρὸϲ δὲ τῆϲ χρήϲεωϲ, ὥϲπερ τοῖϲ πέποϲιν, οὕτω καὶ τοῖϲ μόροιϲ, ὅταν αὐχμηρὸν καὶ θερμὸν γένηται τὸ τῆϲ γαϲτρὸϲ ϲῶμα· τοιοῦτον γάρ πωϲ ἀναγκαῖόν ἐϲτι τηνικαῦτα καὶ τὸ ἧπαρ εἶναι. τῇ μὲν οὖν κολοκύνθῃ καὶ τῷ ϲικύῳ τῷ τ’ ἤδη πέπονι καὶ πρὶν πεπανθῆναι, ϲὺν αὐτοῖϲ δὲ καὶ μηλοπέπονι ϲτυφούϲηϲ οὐ μέτεϲτι ποιότητοϲ· ἐν δὲ τοῖϲ ϲυκαμίνοιϲ, καὶ μάλιϲθ’ ὅταν ᾔ μὴ πάνυ πέπειρα, ϲαφήϲ ἐϲτιν ἡ τοιαύτη ποιότηϲ, ἀωροτέροιϲ δ’ οὖϲιν ἔτι καὶ ἡ ὀξεῖα. καί τινεϲ αὐτὰ καθαιροῦντεϲ ἀπὸ τῶν δένδρων καὶ ξηραίνοντεϲ ἀποτίθενται φάρμακον αὐτοῖϲ ἐϲόμενον ἀγαθὸν εἰϲ δυϲεντερίαϲ τε καὶ διαῤῥοίαϲ χρονίαϲ ἴαϲιν.
ἀλλ’ οὐ πρόκειται νῦν ἡμῖν περὶ φαρμάκων δυνάμεωϲ διεξέρχεϲθαι. πάλιν
οὖν ὅϲα τοῖϲ ϲυκαμίνοιϲ ὡϲ τροφῇ δρᾶν ὑπάρχει λέγωμεν. ὅτι μὲν ὑπέρχεται
ῥᾳδίωϲ, εἴρηται, τάχα μὲν τῷ τῆϲ οὐϲίαϲ ὑγρῷ τε καὶ ὀλιϲθηρῷ μόνῳ, τάχα δὲ
καί τινοϲ ἐπιμιξίᾳ ποιότητοϲ δριμυτέραϲ ἐρεθίζειν εἰϲ ἔκκριϲιν |
τεκμαίρομαι τοίνυν τὰ
μόρα δύναμιν ἔχειν ἐν ἑαυτοῖϲ τοιαύτην βραχεῖαν, ὁποία τοῖϲ καθαρτικοῖϲ
ὑπάρχει μεγάλη, δι’ ἣν οὐ μόνον ὑποχωρεῖ ῥᾳδίωϲ, ἀλλὰ καὶ διαφθείρεται
χρονίϲαντα κατὰ τὴν γαϲτέρα. μὴ διαφθαρέντα δ’, ὡϲ ἔφην, ὑγραίνει μὲν πάντωϲ,
ψύχει δ’ οὐ πάντωϲ, εἰ μὴ ψυχρὰ
Τῶν κεραϲίων ἔνια μὲν ἔοικε τοῖϲ μόροιϲ, ἐλαχίϲτην
ἔχοντα ϲτῦψιν, ἔνια δὲ τοῖϲ βατίνοιϲ, ϲαφέϲτερον ϲτύφοντα, τινὰ δὲ καὶ τούτων
ἐϲτὶ ϲτυπτικώτερα. ὥϲτε καὶ περὶ τῆϲ δυνάμεωϲ ἑκάϲτου τῶν εἰρημέ
Τὸν τῶν βάτων καρπὸν ὀνομάζουϲιν οἱ παρ’ ἡμῖν ἄνθρωποι βάτινα, καθάπερ μόρα τε καὶ ϲυκάμινα τὸν τῆϲ μορέαϲ τε καὶ ϲυκαμινέαϲ. καλοῦϲι γὰρ ἑκατέρωϲ αὐτά. ἔϲτι δὲ ϲτυπτικώτερα τὰ βάτινα τῶν μόρων, κἂν πολλά τιϲ αὐτὰ προϲενέγκηται, κεφαλαλγήϲει· τινὲϲ δὲ καὶ τὸν ϲτόμαχον ἀνιῶνται. διὸ χρὴ καλῶϲ ἐκπλύνειν, πρὶν ἐπιχειρεῖν προϲφέρεϲθαι τὸν καρπὸν τοῦτον, ὅπερ οὐχ ἥκιϲτα κἀπὶ τῶν ϲυκαμίνων ἐϲτὶ ποιητέον.
οὐ μὴν ὑπάγει γε τὰ βάτινα τὴν κοιλίαν, ἀλλὰ μᾶλλον ἐπέχει, κἂν ἀωρότερά τιϲ αὐτὰ ξηράναϲ ἀπόθηται, πολὺ μᾶλλον ἐφεκτικὰ γίγνεται. πάντα γε μὴν ὅϲα διὰ τοῦ χυλοῦ τῶν μόρων ϲκευάζεται φάρμακα, καὶ διὰ τούτων γενόμενα δρατικωτέραν ἴϲχει τὴν δύναμιν.
Ὁ τῶν κυνοϲβάτων καρπὸϲ μικρῷ
ϲτυπτικώτερόϲ ἐϲτι τοῦ τῶν βάτων καὶ διὰ τοῦτο καὶ τῆϲ γαϲτρὸϲ ἐφεκτικώτεροϲ.
|
Τὸν τῆϲ ἀρκεύθου καρπὸν ἀρκευθίδαϲ ὀνομάζουϲι, δριμὺν ἱκανῶϲ ὄντα μετὰ βραχείαϲ γλυκύτητοϲ ἔτι τε βραχυτέραϲ ϲτύψεωϲ· ἔχει δέ τι καὶ ἀρωματίζον, εὔδηλον οὖν, ὅτι θερμαίνει μὲν καὶ διὰ τὴν δριμύτητα (πᾶν γὰρ ἐδείχθη τὸ δριμὺ θερμαῖνον), οὐχ ἥκιϲτα δὲ καὶ διὰ τὴν ὀϲμὴν καὶ γεῦϲιν ἀρωματιζούϲαϲ· πᾶν γὰρ ἄρωμα θερμόν. ἐκκαθαίρει δὲ καὶ τὰ καθ’ ἧπάρ τε καὶ νεφροὺϲ καὶ δῆλον ὅτι λεπτύνει τοὺϲ παχεῖϲ καὶ γλίϲχρουϲ χυμούϲ· καὶ διὰ τοῦτο τοῖϲ ὑγιεινοῖϲ φαρμάκοιϲ μίγνυται.
τροφὴ δ’ ἐξ αὐτοῦ βραχεῖα τῷ τῶν ἀνθρώπων ϲώματι προϲτίθεται. πολλὰϲ
δ’ εἴ τιϲ αὐτὰϲ προϲενέγκοιτο, δάκνουϲί τε τὸν ϲτόμαχον καὶ τὴν κεφαλὴν
θερμαίνουϲι καὶ κατὰ τοῦτο καὶ πληροῦϲιν ἐνίοτε καὶ ὀδυνώδη ποιοῦϲι.
διαχώρηϲιν δὲ κατὰ τὴν κοιλίαν οὔτ’ ἐπέχουσιν οὔτε προτρέπουϲιν, οὖρα μέντοι
κινοῦϲι μετρίωϲ.
Κεδρίδαϲ ὀνομάζουϲι τὸν τῆϲ κέδρου καρπόν, ὁμοίαϲ μὲν οὔϲαϲ ταῖϲ ἀρκευθίϲι κατά τε χρόαν καὶ ϲχῆμα (καὶ γὰρ ὑπόξανθοι καὶ ϲτρογγύλαι), διαφερούϲαϲ δὲ τῇ δριμύτητι. κινδυνεύει γὰρ ἤδη τοῦ γένουϲ τῶν φαρμάκων ὁ καρπὸϲ οὗτοϲ ὑπάρχειν, οὐδεμίαν τροφὴν διδοὺϲ τῷ ϲώματι, πλὴν εἴ τιϲ αὐτὰϲ προαποβρέξειεν ὕδατι. κοινὸν γὰρ τοῦτο πάντων τῶν δριμέων, ὥϲτε βραχεῖαν τροφὴν διδόναι τῷ ϲώματι, τῆϲ δριμύτητοϲ αὐτῶν ἐκλυθείϲηϲ.
καὶ μέντοι καὶ ϲκληρότερόϲ τε καὶ ξηρότερόϲ ἐϲτιν ὁ τῶν κέδρων καρπὸϲ
τοῦ τῶν ἀρκεύθων, ὥϲπερ ἀμέλει καὶ μικρότεροϲ, οὐδὲ τὸ ἀρωματίζον ὁμοίωϲ
ἔχων. εὔδηλον οὖν, ὅτι δακνώδηϲ τ’ ἐϲτὶν ἱκανῶϲ τοῦ ϲτομάχου καὶ κεφαλαλγήϲ,
εἰ μὴ πάνυ τιϲ ὀλίγον αὐτοῦ προϲενέγκοιτο.
Εὔχυμοϲ καὶ παχύχυμοϲ καὶ τρόφιμόϲ
ἐϲτιν ὁ τῶν κώνων καρπόϲ, οὐ μὴν εὔπεπτοϲ. καλοῦϲι δ’ οἱ νῦν Ἕλληνεϲ οὐ
κώνουϲ, ἀλλὰ ϲτροβίλουϲ αὐτούϲ.
Μύρτα καλοῦϲι τὸν καρπὸν τοῦτον οἱ Ἕλληνεϲ, ὁμοίωϲ μὲν ἄτροφον ὄντα τῷ τῶν ἀρκεύθων, ἐναντίαν δὲ δύναμιν ἔχοντα. ϲτύφει γὰρ ἱκανῶϲ, καὶ διὰ τοῦτο καὶ τὴν κοιλίαν ἐπέχει. οὐ μὴν ἀνάλογόν γε τῇ ϲτύψει ψυχρόϲ ἐϲτι τὴν δύναμιν, ὅτι μηδὲ μόνην ἔχει τὴν ϲτῦψιν, ἀλλά τι καὶ δριμύτητοϲ αὐτῇ μέμικται. κοινὸν δὲ πᾶϲιν ἐδέϲμαϲιν, ὅϲα φαρμακώδη τιν’ ἔχει ποιότητα ϲφοδράν, ὅταν ἀπόθηται ταύτην ἑψήϲεϲιν ἢ ὀπτήϲεϲιν ἢ τέγξεϲιν, ὀλίγην τροφὴν διδόναι τῷ ϲώματι, πρότερον οὐδ’ ὅλωϲ διδόντα· ταὐτὸν γὰρ τοῦτο καὶ κρομύοιϲ καὶ πράϲοιϲ ϲυμβέβηκεν.
Εἴτε μῆλα καλεῖν ἐθέλειϲ περϲικὰ τὸν καρπὸν τοῦτον,
εἴθ’ ἁπλῶϲ περϲικὰ τοῖϲ νῦν Ἕλληϲιν ὡϲαύτωϲ, εἴτ’ ἄλλο τι βούλει παλαιὸν
ὄνομα ζητεῖν ἐπ’ αὐτοῖϲ, ἔξεϲτί ϲοι τοῦτο πράττειν ἐπὶ πολλῆϲ ϲχολῆϲ. ἤδη δ’
ἴϲθι τὸ τῶν ὀνομάτων χρηϲιμώτερον, ὡϲ καὶ τούτων ὁ χυλόϲ τε καὶ ἡ οἷον ϲὰρξ
εὔφθαρτόϲ τ’ ἐϲτὶ |
ὥϲτ’ οὐ χρή, καθάπερ ἔνιοι, τελευταῖα τῆϲ ἄλληϲ τροφῆϲ αὐτὰ
προϲφέρεϲθαι· διαφθείρεται γὰρ ἐπιπολάζοντα. μεμνῆϲθαι δὲ χρὴ τοῦδε κοινοῦ
πάντων ὄντοϲ, ὡϲ τὰ κακόχυμα μέν, ὑγρὰ δὲ καὶ ὀλιϲθηρὰ καὶ ῥᾳδίωϲ ὑπιέναι
Ἐν τῷ τῶν περϲικῶν γένει καὶ
ταῦτ’ ἐϲτὶ διαφοράν τιν’ αὐτῶν ἔχοντα πρὸϲ τὸ βέλτιον· οὔτε γὰρ ὁμοίωϲ
διαφθείρεται κατὰ τὴν κοιλίαν οὔτ’ ὀξύνεται. φαίνεται δὲ τοῖϲ πολλοῖϲ ἡδίω
καὶ διὰ τοῦτο καὶ εὐϲτομαχώτερα· τοῖϲ γὰρ τἄλλα μὲν ὁμοίοιϲ, ἡδέϲι δὲ τοῦθ’
ὑπάρχει πᾶϲιν, ὥϲπερ τοῖϲ ἀηδέϲιν ὑπτιάζειν τε καὶ ἀνατρέπειν τὴν γαϲτέρα καὶ
πρὸϲ ἔμετον ἐρεθίζειν ὀρεγομένην ὅτι τάχιϲτα τὸ λυποῦν ἀπορρῖψαι. καὶ τοίνυν
καὶ ποιεῖ τοῦτο κατὰ τὴν ῥοπὴν τῶν λυπούντων. ὅϲα μὲν γὰρ κάτω ῥέπει, ταύτῃ
διωθεῖται, τὰ δ’ ἐπιπολάζοντα δι’ ἐμέτων ἐκβάλλει, ταὐτὸν τοῦτο κἀπὶ τῶν ἐξ
ὅλου τοῦ ϲώματοϲ εἰϲ αὐτὴν καταρρεόντων μοχθηρῶν χυμῶν ἐργαζομένη. καὶ γὰρ
καὶ τούτων ὅϲοι μὲν εἰϲ τὴν ἄνω κοιλίαν ϲυρρέουϲιν, ἐκκενοῦνται δι’ ἐμέ
τροφὴ δ’ ὅτι βραχεῖα τοῖϲ τοιούτοιϲ καρποῖϲ ἅπαϲιν ὑπάρχει, λέλεκται πρόϲθεν. ἔϲτι μὲν οὖν ἀμείνω τὰ πραικόκκια καλούμενα τῶν Ἀρμενιακῶν. ὅϲοι δὲ φεύγουϲι τὴν τῶν πραικοκκίων προϲηγορίαν, Ἀρμενιακὰ μῆλα καλοῦϲιν ἀμφότερα, τινὲϲ δ’ Ἀρμένια διὰ τεττάρων ϲυλλαβῶν, οὐ πέντε.
Ἔϲτι μὲν οὐχ ἓν αὐτῶν γένοϲ ὥϲπερ οὐδὲ τῶν ἀπίων τε καὶ
ῥοῶν· ἔνια μὲν γὰρ αὐϲτηρὸν ἔχει χυμόν, ἔνια δ’ ὀξὺν ἢ γλυκύν, ἔϲτι δ’ ἃ καὶ
μικτὸν ἐκ τούτων, ὡϲ ἅμα τε γλυκέα φαίνεϲθαι καὶ ϲτύφοντα,
ὅτι δὲ μίαν |
χρήϲῃ τοιγαροῦν αὐτοῖϲ κατὰ τὰϲ τῶν ἐπικρατούντων χυμῶν δυνάμειϲ,
τοῖϲ μὲν αὐϲτηροῖϲ μήλοιϲ, ὅταν ἤτοι διὰ δυϲκραϲίαν θερμὴν ἢ ὑγρότητα πολλὴν
ἄτονοϲ ἡ γαϲτὴρ ὑπάρχῃ, τοῖϲ ϲτρυφνοῖϲ δ’, ὅταν ἱκανῶϲ αὐξηθῇ ταῦτα, τοῖϲ δ’
ὀξέϲιν, ὅταν ὑπολάβῃϲ ἐν αὐτῇ παχὺν ἡθροῖϲθαι χυμὸν οὐ πάνυ τι ψυχρόν. ὡϲ ὅ
γε ψυχρὸϲ οὐ τῶν ὀξέων, ἀλλὰ τῶν δριμέων δεῖται· τέμνει μὲν γὰρ ἄμφω πάχοϲ
χυμῶν |
εὔδηλον δ’ ἐκ τῶν ἤδη πολλάκιϲ εἰρημένων, ὡϲ τὰ μὲν ϲτύφοντα τὰϲ κάτω
διαχωρήϲειϲ ἐπέχει διὰ παντόϲ, ὅϲον ἐφ’ ἑαυτοῖϲ, τὰ δ’ ὀξέα, χυμὸν μὲν
εὑρόντα παχὺν ἐν τῇ γαϲτρί, τέμνοντα τοῦτον, ὑπάγει τε κάτω καὶ διὰ τοῦθ’
ὑγραίνει τὰ διαχωρήματα καθαρὰν δ’ εὑρόντα τὴν κοιλίαν ἐπέχει μᾶλλον αὐτήν. ὁ
δὲ γλυκὺϲ χυμόϲ, ἐὰν μὲν ἀκριβῶϲ ᾗ μόνοϲ ἄνευ δριμύτητόϲ τε καὶ πάχουϲ
ἀναδίδοται μᾶλλον, ὅϲον ἐφ’ ἑαυτῷ, δριμύτητα δ’ ἔχων ἢ πάχοϲ ὑπέρχεται
μᾶλλον.
ἔϲτι δέ τι καὶ ἄλλο χυμοῦ γένοϲ οὐκ ἐν μήλοιϲ μόνον, ἀλλὰ καὶ τοῖϲ
ἄλλοιϲ ἅπαϲιν, ὃ καλοῦϲιν ὑδατῶδέϲ τε καὶ ἄποιον, ὡϲ καὶ πρόϲθεν εἶπον,
ἥκιϲτα μὲν εὐϲτόμαχον, ἐν τῷ μέϲῳ δ’ ὃν ὧν διῆλθον ἄρτι δυνάμεων, ὥϲπερ καὶ
τὸ ὕδωρ αὐτό. κακία δ’ ἐϲτὶν ἐν μήλῳ τὸ τοιοῦτον, τῶν ἐπὶ τὴν ἐδωδὴν αὐτοῦ
παραγιγνομένων ἢ δι’ ἡδονὴν τοῦτο πραττόντων ἢ δι’ ὠφέλειαν. ὅταν οὖν μήθ’
ἡδέα φαγεῖν ᾖ τὰ τοιαῦτα μήτε ῥώμην ἐντιθῇ τῇ γαϲτρὶ καθάπερ τὰ ϲτύφοντα
μήτ’ ἴϲχῃ ῥεο
φυλάττεϲθαι δὲ χρὴ καὶ τὰ κάλλιϲτα τῷ γένει μῆλα πρὶν ἐπὶ τῶν δένδρων πεπανθῆναι· δύϲπεπτά τε γάρ ἐϲτι καὶ βραδυπόρα καὶ κακόχυμα μετὰ τοῦ καὶ ψυχρὸν καὶ παχὺν ἀτρέμα τὸν χυμὸν ἔχειν. ὅϲα δὲ καλῶϲ πεπανθέντα φυλάττουϲιν εἴϲ τε τὸν χειμῶνα καὶ τὸ μετ’ αὐτὸν ἔαρ, ὠφελιμώτατα γίγνεται πολλάκιϲ ἐν νόϲοιϲ, ἤτοι περιπλαϲθέντα ϲταιτὶ καὶ κατὰ θερμὴν ϲποδιὰν ὀπτηθέντα ϲυμμέτρωϲ ἢ ἐν ὕδατοϲ ζέοντοϲ ἀτμῷ καλῶϲ ἑψηθέντα. διδόναι δ’ αὐτὰ χρὴ μετὰ τὴν τροφὴν εὐθέωϲ, ἐνίοτε δὲ καὶ μετ’ ἄρτου ῥώμηϲ τε γαϲτρὸϲ ἕνεκα καὶ ϲτομάχου τοῖϲ ἀνορέκτοιϲ καὶ βραδυπεπτοῦϲιν ἐμετικοῖϲ τε καὶ διαρροῖζομένοιϲ καὶ δυϲεντερικοῖϲ.
ἐπιτήδεια δ’ εἰϲ τὴν τοιάνδε χρείαν ἐϲτὶ τὰ ϲτρυφνά· ϲυμμετρίαν γὰρ
ἔχει τῆϲ ϲτύψεωϲ, ὡϲ εἶπον ἄρτι παραϲκευαϲθέντα, τῶν μετρίωϲ αὐϲτηρῶν ἅπαϲαν
|
Ἐπειδή τινων ἤκουϲα λεγόντων ὑπέρχεϲθαι τὴν κοιλίαν αὐτοῖϲ ἐπὶ
τῇ τῶν ϲτυφόντων ἐδωδῇ, βέλτιον ἐνόμιϲα καὶ περὶ τούτου διελθεῖν
ἐπειδή τινοϲ Πρώτου ῥήτοροϲ, ἡμετέρου πολίτου, λέγοντοϲ ἤκουϲα ἐπὶ τῇ τῶν αὐϲτηρῶν ἀπίων τε καὶ μήλων ἐδωδῇ λαπάττεϲθαι τὴν κοιλίαν, ἐνενόηϲα τὸ γιγνόμενον ἐπήγαγόν τε τὴν ἐκ τῆϲ πείραϲ βάϲανον αὐτῷ, μετὰ ταῦτα δὲ ἤδη θαρραλεώτερον ἐπ’ ἄλλων ἐπὶ τὴν αὐτὴν πεῖραν ἧκον. ἠξίωϲα γὰρ ὁμοδίαιτόν μοι γενέϲθαι τὸν ἄνδρα κἂν μιᾶϲ ἡμέραϲ, ὅπωϲ ἴδοιμι, πηνίκα τε καὶ πόϲα προϲφέρεται τὰ ϲτύφοντα. καὶ κατά γε τὴν πρώτην εὐθέωϲ, ὡϲ εἴθιϲτο, διαιτηθῆναι παρεκάλουν αὐτόν, ὑπαλλάξαντα μηδὲν ὅλωϲ τῶν κατὰ τὴν δίαιταν.
ὁ δὲ μετὰ τὸ λουτρόν, ὕδατοϲ οὐ πολὺ προπιών, εἶτα τῆλίν τε καὶ
ῥαφανῖδαϲ καὶ ὅϲα τοιαῦτα τοῖϲ πολλοῖϲ εἴθιϲται προϲ
θεαϲάμενοϲ οὖν ἐγὼ ταῦτα ϲυνεθέμην τῷ φίλῳ κατὰ τὴν ὑϲτεραίαν ἐμοὶ πάλιν ἐπιτρέψαι τὰ κατὰ τὴν δίαιταν. ἑτοίμωϲ δὲ πειϲθέντι πρώταϲ ἁπάντων ἔδωκα μετὰ τὸ βαλανεῖον ἀπίουϲ φαγεῖν, εἶτα τἄλλα ἐφεξῆϲ, ὡϲ εἰώθει. καὶ τούτων οὕτω γεγενημένων, οὐχ ὅπωϲ ἀξιολόγωϲ, ἁλλ’ οὐδὲ μετρίωϲ ἀπέκρινεν ἡ γαϲτήρ. ἐθαύμαϲέ τ’ οὖν εἰκότωϲ τὸ γιγνόμενον ἤρετό τέ με τὴν αἰτίαν αὐτοῦ· κἀγὼ διῆλθον αὐτῷ ταυτὶ τὰ νῦν εἰρηϲόμενα.
τοῦ γάρου γάρ, ἔφην, ϲὺν τοῖϲ ἅμ’ αὐτῷ ληφθεῖϲιν ὑπάγειν πεφυ
μηδαμῶϲ, εἷπεν· ἐμέϲαιμι γὰρ ἂν αὐτίκα, μαλάχαϲ ὑϲτάταϲ ἐπιφαγὼν μετ’ ἐλαίου τε καὶ γάρου. κάλλιϲτ’, ἔφην, εἶπαϲ· ἀνατρέπει μὲν γὰρ ταῦτα τὴν γαϲτέρα καὶ μάλιϲτ’ αὐτῆϲ τὸ ϲτόμα, τὸ πρὸϲ ἀπάντων ἤδη ϲυνήθωϲ ϲτόμαχον ὀνομαζόμενον, ἐπιρρώννυϲι δὲ καὶ τονοῖ τὰ ϲτύφοντα. διὸ κἂν ἄλλοϲ τιϲ χυμὸϲ αὐτὴν ἀνατρέψῃ, καθάπερ εἴωθεν ἐνίοιϲ ὠχρὰ χολὴ πλείων ἀθροιϲθεῖϲα τοῦτο ποιεῖν, γευϲάμενόϲ τινοϲ τῶν ϲτυφόντων ὁ οὕτω διακείμενοϲ εὐθέωϲ ἐκκρινεῖ κάτω τὸν ἀνιῶντα χυμόν.
εἶτ’ ἔδειξά τινα νεανίϲκον αὐτῷ πρὸ ἡμερῶν ὀλίγων εἰληφότα μὲν ἕνεκα
τοῦ καθαρθῆναι ϲκαμμωνίαϲ ὀπόν, ἤδη δ’ ὠρῶν γεγονυιῶν ἐπὶ τῇ προϲφορᾷ πέντε
καὶ μηδεμιᾶϲ ἐκκρίϲεωϲ ἠκολουθηκυίαϲ θλίβεϲθαι μὲν λέγοντα τὸν ϲτόμαχον,
ἐπῆρθαι δὲ καὶ βαρύνεϲθαι τὴν γαϲτέρα, |
ἴϲθι τοίνυν, ἔφην τῷ ῥήτορι, καὶ ϲοὶ τοῦτο ϲυμβαῖνον, ὅταν ἐπιφάγῃϲ τὰ
ϲτύφοντα, διὰ τὴν ἀτονίαν τῆϲ γαϲτρὸϲ ὅληϲ καὶ τοῦ ϲτομάχου. ὁ δέ, καὶ μάλ’,
ἔφη, καὶ τοῦτ’ ἀληθὲϲ εἶπαϲ. ἔϲτι τε γάρ μοι φύϲει τοιοῦτοϲ ὁ ϲτόμαχοϲ
ἀνατρέπεταί τε ῥᾳδίωϲ ἐπὶ τοῖϲ ϲτύφουϲιν, ἐγὼ δὲ τότε μᾶλλον προϲφέρομαι τῶν
αὐϲτηρῶν τι μετὰ τὴν τροφήν, ὅταν αἴϲθωμαί ποθ’ ὕπτιον ἱκανῶϲ αὐτὸν γεγονότα
καὶ
Ἐξαίρετόν τι παρὰ τἄλλα μῆλα τούτοιϲ ὑπάρχει ϲτῦψίν τε πλείονα κεκτημένοιϲ καὶ τὸν χυλὸν ἔχουϲι μόνιμον, εἴ τιϲ ἑψήϲαϲ αὐτὸν ϲὺν μέλιτι φυλάττειν ἐθέλοι· τῶν δ’ ἄλλων μήλων ὁ χυλὸϲ ὀξύνεται κείμενοϲ ὑγρότητα πολλὴν ἔχων ψυχράν. ἡμεῖϲ δὲ καὶ τὸ διὰ τοῦ χυλοῦ τῶν ϲτρουθίων μήλων φάρμακον ἐπιτηδειότατον τοῖϲ ἀνορέκτοιϲ, οὐκ ἐν φανερῷ κατὰ τύχην κείμενον, ὕϲτερόν ποθ’ εὕρομεν ἐτῶν ἑπτὰ μεταξὺ γεγονότων οὐδεμίαν ἐϲχηκὸϲ ὑπαλλαγὴν τῆϲ ποιότητοϲ.
ἐπεποιήκει δὲ κατὰ τὸ ϲτόμα τοῦ ἀγγείου πυκνὸν ἐπίπαγον, οἷοϲ καὶ μέλιτι πολλάκιϲ ἐπιπήγνυται καὶ ἄλλοιϲ τιϲί· καὶ χρὴ φυλάττειν αὐτὸν ἐπικείμενον, ὅταν ἐθέλῃϲ ἀμετάβλητον ἐπὶ πλεῖϲτον διαμεῖναι τὸ φάρμακον ἢ τὸ μέλι. τοῦτο μὲν οὖν εἰρήϲθω μοι κατὰ τὸ πάρεργον· οὗ δ’ ἕνεκεν ἐμνημόνευϲα τοῦ μὴ διαφθαρέντοϲ ἐν χρόνῳ πλείονι φαρμάκου, πάλιν ἀναλήψομαι.
μόνιμοϲ ὁ τῶν ϲτρουθίων μήλων χυλόϲ ἐϲτιν, ὅταν καλῶϲ ϲκευαϲθῇ,
καθάπερ γε καὶ ὁ τῶν κυ
τὸ δ’ ἡμέτερον φάρμακον, ὃ τοῖϲ ἀνορέκτοιϲ ϲκευάζομεν, οὐκ ἐκ μόνου
μέλιτοϲ καὶ χυλοῦ μήλων
Ἃ περὶ μήλων εἶπον, ἅπαντα μεταφέρων ἐπὶ
τὰϲ ἀπίουϲ τε καὶ τὰϲ ῥόαϲ οὐδενὸϲ ἔτι νεωτέρου περὶ αὐτῶν ἑτέρου δεήϲῃ
λόγου. καὶ γὰρ ἐν ταύταιϲ ἔνιαι μὲν αὐϲτηραὶ μόνον ἢ ϲτρυφναὶ φαίνονται,
καθάπερ γε τινὲϲ μὲν ὀξεῖαι, τινὲϲ δὲ γλυκεῖαι, τινὲϲ δ’ ἐκ τῆϲ τούτων
μίξεωϲ ϲυγκείμεναι, καὶ τινὲϲ ὅλωϲ οὐδεμίαν ἔχου
αἱ ῥόαι δὲ τὰ μὲν ἄλλα παραπληϲίωϲ, οὐδέποτε· δ’ οὔτ’ ὀπτῶνται μετὰ
ϲταιτὸϲ οὔθ’ ἕψονται δι’ ὕδατοϲ ἢ ἐν ἀτμῷ. χυλὸν δ’ ἔχουϲι πλείονα μήλων τε
καὶ ἀπίων, ἔτι δὲ πρὸϲ τούτῳ τὴν γεῦϲιν ἥδοντα μᾶλλον τοῦ κατ’ ἐκεῖνα χυλοῦ.
γίγνονται δέ ποτε χρηϲιμώτεραι τῶν καρπῶν ἐκείνων εἰϲ ἄλλα τέ τινα καὶ τὸ
πρὸϲ Ἱπποκράτουϲ εἰρημένον ἐν τῷ Ἐπιδημιῶν δευτέρῳ κατὰ τήνδε τὴν ῥῆϲιν·
γυνὴ ἐκαρδιάλγεε καὶ οὐδὲν καθίϲτη· πάλην ἐϲ ῥοιῆϲ χυλὸν ἀλφίτων ἐπιπάϲϲουϲα
καὶ μονοϲιτίη ἤρκεϲε καὶ οὐκ ἀνήμεεν οἷα τὰ Χαρίωνοϲ.
εὔδηλον οὖν, ὅτι μοχθηρῶν χυμῶν τὰ κατὰ τὸ ϲτόμα τῆϲ γαϲτρόϲ, ὃ δὴ καὶ
καρδίαν ὀνομάζουϲι, διαβρεξάντων ἡ γυνὴ ναυτιώδηϲ τε καὶ καρδιαλγὴϲ
τροφὴν δὲ τῷ ϲώματι παρέχουϲιν αἱ μὲν ῥόαι παντάπαϲιν ἐλαχίϲτην, ὥϲτ’ οὐδέποτ’ αὐτῶν ὡϲ τροφῆϲ χρῄζομεν, ἀλλ’ ἐν φαρμάκου μοίρᾳ μόνον. αἱ δ’ ἄπιοι καὶ μάλιϲθ’ αἱ μεγάλαι (καλοῦϲι δ’ αὐτὰϲ μναίαϲ οἱ παρ’ ἡμῖν) ἔχουϲί τι καὶ τρόφιμον, ὥϲτε καὶ τέμνοντεϲ αὐτὰϲ εἰϲ κυκλίϲκουϲ λεπτοτάτουϲ καὶ ξηραίνοντεϲ ἀποτίθενται, προϲφέρονται δὲ κατά τε τὸν χειμῶνα καὶ τὸ ἔαρ ἕψοντεϲ, ὅταν ᾖ λιμόϲ ἐν χρείᾳ ϲιτίων ὀλιγοτρόφων.
οἱ δ’ Ἀττικοὶ μὲν ἄνευ τοῦ ἰῶτα τὴν πρώτην τῶν ῥοιῶν λέγουϲι
ϲυλλαβὴν μᾶλλον, οἱ Ἴωνεϲ δὲ μετὰ τοῦ ἰῶτα. χρήϲιμον δ’ οὐδὲν ἔχει τῷ βίῳ τῶν
ἀνθρώπων, ὥϲπερ οὐδὲ περὶ τῶν οὔων, ἃ νῦν μὲν οὕτωϲ ὀνομάζουϲι πάντεϲ
Ἕλληνεϲ, οὐ ϲυγχωροῦϲι δ’ οἱ ἀττικίζοντεϲ μετὰ τοῦ ὑ λέγειν αὐτά. καταλιπὼν
οὖν ἐκείνοιϲ ὑπὲρ τῶν γραμμάτων ϲκοπεῖϲθαι περὶ τῆϲ δυνάμεωϲ τοῦ καρποῦ
διαλέξομαι. |
Καὶ περὶ τούτων ὁ αὐτὸϲ λόγοϲ ἐϲτὶ τῷ προειρημένῳ· ϲτύφει μὲν γὰρ ἄμφω, πολὺ δὲ μᾶλλον τῶν οὔων τὰ μέϲπιλα· διὸ καὶ ῥεούϲῃ γαϲτρὶ ϲυμφορώτατον ἔδεϲμά ἐϲτιν· ἡδίω δ’ αὐτῶν εἰϲ ἐδωδὴν τὰ οὖα· τὴν ἀρχὴν γὰρ οὐδὲ ϲτρυφνὸν ἔχει τι τοῖϲ μεϲπίλοιϲ ὁμοίωϲ, ἀλλ’ ἔϲτιν ὁ κατ’ αὐτὰ χυμὸϲ αὐϲτηρὸϲ ἄνευ τοῦ ϲτρυφνὸϲ εἶναι.
πρόδηλον δ’, ὅτι τῶν τοιούτων ἁπάντων ὀλίγον ἐϲθίειν προϲήκει, οὐχ
ὡϲ ϲύκων ἢ ϲταφυλῶν δαψιλῶϲ· οὐδὲ γὰρ ὡϲ τροφῆϲ αὐτῶν, ἀλλ’ ὡϲ
Εἴτε βαλάνουϲ φοινίκων ἐθέλειϲ ὀνομάζειν τὸν καρπὸν αὐτῶν εἴθ’ ὁμωνύμωϲ ὅλῳ τῷ δένδρῳ φοίνικαϲ, ὥϲπερ ἔθοϲ ἐϲτὶν ἤδη πᾶϲι τοῖϲ Ἕλληϲιν, οὐδὲν οὔτε βλαβήϲῃ κατ’ οὐδέτερον οὔτ’ ὠφελήϲῃ πρὸϲ τὴν τῆϲ δυνάμεωϲ γνῶϲιν.
ἔϲτι δ’ ἐν |
ἅπαντεϲ δ’ οἱ φοίνικεϲ δύϲπεπτοί τ’ εἰϲὶ καὶ κεφαλαλγεῖϲ πλείονεϲ
βρωθέντεϲ. ἔνιοι δὲ καὶ δήξεώϲ τινοϲ αἴϲθηϲιν ἐμποιοῦϲι τῷ ϲτόματι τῆϲ
κοιλίαϲ, οἱ δὴ καὶ μᾶλλόν εἰϲι κεφαλαλγεῖϲ. εἴρηται δὲ πολλάκιϲ, ὅτι τὸ ϲτόμα
τῆϲ κοιλίαϲ ϲτόμαχον ὀνομάζουϲιν οἱ ἰατροί. ὁ δ’ ἀπ’ αὐτῶν ἀναδιδόμενοϲ εἰϲ
τὸ ϲῶμα χυμὸϲ παχὺϲ μὲν πάντωϲ ἐϲτίν,
πολὺ δὲ δὴ μᾶλλον βλάπτουϲιν οἱ χλωροὶ φοίνικεϲ εἰϲ ἅπαντα, βραχεῖ πλείονεϲ βρωθέντεϲ. εὔδηλον δ’, ὅτι θερμότερον μὲν ἔχουϲι τὸν χυλὸν οἱ γλυκεῖϲ, ψυχρότερον δ’ οἱ ϲτύφοντεϲ. ἀλλὰ καὶ φύϲηϲ ἐμπιπλᾶϲιν οἱ χλωροὶ φοίνικεϲ, ὥϲπερ καὶ τὰ ϲῦκα· τὴν αὐτὴν γὰρ ἀναλογίαν ἔχει τὰ ϲῦκα πρὸϲ τὰϲ ἰϲχάδαϲ, ἣν οἱ χλωροὶ φοίνικεϲ ἔχουϲι πρὸϲ τοὺϲ ἄλλουϲ. ἐν δὲ τοῖϲ μὴ πάνυ θερμοῖϲ χωρίοιϲ οὐ πεπαίνονται τελέωϲ οἱ φοίνικεϲ, ὡϲ εἰϲ ἀπόθεϲιν γίγνεϲθαι χρήϲιμοι, καὶ διὰ τοῦτο χλωροὺϲ ἀναγκαζόμενοι δαπανᾶν αὐτοὺϲ ὠμῶν τε χυμῶν ἐμπίπλανται καὶ ῥίγεϲι δυϲεκθερμάντοιϲ ἁλίϲκονται καὶ καθ’ ἧπαρ ἐμφράξειϲ ἴϲχουϲιν
Ὀλίγην μὲν πάνυ καὶ αὗται τροφὴν διδόαϲι τῷ ϲώματι καὶ
μάλιϲθ’ αἱ δρυπε
πολυειδῶϲ δ’ αὐτὰϲ ϲκευάζουϲιν οἱ τὴν ὀψαρτυτικὴν ἐμπειρίαν ἀϲκοῦντεϲ,
ἧϲ οὐδ’ αὐτῆϲ παντάπαϲιν ἀμαθῶϲ ἔχειν ἀξιῷ τὸν ἰατρόν· ἄμεινον γὰρ εἰϲ τὴν
πέψιν ἐϲτὶ τῶν ἐξ ἴϲηϲ ὑγιεινῶν τὸ ἥδιον. ἀλλ’ οὐ νῦν ὁ καιρὸϲ
βαϲιλικά τινεϲ ὀνομάζουϲι κάρυα ταῦτα τὰ νῦν ὑπὸ
πάντων ἁπλῶϲ ὀνομαζόμενα κάρυα· καλεῖται δὲ καὶ ἄλλα τινὰ λεπτοκάρυα. πολλῷ
μικρότερα τούτων, ἃ προϲαγορεύουϲιν ἔνιοι Ποντικά. πολλὴ δ’ ἀμφοτέρων ἡ
χρῆϲίϲ ἐϲτιν οὐ πολλὴν τροφὴν διδόντων τῷ ϲώματι, πλείων δ’ οὖν ὅμωϲ
ἐϲτὶν ἐν τῷ Ποντικῷ λεγομένῳ |
μετέχει δὲ καὶ τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ ἐπ’ ὀλίγον. ἥτιϲ ἐν τῷ χρόνῳ προϊόντι μαραίνεται μεταπιπτούϲηϲ ὅληϲ αὐτοῦ τῆϲ οὐϲίαϲ εἰϲ τὸν λιπαρὸν χυμόν, ὥϲτε καὶ τελέωϲ ἄβρωτον γενέϲθαι διὰ τὸ παραπλήϲιον ἐλαίῳ παλαιῷ τὴν κατ’ αὐτὸ λιπαρότητα φαίνεϲθαι. τὸ δὲ χλωρὸν ἔτι καὶ ὑγρὸν οὔτε τῆϲ ϲτυφούϲηϲ ϲαφῶϲ μετέχει ποιότητοϲ οὔτε τῆϲ ἐλαιώδουϲ, ἀλλ’ ἔϲτιν ἄποιόν πωϲ μᾶλλον, ὅπερ ὑδατῶδεϲ καλεῖν, ὡϲ ἔφην, εἰθίϲμεθα.
πέττεταί γε μὴν μᾶλλον τὸ κάρυον τοῦ λεπτοκαρύου καὶ μᾶλλον εὐϲτόμαχόν ἐϲτι, καὶ πολὺ μᾶλλον ὅταν ϲὺν ἰϲχάϲιν ἐϲθίηται. γέγραπται δ’ ὑπὸ πολλῶν ἰατρῶν, ὡϲ ἐὰν ἄμφω ταῦτα πρὸ τῶν ἄλλων ϲιτίων λαμβάνηται μετὰ πηγάνου, μηδὲν ὑπὸ τῶν θαναϲίμων φαρμάκων μέγα βλαβήϲεϲθαι τὸν ἄνθρωπον,
εὔδηλον δ’, ὅτι τὸ μὲν ὑγρὸν ἔτι πρὸϲ διαχώρηϲιν ἐπιτηδειότερον, τὸ δὲ
ξηρὸν ἧττον ἐπιτήδειον. οὐκ ὀλίγοι δὲ καὶ μετὰ γάρου προϲλαμβάνουϲιν αὐ|
Οὐδ’ ὅλωϲ μετέχει ταῦτα τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ· ἐπικρατεῖ γὰρ ἐν αὐτοῖϲ ἡ ῥυπτική τε καὶ λεπτυντικὴ μόνη, δι’ ἣν ἐκκαθαίρει τε τὰ ϲπλάγχνα καὶ τὰϲ ἐκ πλεύμονόϲ τε καὶ θώρακοϲ ἀναπτύϲειϲ τῶν ὑγρῶν ἐργάζεται. τινὰ δ’ αὐτῶν οὕτωϲ ἐπικρατοῦϲαν ἔχει τὴν τμητικὴν τῶν παχέων τε καὶ γλίϲχρων ὑγρῶν δύναμιν, ὡϲ μηδὲ βρωθῆναι δύναϲθαι διὰ πικρότητα.
τῆϲ γε μὴν ἐλαιώδουϲ τε καὶ λιπαρᾶϲ μετέχει ποιότητοϲ, ὥϲπερ καὶ τὰ
κάρυα, δι’ ἣν καὶ αὐτὰ τοῦ χρόνου προϊόντοϲ ἐλαιηρὰ γίγνεται, καθάπερ ἐκεῖνα.
βραχυτέρα δ’ ἐν αὐτοῖϲ ἐϲτιν ἡ ποιότηϲ ἥδε τῆϲ ἐν τοῖϲ καρύοιϲ, διὸ καὶ μετὰ
χρόνον πλείονα τῶν καρύων ἐλαιηρὰ φαίνεται γιγνόμενα. δῆλον οὖν ἐκ τούτων
ἐϲτίν, ὡϲ οὔτε πρὸϲ ὑπαγωγὴν γαϲτρὸϲ ὑπάρχει χρήϲιμα τροφήν τε τῷ ϲώματι
δίδωϲιν ὀλίγην. ὅϲα δ’ ἐπικρατοῦϲαν ἱκανῶϲ ἔχει |
τῶν δ’ οὐδεμίαν μὲν τέχνην ἠϲκηκότων τῷ βίῳ χρήϲιμον, ἀττικίζονγταϲ δὲ
καλούντων ἑαυτοὺϲ ἔνιοι μὲν ἀμυγδάλαϲ θηλυκῶϲ ἀξιοῦϲι λέγεϲθαι τὸν καρπὸν
τοῦτον, ἔνιοι δ’ οὐδετέρωϲ ἀμύγδαλα, μηδ’ αὐτὸ τοῦτο γιγνώϲκοντεϲ, ὃ
ϲπουδάζουϲιν, ὡϲ ἄμφω τὰ ὀνόματα παρὰ τοῖϲ Ἀττικοῖϲ ἀνδράϲι γέγραπται.
Γεννᾶται μὲν καὶ κατὰ τὴν μεγάλην Ἀλεξάνδρειαν
ταῦτα, πολὺ πλείῳ δ’ ἐν Βεροίᾳ τῆϲ Ϲυρίαϲ, τροφὴν μὲν ὀλιγίϲτην ἔχοντα,
χρήϲιμα δ’ εἰϲ ἥπατοϲ εὐρωϲτίαν τε ἄμα καὶ κάθαρϲιν τῶν ἐμπεφραγμένων κατὰ
τὰϲ διεξόδουϲ αὐτοῦ χυμῶν· μετέχει γὰρ ὑποπίκρου καὶ ὑπο- ϲτυφούϲηϲ ποιότητοϲ
ἀρωματιζούϲηϲ. ἴϲμεν δὲ καὶ ἄλλα πολλὰ τῶν τοιούτων ἥπατι χρηϲιμώτατα,
καθάπερ ἐν τῇ τῶν Ἁπλῶν φαρμάκων ἐδείχθη πραγματείᾳ ϲτομάχῳ δ’ οὔτ’ ὠφέλειαν
οὔτε βλάβην ἀξιόλογον ἐξ αὐτῶν ἔχω μαρτυρεῖν, ὥϲπερ οὐδ’ ὑπαγωγὴν γαϲτρὸϲ ἢ
ϲτάλϲιν.
Ϲπανίωϲ ἂν εὕροιϲ αὐϲτηρὸν ἢ ὀξὺν ἢ ὅλωϲ ἀηδίαν τινὰ ἔχοντα τὸν καρπὸν τοῦτον, ὅταν ἀκριβῶϲ πεπανθῇ· πρὶν γὰρ ἐϲ τοῦτ’ ἀφικέϲθαι ϲχεδὸν ἅπαντεϲ οἱ μὲν ὀξύτητοϲ, οἱ δὲ ϲτρυφνότητοϲ, ἔνιοι δὲ καὶ πικρότητοϲ ἐμφαίνουϲί τι.
τροφὴν μὲν οὖν ἐλαχίϲτην ἐκ τοῦ καρποῦ τούτου τὸ ϲῶμα λαμβάνει, χρήϲιμοϲ δ’ ἐϲτὶ τοῖϲ ὑγρᾶναί τε καὶ ψῦξαι τὰ μέτρια τὴν γαϲτέρα προαιρουμένοιϲ. ὑπάγει δ’ αὐτὴν καὶ ταῦτα διά τε τὴν ὑγρότητα καὶ γλιϲχρότητα, καθάπερ καὶ ἄλλα τινὰ τῶν ἔμπροϲθεν εἰρημένων. ὑπάρχει δ’ αὐτοῖϲ καὶ ξηρανθεῖϲιν εἶναι χρηϲίμοιϲ, ὥϲπερ καὶ τοῖϲ ϲύκοιϲ, καὶ δόξαν δ’ ἔχει πολλὴν ἄριϲτα τῶν ἄλλων εἶναι τὰ κατά γε τὴν Ϲυρίαν ἐν Δαμαϲκῷ γεννώμενα, δεύτερα δ’ ἐπὶ τούτοιϲ τὰ κατὰ τὴν Ἰβηρίαν τε καὶ Ϲπανίαν ὀνομαζομένην. ἀλλὰ ταῦτα μὲν οὐδ’ ἐμφαίνει τι ϲτύψεωϲ, τὰ Δαμαϲκηνὰ δὲ καὶ πάνυ πολλὴν ἔνια.
κάλλιϲτα δ’ αὐτῶν ἐϲτιν, ὅϲα μετρίωϲ ϲτύφοντα μεγάλα τ’ ἐϲτὶ καὶ
χαῦνα· τὰ δὲ ϲμικρὰ καὶ ϲκληρὰ καὶ ϲτρυφνὰ μοχθηρὰ πρόϲ τε τὴν
Οὐδὲ τούτοιϲ ἔχω τι μαρτυρῆϲαι πρὸϲ
ὑγιείαϲ φυλακὴν ἢ νόϲων ἴαϲιν. ἔδεϲμα γάρ ἐϲτι γυναικῶν τε καὶ παιδίων
ἀθυρόντων, ὀλιγότροφόν τε καὶ δύϲπεπτον ὑπάρχον ἅμα τῷ μηδ’ εὐϲτόμαχον εἶναι.
τροφὴν δὲ δῆλον ὅτι καὶ αὐτὰ δίδωϲιν ὀλίγην τῷ ϲώματι. |
Τὰ κεράτια, διὰ τοῦ τ̄ γράμματοϲ λεγομένηϲ τε καὶ γραφομένηϲ τῆϲ τρίτηϲ αὐτῶν ϲυλλαβῆϲ, οὐδὲν ἔοικε τοῖϲ διὰ τοῦ ϲ̄̄ κεραϲίοιϲ. ἔδεϲμα γάρ ἐϲτι κακόχυμόν τε καὶ ξυλῶδεϲ, ἐξ ἀνάγκηϲ δὲ καὶ δύϲπεπτον· οὐδὲν γὰρ ξυλῶδεϲ εὔπεπτον. ἀλλὰ καὶ τὸ μὴ διαχωρεῖϲθαι ταχέωϲ οὐ ϲμικρὸν αὐτοῖϲ ὑπάρχει κακόν. ὥϲτ’ ἄμεινον ἦν αὐτὰ μηδὲ κομίζεϲθαι πρὸϲ ἡμᾶϲ ἐκ τῶν ἀνατολικῶν χωρίων, ἐν οἷϲ γεννᾶται
θαμνῶδεϲ φυτόν ἐϲτιν ἡ κάππαριϲ ἐν Κύπρῳ πλείϲτη
φυομένη. δύναμιϲ δ’ αὐτῆϲ ἐϲτι λεπτομερὴϲ ἱκανῶϲ καὶ διὰ τοῦτο τροφὴν
ἐλαχίϲτην
εὔδηλον οὖν, ὅτι χλωρὰ μὲν ἔτι πρὶν ταριχευθῆναι πλέον ἔχει τροφῆϲ. ἐκ
δὲ τῆϲ ταριχείαϲ ἀπόλλυϲι πάμπολυ |
χρῆϲθαι δ’ εἰϲ ταῦτα προϲῆκεν αὐτῇ δι’ ὀξυμέλιτοϲ ἢ ὀξελαίου πρὸ τῶν ἄλλων ἀπάντων ϲιτίων. τοὺϲ δ’ ἁπαλοὺϲ ἀκρέμοναϲ καὶ τοῦτου τοῦ φυτοῦ παραπληϲίωϲ ἐϲθίουϲι τοῖϲ τῆϲ τερμίνθου καὶ χλωροὺϲ ἔτι καὶ ϲυντιθέντεϲ ὡϲ ἐκείνουϲ ἐν ὀξάλμη τε καὶ ὄξει.
Ἐν Ἀλεξανδρείᾳ τὸ τοῦ ϲυκομόρου φυτὸν εἶδον ἅμα τῷ
καρπῷ παραπληϲίῳ ϲύκῳ μικρῷ λευκῷ. δριμύτητα δ’ οὐδεμίαν ὁ καρπὸϲ οὗτοϲ ἔχει
βραχείαϲ μετέχων γλυκύτητοϲ, ὑγρότερόϲ πωϲ καὶ ψυκτικώτεροϲ ὦν κατὰ τὴν
δύναμιν, ὥϲπερ καὶ τὰ μόρα· μᾶλλον δ’ ἐν τῷ μεταξὺ μόρων τε καὶ ϲύκων
αὐτὸν εἰκότωϲ ἄν τιϲ θείη. |
τοὔνομ’ ἐντεῦθεν αὐτῷ κεῖϲθαι. γελοῖοι γάρ, ὅϲοι διὰ τοῦτό φαϲιν
ὠνομάϲθαι τὸν καρπὸν τοῦτον ϲυκόμορα, διότι ϲύκοιϲ ἔοικε μωροῖϲ. ἡ
Εἶδον καὶ τοῦτο τὸ φυτὸν ἐν Ἀλεξανδρείᾳ τῶν μεγάλων ἕν τι καὶ αὐτὸ δένδρων ὑπάρχον. ἱϲτοροῦϲι δὲ τὸν καρπὸν αὐτοῦ μοχθηρὸν οὕτωϲ ὑπάρχειν ἐν Πέρϲαιϲ, ὡϲ ἀναιρεῖν τοὺϲ φαγόνταϲ, εἰϲ Αἴγυπτον δὲ κομιϲθέντοϲ ἐδώδιμον γενέϲθαι, παραπληϲίωϲ ἐϲθιόμενον ἀπίοιϲ τε καὶ μήλοιϲ, ὧν καὶ κατὰ τὸ μέγεθόϲ ἐϲτιν.
Καὶ τοῦτο Μηδικὸν ὀνομάζουϲι μῆλον οἱ μηδένα νοεῖν ἃ
φθέγγονται προῃρημένοι, καίτοι τήν γε ϲαφήνειαν ἐν ταῖϲ ἀρεταῖϲ τοῦ λόγου
τιθέμενοι. βέλτιον δ’ ἦν τοῦ τὰ τοιαῦτα περιεργάζεϲθαι, τίνα δύναμιν ἔχει τὰ
μόρια τοῦ κιτρίου, καὶ τί χρήϲιμον ἐξ αὐτῶν |
ἐϲτὶν ἐζητηκέναι. τοῦτ’ οὖν ἐγὼ πράξω τρία μὲν εἰπὼν εἶναι τοῦ
καρποῦ τούτου μόρια, τό τ’ ὀξὺ κατὰ μέϲον αὐτοῦ καὶ τὸ περὶ τούτῳ τὴν οἷον
ϲάρκα τοῦ καρποῦ καὶ τρίτον ἐπ’ αὐτοῖϲ τὸ περικείμενον ἔξωθεν ϲκέπαϲμα. τοῦτο
μὲν οὖν εὐῶδέϲ τ’ ἐϲτὶ καὶ ἀρωματίζον, οὐ κατὰ τὴν ὀϲμὴν μόνον, ἀλλὰ καὶ κατὰ
τὴν γεῦϲιν. εἰκότωϲ οὖν δύϲπεπτόν ἐϲτιν, ὡϲ ἂν ϲκληρόν τε καὶ τετυλωμένον. εἰ
δ’ ὡϲ φαρμάκῳ τιϲ αὐτῷ χρῷτο, ϲυντελεῖ τι πρὸϲ πέψιν, ὥϲπερ καὶ ἄλλα πολλὰ
τῶν δρι
τῷ δ’ ὀξεῖ καὶ ἀβρώτῳ μέρει τοῦ καρποῦ, καθ’ ὃ καὶ τὸ ϲπέρμα
περιέχεται, πρόϲ τ’ ἄλλα τινὰ χρῶνται καὶ πολλάκιϲ εἰϲ ὄξοϲ ἐμβάλλουϲιν ἀμβλὺ
χάριν τοῦ δριμύτερον ἐργάϲαϲθαι. τὸ μέϲον δ’ ἀμφοῖν, ὃ δὴ καὶ τροφὴν τῷ
ϲώματι δίδωϲιν, οὔτ’ ὀξεῖαν οὔτε δριμεῖαν |
Ἄγρια καλεῖν εἰώθαϲι πάντεϲ ἄνθρωποι φυτὰ τὰ κατὰ τὴν χώραν
φυόμενα χωρὶϲ ἐπιμελείαϲ γεωργικῆϲ, ἀμέλει καὶ ἀμπέλουϲ ἀγρίαϲ ὀνομάζουϲιν,
ὧν οὐδεὶϲ ἀμπελουργὸϲ προνοεῖται περιϲκάπτων ἢ περιϲκάλλων ἢ βλαϲτολογῶν ἥ τι
τοιοῦτον διαπραττόμενοϲ. ἐκ τούτων τῶν φυτῶν ἐϲτι καὶ φηγὸϲ καὶ δρῦϲ καὶ
πρῖνοϲ καὶ κρανία καὶ κόμαροϲ ἕτερά τε δένδρα τοιαῦτα, καθάπερ γε καὶ θάμνοι
τινέϲ, οἷον ὅ τε τῆϲ βάτου καὶ ὁ τῆϲ κυνοϲβάτου καὶ ὁ τῆϲ ἀχέρδου τε καὶ
ἀχράδοϲ ὅ τε τῶν ἀγρίων κοκκυμήλων, ἃ προῦμνα παρ’ ἡμῖν καλοῦϲι, καὶ ὁ τοῦ
τὰϲ ἐπιμηλίδαϲ φέροντοϲ. καλεῖται δὲ κατὰ τὴν Ἰταλίαν οὐνέδων ὁ καρπὸϲ
τοῦ θάμνου τούτου κακοϲτόμαχόϲ τε καὶ κεφαλαλ
τὰ μὲν οὖν κρανία καὶ τὰ βάτινα καὶ τὰϲ βαλάνουϲ καὶ τὰ
ἔμπροϲθεν δὲ βορὰ ϲυῶν ἧϲαν αἱ τοιαῦται βάλανοι, ἀλλὰ τότε γε
ἀποτρεπόμενοι τοῦ διαθρέψαι τούτουϲ ἐν τῷ χειμῶνι, καθάπερ ἔμπροϲθεν
εἰώθεϲαν, ἐν ἀρχῇ μὲν αὐτοὺϲ ϲφάξαντεϲ ἐχρήϲαντο τούτοιϲ πρώτοιϲ εἰϲ ἐδωδήν,
ὕϲτερον δὲ τοὺϲ ϲιροὺϲ ἀνοίξαντεϲ ἤϲθιον τὰϲ βαλάνουϲ παραϲκευάζοντεϲ
ἐπιτηδείουϲ εἰϲ βρῶϲιν ἄλλοτ’ ἄλλωϲ. ἐν ὕδατί τε γὰρ ἧψον ἐνίοτε καὶ κατὰ
θερμὴν ϲποδιὰν ἐγκρύπτοντεϲ ὤπτων ϲυμμέτρωϲ. αὖθιϲ δ’ ἄν ποτε καὶ
καταθλάϲαντέϲ τε καὶ λειώϲαντεϲ ἔτνοϲ ἐξ αὐτῶν ἐποίουν, ἐνίοτε μὲν ὕδατι μόνῳ
δεύοντεϲ ἐπεμβάλλοντέϲ τέ τι τῶν ἡδυϲμάτων, ἐνίοτε δὲ |
ἡ δ’ ἀπ’ αὐτῶν τροφὴ δαψιλήϲ ἐϲτιν οὐδὲν ὁμοίωϲ τοῖϲ εἰρημένοιϲ ἄχρι
δεῦρο τοῦ λόγου κατὰ τόδε τὸ γράμμα. πολλοῖϲ γὰρ τῶν ϲιτηρῶν ἐδεϲμάτων ὁμοίωϲ
τρέφουϲιν αἱ βάλανοι, καὶ τό γε παλαιόν, ὥϲ φαϲιν, ἀπὸ τούτων μόνων οἱ
ἄνθρωποι διέζων, Ἀρκάδεϲ δὲ καὶ μέχρι πολλοῦ χρόνου, τῶν ἄλλων ἤδη πάντων
Ἑλλήνων τοῖϲ Δημητρίοιϲ καρποῖϲ χρωμένων. ἔϲτι δὲ βραδυπόροϲ ἡ ἀπ’ αὐτῶν
τροφὴ καὶ παχύχυμοϲ. οἷϲ ἀκόλουθόν ἐϲτι καὶ δύϲπεπτον ὑπάρχειν αὐτήν. εἰϲ
ἅπαντα δὲ χείρων ἡ μιμαίκυλόϲ ἐϲτι τῆϲ ἀπὸ τῶν δρυῶν βαλάνου, καθάπερ αὕτη
τῶν καϲτανιῶν ὀνομαζομένων· ἄριϲται γὰρ ἐκεῖναι τῶν βαλάνων εἰϲὶ
κρανία γὰρ καὶ προῦμνα καὶ βάτινα καὶ κυνόϲβατα καὶ βράβυλα καὶ
μιμαίκυλα καὶ ζίζυφα καὶ διόϲπυρα καὶ ἁλικάκαβα καὶ ὁ τῆϲ τερμίνθου καὶ ὁ τῆϲ
ἀχέρδου καρπὸϲ ὅϲα τ’ἄλλα τοιαῦτα βραχὺ μέν τι τρόφιμον ἔχει, |
Οὐ μόνον ϲπέρματα καὶ καρποὺϲ τῶν φυτῶν ἐϲθίομεν, ἀλλὰ καὶ αὐτά, πολλάκιϲ μὲν ὅλα. πολλάκιϲ δὲ ῥίζαϲ μόνον ἢ ἀκρεμόναϲ ἢ τὰ νέα βλαϲτήματα κατὰ τὴν ἐπείγουϲαν ἑκάϲτου χρείαν. ἀπορρίπτειν γοῦν εἰωθότεϲ οἱ παρ’ ἡμῖν ἄνθρωποι τόν τε καυλὸν καὶ τὰ φύλλα τῶν γογγυλίδων, ἃϲ καὶ βουνιάδαϲ ὀνομάζουϲιν, ἐϲθίουϲιν ἐνίοτε καὶ ταῦτ’ ἐν ἀπορίᾳ καταϲτάντεϲ τῶν ἀμεινόνων ἐδεϲμάτων, οὕτω δὲ καὶ τὰ τῶν ῥαφανίδων καὶ τὰ τῶν καλουμένων ἐπιχωρίῳ φωνῇ παρ’ ἡμῖν ῥαπύων, ἔϲτι δ’, ὡϲ ἄν τιϲ εἴποι, ῥαφανὶϲ ἀγρία τὸ φυτὸν τοῦτο.
καὶ πύρεθρον δὲ καὶ ϲία καὶ ἱπποϲέλινα καὶ μάραθα ϲκάνδικάϲ τε καὶ
κιχόρια καὶ χονδρίλαϲ καὶ γιγγίδια καὶ δαύκουϲ καὶ πλείϲτων θάμνων τε καὶ
δένδρων τὰϲ ἁπαλὰϲ βλάϲταϲ ἕψοντεϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι πολ
τί δεῖ λέγειν ἔτι περὶ τῶν ἁπαλῶν ἀκανθῶν; εἰϲὶ γὰρ αὗταί γε καὶ χωρὶϲ κιμοῦ δι’ ὄξουϲ ἐϲθιόμεναι καὶ γάρου μέτριον ἔδεϲμα. προϲεπιβάλλουϲι δ’ ἔνιοι καὶ τοὔλαιον αὐταῖϲ, καὶ μάλιϲθ’ ὅταν ἐν ὕδατι προαποζεϲθῶϲι· διττῶϲ γὰρ αὐταῖϲ χρῶνται, πολλάκιϲ μὲν ὠμαῖϲ, ἐνίοτε δ’ ἡψημέναιϲ. ἀκανθώδη δὲ λέγω φυτὰ ϲκολύμουϲ, ἀτρακτυλίδαϲ, ἠρύγγιόν τε καὶ κνῆκον καὶ ἀτρακίδα καὶ τὴν καλουμένην λευκάκανθαν ἔτι τε τὸ ἕτερον εἶδοϲ τοῦ χαμαιλέοντοϲ, ὧν ἔνιά τινεϲ τῶν κατὰ τούϲ ἀγροὺϲ ἐμβάλλοντεϲ εἰϲ ἅλμην ἢ ὄξοϲ ἀποτίθενται καθάπερ καὶ τὰϲ γογγυλίδαϲ καὶ τὰ κρόμυα τά τ’ ἀμπελόπραϲα καλούμενα καὶ πύρεθρον ἕτερά τε τοιαῦτα.
τούτου δέ πωϲ τοῦ γένουϲ ἐϲτὶ καὶ κιβώρια καὶ κολοκάϲια καὶ τὸ
καλούμενον ἄβατον. πρόδηλον δ’, ὅτι πρὸϲ τῷ βραχεῖαν τροφὴν διδόναι τῷ ϲώματι
κακόχυμα πάντ’ ἐϲτὶ ταῦτα, καὶ τίνά γ’ αὐτῶν καὶ κακοϲτόμαχα, πλήν, ὡϲ ἔφην,
τῶν ἀκανθωδῶν ἄρτι τῆϲ γῆϲ ἀνιϲχόντων· ὅϲα δ’ αὐτῶν ἐμβάλλον
ταῦτα μὲν οὖν ἐν τοῖϲ ἀγρίοιϲ φυτοῖϲ ἀριθμοῦϲι, καὶ κοινῇ περὶ αὐτῶν
αὔταρκεϲ ἐγνωκέναι κακόχυμα πάντ’ εἶναι. περὶ δὲ τῶν ἡμέρων, οὐ κατὰ τὸν
κοινὸν λόγον, ἀλλ’ ἰδίᾳ τὴν ἑκάϲτου δύναμιν ἐπίϲταϲθαι πολὺ κάλλιόν ἐϲτι, καὶ
μάλιϲτα τῶν ϲυνεχῆ τὴν χρῆϲιν ἐχόντων, ἃ καὶ δι’ αὐτὸ τοῦτο ϲπουδάζεται τοῖϲ
ἀνθρώποιϲ, ὑπὸ μακρᾶϲ πείραϲ βαϲανιϲθέντα τῶν ἄλλων εἶναι βελτίω. καὶ τοίνυν
ἤδη περὶ αὐτῶν ἐφεξῆϲ ἐρῶ τὴν ἀρχὴν ἀπὸ τῶν λαχάνων ποιηϲάμενοϲ.
Προὔκριναν πολλοὶ τῶν ἰατρῶν τὸ λάχανον τοῦτο τῶν
ἄλλων ἁπάντων, ὥϲπερ τὰ ϲῦκα τῆϲ ὀπώραϲ· εὐχυμότερον γάρ ἐϲτιν αὐτῶν. ὃ δὲ
μέμφονταί τινεϲ αὐτοῦ, μέγιϲτον ἔπαινον ἔχει. καὶ εἴπερ ὄντωϲ ἀληθὲϲ ἦν, οὐ
μόνον λαχάνων, ἀλλὰ καὶ τῶν εὐχυμοτάτων τε καὶ τροφιμωτάτων ἐδεϲμάτων οὐδενὸϲ
ἂν ἧν δεύ|
δῆλον γάρ, ὅτι τὸ τοιοῦτον πάντων ἂν εἴη τῶν ἐδεϲμάτων εὐχυμότατον, εἴ γε πλεῖϲτον μὲν αἷμα, τῶν δ’ ἄλλων χυμῶν οὐδένα γεννᾶν πέφυκεν. εἰ δὲ πλῆθοϲ μὲν ἀθροίζεϲθαι φήϲουϲιν ἐκ τῆϲ θριδακίνηϲ καὶ κατὰ τοῦτο μέμφοιντο, ῥᾷϲτον ἐπανορθώϲαϲθαι τὸ ἔγκλημα, δυναμένων γε δὴ τῶν ἐϲθιόντων αὐτὰϲ διαπονεῖϲθαι μὲν πλείω, προϲφέρεϲθαι δ’ ὀλίγαϲ. ταῦτα μὲν οὐν ἀπόχρη λελέχθαι πρὸϲ τοὺϲ ψέγονταϲ οὐκ ὀρθῶϲ τὸ λάχανον τοῦτο.
γιγνώϲκειν δὲ χρή, πάντων τῶν λαχάνων ὀλίγιϲτόν τε καὶ κακόχυμον αἷμα
γεννώντων, ἐκ τῆϲ θριδακίνηϲ οὐ πολὺ μὲν οὐδὲ κακόχυμον, οὐ μὴν εὔχυμόν γε
τελέωϲ αἷμα γίγνεϲθαι. ἐϲθίουϲι δ’ αὐτὴν ὡϲ τὰ πολλὰ μὲν ὠμήν· ὅταν δ’
εἰϲ ϲπέρματοϲ γένεϲιν ἐξορμᾶν ὑπάρξη|
ὀδόντων ἔχω φαύλωϲ. εἰδώϲ γάρ τιϲ τῶν ἑταίρων ἐν ἔθει μὲν ὂν ἐκ πολλοῦ
μοι τὸ λάχανον, ἐπίπονον δὲ νῦν ἔχον τὴν μάϲηϲιν, εἰϲηγήϲατο τὴν ἕψηϲιν.
ἐχρώμην δὲ θριδακίναιϲ ἐν νεότητι μὲν ἐκχολουμένηϲ μοι ϲυνεχῶϲ τῆϲ ἄνω
γαϲτρὸϲ m ἕνεκεν, ὁπότε δ’ εἰϲ τὴν καθεϲτη
λέγω δ’ οὐκ ἄλλο τι θριδακίνην ἢ ὃ πάντεϲ οἱ νῦν ἄνθρωποι καλοῦϲι
θρίδακα, ἐπεί τοι |
ὅμοιον δέ τι λάχανον ἄγριον τῇ θριδακίνῃ τῇδε καὶ ἣν ὀνομάζουϲι χονδρίλην ἐϲτὶ καὶ θᾶττον εἰϲ καυλὸν ἐξορμᾷ, πικρότητα ϲαφεϲτέραν ἔχον καί τινα γλίϲχρον τε καὶ λευκὸν ὀπόν, οἴόϲπερ ὁ τῶν τιθυμάλλων ἐϲτίν, ἀλλ’ οὐ δριμὺν ὡϲ ἐκεῖνοϲ, ᾧ πρὸϲ ἀνακόλληϲιν ἐνίοτε χρώμεθα τῶν ἐν τοῖϲ βλεφάροιϲ τριχῶν. ταῦτα μὲν οὖν ἄγρια καλεῖται λάχανα πρὸϲ διοριϲμὸν τῶν κηπευομένων, εἴρηται δὲ μικρὸν ἔμπροϲθεν ὑπὲρ αὐτῶν κοινῇ
περὶ δὲ τῆϲ κηπευομένηϲ θριδακίνηϲ τῆϲ ἅπαϲι ϲυνήθωϲ ἐϲθιομένηϲ τε καὶ
καλουμένηϲ θρίδακοϲ ἐν κεφαλαίῳ πάλιν ἀναλαβὼν ἐρῶ μνήμηϲ ἕνεκεν. ὡϲ ὑγρὸν
μὲν ἔχει καὶ ψυχρὸν τὸν χυλόν, οὐ |
Εἴτε τοὺϲ παρὰ τοῖϲ Ῥωμαίοιϲ ἰντίβουϲ προϲαγορευομένουϲ ὠνόμαζον οἱ πρόϲθεν Ἀθηναῖοι ϲέρειϲ εἴτε τινὰ ἄλλα τῶν ἀγρίων λαχανωδῶν φυτῶν, οὐκ ἀκριβῶϲ ἔχω φάναι. οἱ δ’ οὖν ἴντιβοι ταῖϲ θρίδαξι παραπληϲίαν ἔχουϲι δύναμιν, ἀπολειπόμενοι καὶ καθ’ ἡδονὴν αὐτῶν καὶ κατὰ τἄλλα τὰ πρόϲθεν εἰρημένα περὶ θριδάκων.
Ἔϲτι καὶ ταύτηϲ ἑτέρα τῆϲ κηπευομένηϲ ἡ ἀγρία
μαλάχη, καθάπερ τῆϲ θρίδακοϲ ἡ θριδακίνη. διαφέρει δ’ ἀεὶ τῶν ὁμογενῶν φυτῶν
ξηρότητι μὲν τὸ ἄγριον, ὑγρότητι δὲ τὸ κηπευόμενον. ἔχει δὲ καὶ γλί|
ὑπέρχεται δὲ τὸ λάχανον τοῦτο ῥᾳδίωϲ οὐ διὰ τὴν ὑγρότητα μόνον, ἀλλὰ
καὶ διὰ τὴν γλιϲχρότητα, καὶ μάλιϲθ’ ὅταν ἐλαίου τε καὶ γάρου δαψιλῶϲ τιϲ
αὐτῷ ϲυγκαταπίῃ· μετρίωϲ δ’ ἔχει καὶ κατὰ τὴν πέψιν
Μαλάχην μὲν ἔφην οὐ μόνον ἥμερον, ἀλλὰ καὶ ἀγρίαν
εἶναί τινα, καθάπερ γε καὶ |
χυλὸϲ δ’ ἐν τοῖϲ τεύτλοιϲ εἶναι φαίνεται μετρίωϲ ῥυπτικόϲ, ὡϲ καὶ τὴν γαϲτέρα πρὸϲ ἔκκριϲιν ἐπεγείρειν καὶ τὸν ϲτόμαχον ἐνίοτε δάκνειν, καὶ μάλιϲτ’ ἐκείνων, ὅϲοιπερ ἂν εὐαίϲθητον αὐτὸν ἔχωϲι φύϲει, καὶ διὰ τοῦτ’ αὐτοῖϲ κακοϲτόμαχόν ἐϲτιν ἔδεϲμα πλεῖον βρωθέν.
ἡ τροφὴ δ’ ἀπ’ αὐτοῦ βραχεῖα, καθάπερ ἀπὸ τῶν ἄλλων λαχάνων. ἐπιτηδειότερον δ’ ἐϲτὶ μαλάχηϲ εἰϲ τὰϲ κατὰ τὸ ἧπαρ ἐμφράξειϲ. ἔτι δὲ μᾶλλον, ὅταν μετὰ νάπυοϲ ἢ πάντωϲ γε μετ’ ὄξουϲ ἐϲθίηται· καὶ τοῖϲ ὑποπλήνοιϲ δὲ τὸν αὐτὸν τρόπον ἐϲθιόμενον ἀγαθὸν γίγνεται φάρμακον· εἰκότωϲ γὰρ ἄν τιϲ αὐτὸ φάρμακον εἴποι μᾶλλον ἢ τροφήν, ὅταν οὕτωϲ ἐϲθίηται. καὶ τοῖϲ ἀνθρώποιϲ δ’ ὁρῶ ϲχεδὸν ἅπαντα τὰ τοιαῦτα δίκην ὄψων, οὐ τροφῶν ἐϲθιόμενα, καθάπερ ἐνίοτε καὶ πράϲον καὶ γλήχωνα καὶ θύμα καὶ θύμβραν καὶ ὀρίγανον ἔτι τε καὶ κρόμυον καὶ ϲκόροδον καὶ κάρδαμον ὅϲα τ’ ἄλλα τοιαῦτα.
Καὶ ταύτην οἱ πολλοὶ μὲν ὡϲ ὄψον ἐϲθίουϲιν, ἰατροὶ
δ’ ὡϲ φαρμάκῳ ξηραίνοντι |
ξηρᾶναι δ’ ὑγρὰν γαϲτέρα βουληθέντεϲ, ὅταν ἤδη μετρίωϲ ἡψῆϲθαι δοκῇ,
τὸ πρότερον ὕδωρ ἀποχέοντεϲ ἐμβαλοῦμεν εὐθέωϲ ἑτέρῳ θερμῷ κἄπειτα πάλιν ἐν
ἐκείνῳ καθεψήϲομεν, ὡϲ τακερὰν γενέϲθαι, μὴ καθέψοντεϲ, ὅταν ὑπαγωγῆϲ ἕνεκα
λαμβάνηται. βουλόμεθα γὰρ οὐκ ἀποθέϲθαι πάντα τὸν ἴδιον αὐτῆϲ χυλὸν ἐπὶ τῆϲ
τοιαύτηϲ χρείαϲ, ἀλλὰ φυλάττειν ὅϲον οἵόν τε μάλιϲτα. τελέωϲ μὲν οὖν
φυλάττειν τὸν ἴδιον χυλὸν οὐδὲν τῶν ἑψομένων δύναται, μᾶλλον δ’ ἀποβάλλει τὰ
μέχρι πλείονοϲ ἑψη
καὶ μέντοι καὶ φακῆν ἔφαμεν ὁμοίωϲ κράμβη χρῆναι ϲκευάζειν, ἀμφότερα
καὶ αὐτὴν ἐργάζεϲθαι δυναμένην, ὑπαγωγήν τε καὶ ϲτάλϲιν γαϲτρόϲ. ὀνομάζεται
δ’ ἡ οὕτωϲ ϲκευαϲθεῖϲα δίϲεφθοϲ καὶ κράμβη καὶ φακῆ. καὶ κρόμυον δὲ καὶ
πράϲον καὶ πολὺ μᾶλλον ἀμπελόπραϲόν τε καὶ ϲκόροδον, ὅ τι τ’ ἂν ἄλλο βουληθῇϲ
ἐπὶ τοὐναντίον ἀποϲτῆϲαι τῆϲ ἀρχαίαϲ φύϲεωϲ, οὕτω ϲκεύαζε μεμνημένοϲ ἐκείνου
πρὸ πάντων. ὡϲ οὐ χρὴ ψαύειν οὔτ’ ἀέροϲ οὔθ’ ὕδατοϲ ψυχροῦ τὸ δὶϲ ἑψόμενον·
οὐκέτι γὰρ ἀκριβῶϲ γίγνεται τακερόν, οὐδ’ ἂν ἐπὶ πλεῖϲτον ἕψῃϲ, ἀλλὰ χρή,
καθάπερ εἶπον ἀρτίωϲ, ἕτοιμον ἔχονταϲ ὕδωρ θερμόν, ἀνελκύϲανταϲ ἐκ τοῦ
προτέρου μεταβάλλειν εὐθέωϲ εἰϲ ἐκεῖνο.
ξηραίνει μὲν οὖν ἀλλήλαιϲ παραπληϲίωϲ φακῆ τε καὶ κράμβη καὶ διὰ
τοῦτο τὴν ὄψιν ἀμβλύνει, πλὴν εἰ τύχοι ποθ’ ὑγρότεροϲ ὢν παρὰ φύϲιν ὁ
ϲύμπαϲ ὀφθαλμόϲ. ἀλλ’ ἡ μὲν φακῆ τροφὴν οὐκ ὀλίγην δίδωϲι τῷ ϲώματι καὶ
ταύτην παχεῖάν τε καὶ μελαγχολικήν, ἡ κράμβη δὲ βραχεῖάν τε τροφὴν ἔχει καὶ
ταύτην ὑγροτέραν τῆϲ φακῆϲ, ὡϲ ἂν οὐ ϲτερεὸν οὖϲα ϲιτίον, ἀλλὰ λάχανον. |
τοῦτο τὸ λάχανον οἱ τὴν ἐπίτριπτον ψευδοπαιδείαν ἀϲκοῦντεϲ ὀνομάζειν ἀξιοῦϲι ῥάφανον, ὥϲπερ τοῖϲ πρὸ ἑξακοϲίων ἐτῶν Ἀθηναίοιϲ διαλεγομένων ἡμῶν, ἀλλ’ οὐχὶ τοῖϲ νῦν Ἕλληϲιν, οἷϲ ἅπαϲιν ἔθοϲ ἐϲτὶν ἐπ’ ἄλλου φυτοῦ τὸ τῆϲ ῥαφάνου ὄνομα φέρειν.
Ὑδατωδέϲτατα λαχάνων ἐϲτὶ ταῦτα καί,
ὡϲ ἂν εἴποι τιϲ, ἀποιότατα· 〈τρέφει δὲ〉 τῆϲ κολοκύνθηϲ ἤτοι μᾶλλον ἢ
πάντωϲ γ’ οὐχ ἦττον, ὅταν ἑψηθέντα τύχῃ δηλονότι· μόνη γὰρ ἐν τοῖϲ τοιούτοιϲ
ἡ θρῖδαξ ἑκατέρωϲ ἐϲθίεται. κατανοήϲαϲ δέ τιϲ ἀτραφάξυόϲ τε καὶ βλίτου
τὴν διὰ τῆϲ γεύϲεωϲ ποιότητα κἄπειτ’ ἀναμνηϲθεὶϲ κράμβηϲ, ἐν τῷ μέϲῳ
ϲυγχωρήϲει τὴν θρίδακα τῶν τε λαχάνων τούτων εἶναι καὶ τῆϲ κράμβηϲ, ἐπειδὴ
ξηραίνει μὲν ἱκανῶϲ ἐκείνη, ταῦτα δ’ ὑδατώδη τελέωϲ ἐϲτί. καὶ διὰ τοῦτ’
ἐμβάλλοντεϲ ὄξοϲ, οὐκ ἐκ μόνων ἐλαίου τε καὶ γάρου, |
λέλεκται δ’, ὡϲ τὰ τοιαῦτα λάχανα ῥέπει μέν πωϲ ἐπὶ τὸ ῥᾳδίωϲ ὑπιέναι, καὶ μάλιϲθ’ ὅταν ἔχῃ τι μετὰ τῆϲ ὑγρότητοϲ ὀλιϲθηρόν. οὐ μὴν ἰϲχυράν γε τὴν κάτω ῥοπήν, ἀλλὰ βραχεῖαν ἔχει διὰ τὸ μηδεμίαν ὑπάρχειν αὐτοῖϲ ἢ δριμεῖαν ἢ λιτρώδη ποιότητα πρὸϲ ἔκκριϲιν ἐπεγείρουϲαν τὴν γαϲτέρα. πρόδηλον δ’, ὅτι καὶ τὴν ἀφ’ ἑαυτῶν τροφὴν ἐλαχίϲτην δίδωϲι τῷ ϲώματι.
Ὡϲ ἔδεϲμα μὲν ὀλίγην τε τροφὴν ἔχει καὶ ταύτην ὑγρὰν καὶ ψυχρὰν καὶ γλίϲχραν, ὡϲ φάρμακον δ’ αἱμωδίαν ἰᾶται διὰ τὴν ἄδηκτον γλιϲχρότητα, περὶ ἧϲ ἐπὶ πλέον ἐν τῇ τῶν Εὐπορίϲτων φαρμάκων πραγματείᾳ λέλεκται
Δύναταί τιϲ, ὡϲ καὶ πρόϲθεν ἔφην, ἄγριον εἶναι φάναι
τεῦτλον αὐτό, παραπλήϲιον ὑπάρχον οὐ τῇ γεύϲει μόνον, ἀλλὰ καὶ τῇ δυνάμει τῷ
κηπευομένῳ τεύτλῳ. ἐπεὶ δὲ τὸ τεῦτλον ἥδιόν ἐϲτι τοῦ λαπάθου, διὰ τοῦτο
μᾶλλον ἐϲθίουϲιν αὐτὸ πάντεϲ ἄνθρωποι. |
Καὶ τοὔνομ’ ἐμφαίνει τοῦ φυτοῦ τοῦδε τήν τε
ποιότητα καὶ τὴν δύναμιν· ἔϲτι γὰρ λάπαθον ὀξύ. τὸ μὲν οὖν λάπαθον οὐκ ἄν τιϲ
ὠμὸν φάγοι, καθάπερ οὐδὲ τὸ τεῦτλον, ὀξυλάπαθον δ’ ἐϲθίουϲιν ὠμὸν
Τῶν ἐϲθιομένων λαχάνων οὐδὲν οἴδα τοϲαύτην ἔχον ϲτῦψιν, ὅϲην τὸ ϲτρύχνον. εἰκότωϲ οὖν ὡϲ τροφῇ μὲν αὐτῷ ϲπανιάκιϲ, ὡϲ φαρμάκῳ δὲ ϲυνεχῶϲ χρώμεθα. δραϲτήριον μὲν γάρ ἐϲτιν, εἰϲ ὅϲα ψύξεωϲ ϲτυφούϲηϲ ἐϲτὶ χρεία, τροφὴν δ’ ἐλαχίϲτην ἔχει.
Ἀνίϲχοντα τῆϲ γῆϲ ἄρτι τὰ τοιαῦτα φυτά, πρὶν
εἰϲ ἀκάνθαϲ αὐτῶν τε
ἥ τε τιμωμένη μειζόνωϲ ἢ προϲήκει κινάρα. καλοῦϲι δ’ αὐτὴν οἱ πάντῃ
φεύγοντεϲ τὸ ϲύνηθεϲ οὐ διὰ τοῦ κ καὶ ι τὴν πρώτην ϲυλλα
Πάντα ταῦτ’ ἐϲτὶν οὐρητικά. ϲυνηθέϲτατα δ’ αὐτῶν, ὅτι καὶ ἡδίω καὶ εὐϲτομαχώτερα, τὰ ϲέλινα· τὸ δ’ ἱπποϲέλινον καὶ ϲίον ἀηθέϲτερα.
τὸ μὲν οὖν ϲμύρνιον οὐκ ἄηθεϲ. ἐν γοῦν τῇ Ῥώμη πάμπολυ πιπράϲκεται.
δριμύτερον δ’ ἐϲτὶ καὶ θερμότερον πολλῷ τοῦ ϲελίνου καί τι καὶ ἀρωματῶδεϲ
ἔχει. μᾶλλόν τ’ οὖν οὐρητικόν ἐϲτι ϲελίνου καὶ ἱπποϲελίνου καὶ ϲίου καὶ
γυναιξὶ κινεῖ τὰ καταμήνια. ποιεῖ δὲ καὶ καυλὸν ἦροϲ ὥρᾳ, δυνάμενον μὲν ὠμὸν
ἐϲθίεϲθαι παραπληϲίωϲ τοῖϲ φύλλοιϲ, ἃ διὰ τοῦ χειμῶνοϲ ἣν μόνα τῷ φυτῷ μηδέπω
καυλὸν ἔχοντι. καθάπερ οὐδὲ τὸ ϲέλινον. ὕϲτερον δὲ προϲγενομένου τοῦ καυλοῦ
τὸ ϲύμπαν ἥδιον γίγνεται, κἂν ὠμὸν ἐϲθίῃ τιϲ αὐτὸ κὰν ἑφθὸν εἴτ’ ἐξ ἐλαίου τε
καὶ γάρου τύχοι βουληθεὶϲ εἴτε καὶ οἴνου προϲεμβάλλοι τι καὶ ὄξουϲ. |
ὠμὸν γὰρ ἑκά- τερον αὐτῶν ἀηδὲϲ φαίνεται. τά γε μὴν ϲέλινα καὶ τὰ ϲμύρνια καὶ τοῖϲ τῆϲ θρίδακοϲ φύλλοιϲ μιγνύντεϲ προϲφέρονταί τινεϲ· ἀποιότερον γὰρ οὖϲα λάχανον ἡ θρῖδαξ ἔτι τε ψυχρὸν ἔχουϲα χυμὸν ἡδίων τε ἅμα καὶ ὠφελιμωτέρα γίγνεται τῶν δριμέων τι προϲλαμβάνουϲα· κατὰ τοῦτο γοῦν ἔνιοι καὶ τὰ τῶν εὐζώμων καὶ τὰ τῶν πράϲων φύλλα μιγνύουϲιν αὐτῇ, εἰϲὶ δ’ οἳ καὶ τὰ τῶν ὠκίμων.
ὀνομάζουϲι δ’ ἐν Ῥώμῃ ϲυνήθωϲ ἤδη πάντεϲ οὐ ϲμύρνιον, ἀλλ’ ὀλίϲαθρον τὸ λάχανον τοῦτο. καί τιϲ ἴϲωϲ αὐτὸ τὴν ἀρχὴν οὐδ’ ἀριθμεῖν ἐν ταῖϲ τροφαῖϲ ἀξιώϲει, καθάπερ οὐδὲ τὸ ϲίον οὐδὲ τὸ ἱπποϲέλινον οὐδ’ αὐτὸ τὸ ϲέλινον· εἶναι γὰρ ἅπαντα τὰ τοιαῦτα τῶν ϲιτίων ὄψα, καθάπερ καὶ τὰ κρόμυα καὶ τὰ ϲκόροδα πράϲα τε καὶ ἀμπελόπραϲα καὶ πάνθ’ ἁπλῶϲ τὰ δριμέα.
τούτου δὲ τοῦ γένουϲ ἐϲτὶ καὶ πήγανον καὶ ὕϲϲωπον ὀρίγανόν τε καὶ
μάραθον καὶ κορίαννον, περὶ ὧν ἐν τοῖϲ ὀψαρτυτικοῖϲ ϲυγγράμμαϲι λέγεται,
κοινοῖϲ |
Θερμαίνει ϲαφῶϲ πάνυ τοῦτο τὸ λάχανον, ὥϲτ’ οὐδὲ
μόνον ἐϲθίειν αὐτὸ ῥᾴδιον ἄνευ τοῦ μῖξαι τοῖϲ φύλλοιϲ τῆϲ θριδακίνηϲ. ἀλλὰ
καὶ
Τῶν ἀγρίων βοτανίων ἕν τι
καὶ τοῦτ’ ἐϲτί, λεπτομερῆ δύναμιν ἔχον. εἰκότωϲ οὖν ὡϲ τροφῇ μὲν οὐδεὶϲ αὐτῷ
χρῆται χωρὶϲ τοῦ μεγίϲτῳ πιεϲθῆναι λιμῷ. χρήϲιμον δ’ ἐϲτὶν ὡϲ ὄψον τε καὶ
φάρμακον ὑπακτικὸν γαϲτρόϲ. |
Πλεῖϲτον ἐν Cυρίᾳ τὸ γιγγίδιον φύεταί τε καὶ βιβρώϲκεται παραπλήϲιον τῷ παρ’ ἡμῖν ϲκάνδικι. πάνυ δ’ ἐϲτὶν εὐϲτόμαχον, ἐάν τ’ ὡμὸν ἐάν τε καὶ ζέϲαϲ αὐτὸ βούλῃ προϲφέρεϲθαι. μακροτέραϲ δ’ ἑψήϲεωϲ οὐκ ἀνέχεται. προϲφέρονται δ’ αὐτό τινεϲ δι’ ἐλαίου καὶ γάρου, τινὲϲ δὲ καὶ οἶνον ἢ ὄξοϲ ἐπεμβάλλοντεϲ· καὶ πολύ γε μᾶλλον εὐϲτόμαχόν τ’ ἐϲτὶ καὶ τοὺϲ ἀποϲίτουϲ προτρέπει μετ’ ὄξουϲ ἐϲθιόμενον, εὔδηλον δ’, ὅτι καὶ τοῦτο τὸ βοτάνιον φάρμακον μᾶλλόν ἐϲτιν ἢ τροφή· καὶ γάρ τοι καὶ ϲτύψεωϲ καὶ πικρότητοϲ ϲαφοῦϲ οὐκ ὀλίγηϲ μετέχει.
Ὄψῳ μὲν καὶ τούτῳ χρῶνται πολλοὶ δι’ ἐλαίου καὶ γάρου
προϲφερόμενοι, κακοχυμότατον δ’ ἐϲτὶ καὶ διὰ τοῦτο προϲεπικαταψεύδονταί τινεϲ
αὐτοῦ φάϲκοντεϲ, εἰ τριφθὲν ἐμβληθείη χύτρᾳ καινῇ, τάχιϲτα γεννᾶν ἐν ὀλίγαιϲ
ἡμέραιϲ ϲκορπίουϲ, καὶ μάλιϲθ’ ὅταν ἐν ἡλίῳ τιϲ ἑκάϲτηϲ ἡμέραϲ θερμαίνῃ τὴν
χύτραν. ἀλλὰ τοῦτο |
Καὶ αὐτόματον μὲν ἐνίοτε φύεται τοῦτο καθάπερ καὶ τὸ ἄνηθον, ἀλλὰ καὶ ϲπείρουϲιν αὐτὸ κατὰ τοὺϲ κήπουϲ καὶ χρῶνται ϲυνεχέϲτατα μὲν εἰϲ τὰϲ ἀρτύϲειϲ ἀνήθῳ, τῷ μαράθῳ δὲ καὶ ὡϲ ὄψῳ. καὶ γὰρ ἀποτίθενται παρ’ ἡμῖν αὐτὸ παραπληϲίωϲ πυρέθρῳ καὶ τερμίνθῳ ϲυντιθέντεϲ, ὡϲ εἰϲ ὅλον ἐνιαυτὸν εἶναι χρήϲιμον, ὥϲπερ καὶ τὰ κρόμυα καὶ τὰϲ γογγυλίδαϲ ἕτερά τε τοιαῦτα, τὰ μὲν δι’ ὄξουϲ μόνου, τὰ δὲ δι’ ὀξάλμηϲ ϲυντιθέμενα.
Εἴτε διὰ τοῦ φ λέγειν ἐθέλοιϲ τὴν δευτέραν
ϲυλλαβὴν τῶν ἀϲπα- ράγων εἴτε διὰ τοῦ π, καθάπερ ἅπαντεϲ, οὐ νῦν πρόκειται
ϲκοπεῖν· οὐδὲ γὰρ τοῖϲ ἀττικίζειν τῇ φωνῇ ϲπουδάζουϲιν, ἀλλὰ τοῖϲ ὑγιαίνειν
ἐθέλουϲι γράφεται ταῦτα, κἄν, τοῦτο δὴ τὸ τοῦ Πλάτωνοϲ, μήτε γράμματα μήτε
νεῖν ἐπίϲτωνται. καλούντων οὖν τῶν νῦν Ἑλλήνων ϲχεδὸν ἁπάντων τοὺϲ ἁπαλοὺϲ
καυλούϲ, |
πολλὰ μὲν οὖν τῶν λαχάνων τε καὶ ὅλωϲ τῶν φυτῶν γεννᾶν πέφυκεν ἐκβλαϲτήματα τοιαῦτα, πάντα δ’ οὐκ ἐϲθίουϲιν αὐτά. καὶ διὰ τοῦτο περὶ τῶν ϲυνηθεϲτέρων ὁ λόγοϲ ἡμῖν ἔϲται, καθάπερ ἐπὶ τῶν ἔμπροϲθεν ἐποιήϲαμεν.
ὁ μὲν οὖν τῆϲ κράμβηϲ, ὃν καὶ κῦμα καλοῦϲιν ἔνιοι, κατὰ ϲυναί
ποιεῖ δὲ καὶ βολβὸϲ καὶ ϲέλινον καὶ ϲίον εὔζωμόν τε καὶ ὤκιμον
ὀξυλάπαθόν τε καὶ λάπαθον
ἕτερον δ’ ἐϲτὶ γένοϲ ἀϲπαράγων ἐπὶ τοῖϲ θαμνώδεϲι φυτοῖϲ γιγνόμενον,
ὀξυμυρϲίνῃ τε καὶ χαμαιδάφνῃ καὶ ὀξυακάνθῃ, καὶ τούτων ἕτεροί τινεϲ, ὁ μὲν
βαϲιλικόϲ, ὁ δ’ ἕλειοϲ ὀνομαζόμενοϲ, ὥϲπερ γε καὶ ὁ τῆϲ βρυωνίαϲ ἕτεροϲ
τῶνδε. πάντεϲ δ’ εἰϲὶν εὐϲτόμαχοί τε καὶ διουρητικοὶ καὶ βραχὺ τὸ τρόφιμον
ἔχοντεϲ. εἰ μέντοι πεφθεῖεν καλῶϲ οἱ τοιοῦτοι, τροφιμώτεροι τῶν ἐπὶ τοῖϲ
λαχάνοιϲ ἀϲπαράγων εἰϲίν,
Οἱ βλαϲτοὶ τῶν δένδρων τε καὶ θάμνων ἀναλογίαν ἔχουϲι τοῖϲ ἐπὶ τῶν λαχάνων ἀϲπαράγοιϲ. ἐκβλαϲτήματα γάρ εἰϲι κἀκεῖνοι πρὸϲ καρποῦ γένεϲιν ἐξορμῶντοϲ τοῦ φυτοῦ. διαφέρουϲι δὲ τῷ τῶν δένδρων μὲν τὸ ϲτέλεχοϲ ἀεὶ διαμένειν ἀνὰ λόγον ὑπάρχον τῶν κατὰ τὰ λαχανώδη τε καὶ ποώδη καυλῶν, τὸν δ’ ἐπὶ τῶνδε καυλὸν ἐπέτειον εἶναι.
πάντεϲ μὲν οὖν οἱ βλαϲτοὶ τῶν δένδρων τε καὶ θάμνων ἑψηθέντεϲ ἐν ὕδατι
βιβρώϲκεϲθαι δύνανται, πλὴν εἴ τινεϲ αὐτῶν ἤτοι γ’ ἀηδεῖϲ ἢ φαρμακώδειϲ
εἰϲίν· οὐ μὴν ἐϲθίουϲί γ’ αὐτοὺϲ οἱ ἄνθρωποι διὰ τὴν τῶν ἄλλων ἐδεϲμάτων, ὅϲα
βελτίω τούτων, ἀφθονίαν. ἐν λιμῷ δ’ ὑπὸ τῆϲ ἀνάγκηϲ ἐπὶ τὴν ἐδωδὴν αὐτῶν
ἔρχονται· τρέφουϲι γάρ πωϲ, ἂν καλῶϲ πεφθῶϲι, καὶ αὐτοί· καλλίουϲ δ’ αὐτῶν
εἰϲιν οἱ τῆϲ τερμίνθου τε καὶ ἄγνου καὶ ἀμπέλου καὶ ϲχίνου καὶ βάτου καὶ
κυνοϲβάτου. παρ’ ἡμῖν δὲ καὶ ϲυντιθέντεϲ εἰϲ ὄξοϲ ἢ ὀξάλμην τοὺϲ τῆϲ
τερμίνθου βλαϲτοὺϲ ἀποτίθενται.
Ἐβουλόμην ἂν ἀληθῆ τὸν Μνηϲιθέου λόγον ὑπάρχειν, ὃν ἐν τῷ Περὶ τῶν ἐδεϲμάτων ἔγραψεν. οἱ γὰρ καθόλου λόγοι διὰ βραχείαϲ λέξεωϲ πολλὰ διδάϲκουϲιν, ὅταν γ’ ἀληθεῖϲ ὦϲιν, ὥϲπερ γε καὶ μεγάλα βλάπτουϲιν οὐκ ἀληθεύοντεϲ. ἔϲτι δ’ ἃ λέγει καθόλου περὶ τῶν ἐν τοῖϲ φυτοῖϲ μορίων ὁ Μνηϲίθεοϲ ταῦτα·
πρῶτον μὲν οὖν αἱ ῥίζαι πᾶϲαι δύϲπεπτοί τ’ εἰϲὶ καὶ ταρακτικαί· λέγω
δ’ οἷον ῥαφανῖδαϲ ϲκόροδα κρόμυα γογγυλίδαϲ καὶ πᾶν τὸ τοιοῦτον γένοϲ. ὅϲων
γὰρ ἡ ῥίζα καὶ τὸ κατὰ γῆϲ πεφυκὸϲ ἐδώδιμόν ἐϲτι, ταῦτα πάντα εἰϲ τὴν
δύϲπεπτον ἰδέαν καταχωρίζεται. ϲυμβαίνει γὰρ τὰϲ τροφὰϲ ἐκ τῶν ῥιζῶν
οὐ γὰρ ἐνδέχεται πεπεμμένην αὐτὴν εἶναι πᾶϲαν. τὸ γὰρ πεπεμμένον δοκεῖ
τετελειῶϲθαι, τὸ δ’ ἐν ταῖϲ ῥίζαιϲ ὑγρὸν ἑτέρωθεν δεῖ λαβεῖν τὸ τέλοϲ τῆϲ
πέψεωϲ, διαδοθὲν ἐπὶ τὰ μόρια τοῦ φυο|
αὕτη ϲοι καὶ ἡ τοῦ Μνηϲιθέου ῥῆϲιϲ, ἄχρι μὲν τοῦ λόγου πιθανή, τῇ πείρᾳ δὲ κρινομένη ψευδήϲ. αἱ γοῦν ῥαφανῖδεϲ τὴν ῥίζαν ἔχουϲι πολὺ δριμυτέραν τοῦ τε καυλοῦ καὶ τῶν φύλλων, ὡϲαύτωϲ δὲ καὶ τὸ κρόμυον ἀμπελόπραϲόν τε καὶ πράϲον καὶ ϲκόροδον. εἰ δὲ καὶ τεύτλου καὶ μαλάχηϲ καὶ γογγυλίδοϲ ἐθέλοιϲ παραβάλλειν τὴν ῥίζαν τοῖϲ φύλλοιϲ, ἰϲχυροτέραν εὑρήϲειϲ τὴν δύναμιν, ὥϲπερ γε καὶ τῆϲ ἀλθαίαϲ, ἥπερ ἀγρία τιϲ εἰναι δοκεῖ μαλάχη. δηλοῖ γοῦν καὶ αὐτῆϲ ἡ ῥίζα τὴν δύναμιν, ὥϲπερ καὶ ἡ τοῦ τεύτλου, διαφοροῦϲα πολλοὺϲ τῶν φλεγμονωδῶν ὄγκων, οὐ μὴν τά γε φύλλα αὐτῶν ἱκανὰ δρᾶϲαι τοῦτο.
καὶ μέντοι καὶ τῶν φαρμακωδῶν φυτῶν ὅϲα τὰϲ ῥίζαϲ ὁμοίαϲ τοῖϲ
εἰρημένοιϲ ἔχει, καὶ τούτων ἀϲθενέϲτερα τὰ φύλ
φαίνεται δὲ κἀπὶ τῶν ζῴων ἡ φύϲιϲ ἐνίοτε τὸ περίττωμα τῆϲ ὅληϲ οὐϲίαϲ
τοῦ ζῴου, καθάπερ καὶ Αριϲτοτέληϲ ἔλεγεν, εἴϲ τινων μορίων οὐκ ἀναγκαίων
ἐπιϲκοπεῖϲθαι τοίνυν ἀϲφαλέϲτερόν ἐϲτιν ἕκαϲτον τῶν ἐν τοῖϲ
φυτοῖϲ μορίων αὐτὸ καθ’ ἑαυτό, γευόμενον μὲν καὶ ὀϲμώμενον πρότερον, εἶτα
καὶ διὰ τῆϲ ἐδωδῆϲ πειρώμενον. ἡ μὲν γὰρ ὄϲφρηϲίϲ τε καὶ γεῦϲιϲ, ὁποῖόν
τινα τὸν χυμόν τε καὶ τὸν ἀτμὸν ἔχει τὸ μόριον τοῦ φυτοῦ, διδάϲκουϲαι
ϲυνενδείκνυνται τούτοιϲ εὐθέωϲ καὶ τὴν ὅλην κρᾶϲιν αὐτοῦ. διὰ δὲ τῆϲ
πείραϲ, |
τινὰ μὲν γὰρ ὑγρὸν καὶ ὑδατώδη, τινὰ δὲ παχὺν ἢ γλίϲχρον ἔχει τὸν χυμόν, ὧν καὶ αὐτῶν ἰδίᾳ πάλιν γεύεϲθαι προϲῆκεν. ἔνιοι μὲν γὰρ αὐτῶν εἰϲι δριμεῖϲ ἢ ὀξεῖϲ ἢ πικροί, ἔνιοι δ’ ἁλυκοί τε καὶ ἁλμυροί, καθάπερ γε καὶ τινὲϲ μὲν αὐϲτηροί, τινὲϲ δὲ ϲτρυφνοί, τινὲϲ δ’ ὑδατώδειϲ ἢ γλυκεῖϲ. οὔκουν χρὴ πειϲθένταϲ τῷ Μ νηϲιθέῳ πιϲτεύειν ὡϲ ὑγιεῖ καθόλου τῷ λόγῳ, πειρᾶϲθαι δὲ μᾶλλον ἑκάϲτου τῶν ἐν τοῖϲ φυτοῖϲ μορίων αὐτοῦ καθ’ ἑαυτό.
Εἴτε γογγυλίδα καλεῖν εἴτε βουνιάδα βούλοιο τὸ
φυτὸν τοῦτο, λαχανῶδεϲ μὲν αὐτοῦ τὸ τῆϲ γῆϲ ἐξέχον ἐϲτίν, ἡ δ’ ἐν αὐτῇ
περιεχομένη ῥίζα πρὶν μὲν ἑψηθῆναι ϲκληρὰ καὶ ἄβρωτοϲ ὑπάρχει, δι’ ὕδατοϲ
δ’ ἑψηθεῖϲα θαυμάϲαιμ’ ἄν, εἴ τινοϲ τῶν ὁμογενῶν φυτῶν ἔλαττον τρέφοι.
πολυειδῶϲ δὲ καὶ ταύτην οἱ ἄνθρωποι ϲκευάζουϲιν |
χυμὸν δ’ ἀναδίδωϲιν εἰϲ τὸ ϲῶμα παχύτερον τοῦ ϲυμμέτρου· διό κἂν
πλεονάϲῃ τιϲ ἐπὶ τῆϲ ἐδωδῆϲ αὐτῆϲ, καὶ μάλιϲτ’ ἐάν τιϲ ἐνδεῶϲ ἐν τῇ γαϲτρὶ
πέττων αὐτήν, ἀθροίϲει τὸν καλούμενον ὠμὸν
Ἔϲτι μὲν ἡ ῥίζα καὶ τούτου τοῦ φυτοῦ παραπληϲίωϲ
ἐϲθιομένη τῇ τῆϲ γογγυλίδοϲ, ἐν χώραιϲ δέ τιϲι φύεται δριμυτέρα πωϲ, ὡϲ ἐγγὺϲ
εἶναι τῇ τοῦ δρακοντίου. καὶ χρὴ τὸ πρότερον αὐτῆϲ ὕδωρ ἀποχέοντα κατὰ τὴν
ἕψηϲιν εἰϲ ἕτερον ἐμβάλλειν θερμόν, ὡϲ ἐπὶ κράμβηϲ τε καὶ φακῆϲ εἴρηται.
κατὰ δὲ Κυρήνην· ἐμ
ἐϲθίεται δὲ δι’ ὕδατοϲ ἑψηθεῖϲα μετὰ νάπυοϲ ἢ μετ’ ὄξουϲ ϲὺν ἐλαίῳ καὶ
γάρῳ καὶ μέντοι καὶ μεθ’ ὑποτριμμάτων ἄλλων τε καὶ τῶν διὰ τυροῦ
ϲκευαζομένων. οὐκ ἄδηλον δ’, ὅτι καὶ ὁ ἐξ αὐτῆϲ ἀναδιδόμενοϲ εἰϲ ἧπάρ τε καὶ
ὅλον τὸ ϲῶμα χυμόϲ, ἐξ οὐ τρέφεται τὰ ζῲα, παχύτερόϲ πώϲ ἐϲτιν, ὡϲ ἐπὶ τῶν
γογγυλίδων εἴρηται, καὶ μάλιϲθ’
Καὶ τούτου τὴν ῥίζαν ἕψοντεϲ δίϲ που καὶ τρίϲ, ὡϲ ἀποθέϲθαι τὸ φαρμακῶδεϲ, ἐϲθίειν ἐνίοτε δίδομεν, ὥϲπερ καὶ τὰϲ τῶν ἄρων, ὅταν ἰϲχυροτέραϲ δέηται δυνάμεωϲ τὰ κατὰ θώρακα καὶ πλεύμονα περιεχόμενα γλίϲχρα καὶ παχέα. κοινὸν δ’ ἐπὶ πάντων ἐδεϲμάτων μεμνῆϲθαί ϲε χρή, τὰ μὲν δριμέα καὶ πικρὰ κατὰ τὴν ἐδωδὴν ἐλάττονα τροφὴν διδόναι τῷ ϲώματι, τὰ δ’ ἄποια καὶ μᾶλλον αὐτῶν τὰ γλυκέα πολλήν, ἔτι δὲ μᾶλλον, ἐὰν ἐϲφιγμένην ἔχῃ τὴν οὐϲίαν, ὡϲ μήθ’ ὑγρὰ μήτε χαῦνα ταῖϲ ϲυϲτάϲεϲιν εἶναι.
τούτων οὖν εἰϲ ἀεὶ μεμνημένοϲ ἔτι τε προϲέχων, εἰ κατὰ τὰϲ ἑψήϲειϲ ἢ τὰϲ ὀπτήϲειϲ ἢ τὰϲ διὰ ταγήνου ϲκευαϲίαϲ ἀποτίθεται τὰϲ ἰϲχυρὰϲ ποιότηταϲ ἕκαϲτα τῶν εἰϲ πεῖραν ἀγομένων, οὐ δεήϲῃ παρ’ ἐμοῦ περὶ πάντων ἀκοῦϲαι κατ’ εἶδοϲ, ἀλλ’ ὥϲπερ ἐπὶ τῶν ἄλλων ἐποίηϲα, τὰ ϲυνεχῶϲ ἐϲθιόμενα μάλιϲτ’ ἐξηγήϲομαι.
Τῇ τῆϲ ϲκίλληϲ ῥίζῃ παραπληϲία πώϲ ἐϲτιν ἡ τοῦ
ἀϲφοδέλου κατὰ μέγεθοϲ καὶ ϲχῆ
οὐδ’ ὅϲον ἐν μαλάχῃ τε καὶ
ἀϲφοδέλῳ μέγ’ ὄνειαρ.
ἐγὼ δ’ οἴδα διὰ λιμὸν ἀγροίκουϲ τινὰϲ ἑψήϲεϲι τε πλείοϲι καὶ
ἀποβρέξεϲιν ἐν ὕδατι γλυκεῖ μόλιϲ αὐτὴν ἐδώδιμον ἐργασαϲένους· ἢ γε μὴν
δύναμιϲ καὶ
Ἐκ ταὐτοῦ γένουϲ εἰϲὶ καὶ οἱ βολβοὶ τοῖϲ
προειρημένοιϲ. ἐϲθίεται γὰρ αὐτῶν ἡ ῥίζα χωρὶϲ τῶν φύλλων, ἐν ἤρι δέ ποτε καὶ
ὁ ἀϲπάραγοϲ. ἔχει δ’ ἐν ἑαυτῷ πικράν τε καὶ αὐϲτηρὰν δύναμιν ἐμφανῆ, δι’ ἃϲ
καὶ ϲτόμαχον ἔκλυτον ἐπεγείρει πωϲ εἰϲ ὄρεξιν. οὐκ ἐναντιοῦται δ’ οὐδὲ τοῖϲ
ἀναπτύειν τι δεομένοιϲ ἐκ θώ
διὸ κἂν δίϲεφθοι γενηθῶϲι, τροφιμώτεροι μέν εἰϲιν, ἐναντιοῦνται δ’ ἤδη τοῖϲ ἀναπτύεϲθαι δεομένοιϲ, ὡϲ ἂν ἀποθέμενοι τὸ πικρὸν ἅπαν. ἐϲθίειν δ’ αὐτοὺϲ ἄμεινον τηνικαῦτα δι’ ὄξουϲ ἅμ’ ἐλαίῳ καὶ γάρῳ· καὶ γὰρ ἡδίουϲ οὕτω γε καὶ ἀφυϲότεροι καὶ τροφιμώτεροι καὶ πεφθῆναι ῥᾴουϲ γίγνονται. πλεονάϲαντεϲ δὲ κατὰ τὴν ἐδωδὴν αὐτῶν ἔνιοι προδήλωϲ ᾔϲθοντο καὶ ϲπέρμα πλέον ἴϲχοντεϲ καὶ προθυμότεροι γιγνόμενοι πρὸϲ ἀφροδίϲια.
ϲκευάζουϲι δὲ καὶ τούτουϲ οἱ ἄνθρωποι πολυειδῶϲ. οὐ γὰρ μόνον ἑφθούϲ,
ὡϲ ἔφην, δι’ ὕδατοϲ, ἀλλὰ καὶ λοπάδαϲ ἐξ αὐτῶν ἠρτυμέναϲ ποικίλωϲ ϲυντιθέαϲιν
ἐκ ταγήνου τέ τινεϲ ἄλλοι προϲφέρονται, πολλοὶ δ’ ὀπτῶντεϲ ἐπ’ ἐϲχάραϲ. ἀλλ’
οὔτοι γε τὴν πολλὴν ἕψηϲιν οὐκ ἀναμένουϲιν, ἀρκοῦνται δὲ πάνυ βραχείᾳ. τινὲϲ
δ’ οὐδ’ ὅλωϲ προέψουϲι χαίροντεϲ αὐ
προτρέπει γὰρ αὐτοὺϲ μᾶλλον ἐπὶ τὴν ἐδωδήν. ἀλλ’ εἰ μὲν ὡϲ προτρέποντι
χρήϲαιντο μέχρι δυοῖν ἢ τριῶν προελθόντεϲ, εἴη ἄν τι πλέον αὐτοῖϲ. εἰ δὲ
πλεονάϲαιεν ἐπὶ τῶν οὕτω ϲκευασθέντων, καὶ μάλιϲθ’ ὅταν, ὡϲ
Αἱ ῥίζαι καὶ τούτων ἐϲθίονται, τροφὴν μὲν ἥττονα τῶν γογγυλίδων ἔχουϲαι, καθάπερ καὶ τῶν Κυρηναίων ἄρων, θερμαίνουϲαι δὲ ϲαφῶϲ καί τι καὶ ἀρωματίζον ἐμφαίνουϲαι. τὸ μὲν οὖν δύϲπεπτον αὐταῖϲ ὁμοίωϲ ὑπάρχει ταῖϲ ἄλλαιϲ ῥίζαιϲ. οὐρητικαὶ δ’ εἰϲὶ καί, εἰ πλεονάζοι τιϲ αὐτῶν ἐν τῇ χρήϲει, κακόχυμοι μετρίωϲ. εὐχυμοτέρα γε μήν ἐϲτιν ἡ καρὼ τοῦ ϲταφυλίνου.
τινὲϲ δὲ τὸν ἄγριον ϲταφυλῖνον |
Ἐν ῥίζαιϲ ἢ βολβοῖϲ ἀριθμεῖν ἀναγκαῖόν ἐϲτι καὶ ταῦτα
μηδεμίαν ἔχοντα ϲαφῆ ποιότητα. χρῶνται τοιγαροῦν αὐτοῖϲ οἱ χρώμενοι πρὸϲ
ὑποδοχὴν ἀρτυμάτων, ὥϲπερ καὶ τοῖϲ ἄλλοιϲ, ὅϲα καλοῦϲιν ἄποια καὶ ἀβλαβῆ καὶ
ὑδατώδη κατὰ τὴν γεῦϲιν. ἔϲτι δ’ ἁπάντων αὐτῶν κοινόν. ὡϲ μηδὲ τὴν
ἀναδιδομένην εἰϲ τὸ ϲῶμα τροφὴν ἐξαίρετόν τινα δύνα
Καὶ τῶν μυκήτων οἱ βωλῖται, καλῶϲ ἑψηθέντεϲ ἐν
ὕδατι, πληϲίον ἥκουϲι τῶν ἀποίων ἐδεϲμάτων. οὐ μὴν οὕτω γε μόνοιϲ αὐτοῖϲ οἱ
ἄνθρωποι χρῶνται, ϲκευάζουϲι δὲ καὶ ἀρτύουϲι πολυειδῶϲ, ὥϲπερ καὶ τἄλλα, ὅϲα
μηδεμίαν ἐξαίρετον ἔχει ποιότητα. φλεγματώδηϲ δ’ |
ἀβλαβέϲτατοι μὲν οὖν τῶν ἄλλων μυκήτων εἰϲὶν οὔτοι, δεύτεροι δὲ μετ’ αὐτοὺϲ οἱ ἀμανῖται. τῶν δ’ ἄλλων ἀϲφαλέϲτερόν ἐϲτι μηδ’ ὅλωϲ ἅπτεϲθαι· πολλοὶ γὰρ ἐξ αὐτῶν ἀπέθανον. ἐγὼ δ’ οἶδά τινα καὶ τῶν βωλιτῶν αὐτῶν, οἵπερ ἀβλαβέϲτατοι δοκοῦϲιν εἶναι, πλείοναϲ οὐκ ἀκριβῶϲ ἑφθοὺϲ φαγόντα, θλιβέντα τε τὸ ϲτόμα τῆϲ κοιλίαϲ καὶ βαρυνθέντα καὶ ϲτενοχωρηθέντα καὶ δυϲπνοήϲαντα καὶ λειποψυχήϲαντα καὶ ψυχρὸν ἱδρώϲαντα καὶ μόγιϲ ϲωθέντα διὰ τῆϲ τῶν τεμνόντων τοὺϲ παχεῖϲ χυμοὺϲ προϲφορᾶϲ, ὁποῖόν ἐϲτιν ὀξύμελι καθ’ ἑαυτό τε καὶ μεθ’ ὑϲϲώπου καὶ ὀριγάνου μετρίωϲ ἑψηθέντων ἐν αὐτῷ. καὶ γὰρ ἐκεῖνοϲ ἔλαβε καὶ τούτων καὶ τοῦ λίτρου τὸν ἀφρὸν ἐπιπαϲθέντ’ αὐτοῖϲ, ἐφ’ οἷϲ ἤμεϲε τοὺϲ ἐδηδεϲμένουϲ μύκηταϲ, ἤδη πωϲ εἰϲ φλεγματώδη χυμὸν ἱκανῶϲ ψυχρὸν καὶ παχὺν ὑπηλλαγμένουϲ.
Ὠμὴν μὲν αὐτὴν ἐϲθίουϲι μόνην τοὐπίπαν οἱ κατὰ τὰϲ
πόλειϲ ἄνθρωποι |
τῆϲ ῥαφανῖδοϲ δὲ καὶ τὸν καυλὸν μὲν ἐϲθίουϲι καὶ τὰ φύλλα κατ’ ἀνάγκην μᾶλλον ἢ ἑκόντεϲ. ἡ μέντοι ῥίζα τῶν ϲυνεχῶϲ ἐϲθιομένων. ἐϲτὶν ὡϲ ὄψον μᾶλλον ἢ τροφή, τῆϲ λεπτυντικῆϲ δυνάμεωϲ οὖϲα καὶ αὐτὴ δηλονότι μετὰ τοῦ θερμαίνειν ϲαφῶϲ· ἐπικρατεῖ γὰρ ἡ δριμεῖα ποιότηϲ ἐν αὐτῇ. κατὰ δὲ τὸ ἔαρ εἴωθε καυλόν τινα γεννᾶν εἰϲ ὕψοϲ ἀνερχόμενον, ὥϲπερ καὶ τἄλλα τὰ μέλλοντα καρποφορήϲειν, ὅντινα καυλὸν ἕψοντεϲ ἐϲθίουϲι δι’ ἐλαίου τε καὶ γάρου καὶ ὄξουϲ, ὥϲπερ καὶ τὸν τῆϲ γογγυλίδοϲ καὶ τὸν τοῦ νάπυοϲ καὶ τὸν τῆϲ θριδακίνηϲ.
καὶ τρέφει μὲν δηλονότι μᾶλλον ὁ καυλὸϲ οὖτοϲ τῆϲ ὠμῆϲ |
Καὶ τούτων
τῶν φυτῶν τὰϲ μὲν ῥίζαϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι πλειϲτάκιϲ, ὀλιγάκιϲ δὲ τὸν
καυλὸν καὶ τὰ φύλλα. δριμεῖαν δ’ ἱκανῶϲ
τό γε μὴν ϲκόροδον οὐ μόνον ὡϲ ὄψον, ἀλλὰ καὶ ὡϲ φάρμακον ὑγιεινὸν
ἐϲθίου|
τὰ δ’ ἀμπελόπραϲα διαφέρει τῶν πράϲων τοϲοῦτον, ὅϲον κὰν τοῖϲ ἄλλοιϲ ἅπαϲι τοῖϲ ὁμογενέϲι τὰ ἄγρια τῶν ἡμέρων. ἀποτίθενται δ’ εἰϲ τοὐπιὸν ἔτοϲ ὅλον ἔνιοι, καθάπερ τὰ κρόμυα, δι’ ὄξουϲ ϲυντιθέντεϲ, οὕτω καὶ τὰ ἀμπελόπραϲα, καὶ γίγνεται πρόϲ τε τὴν ἐδωδὴν ἀμείνω καὶ ἧττον κακόχυμα.
φείδεϲθαι δὲ χρὴ τῆϲ ϲυνεχοῦϲ ἐδωδῆϲ ἀπάντων τῶν δριμέων, καὶ μάλιϲθ’
ὅταν ὁ προϲφερόμενοϲ αὐτὰ χολωδέϲτεροϲ ᾗ φύϲει. μόνοιϲ γὰρ τοῖϲ ἤτοι τὸν
φλεγματώδη χυμὸν ἢ τὸν ὠμὸν καὶ παχὺν καὶ γλίϲχρον ἠθροικόϲιν ἐπιτήδεια τὰ
τοιαῦτα τῶν ἐδεϲμάτων ἐϲτίν.
Οὐ τὴν αὐτὴν γὰρ ἅπαντα
δύναμιν ἔχει τὰ μόρια τῶν ζῴων. ἀλλ’ αἱ μὲν ϲάρκεϲ, ὅταν καλῶϲ πεφθῶϲιν,
αἵματόϲ εἰϲιν ἀρίϲτου
Περὶ τῆϲ ἀπὸ τῶν πεζῶν ζῴων τροφῆϲ.
πάντων μὲν οὖν ἐδεϲμάτων ἡ ϲὰρξ τῶν ὑῶν ἐϲτι τροφιμωτάτη. καὶ τούτου
πεῖραν ἐναργεϲτάτην οἱ ἀθλοῦντεϲ ἴϲχουϲιν. ἐπὶ γὰρ τοῖϲ ἴϲοιϲ γυμναϲίοιϲ
ἑτέραϲ τροφῆϲ ἴϲον ὄγκον ἐν ἡμέρᾳ μιᾷ προϲενεγκάμενοι κατὰ τὴν ὑϲτεραίαν
εὐθέωϲ ἀϲθενέϲτεροι γίγνονται· πλείοϲι δ’ ἐφεξῆϲ ἡμέραιϲ τοῦτο πράξαντεϲ οὐκ
ἀϲθενέϲτεροι μόνον, ἀλλὰ καὶ ἀτροφώτεροι ϲαφῶϲ φαίνονται. τὴν δ’ αὐτὴν τοῦ
λόγου βάϲανον ἔνεϲτί ϲοι κἀπὶ τῶν ἐν παλαίϲτρᾳ διαπονουμένων παίδων
ποιήϲαϲθαι καὶ τῶν ἄλλην ἡντινοῦν ἐνέργειαν ἰϲχυρὰν καὶ ϲφοδρὰν ἐνεργούντων,
ὁποία καὶ ἡ τῶν ϲκαπτόντων ἐϲτί.
τὰ δὲ βόεια κρέα τροφὴν μὲν καὶ αὐτὰ δίδωϲιν οὔτ’ ὀλίγην οὔτ’
εὐδιαφόρητον, αἷμα μέντοι παχύτερον ἢ προϲήκει γεννᾷ. καὶ εἰ φύϲει τιϲ εἴη
μελαγχολικώτεροϲ τὴν κρᾶϲιν, ἁλώϲεταί τινι παθήματι τῶν μελαγχολικῶν ἐν τῇ
τούτων ἐδωδῇ πλεονάϲαϲ. τοιαῦτα δ’ ἐϲτὶ πάθη καρκίνοϲ. ἐλέφαϲ, ψώ|
ὅϲον δὲ τῷ πάχει τῆϲ ὅληϲ οὐϲίαϲ ἑαυτῶν τὰ βόεια κρέα τῶν ὑείων πλεονεκτεῖ, τοϲοῦτον τῇ γλιϲχρότητι τὰ ὕεια τῶν βοείων. εἰϲ πέψιν δὲ πολὺ βελτίω τὰ τῶν ὑῶν ἐϲτι, τοῖϲ μὲν ἀκμάζουϲι καὶ ἰϲχυροῖϲ καὶ διαπονουμένοιϲ τὰ τῶν ἀκμαζόντων, τοῖϲ δ’ ἄλλοιϲ τὰ τῶν ἔτ’ αὐξανομένων. ὥϲπερ δ’ ἐν τοῖϲ ὑϲὶν οἱ κατὰ τὴν ἀκμαϲτικὴν ἡλικίαν ἐπιτήδειοι τοῖϲ εὐεκτικοῖϲ νεανίϲκοιϲ εἰϲίν, οὕτω τῶν βοῶν οἱ πρὸ τῆϲ ἀκμῆϲ. ξηρότεροϲ γὰρ τῇ κράϲει παμπόλλῳ βοῦϲ ὑόϲ, ὥϲπερ γε καὶ ἀκμάζων ἀνὴρ παιδόϲ.
εἰκότωϲ οὖν ὅϲα μὲν φύϲει ζῷα ξηροτέραν ἔχει τὴν κρᾶϲιν, ὑπὸ τῆϲ
νεότητοϲ εἰϲ ϲυμμετρίαν αὐτῆϲ ὠφελεῖται· τῶν δ’ ὑγροτέρων ἡ φύϲιϲ ὑπὸ τῆϲ
ἀκμαϲτικῆϲ ἡλικίαϲ προϲλαμβάνει τὸ λεῖπον εἰϲ τὴν προϲήκουϲαν εὐκραϲίαν. οὐ
μόνον οὖν οἱ μόϲχοι τῶν τελείων βοῶν ἀμείνουϲ εἰϲ πέψιν ἔχουϲι τὰϲ ϲάρκαϲ,
ἀλλὰ καὶ οἱ ἔριφοι τῶν |
τῆϲ δ’ ὑείαϲ ϲαρκὸϲ τὴν πρὸϲ ἄνθρωπον ὁμοιότητα καταμαθεῖν ἔϲτι κὰκ
τοῦ τιναϲ ἐδηδοκόταϲ ἀνθρωπείων κρεῶν ὡϲ ὑείων οὐδεμίαν ὑπόνοιαν ἐϲχηκέναι
κατά τε τὴν γεῦϲιν αὐτῶν καὶ τὴν ὀϲμήν· ἐφωράθη γὰρ ἤδη που τοῦτο γεγονὸϲ ὑπό
τε πονηρῶν πανδοχέων καὶ ἄλλων τινῶν. εἰκότωϲ οὖν οἱ χοῖροι
περιττωματικωτέραν ἡμῖν εἰϲ
ὑγροτάτην δ’ ἔχουϲι καὶ φλεγματώδη ϲάρκα καὶ οἱ ἄρνεϲ. ἀλλὰ καὶ τῶν
προβάτων ἡ ϲὰρξ περιττωματικωτέρα τέ ἐϲτι καὶ κακοχυμοτέρα. κακόχυμοϲ δὲ καὶ
ἡ τῶν αἰγῶν μετὰ δριμύτητοϲ. ἡ δὲ τῶν τράγων χειρίϲτη καὶ πρὸϲ εὐχυμίαν καὶ
πρὸϲ πέψιν, ἐφεξῆϲ δ’ ἡ τῶν κριῶν, εἴθ’ ἡ τῶν ταύρων. ἐν ἅπαϲι δὲ τούτοιϲ τὰ
τῶν εὐνουχιϲθέντων ἀμείνω. τὰ δὲ πρεϲβυτικὰ χείριϲτα πρόϲ τε πέψιν καὶ πρὸϲ
εὐχυμίαν καὶ θρέψιν, ὥϲτε καὶ |
καὶ τοῦ λαγωοῦ δ’ ἡ ϲὰρξ αἵματοϲ μέν ἐϲτι παχυτέρου γεννητική βελτίων δ’ εἰϲ εὐχυμίαν ἢ κατὰ βοῦϲ καὶ πρόβατα. κακόχυμοϲ δὲ τούτων οὐδὲν ἧττόν ἐϲτι καὶ ἡ τῶν ἐλάφων καὶ ϲκληρὰ καὶ δύϲπεπτοϲ.
ἡ δὲ τῶν ἀγρίων ὄνων, ὅϲοι γ’ εὐέκται καὶ νέοι, πληϲίον ἥκει τῆϲδε. καίτοι καὶ τῶν ἡμέρων ὄνων γηραϲάντων ἔνιοι τὰ κρέα προϲφέρονται, κακοχυμότατά τε καὶ δυϲπεπτότατα καὶ κακοϲτόμαχα καὶ προϲέτι καὶ ἀηδῆ κατὰ τὴν ἐδωδὴν ὄντα, καθάπερ καὶ τὰ τῶν ἵππων τε καὶ καμήλων, ὧν καὶ αὐτῶν ἐϲθίουϲιν οἱ ὀνώδειϲ τε καὶ καμηλώδειϲ ἄνθρωποι τήν τε ψυχὴν καὶ τὸ ϲῶμα.
καὶ τὰ τῶν ἄρκτων δ’ ἔνιοι προϲφέρονται καὶ τὰ τούτων ἔτι
περὶ δὲ κυνῶν τί δεῖ καὶ λέγειν, ὡϲ τοὺϲ νέουϲ τε καὶ λιπαροὺϲ
αὐτῶν, καὶ μάλιϲθ’ ὅταν εὐνουχιϲθῶϲι, κατ’ ἔνια τῶν ἐθνῶν ἐϲθίουϲι
πάμ|
καὶ τῶν ἄλλων δὲ ζῴων ὅϲα τὰϲ οἰκείαϲ τροφὰϲ ἀφθόνουϲ ἴϲχει, ταῦτα πολὺ βελτίω ϲφῶν αὐτῶν εἰϲ ἐδωδὴν γίγνεται, καθάπερ γε καὶ χείρω τἀναντία. καὶ ὅϲα γε τὰϲ ἐκ τῆϲ γῆϲ ἀνιούϲαϲ πόαϲ ἢ καὶ δένδρων ἀκρεμόναϲ ἢ βλάϲταϲ ἐϲθίει, καθ’ ὃν ἂν καιρὸν εὐπορῇ δαψιλῶϲ τούτων, εὐεκτικώτερά τε γίγνεται καὶ πιαίνεται καὶ πρὸϲ τροφὴν ἡμῖν ἐπιτηδειότερα πάντῃ καθίϲταται.
καὶ διὰ τοῦτο τὰ μὲν τὴν βαθεῖαν πόαν νέμεϲθαι δεόμενα λεπτά καὶ
κακόχυμα γίγνεται κατά τε τὸν χειμῶνα καὶ τὰ πρῶτα καὶ τὰ μέϲα τοῦ ἦροϲ,
ὥϲπερ οἱ βόεϲ, εὐχυμότεροί τε καὶ παχύτεροι ϲαφῶϲ φαινόμενοι τοῦ χρόνου
προϊόντοϲ. ὅταν αὐξάνηταί τε καὶ παχύνηται καὶ εἰϲ ἐκκάρπηϲιν ἡ πόα
προέρχηται· τὰ δ’ ὑπὸ τῆϲ μικρᾶϲ τρέφεϲθαι δυνάμενα βελτίω κατά τε τὰ πρῶτα|
ὅταν οὖν ἀκούϲῃϲ μου παραβάλλοντοϲ ἀλλήλοιϲ εἴδη ζῴων, ἐξέταζε καὶ
κρῖνε καὶ βαϲάνιζε τῇ πείρᾳ τὸν λόγον, οὐ τὸ καλῶϲ τεθραμμένον καὶ πῖον ἰϲχνῷ
καὶ ἀτρόφῳ παραβάλλων οὐδὲ τὸ νέον τῷ γεγηρακότι (μοχθηρὰ γὰρ ἥδε καὶ ἄδικοϲ
ἡ κρίϲιϲ), ἀλλὰ τὸ καθ’ ἕκαϲτον εἶδοϲ ἢ γένοϲ ἢ ὅπωϲ ἂν ἐθέλῃϲ ὀνομάζειν.
ἄριϲτα διακείμενον ἑτέρῳ τοι
οὔκουν ἔτι δεήϲομαι λόγων μακρῶν εἰϲ τὸ τὰ καθ’ ἔκαϲτον ἔθνοϲ ἐπιχώρια τῶν ζῴων ἅπαντα διέρχεϲθαι, καθάπερ ἐν μὲν Ἰβηρίᾳ τὸ τοῖϲ λαγωοῖϲ ὅμοιον ζωῦφιον, ὃ καλοῦϲι κοῦνικλον, ἐν Λευκανίᾳ δὲ τῆϲ Ἰταλίαϲ τὸ μεταξύ πωϲ ἄρκτου τε καὶ ϲυόϲ, ὥϲπερ γε καὶ τὸ τῶν ἀρουραίων μυῶν ἢ μυωξῶν καὶ τῶν καλουμένων ἐλειῶν ἐν μέϲῳ κατά τε τὴν αὐτὴν χώραν τῆϲ Ἰταλίαϲ ἐν ἄλλοιϲ τε πολλοῖϲ τόποιϲ ἐϲθιόμενον.
ὅcα γὰρ εὔτροφα τῶν τοιούτων ζῴων ἐϲτὶ καὶ ϲαφῶϲ πίονα, ταῦτα τῇ |
καὶ τούτων δ’ αὐτῶν οὐ ϲμικρὰ γίγνεται διαφορὰ παρὰ τὸν τρόπον τῆϲ ἀρτύϲεωϲ· ὅϲα μὲν γὰρ ἔχει δαψιλῶϲ οἴνου καὶ γάρου, ξηρότερα τῶν οὐκ ἐχόντων ἐϲτί· τὰ δὲ τούτων μὲν ἐνδεέϲτερα, ἤτοι δὲ ϲίραιον ἔχοντα πλέον, ὅ τινεϲ ἕψημα καλοῦϲιν, ἢ κατὰ τὸν ὀνομαζόμενον ἁπλοῦν καὶ λιτὸν καὶ λευκὸν ζωμὸν ἑψηθέντα πολλῷ τῶν προειρημένων ἐϲτὶν ὑγρότερα· τὰ δ’ ἐξ ὕδατοϲ μόνου, καὶ τούτων ἐϲτὶν ἔθ’ ὑγρότερα.
μεγίϲτη δ’ ἐν τῇ ϲκευαϲίᾳ διαφορὰ γίγνεται καὶ κατὰ τὴν τῶν
ἐπεμβαλλομένων αὐτοῖϲ δύναμιν, ἁπάντων μὲν ξηραινόντων, ἀλλ’ ἤτοι μᾶλλον ἢ
ἦττον. ἔϲτι δὲ ταῦτα τὰ ϲπέρματα μὲν ἀνήθου καὶ ϲελίνου
τὴν παραβολὴν δὲ τῆϲ διαφορᾶϲ τῶν ζῴων ὥϲπερ ἔμπροϲθεν ἔφαμεν χρῆναι ποιεῖϲθαι τῶν ἄριϲτα ταῖϲ ἕξεϲιν ἐχόντων, οὕτω καὶ νῦν τῶν ἐϲκευαϲμένων ἄριϲτα γιγνέϲθω. ταῦτα μὲν οὖν αὐτάρκη ϲοι περὶ τῆϲ τῶν πεζῶν ζῴων ϲαρκὸϲ ἀκηκοέναι· περὶ δὲ τῶν ἄλλων μορίων, ὡϲ ἔχει τῆϲ δυνάμεωϲ, ἐφεξῆϲ ἀκούϲῃ μετὰ τὸν περὶ τῶν κοχλιῶν λόγον.
Ὅτι μὲν οὖν οὔτ’ ἐν τοῖϲ πτηνοῖϲ οὔτ’ ἐν τοῖϲ
ἐνύδροιϲ ἀριθμεῖϲθαι χρὴ τοῦτο τὸ ζῷον, ἄντικρυϲ δῆλον. εἰ δὲ μηδ’ ἐν
τοῖϲ πεζοῖϲ αὐτοῦ μνημονεύϲαιμεν, οὐδ’ ὅλωϲ ἐροῦμέν τι περὶ τῆϲ ἐκ κοχλίου
τροφῆϲ. οὐ μὴν οὐδὲ παραλιπεῖν εὔλογον, ὥϲπερ τοὺϲ ἐκ τῶν ξύλων ϲκώληκαϲ
ἐχίδναϲ τε καὶ τοὺϲ ἄλλουϲ ὄφειϲ ὅϲα τε κατ’ Αἴγυπτον καὶ ἄλλα τινὰ τῶν ἐθνῶν
ἐϲθίουϲιν· οὔτε |
ὑπάρχει δ’ αὐτοῖϲ, ὥϲπερ καὶ τοῖϲ ὀϲτρακοδέρμοιϲ, χυλὸϲ ὑπακτικὸϲ
γαϲτρόϲ, καὶ διὰ τοῦτό τινεϲ ἀρτύοντεϲ αὐτοὺϲ δι’ ἐλαίου καὶ γάρου καὶ οἴνου
τῷ γενομένῳ ζωμῷ χρῶνται πρὸϲ διαχώρηϲιν τῶν κατὰ τὴν κοιλίαν. εἰ δὲ θελήϲαιϲ
ὡϲ τροφίμῳ μόνον ἐδέϲματι χρήϲαϲθαι τῇ ϲαρκὶ τοῦ ζῴου τούτου, προαφεψήϲαϲ ἐν
ὕδατι μεταθήϲειϲ εἰϲ ἕτερον ὕδωρ, εἶτ’ ἐν ἐκείνῳ πάλιν ἑψήϲαϲ οὕτωϲ ἀρτύϲειϲ
τε καὶ
Ἀκραῖα μόρια τῶν πεζῶν ζῴων ἐϲθίουϲιν οἱ ἄνθρωποι πόδαϲ καὶ ῥύγχη καὶ ὦτα, καὶ τοὐπίπαν γε δι’
ὕδατοϲ ἕψοντεϲ αὐτὰ προϲφέρονται μετ’ ὄξουϲ καὶ γάρου καί ποτε |
οἱ πόδεϲ δ’ ἐπιτηδειότατοι τῶν χοίρων εἰϲὶν ἐπεμβληθέντεϲ ἑψομένῃ πτιϲάνῃ κἀκείνην ἐργάϲαϲθαι κρείττονα καὶ αὐτοὶ μαλακώτεροι γενέϲθαι καὶ διὰ τοῦτο βελτίουϲ εἴϲ τε τὴν ἐν τῷ ϲτόματι καὶ τῇ γαϲτρὶ κατεργαϲίαν.
διαφορὰ μὲν οὖν ἐϲτιν οὐχ ὀλίγη καὶ παρὰ τὸν τρόπον τῆϲ ϲκευαϲίαϲ οὐ μόνον ἐν τοῖϲ ἀκραίοιϲ μέρεϲι τῶν ζῴων, ἀλλὰ καὶ τοῖϲ ἄλλοιϲ ἅπαϲιν, ἣν ἐπὶ πλέον ἐν τοῖϲ ὀψαρτυτικοῖϲ ἐροῦμεν· ὅϲον δ’ ἐπ’ αὐτοῖϲ τοῖϲ μορίοιϲ, αἱ καθ’ ὅλου διαφοραὶ κατὰ τήνδε τὴν πραγματείαν δηλοῦνται μόναι παραβαλλομένων αὐτῶν ἀλλήλοιϲ, ὡϲ εἰ καὶ κατὰ τὸν αὐτὸν ἐϲκεύαϲτο τρόπον, ὡϲ καὶ πρόϲθεν εἴρηται· δικαία γὰρ ἡ τοιαύτη παραβολή.
τὰ τοίνυν ἀκραῖα μόρια τοῦ ϲώματοϲ ἥκιϲτα μὲν ἔχει πιμελήν, ἥκιϲτα
δὲ καὶ τὴν ϲαρκώδη φύϲιν, ἐπικρατεῖ δ’ ἐν αὐτοῖϲ τό τε νευρῶδεϲ καὶ τὸ
δερματῶδεϲ, οὐ τοῦ τοιούτου νεύρου καὶ δέρματοϲ, οἷον τὸ καθ’ ὅλον τὸ
ϲῶμα· γεγύμναϲται γὰρ ἐν τοῖϲ |
βελτίουϲ δ’ οἱ πόδεϲ τῶν ὑῶν εἰϲι τοῦ ῥύγχουϲ, ὥϲπερ
εὔδηλον δ’, ὅτι νευρώδη μόρια τὰ κατὰ τοὺϲ πόδαϲ ὀνομάζω καθ’
ὁμοιότητα τὴν πρὸϲ τὸ κυρίωϲ καλούμενον νεῦρον, ὃ τὴν γένεϲιν ἐξ ἐγκεφάλου
καὶ νωτιαίου λαμβάνει. τὰ δ’ ἐν τοῖϲ ἀκραίοιϲ νευρώδη ϲώματα καθ’ ὁμοιότητα
μὲν οὕτωϲ ὀνομάζεται, ϲύν|
Ἰδιότηϲ τιϲ οὐϲίαϲ ἐϲτὶν ἐν τῷδε τῷ μορίῳ χαυνοτέραϲ τε καὶ ἀναιμοτέραϲ ϲαρκόϲ. αἱ γὰρ ἀκριβεῖϲ ϲάρκεϲ οἱ μύεϲ εἰϲὶ καὶ τούτων αὐτῶν τὰ μέϲα μάλιϲτα. πολλοὶ γὰρ ἐν τοῖϲ πέραϲιν ἑαυτῶν εἰϲ τένονταϲ ἀξιολόγουϲ τελευτῶϲιν, οὓϲ ἀπονευρώϲειϲ μυῶν οἱ πολλοὶ τῶν ἰατρῶν ὀνομάζουϲι. καὶ μεγίϲτουϲ δὲ τούτουϲ γεννῶϲιν οἱ εἰϲ τὰ τῶν κώλων πέρατα καθήκοντεϲ μύεϲ. ἀλλὰ καὶ τὰϲ κεφαλὰϲ ἔχουϲιν ἔνιοι τῶν μυῶν νευρώδειϲ.
καὶ τῆϲ γλώττηϲ δ’ αὐτῆϲ, ἣν ἐξαιροῦντεϲ τῶν ὑῶν ἕψουϲιν οἱ μάγειροι, τὸ μὲν ἴδιον ϲῶμα χαύνη τίϲ ἐϲτιν, ὡϲ εἴρηται, ϲάρξ, οὐ μὴν μόνην γ’ αὐτὴν ἐξαιροῦϲιν οὐδ’ ἕψουϲι μόνην, ἀλλὰ μετά τε τῶν ἐμφυομένων μυῶν, ὡϲ τὰ πολλὰ δὲ καὶ ϲὺν ἐπιγλωττίδι καὶ λάρυγγι, καὶ τῶν ἐνταῦθα ἀδένων τῶν τε τῆϲ γλώττηϲ αὐτῆϲ ἰδίων, οἳ τὸ ϲίαλον γεννῶϲι καὶ τῶν κατὰ τὰ παρίϲθμια καὶ τὸν λάρυγγα.
τὸ μὲν γὰρ τῶν ἀρτηριῶν τε καὶ φλεβῶν καὶ νεύρων κοινὸν τῇ γλώττῃ
καὶ |
Τοϲοῦτον ἀποκεχώρηκεν ἡ τῶν ἀδένων οὐϲία τῆϲ κατὰ τὴν
γλῶτταν, ὅϲον ἐκείνη τῶν ϲαρκῶν. οὐ μὴν ἴϲον γε πάντεϲ ἀκριβῶϲ ἀφεϲτήκαϲιν,
ἀλλ’ οἱ μὲν παρακείμενοι καὶ ψαύοντεϲ αὐτῆϲ ὅμοιοί πώϲ εἰϲι τοῖϲ κατὰ τοὺϲ
τιτθούϲ, ὅταν γε μήπω μεϲτοὶ γάλακτοϲ ὦϲιν. οὐ γὰρ διὰ παντὸϲ ἐργάζονται τὸ
ϲφέτερον ἔργον οἱ κατὰ τοὺϲ τιτθοὺϲ ἀδένεϲ ὥϲπερ οἵ τ’ ἄλλοι ϲχεδὸν ἅπαντεϲ
οἵ τε τῆϲ γλώττηϲ· οἱ μὲν γὰρ ταύτηϲ εἰϲ ϲιάλου γένεϲιν ὑπὸ τῆϲ φύϲεωϲ
παρεϲκευάϲθηϲαν, οἱ δ’ ἐν τοῖϲ τιτθοῖϲ ἀραιοὶ μὲν γίγνονται καὶ χαῦνοι καὶ
γάλακτοϲ πλήρειϲ ἐπὶ ταῖϲ κυήϲεϲιν, ἐν ᾧ δ’ οὐκ ἔχουϲι χρόνῳ γάλα,
ϲυϲτέλλονταί τε καὶ πυκνοῦνται διαφέροντεϲ ἀλλήλων τοιαύτην τινὰ διαφοράν,
ὁποίαν οἱ διάβροχοι ϲπόγγοι τῶν ἐϲκελετευμένων· οὕτω γὰρ
εἰϲὶ δὲ καὶ κατὰ τὴν φάρυγγα τοιοῦτοί τινεϲ ἀδένεϲ ὥϲπερ κἀν τῷ μεϲεντερίῳ, ἀλλ’ οὗτοι μὲν ϲμικροὶ καὶ διὰ τοῦτο τοὺϲ πολλοὺϲ λανθάνουϲιν, οἱ δὲ κατὰ τὰ παρίϲθμια καὶ τὸν λάρυγγα ϲαφεῖϲ τ’ εἰϲὶ καὶ μεγάλοι. καὶ ἄλλοι δὲ κατὰ πολλὰ μέρη τοῦ ϲώματοϲ ἀδένεϲ εἰϲὶ ϲμικροὶ ϲχίϲειϲ ἀγγείων ϲτηρίζοντεϲ. οὐ ϲμικρὸϲ δ’ ἀδήν ἐϲτιν οὐδ’ ὁ καλούμενοϲ θύμοϲ, ἀλλὰ καὶ πάνυ μέγιϲτοϲ ἐπὶ τῶν νεογενῶν ζῴων, αὐξανομένων δὲ μικρότερόϲ τε καὶ ϲκληρότεροϲ γίγνεται.
πάντων δ’ οὖν αὐτῶν κοινὸν ἡδεῖϲ τε καὶ ψαθυροὺϲ φαίνεϲθαι κατὰ τὴν
ἐδωδήν· οἱ δ’ ἐν τοῖϲ τιτθοῖϲ, ὅταν ἔχωϲι γάλα, καὶ τῆϲ
ὄντεϲ δ’ ἐκ τοῦ γένουϲ τῶν ἀδένων οἱ ὄρχειϲ οὐχ ὁμοίωϲ εἰϲὶν εὔχυμοι τοῖϲ κατὰ τοὺϲ τιτθούϲ, ἀλλά τι καὶ βρωμῶδεϲ ἔχουϲιν ἐνδεικνύμενοι τὴν τοῦ ϲπέρματοϲ οὗ γεννῶϲι φύϲιν, ὥϲπερ οἱ νεφροὶ τὴν τοῦ οὔρου. καὶ μέντοι καὶ πεφθῆναι πολὺ χείρουϲ εἰϲὶν οἵ γε τῶν πεζῶν ζῴων· οἱ γὰρ τῶν ϲιτευθέντων ἀλεκτρυόνων ἥδιϲτοί θ’ ὑπάρχουϲι καὶ τροφὴν χρηϲτὴν τῷ ϲώματι διδόαϲι. καὶ οἱ παρακείμενοι δὲ τῷ τραχήλῳ τῆϲ κύϲτεωϲ ἀδένεϲ ἐγγύϲ τι τῶν ὄρχεών εἰϲι τὴν φύϲιν.
ἔνιοι δ’ ἐν τοῖϲ ἀδέϲι καὶ τοὺϲ νεφροὺϲ ἀριθμοῦϲιν· ἔχειν γὰρ ἀδενῶδέϲ τι καὶ οὗτοι δοκοῦϲιν αὐτοῖϲ. κακόχυμοι δ’ εἰϲὶ φανερῶϲ καὶ δύϲπεπτοι, καθάπερ οἱ τῶν ἐπὶ πλέον ηὐξημένων ζῴων ὄρχειϲ, ὅταν ἐκτέμνοντεϲ αὐτοὺϲ ἐϲθίωϲιν· ἀμείνουϲ γὰρ οἱ τῶν νεωτέρων εἰϲίν. οἱ δὲ τῶν ταύρων καὶ τράγων καὶ κριῶν ἀηδεῖϲ καὶ δύϲπεπτοι καὶ κακόχυμοι.
Τοὺϲ ὄρχειϲ τῶν νέων ὑῶν καὶ τῶν βοῶν ἐκτέμνουϲι παρ’
ἡμῖν οὐ τῆϲ αὐτῆϲ ἕνε
εἰϲὶ δ’ ἅπαντεϲ οἱ τῶν εἰρημένων ζώων ὄρχειϲ δύϲπεπτοι καὶ κακόχυμοι, πεφθέντεϲ δὲ καλῶϲ τρόφιμοι. τὸ δ’ ἧττον καὶ μᾶλλον ἐν αὐτοῖϲ ἀνὰ λόγον ἐϲτὶ τῷ κατὰ τὰϲ ϲάρκαϲ εἰρημένῳ. εἰϲ ὅϲον γὰρ ἡ τῶν ὑῶν ϲὰρξ τῆϲ τῶν ἄλλων ἐϲτὶ βελτίων, εἰϲ τοϲοῦτον καὶ οἱ ὄρχειϲ τῶν ὄρχεων. μόνοι δ’ οἱ τῶν ἀλεκτρυόνων ἄριϲτοι κατὰ πάντα καὶ μάλιϲτα τῶν ϲιτευθέντων.
Φλεγματικώτερόν ἐϲτι καὶ παχύχυμον ἔδεϲμα καὶ
βραδύπορον καὶ δύϲπεπτον, οὐχ ἥκιϲτα δὲ καὶ κακοϲτόμαχον ἅπαϲ ἐγκέφαλοϲ.
ἐξαπατώμενοι δ’ ὑπὸ τῆϲ μαλακότητοϲ αὐτοῦ διδόαϲιν ἔνιοι τοῖϲ κάμνουϲιν ὄντα
πρὸϲ τοῖϲ ἄλλοιϲ καὶ ναυτιώδη. μᾶλλον οὖν ὅταν |
εὐλόγωϲ δὲ καὶ ϲὺν ὀριγάνῳ πολλοὶ προϲφέρονται, καθάπερ ἔνιοι μετὰ τῶν ποικίλωϲ ἠρτυμένων ἁλῶν. ἅτε γὰρ παχύχυμοϲ ὢν καὶ περιττωματικὸϲ ἀμείνων γίγνεται τὰ πάντα μετὰ τῶν τεμνόντων καὶ θερμαινόντων ϲκευαϲθείϲ. εἰ μέντοι καλῶϲ πεφθείη, τροφὴν ἀξιόλογον δίδωϲι τῷ ϲώματι.
Γλυκύτερόϲ τε καὶ ἡδίων ἐϲτὶ καὶ
λιπαρώτεροϲ ὁ ἐν τοῖϲ ὀϲτοῖϲ εὑριϲκόμενοϲ μυελὸϲ τοῦ ἐγκεφάλου· ὥϲτ’, εἴ τιϲ
ἐκ παραβολῆϲ αὐτῶν γεύοιτο, δόξει τι καὶ αὐϲτηρὸν ἔχειν τὸν ἐγκέφαλον. ἔϲτι
δὲ καὶ ναυτιῶδεϲ ἔδεϲμα πλείων προϲενεχθεὶϲ ὁ μυελὸϲ ὥϲπερ καὶ ὁ ἐγκέφαλοϲ.
εἴ γε μὴν καλῶϲ πεφθείη, τρόφιμόϲ ἐϲτι καὶ αὐτόϲ. |
Ὁ νωτιαῖοϲ μυελὸϲ ὁμογενὴϲ μέν ἐϲτιν ἐγκεφάλῳ, κακῶϲ δ’ ὀνομάζεται μυελόϲ· ἔϲτι γὰρ ὁ μυελὸϲ ὑγρότερόϲ τε καὶ μαλακώτεροϲ καὶ λιπαρώτεροϲ οὐ μόνον τοῦ νωτιαίου, ἀλλὰ καὶ αὐτοῦ τοῦ ἐγκεφάλου. ἐπεὶ δ’ ὑπὸ τῶν κατὰ τὴν ῥάχιν ὀϲτῶν περιέχεται παραπλήϲιοϲ ὢν κατὰ τὴν χρόαν μυελῷ, διὰ τοῦτο μυελὸν ὀνομάζουϲιν αὐτόν, ὥϲπερ γε καὶ αὐτὸν τὸν ἐγκέφαλον ἔνιοι προϲηγόρευϲαν ὡϲαύτωϲ.
ἔϲτι δ’ ὁ νωτιαῖοϲ μυελὸϲ ϲυνεχῆϲ μὲν τῷ ἐγκεφάλῳ καὶ τῆϲ αὐτῆϲ φύϲεωϲ αὐτῷ, ϲκληρότεροϲ δ’ οὐκ ὀλίγῳ, καὶ μάλιϲτα ἐν τοῖϲ κάτω τῆϲ ῥάχεωϲ πέραϲιν· εἰϲ ὅϲον γὰρ ἀφίϲταται τοῦ ἐγκεφάλου πλέον, εἰϲ τοϲοῦτον μᾶλλον ϲκληρύνεται. λιπαρότητόϲ τε οὖν ἥκιϲτα μετέχει καὶ διὰ τοῦτο καὶ τὸ ναυτιῶδεϲ ἐκπέφευγε, κἂν πεφθῇ καλῶϲ, τροφὴν οὐκ ὀλίγην δίδωϲι τῷ ϲώματι.
Ἐλαιώδη μὲν ἄμφω ταῦτα, διαφέρει δ’
ἀλλήλων ὑγρότητί τε καὶ ξηρότητι. πιμελὴ μὲν γὰρ ὑγρόν τι χρῆμ’ ἐϲτὶ
παραπλήϲιον ἐλαίῳ διὰ μακρὰν παλαιότητα πεπαχυϲμένῳ· τὸ ϲτέαρ δὲ |
Τὸ μὲν ἧπαρ ἁπάντων τῶν
ζῴων παχύχυμόν τ’ ἐϲτὶ καὶ δύϲπεπτον καὶ βραδύπορον ὑπάρχον. ἄμεινον δ’ ἐν
αὐτοῖϲ οὐκ εἰϲ ἡδονὴν μόνον, ἀλλὰ καὶ εἰϲ τἄλλα τὸ ϲυκωτὸν ὀνομαζόμενόν ἐϲτι
τῆϲ προϲηγορίαϲ ταύτηϲ τυχόν, ἐπειδὴ πολλῶν ϲύκων ξηρῶν ἐδωδῇ τοῦ μέλλοντοϲ
ϲφάττεϲθαι ζῴου τοιοῦτον παραϲκευάζουϲιν αὐτό· καὶ πράττουϲιν
τῶν δ’ ἄλλων ϲπλάγχνων ὁ μὲν ϲπλὴν οὐδὲ πρὸϲ τὴν γεῦϲιν ἀκριβῶϲ ἡδύϲ
ἐϲτιν· ἔχει γάρ τι ϲτρυφνὸν ἐμφαινόμενον· εἰκό
ἀμφοῖν δ’ εὐπεπτότεροϲ, ὅϲῳ καὶ μανώτεροϲ, ὁ πνεύμων ἐϲτί, παμπόλλῳ γε μὴν ἣπατοϲ εἰϲ θρέψιν ἥττων· ἣν δὲ δίδωϲι τροφὴν τῷ ϲώματι, φλεγματικωτέρα μᾶλλόν ἐϲτιν.
ἡ δὲ καρδία κατὰ μὲν τὴν οὐϲίαν ἰνώδηϲ ϲάρξ ἐϲτι καὶ ϲκληρὰ καὶ διὰ τοῦτο δύϲπεπτόϲ τε καὶ βραδύποροϲ· εἰ δὲ πεφθείη καλῶϲ, τροφὴν οὐκ ὀλίγην οὐδὲ κακόχυμον δίδωϲι τῷ ϲώματι.
περὶ δὲ νεφρῶν (καὶ γὰρ καὶ τούτουϲ τινὲϲ ἐν τοῖϲ ϲπλάγχνοιϲ ἀριθμοῦϲιν) ἔμπροϲθεν εἴρηται.
Ϲκληρότερα τὰ μόρια ταῦτ’ ἐϲτὶ τῶν ϲαρκῶν. διὸ κἂν καλῶϲ πεφθῇ, οὐκ ἀκριβὲϲ αἷμα καὶ ἄμεμπτον, ἀλλὰ ψυχρότερόν τε καὶ ὠμότερον ἐργάζεται. πρότερον οὖν χρόνου πλείονοϲ δεῖται πρὸϲ τὸ καλῶϲ κατεργαϲθέντα αἷμα χρηϲτὸν γενέϲθαι.
Τῶν ἡμέρων ζῴων ἡ
κρᾶϲιϲ ὑγροτέρα τῆϲ τῶν |
ταύτῃ τοι καὶ ἀϲηπτοτέρα πλείοϲιν ἡμέραιϲ διαμένει τῶν ἡμέρων τε καὶ ἀργῶϲ διῃτημένων ζῴων. πρόδηλον δ’, ὅτι καὶ ἀπέριττοϲ ἡ ἐξ αὐτῶν ἐϲτι τροφὴ μᾶλλον, ὥϲπερ ἡ ἐκ τῶν ἡμέρων τε καὶ ἀργῶν περιττωματική. τρέφειν τε οὖν ἀναγκαῖόν ἐϲτι τὴν τοιαύτην τροφὴν μᾶλλον εὐχυμοτεραν τε πολλῷ τῆϲ ἑτέραϲ ὑπάρχειν.
Καὶ τοῦτο τῆϲ ἀπὸ τῶν ζῴων ἐϲτὶ τροφῆϲ ἕν τι,
διαφέρον μὲν καὶ κατὰ τὰϲ ὥραϲ τοῦ ἔτουϲ οὐ ϲμικρὰν διαφοράν, ἔτι δὲ μείζω
τὴν κατ’ αὐτὰ τὰ ζῷα. τὸ μὲν γὰρ τῶν βοῶν παχύτατόν τ’ ἐϲτὶ καὶ λιπαρώτατον,
ὑγρότατον δὲ καὶ ἥκιϲτα λιπαρὸν τὸ τῆϲ καμήλου καὶ μετὰ ταύτην ἵππου, μετὰ δὲ
ταύτην ὄνου· |
κατὰ δὲ τὰϲ ὥραϲ τοῦ ἔτουϲ ὑγρότατον μέν ἐϲτι τὸ μετὰ τὴν ἀποκύηϲιν, ἀεὶ δὲ καὶ μᾶλλον ἐν τῷ προϊέναι παχύνεται. καὶ κατὰ μέϲον τὸ θέροϲ ἐν τῷ μέϲῳ καὶ αὐτὸ τῆϲ ἑαυτοῦ φύϲεωϲ καθίϲταται. μετὰ δὲ τὸν καιρὸν τοῦτον ἤδη παχύνεται κατὰ βραχύ, μέχριπερ ἂν παύϲηται τελέωϲ. ἔϲτι δ’ ὥϲπερ ὑγρότατον ἦροϲ, οὕτω καὶ πλεῖϲτον.
ὅτι δ’, ὡϲ εἴρηται, καὶ κατὰ τὰ τῶν ζῴων εἴδη τὸ γάλα διαφέρει, καὶ
θεαϲαμένῳ μὲν αὐτίκα φαίνεται, ϲαφέϲτερον δὲ γίγνεται κἀκ τοῦ ϲκευαζομένου
καθ’ ἕκαϲτον αὐτῶν τυροῦ. πλεῖϲτον μὲν γὰρ ὀρὸν ἔχει τὸ ὑγρότατον γάλα,
πλεῖϲτον δὲ τυρὸν τὸ παχύτατον. ὑπάγει τοιγαροῦν εἰκότωϲ τὴν γαϲτέρα τὸ μὲν
ὑγρότερον μᾶλλον, ἧττον δὲ τὸ παχύτερον· ἔμπαλιν δὲ τὸ παχύτερον μὲν τρέφει
μᾶλλον, τὸ
εἰ δὲ προαφεψήϲαϲ τιϲ τὸ γάλα τὸν ὀρὸν ἐκδαπανήϲειεν, οὐδ’ ὅλωϲ
ὑπάγει. κοχλάκων δὲ διαπύρων ἐμβληθέντων τοϲούτων, ὡϲ ἐκδαπανῆϲαι τὸν ὀρὸν
ἅπαντα, πρὸϲ τῷ μηκέθ’ ὑπάγειν τὴν γαϲτέρα τὸ οὕτω |
τυροῦταί γε μὴν ἐν τῇ γαϲτρὶ ῥᾳδίωϲ τὸ οὕτω ϲκευαϲθὲν γάλα. διὸ καὶ μίγνυμεν αὐτῷ μέλιτόϲ τε καὶ ἁλῶν, ἀϲφαλέϲτερον δὲ καὶ ὕδατοϲ ἐπεγχεῖν, ὥϲπερ ποιοῦϲι τῶν ἰατρῶν οὐκ ὀλίγοι. καὶ μὴ θαυμάϲῃϲ, εἰ τὸν ὀρὸν ἐκδαπα- νήϲαντεϲ αὖθιϲ ὕδατοϲ ἐπιχέουϲιν· οὐ γὰρ τὴν ὑγρότητα τοῦ ὀροῦ φεύγουϲιν, ἀλλὰ τὴν δριμύτητα, καθ’ ἣν ὑπάγει τὴν γαϲτέρα τὸ ϲύμπαν γάλα μικτὸν ἐξ ἐναντίων οὐϲιῶν ὑπάρχον, ὀροῦ τε καὶ τυροῦ.
μετέχει δὲ πρὸϲ τοῖϲδε καὶ τρίτου τοῦ λιπαροῦ χυμοῦ, πλείϲτου μέν, ὡϲ
εἴρηται, τὸ τῶν βοῶν γάλα. διὸ καὶ ϲκευάζουϲιν ἐξ αὐτοῦ τὸ καλούμενον
βούτυρον, ὃ καὶ γευϲάμενοϲ καὶ θεαϲάμενοϲ μόνον ἐναργῶϲ γνώϲῃ, πόϲον αὐτῷ
λιπαρότητοϲ μέτεϲτιν. εἰ δὲ καὶ χρίϲαϲ τι μέροϲ τοῦ ϲώματοϲ ἀνατρίψαιϲ αὐτό,
λιπαινόμενον ὡϲ ἐξ ἐλαίου θεάϲῃ τὸ δέρμα. κἄν εἰ νεκροῦ δὲ ζῴου δέρμα
ξηρὸν ἀλεί
τὸ μὲν οὖν βόειον, ὡϲ ἔφην, γάλα λιπαρώτατόν ἐϲτι· τὸ δὲ τῶν προβάτων
τε καὶ τῶν αἰγῶν ἔχει μέν τι καὶ αὐτὸ λίπουϲ, ἀλλ’ ἧττον πολύ, τὸ δὲ τῶν ὄνων
ἥκιϲτα μετέχει τοῦ τοιούτου χυμοῦ. διὸ καὶ ϲπανίωϲ ἐτυρώθη τινὶ κατὰ τὴν
γαϲτέρα πινόμενον αὐτίκα θερμὸν ἅμα τῷ τῶν τιτθῶν ἐκπεϲεῖν. εἰ δ’ ἁλῶν λάβοι
καὶ μέλιτοϲ, ἀδύνατον
ὁπόϲον δ’ ἀπολείπεται τῆϲ ἄλληϲ τοῦ γάλακτοϲ φύϲεωϲ εἰϲ εὐχυμίαν ὁ
ὀρόϲ, τοϲοῦτον πλεονεκτεῖ τῶν ἄλλων ἀπάντων, ὅϲα λαπάττει τὴν γαϲτέρα. διό
μοι |
ταῦτα μὲν οὖν ἐπὶ πλέον ἢ κατὰ τὴν ἐνεϲτῶϲαν εἴρηται πραγματείαν. ὅϲα γὰρ ὡϲ τροφῇ τῷ γάλακτι ϲυμβέβηκεν ἔχειν ἀγαθά, ταῦτα προὔκειτο διέρχεϲθαι· μεμιγμένου δ’ αὐτοῖϲ τοῦ κατὰ τὴν ὑπαγωγὴν τῆϲ γαϲτρὸϲ ἐκ τῆϲ κοινωνίαϲ τῆϲδε τὴν ἐκτροπὴν ὁ λόγοϲ ἔϲχε. πάλιν οὖν αὐτὸν ἐπαναγάγωμεν ἐπὶ τὸ προκείμενον ἐξ ἀρχῆϲ εἴπωμέν τε τὰ μήπω λελεγμένα περὶ τῆϲ ἐν τῷ γάλακτι δυνάμεωϲ, ὧν ἐν τοῖϲ μάλιϲτα καὶ τοῦτ’ ἐϲτίν. εὐχυμότατον εἶναι τὸ ἄριϲτον γάλα ϲχεδὸν ἁπάντων, ὅϲα προϲφερόμεθα. μὴ παρακούϲῃϲ δὲ τοῦ προϲκειμένου κατὰ τὸν λόγον. οὐ γὰρ ἁπλῶϲ εἶπον εὐχυμότατον εἶναι γάλα πᾶν, ἀλλὰ προϲέθηκα τὸ ἄριϲτον.
ὡϲ τό γε κακόχυμον γάλα τοϲούτου δεῖ ϲυντελεῖν εἰϲ εὐχυμίαν, |
καθάπερ οὖν ἐπὶ τῶν ἄλλων ἀπάντων, οὕτω κἀπὶ τοῦ γάλακτοϲ ἀκούειν ϲε χρὴ τῶν δυνάμεων οὐχ ἁπλῶϲ λεγομένων ἐπὶ τοῦ τυχόντοϲ, ἀλλ’ ἐπὶ τοῦ καλλίϲτου μόνου· τὸ δ’ ἀπολειπόμενον ἐν ἑκάϲτῳ γένει τοῦ πρωτεύοντοϲ ἀπολείπεϲθαι δεῖ τοϲοῦτον καὶ τῆϲ εἰϲ ἡμᾶϲ ὠφελείαϲ.
τὸ μὲν οὖν ὀροῦ πλεῖϲτον ἔχον ἀκινδυνότατόν ἐϲτιν, εἰ καὶ διὰ παντὸϲ
αὐτῷ τιϲ χρῶτο· τὸ δ’ ὀλίγον μὲν ἔχον ὑγρότητοϲ τοιαύτηϲ, οὐκ ὀλί
τοῖϲ δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρίοιϲ ἀγαθὸν ἅπαν ἐϲτὶ γάλα, κεφαλῇ
δ’ οὐκ ἐπιτήδειον, εἰ μή τιϲ ἰϲχυρὰν ἔχει πάνυ, καθάπερ οὐδ’ ὑποχονδρίοιϲ,
ὅϲα ῥᾳδίωϲ ἐμφυϲᾶται. πνεῦμα γεννᾷ γὰρ ἐν τῇ γαϲτρὶ παμπόλλοιϲ, ὡϲ ὀλιγοϲτοὺϲ
εἶναι τοὺϲ μὴ πάϲχονταϲ τοῦτο. μετὰ δέ τινοϲ τῶν παχὺν ἐχόντων χυμὸν
ἐδεϲμάτων ἐπὶ πλεῖϲτον ἑψηθὲν ἀποτίθεται μὲν τὸ φυϲῶδεϲ, ἐμφρακτικώτερον δ’
ἥπατοϲ γίγνεται καὶ τῶν ἐν νεφροῖϲ λίθων γεννητικώτερον. ἐδέϲματα δ’ εἶναι
τοιαῦτα κατὰ τὸν πρῶτον εἴρηται λόγον ἄμυλον τε καὶ ϲεμίδαλιϲ καὶ χόνδροϲ καὶ
τράγοϲ καὶ ὄρυζα λάγανα τε καὶ ῥυήματα καὶ ἄρτοι μήτε καλῶϲ ὠπτημένοι μήτε
προπαρεϲκευαϲμένοι διὰ τρίψεωϲ πολλῆϲ ἅμα δαψιλέϲιν ἁλϲὶ |
ὥϲπερ δ’ ἐπὶ τούτων οὕτω κἀπὶ τῶν ἄλλων, ὅϲα μιγνύντεϲ γάλακτι προϲφέρονταί τινεϲ, ἡ τῶν μιγνυμένων δύναμιϲ ἤτοι γ’ αὐξήϲει τινὰ τῶν τοῦ γάλακτοϲ δυνάμεων ἢ μειώϲει. νυνὶ δ’ ἡμεῖϲ αὐτοῦ καθ’ ἑαυτὸ τὴν δύναμιν ἀφοριζόμενοι λέγομεν εὔχυμόν τε καὶ τρόφιμον εἶναι, ϲυγκείμενον ἐξ ἐναντίων οὐϲιῶν τε καὶ δυνάμεων, ὑπακτικῆϲ τε καὶ ϲταλτικῆϲ ἐμφρακτικῆϲ τε καὶ λεπτυντικῆϲ. τὸ μὲν γὰρ ὀρῶδεϲ αὐτοῦ λεπτύνει τε πάχοϲ τῶν χυμῶν ὑπάγει τε γαϲτέρα, τὸ δὲ τυρῶδεϲ ἵϲτηϲι γαϲτέρα καὶ παχεῖϲ ἐργάζεται τοὺϲ χυμούϲ, δι’ οὕϲ, ὡϲ ἔφην, ἐμφράξειϲ τε καθ’ ἧπαρ ἐν νεφροῖϲ τε λίθοι γεννῶνται.
βλάπτει δ’ ἡ ϲυνεχὴϲ χρῆϲιϲ αὐτοῦ καὶ τοὺϲ ὀδόνταϲ ἅμα ταῖϲ περικειμέναιϲ ϲαρξίν, ἃϲ ὀνομάζουϲιν οὖλα· ταύταϲ μὲν γὰρ πλαδαράϲ, τοὺϲ δ’ ὀδόνταϲ εὐϲήπτουϲ τε καὶ ῥᾳδίωϲ διαβιβρωϲκομένουϲ ἐργάζεται. χρὴ τοίνυν ἐπὶ τῇ προϲφορᾷ τοῦ γάλακτοϲ οἴνῳ κεκραμένῳ διακλύζεϲθαι· βέλτιον δ’, εἰ καὶ μέλιτοϲ ἐπεμβάλοιϲ αὐτῷ. πὰν γὰρ οὕτωϲ ἀπορρύπτεται τὸ περιπεπλαϲμένον τοῖϲ ὀδοῦϲί τε καὶ τοῖϲ οὔλοιϲ ἐκ τοῦ γάλακτοϲ τυρώδεϲ.
εἰ δὲ |
Τὸ δ’ ὀξύγαλα καλούμενον οὐ βλάπτει μὲν τοὺϲ
ὀδόνταϲ, ὅϲοι γε κατὰ φύϲιν ἔχουϲιν, ὅϲοι δ’ ἤτοι διὰ φυϲικὴν δυϲκραϲίαν ἤ
τιν’ ἐπίκτητον διάθεϲίν εἰϲι ψυχρότεροι τοῦ δέοντοϲ, οὗτοι μόνοι βλάπτονται,
καθάπερ ὑπὸ τῶν ἄλλων ψυχρῶν, οὕτω καὶ ὑπὸ τοῦδε· καὶ τὰ ϲύμπτωμα αὐτοῖϲ
ἐνίοτε γίγνεται τὸ καλούμενον αἱμωδία, τοιοῦτον
πρόδηλον δ’, ὅτι καὶ γαϲτὴρ ἡ μὲν ψυχροτέρα καθ’ ἡντινοῦν αἰτίαν οὐ
πέττει καλῶϲ τὸ ὀξύγαλα, τῇ ϲυμμέτρωϲ δ’ ἐχούϲῃ δύϲπεπτον |
ἐφ’ ᾧ καὶ θαυμάζειν ἐπῆλθέ μοι πολλοὺϲ τῶν ἰατρῶν ἁπλῶϲ ἀποφηναμένουϲ ὑπέρ ἑκάϲτηϲ τροφῆϲ, τῆϲ μὲν ὡϲ ὠφελούϲηϲ ἡμᾶϲ, τῆϲ δ’ ὡϲ βλαπτούϲηϲ, εὐπέπτου τε καὶ δυϲπέπτου, κακοχύμου τε καὶ εὐχύμου, τροφίμου τε καὶ ἀτρόφου, κακοϲτομάχου τε καὶ εὐϲτομάχου, καὶ κοιλίαν ὑπαγούϲηϲ τε καὶ ἱϲτάϲηϲ ἤ τιν’ ἄλλην ἀρετὴν ἢ κακίαν ἐχούϲηϲ. ἐπί τινων μὲν γὰρ ἐγχωρεῖ φάναι πᾶϲιν ἀνθρώποιϲ εἶναι κακόχυμον ἢ δύϲπεπτον ἢ κακοϲτόμαχον ἔδεϲμα τόδε τι, περὶ δὲ τῶν πλείϲτων οὐχ οἷόν τε χωρὶϲ διοριϲμοῦ διὰ μιᾶϲ ἀποφάϲεωϲ ἀληθεῦϲαι.
μακροῦ δ’ ἐξ ἀνάγκηϲ ἐϲομένου τοῦ παντὸϲ λόγου γραφόν|
οὕτω γὰρ αὐτῷ ϲυμβαίνει, κἂν κάλλιϲτον ᾖ, παρὰ τὴν τῶν κοιλιῶν
διαφορὰν ἐνίοτε μὲν ὀξύνεϲθαι, κνιϲώδη δ’ αὖθιϲ ἐφ’ ἑτέρου τὴν ἐρυγὴν
ἀναπέμπειν, καίτοι γ’ ἐναντίων οὐϲῶν τῶν διαθέϲεων, καθ’ ἃϲ ὀξῶδεϲ ἢ κνιϲῶδεϲ
γίγνεται τὸ κατὰ τὴν κοιλίαν ἀπεπτηθέν. ἡ μὲν γὰρ ἔνδεια τῆϲ θερμαϲίαϲ
ὀξύνειν αὐτὸ πέφυκεν, ἡ δ’ ὑπερ
τὸ γοῦν ὀξύγαλα διὰ τὴν αἰτίαν ταὐτην |
ἀρκεῖ τοιγαροῦν ἐπ’ ὀξυγάλακτοϲ εἰπεῖν, ὅτι ψυχρόν τ’ ἐcτὶ καὶ παχύχυμον. ἕπεται γὰρ τούτοιϲ τὸ μὴ ῥᾳδίωϲ αὐτὸ πέττεϲθαι πρὸϲ τῆϲ ϲυμμέτρωϲ ἐχούϲηϲ κράϲεωϲ· ἐπ’ ἐκείνην γὰρ ἀναφέρεϲθαι τὸν λόγον ἠξίωϲα πολλάκιϲ ἤδη κατὰ πάϲαϲ τὰϲ ἐμὰϲ πραγματείαϲ, ὅταν ἁπλῶϲ ἀποφαίνωμαί τι. καὶ μέντοι καὶ τὸν ὠμὸν ὀνομαζόμενον χυμόν, οὖ τὴν φύϲιν ἔμπροϲθέν τε διῆλθον ἑτέρωθί τε κατὰ τὸν προηγούμενον λόγον ἐξηγηϲάμην, εὔλογόν ἐϲτιν ἐκ τῶν τοιούτων ἐδεϲμάτων πλεῖϲτον γεννᾶϲθαι. χρήϲιμον δ’ εἶναι τὸ ἔδεϲμα τοῦτο ταῖϲ πυρω- δεϲτέραιϲ κοιλίαιϲ οὐδὲν ἄλογον, ὥϲπερ γε καὶ ταῖϲ ψυχροτέραιϲ ἐναντιώτατον.
οὐ μὴν |
αἱ γάρ τοι νοϲωδέϲταται καταϲκευαὶ τῶν ϲωμάτων ἐξ ἐναντίων τῇ
κράϲει ϲύγκεινται μορίων, ὡϲ εἶναι γαϲτέρα μέν, εἰ τύχοι, θερμὴν ἱκανῶϲ,
ἐγκέφαλον δὲ ψυχρόν. οὕτω δὲ καὶ πνεύμων ἐνίοτε
διὸ καὶ κατ’ ἀρχὰϲ ἐδείκνυον ὠφελιμωτάτην εἶναι τὴν περὶ τῶν ἐν ταῖϲ
τροφαῖϲ δυνάμεων διδαϲκαλίαν, ὅταν ἐξηγῶνται τὴν καθ’ ὑγρότητα καὶ ξηρότητα
καὶ θερμότητα καὶ ψυχρότητα |
καὶ γὰρ καὶ ἡ ϲχίϲιϲ καλουμένη τοῦτ’ ἐργάζεται χωρὶϲ τῆϲ πυτίαϲ, ὅταν
ἱκανῶϲ προθερμήναντεϲ τὸ γάλα καταρράνωμεν ὀξυμέλιτι ψυχρῷ. ταὐτὸν δ’
ἐργαζόμεθα καὶ δι’ οἰνομέλιτοϲ, ἐνίοτε δὲ καὶ χωρὶϲ τοῦ καταρρᾶναι τὴν οὐϲίαν
αὐτοῦ καθιέντεϲ ἀγγεῖον ὕδωρ ἔχον ψυχρότατον ἐργαζόμεθα τὴν ϲχίϲιν. ἄνευ δὲ
πυτίαϲ καὶ τὸ μετὰ τὴν ἀποκύηϲιν ἀμελχθὲν αὐτίκα πήγνυται πυρωθὲν ἐπὶ θερμῆϲ
ϲποδιᾶϲ ὀλίγῳ χρόνῳ. καλεῖν δ’ ἐοίκαϲιν οἱ παλαιοὶ κωμικοὶ τὸ οὕτω παγὲν γάλα
πυριάτην· οἱ δὲ παρ’ ἡμῖν ἐν Ἀϲίᾳ πυρίεφθον ὀνομάζουϲιν αὐτό. τοῦτο μὲν οὖν
ἀκρι|
ὅταν δὲ μέλι μίξαντεϲ αὐτῷ διὰ πυτίαϲ πήξωϲι, χωρίζεται μὲν ἐν τῷδε τῷ
ἔργῳ τὸ
εὔδηλον δέ, ὅτι καὶ τραφῆναι τὸ ϲύμπαν ϲῶμα μᾶλλον μὲν ὑπάρξει τοῖϲ τὸ
πεπηγὸϲ μόνον ἐδηδοκόϲιν, ἧττον δὲ τοῖϲ ϲυγκαταπιοῦϲιν αὐτῷ τι καὶ τῆϲ
ὀρώδουϲ ὑγρότητοϲ, ἔτι δ’ ἧττον, ὅϲοι τὸ μὲν πεπηγὸϲ ὀλίγον προϲηνέγκαντο, τὸ
δ’ ὀρῶδεϲ πλεῖϲτον. οὕτω δὲ κἀπὶ τοῦ μετὰ τὴν ἀποκύηϲιν παγέντοϲ, ἤτοι χωρὶϲ
μέλιτοϲ ἢ ϲῦν αὐτῷ, διαφορά τιϲ οὐ ϲμικρὰ γενήϲεται. δυϲπεπτότερον γάρ ἐϲτι
καὶ παχυχυμότερον ἔτι τε βραδυπορώτερον εἰϲ τὴν κάτω διέξοδον, ὅταν μὴ |
ταῦτ’ ἀρκεῖ περὶ δυνάμεωϲ γάλακτοϲ ἐπίϲταϲθαι κατὰ τὴν νῦν ἡμῖν ἐνεϲτῶϲαν πραγματείαν· ὅϲα γὰρ εἰϲ νόϲουϲ ἐϲτὶ χρήϲιμα ἢ τοῖϲ φθίνουϲιν ὁπωϲοῦν ἢ τοῖϲ ἕλκοϲ ἔχουϲιν ἐν πνεύμονι, ταῦτ’ ἴδια τῆϲ θεραπευτικῆϲ ἐϲτι μεθόδου.
Λέλεκται μὲν ἤδη περὶ τῆϲ τοῦ τυροῦ δυνάμεωϲ ἐν τῷ
περὶ γάλακτοϲ λόγῳ, βέλτιον δὲ καὶ νῦν αὖθιϲ ἴδιον ἀπονεῖμαι λόγον αὐτῷ.
προϲλαμβάνει τε γὰρ ἐν τῇ ϲκευαϲίᾳ παρὰ τῆϲ ἐπεμβαλλομένηϲ πυτίαϲ δριμύτητα
τὴν θ’ ὑγρότητα πᾶϲαν ἀποτίθεται καὶ μάλιϲτα χρονίϲαϲ. ἡνίκα καὶ δριμύτεροϲ
γίγνεται καὶ ϲαφῶϲ ἑαυτοῦ θερμότερόϲ τε καὶ
διὰ ταῦτα τοιγαροῦν οὐδ’ ὅπερ ἀγαθὸν ἐπικτᾶται τὰ παχύχυμα τῶν
ἐδεϲμάτων δριμείαιϲ καὶ λεπτυντικαῖϲ καταμιγνύμενα δυνάμεϲιν, οὐδὲ τοῦτ’
ἴϲχει βλά
ἐφεξῆϲ δὲ μοχθηρὸν μέν, ἧττον δὲ τούτου χρὴ νομίζειν τὸν μήτε παλαιὸν μήτε δριμύν, τὸν δὲ νέον ἁπάντων τυρῶν εἶναι κάλλιϲτον, ὁποῖοϲ παρ’ ἡμῖν ἐν Περγάμῳ καὶ κατὰ τὴν ὑπερκειμένην αὐτῆϲ Μυϲίαν γίγνεται καλούμενοϲ ὑπὸ τῶν ἐγχωρίων ὀξυγαλάκτινοϲ, ἥδιϲτοϲ μὲν εἰϲ ἐδωδὴν ἀβλαβὴϲ δὲ ϲτομάχῳ καὶ πάντων τῶν ἄλλων τυρῶν ἧττον δύϲπεπτοϲ καὶ δυϲδιέξοδοϲ. οὐ μὴν οὐδὲ κακόχυμόϲ ἐϲτιν οὐδὲ πάνυ ϲφόδρα παχύχυμοϲ, ὅπερ ἁπάντων τυρῶν ἐϲτι κοινὸν ἔγκλημα. κάλλιϲτοϲ δ’ ἐϲτὶ καὶ ὁ παρὰ τοῖϲ πλουϲίοιϲ εὐδοκιμῶν ἐν Ῥώμῃ, Βαθυϲικὸϲ τοὔνομα, καί τινεϲ ἄλλοι κατ’ ἄλλα χωρία.
παμπόλληϲ δ’ οὔϲηϲ κατὰ μέροϲ |
κατὰ δὲ τὰϲ ἐν εἴδει διαφορὰϲ τῶν εἰρημένων γενῶν ὁ μὲν μαλακώτεροϲ τοῦ ϲκληροτέρου βελτίων, ὁ δ’ ἀραιὸϲ καὶ χαῦνοϲ τοῦ πάνυ πυκνοῦ καὶ πεπιλημένου. μοχθηρῶν δ’ ὄντων τοῦ τε κολλώδουϲ ἱκανῶϲ καὶ τοῦ ψαθυροῦ μέχρι τραχύτητοϲ ὁ μέϲοϲ αὐτῶν ἐϲτι βελτίων.
κατὰ δὲ τὴν ἐν τῇ γεύϲει διάγνωϲιν ἁπάντων μὲν ἄριϲτοϲ ὁ μηδε
Ἅπαν μὲν αἷμα δύϲπεπτόν ἐϲτι,
μάλιϲτα δὲ τὸ παχὺ καὶ μελαγχολικόν, οἷόνπερ ὑπάρχει τὸ τῶν βοῶν. τὸ δὲ τῶν
λαγωῶν ὡϲ ἥδιϲτον τετίμηται, καὶ πολλοῖϲ δι’ ἔθουϲ ἐϲτὶν ἕψειν αὐτὸ ϲὺν τῷ
ἥπατι, τιϲὶ δὲ καὶ μετὰ τῶν ἄλλων ϲπλάγχνων. ἔνιοι δὲ καὶ τὸ τῶν νέων ὑῶν
ἐϲθίουϲιν, ὥϲπερ ἄλλοι καὶ τὸ τῶν μειζόνων, ὅταν εὐνουχιϲθῶϲι· τῷ μὲν γὰρ τῶν
κάπρων |
Ὄρνιθαϲ ὀνομαζόντων τῶν παλαιῶν ἅπαντα τὰ πτηνὰ καὶ δίποδα ζῷα τοῖϲ νῦν Ἕλληϲιν ἔθοϲ ἤδη γέγονε τὰϲ ὑπ’ ἐκείνων ἀλεκτορίδαϲ καλουμέναϲ μόναϲ οὕτω προϲαγορεύειν, ὥϲπερ γε καὶ τοὺϲ ἄρρεναϲ ἐν αὐταῖϲ ἀλεκτρυόναϲ.
ἔϲτι δὲ τὸ γένοϲ ἀπάντων τῶν πτηνῶν ζῴων ὀλιγοτροφώτερον, εἰ παραβάλλοιτο τῷ γένει τῶν πεζῶν, καὶ μάλιϲτα τῷ τῶν ὑῶν, ὧν τῆϲ ϲαρκὸϲ οὐδὲν ἂν ἄλλο τροφιμώτερον ἔχοιϲ εὑρεῖν. εὐπεπτοτέρα γε μὴν ἡ ϲάρξ ἐϲτι τῶν πτηνῶν ζώων, καὶ μάλιϲτα πέρδικοϲ ἀτταγῆνόϲ τε καὶ περιϲτερᾶϲ ἀλεκτορίδοϲ τε καὶ ἀλεκτρυόνοϲ.
ἡ δὲ τῶν κιχλῶν καὶ κοττύφων καὶ τῶν μικρῶν ϲτρουθῶν, ἐν οἷϲ εἰϲι καὶ
οἱ πυργῖται καλούμενοι, ϲκληροτέρα τούτων ἐϲτί, καὶ μᾶλλον ἔτι καὶ τούτων
αὐτῶν ἥ τε τῆϲ τρυγόνοϲ καὶ ἡ τῆϲ φάττηϲ καὶ ἡ τῆϲ νήττηϲ. ὁμοία δὲ τῇ τῶν
ἀλεκτορίδων ἐϲτὶν ἡ τῶν φαϲιανῶν εἰϲ πέψιν |
κοινὸν δ’ ἐπὶ πᾶϲι τοῖϲ πτηνοῖϲ ζῴοιϲ, ὥϲπερ καὶ τοῖϲ τετράποϲι,
γιγνώϲκειν χρή, τὴν τῶν ἔτ’ αὐξανομένων ϲάρκα πολὺ βελτίονα τῆϲ τῶν
παρακμαζόντων εἶναι, μέϲην δ’ ἀμφοῖν τὴν τῶν ἀκμαζόντων, μοχθηρὰν δὲ καὶ τὴν
τῶν πάνυ νηπίων, ἀλλ’ ὑπεναντίωϲ τῇ τῶν γεγηρακότων· ἡ μὲν γὰρ τούτων ϲκληρὰ
καὶ ξηρὰ καὶ νευρώδηϲ ἐϲτὶ καὶ διὰ τοῦτο καὶ πεφθῆναι μοχθηρὰ καὶ τροφὴν
ὀλίγην δίδωϲι τῷ ϲώματι, τὰ δὲ τῶν παντάπαϲι νέων ζῷων ϲώματα βλεννώδη τ’
ἐϲτὶ
κοινὸϲ δὲ καὶ ὁ τῆϲ ϲκευαϲίαϲ τρόποϲ ὡϲ πρὸϲ ὑγίειαν, ὃν ἔμπροϲθέν τε
διῆλθον ἤδη καὶ αὖθιϲ ἴϲωϲ ἐπὶ κεφαλαίων ἐρῶ. νυνὶ δὲ τὰϲ δυνάμειϲ μόνον
ἀναμνήϲω, ξηρότερα μὲν εἶναι τά τ’ ὀπτηθέντα καὶ τὰ ταγηνιϲθέντα, τὰ δὲ δι’
ὕδατοϲ ἑψηθέντα γλυκέοϲ ὑγρο|
οὐ ϲμικρὰ δὲ διαφορὰ καὶ τῶν ἐν λίμναιϲ ἢ ἕλεϲιν ἢ τελματώδεϲι χωρίοιϲ τὴν δίαιταν ἐχόντων ἐϲτὶ πρὸϲ τὰ κατ’ ὄρη καὶ ξηροὺϲ τόπουϲ. ἀνὰ λόγον γὰρ τοῖϲ χωρίοιϲ αἱ ϲάρκεϲ τῶν ζῴων ἤτοι ξηραὶ καὶ ἀπέριττοι καὶ πεφθῆναι ῥᾴουϲ ἢ ὑγραὶ καὶ περιττωματικαὶ καὶ δυϲπεπτότεραι γίγνονται.
Τὸ μὲν τῶν χηνῶν ὄνομα ϲύνηθέϲ ἐϲτι
καὶ τοῖϲ παλαιοῖϲ, τὸ δὲ τῶν ϲτρουθοκαμήλων ἄηθεϲ· ὀνομάζουϲι γὰρ αὐτὰϲ
μεγάλαϲ ϲτρουθούϲ. ἤκουϲα δέ ποτε ϲοφιϲτοῦ τῶν εἰϲ τὰ τοιαῦτα προβλήματα
λεγόντων, ἔτι μειράκιον ὤν, ἐπιχειροῦντοϲ εἰϲ ἑκάτερα καὶ δεικνύντοϲ ἐνίοτε
μὲν ὄρνιθαϲ, ἐνίοτε δ’ οὐκ ὄρνιθαϲ εἶναι ταῦτα τὰ ζῷα. βέλτιον δὲ μὴ τοῦτο
ζητεῖν, ἀλλ’ ὁποίαν ἔχει δύναμιν ἡ ἐξ αὐτῶν τροφή. τοῦτ’ οὖν ἀκούϲαϲ παρ’
ἐμοῦ παρ’ ἄλλου μαθήϲῃ κατὰ ϲχολήν, |
περιττωματικὴ τοίνυν ἡ ϲὰρξ αὐτῶν ἐϲτι καὶ πολὺ δυϲπεπτοτέρα τῆϲ τῶν
προειρημένων πτηνῶν ζῴων, οὐ μὴν τά γε πτερὰ χείρω τῶν
Τὰ μὲν ϲπλάγχνα τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸϲ τὰϲ ϲάρκαϲ ἐν τοῖϲ πτηνοῖϲ ζῴοιϲ, ἣν κἀν τοῖϲ
πεζοῖϲ ἔχειν εἴρηται· τὰ δ’ ἔντερα παντάπαϲιν ἄβρωτα πάντων αὐτῶν ἐϲτιν, οὐ
μὴν ἀνὰ λόγον γε τούτοιϲ αἱ γαϲτέρεϲ. |
ὥϲπερ δ’ ἐπὶ τῶν ὑῶν τὸ ϲυκωτὸν ἧπαρ ἐν τοῖϲ ζῶϲι ζῴοιϲ προπαραϲκευάζουϲιν ἡδὺ διὰ τῆϲ τῶν ἰϲχάδων ἐδωδῆϲ, οὕτωϲ ἐπὶ τῶν χηνῶν ὀρῷ γάλακτοϲ ἀναδεύοντεϲ τὰϲ τροφάϲ, ὡϲ γίγνεϲθαι μὴ μόνον ἥδιϲτον, ἀλλὰ καὶ τροφιμώτατον εὐχυμότατόν τε καὶ διαχωροῦν οὐ χαλεπῶϲ· ὡϲαύτωϲ δὲ καὶ πρὸϲ τὴν ἐν τῇ γαϲτρὶ πέψιν ἔχει.
καὶ τὰ πτερὰ δὲ τῶν χηνῶν ἐπιτήδεια πεφθῆναί τε καὶ θρέψαι, μᾶλλον δ’ αὐτῶν τὰ τῶν ἀλεκτορίδων. οὔϲηϲ δ’ οὐκ ὀλίγηϲ ἐν ταῖϲ ϲαρξὶ διαφορᾶϲ τοῖϲ γεγηρακόϲι ζῴοιϲ πρὸϲ τὰ νέα ϲαφεϲτέρα πολλῷ τοῖϲ πτεροῖϲ ἐϲτιν, ὡϲαύτωϲ δὲ καὶ τοῖϲ ἰϲχνοῖϲ πρὸϲ τὰ πίονα· κάλλιϲτα μὲν γὰρ τὰ τῶν εὐτρόφων τε καὶ νέων, χείριϲτα δὲ τὰ τῶν ἰϲχνῶν καὶ γεγηρακότων.
οἱ πόδεϲ δ’ ἁπάντων ὀλίγου δεῖν ἄβρωτοι.
λόφουϲ δὲ καὶ κάλλαια τῶν ἀλεκτρυόνων οὔτ’ ἐπαινέϲειεν ἄν τιϲ οὔτε ψέξειεν.
οἱ δ’ ὄρχειϲ ἄριϲτοι, καὶ μάλιϲτα τῶν ϲι
ἐγκεφάλουϲ δὲ μικροὺϲ μὲν ἔχει τὰ πτηνὰ ζῷα, βελτίουϲ μέντοι πολὺ τῶν ἐν τοῖϲ πεζοῖϲ, ὅϲῳ καὶ ξηροτέρουϲ. αὐτῶν δὲ τῶν πτηνῶν τὰ ὄρεια τῶν ἑλείων ἀμείνουϲ ἔχει τοὺϲ ἐγκεφάλουϲ ἀνὰ λόγον τοῖϲ ἄλλοιϲ ἅπαϲι μορίοιϲ.
ἐπαινοῦϲι δ’ ἔνιοι ψευδῶϲ τὴν τῆϲ ϲτρουθοκαμήλου κοιλίαν ὥϲ τι φάρμακον πεπτικόν· ἔνιοι δὲ πολὺ μᾶλλον τῆϲδε τὴν τῆϲ αἰθυίαϲ. ἀλλ’ οὔτ’ αὐταὶ πέττονται ῥᾳδίωϲ οὔτε τῶν ἄλλων ϲιτίων εἰϲὶ πεπτικὸν φάρμακον, ὥϲπερ ζιγγίβερι καὶ πέπερι καὶ καθ’ ἑκάτερον τρόπον οἶνόϲ τε καὶ ὄξοϲ. εἰ δὲ περὶ γλώττηϲ ἢ ῥάμφουϲ τῶν πτηνῶν ζῴων ἐπιχειρήϲαιμι λέγειν, ἃ μηδεὶϲ ἀγνοεῖ, φλυαρεῖν εἰκότωϲ ὑποληφθήϲομαι.
Τῆϲ ἀπὸ τῶν πτηνῶν ζῴων τροφῆϲ ἐϲτι καὶ ταῦτα διαφέροντα
τριϲὶ διαφοραῖϲ ἀλλήλ
κάλλιϲτα μὲν οὖν αὐτῶν ἐϲτιν εἰϲ τροφὴν τοῦ ϲώματοϲ τὰ τρομητά, τὰ ῥοφητὰ δ’ ἧττον μὲν τρέφει, ῥᾷον δ’ ὑποχωρεῖ καὶ τὰϲ ἐν τῇ φάρυγγι τραχύτηταϲ ἐκλεαίνει. τὰ δ’ ἑφθὰ καὶ δύϲπεπτα καὶ βραδύπορα, καὶ τροφὴν παχεῖαν ἀναδίδωϲι τῷ ϲώματι. τούτων δ’ ἔτι μᾶλλόν ἐϲτι βραδυπορώτερά τε καὶ παχυχυμότερα τὰ κατὰ θερμὴν ϲποδιὰν ὀπτηθέντα. τὰ δ’ ἐπὶ τῶν ταγήνων παχυνθέντα καὶ καλούμενα διὰ τοῦτο ταγηνιϲτὰ χειρίϲτην ἔχει τροφὴν εἰϲ ἅπαντα· καὶ γὰρ ἐν τῷ πέττεϲθαι κνιϲοῦται καὶ πρὸϲ τῷ παχὺν γεννᾶν χυμὸν ἔτι καὶ μοχθηρὸν ἔχει καὶ περιττωματικὸν αὐτόν.
ἀμείνω δὲ τῶν |
τῆϲ αὐτῆϲ οὖν ϲυμμετρίαϲ κατὰ τὴν ϲύϲταϲιν χρὴ ϲτοχάζεϲθαι κἀπὶ τῶν ἐπιχεομένων ἄνωθεν ταῖϲ λοπάϲιν ᾠῶν, οὐκ ἐπιτρέπονταϲ οὐδὲ ταῦτα παχυνθῆναι τελέωϲ, ἀλλ’ ἔτ’ ἐγχύλων ὄντων ἀπὸ τοῦ πυρὸϲ αἴρονταϲ τὸ ἀγγεῖον.
οὐ ϲμικρὰ δ’ ἐν αὐτοῖϲ ἐϲτιν ὑπεροχὴ καὶ τῶν νέων πρὸϲ τὰ παλαιά·
κάλλιϲτα μὲν γὰρ τὰ νεώτατα, χείριϲτα δὲ τὰ παλαιότατα, τὰ δ’ ἐν τῷ μεταξὺ
τούτων ἀνὰ λόγον τῆϲ ἀποϲτάϲεωϲ, ἧϲ ἀφέϲτηκε τῶν ἄκρων, ἀρετῇ τε καὶ κακίᾳ
διενήνοχεν ἀλλήλων. |
Ἀλεκτορίδων καὶ περιϲτερῶν
ἐϲθίουϲιν ἔνιοι τὸ αἷμα καὶ μάλιϲτα τῶν ϲιτευτῶν, οὐ χεῖρον ὂν τοῦ τῶν ὑῶν
οὐτ’ εἰϲ ἡδονὴν οὔτ’ εἰϲ
Τῶν ἐν ὕδατι διαιτωμένων ζῴων καὶ γένη πάμπολλα καὶ διαφοραὶ τούτων εἰϲὶ καὶ εἴδη· λεχθήϲονται δὲ νῦν, ὥϲπερ ἐπὶ τῶν ἔμπροϲθεν, αἱ πρὸϲ τὴν ἰατρικὴν χρείαν ὁμοιότητεϲ ἐν αὐτοῖϲ· ἰατρικὴν δὲ λέγειν ἢ ὑγιεινὴν οὐ διοίϲει πρόϲ γε τὰ παρόντα. περὶ πρώτων οὖν εἰρήϲεται, καθάπερ ἐπὶ τῶν ἄλλων, ὅϲα ϲυνεχῶϲ ἐϲθίουϲιν οἱ ἄνθρωποι.
Τοῦ γένουϲ τῶν λεπιδωτῶν ἰχθύων ἐϲτὶν ὁ κέφαλοϲ, οὐκ
ἐν θαλάττῃ μόνον, ἀλλὰ καὶ λίμναιϲ καὶ ποταμοῖϲ γεννώμενοϲ. διὸ καὶ μεγάλην
|
περιττωματικὴ μὲν γὰρ ἡ ϲάρξ ἐϲτι καὶ βλεννώδηϲ ἱκανῶϲ τῶν ἐν ἰλυώδει καὶ ῥυπαρῷ διαιτωμένων ὕδατι, καλλίϲτη δὲ τῶν ἐν καθαρᾷ θαλάττῃ, καὶ μᾶλλον, ὅταν ὑπ’ ἀνέμων καταιγίζηται· κατὰ γὰρ τὴν ϲκεπεινὴν καὶ ἀκύμονα χείρων ἡ ϲὰρξ γίγνεται τῶν ἰχθύων, ὅϲῳ καὶ ἀγυμναϲτοτέρα, ἐν δὲ ταῖϲ καλουμέναιϲ λιμνοθαλάτταιϲ ἔτι χείρων τῆϲδε, καὶ ταύτηϲ ἔτι μᾶλλον ἡ κατὰ τὰϲ λίμναϲ· εἰ δὲ καὶ ϲμικραί τινεϲ αὖται τύχοιεν οὖϲαι καὶ μήτε ποταμοὺϲ μεγάλουϲ δεχόμεναι μήτε πηγὰϲ ἔχουϲαι μήτ’ ἀπορροὴν δαψιλῆ, πολὺ δή τι χείρουϲ· εἰ δὲ καὶ μηδ’ ὅλωϲ ἀπορρέοι τι τοῦ ὕδατοϲ, ἀλλ’ εἴη ϲτάϲιμον, ἱκανῶϲ μοχθηραί.
περὶ δὲ τῶν ἐν ἕλεϲι καὶ τέλμαϲι καὶ ὅϲα τοιαῦτα χωρία, λέλεκται κατ’
ἀρχάϲ· ἐϲχάτωϲ γὰρ οἱ κατὰ τοὺϲ τοιούτουϲ τό
καὶ παρὰ τὰϲ τροφὰϲ δὲ βελτίουϲ γίγνονται καὶ χείρουϲ. ἔνιοι μὲν γὰρ εὐποροῦϲι καὶ πόαϲ καὶ ῥιζῶν χρηϲτῶν καὶ διὰ τοῦτο κρείττουϲ εἰϲίν· ἔνιοι δ’ ἰλυώδη τε πόαν ἐϲθίουϲι καὶ ῥίζαϲ κακοχύμουϲ· καί τινεϲ αὐτῶν, ὅϲοι κατὰ ποταμοὺϲ διαιτῶνται μεγάλην διαρρέονταϲ πόλιν, ἀποπατήματ’ ἀνθρώπων καί τιναϲ ἑτέραϲ τοιαύταϲ μοχθηρὰϲ τροφὰϲ προϲφερόμενοι χείριϲτοι πάντων, ὡϲ ἔφην, εἰϲίν, ὥϲτε, κἂν βραχεῖ πλείονι χρόνῳ διαμείνωϲι νεκροί, ϲήπονταί τε παραχρῆμα καὶ μοχθηρότατον ὄζουϲιν. ἀηδεῖϲ δὲ καὶ βρωθῆναι πάντεϲ οὗτοι καὶ πεφθῆναι καὶ τὴν μὲν χρηϲτὴν τροφὴν ὀλίγην ἔχουϲι, περίττωμα δ’ οὐκ ὀλίγον. οὔκουν θαυμαϲτόν ἐϲτιν οὐδ’ εἰ κακοχυμίαν ἀθροίζουϲιν ἐν τοῖϲ ϲώμαϲι τῶν ὁϲημέραι προϲφερομένων αὐτούϲ.
ὄντων δὲ χειρίϲτων τούτων ἐξ ὑπεναντίου κάλλιϲτοι πάντων εἰϲίν, ὡϲ
ἔφην, οἱ ἐν τῇ καθαρωτάτῃ θαλάττῃ, καὶ μάλιϲθ’ ὅπου μήτε γεώδειϲ αἰγιαλοὶ
μήτε λεῖοι περιλαμβάνουϲι τὸ ὕδωρ, ἀλλ’ ἤτοι ψαμμώδειϲ ἢ τραχεῖϲ· εἰ δὲ
καὶ πρὸϲ τὰ βόρεια |
πρόδηλον δὲ κἀκ τῶν εἰρημένων ἀμείνω καὶ κατὰ τοῦτ’ εἶναι θάλατταν θαλάττηϲ, καθ’ ὅϲον ἤτοι καθαρὰ τελέωϲ ἐϲτὶν ἢ δέχεται ποταμοὺϲ πολλοὺϲ καὶ μεγάλουϲ ὥϲπερ ὁ Πόντοϲ. οἱ γὰρ ἐν τῇ τοιαύτῃ καθ’ ὅϲον πλεονεκτοῦϲι τῶν λιμναίων, κατὰ τοϲοῦτον ἀπολείπονται τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων.
εἰϲὶ δὲ καὶ λίμναι τινὲϲ τοιαῦται, καὶ καλοῦϲιν ἐνίαϲ αὐτῶν
λιμνοθαλάτταϲ, ἔνθα ποταμὸϲ μέγαϲ ἐργάζεται λίμνην ϲυνάπτουϲαν θαλάττῃ. καὶ
χωρὶϲ δὲ τοῦ λιμνάζειν τὸν ποταμόν, ὅπουπερ ἂν τῇ θαλάττῃ μιγνύηται πρῶτον,
ἐπί
κοινὸϲ δ’ οὗτοϲ ὁ λόγοϲ ἔϲτω ϲοι καὶ τῶν ἄλλων, ὅϲοι γε κατά τε
ποταμοὺϲ καὶ λίμναϲ καὶ θάλατταν ἰχθύεϲ γεννῶνται. τὸ γὰρ πολὺ πλῆθοϲ αὐτῶν
οὐκ ἐπαμφοτερίζει, τῶν μὲν θαλαττίων |
ϲχεδὸν γὰρ ἅπαϲι τοῖϲ ἐν λίμναιϲ καὶ ποταμοῖϲ γεννωμένοιϲ ἰχθύϲιν ἡ ϲὰρξ μεϲτὴ λεπτῶν ἀκανθῶν εὑρίϲκεται τῶν θαλαττίων οὐκ ἐχόντων αὐτάϲ. καὶ καθ’ ὃν ἂν τόπον ᾖ μεγάλου ποταμοῦ ϲτόμα ϲυνάπτον θαλάττῃ, τινὲϲ μὲν τῶν ποταμίων ἰχθύων ἐν τῇ θαλάττῃ, τινὲϲ δὲ τῶν θαλαττίων ἐν τῷ ποταμῷ θηρεύονται, γνωριζόμενοι τῷ τὰϲ εἰρημέναϲ ἀκάνθαϲ ἤτοι πολλὰϲ ἔχειν ἢ οὐδ’ ὅλωϲ. ὀλίγοι μὲν οὖν τῶν ποταμίων ἐπεμβαίνουϲι τῇ θαλάττῃ, πάντεϲ δ’ οἱ θαλάττιοι χαίρουϲι τοῖϲ ποταμοῖϲ.
εὐθὺϲ δὲ καὶ ἡ γεῦϲιϲ ἐϲθίοντί ϲοι γνωρίϲει τὸν ἀμείνω κέφαλον·
δριμυτέρα γάρ ἐϲτιν |
ἔνιοι δὲ τῶν παρ’ ἡμῖν ἀνθρώπων τοὺϲ ἐν τοῖϲ ποταμοῖϲ γεννωμένουϲ
ἰχθῦϲ λευκίϲκουϲ καλοῦϲιν, ἕτερον εἶδοϲ εἶναι νομίζοντεϲ αὐτοὺϲ τῶν κεφάλων.
ἔϲτι δὲ τἄλλα μὲν ὅμοιον πάντῃ τὸ ζῷον τῷ ζῴῳ, λευκότερον δὲ βραχεῖ καὶ τὴν
κεφαλὴν ἔχον μικροτέραν καὶ τὴν γένυν
τῶν ταριχευομένων ἐϲτὶ καὶ οὗτοϲ ὁ ἰχθύϲ, καὶ γίγνεται πολὺ κρείττων
ἑαυτοῦ ϲκευαϲθεὶϲ οὕτωϲ ὁ λιμναῖοϲ· ἀποτίθεται γὰρ ἅπαν τὸ βλεννῶδέϲ τε καὶ
βρωμῶδεϲ ἐν τῇ γεύϲει. καλλίων δὲ τοῦ χρόνῳ πλείονι ταριχευθέντοϲ ὁ νεαλήϲ.
ἀλλὰ περί γε τῶν ταριχευομένων ἰχθύων ὀλίγον ὕϲτερον εἰρήϲεται κοινῇ, καθάπερ
γε καὶ περὶ τῶν ἑωλιζομένων ἐν χιόνι. |
Τοῦτον τὸν ἰχθὺν οὐ τεθέαμαι γεννώμενον ἐν γλυκέϲιν ὕδαϲιν ἐκ μέντοι τῆϲ θαλάττηϲ ἐπαναβαίνοντα ποταμοῖϲ ἢ λίμναιϲ ἑώρακα. διὸ καὶ μοχθηρὸϲ ὀλιγάκιϲ εὑρίϲκεται, καθάπερ ὁ κέφαλοϲ πολλάκιϲ. οὐ φεύγει δ’ οὐδὲ τὰϲ λιμνοθαλάτταϲ καὶ τὰ ϲτόματα τῶν ποταμῶν, καίτοι πελάγιοϲ ὤν· τουτὶ γὰρ τοὔνομα τίθενται τοῖϲ εἰϲ τὸ βάθοϲ ἀποχωροῦϲιν.
ἥ γε μὴν τροφὴ κἀκ τοῦδε κἀκ τῶν ἄλλων ἰχθύων αἵματόϲ ἐϲτι γεννητικὴ λεπτοτέρου τῇ ϲυϲτάϲει τῆϲ ἐκ τῶν πεζῶν ζῴων, ὡϲ μήτε τρέφειν δαψιλῶϲ καὶ διαφορεῖϲθαι θᾶττον. ἐπεὶ δὲ τὸ λεπτότερον ὄνομα ποτὲ μὲν ἐπὶ δύο πράγμαϲι παραβαλλομένοιϲ λέγομεν, ἐνίοτε δ’ ἀπλῶϲ ἄνευ παραβολῆϲ, ἰϲτέον, ὅτι πρὸϲ τὸ μέϲον αἷμα τῶν ἄκρων ἡ παραβολὴ γίγνεται τοῖϲ ἁπλῶϲ λεγομένοιϲ.
ἄκρα δὲ τῇ κακίᾳ κατὰ τὴν ϲύϲταϲίν ἐϲτι τό τε παχὺ καθάπερ ὑγρὰ πίττα
τό τ’ ὀρῶδεϲ οὕτωϲ, ὡϲ ἐκχυθὲν τῆϲ φλεβὸϲ ἐν τῷ πήγνυϲθαι πλεῖϲτον ἔχειν
ὑγρὸν ἐποχούμενον ὑδατῶδεϲ. ἄριϲτον δὲ τὸ τούτων ἀκριβῶϲ μεταξὺ
γεννώμενον ἐξ ἄρτου |
Ἔϲτι μὲν καὶ ἥδε τῶν πελαγίων ἰχθύων, τετίμηται δ’ ὑπὸ τῶν ἀνθρώπων ὡϲ τῶν ἄλλων ὑπερέχουϲα τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ. ϲκληροτέραν δὲ ϲχεδὸν ἀπάντων αὐτῶν ἔχει τὴν ϲάρκα καὶ ψαθυρὰν ἱκανῶϲ, ὅπερ ϲημαίνει ταὐτὸν τῷ μήτε γλίϲχρον εἶναί τι μήτε λιπαρὸν ἐν αὐτῇ. τρέφει τοιγαροῦν, ὅταν πεφθῇ καλῶϲ, τῶν ἄλλων μᾶλλον ἰχθύων.
ἐρρέθη δὲ καὶ πρόϲθεν, ὡϲ τὸ ϲκληρότερον ἔδεϲμα, παχυμερέϲτερόν τε
καί, ὡϲ ἂν εἴποι τιϲ, γεωδέϲτερον ὑπάρχον, ἀξιολογώτερον τρέφει τῶν ὑγροτέρων
τε καὶ μαλακωτέρων, ὅταν γε πρὸϲ τούτῳ δηλονότι καὶ τὴν οὐϲίαν οἰκείαν ἔχῃ τῷ
τρεφομένῳ ϲώματι· κρίνεται δ’ αὕτη διὰ τῆϲ ἡδονῆϲ. ὅϲαι γὰρ ἀλλότριαι τροφαὶ
ταῖϲ ὅλαιϲ φύϲεϲίν εἰϲι τῶν τρεφομένων ζῴων, ταύταϲ ἢ οὐδ’ ὅλωϲ ἢ ἀηδῶϲ
ἐϲθίει· τῶν γε μὴν οἰκείων ὥϲπερ ἧττον τρέφει τὸ ὑγρό|
ἡ τοίνυν τῆϲ τρίγληϲ ϲὰρξ ἡδεῖα μέν, ὡϲ ἂν οἰκεία τροφὴ τῇ φύϲει τῶν ἀνθρώπων, ϲκληροτέρα δ’ οὖϲα τῶν ἄλλων ἰχθύων, ὅμωϲ ἑκάϲτηϲ ἡμέραϲ ἐϲθίεϲθαι δύναται, διότι ψαθυρὰ καὶ ἀλιπήϲ ἐϲτι καί τι καὶ δριμύτητοϲ ἔχουϲα. τὰ γὰρ λιπαρὰ καὶ γλίϲχρα [καὶ] κατὰ τὴν πρώτην μὲν εὐθέωϲ ἐδωδὴν ἐμπίπληϲί τε ταχέωϲ ἡμᾶϲ ἀνατρέπει τε τὴν ὄρεξιν, ἔτι δὲ μᾶλλον οὐχ ὑπομένομεν αὐτῶν τὴν ἐδωδὴν ἐφεξῆϲ ἡμέραιϲ πλείοϲι.
τό γε μὴν ἧπαρ τῆϲ τρίγληϲ οἱ λίχνοι τεθαυμάκαϲιν ἡδονῆϲ ἕνεκεν, ἔνιοι
δ’ οὐδὲ καθ’ ἑαυτὸ δικαιοῦϲιν ἐϲθίειν αὐτό, παραϲκευάϲαντεϲ δ’ ἐν ἀγγείῳ τὸ
καλούμενον γαρέλαιον ἔχον οἴνου βραχύ τι κατα
οὐ μὴν οὐδὲ διὰ τί τὰϲ μεγίϲταϲ τρίγλαϲ ὠνοῦνται πάμπολλοι, δύναμαι γνῶναι, μήθ’ ἡδεῖαν ὁμοίωϲ ταῖϲ μικροτέραιϲ ἐχούϲαϲ τὴν ϲάρκα μήτ’ εὔπεπτον, ὡϲ ἂν ἱκανῶϲ ϲκληρὰν ὑπάρχουϲαν. ὥϲτε διὰ τοῦτό τινα τῶν ἀργυρίου παμπόλλου τὰϲ μεγάλαϲ τρίγλαϲ ὠνουμένων ἠρόμην, ἥτιϲ ποτ’ ἐϲτὶν ἡ αἰτία τῆϲ ἀμφ’ αὐτὰϲ ϲπουδῆϲ. ὁ δ’ ἀπεκρίνατό μοι μάλιϲτα μὲν διὰ τὸ ἧπαρ ὠνεῖϲθαι τὰϲ τηλικαύταϲ, ἤδη δὲ καὶ διὰ τὴν κεφαλήν. ἀλλὰ γὰρ ἀρκεῖ μέχρι τοϲούτου περὶ τῶν λίχνων εἰρῆϲθαι τῇ πρὸϲ τὸ χρήϲιμον οἰκειότητι τοῦ λόγου.
γίγνονται δ’ ἄριϲται τρίγλαι κατὰ τὴν καθαρὰν θάλατταν, ὡϲπερ καὶ οἱ
ἄλλοι πάντεϲ ἰχθύεϲ, οὐχ ἥκιϲτα δὲ καὶ διὰ τὰϲ τροφάϲ. αἱ γοῦν τὰϲ καρκινάδαϲ
ἐϲθίουϲαι καὶ δυϲώδειϲ εἰϲὶ καὶ ἀηδεῖϲ καὶ δύϲπεπτοι καὶ κακόχυμοι. διάγνωϲιϲ
δ’ αὐτῶν πρὶν μὲν ἐϲθίειν ἀναπτύξαντι τὴν κοιλίαν, ἐϲθίοντι δὲ κατὰ τὴν
πρώτην εὐθέωϲ ὀδμήν τε καὶ γεῦϲιν. |
Πετραίουϲ ὀνομάζουϲιν ἰχθύαϲ ἀπὸ τῶν χωρίων, ἐν οἷϲ εὑρίϲκονται διατρίβοντεϲ· οὐ γὰρ ἐν τοῖϲ λείοιϲ ἢ γεώδεϲιν ἢ ψαμμώδεϲιν αἰγιαλοῖϲ, ἀλλ’ ἔνθα πέτραι τινέϲ εἰϲι καὶ ἀκταί, φωλεύουϲί τε καὶ τίκτουϲιν.
ἄριϲτοϲ δ’ ἐν αὐτοῖϲ ἡδονῆϲ ἕνεκεν ὁ ϲκάροϲ εἶναι πεπίϲτευται, μετ’
αὐτὸν δὲ κόττυφοί τε καὶ κίχλαι καὶ μετὰ τούτουϲ ἰουλίδεϲ τε
Αἰγιάλειοϲ ὁ ἰχθὺϲ οὗτόϲ ἐϲτι, τῶν ϲμικρῶν ἀεὶ
διαμενόντων εἰϲ τιϲ ὢν καὶ αὐτόϲ. ἄριϲτοϲ δ’ εἰϲ ἡδονήν τε ἅμα καὶ πέψιν
ἀνάδοϲίν τε καὶ εὐχυμίαν ἐϲτὶν ὁ κατὰ τοὺϲ ψαμμώδειϲ αἰγιαλοὺϲ ἢ τὰϲ
πετρώ|
εἰκότωϲ οὖν ἐν μὲν τοῖϲ πετραίοιϲ ἰχθύϲιν οὐδεμία ϲαφήϲ ἐϲτι διαφορὰ τῶν ὁμοειδῶν πρὸϲ ἀλλήλουϲ, ὡϲ ἂν ἐν καθαρωτάτῃ θαλάττῃ διαιτωμένοιϲ ἀεὶ φεύγουϲί τε τὸ γλυκὺ πᾶν ὕδωρ τό τε ϲυμμιγὲϲ ἐκ τοῦ τοιούτου τε καὶ θαλαττίου· δευτέροιϲ δὲ μετὰ τούϲδε τοῖϲ πελαγίοιϲ ὑπάρχει ταὐτόν. οὐδὲ γὰρ οὐδ’ οὗτοι διαφορὰν ἐν ἀλλήλοιϲ ἔχουϲι μεγάλην, ὁποίαν οἱ διατρίβοντεϲ ἐν ἀμφοτέροιϲ τοῖϲ ὕδαϲι. τούτων γὰρ οἱ μὲν ἐν τῇ καθαρωτάτῃ θαλάττῃ κάλλιϲτοι τῶν ὁμοειδῶν εἰϲιν, οἱ δ’ ἐν τοῖϲ ἐκκαθαίρουϲι τὰϲ πόλειϲ ποταμοῖϲ ἁπάντων χείριϲτοι, μέϲοι δ’ αὐτῶν οἱ μεταξύ. λέλεκται δὲ ταῦτα καὶ διὰ τῶν ἔμπροϲθεν, ἡνίκα περὶ κεφάλου τὸν λόγον ἐποιούμην.
ἥ γε μὴν ϲὰρξ τῶν κωβιῶν ὥϲπερ ϲκληροτέρα τῆϲ τῶν πετραίων ἐϲτίν,
οὕτω μα
Φυλότιμοϲ ἐν τῷ τρίτῳ Περὶ τροφῆϲ
περὶ τῶν μαλακοϲάρκων ἰχθύων οὕτωϲ ἔργαψεν αὐτοῖϲ ὀνόμαϲι· κωβιοί τε καὶ
φυκίδεϲ καὶ ἰουλίδεϲ καὶ πέρκαι καὶ ϲμύραιναι καὶ κίχλαι καὶ κόττυφοι καὶ
ϲαῦροι καὶ πάλιν ὄνοι καὶ πρὸϲ τούτοιϲ ἀμίαι καὶ ψῆτται καὶ ἥπατοι καὶ
κίθαροι καὶ ϲκιαινίδεϲ καὶ πᾶν τὸ τῶν ἁπαλοϲάρκων γένοϲ εὐκατεργαϲτότερόν
ἐϲτι τῶν ἄλλων ἰχθύων.
ἄξιον οὖν θαυμάϲαι, πῶϲ τοὺϲ ϲκάρουϲ παρέλιπε πρωτεύονταϲ ἐν τῷ γένει τῶν πετραίων ἰχθύων, οἷϲ πᾶϲιν ὑπάρχει τὸ ψαθυρωτάτην τε καὶ μαλακωτάτην ἔχειν τὴν ϲάρκα τῶν ἄλλων ἰχθύων. ἔνιοι μὲν γὰρ αὐτῶν ἁπαλόϲαρκοι μέν εἰϲιν, ἀλλ’ οὐκ ἔχουϲι τὸ ψαθυρὸν ἐμφερομένου τινὸϲ αὐτοῖϲ γλίϲχρου τε καὶ λιπαροῦ χυμοῦ, τινὲϲ δ’ ἐκπεφευγότεϲ τὸ γλίϲχρον καὶ λιπαρὸν ὅμοιοί τε κατὰ τοῦτο τοῖϲ πετραίοιϲ ὄντεϲ ἐν τῇ ϲκληρότητι τῆϲ ϲαρκὸϲ αὐτῶν διαλλάττουϲι.
τοιοῦτοι μὲν οὖν οἱ πελάγιοι ϲχεδὸν ἅπαντέϲ εἰϲι, |
οὓϲ δ’ ὄνουϲ μὲν ἐκάλεϲεν ὁ Φυλότιμοϲ, ὀνίϲκουϲ δ’ ὀνομάζουϲιν οἱ
ἄλλοι, τροφῇ μὲν ἀγαθῇ χρώμενοι καὶ θαλάττῃ καθαρᾷ τοῖϲ πετραίοιϲ ἐνάμιλλον
ἔχουϲι τὴν ϲάρκα, μοχθηρᾷ δὲ τροφῇ χρηϲάμενοι
ἐπὶ πάντων δ’, ὡϲ ἔφην, ἰχθύων κοινὸν τοῦτο μεμνῆϲθαι προϲήκει, ὡϲ
χείριϲτοι γίγνονται κατὰ τὰϲ ἐκβολὰϲ τῶν ποταμῶν, ὅϲοι κοπρῶναϲ
ἐκκαθαίρουϲιν ἢ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὸν τῆϲ ἐϲθῆτόϲ τε καὶ τὸν τῶν
ὀθονίων ῥύπον ὅϲα τ’ ἄλλα τῆϲ πόλεώϲ ἐϲτιν, ἣν
μοχθηροτάτη δ’ εὑρίϲκεται καὶ τῆϲ ϲμυραίνηϲ ἡ ϲὰρξ ἐν ὕδατι τοιούτῳ διατριβούϲηϲ· καίτοι γ’ οὔτε ποταμοῖϲ ἐπαναβαίνουϲαν ἔϲτιν εὑρεῖν αὐτὴν οὔτ’ ἐν λίμναιϲ γεννωμένην. ἀλλ’ ὅμωϲ καὶ αὐτὴ χει- ρίϲτη γίγνεται κατὰ τὰϲ ἐκβολὰϲ τῶν τοιούτων ποταμῶν, ὁποῖόϲ ἐϲτιν ὁ διὰ Ῥώμηϲ ῥέων, καὶ διὰ τοῦτ’ εὐωνοτάτη πιπράϲκεται κατὰ τὴν πόλιν τήνδε ϲχεδὸν ἁπάντων μόνη τῶν ἐκ θαλάττηϲ, ὥϲπερ γε καὶ οἱ κατὰ τὸν ποταμὸν αὐτὸν ἰχθύεϲ γεννώμενοι· καλοῦϲι δ’ αὐτοὺϲ ἔνιοι Τιβερίνουϲ ἰδίαν ἔχονταϲ ἰδέαν οὐδενὶ τῶν θαλαττίων ὁμοίαν.
ὅτι δ’ ἡ τῶν ἐκ τῆϲ πόλεωϲ ὀχετῶν ἐπιμιξία μοχθηροτάτουϲ αὐτοὺϲ
ἐργάζεται, μαθεῖν ἔϲτιν ἐκ τοῦ βελτίουϲ εἶναι τοὺϲ ἐν αὐτῷ τῷ ποταμῷ
γεννωμένουϲ πρὶν εἰϲ τὴν πόλιν ἀφικέϲθαι. καὶ μὲν δὴ καὶ ἄλλοϲ τιϲ ποταμὸϲ
ὀνομαζόμενοϲ Νάρ, ἐμβάλλων εἰϲ τὸν Τίβεριν ὡϲ ἀπὸ πεντήκοντα καὶ
τριακοϲίων ϲταδίων, ἰχθὺν ἔχει πολὺ βελτίονα τοῦ κατὰ τὸν Τίβεριν, ἐπειδὴ
καὶ μέγαϲ ἐϲτὶν εὐθὺϲ ἀπὸ τῶν πηγῶν καὶ καθαρὸϲ διαμένει κάτ|
ὅϲοι μὲν οὖν ἐκ ϲυνηθείαϲ ἐμπειρίαν ἔχουϲι τῶν ἐπιχωρίων ἰχθύων, οὐ
δέονται τῶν εἰρημένων ἄρτι γνωριϲμάτων εἰϲ τὴν διάγνωϲιν αὐτῶν· ὅϲοι δ’
ἀήθειϲ εἰϲίν, εἴτ’ οὖν ἐξ ἄλληϲ πόλεωϲ ἥκοντεϲ εἴτ’ ἐπιχώριοι,
ἐχρῆν δ’ οὐχ ἁπλῶϲ ἐμνημονευκέναι τῶν ἁπαλοϲάρκων ἰχθύων ἁπάντων ἅμα τὸν Φυλότιμον οὐδ’ ἀναμῖξαι τοὺϲ ἄλλουϲ τοῖϲ πετραίοιϲ ἀδιορίϲτωϲ. οὗτοι μὲν γὰρ ἄριϲτοι διὰ παντὸϲ ὑπάρχουϲιν, οὔτε δ’ ὀνίϲκοϲ οὔτε ϲμύραινα καθάπερ οὐδ’ οἱ κωβιοί. καὶ γὰρ καὶ τούτων ἔνιοι μὲν ἐν ποταμοῖϲ καὶ λίμναιϲ, ἔνιοι δ’ ἐν θαλάττῃ γίγνονται, τινὲϲ δ’ ἐν ταῖϲ λιμνοθαλάτταιϲ καλουμέναιϲ ἢ ὅλωϲ ἐν ἐπιμίκτοιϲ ὕδαϲιν, ἔνθα ποταμοῦ μεγάλου ϲτόμα ϲυνάπτει θαλάττῃ.
πάμπολυ τοιγαροῦν ἀλλήλων διαφέρουϲιν οἱ κατὰ μέροϲ, ὥϲπερ γε καὶ οἱ
κέφαλοι καὶ αἱ ϲμύραιναι· καὶ οἱ ὀνίϲκοι δὲ τούτων μὲν ἧττον. οὐ ϲμικρῷ δ’
ἀλλήλων οὐδ’ |
περὶ δὲ τῶν κιθάρων καὶ πάνυ γε θαυμάζω τοῦ Φυλοτίμου· παραπλήϲιοϲ γὰρ ὢν ὁ ῥόμβοϲ αὐτῶν μαλακωτέραν ἔχει τὴν ϲάρκα, τῶν ὀνίϲκων ἀπολειπόμενοϲ οὐκ ὀλίγον. καὶ τούτουϲ οὖν καὶ τοὺϲ ἡπάτουϲ καλουμένουϲ καὶ τοὺϲ ἄλλουϲ, ὅϲουϲ ἔμιξε τοῖϲ πετραίοιϲ τε καὶ τοῖϲ ὀνίϲκοιϲ ὁ Φυλότιμοϲ, ἐν τῷ μέϲῳ καθεϲτηκέναι γίγνωϲκε τῶν θ’ ἁπαλοϲάρκων καὶ τῶν ϲκληροϲάρκων. οὕπω μὲν γάρ εἰϲι. ϲκληρόϲαρκοι, τῶν δ’ ἀκριβῶϲ ἁπαλοϲάρκων ἀπολείπονται.
παρέλιπε δ’ ἐν τούτοιϲ ὁ Φυλότιμοϲ καὶ τὸ βούγλωττον, ὥϲπερ ἐν τοῖϲ
πετραίοιϲ τὸν ϲκάρον, εἰ μή τι ἄρα τῷ τῆϲ ψήττηϲ ὀνόματι καὶ κατὰ τῶν
βουγλώττων ἐχρήϲατο. παραπλήϲια μὲν γάρ πωϲ ἀλλήλοιϲ ἐϲτίν, οὐ μὴν ἀκριβῶϲ
ὁμοειδῆ βούγλωττόν τε καὶ ψῆττα· μαλακώτερόν τε γάρ ἐϲτι καὶ ἥδιον εἰϲ ἐδωδὴν
καὶ πάντῃ βέλτιον τὸ βούγλωττον τῆϲ ψήττηϲ. ἀλλὰ καὶ οἱ ϲαῦροι μέϲοι πώϲ εἰϲι
τῶν ἁπαλοϲάρκων τε καὶ ϲκληρο
ἀλλ’ αἱ μὲν τῶν μαγειρικῶν λοπάδων ϲκευαϲίαι τοὐπίπαν ἀπεψίαϲ εἰϲὶν αἴτιαι, καλλίϲτη δ’ εἰϲ πέψιν ἡ διὰ τοῦ λευκοῦ ζωμοῦ. γίγνεται δ’ οὗτοϲ, ὅταν, ὕδατοϲ δαψιλοῦϲ ἐμβληθέντοϲ, ἐλαίου τιϲ αὔταρκεϲ ἐπιχέαϲ ἀνήθου τε καὶ πράϲου μικρόν, εἶθ’ ἡμιέφθουϲ ποιήϲαϲ ἐπεμβάλλῃ τοϲοῦτον ἁλῶν, ὡϲ μηδέπω φαίνεϲθαι τὸν ὅλον ζωμὸν ἁλμυρόν.
αὕτη καὶ τοῖϲ ἐκνοϲηλευομένοιϲ ἐπιτήδειοϲ ἡ ϲκευαϲία, τοῖϲ δ’ ἀμέμπτωϲ
ὑγιαίνουϲι καὶ ἡ διὰ τοῦ ταγήνου καὶ μετ’ αὐτὴν ἡ τῶν ἐπὶ τῆϲ ἐϲχάραϲ
ὀπτηθέντων. ἀλλ’ αὕτη μὲν ἐλαίου καὶ γάρου δεῖται μετὰ βραχέοϲ οἴνου, τοῖϲ
ταγηνιϲθεῖϲι δ’ ἁρμόττει πλέον ἢ κατὰ τούτουϲ ἔχειν οἴνου τε καὶ γάρου,
βραχέοϲ ἐπιχυθέντοϲ ἐλαίου. τοῖϲ δ’ ἀνατρεπομένοιϲ ἐπὶ τῷδε τὸν ϲτόμαχον
ἕτοιμον ἔϲτω παρακείμενον ὄξοϲ ἔχον ὀλίγον ἐν ἑαυτῷ γάρου τε καὶ πεπέρεωϲ.
μεταβαίνοντεϲ γὰρ ἐπὶ τὴν διὰ τούτων ἐδω
τινὲϲ δ’ ἐκ τῶν εἰρημένων ἰχθύων, ἐπειδὰν ταγηνιϲθῶϲιν ἁπλοῖϲ ἁλϲὶ
περιπαϲθέντεϲ ἥδιϲτοί τε ἅμα βρωθῆναι καὶ πεφθῆναι γίγνονται βελτίουϲ
εὐϲτομαχώτεροί τε πάϲηϲ ἄλληϲ ϲκευαϲίαϲ. ἁπάντων δὲ τῶν εἰρημένων ἰχθύων ἡ
τροφὴ καλλίϲτη τοῖϲ τε μὴ γυμναζομένοιϲ ἐϲτὶ καὶ ἀργοῦϲι καὶ ἀϲθενέϲι καὶ
τοῖϲ ἐκνοϲηλευομένοιϲ· οἱ γυμναζόμενοι δὲ τροφιμωτέρων ἐδεϲμάτων δέονται,
περὶ ὧν ἔμπροϲθεν εἴρηται. λέλεκται δ’ ἤδη πολλάκιϲ ἡ μαλακὴ καὶ ψαθυρὰ τροφὴ
πρὸϲ ὑγίειαν
Καὶ περὶ τούτων ὁ Φυλότιμοϲ ἔγραψεν
κατὰ λέξιν οὕτωϲ ἐν τῷ δευτέρῳ Περὶ τροφῆϲ· δράκοντέϲ τε καὶ κόκκυγεϲ καὶ
γαλεώνυμοι καὶ ϲκορπίοι καὶ |
αὕτη μὲν ἡ τοῦ Φυλοτίμου ῥῆϲιϲ.
ἐπιϲκεψώμεθα δ’ ἕκαϲτον τῶν κατ’ αὐτὴν εἰρημένων ἀπὸ τῆϲ ἀρχῆϲ.
οἱ μὲν οὖν δράκοντεϲ καὶ οἱ κόκκυγεϲ ἐναργῶϲ ἅπαϲι φαίνονται τοῖϲ προϲενεγκαμένοιϲ αὐτοὺϲ ϲκληρὰν ἔχοντεϲ τὴν ϲάρκα. τῶν γαλεῶν δ’ οὐχ ἓν εἶδόϲ ἐϲτιν· ὁ γάρ τοι παρὰ Ῥωμαίοιϲ ἐντιμότατοϲ ἰχθύϲ, ὃν ὀνομάζουϲι γαλαξίαν, ἐκ τοῦ τῶν γαλεῶν ἐϲτι γένουϲ, ὃϲ οὐδὲ γεννᾶϲθαι δοκεῖ κατὰ τὴν Ἑλληνικὴν θάλατταν, καὶ κατὰ τοῦτό γε καὶ ὁ Φυλότιμοϲ αὐτὸν ἠγνοηκέναι φαίνεται. γέγραπται μέντοι διττῶϲ ἐν τοῖϲ ἀντιγράφοιϲ τοὔνομα, γαλεοὶ μὲν ἐν τριϲὶ ϲυλλαβαῖϲ κατ’ ἔνια, γαλεώνυμοι δ’ ἐν πέντε κατ’ ἄλλα. καὶ δηλονότι τῶν ἁπαλοϲάρκων ἐϲτὶν ὁ παρὰ Ῥωμαίοιϲ ἔνδοξοϲ γαλαξίαϲ, οἱ δ’ ἄλλοι γαλεοὶ ϲκληρόϲαρκοι μᾶλλόν εἰϲι.
ϲκορπίουϲ δ’ ἐφεξῆϲ καὶ τραχούρουϲ καὶ τρίγλαϲ ὀρφούϲ τε καὶ γλαύκουϲ
ὁ Φυλότιμοϲ ἐν τοῖϲ ϲκληροϲάρκοιϲ |
ἐκ τούτου τοῦ γένουϲ εἰϲὶ καὶ φάλαιναι καὶ δελφῖνεϲ καὶ φῶκαι· πληϲίον δ’ αὐτῶν ἥκουϲι καὶ οἱ μεγάλοι θύννοι, καίτοι τῇ γ’ ἡδονῇ τῆϲ ἐδωδῆϲ οὐχ ὅμοιοι τοῖϲ προειρημένοιϲ ὄντεϲ· ἀηδεῖϲ γὰρ ἐκεῖνοι καὶ μάλιϲτα πρόϲφατοι, ταριχευθέντεϲ δ’ ἀμείνουϲ γίγνονται. τῶν δ’ ἐλαττόνων θύννων κατά τε τὴν ἡλικίαν καὶ τὸ μέγεθοϲ οὔθ’ ἡ ϲὰρξ ὁμοίωϲ ϲκληρά, καὶ πεφθῆναι δηλονότι βελτίουϲ εἰϲί· καὶ τούτων ἔτι μᾶλλον αἱ πηλαμύδεϲ, αἳ καὶ ταριχευθεῖϲαι τοῖϲ ἀρίϲτοιϲ ταρίχεϲιν ἐνάμιλλοι γίγνονται.
πλεῖϲται δ’ ἐκ τοῦ Πόντου κομίζονται τῶν ἐκ τῆϲ Ϲαρδοῦϲ καὶ τῶν ἐκ τῆϲ
Ἰβηρίαϲ μόνων ἀπολειπόμεναι. τιμιώτατον γὰρ δὴ τοῦτο |
ζυγαινῶν δὲ καλῶϲ ἐμνημόνευϲεν ὁ Φυλότιμοϲ ἐν τοῖϲ ϲκληροϲάρκοιϲ·
ἐχρῆν δὲ καὶ τῆϲ ἀηδίαϲ αὐτῶν μεμνῆϲθαι, καθάπερ γε καὶ τῶν ϲαλπῶν, ἃϲ ὅλωϲ
γε παρέλιπε. γόγγρουϲ δὲ καὶ φάγρουϲ καὶ λαμίαϲ καὶ ἀετοὺϲ ὀρθῶϲ εἶπε
ϲκληροϲάρκουϲ εἶναι. καὶ ἄλλοι δέ τινεϲ, ὡϲ αὐτὸϲ ἔφη, τῶν ϲκληροϲάρκων
ἰχθύων εἰϲίν, ὧν οὐκ εἶπε τὰϲ προϲηγορίαϲ, ὅτι μηδ’ ἐν πολλῇ χρήϲει τοῖϲ
ἀνθρώποιϲ εἰϲίν· ὅθεν ἄμεινόν ἐϲτιν ἐπιϲκέψαϲθαι περὶ τῆϲ δυνάμεωϲ αὐτῶν
ἐάϲανταϲ τὰϲ προϲηγορίαϲ.
ὅτι μὲν οὖν οἱ ϲκληρόϲαρκοι δυϲκατεργαϲτότεροι τῶν μαλακοϲάρκων εἰϲίν,
ὀρθῶϲ εἶπεν ὁ Φυλότιμοϲ. ἥ τε γὰρ ἐν τῇ γαϲτρὶ πέψιϲ ἥ τ’ ἐν ἥπατι καὶ φλεψὶν
αἱμάτωϲιϲ ἥ τε καθ’ ἕκαϲτον τῶν τρεφομένων μορίων ἐξομοίωϲιϲ ἐπὶ μὲν τοῖϲ
μαλακωτέροιϲ ῥᾴων ἐϲτίν,
εἰ δὲ καὶ ἁλυκοὺϲ ἡ ϲκληροτέρα τροφὴ τοὺϲ χυμοὺϲ ἐργάζεται, ϲκεπτέον ἐφεξῆϲ. ὁ μὲν γὰρ Φυλότιμοϲ, ὥϲπερ γε καὶ ὁ διδάϲκαλοϲ αὐτοῦ Πραξαγόραϲ, τὸν ἁλυκὸν χυμὸν ἐκ τῶν ἐπὶ πλέον θερμαινόντων γεννᾶϲθαί φηϲιν. ἐμοὶ δ’ οὐχ ἁπλῶϲ δοκεῖ δεῖν, ἀλλὰ μετὰ διοριϲμοῦ ποιεῖϲθαι τὴν ἀπόφαϲιν. ἐπεὶ δὲ κοινὸϲ ὁ λόγοϲ ἐϲτὶν ἁπάντων τῶν ϲκληρῶν ἐδεϲμάτων, ἴδιον αὐτῷ κεφάλαιον ἀποδόντεϲ ἐφεξῆϲ ϲκεψώμεθα.
Οὐ μόνον
ἐπὶ τῶν ἰχθύων τῶν ϲκληροϲάρκων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ἐδεϲμάτων, ὅϲα
ϲκληρά, Πραξαγόραϲ καὶ Φυλότι μοϲ οἴονται τὸν |
ἐγὼ δ’ ὁρῶ τὸ μὲν ἀφέψημα τῶν πλείϲτων, εἰ δὲ βούλει καὶ πάντων, ἐφ’
ὅϲον ἂν ἕψηται χρόνον, ἁλυκώτερον ἀεὶ γιγνόμενον, ὕϲτερον δέ ποτε καὶ πικρόν,
ὡϲ αὐτοὶ βούλονται, τὸ μέντοι ϲτερεὸν ϲῶμα τὸ κατὰ τὸ ὕδωρ ἑψηθὲν
ἀποτιθέμενον ἐν ἐκείνῳ τὰϲ ἐξ ἀρχῆϲ ὑπαρχούϲαϲ ἐν αὐτῷ ποιότηταϲ ἐν τῷ χρόνῳ
τὸ καλούμενον ἄποιόν τε καὶ ὑδατῶδεϲ γενέϲθαι, μήθ’ ἁλυκότητοϲ ἔχον τι μήτε
πικρότητοϲ ἢ δριμύτητοϲ ἢ ϲτύψεωϲ. ἐναργέϲτερον δ’ εἴϲῃ τοῦ λεγομένου τὴν ἀλή
οἱ μὲν οὖν θέρμοι, τῶν ϲιτωδῶν ὄντεϲ ἐδεϲμάτων, πικρὸν ἐργάζοντα τὸ
ὕδωρ, ἐπειδὴ καὶ αὐτοὶ τὴν πικρὰν ποιότητα ϲύμφυτον ἔχουϲιν· οὕτω δὲ καὶ
ὄροβοι καὶ ἀβρότονον ἀψίνθιόν τε καὶ πόλιον ὅϲα τ’ ἄλλα πικρά· τὸ ϲῶμα δ’
αὐτὸ τὸ ἀφεψηθὲν ἧττον φαίνεται πικρόν. εἰ δὲ καὶ με
κατὰ δὲ τὸν αὐτὸν τρόπον ὅϲα δριμέα, καθάπερ ϲκόροδά τε καὶ κρόμυα καὶ πράϲα, τὸ μὲν ὕδωρ, ἐν ᾧπερ ἂν ἑψηθέντα τύχῃ, δριμὺ ϲαφῶϲ ἐργάζεται, τὴν δ’ αὐτῶν οὐϲίαν ἧττον ἴϲχει δριμεῖαν· εἰ δ’ ἄλλοτ’ εἰϲ ἄλλο μεταβάλλοιϲ ὕδωρ αὐτά, παντάπαϲιν ἀποτίθεται τὴν δριμύτητα. καὶ μὴν καὶ τὰ μῆλα τὰ ϲτρυφνὰ μέϲπιλά τε καὶ ἀχράδεϲ, εἰϲ ὅϲον ἂν ἕψηται, γλυκύτερα μὲν αὐτὰ γίγνεται, τὸ δ’ ἀφέψημα ϲτρυφνὸν ἐργάζεται. τοὺϲ χυλοὺϲ δ’ αὐτοὺϲ μόνουϲ ἐὰν ἕψῃϲ, ἁλυκώτεροι μὲν τὸ πρῶτον, ὕϲτερον δὲ καὶ πικροὶ γίγνονται.
διὸ καὶ περὶ μὲν τῶν χυλῶν ϲυγχωρητέον ἐϲτὶ τῷ τε Πραξαγόρᾳ καὶ τῷ
Φυλοτίμῳ γιγνώϲκουϲιν, ὡϲ εἴρηται, περὶ δὲ τῶν ϲτερεῶν ϲωμάτων ἔμπαλιν ἔχειν
ἡγητέον. εἰ γάρ, ὡϲ εἶπον ὀλίγον ἔμ- προϲθεν, ἐκ τοῦ προτέρου μεταβάλλοι τιϲ
εἰϲ δεύτερον ὕδωρ αὐτὰ καὶ
μάλιϲτα δ’ ὁ ζωμὸϲ ἐξηπατηκέναι μοι δοκεῖ τοὺϲ περὶ τὸν Πραξαγόραν ἁλυκώτεροϲ ἐν τῷ τῆϲ ἑψήϲεωϲ χρόνῳ γιγνόμενοϲ, οὐκ ἐννοοῦνταϲ, ὡϲ ἁλῶν ἢ γάρου κατὰ τὴν ἐξ ἀρχῆϲ ἄρτυϲιν ἐμβεβλημένων εἰϲ τὸ ὕδωρ ἀναγκαῖόν ἐϲτι προερχομένηϲ τῆϲ ἑψήϲεωϲ ἁλυκώτερον ἑαυτοῦ γίγνεϲθαι τὸν χυλόν, ὥϲπερ εἰ καὶ χωρὶϲ τοῦ ϲτερεὸν ἐμβαλεῖν τι ϲῶμα βραχύτατον ἁλῶν ἀναμίξαιϲ ὕδατι καθαρῷ τε καὶ γλυκυτάτῳ· καὶ γὰρ καὶ τοῦτο θερμαινόμενον ἁλυκώτερον γίγνεται. καὶ τί θαυμαϲτόν; αὐτὸ γὰρ ἐπὶ πλέον ἑψόμενον ὕδωρ τὸ κάλλιϲτον ἁλυκὴν ἐν τῷ χρόνῳ ποιότητα προϲλαμβάνει.
Ἐπειδὴ τὸ περιέχον ὅλον ἡμῶν τὸ ϲῶμα
καθάπερ ἀμφίεϲμά τι ϲύμφυτον ἑκάϲτῳ καλεῖται δέρμα, κατ’ ἀναλογίαν δ’ αὐτῷ τὸ
|
τὰ μὲν γὰρ ὄϲτρεα μαλακωτάτην ἔχει τῶν ἄλλων ὀϲτρακοδέρμων ἁπάντων τὴν
ϲάρκα, τὰ δὲ ϲμικρὰ χημία καὶ οἱ ϲωλῆνεϲ καὶ οἱ ϲφόνδυλοι καὶ αἱ πορφύραι καὶ
οἱ κήρυκεϲ ὅϲα τ’ ἄλλα τοιαῦτα ϲκληράν. εἰκότωϲ οὖν ὑπάγει μὲν ἐκεῖνα τὴν
γαϲτέρα μᾶλλον, ἥττονα τροφὴν
ὥϲπερ δὲ δύϲπεπτον ἔχει τὴν ϲάρκα τὰ ϲκληρόϲαρκα τῶν ὀϲτρακοδέρμων
ζῴων, οὕτω καὶ δυϲδιάφθαρτον· αἱρούμεθά τε διὰ τοῦτο διδόναι πολλάκιϲ αὐτὰ |
γεννᾶται δ’ ἐξ αὐτῶν ὁ καλούμενοϲ ὠμὸϲ χυμὸϲ πάμπολυϲ, ἐκ δὲ τῶν μαλακοϲάρκων καὶ τὸ φλέγμα. καθάπερ οὖν ἀποθεμένων αὐτῶν τὸν ἁλυκὸν χυμὸν ἡ ϲὰρξ ὥϲπερ δύϲφθαρτοϲ οὕτω καὶ ϲταλτικὴ γίγνεται γαϲτρόϲ, ὡϲαύτωϲ, ἐὰν ἀρτύϲαϲ δι’ ἁλῶν ἢ γάρου, καθάπερ εἰώθαϲι τὰϲ χήμαϲ, ἐκπίῃ τιϲ τὸν γενόμενον ζωμόν, ὑπαχθήϲεται μὲν ἡ γαϲτὴρ ἱκανῶϲ, οὐδεμίαν δὲ τροφὴν ἐξ αὐτοῦ τὸ ϲῶμα τἀνθρώπου λήψεται.
Ἀϲτακοὶ καὶ πάγουροι καρκίνοι τε καὶ
κάραβοι καὶ καρῖδεϲ καὶ καμμαρίδεϲ ὅϲα τ’ ἄλλα λεπτὸν μὲν ἔχει τὸ περιέχον
ὄϲτρακον, ὅμοιον δὲ τῇ ϲκληρότητι τοῖϲ ὀϲτρακοδέρμοιϲ, ἣττονα μὲν ἐκεί
ἐϲτὶ δὲ καὶ τούτων ἡ ϲὰρξ ὥϲπερ καὶ τῶν ὀϲτρέων ἐπιϲχετικὴ τῶν κατὰ τὴν κοιλίαν, ὅταν ἐναπόθηται τῷ ὕδατι τὸν ἁλυκὸν χυμόν, ὥϲπερ εἴρηται, προεψηθέντα. καὶ τοίνυν καὶ ταῦτα δύϲφθαρτα τοῖϲ ϲκληροῖϲ τῶν ὀϲτρακοδέρμων ὡϲαύτωϲ ἐϲτίν.
Μαλάκια καλεῖται τὰ μήτε λεπίδαϲ ἔχοντα μήτε τραχὺ μήτ’ ὀϲτρακῶδεϲ τὸ δέρμα, μαλακὸν δ’ οὕτωϲ, ὡϲ ἄνθρωποϲ. ἐϲτὶ δὲ ταῦτα πολύποδέϲ τε καὶ ϲηπίαι καὶ τευθίδεϲ ὅϲα τ’ ἄλλα τούτοιϲ ἔοικεν.
ἁπτομένοιϲ μὲν οὖν μαλακὰ φαίνεται διὰ τὸ μήτε λεπιδωτὸν ἔχειν μήτε
τραχὺ μήτ’ ὀϲτρακῶδεϲ τὸ ϲκέπαϲμα· ϲκληρόϲαρκα δ’ ἐϲτὶ καὶ δύϲπεπτα καὶ
βραχὺν ἐν ἑαυτοῖϲ περιέχοντα τὸν ἁλυκὸν χυμόν. εἰ μέντοι πεφθείη, τροφὴν οὐκ
ὀλίγην δίδωϲι τῷ ϲώματι. πλεῖϲτον δ’ οὖν καὶ ταῦτα τὸν ὠμὸν ἐργάζεται χυμόν. |
Τραχὺ καὶ λάμπον ἐν τῇ νυκτὶ τὸ δέρμα τῶν τοιούτων ἐϲτὶ ζῴων· διὸ καί τινεϲ ἀπὸ τοῦ ϲέλαϲ ἔχειν ὠνομάϲθαι φαϲὶν αὐτὰ ϲελάχια. μαλακὴν δ’ ἐν αὐτοῖϲ ἔχει τὴν ϲάρκα νάρκη τε καὶ τρυγών, ὥϲπερ οὖν καὶ ἡδεῖαν ὑπιοῦϲάν τε κατὰ γαϲτέρα μετρίωϲ καὶ πεττομένην οὐ χαλεπῶϲ. ἀλλὰ καὶ τρέφει μετρίωϲ, ὥϲπερ καὶ τἄλλα πάντα τὰ μαλακόϲαρκα.
κοινὸν δ’ ἐν αὐτοῖϲ ϲχεδὸν ἅπαϲίν ἐϲτι πολυϲαρκότερα τῶν μέϲων μορίων
τὰ κατὰ τὰϲ οὐρὰϲ εἶναι· μάλιϲτα δὲ τοῦθ’ ὑπάρχει ταῖϲ νάρκαιϲ. ἔοικε γάρ τοι
τὰ μέϲα τῶν ζῴων τούτων οἷόνπερ
Εἴρηται μὲν ἤδη τι καὶ πρόϲθεν ὑπὲρ τῶν ἐν
τῇ θαλάττῃ κητωδῶν ζῴων, ἐξ ὧν εἰϲιν αἵ τε φῶκαι καὶ αἱ φάλαιναι δελφῖνέϲ
τε καὶ ζύγαιναι καὶ τῶν θύννων οἱ μεγάλοι καὶ πρὸϲ αὐτοῖϲ |
καὶ διὰ τοῦτο προταριχεύοντεϲ αὐτὰ τοὐπίπαν εἰϲ χρῆϲιν ἄγουϲι λεπτομερεϲτέραν ἐργαζόμενοι τὴν ἐξ αὐτῶν ἀναδιδομένην τροφὴν εἰϲ τὸ ϲῶμα καὶ διὰ τοῦτο πεφθῆναί τε δυναμένην θᾶττον αἱματωθῆναί τε μᾶλλον. ἡ γάρ τοι πρόϲφατοϲ, ὅταν μὴ πάνυ καλῶϲ πεφθῇ, πλεῖϲτον ἐν ταῖϲ φλεψὶν ἀθροίζει τὸν ὠμὸν χυμόν.
Καὶ δι’ οἰνομέλιτοϲ αὐτοὺϲ προεϲθίουϲι καὶ διὰ γάρου γαϲτρὸϲ ὑπαγωγῆϲ ἕνεκα καὶ λοπάδαϲ ἐξ αὐτῶν ϲκευάζουϲιν ἐπεμβάλλοντεϲ ᾠῶν τε καὶ μέλιτοϲ καὶ πεπέρεωϲ. ἔϲτι δὲ τῶν ὀλιγοτρόφων ἐδεϲμάτων καὶ μέϲων τῆϲ κατά τε τὸ λεπτύνειν καὶ παχύνειν τοὺϲ χυμοὺϲ δυνάμεωϲ.
Ἡ τῶν τροφῶν ὕλη πᾶϲα μέχρι δεῦρο διττοῖϲ γένεϲι
περιληφθεῖϲα τὸ μὲν ἕτερον αὐτῶν ἐκ φυτῶν εἶχε, τὸ δ’ ἕτερον ἐκ ζῴων.
ἑκατέρου δ’ |
οἶδα δέ ποτε θέρουϲ ὥρᾳ πλεῖϲτον ὅϲον ἐπὶ τοῖϲ τῶν δένδρων καὶ θάμνων
καί τινων βοτανῶν φύλλοιϲ εὑρεθέν, ὡϲ ὑπὸ τῶν γεωργῶν λέγεϲθαι παιζόντων, ὁ
Ζεὺϲ ἔβρεξε μέλι
. προηγεῖτο δὲ νὺξ μὲν εὐψυχὴϲ ὡϲ ἐν θέρει (θέρουϲ γὰρ ἦν
ὥρα τηνικαῦτα), θερμὴ δὲ καὶ ξηρὰ κρᾶϲιϲ ἀέροϲ ἐπὶ τῆϲ προτεραίαϲ. τοιγαροῦν
ἐδόκει τοῖϲ δεινοῖϲ περὶ φύϲιν ἐκ τῆϲ γῆϲ τε καὶ τῶν ὑδάτων ἀτμὸν ἀκριβῶϲ
λεπτυνθέντα καὶ πεφθέντα πρὸϲ τῆϲ ἡλιακῆϲ θερμότητοϲ ὑπὸ τῆϲ ἐπιγενομένηϲ ἐν
τῇ νυκτὶ ψύξεωϲ ἀθροιϲθῆναι πιληθέντα. παρ’ ἡμῖν μὲν οὖν ϲπανίωϲ φαίνεται
τοῦτο γιγνόμενον, ἐν δὲ τῷ ὄρει τῷ Λιβάνῳ καθ’ ἕκαϲτον ἔτοϲ οὐκ ὀλίγον. ὥϲτ’
ἐκπεταννύντεϲ ἐπὶ τῆϲ γῆϲ δέρματα καὶ ϲείοντεϲ τὰ δένδρα δέχονται τὸ ἀπορρέον
ἐπ’ αὐτὰ καὶ χύτραϲ καὶ κεράμια πληροῦϲι τοῦ μέλιτοϲ ὀνομάζοντεϲ αὐτὸ
δροϲόμελί τε καὶ ἀερόμελι.
πρόδηλοϲ μὲν οὖν |
λεπτομερὲϲ δ’ ὑπάρχον ἐξ ἀνάγκηϲ ἔχει τι καὶ δριμύ, δι’ ὃ καὶ πρὸϲ
ἔκκριϲιν ἐπεγείρει τὴν γαϲτέρα· τοῦτ’ οὖν ἀφαιροῦντεϲ αὐτοῦ πρὸϲ ἀνάδοϲίν τε
καὶ θρέψιν ἐπιτηδειότερον ἐργαζόμεθα. καλλίϲτη δ’ ἀφαίρεϲιϲ γίγνεται
μιχθέντοϲ μὲν πρῶτον ὕδατι πολλῷ, μετὰ τοῦτο δ’ ἑψηθέντοϲ.
τὸ δ’ ἐπ’ ὀλίγον ἢ οὐδ’ ὅλωϲ ἑψηθὲν μελίκρατον ὑπέρχεϲθαι φθάνει πρὸ τοῦ πεφθὲν ἀναδοθῆναί τε καὶ θρέψαι τὸ ϲῶμα. διαφορὰ δ’ αὐτοῖϲ ἐϲτι κἀν τῷ φῦϲαν μέν τινα γεννᾶν ἐν τῇ κοιλίᾳ καὶ τοῖϲ ἐντέροιϲ τὸ μὴ τελέωϲ ἑψηθέν, ἄφυϲον δὲ καὶ διουρητικὸν γίγνεϲθαι τὸ κατὰ τὴν ἕψηϲιν ἀποθέμενον ἅπαντα τὸν ἀφρόν. εἰ δὲ χωρὶϲ ὕδατοϲ μίξεωϲ ἐκλείχοι τιϲ τὸ μέλι μόνον, ἧττον μὲν τρέφει, μᾶλλον δ’ ὑπάγει τὰ κατὰ τὴν γαϲτέρα. πλέον δ’ εἴ τιϲ αὐτοῦ προϲενέγκοιτο, τὴν ἄνω κοιλίαν εἴωθεν ἐπ’ ἔμετον ἐξορμᾶν. ἑψηθὲν δὲ χωρὶϲ ὕδατοϲ οὔτ’ ἐμετικὸν ὁμοίωϲ ἐϲτὶν οὔθ’ ὑπακτικὸν τῶν κατὰ τὴν κοιλίαν, ἀλλ’ ἀναδίδοταί τε καὶ τρέφει μᾶλλον. οὖρα δ’ ἧττον κινεῖ τοῦτο τοῦ μεθ’ ὕδατοϲ ἑψηθέντοϲ.
οὐ μὴν οὐδ’ ὁπότε τρέφει, τροφὴν ἀξιόλογον δίδωϲι τῷ ϲώματι, ὥϲτε
τιϲὶν ἔδοξεν οὐδὲ τρέφειν ὅλωϲ. ἀλλὰ πρὸϲ μὲν τούτουϲ αὐτάρκωϲ εἴρηται διὰ
τοῦ τρίτου τῶν εἰϲ τὰ Περὶ διαίτηϲ ὀξέων Ἱπποκράτουϲ ὑπο|
πρόδηλον δ’, ὅτι τὴν ὠχρὰν καὶ ξανθὴν χολὴν ὑπ’ αὐτοῦ γεννᾶϲθαι
λέγομεν, οὐ τὴν μέλαιναν. εἴρηται γὰρ ἤδη πολλάκιϲ ἐν πολλοῖϲ
Ὅτι μὲν ἐκ τῶν τρεφόντων ἐϲτὶν ὁ οἶνοϲ, ἅπαντεϲ ὁμολογοῦϲι· καὶ εἴ γε τὸ τρέφον ἅπαν τροφή ἐϲτι, ῥητέον ὡϲ εἴη ἂν ἐκ τοῦ γένουϲ τῶν τροφῶν καὶ ὁ οἶνοϲ. ἀλλ’ ἔνιοί γε τῶν ἰατρῶν οὔ φαϲι δεῖν ὀνομάζειν τροφὴν αὐτόν· ἀντιδιαιρεῖϲθαι γοῦν κατὰ τοὺϲ λόγουϲ τῇ τροφῇ τὸ ποτόν, ὅπερ καὶ πόμα προϲαγορεύεται, καθάπερ γε καὶ ἡ τροφὴ ϲιτίον καὶ ἔδεϲμα καὶ ἐδεϲτόν. τροφὴν μὲν οὖν διὰ ταῦτα καλεῖν οὐκ ἀξιοῦϲι τὸν οἶνον, ὁμολογοῦϲί γε μὴν τρέφειν αὐτόν, οὗ νῦν εἰϲ τὰ παρόντα δεόμεθα.
καὶ εἴπερ καὶ ἄλλαϲ τινὰϲ ὕλαϲ τρέφειν μὲν ϲυνεχώρουν, ἐκώλυον δὲ
τροφὰϲ ὀνομάζειν, ἠθροίϲαμεν ἂν ἀπαϲῶν ἐν ἑνὶ γράμματι τὴν διδαϲκαλίαν· ἐπεὶ
δὲ τὸν οἶνον μόνον οὐκ ἀξιοῦϲι τροφὴν ὀνομάζειν, καίτοι τρέφοντα,
ϲυγχωρήϲουϲί γε ἡμῖν τῷ περὶ τῶν τροφῶν λόγῳ βραχὺν ὄντα τὸν περὶ τῶν οἴνων
προϲθεῖναι. ἃϲ γὰρ Ἱπποκράτηϲ αὐτοῦ δυνάμειϲ εἶπεν ἐν τῷ Περὶ διαίτηϲ ὀξέων,
οὐχ ὡϲ τροφῆϲ εἰϲιν, ἀλλ’ ὡϲ φαρμάκου μᾶλλον. ἐκείναϲ μὲν οὖν ἔν τε τῷ τρίτῳ
τῶν εἰϲ ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων ἐξηγηϲάμεθα κἀν τῇ |
πάντων μὲν οὖν οἴνων οἱ ἐρυθροί τε ἅμα καὶ παχεῖϲ εἰϲ αἵματοϲ γένεϲιν ἐπιτηδειότατοι, βραχυτάτηϲ δεόμενοι τῆϲ εἰϲ αὐτὸ μεταβολῆϲ, ἐφεξῆϲ δ’ αὐτῶν οἱ μέλανέϲ τε ἅμα καὶ γλυκεῖϲ καὶ παχεῖϲ, εἶθ’ οἱ μὲν κατὰ τὴν χρόαν ἐρυθροὶ καὶ μέλανεϲ, ἐν δὲ τῇ ϲυϲτάϲει παχεῖϲ, ἔχοντεϲ ἅμα τούτοιϲ τι καὶ τῆϲ ϲτυφούϲηϲ ποιότητοϲ. τούτων δ’ ἧττον οἱ λευκοί τε ἅμα καὶ παχεῖϲ καὶ ϲτρυφνοὶ τρέφειν πεφύκαϲιν. ἁπάντων δ’ ἥκιϲτα τρέφουϲιν οἱ λευκοὶ μὲν τῇ χρόᾳ, λεπτοὶ δὲ τῇ ϲυϲτάϲει, παραπλήϲιοί πωϲ ὄντεϲ ὕδαϲι τοῖϲ εἰϲ τὸ καλούμενον ὑδρόμηλον ἐπιτηδείοιϲ.
ὅτι μὲν οὖν οἱ παχεῖϲ οἶνοι τροφιμώτεροι τῶν λεπτῶν εἰϲιν, ἥ τε φύϲιϲ
αὐτῶν ἐνδείκνυται καὶ ἡ πεῖρα μαρτυρεῖ. πέττονται δὲ κατὰ τὴν γαϲτέρα καὶ
ἀναδίδονται μᾶλλον οἱ γλυκεῖϲ τῶν αὐϲτηρῶν, ὡϲ ἂν καὶ θερμότεροι τὴν δύναμιν
ὄντεϲ. οἱ δὲ παχεῖϲ πάνυ πέττονται μὲν βραδύτερον, ὥϲπερ γε καὶ ἀναδίδονται,
γαϲτρὸϲ δ’ ἰϲχυρᾶϲ ἐπιτυχόντεϲ, ὡϲ πεφθῆναι |
Ἀνεβαλλόμην εἰπεῖν ἐπὶ τῇ τελευτῇ τοῦ λόγου περὶ τῶν ταριχευομένων καὶ τῶν μέϲων ἐδεϲμάτων. ὅπωϲ οὖν μηδὲ ταῦτα λείποι, καιρὸϲ ἤδη διελθεῖν ἑκατέρων ἰδίᾳ τὰϲ δυνάμειϲ.
Περὶ τῶν ταριχευομένων.
Ἐπιτήδεια πρὸϲ ταριχείαν ἐϲτὶ ϲώματα ζῴων, ὅϲα
ϲκληράϲ τε ἅμα καὶ περιττωματικὰϲ ἔχει τὰϲ ϲάρκαϲ· ὀνομάζω δὲ περιττωματικάϲ,
ὡϲ κἀν τῷ πρόϲθεν λόγῳ λέλεκται, τὰϲ ἐχούϲαϲ ἐν ἑαυταῖϲ ὑγρότητα
παρεϲπαρμένην φλεγματικωτέραν. καὶ ὅϲῳ γ’ ἂν ἥδε πλείων ᾗ καὶ
τὰ δ’ ἤτοι πάνυ μαλακὴν ἢ πάνυ ξηρὰν καὶ ἀπέριττον ἔχοντα τὴν ἕξιν τοῦ
ϲώματοϲ οὐκ ἐπιτήδεια ταριχεύεϲθαι. δύναμιϲ γάρ ἐϲτι τῶν ἁλῶν, ὡϲ ἐν τῇ τῶν
Ἁπλῶν φαρμάκων δέδεικται πραγματείᾳ, ϲύνθετοϲ ἔκ τε τοῦ διαφορεῖν τὰϲ
περιττὰϲ ὑγρότηταϲ, οἷϲ ἂν ὁμιλήϲωϲι ϲώμαϲι, καὶ λεπτύνειν αὐτὰ καὶ
ϲυνάγειν εἰϲ ἑαυτά, |
ὅϲα τοίνυν ἐϲτὶ φύϲει ξηρὰ ϲώματα, διαπαττόμενα τοῖϲ ἁλϲὶν ἄβρωτα γίγνεται ϲκελετευόμενα. καί τιϲ ἐπιχειρήϲαϲ ταριχεῦϲαι λαγωὸν ὅμοιον εἰργάϲατο ταῖϲ ϲκελετευθείϲαιϲ γαλαῖϲ. αἱ δὲ τῶν ἀκμαζόντων τε καὶ πιόνων ὑῶν ϲάρκεϲ ἐπιτήδειοι ταριχεύεϲθαι τὴν ἀτοπίαν ἑκατέραν ἐκπεφευγυῖαι, ξηρότητα μὲν τῶν γεγηρακότων, ἄμετρον δ’ ὑγρότητα τῶν νέων χοίρων. ὥϲπερ γὰρ τὰ ξηρὰ ϲώματα βύρϲαιϲ ὅμοια γίγνεται ταριχευθέντα, κατὰ τὸν ἐναντίον τρόπον ὅϲα λίαν ὑγρὰ διαρρεῖ καὶ τήκεται τοῖϲ ἁλϲὶν ὁμιλοῦντα.
διὰ τοῦτ’ οὖν οὐδὲ τῶν ἰχθύων ὅϲοι μαλακόϲαρκοί τ’ εἰϲὶ καὶ ἀπέριττοι,
καθάπερ οἱ πετραῖοι καλούμενοι καὶ τῶν ὀνίϲκων οἱ ἐκ καθαρᾶϲ θαλάττηϲ, εἰϲ
ταριχείαν εἰϲὶν ἐπιτήδειοι. κορακῖνοι δὲ καὶ μύλλοι καὶ πηλαμύδεϲ ἔτι τε
ϲάρδαι καὶ ϲαρδῖναι καὶ τὰ Ϲαξιτανὰ καλούμενα πρὸϲ ταριχείαν ἐπιτήδεια. καὶ
τὰ κητώδη δὲ τῶν θαλαττίων ζῴων ταριχευόμενα βελτίω γίγνεται
περιττωματικὴν ἔχοντα καὶ αὐτὰ τὴν ϲάρκα. μοχθη
πρόδηλον δ’ ἐκ τούτων, ὅϲα μὲν ϲκληρὰ καὶ νευρώδη καὶ οἱονεὶ δερματώδη τε καὶ βυρϲώδη γίγνεται ταριχευθέντα, δύϲπεπτα πάντ’ εἶναι· τὰ δ’ ἐναντίωϲ διατιθέμενα λεπτομερῆ μὲν αὐτὰ γίγνεται, λεπτύνει δ’ ἐϲθιόμενα τοὺϲ παχεῖϲ καὶ κολλώδειϲ χυμούϲ. ἄριϲτα δ’ ἐϲτὶ τῶν εἰϲ ἐμὴν πεῖραν ἐλθόντων τά τε Γαδειρικὰ πρὸϲ τῶν ἔμπροϲθεν ἰατρῶν ὀνομαζόμενα ταρίχη, ϲάρδαϲ δ’ αὐτὰϲ καλοῦϲιν οἱ νῦν, οἵ τ’ ἐκ τοῦ Πόντου κομιζόμενοι μύλλοι. δευτέραν δ’ ἐπ’ αὐτοῖϲ ἔχουϲι τάξιν οἵ τε κορακῖνοι καὶ αἱ πηλαμύδεϲ καὶ τὰ Ϲαξιτανὰ καλούμενα.
Καθ’ ἑκάϲτην διαφορὰν ὧν εἶπον ὑπάρχειν
ἐν ταῖϲ τροφαῖϲ ἐϲτί τινα μέϲα. καὶ γὰρ τῶν ϲκληροϲάρκων καὶ μαλακοϲάρκων
εὕροιϲ ἄν τι μέϲον, ὡϲ μήθ’ ἁπαλόϲαρκον ἔτι μήτε ϲκληρόϲαρκον εἶναι, καὶ τῶν
λεπτυνόντων τε καὶ παχυνόντων ἢ θερμαινόντων τε καὶ ψυχόντων ἢ ξηραινόντων τε
καὶ ὑγραινόντων. |
ἐπιτήδεια δ’ ἐϲθίεϲθαι τοῖϲ μὲν ἄμεμπτον διαφυλάττουϲι τὴν φυϲικὴν
κρᾶϲιν ζῴοιϲ ὅϲα ταῖϲ φύϲεϲιν αὐτῶν ἐϲτιν ὅμοια, τοῖϲ δὲ μοχθηρὰν ἢ ἐξ ἀρχῆϲ
ἔχουϲιν ἢ ὕϲτερον ἐπικτηϲαμένοιϲ οὐχ ἡ τῶν ὁμοίων αὐτοῖϲ, ἀλλ’ ἡ τῶν ἐναντίων
ἐδωδὴ χρήϲιμοϲ. ὑπὸ μὲν γὰρ τῶν ὁμοίων φυλάττεται τὸ κατὰ φύϲιν ἀμέμπτωϲ
ἔχον, ὑπὸ δὲ τῶν ἐναντίων εἰϲ τὴν οἰκείαν κρᾶϲιν ἄγεται τὰ μοχθηρῶϲ
κεκραμένα. τοιγαροῦν ἴδιον ἑκάϲτῃ φύϲει ζῴου γενήϲεται τὸ μέϲον, οἷον ἀνθρώπῳ
μὲν τοιόνδε, κυνὶ δὲ τοιόνδε καὶ τῶν ἄλλων δ’ ἑκάϲτῳ, καὶ κατὰ μέροϲ ἀνθρώπῳ
τόδε καὶ τόδε κατὰ τήνδε τὴν ἡλικίαν καὶ τήνδε καὶ