Ἔρωτες Pseudo-Lucian Karl Jacobitz Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Alison Babeu Lisa Cerrato Tufts University Trustees of Tufts University Medford, MA Perseus Project 2023 tlg0061.tlg002.1st1K-grc1.xml Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License urn:cts:greekLit:tlg0061.tlg002.1st1K-grc1 Luciani Samosatensis Opera Lucian Karl Jacobitz Teubner Leipzig 1913 2 Internet Archive

Greek produced via Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.

Needs further proofreading refinement. Oddities in OCR capture include ζ/ξ confusion, χ/κ confusion, capitalization errors, missed hyphenization at line breaks and page breaks, word transposition after em dashes, punctuation confusion where comma is read as period and Greek semi-colon is misread.

The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture

This pointer pattern extracts section.

Greek File creation, initial OCR editing, EpiDoc and CTS conversion.
Λυκίνος

Ἐρωτικῆς παιδιᾶς, ἑταῖρέ μοι Θεόμνηστε, ἐξ ἑωθινοῦ πεπλήρωκας ἡμῶν τὰ κεκμηκότα πρὸς τὰς συνεχεῖς σπουδὰς ὦτα, καί μοι σφόδρα διψῶντι τοιαύτης ἀνέσεως εὔκαιρος ἡ τῶν ἱλαρῶν σου λόγων ἐρρύη χάρις· ἀσθενὴς γὰρ ἡ ψυχὴ διηνεκοῦς σπουδῆς ἀνέχεσθαι, ποθοῦσι δ’ οἱ φιλότιμοι πόνοι μικρὰ τῶν ἐπαχθῶν φροντίδων χαλασθέντες εἰς ἡδονὰς ἀνίεσθαι. πάνυ δή μὲ ὑπὸ τὸν ὄρθρον ἡ τῶν ἀκολάστων σου διηγημάτων αἱμύλη καὶ γλυκεῖα πειθὼ κατεύφρανεν, ὥστ᾽ ὀλίγου δεῖν Ἀριστείδης ἐνόμιζον εἶναι τοῖς Μιλησιακοῖς λόγοις ὑπερκηλούμενος, ἄχθομαί τε νὴ τοὺς σοὺς ἔρω τας, οἷς πλατὺς εὑρέθης σκοπός, ὅτι πέπαυσαι διηγούμενος· καί σὲ πρὸς αὐτῆς ἀντιβολοῦμεν Ἀφροδίτης, εἰ περιττά μὲ λέγειν ἔοικας, εἴ τις ἄρρην ἢ καὶ νὴ Δία θῆλυς ἐφεῖταί σοι πόθος, ἠρέμα τῇ μνήμῃ ἐκκαλέσασθαι. καὶ γὰρ ἄλλως ἑορταστικὴν ἄγομεν ἡμέραν Ἡράκλεια θύοντες· οὐκ ἀγνοεῖς δὲ δή που τὸν θεὸν ὡς ὀξὺς ἦν πρὸς Ἀφροδίτην· ἥδιστα οὖν δοκεῖ μοι τῶν λόγων τὰς θυσίας προσήσεσθαι.

Θεόμνηστος

Θᾶττον ἄν μοι, ὦ Λυκῖνε, θαλάττης κύματα καὶ πυκνὰς ἀπ’ οὐρανοῦ νιφάδας ἀριθμήσειας ἢ τοὺς ἐμοὺς Ἔρωτας. ἐγὼ γοῦν ἅπασαν αὐτῶν κενὴν ἀπολελεῖφθαι φαρέτραν νομίζω, κἂν ἐπ’ ἄλλον τινὰ πτῆναι θελήσωσιν, ἄνοπλος αὐτῶν ἡ δεξιὰ γελασθήσεται· σχεδὸν γὰρ ἐκ τῆς ἀντίπαιδος ἡλικίας εἰς τοὺς ἐφήβους κριθεὶς ἄλλαις ἀπ᾿ ἄλλων ἐπιθυμίαις βουκολοῦμαι· διάδοχοι ἔρωτες ἀλλήλων καὶ πρὶν ἢ λῆξαι τοὺς προτέρους, ἄρχονται δεύτεροι, κάρηνα Λερναῖα τῆς παλιμφυοῦς Ὕδρας πολυπλοκώτερα μηδ’ Ἰόλεων βοηθὸν ἔχειν δυναάμενα· πυρὶ γὰρ οὐ σβέννυται πῦρ. οὕτω τις ὑγρὸς τοῖς ὄμμασιν ἐνοικεῖ μύωψ, ὃς ἅπαν κάλλος εἰς αὑτὸν ἁρπάξων ἐπ’ οὐδενὶ κόρῳ παύεται· καὶ συνεχὲς ἀπορεῖν ἐπέρχεταί μοι, τίς οὗτος Ἀφροδίτης ὁ χόλος· οὐ γὰρ Ἡλιάδης ἐγώ τις οὐδὲ Λημνιάδων ὕβρεις οὐδὲ Ἱππολύτειον ἀγροικίαν ὠφρυωμένος, ὡς ἐρεθίσαι τῆς θεοῦ τὴν ἄπαυστον ταύτην ὀργήν.

Λυκίνος

Πέπαυσο τῆς ἐπιπλάστου καὶ δυσχεροῦς ταύτης ὑποκρίσεως, Θεόμνηστε. ἄχθῃ γὰρ ὅτι τούτῳ τῷ βίῳ ἡ τύχη προσεκλήρωσέ σε, καὶ χαλεπὸν εἶναι νομίζεις, εἰ γυναιξὶν ὡραίαις καὶ μετὰ παίδων τὸ καλὸν ἀνθούντων ὁμιλεῖς; ἀλλα σοι καὶ καθαρσίων τάχα δεήσει πρὸς τὸ δυσχερὲς οὕτω νόσημα· δεινὸν γὰρ τὸ πάθος. ἀλλ’ οὐχὶ τοῦτον τὸν πολὺν ἐκχέας λῆρον εὐδαίμονα σαυτὸν εἶναι νομιεῖς, ὅτι σοι ὁ θεὸς οὐκ αὐχμηρὰν γεωργίαν ἐπέκλωσεν οὐδ’ ἐμπορικὰς ἄλας καὶ στρατιώτην ἐν ὅπλοις βίον, ἀλλὰ λιπαραὶ παλαῖστραι μέλουσί σοι καὶ φαιδρὰ μὲν ἐσθὴς μέχρι ποδῶν τὴν τρυφὴν καθειμένη, διακριδὸν δ’ ἠσκημένης κόμης ἐπιμέλεια; τῶν γε μὴν ἐρωτικῶν ἱμέρων καὶ αὐτὸ τὸ βασανίζον εὐφραίνει καὶ γλυκὺς ὀδοὺς ὃ τοῦ πόθου δάκνει· πειράσας μὲν γὰρ ἐλπίζεις, τυχὼν δ’ ἀπολέλαυκας· ἴση δὲ ἡδονὴ τὸ παρεῖναι καὶ τὸ μέλλον. ἔναγχος γοῦν διηγουμένου σοῦ τὸν πολύν, ὡς καὶ παρ’ Ἡσιόδῳ, κατάλογον ὧν ἀρχῆθεν ἠράσθης, ἱλαραὶ μὲν τῶν ὀμμάτων αἱ βολαὶ τακερῶς ἀνυγραίνοντο, τὴν φωνὴν δ’ ἴσην τῇ Λυκάμβου θυγατρὶ λεπτὸν ἀφηδύνων ἀπ᾿ αὐτοῦ τοῦ σχήματος εὐθὺς δῆλος ἦς οὐκ ἐκείνων μόνων, ἀλλὰ καὶ τῆς ἐπ᾿ αὐτοῖς μνήμης ἐρῶν. ἀλλ’ εἴ τί σοι τοῦ κατὰ τὴν Ἀφροδίτην περίπλου λείψανον ἀφεῖται, μηδὲν ἀποκρύψῃ, τῷ δὲ Ἡρακλεῖ τὴν θυσίαν ἐντελὴ παράσχου.

Θεόμνηστος

Βουφάγος μὲν ὁ δαίμων, ὦ Λυκῖνε, καὶ ταῖς ἀκάπνοις, φασί, τῶν θυσιῶν ἥκιστα τερπόμενος. ἐπεὶ δ’ αὐτοῦ τὴν ἐτήσιον ἑορτὴν λόγῳ γεραίρομεν, αἱ μὲν ἐμαὶ διηγήσεις ἐξ ἑωθινοῦ παραταθεῖσαι κόρον ἔχουσιν, ἡ δὲ σὴ Μοῦσα τῆς συνήθους μεθαρμοσαμένη σπουδῆς ἱλαρῶς τῷ θεῷ συνδιημερευσάτω, καί μοι γενοῦ δικαστὴς ἴσος, ἐπεὶ μηδ’ εἰς ἕτερόν σε τοῦ πάθους ῥέποντα ὁρῶ, ποτέρους ἀμείνονας ἡγῇ, τοὺς φιλόπαιδας ἢ τοὺς γυναίοις ἀσμενίζοντας; ἐγὼ μὲν γὰρ ὁ πληγεὶς ἑκατέρῳ καθάπερ ἀκριβὴς τρυτάνη ταῖς ἐπ᾿ ἀμφότερα πλάστιγξιν ἰσορρόπως ταλαντεύομαι, σὺ δ’ ἐκτὸς ὢν ἀδεκάστῳ κριτῇ τῷ λογισμῷ τὸ βέλτιον αἱρήσῃ. πᾶντα δὴ περιελὼν ἀκκισμόν, ὦ φιλότης, ᾓν πεπίστευκέ σοι ψῆφον ἡ περὶ τῶν ἐμῶν ἐρώτων κρίσις, ἤδη φέρε.

Λυκίνος

Παιδιᾶς, ὦ Θεόμνηστε, καὶ γέλωτος ἡγῇ τὴν διήγησιν; ἡ δ’ ἐπαγγέλλεται καὶ σπουδαῖον. ἐγὼ γοῦν ἐξ ὑπογύου τῆς ἐπιχειρήσεως ἡψάμην, εἰδὼς ὅτι λίαν σπουδαία, ἐξ ὅτου δυοῖν ἀνδροῖν ἀκηκοὼς περὶ τούτοιν συντόνως ἁμιλλωμένοιν ἔτι τὴν μνήμην ἔναυλον ἔχω. διήρητο δ’ αὐτῶν ἅμα τοῖς λόγοις τὰ πάθη οὐχ ὥσπερ σὺ κατ’ εὐκολίαν ψυχῆς ἄϋπνος ὢν διττοὺς ἄρνυσαι μισθούς τὸν μὲν βουκολέων, τὸν δ’ ἄργυφα μῆλα νομεύων, ἀλλ’ ὁ μὲν ὑπερφυῶς παιδικοῖς ἥδετο τὴν θήλειαν Ἀφροδίτην βάραθρον ἡγούμενος, ὁ δ’ ἁγνεύων ἔρωτος ἄρρενος ἐς γυναῖκας ἐπτόητο. δυοῖν οὖν μαχομένοιν παθοῖν ἀγωνοθετήσας ἅμιλλαν οὐδ’ ἂν εἰπεῖν δυναίμην ὡς ὑπερευφράνθην· καί μοι τὰ τῶν λόγων ἴχνη ταῖς ἀκοαῖς ἐνεσφράγισται σχεδὸν ὡς ἀρτίως εἰρημένα. πᾶσαν οὖν ὑποτιμήσεως ἀφορμὴν ἐκποδὼν ἀποθέμενος ἃ παρ’ ἀμφοῖν ἤκουσα λεγόντοιν κατ’ ἀκριβὲς ἐπέξειμί σοι.

Θεόμνηστος

Καὶ μὴν ἔγωγε ἐπαναστὰς ἔνθεν ἀπαντικχρὺ καθεδοῦμαί σου, δέγμενος Αἰακίδην ὁπότε λήξειεν ἀείδων. σὺ δ’ ἡμῖν τὰ πάλαι κλέα τῆς ἐρωτικῆς διαφορᾶς μελῳδία περαίνειν.

Λυκίνος

Ἐπ᾿ Ἰταλίαν μοι πλεῖν διανοουμένῳ ταχυναυτοῦν σκάφος εὐτρέπιστο τούτων τῶν δικρότων, οἷς μάλιστα χρῆσθαι Λιβυρνοὶ δοκοῦσιν ἔθνος Ἰονίῳ κόλπῳ παρῳκισμένον. ὡς δ’ ἐνῆν, πάντας ἐπιχωρίους θεοὺς προσκυνήσας καὶ Δία ξένιον ἵλεω συνεφάψασθαι τὴς ἀποδήμου στρατείας ἐπικαλεσάμενος ἀπ᾿ ἄστεος ὀρικῷ ζεύγει κατῄειν ἐπὶ θάλατταν· εἶτα τοὺς παραπέμποντας με δεξιωσάμενος — ἠκολούθει δὲ παιδείας λιπαρὴς ὄχλος, οἳ συνεχὲς ἡμῖν ἐντυγχάνοντες ἀνιαρῶς διεξευγνυντο — πρύμνης τῆς ἐπιβὰς ἐγγὺς ἐμαυτὸν ἵδρυσα τοῦ κυβερνήτου. καὶ ῥοθίῳ τῷ τῶν ἐλατήρων μετὰ μικρὸν ἀπὸ τῆς γῆς ἀναχθέντες, ἐπειδὴ μάλα καὶ κατόπιν ἡμᾶς ἐποίμαινον αὖραι, τὸν ἱστὸν ἐκ τῶν μεσοκοίλων ἄραντες καρχησίῳ τὸ κέρας προσεστείλαμεν· εἶτ’ ἀθρόας κατὰ τῶν καλῶν τὰς ὀθόνας ἐκχέαντες ἠρέμα πιμπλαμένου τοὺ λίνου κατ’ οὐδὲν οἶμαι βέλους ἐλάττονι ῥοίζῳ διιπτάμεθα βαρὺ τοῦ κύματος ὑποβρυχωμένου περὶ τὴν σχίζουσαν αὐτὸ πρῷραν.

Λυκίνος

ἀλλ’ ἅ γε μὴν ἐν τῷ μεταξὺ παράπλῳ σπουδῆς ἢ παιδιᾶς ἐχόμενα συνηνέχθη, καιρὸς οὐ πάνυ μηκύνειν. ὡς δὲ τῆς Κιλικίας τὴν ἔφαλον ἀμείψαντες εἰχόμεθα τοῦ Παμφυλίου κόλπου, Χελιδονέας ὑπερθέοντες οὐκ ἀμοχθεὶ τοὺς εὐτυχεῖς τῆς παλαιᾶς Ἑλλάδος ὅρους, ἑκάστῃ τῶν Λυκιακῶν πόλεων ἐπεξενούμεθα μύθοις τὰ πολλὰ χαίροντες· οὐδὲν γὰρ ἐν αὐταῖς σαφὲς εὐδαιμονίας ὁρᾶται λείψανον· ἄχρι τῆς Ἡλιάδος ἁψάμενοι Ῥόδου τὸ συνεχὲς τοὺ μεταξὺ πλοὺ διαναπαῦσαι πρὸς ὀλίγον ἐκρίναμεν.

Λυκίνος

οἱ μὲν οὖν ἐρέται τὸ σκάφος ἔξαλον ἐς γῆν ἀνασπάσαντες ἐγγὺς ἐσκήνωσαν, ἐγὼ δ’ εὐτρεπισμένου μοι ξενῶνος ἀπαντιkρὺ τοῦ Διονυσίου κατὰ σχολὴν ἐβάδιζον ὑπερφυοῦς ἀπολαύσεως ἐμπιπλάμενος· ἔστι γὰρ ὄντως ἡ πόλις Ἡλίου πρέπον ἔχουσα τῷ θεῷ τὸ κάλλος. ἐκπεριιὼν δὲ τὰς ἐν τῷ Διονυσίῳ στοὰς ἑκάστην γραφὴν κατώπτευον ἅμα τῷ τέρποντι τῆς ὄψεως ἡρωϊκοὺς μύθους ἀνανεού μενος· εὐθὺ γάρ μοι δύο ἢ καὶ τρεῖς προσερρύησαν ὀλίγου διαφόρου πᾶσαν ἱστορίαν ἀφηγούμενοι· τὰ δὲ πολλὰ καὶ αὐτὸς εἰκασίᾳ προὐλάμβανον.

Λυκίνος

ἤδη δὲ τῆς θέας ἅλις ἔχοντι καὶ διανοουμένῳ μοι βαδίζειν οἴκαδε τὸ ἥδιστον ἐπὶ ξένης ἀπήντησέ μοι κέρδος, ἄνδρες ἐκ παλαιοῦ χρόνου συνήθεις, οὖς οὐδ’ αὐτὸς ἀγνοεῖν μοι δοκεῖς πολλάκις ἡμῖν ἰδὼν ἐπιφοιτῶντας ἐνταῦθα, τὸν ἐκ Κορίνθου Χαρικλέα νεανίαν οὐκ ἄμορφον, ἔχοντά τι καὶ κομμωτικῆς ἀσκήσεως ἅτε οἶμαι γυναίοις ἐνωραϊζόμενον· ἅμα δ’ αὐτῷ καὶ Καλλικρατίδαν τὸν Ἀθηναῖον τὸν τρόπον ἁπλοϊκόν· προηγουμένως γὰρ πολιτικῶν λόγων προΐστατο καὶ ταυτησὶ τῆς ἀγοραίου ῥητορικῆς. ἦν δὲ καὶ τῷ σώματι γυμναστικός, οὐ δι᾿ ἄλλο τί μοι δοκεῖν τὰς παλαίστρας ἀγαπῶν ἢ διὰ τοὺς παιδικοὺς ἔρωτας· ὅλος γὰρ εἰς τοῦτο ἐπτόητο· τῷ δὲ πρὸς τὸ θῆλυ μίσει πολλὰ καὶ Προμηθεῖ κατηρᾶτο. πόρρωθεν οὖν ἰδὼν ἑκάτερός με γήθους καὶ χαρᾶς πλέοι προσέδραμον· εἶθ’ ὁποῖα φιλεῖ, δεξιωσάμενοι πρὸς αὐτὸν ἐλθεῖν ἑκάτερος ἠξίουν με. κἀγὼ φιλονεικοῦντας ὁρῶν περαιτέρω, Τὸ μὲν τήμερον, εἶπον, ὦ Καλλικρατίδα καὶ Χαρίκλεις, ἄμφω καλῶς ἔχον ἐστὶν ὑμᾶς παρ’ ἐμοὶ φοιτᾶν, ἵνα μὴ πλείω τὴν ἔριν ἐγείρητε· ταῖς δὲ ἐφεξῆς ἡμέραις — τρεῖς γὰρ ἐνταῦθα ἢ τέτταρας διέγνωκα μένειν — ἀμοιβαίως ἀνθεστιάσετέ με, κλήρῳ διακριθεὶς ὁ πρότερος.

Λυκίνος

δοκεῖ ταῦτα. κἀκείνην μὲν τὴν ἡμέραν εἱστιάρχουν ἐγώ, τῇ δ’ ἐπιούσῃ Καλλικρατίδας, εἶτα μετ’ αὐτὸν ὁ Χαρικλῆς. ἑώρων δὴ καὶ παρὰ τὴν ἑστίασιν ἐναργῆ τῆς ἑκατέρου διαθέσεως τεκμήρια· ὁ μὲν γὰρ Ἀθηναῖος εὐμόρφοις παισὶν ἐξήσκητο, καὶ πᾶς οἰκέτης αὐτῷ σχεδὸν ἀγένειος ἦν μέχρι τοῦ πρῶτον ὑπογραφέντος αὐτοῖς χνοῦ παραμένοντες, ἐπειδὰν δὲ ἰούλοις αἱ παρειαὶ πυκασθῶσιν, οἰκονόμοι καὶ τῶν Ἀθήνησι χωρίων κηδεμόνες ἀπεστέλλοντο. Χαρικλεῖ γε μὴν πολὺς ὀρχηστρίδων καὶ μουσουργῶν χορὸς εἵπετο καὶ πᾶν τὸ δωμάτιον ὡς ἐν Θεσμοφορίοις γυναικῶν μεστὸν ἦν ἀνδρὸς οὐδ’ ἀκαρὴ παρόντος. εἰ μή τί που νήπιον ἢ γέρων ὑπερῆλιξ ὀψοποιὸς ὀφθείη, τοῦ χρόνου ξηλοτυπίας ὑποψίαν οὐκ ἔχοντος. ἦν μὲν οὖν, ὡς ἔφην, καὶ ταῦθ’ ἱχανὰ τῆς ἀμφοτέρων γνώμης δείγματα. πολλάκις γε μὴν ἁψιμαχίαι τινὲς ἐπ᾿ ὀλίγον αὐτοῖς ἐκινήθησαν, οὐχ ὡς πέρας ἔχειν τι τὴν ζήτησιν. ἀλλ’ ἐπεὶ καιρὸς ἦν ἀνάγεσθαι, σύμπλους ἐθελήσαντας αὐτοὺς ἐπηγόμην· διενοοῦντο γὰρ εἰς τὴν Ἰταλίαν ἀπαίρειν ὁμοίως ἐμοί.

Λυκίνος

καὶ δόξαν ἡμῖν Κνίδῳ προσορμίσαι κατὰ θέαν τοῦ Ἀφροδίτης ἱεροῦ — ὑμνεῖται δὲ τούτου τὸ τῆς Πραξιτέλους εὐχερείας ὄντως ἐπαφρόδιτον — ἠρέμα τῂ γῂ προσηνέχθημεν αὐτῆς οἶμαι τῆς θεοῦ λιπαρᾷ γαλήνῃ πομποστολούσης τὸ σκαφος. τοῖς μὲν οὖν ἄλλοις ἔμελον αἱ συνήθεις παρασκευαί, ἐγὼ δὲ τὸ ἐρωτικὸν ζεῦγος ἑκατέρωθεν ἐξαψάμενος κύκλῳ περιῄειν τὴν Κνίδον οὐκ ἀγελαστὶ τῆς κεραμευτικῆς ἀκολασίας μετέχων ὡς ἐν Ἀφροδίτης πόλει. στοὰς δὲ Σωστράτου καὶ τἆλλα ὅσα τέρπειν ἡμᾶς ἐδύνατο, πρῶτον ἐκπεριελθόντες ἐπὶ τὸν νεὼν τῆς Ἀφροδίτης βαδίζομεν. νὼ μέν, ἐγώ τε καὶ Χαρικλῆς. πάνυ προθύμως, Καλλικρατίδας δ’ ὡς ἐπὶ θέαν θήλειαν ἄκων, ἥδιον ἂν οἶμαι τῆς Ἀφροδίτης τῆς Κνιδίας τὸν ἐν Θεσπιαῖς ἀντικαταλλαξάμενος Ἔρωτα.

Λυκίνος

καί πὼς εὐθὺς ἡμῖν ἀπ’ αὐτοῦ τοῦ τεμένους Ἀφροδίσιοι προσέπνευσαν αὖραι· τὸ γὰρ αἴθριον οὐκ εἰς ἔδαφος ἄγονον μάλιστα λίθων πλαξὶ λείαις ἐστρωμένον, ἀλλ’ ὡς ἐν Ἀφροδίτης ἅπαν ἦν γόνιμον ἡμέρων καρπῶν, ἃ ταῖς κόμαις εὐθαλέσιν ἄχρι πόρρω βρύοντα τὸν πέριξ ἀέρα συνωρόφουν. περιττόν γὲ μὴν ἡ πυκνόκαρπος ἐτεθήλει μυρρίνη παρὰ τὴν δέσποιναν αὐτῆς δαψιλὴς πεφυκυῖα τῶν τε λοιπῶν δένδρων ἕκαστον, ὅσα κάλλους μετείληχεν· οὐδ’ αὐτὰ γέροντος ἤδη χρόνου πολιὰ καθαύαινεν, ἀλλ’ ὑπ’ ἀκμῆς σφριγῶντα νέοις κλωσὶν ἦν ὥρια. τούτοις δ’ ἀνεμέμικτο καὶ τὰ καρπῶν μὲν ἄλλως ἄγονα. τὴν δ’ εὐμορφίαν ἔχοντα καρπόν, κυπαρίττων γε καὶ πλατανίστων αἰθέρια μήκη καὶ σὺν αὐταῖς αὐτόμολος Ἀφροδίτης ἡ τῆς θεοῦ πάλαι φυγὰς Δάφνη. παντί γε μὴν δένδρῳ περιπλέγδην ὁ φίλερως προσείρπυζε κιττός. ἀμφιλαφεῖς ἄμπελοι πυκνοῖς κατήρτηντο βότρυσιν· τερπνοτέρα γὰρ Ἀφροδίτη μετὰ Διονύσου καὶ τὸ παρ’ ἀμφοῖν ἡδὺ σύγκρατον, εἰ δ’ ἀποζευχθεῖεν ἀλλήλων, ἧττον εὐφραίνουσιν. ἦν δ’ ὑπὸ ταῖς ἄγαν παλινσκίοις ὕλαις ἱλαραὶ κλισίαι τοῖς ἐνεστιᾶσθαι θέλουσιν, εἰς ἃ τῶν μὲν ἀστικῶν σπανίως ἐπεφοίτων τινές, ἀθρόος δ’ ὁ πολιτικὸς ὄχλος ἐπανηγύριζεν ὄντως ἀφροδισιάζοντες.

Λυκίνος

ἐπεὶ δ’ ἱκανῶς τοῖς φυτοῖς ἐτέρφθημεν, εἴσω τοῦ νεὼ παρῄειμεν. ἡ μὲν οὖν θεὸς ἐν μέσῳ καθίδρυται — Παρίας δὲ λίθου δαίδαλμα κάλλιστον — ὑπερήφανον καὶ σεσηρότι γέλωτι μικρὸν ὑπομειδιῶσα. πᾶν δὲ τὸ κάλλος αὐτῆς ἀκάλυπτον οὐδεμιᾶς ἐσθῆτος ἀμπεχούσης γεγύμνωται, πλὴν ὅσα τῇ ἑτέρᾳ χειρὶ τὴν αἰδῶ λεληθότως ἐπικρύπτειν. τοσοῦτό γε μὴν ἡ δημιουργὸς ἴσχυσε τέχνη, ὥστε τὴν ἀντίτυπον οὕτω καὶ καρτερὰν τοῦ λίθου φύσιν ἑκάστοις μέλεσιν ἐπιπρέπειν. ὁ γοῦν Χαρικλῆς ἐμμανές τι καὶ παράφορον ἀναβοήσας, Εὐτυχέστατος, εἶπε, θεῶν ὁ διὰ ταύτην δεθεὶς Άρης, καὶ ἅμα προσδραμὼν λιπαροῖς τοῖς χείλεσιν ἐφ’ ὅσον ἦν δυνατὸν ἐκτείνων τὸν αὐχένα κατεφίλει· σιγῇ δ’ ἐφεστὼς ὁ Καλλικρατίδας κατὰ νοῦν ἀπεθαύμαζεν. ἔστι δ’ ἀμφίθυρος ὁ νεὼς τοῖς θέλουσι καὶ κατὰ νώτου τὴν θεὸν ἰδεῖν ἀκριβῶς, ἵνα μηδὲν αὐτῆς ἀθαύμαστον ᾖ. δι’ εὐμαρείας οὖν ἐστι τῇ ἑτέρα πύλῃ παρελθοῦσι τὴν ὄπισθεν εὐμορφίαν διαθρῆσαι.

Λυκίνος

δόξαν οὖν ὅλην τὴν θεὸν ἰδεῖν, εἰς τὸ κατόπιν τοῦ σηκοῦ περιήλθομεν. εἶτ’ ἀνοιγείσης τῆς θύρας ὑπὸ τοῦ κλειδοφύλακος ἐμπεπιστευμένου γυναίου θάμβος αἰφνίδιον ἡμᾶς εἶχε τοῦ κάλλους. ὁ γοῦν Ἀθηναῖος ἡσυχῇ πρὸ μικροῦ βλέπων ἐπεὶ τὰ παιδικὰ μέρη τῆς θεοῦ κατώπτευσεν, ἀθρόως πολὺ τοῦ Χαρικλέους ἐμμανέστερον ἀνεβόησεν, Ἡράκλεις, ὅση μὲν τῶν μεταφρένων εὐρυθμία, πῶς δ’ ἀμφιλαφεῖς αἱ λαγόνες, ἀγκάλισμα χειροπληθές· ὡς δ’ εὐπερίγραφοι τῶν γλουτῶν αἱ σάρκες ἐπικυρτοῦνται μήτ’ ἄγαν ἐλλιπεῖς αὐτοῖς ὀστέοις προσεσταλμέναι μήτε εἰς ὑπέρογκον ἐκκεχυμέναι πιότητα. τῶν δὲ τοῖς ἰσχίοις ἐνεσφραγισμένων ἐξ ἑκατέρων τύπων οὐκ ἂν εἴποι τις ὡς ἡδὺς ὁ γέλως· μηροῦ τε καὶ κνήμης ἐπ᾿ εὐθὺ τεταμένης ἄχρι ποδὸς ἠκριβωμένοι ῥυθμοί. τοιοῦτος ἄρα Γανυμήδης ἐν οὐρανῷ Διὶ τὸ νέκταρ ἥδιον ἐγχεῖ· παρὰ μὲν γὰρ Ἥβης οὐχ ἂν ἐγὼ διακονουμένης ποτὸν ἐδεξάμην. ἐνθεαστικῶς ταῦτα τοῦ Καλλικρατίδου βοῶντος ὁ Χαρικλῆς ὑπὸ τοῦ σφόδρα θάμβους ὀλίγου δεῖν ἐπεπήγει τακερόν τι καὶ ῥέον ἐν τοῖς ὄμμασι πάθος ἀνυγραίνων.

Λυκίνος

ἐπεὶ δὲ τοῦ θαυμάζειν ὁ κόρος ἡμᾶς ἀπήλλαξεν, ἐπὶ θατέρου μηροῦ σπίλον εἴδομεν ὥσπερ ἐν ἐσθῆτι κηλῖδα· ἤλεγχε δ’ αὐτοῦ τὴν ἀμορφίαν ἡ περὶ τἆλλα τῆς λίθου λαμπρότης. ἐγὼ μὲν οὖν πιθανῇ τἀληθὲς εἰκασίᾳ τοπάξων φύσιν ᾤμην τοῦ λίθου τὸ βλεπόμενον εἶναι· πάθος γὰρ οὐδὲ τούτων ἔστιν ἔξω, πολλὰ δὲ τοῖς κατ’ ἄκρον εἶναι δυναμένοις καλοῖς ἡ τύχη παρεμποδίζει. μέλαιναν οὖν ἐσπιλῶσθαι φυσικήν τινα κηλῖδα νομίζων καὶ κατὰ τοῦτο τοῦ Πραξιτέλους ἐθαύμαζον, ὅτι τοῦ λίθου τὸ δύσμορφον ἐν τοῖς ἧττον ἐλέγχεσθαι δυναμένοις μέρεσιν ἀπέκρυψεν. ἡ δὲ παρεστῶσα πλησίον ἡμῶν ζάκορος ἀπίστου λόγου καινὴν παρέδωκεν ἱστορίαν· ἔφη γὰρ οὐκ ἀσήμου γένους νεανίαν — ἡ δὲ πρᾶξις ἀνώνυμον αὐτὸν ἐσίγησε — πολλάκις ἐπιφοιτῶντα τῷ τεμένει σὺν δειλαίῳ δαίμονι ἐρασθῆναι τῆς θεοῦ καὶ πανήμερον αὐτὸν ἐνδιατρίβοντα τῷ ναῷ κατ’ ἀρχὰς ἔχειν δεισιδαίμονος ἁγιστείας δόκησιν· ἔκ τε γὰρ τῆς ἑωθινῆς κοίτης πολὺ προλαμβάνων τὸν ὄρθρον ἐπεφοίτα καὶ μετὰ δύσιν ἄκων ἐβάδιζεν οἴκαδε τήν θ’ ὅλην ἡμέραν ἀπαντικρὺ τῆς θεοῦ καθεζόμενος ὀρθὰς ἐπ’ αὐτὴν διηνεκῶς τὰς τῶν ὀμμάτων βολὰς ἀπήρειδεν. ἄσημοι δ’ αὐτῷ ψιθυρισμοὶ καὶ κλεπτομένης λαλιᾶς ἐρωτικαὶ διεπεραίνοντο μέμψεις.

Λυκίνος

ἐπειδὰν δὲ καὶ μικρὰ τοῦ πάθους ἑαυτὸν ἀποβουκολῆσαι θελήσειε, προσειπών, τῇ δὲ τραπέζῃ τέτταρας ἀστραγάλους Λιβυκῆς δορκὸς ἀπαριθμήσας διεπέττευε τὴν ἐλπίδα, καὶ βαλὼν μὲν ἐπίσκοπα, μάλιστα δ’ εἴ ποτε τὴν θεὸν αὐτὴν εὐβολήσειε, μηδενὸς ἀστραγάλου πεσόντος ἴσῳ σχήματι, προσεκύνει τῆς ἐπιθυμίας τεύξεσθαι νομίζων· εἰ δ’, ὁποῖα φιλεῖ, φαύλως κατὰ τῆς τραπέζης ῥίψειεν. οἱ δ’ ἐπὶ τὸ δυσφημότερον ἀνασταῖεν, ὅλῃ Κνίδῳ καταρώμενος ὡς ἐπ’ ἀνηκέστῳ συμφορᾷ κατήφει καὶ δι᾿ ὀλίγου συναρπάσας ἑτέρῳ βόλῳ τὴν πρὶν ἀστοχίαν ἐθεράπευεν. ἤδη δὲ πλέον αὐτῷ τοῦ πάθους ἐρεθιζομένου τοῖχος ἅπας ἐχαράσσετο καὶ πᾶς μαλακοῦ δένδρου φλοιὸς Ἀφροδίτην καλὴν ἐκήρυσσεν· ἐτιμᾶτο δ’ ἐξ ἴσου Διὶ Πραξιτέλης καὶ πᾶν ὅ τι κειμήλιον εὐπρεπὲς οἴκοι φυλάττοιτο, τοῦτ’ ἦν ἀνάθημα τῆς, θεοῦ. πέρας αἱ σφοδραὶ τῶν ἐν αὐτῷ πόθων ἐπιτάσεις ἀπενοήθησαν, εὑρέθη δὲ τόλμα τῆς ἐπιθυμίας μαστροπός· ἤδη γὰρ ἐπὶ δύσιν ἡλίου κλίνοντος ἠρέμα λαθὼν τοὺς παρόντας ὄπισθε τῆς θύρας παρεισερρύη καὶ στὰς ἀφανὴς ἐνδοτάτω σχεδὸν οὐδ’ ἀναπνέων ἠτρέμει, συνήθως δὲ τῶν ζακόρων ἔξωθεν τὴν θύραν ἐφελκυσαμένων ἔνδον ὁ καινὸς Ἀγχίσης καθεῖρκτο. καὶ τί γὰρ ἀρρήτου νυκτὸς ἐγὼ τόλμαν ἡ λάλος ἐπ’ ἀκριβὲς ὑμῖν διηγοῦμαι; τῶν ἐρωτικῶν περιπλοκῶν ἴχνη ταῦτα μεθ’ ἡμέραν ὤφθη καὶ τὸν σπίλον εἶχεν ἡ θεὸς ὧν ἔπαθεν ἔλεγχον. αὐτόν γε μὴν τὸν νεανίαν, ὡς ὁ δημώδης ἱστορεῖ λόγος, ἢ κατὰ πετρῶν φασιν ἢ κατὰ πελαγίου κύματος ἐνεχθέντα παντελῶς ἀφανῆ γενέσθαι.

Λυκίνος

ταῦτα τῆς ζακόρου διηγουμένης μεταξὺ τοῦ λόγου διαβοήσας εἶπεν ὁ Χαρικλῆς, Οὐκοῦν τὸ θῆλυ. κἂν λίθινον ᾖ, φιλεῖται. τί δ’, εἴ τις ἔμψυχον εἶδε τοιοῦτο κάλλος; ἆρ’ οὐκ ἂν ἡ μία νὺξ τῶν τοῦ Διὸς σκήπτρων ἐτιμᾶτο; μειδιάσας δὲ ὁ Καλλικρατίδας, Οὐδέπω, φησίν, ἴσμεν, ὦ Χαρίκλεις, εἰ πολλῶν ἀκουσόμεθα τοιούτων διηγημάτων, ὅταν ἐν Θεσπιαῖς γενώμεθα. καὶ νῦν δὲ τῆς ὑπὸ σοῦ ξηλουμένης Ἀφροδίτης ἐναργές ἐστι τοῦτο δεῖγμα. Πῶς; ἐρομένου τοῦ Χαρικλέους, ἄγαν πιθανῶς μοι ἔδοξε λέγειν ὁ Καλλικρατίδας· ἔφη γὰρ ὡς ὁ ἐρασθεὶς νεανίας παννυχου σχολῆς λαβόμενος, ὥσθ’ ὅλην τοῦ πάθους ἔχειν ἐξουσίαν κορεσθῆναι. παιδικῶς τῷ λίθῳ προσωμίλησε βουληθεὶς οἶδ’ ὅτι μηδ’ ἐν τῷ θήλει πρόσθεν εἶναι τὸ θῆλυ. πολλὼν οὖν ἀκρίτων ἀφυλακτουμένων λόγων τὸν συμμιγῆ καταπαύσας ἐγὼ θόρυβον, Ἄνδρες, εἶπον, ἑταῖροι, τῆς κατὰ κόσμον ἔχεσθε ζητήσεως, ὡς εὐπρεπής ἐστι νόμος παιδείας. ἀπαλλαγέντες οὖν τῆς ἀτάκτου καὶ πέρας οὐδὲν ἐχούσης φιλονεικίας ἐν μέρει ὑπὲρ τῆς αὐτὸς ἑαυτοῦ δόξης ἑκάτερος ἀποτείνασθε· καὶ γὰρ οὐδέπω καιρὸς ἐπὶ ναῦν ἀπιέναι· τῇ δὲ σχολῇ καταχρηστέον εἰς ἱλαρίαν καὶ μετὰ τέρψεως ὠφελῆσαι δυναμένην σπουδήν. ὑπεκστάντες οὖν τοῦ νεὼ — πολὺς γὰρ ὁ κατ’ εὐσέβειαν ἐπιφοιτῶν ὄχλος — εἰς ἕν τι τῶν συμποσίων ἀποκλίνωμεν, ὅπως δι’ ἠρεμίας ἀκούειν τε καὶ λέγειν ἄττ’ ἂν ᾖ βουλομένοις ἐξῇ. μέμνησθε δὲ ὡς ὁ τήμερον ἡττηθεὶς οὐκέτ’ αὖθις ἡμῖν περὶ τῶν ἴσων διοχλήσει.

Λυκίνος

καλῶς ἔδοξα ταῦτα λέγειν καὶ συγκαταινεσάντων ἐξῄειμεν, ἐγὼ μὲν ἡδόμενος οὐδεμιᾶς μὲ πιεζούσης φροντίδος, οἱ δ’ ἐπὶ συννοίας μεγάλην ἐν ἑαυτοῖς σκέψιν ἄνω καὶ κάτω κυκλοῦντες ὡς περὶ τῆς προπομπίας ἀγωνιούμενοι Πλαταιᾶσιν. ἐπεὶ δ’ ἥκομεν εἴς τι συνηρεφὲς καὶ παλίνσκιον ὥρᾳ θέρους ἀναπαυστήριον, Ἡδύς, εἰπών, ὁ τόπος, ἐγώ, καὶ γὰρ οἱ κατὰ κορυφὴν λιγυρὸν ὑπηχοῦσι τέττιγες, ἐν μέσῳ πάνυ δικαστικῶς καθεζόμην αὐτὴν ἐπὶ ταῖς ὀφρύσι τὴν Ἡλιαίαν ἔχων. προθεὶς δ’ ἀμφοτέροις κλῆρον ὑπὲρ τοῦ τίνα χρὴ πρῶτον εἰπεῖν, ἐπειδὴ Χαρικλῆς ἐλελόγχει πρότερον, εὐθὺς ἐνάρχεσθαι τοῦ λόγου διεκελευσάμην.

Λυκίνος

ὁ δὲ τῇ δεξιᾷ τὸ πρόσωπον ἀνατρίψας ἡσυχῇ καὶ μικρὸν ἐπισχὼν ἄρχεται τῇδέ πη, Σέ, δέσποινα, τῶν ὑπὲρ σοῦ λόγων, Ἀφροδίτη, σε βοηθὸν αἱ ἐμαὶ δεήσεις καλούσιν· ἅπαντι μὲν γὰρ ἔργῳ κἂν βραχὺ τῆς ἰδίας πειθοῦς ἐπιστάξῃς, τελειότατόν ἐστιν, οἱ δ’ ἐρωτικοὶ λόγοι περιττῶς σοῦ δέονται· σὺ γὰρ αὐτῶν γνησιωτάτη μήτηρ. ἴθι δὴ γυναιξὶ συνήγορος ἡ θήλεια, χάρισαι δὲ καὶ τοῖς ἀνδράσι μένειν ἄρρεσιν, ὡς ἐγεννήθησαν. ἔγωγ’ οὖν εὐθὺς ἐν ἀρχῇ τοῦ λόγου τὴν προμήτορα καὶ πάσης γενέσεως πρωτόρριζον ὧν ἀξιῶ μάρτυρα ἐπικαλοῦμαι, λέγω δὲ τὴν ἱερὰν τῶν ὅλων φύσιν, ἣ τὰ πρῶτα πηξαμένη στοιχεῖα τοῦ κόσμου γῆν ἀέρα πῦρ ὕδωρ τῇ πρὸς ἀλληλα τούτων ἐπικράσει πᾶν ἐζῳογόνησεν ἔμψυχον. ἐπισταμένη δ’ ὅτι θνητῆς ἐσμὲν ὕλης δημιούργημα καὶ βραχὺς χρόνος ὁ τοῦ ζῆν ἑκάστῳ καθείμαρται, τὴν ἑτέρου φθορὰν ἄλλου γένεσιν ἐμηχανήσατο καὶ τῷ θνήσκοντι τὸ τικτόμενον ἀντεμέτρησεν, ἵνα ταῖς παρ’ ἀλλήλων διαδοχαῖς εἰς τὸν ἀεὶ χρόνον ζῶμεν. ἐπεὶ δ’ ἦν ἄπορον ἐξ ἑνός τι γεννᾶσθαι, διπλὴν ἐν ἑκάστῳ φύσιν ἐμηχανήσατο· τοῖς μὲν γὰρ ἄρρεσιν ἰδίας καταβολὰς σπερμάτων χαρισαμένη, τὸ θῆλυ δ’ ὥσπερ γονῆς τι δοχεῖον ἀποφήνασα, κοινὸν ἀμφοτέρῳ γένει πόθον ἐγκερασαμένη συνέζευξεν ἀλλήλοις, θεσμὸν ἀνάγκης ὅσιον καταγράψασα μένειν ἐπὶ τῆς οἰκείας φύσεως ἑκάτερον, καὶ μήτε τὸ θήλυ παρὰ φύσιν ἀρρενοῦσθαι μήτε τἄρρεν ἀπρεπῶς μαλακίζεσθαι. διὰ τοῦθ’ αἱ σὺν γυναιξὶν ἀνδρῶν ὁμιλίαι μέχρι δεῦρο τὸν ἀνθρώπινον βίον ἀθανάτοις διαδοχαῖς φυλάττουσιν· οὐδεὶς δ’ ἀνὴρ ἀπ᾿ ἀνδρὸς αὐχεῖ γενέσθαι. δυοῖν δ’ ὀνομάτοιν σεβασμίοιν πᾶσαι τιμαὶ μένουσιν ἐξ ἴσου πατρὶ μητέρα προσκυνούντων.

Λυκίνος

κατ’ ἀρχὰς μὲν οὖν ἔθ’ ἡρωϊκὰ φρονῶν ὁ βίος καὶ τὴν γείτονα θεῶν σέβων ἀρετὴν οἷς ἐνομοθέτησεν ἡ φύσις ἐπειθάρχει, καὶ καθ’ ἡλικίας μέτρα γυναιξὶ ζευγνύμενοι γενναίων πατέρες ἐγίγνοντο τέκνων· κατὰ μικρὸν δ’ ὁ χρόνος ἀπ᾿ ἐκείνου τοῦ μεγέθους ἐς τὰ τῆς ἡδονῆς καταβαίνων βάραθρα ξένας ὁδοὺς καὶ παρηλλαγμένας ἀπολαύσεων ἔτεμνεν. εἶθ’ ἡ πάντα τολμῶσα τρυφὴ τὴν φύσιν αὐτὴν παρενόμησε· καὶ τίς ἄρα πρῶτος ὀφθαλμοῖς τὸ ἄρρεν εἶδεν ὡς θῆλυ, δυοῖν θάτερον ἢ τυραννικῶς βιασάμενος ἢ πείσας πανούργως; συνῆλθε δ’ εἰς μίαν κοίτην μία φύσις· αὐτοὺς δ’ ἐν ἀλλήλοις ὁρῶντες οὔθ’ ἃ δρῶσιν οὔθ’ ἃ πάσχουσιν ᾐδοῦντο, κατὰ πετρῶν δέ, φασίν, ἀγόνων σπείραντες ὀλίγης ἡδονῆς ἀντικατηλλάξαντο μεγάλην ἀδοξίαν.

τούτοις γε μὴν εἰς τοσοῦτον τυραννικῆς βίας ἡ τόλμα προέκοψεν, ὡς μέχρι σιδήρῳ τὴν φύσιν ἱεροσυλῆσαι· τῶν δ’ ἀρρένων τὸ ἄρρεν ἐκκενώσαντες εὗρον ἡδονῆς παρέλκοντα μέτρα. οἱ δ’ ἄθλιοι καὶ δυστυχεῖς ἵν’ ἐπὶ πλέον ὦσι παῖδες, οὐδὲ ἔτι μένουσιν ἄνδρες, ἀμφίβολον αἴνιγμα διπλῆς φύσεως, οὔτ’ εἰς ὃ γεγέννηνται φυλαχθέντες οὔτ’ ἔχοντες ἐφ’ ὃ μετέβησαν· τὸ δ’ ἐν νεότητι παραμεῖναν ἄνθος εἰς γῆρας αὐτοὺς μαραίνει πρόωρον. ἅμα γὰρ ἐν παισὶν ἀριθμοῦνται, καὶ γεγηράκασιν οὐδὲν ἀνδρῶν μεταίχμιον ἔχοντες. οὕτως ἡ μιαρὰ καὶ παντὸς καχοῦ διδάσκαλος τρυφὴ ἄλλην ἀπ’ ἄλλης ἡδονὰς ἀναισχύντους ἐπινοοῦσα μέχρι τῆς οὐδὲ ῥηθῆναι δυναμένης εὐπρεπῶς νόσου κατώλισθεν, ἵνα μηδὲν ἀγνοῇ μέρος ἀσελγείας.

Λυκίνος

εἰ δ’ ἐφ’ ὧν ἡ πρόνοια θεσμῶν ἔταξεν ἡμᾶς, ἕκαστος ἵδρυτο, ταῖς μετὰ γυναικῶν ἂν ὁμιλίαις ἠρκούμεθα καὶ παντὸς ὀνείδους ὁ βίος ἐκαθάρευεν. ἀμέλει παρὰ τοῖς οὐδὲν ἐκ πονηρᾶς διαθέσεως παραχαράξαι δυναμένοις ξῴοις ἄχραντος ἡ τῆς φύσεως νομοθεσία φυλάττεται· λέοντες οὐκ ἐπιμαίνονται λέουσιν, ἀλλ’ ἡ κατὰ καιρὸν ᾿Αφροδίτη πρὸς τὸ θῆλυ τὴν ὄρεξιν αὐτῶν ἐκκαλεῖται· ταῦρος ἀγελάρχης βουσὶν ἐπιθόρνυται, καὶ κριὸς ὅλην τὴν ποίμνην ἄρρενος πληροῖ σπέρματος. τί δέ; οὐ συῶν μὲν εὐνὰς μεταδιώκουσι κάπροι; λυκαί ναις δ’ ἐπιμίγνυνται λύκοι; καθόλου δ’ εἰπεῖν, οὔθ’ οἱ ἀέρια ῥοιζοῦντες ὄρνεις οὔθ’ ὅσα τὴν ὑγρὰν καθ’ ὕδατος εἴληχε λῆξιν, ἀλλ’ οὐδ’ ἐπὶ γῆς τι ζῷον ἄρρενος ὁμιλίας ἐπωρέχθη, μένει δὲ ἀκίνητα τῆς προνοίας τὰ δόγματα. ὑμεῖς δ’, ὦ μάτην ἐπὶ τῷ φρονεῖν εὐλογούμενοι, θηρίον ὡς ἀληθῶς φαῦλον, ἄνθρωποι, τίνι καινῇ νόσῳ παρα νομήσαντες ἐπὶ τὴν κατ’ ἀλλήλων ὕβριν ἠρέθισθε; τίνα τῆς ψυχῆς τυφλὴν ἀναισθησίαν καταχέαντες ἀμφοῖν ἡστο χήκατε φεύγοντες ἃ διώκειν ἔδει καὶ διώκοντες ἀφ’ ὧν ἔδει φεύγειν; καὶ καθ’ ἕνα τοιαῦτα ζηλοῦν πάντων ἑλο μένων οὐδὲ εἶς ἔσται.

Λυκίνος

ἀλλὰ γὰρ ἐνταῦθα τοῖς Σω κρατικοῖς ὁ θαυμαστὸς ἀναφύεται λόγος, ὑφ’ οὗ παιδί καὶ μὲν ἀκοαὶ τελείων ἐνδεεῖς λογισμῶν φενακίζονται· τὸ δ’ ἤδη κατὰ φρόνησιν ἐς ἄκρον ἔχον οὐκ ἂν ὑπαχθῆ ναί δύναιτο· ψυχῆς γὰρ ἔρωτα πλάττονται καὶ τὸ τοῦ σώματος εὔμορφον αἰδούμενοι φιλεῖν ἀρετῆς καλοῦσιν αὑτοὺς ἐραστάς. ἐφ’ οἷς μοι πολλάκις καγχάζειν ἐπέρχέται. τί γὰρ παθόντες, ὦ σεμνοὶ φιλόσοφοι, τὸ μὲν ἤδη μακρῷ χρόνῳ δεδωκὸς ἑαυτοῦ πεῖραν ὁποῖόν ἐστιν, ᾧ πολιὰ προσήκουσα καὶ γῆρας ἀρετὴν μαρτυρεῖ, δι᾿ ὀλιγωρίας παραπέμπετε, πᾶς δὲ ὁ σοφὸς ἔρως ἐπὶ τὸ νέον ἐπτόηται, μηδέπω τῶν λογισμῶν ἐν αὐτῷ, πρὸς ἃ τραπήσονται, κρίσιν ἐχόντων; ἢ νόμος ἐστί, πᾶσαν μὲν ἀμορφίαν πονηρίας εἶναι κατάκριτον, εὐθὺ δ’ ὡς ἀγαθὸν ἐπαινεῖσθαι τὸν καλόν; ἀλλά τοι κατὰ τὸν μέγαν ἀληθείας προφήτην Ὅμηρον εἶδος τις ἀκιδνότερος πέλει ἀνήρ, ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ’ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν, ὁ δ’ ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ. μετὰ δὲ πρέπει ἀγρομένοισιν· ἐρχόμενον δ’ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν. καὶ πάλιν εἶπέ που λέγων· οὐχ ἄρα σοί γ’ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν. ἀμέλει τοῦ καλοῦ Νιρέως ὁ σοφὸς Ὀδυσσεὺς πλέον ἐπαινεῖται.

Λυκίνος

πῶς οὖν φρονήσεως μὲν ἢ δικαιοσύνης τῶν τε λοιπῶν ἀρετῶν, αἳ τελείοις ἀνδράσι σύγκληρον εἰλήχασι τάξιν, οὐδεὶς ἔρως ἐντρέχει, τὸ δ’ ἐν παισὶ κάλλος ὀξυτάτας ὁρμὰς παθῶν ἐγείρει; πάνυ γοῦν ἐρᾶν ἔδει Φαίδρου διὰ Λυσίαν, ὦ Πλάτων. ὃν προὔδωκεν. ἢ τὴν ἀρετὴν φιλεῖν ᾿Αλκιβιάδου εἰκὸς ἦν, διότι ἠκρωτηρίαζε τὰ θεῶν ἀγάλματα καὶ τὴν ἐν Ἐλευσῖνι τελετὴν αἱ παρὰ πότον ἐξορχοῦνται φωναί; τίς ἐραστὴς ὁμολογεῖ γενέσθαι προδιδομένων Ἀθηνῶν καὶ Δεκελείας ἐπιτειχιζομένης καὶ βίου τυραννίδα βλέποντος; ἀλλ’ ἄχρι μὲν οὐδέπω κατὰ τὸν ἱερὸν Πλάτωνα πώγωνος ἐπίμπλατο, πᾶ σιν ἐπέραστος ἦν· μεταβὰς δ’ ἀπὸ τοῦ παιδὸς εἰς τὸν ἄνδρα, καθ’ ἣν ἡλικίαν ᾑ τέως ἀτελὴς φρόνησις ὁλόκληρον εἶχε τὸν λογισμόν, ὑπὸ πάντων ἐμισεῖτο. τί δή; παθεσιν αἰσχροῖς ὀνομάτων ἐπιγράφοντες αἰδῶ ψυχῆς ἀρετὴν λέγουσι τὴν τοῦ σώματος εὐπρέπειαν οἱ φιλόνεοι μᾶλλον ἢ φιλόσοφοι. καὶ ταῦτα μὲν ἡμῖν ὑπὲρ τοῦ μὴ δοκεῖν ἐπισήμων ἀνδρῶν φιλαπεχθημόνως μνημονεύειν ἐπὶ τοσοῦτον εἰρήσθω.

Λυκίνος

Μικρὰ δ’ ἀπὸ τῆς ἄγαν σπουδῆς ἐπὶ τὴν ὑμετέραν, ὦ Καλλικρατίδα, καταβὰς ἡδονὴν ἐπιδείξω παιδικῆς χρήσεως πολὺ τὴν γυναικείαν ἀμείνω. καὶ τὸ γε πρῶτον ἐγὼ πᾶσαν ἀπόλαυσιν ἡγοῦμαι τερπνοτέραν εἶναι τὴν χρονιωτέραν· ὀξεῖα γὰρ ἡδονὴ παραπτᾶσα φθάνει πρὶν ἢ γνωσθῆναι πεπαυμένη, τὸ δ’ εὐφραῖνον ἐν τῷ παρέλκοντι κρεῖττον. ὡς εἴθε γε καὶ βίου μακρὰς προθεσμίας ἡ μικρολόγος ἡμῖν ἐπέκλωσε Μοῖρα καὶ τὸ πᾶν ἦν διηνεκὴς ὑγίεια μηδεμιᾶς λύπης τὴν διάνοιαν ἐκνεμομένης· ἑορτὴν γὰρ ἂν καὶ πανήγυριν τὸν ὅλον χρόνον ἤγομεν. ἀλλ’ ἐπεὶ τῶν μειζόνων ἀγαθῶν ὁ βάσκανος δαίμων ἐνεμέσησεν, ἔν γε τοῖς παροῦσιν ἥδιστα τὰ παρέλκοντα. γυνὴ μὲν οὖν ἀπὸ παρθένου μέχρι ἡλικίας μέσης, πρὶν ἢ τελέως τὴν ἐσχάτην ῥυτίδα τοῦ γήρως ἐπιδραμεῖν, εὐάγκαλον ἀνδράσιν ὁμίλημα. κἂν παρέλθῃ τὰ τῆς ὥρας. ὅμως ἡ ἐμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον.

Λυκίνος

εἰ δ’ εἴκοσιν ἐτῶν ἀποπειρῴη παῖδά τις, αὐτὸς ἔμοιγε δοκεῖ πασχητιᾶν ἀμφίβολον Ἀφροδίτην μεταδιώκων· σκληροὶ γὰρ οἱ τῶν μελῶν ἀπανδρωθέντες ὄγκοι καὶ τραχὺ μὲν ἀντὶ τοῦ πάλαι μαλακοῦ πυκασθὲν ἰούλοις τὸ γένειον, οἱ δ’ εὐφυεῖς μηροὶ θριξὶν ὡσπερεὶ ῥυπῶντες· ἃ δ’ ἐστὶ τούτων ἀφανέστερα, τοῖς πεπειρακόσιν ὑμῖν εἰδέναι παρίημι. γυναικὶ δὲ ἀεὶ πάσῃ ἡ τοῦ χρώματος ἐπιστίλβει χάρις, καὶ δαψιλεῖς μὲν ἀπὸ τῶν τῆς κεφαλῆς βοστρύχων ἕλικες ὑακίνθοις τὸ καλὸν ἀνθοῦσιν ὅμοια πορφύροντες οἱ μὲν ἐπινώτιοι κέχυνται μεταφρένων κόσμος, οἱ δὲ παρ’ ὦτα καὶ κροτάφους πολὺ τῶν ἐν λειμῶνι οὐλότεροι σελίνων. τὸ δ᾽ ἄλλο σῶμα μηδ᾽ ἀκαρῆ τριχὸς αὐταῖς ὑποφυομένης ἠλέκτρου, φασίν. ἢ Σιδωνίας ὑέλου διαφεγγέστερον ἀπαστράπτει.

Λυκίνος

τί δ’ οὐχὶ τῶν ἡδονῶν καὶ τὰς ἀντιπαθεῖς μεταδιωκτέον, ἐπειδὰν ἐξ ἴσου τοῖς διατιθεῖσιν οἱ πάσχοντες εὐφραίνωνται; σχεδὸν γὰρ οὐ κατὰ ταὐτὰ τοῖς ἀλόγοις ξῴώοις τὰς μονήρεις διατριβὰς ἀσμενίζομεν, ἀλλά πως φιλεταίρῳ κοινωνίᾳ συζυγέντες ἡδίω τά τε ἀγαθὰ σὺν ἀλλήλοις ἡγούμεθα καὶ τὰ δυσχερῆ κουφότερα μετ᾽ ἀλλήλων. ὅθεν εὑρέθη τράπεξα κοινή" καὶ φιλίας μεσῖτιν τράπεζαν παραθέμενοι γαστρὶ τὴν ὀφειλομένην ἀπομετροῦμεν ἀπόλαυσιν, οὐ μόνοι τὸν Θάσιον, εἰ τύχοι, πίνοντες οἶνον οὐδὲ καθ’ αὐτοὺς τῶν πολυτελῶν πιμπλάμενοι σιτίων, ἀλλὰ δοκεῖ τερπνὸν ἑχάστῳ τὸ μετ᾿ ἄλλου. καὶ τὰς ἡδονὰς κοινωσάμενοι μᾶλλον εὐφραινόμεθα. αἱ μὲν οὖν γυναικεῖοι σύνοδοι τῆς ἀπολαύσεως ἀντίδοσιν ὁμοίαν ἔχουσιν· ἀλλήλους γὰρ ἐξ ἴσου διαθέντὲς ἡδέως ἀπηλλάγησαν, εἴ γε μὴ δικαστῇ Τειρεσίᾳ προσἐχτέον, ὅτι ἡ θήλεια τέρψις ὅλῃ μοίρᾳ πλεονεκτεῖ τὴν ἄρρενα. καλὸν δ’ οἶμαι, μὴ φιλαύτως ἀπολαῦσαι θελήσαντας, ὅπως ἰδίᾳ τι χρηστὸν ἀποίσονται, σκοπεῖν ὅλην παρά του λαμβάνοντας ἡδονήν, ἀλλ’ ἐκεῖνο μερισαμένους οὗ τυγχάνουσιν ἀντιπαρασχεῖν ὅμοια. τοῦτο δ᾽ οὐκ ἂν ἐπὶ παίδων εἴποι τις, οὐχ οὕτω μέμηνεν, ἀλλ’ ὁ μὲν διαθείς, ᾖ νομίζει ποτὲ ταῦτα, τὴν ἡδονὴν ἐξαίρετον λαβὼν ἀπέρχεται, τῷ δὲ ὑβρισμένῳ κατ’ ἀρχὰς μὲν ὀδύναι καὶ δάκρυα, μικρὸν δὲ ὑπὸ χρόνου τῆς ἀλγηδόνος χαλασασης πλέον, ὥς φασιν, οὐδὲν ἂν ὀχλήσειας, ἡδονὴ δ’ οὐδ’ ἡτισοῦν. εἰ δὲ δεῖ τι καὶ περιεργότερον εἰπεῖν — δεῖ δὲ ἐν Ἀφροδίτης τεμένει — γυναικὶ μέν, ὦ Καλλικρατίδα, καὶ παιδικώτερον χρώμενον ἔξεστιν εὐφρανθῆναι διπλασίας ἀπολαύσεως ὁδοὺς ἀνοίξαντα. τὸ δὲ ἄρρεν οὐδενὶ τρόπῳ χαρίζεται θήλειαν ἀπόλαυσιν.

Λυκίνος

ὥστ’ εἰ ἡ μὲν καὶ ὑμῖν ἀρέσκειν δύναται, πρὸς ἀλλήλους ἡμεῖς ἀποτειχισωμεθα, εἰ δὲ τοῖς ἄρρεσιν εὐπρεπεῖς αἱ μετὰ ἀρρένων ὁμιλίαι, πρὸς τὸ λοιπὸν ἐράτωσαν ἀλλήλων καὶ γυναῖκες. ἄγε νῦν, ὦ νεώτερε χρόνε καὶ τῶν ξένων ἠδονῶν νομοθέτα, καινὰς ὁδοὺς ἄρρενος τρυφῆς ἐπινοήσας χάρισαι τὴν ἴσην ἐξουσίαν καὶ γυναιξίν, ἀλλήλαις ὁμιλείτωσαν ὡς ἄνδρες· ἀσελγῶν δὲ ὀργάνων ὑποζυγωσαμεναι τέχνασμα, ἀσπόρων τεράστιον αἴνιγμα, κοιμάσθωσαν γυνὴ μετὰ γυναικὸς ὡς ἀνήρ· τὸ δὲ εἰς ἀκοὴν σπανίως ἧκον ὄνομα — αἰσχύνομαι καὶ λέγειν — τῆς τριβακῆς ἀσελγείας ἀνέδην πομπευέτω. πᾶσα δ’ ἡμῶν ἡ γυναικωνῖτις ἔστω Φιλαινὶς ἀνδρογύνους ἔρωτας ἀσχημονοῦσα. καὶ πόσῳ κρεῖττον εἰς ἄρρενα τρυφὴν βιάζεσθαι γυναῖκα ἢ τὸ γενναῖον ἀνδρῶν εἰς γυναῖκα θηλύνεσθαι;

Λυκίνος

Τοιαῦτα συντόνως μεταξὺ παθαινόμενος ὁ Χαρικλῆς ἐπαύσατο δεινόν τι καὶ θηριῶδες ἐν τοῖς ὄμμασιν ὑποβλέπων. ἐῴκει δέ μοι καὶ καθαρσίῳ χρῆσθαι πρὸς τοὺς παιδικοὺς ἔρωτας. ἐγὼ δὲ ἡσυχῇ μειδιάσας καὶ πρὸς τὸν Ἀθηναῖον ἠρέμα τὼ ὀφθαλμὼ παραβαλών. Παιδιᾶς, ἔφην, καὶ γέλωτος, ὦ Καλλικρατίδα, δικαστὴς καθεδεῖσθαι προσδοκήσας οὐκ οἶδ’ ὅπως ὑπὸ τῆς Χαρικλέους δεινότητος ἐπὶ σπουδαιότερον ἦγμαι· σχεδὸν γὰρ ὡς ἐν Ἀρείῳ πάγῳ περὶ φόνου καὶ πυρκαϊᾶς, ἢ νὴ Δία φαρμάκων ἀγωνιζόμενος ὑπερφυῶς ἐπαθήνατο. καιρὸς οὖν ὁ νῦν, εἴ ποτε καὶ πρότερον, ἀπαιτεῖ σε τὰς Ἀθήνας, Περίκλειον δὲ πειθὼ καὶ τῶν δέκα ῥητόρων τὰς Μακεδόσιν ἀνθωπλισμένας γλώσσας ἐν ἑνὶ τῷ σῷ λόγῳ διατρῖψαι μιᾶς τῶν ἐν Πνυκὶ δημηγοριῶν ἀναμνησθέντι.

Λυκίνος

Μικρὸν οὖν ἐπισχὼν ὁ Καλλικρατίδας — ἐῴκει δὲ ἀπὸ τοῦ προσώπου μοι τεκμαιρομένῳ καὶ λίαν ἀγωνίας μεστὸς εἶναι — λόγων ἀμοιβαίων ἐνάρχεται· Εἰ γυναιξὶν ἐκκλησία καὶ δικαστήρια καὶ πολιτικῶν πραγμάτων ἦν μετουσία, στρατηγὸς ἂν ἢ προστάτης ἐκεχειροτόνησο καί σε χαλκῶν ἀνδριάντων ἐν ταῖς ἀγοραῖς, ὦ Χαρίκλεις, ἐτίμων. σχεδὸν γὰρ οὐδὲ αὐταὶ περὶ αὑτῶν, ὁπόσαι προὔχειν κατὰ σοφίαν ἐδόκουν, εἴ τις αὐταῖς τήν τοῦ λέγειν ἐξουσίαν ἐφῆκεν, οὕτω μετὰ σπουδῆς ἂν εἰπον, οὐχ ἡ Σπαρτιάταις ἀνθωπλισμένη Τελέσιλλα, δι᾿ ἣν ἐν Ἄάργει θεὸς ἀριθμεῖται γυναικῶν Ἄρης· οὐχὶ τὸ μελιχρὸν αὔχημα Λεσβίων Σαπφὼ καὶ ἡ τῆς Πυθαγορείου σοφίας θυγάτηρ Θεανῶ· τάχα δ’ οὐδὲ Περικλῆς οὕτως ἂν Ἀσπασίᾳ συνηγόρησεν. ἀλλ’ ἐπειδήπερ εὐπρεπὲς ἄρρενας ὑπὲρ θηλειῶν λέγειν, εἴπωμεν καὶ ἄνδρες ὑπὲρ ἀνδρῶν. σὺ δὲ ἵλεως, Ἀφροδίτη, γενοῦ· καὶ γὰρ ἡμεῖς τὸν σὸν Ἔρωτα τιμῶμεν.

Λυκίνος

Ἐγὼ μὲν οὖν ἐνόμιζον ἄχρι παιδιᾶς ἱλαρὰν τὴν ἔριν ἡμῶν προκόψαι, ἐπεὶ δὲ οἱ παρὰ τούτου λόγοι καὶ φιλοσοφεῖν ὑπὲρ γυναικῶν ἐπενοήθησαν, ἀσμένως τὴν ἀφορμὴν ἥρπακα· μόνος γὰρ ὁ ἄρρην ἔρως κοινὸν ἀρετῆς καὶ ἡδονῆς ἐστιν ἔργον. εὐξαίμην γὰρ ἄν, εἴπερ ἦν ἐν δυνατῷ, τὴν ἐπήκοόν ποτε τῶν Σωκρατικῶν λόγων πλατάνιστον, Ἀκαδημίας καὶ Λυκείου δένδρον εὐτυχέστερον, ἐγγὺς ἡμῶν ἑστάναι πεφυκυῖαν, ἐνθ’ ἡ Φαίδρου προσανάκλισις ἦν, ὥσπερ ὁ ἱερὸς εἶπεν ἀνὴρ πλείστων ἁψάμενος χαρίτων· αὐτὴ τάχα ἂν ὥσπερ ἡ ἐν Δωδώνῃ φηγὸς ἐκ τῶν ὀροδάμνων ἱερὰν ἀπορρήξασα φωνὴν τοὺς παιδικοὺς εὐφήμησεν ἔρωτας ἔτι τοῦ καλοῦ μεμνημένη Φαίδρου. πλὴν ἐπεὶ τοῦτ’ ἀμήχανον, ἦ γὰρ πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα, ξένοι τὲ ἐπ᾿ ἀλλοτρίας γῆς ἀπειλήμμεθα καὶ πλεονέκτημα Χαρικλέους ἐστὶν ἡ Κνίδος. ὅμως τἀληθὲς οὐ προδώσομὲν εἴξαντες ὄχνῳ.

Λυκίνος

μόνον ἡμῖν σύ, δαῖμον οὐράνιε. καιρίως παράστηθι φιλίας εὐγνώμων, ἱεροφάντα μυστηρίων Ἔρως, οὐ κακὸν νήπιον ὁποῖον ζωγράφων παίζουσι χεῖρες, ἀλλ’ ὃν ἡ πρωτοσπόρος ἐγέννησεν ἀρχὴ τέλειον εὐθυ τεχθέντα· σὺ γὰρ ἐξ ἀφανοῦς καὶ κεχυμένης ἀμορφίας τὸ πᾶν ἐμόρφωσας. ὥσπερ οὖν ὅλου κόσμου τάφον τινὰ κοινὸν ἀφελὼν τὸ περικείμενον χάος ἐκεῖνο μὲν ἐς ἐσχάτους ταρτάρου μυχοὺς ἐφυγάδευσας, ἔνθα ὡς ἀληθῶς σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, ὅπως ὑπ’ ἀρρήκτου δεθὲν φρουρᾶς τὴς ἔμπαλιν ὁδοῦ εἴργηται· λαμπρῷ δὲ φωτὶ τὴν ἀμαυρὰν νύκτα πετάσας παντὸς ἀψύχου τε καὶ ψυχὴν ἔχοντος ἐγένου δημιουργός· ἐξαίρετον δὲ ἐγκεράσας ὁμόνοιαν ἀνθρώποις τὰ σεμνὰ φιλίας πάθη συνῆψας, ἵν’ ἐξ ἀκάκου καὶ ἁπαλῆς ἔτι ψυχῆς ἡ εὔνοια συνεκτρεφομένη πρὸς τὸ τέλειον ἀνδρῶται.

Λυκίνος

γάμοι μὲν γὰρ διαδοχῆς ἀναγκαίας εὕρηνται φάρμακα, μόνος δὲ ὁ ἄρρην ἔρως φιλοσόφου καλόν ἐστι ψυχῆς ἐπίταγμα. πᾶσι δὲ τοῖς ἐκ τοῦ περιόντος εἰς εὐπρέπειαν ἠσκημένοις ἕπεται τιμὴ πλείων ἢ ὅσα τῆς παραυτὰ χρείας ἐπιδεῖται, καὶ πάντη τοῦ ἀναγκαίου τὸ καλὸν κρεῖττον. ἄχρι μὲν οὖν ὁ βίος ἀμαθὴς ἦν οὐδέπω τῆς καθ’ ἡμέραν πείρας πρὸς τὸ βέλτιον εὐσχολῶν, ἀγαπητῶς ἐπ’ αὐτὰ τὰ ἀναγκαῖα συνεστέλλετο, τῆς δὲ ἀγαθῆς διαίτης ἐπείγων ὁ χρόνος οὐ παρέσχεν εὕρεσιν. ἐπειδὴ δὲ αἱ μὲν ἐσπευσμέναι χρεῖαι πέρας εἶχον, οἱ δὲ τῶν ἐπιγιγνομένων ἀεὶ λογισμοὶ τῆς ἀνάγκης ἀφεθέντες ηὐκαίρουν ἐπινοεῖν τι τῶν κρειττόνων, ἐκ τούτου κατ’ ὀλίγον ἐπιστῆμαι συνηύξοντο. τοῦτο δ’ ἡμῖν ἀπὸ τῶν ἐντελεστέρων τεχνῶν ἔνεστιν εἰκάζειν. αὐτίκα πρῶτοί τινες ἄνθρωποι γενόμενοι τοῦ καθ’ ἡμέραν λιμοῦ φάρμακον ζξήτουν, εἶθ’ ἁλισκόμενοι τῇ πρὸς τὸ παρὸν ἐνδείᾳ, τῆς ἀπορίας οὐκ ἐώσης ἐλέσθαι τὸ βέλτιον, τὴν εἰκαίαν πόαν ἐσιτοῦντο καὶ μαλθακὰς ῥίζας ὀρύττοντες καὶ τὰ πλεῖστα δρυὸς καρπὸν ἐσθίοντες. ἀλλ’ ἡ μὲν ἀλόγοις ζῴοις μετὰ χρόνον ἐρρίφη, σπόρον δὲ πυροῦ καὶ κριθῆς εἶδον αἱ γεωργῶν ἐπιμέλειαι εὑροῦσαι κατ’ ἔτος ἐκνεάζοντα. καὶ οὐδὲ μα νεὶς ἂν εἴποι τις ὅτι δρῦς στάχυος ἀμείνων.

Λυκίνος

τί δ’; οὐκ ἐν ἀρχῇ μὲν εὐθὺ τοῦ βίου σκέπης δεηθέντες ἄν θρωποι νάκη, θηρία δείραντες, ἠμφιέσαντο; καὶ σπή λυγγας ὀρῶν κρύους καταδύσεις ἐπενόησαν ἢ παλαιῶν ῥιζῶν ἢ φυτῶν αὖα κοιλώματα; τὴν δὲ ἀπὸ τούτων μί μησιν ἐπὶ τὸ κρεῖττον ἀεὶ μετάγοντες ὕφηναν μὲν ἑαυ τοῖς χλανίδας, οἴκους δὲ ᾠκίσαντο, καὶ λεληθότως αἱ περὶ ταῦτα τέχναι τὸν χρόνον λαβοῦσαι διδάσκαλον ἀντὶ μὲν λιτῆς ὑφῆς τὸ κάλλιον ἐποίκιλαν, ἀντὶ δὲ εὐτελῶν δωματίων ὑψηλὰ τέρεμνα καὶ λίθων πολυτέλειαν ἐμηχανήσαντο καὶ γυμνὴν τοίχων ἀμορφίαν εὐανθέσι βαφαῖς χρωμάτων κατέγραψαν. πλὴν ἑκάστη γε τούτων τῶν τεχνῶν καὶ ἐπιστημῶν ἄφωνος οὖσα καὶ βαθεῖαν ἐπιτεθειμένη λήθην ὡς ἀπὸ μακρᾶς δύσεως κατὰ μικρὸν εἰς τὰς ἰδίας ἀνέτειλεν ἀκτῖνας· ἕκαστος γὰρ εὑρῶν τι παρε δίδου τῷ μετ΄ αὐτον’ εἰθ’ ἡ διαδοχὴ τῶν λαμβανόντων οἷς ἔμαθεν ἤδη προστιθεῖσα, τὸ ἐνδέον ἐπλήρωσε.

Λυκίνος

μὴ δή τις ἔρωτας ἀρρένων ἀπαιτείτω παρὰ τοῦ παλαιοῦ χρό νου· γυναιξὶ γὰρ ὁμιλεῖν ἀναγκαῖον ἦν, ἵνα μὴ τελέως ἄσπερμον ἡμῶν φθαρῇ τὸ γένος. αἱ δὲ ποικίλαι σοφίαι καὶ τῆς φιλοκάλου ταύτης ἀρετῆς ἐπιθυμίαι μόλις ὑπὸ τοῦ μηδὲν ἐῶντος ἀνίχνευτον αἰῶνος εἰς τοὐμφανὲς ἔμελλον ἥξειν, ἵνα τῇ θείᾳ φιλοσοφίᾳ καὶ τὸ παιδεραστεῖν συνακμάσῃ. μὴ δῆτα, Χαρίκλεις, ὃ μὴ πρότερον εὕρητο, τοῦτο ἐπινοηθὲν αὖθις ὡς φαῦλον εὔθυνε, μηδ’ ὅτι τῶν παιδικῶν ἐρώτων αἱ γυναικεῖαι σύνοδοι πρεσβυτέρους ἐπιγράφονται χρόνους, ἐλάττου θάτερον· ἀλλὰ τὰ μὲν παλαιὰ τῶν ἐπιτηδευμάτων ἀναγκαῖα νομίζωμεν, ἃ δὲ αὖθις ἐνευσχολήσας τοῖς λογισμοῖς ὁ βίος ἐπεξεῦρεν, ὡς ἐκείνων ἀμείνω τιμητέον.

Λυκίνος

ἐμοὶ μὲν γὰρ ὀλίγου καὶ γελᾶν ἔναγχος ἐπῄει, Χαρικλέους ἄλογα ζῷα καὶ τὴν Σκυθῶν ἐρημίαν ἐπαινοῦντος· ὀλίγου δὲ ὑπὸ τῆς ἄγαν φιλονεικίας καὶ μετενόει γενόμενος Ἕλλην. οὐδὲ γὰρ ὡς ἐναντία φθεγγόμενος οἷς ἐπεχείρει λέγειν, ὑπεσταλμένῳ τῷ τῆς φωνῆς τόνω τὸ ῥηθὲν ἔκλεπτεν, ἀλλ’ ἐπηρμένῃ φωνῇ λαρυγγίζων, Οὐκ ἐρῶσι, φησίν, ἀλλήλων λέοντες οὐδ’ ἄρκτοι καὶ σύες, ἀλλ’ αὐτῶν ἡ πρὸς τὸ θῆλυ μόνον ὁρμὴ κρατεῖ. καὶ τί θαυμαστόν; ἃ γὰρ ἐκ λογισμοῦ δικαίως ἄν τις ἕλοιτο, ταῦτα τοῖς μὴ δυναμένοις λογίζεσθαι δι’ ἀφροσύνην οὐκ ἔνεστιν ἔχειν. ἐπεί τοι Προμηθεὺς ἢ θεῶν τις ἄλλος εἰ νοῦν ἑκάστῳ συνέξευξεν ἀνθρώπινον, οὐκ ἂν ἐρημία καὶ βίος ὄρειος αὐτοὺς ἐποίμαινεν οὐδὲ ἀλλήλους τροφὴν εἶχον, ἐξ ἴσου δὲ ἡμῖν ἱερὰ δειμάμενοι καὶ μέσην ἑστίαν τῶν ἰδίων ἕκαστος οἰκῶν ὑπὸ τοῖς κοινοῖς ἐπολιτεύοντο νόμοις. τί δὴ παράδοξον, εἰ ζῷα τῆς φύσεως κατάκριτα μηδὲν ὧν λογισμοὶ παρέχονται, παρὰ τῆς προνοίας λαβεῖν ηὐτυχηκότα προσαφῄρηται, μετὰ τῶν ἄλλων καὶ τὰς ἄρρενας ἐπιθυμίας; οὐκ ἐρῶσι λέοντες. οὐδὲ γὰρ φιλοσοφοῦσιν· οὐκ ἐρῶσιν ἄρκτοι, τὸ γὰρ ἐκ φιλίας καλὸν οὐκ ἴσασιν. ἀνθρώποις δ᾽ ἡ μετ᾽ ἐπιστήμης φρόνησις ἐκ τοῦ πολλάκις πειρᾶσαι τὸ κάλλιστον ἑλομένη βεβαιοτάτους ἐρώτων ἐνόμισε τοὺς ἄρρενας.

Λυκίνος

μὴ τοίνυν, ὦ Χαρίκλεις. ἀκολάστου βίου συμφορήσας ἑταιρικὰ διηγήματα γυμνῷ τῷ λόγῳ τῆς σεμνότητος ἡμῶν καταπόμπευε μηδὲ τὸν οὐράνιον Ἔρωτα τῷ νηπίῳ συναρίθμει, λογίζου δὲ ὀψὲ μὲν ἡλικίας τὰ τοιαῦτα μεταμανθάνων, ὅμως δ’ οὖν λογίζου νῦν γε, ἐπειδήπερ οὐ πρότερον, ὅτι διπλοῦς θεὸς ὁ Ἔρως, οὐ κατὰ μίαν ὁδὸν φοιτῶν οὐδὲ ἑνὶ πνεύματι τὰς ἡμετέρας ψυχὰς ἐρεθίζων, ἀλλ’ ὁ μέν, ὡς ἄν, οἶμαι, κομιδῇ νήπια φρονῶν, οὐδενὸς αὐτοῦ τὴν διάνοιαν ἡνιοχεῖν δυναμένου λογισμοῦ, πολὺς ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθροίζεται, μάλιστα δὲ αὐτῷ γυναικεῖοι πόθοι μέλουσιν· οὗτός ἐστιν ὁ τῆς ἐφημέρου ταύτης ὕβρεως ἑταῖρος ἀκρίτῳ φορᾷ πρὸς τὸ βουλόμενον ἄγων. ἕτερος δὲ Ἔρως Ὠγυγίων πατὴρ χρόνων, σεμνὸν ὀφθῆναι καὶ πάντοθεν ἱεροπρεπὲς θέαμα, σωφρονούντων ταμίας παθῶν ἤπια ταῖς ἑκάστου διανοίαις ἐμπνεῖ, καὶ λαχόντες ἵλεω τοῦδε τοῦ δαίμονος ἡδονὴν ἀρετῇ μεμιγμένην ἀσπαζόμεθα· δισσὰ γὰρ ὄντως κατὰ τὸν τραγικὸν πνεύματα πνεῖ ὁ Ἔρως, ἑνὸς δὲ ὀνόματος οὐχ ὅμοια τὰ πάθη κεκοινώνηκε· καὶ γὰρ Αἰδὼς ὠφελείας ὁμοῦ καὶ βλάβης ἀμφίβολός ἐστι δαίμων· Αἰδὼς ἥτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησιν. οὐ μὴν οὐδ’ Ἐρίδων γένος ἔστιν ἕν, ἀλλ’ ἐπὶ γαῖαν εἰσὶ δύω, τὴν μέν κεν ἐπαινήσειε νοήσας. ἡ δ’ ἐπιμωμητή· διὰ δ’ ἄνδιχα θυμὸν ἔχουσιν. οὐδὲν οὖν παράδοξον, εἰ πάθος ἀρετῇ κοινὴν προσηγορίαν ἔχειν ἔτυχεν, ὥστε ἔρωτα καλεῖσθαι καὶ τὴν ἀκόλαστον ἡδονὴν καὶ τὴν σωφρονοῦσαν εὔνοιαν.

Λυκίνος

Γάμους οὖν, φησί, τὸ μηδὲν οἴει, καὶ τὸ θῆλυ τοῦ βίου φυγαδεύεις, ἵνα πῶς μείνωμεν ἄνθρωποι; ξηλωτὸν μὲν ἦν κατὰ τὸν σοφώτατον Εὐριπίδην, εἰ δίχα τῆς πρὸς γυναῖκας συνόδου φοιτῶντες ἐπὶ ἱερὰ καὶ ναοὺς ἀργύρου καὶ χρυσοῦ τέκνα ὑπὲρ τῆς διαδοχῆς ἐωνούμεθα· ἀνάγκη γὰρ βαρὺν κατ’ αὐχένων ξυγὸν ἡμῖν ἐπιθεῖσα τοῖς κελευομένοις πειθαρχεῖν βιάζεται. τὸ μὲν οὖν καλὸν αἱρώμεθα τοῖς λογισμοῖς, εἰκέτω δὲ τῇ ἀνάγκῃ τὸ χρειῶδες. ἄχρι τέκνων γυναῖχες ἀριθμὸς ἔστωσαν, ἐν δὲ τοῖς ἄλλοις ἄπαγε, μή μοι γένοιτο. τίς γὰρ ἂν εὖ φρονῶν ἀνέχεσθαι δύναιτο ἐξ ἑωθινοῦ γυναικὸς ὡραϊσμένης ἐπικτήτοις σοφίσμασιν, ἧς ὁ μὲν ἀληθῶς χαρακτὴρ ἄμορφος. ἀλλότριοι δὲ κόσμοι τὸ τῆς φύσεως ἀπρεπὲς βουκολοῦσιν.

Λυκίνος

εἰ γοῦν ἀπὸ τῆς νυκτέρου κοίτης πρὸς ὄρθρον ἂν ἴδοι τις ἀνισταμένας γυναῖκας, αἰσχίω νομίσει θηρίων τῶν πρωΐας ὥρας ὀνομασθῆναι δυσκληδονίστων· ὅθεν ἀκριβῶς οἴκοι καθείργουσιν αὑτὰς οὐδενὶ τῶν ἀρρένων βλεπομένας· γρᾶες δὲ καὶ θεραπαινίδων ὁ σύμμορφος ὄχλος ἐν κύκλῳ περιεστᾶσι ποικίλοις φαρμάκοις καταφαρμακεύουσαι τὰ δυστυχῆ πρόσωπα· οὐ γὰρ ὕδατος ἀκράτῳ νάματι τὸν ὑπνηλὸν ἀπονιψάμεναι κάρον εὐθὺς ἅπτονται σπουδῆς ἐχομένου τινὸς πράγματος, ἀλλ’ αἱ πολλαὶ τῶν διαπασμάτων συνθέσεις τὸν ἀηδῆ τοῦ προσώπου χρῶτα φαιδρύνουσιν, ὡς δὲ ἐπὶ δημοτελοῦς πομπῆς ἄλλο τι ἄλλη τῶν ὑπηρετουσῶν ἐγκεχείρισται, λεκανίδας ἀργυρᾶς καὶ προχόους ἔσοπτρά τε καὶ καθάπερ ἐν φαρμακοπώλου πυξίδων ὄχλον, ἀγγεῖα μεστὰ πολλῆς κακοδαιμονίας, ἐν οἷς ὀδόντων σμηκτικαὶ δυνάμεις ἢ βλέφαρα μελαίνουσα τέχνη θησαυρίζεται.

Λυκίνος

τὸ δὲ πλεῖστον ἀναλίσκει μέρος ἡ πλοκὴ τῶν τριχῶν· αἱ μὲν γὰρ φαρμάκοις ἐρυθαίνειν δυναμένοις πρὸς ἡλίου μεσημβρίαν τοὺς πλοκάμους ἴσα ταῖς τῶν ἐρίων χροιαῖς ξανθῷ μεταβάπτουσιν ἄνθει τὴν ἰδίαν κατακρίνουσαι φύσιν· ὁπόσαις δὲ ἀρκεῖν ἡ μέλαινα χαίτη νομίζεται, τὸν τῶν γεγαμηκότων πλοῦτον εἰς ταύτην ἀναλίσκουσιν ὅλην Ἀραβίαν σχεδὸν ἐκ τῶν τριχῶν ἀποπνέουσαι, σιδηρᾶ τε ὄργανα πυρὸς ἀμβλείᾳ φλογὶ χλιανθέντα βία τὴν ἑλίκων οὐλότητα διαπλέκχει, καὶ περίεργοι μὲν αἱ μέχρι τῶν ὀφρύων ἐφειλκυσμέναι κόμαι βραχὺ τῷ μετώπῳ τὸ μεταίχμιον ἀφιᾶσι, σοβαρῶς δὲ ἄχρι τῶν μεταφρένων οἱ ὄπισθεν ἐπισαλεύονται πλόκαμοι.

Λυκίνος

καὶ μετὰ τοῦτο ἀνθοβαφῆ πέδιλα τῆς σαρκὸς ἐνδοτέρω τοὺς πόδας ἐπισφίγγοντα καὶ λεπτοϋφὴς ἐς πρόφασιν ἐσθὴς ὑπὲρ τοῦ δοκεῖν μὴ γεγυμνῶσθαι. πάντα δὲ τὰ ἐντὸς αὐτῆς γνωριμώτερα τοῦ προσώπου χωρὶς τῶν ἀμόρφως προπεπτωκότων μαζῶν, οὓς ἀεὶ περιφέρουσι δεσμώτας. τί δεῖ τὰ τούτων πλουσιώτερα κακὰ διεξιέναι; λίθους Ἐρυθραίους κατὰ τῶν λοβῶν πολυτάλαντον ἠρτημένους βρῖθος ἢ τοὺς περὶ καρποῖς καὶ βραχίοσι δράκοντας, ὡς ὤφελον ὄντως ἀντὶ χρυσίου δράκοντες εἶναι· καὶ στεφάνη μὲν ἐν κύκλῳ τὴν κεφαλὴν περιθεῖ λίθοις Ἰνδικαῖς διάστερος, πολυτελεῖς δὲ τῶν αὐχένων ὅρμοι καθεῖνται, καὶ ἄχρι τῶν ποδῶν ἐσχάτων καταβέβηκεν ὁ ἄθλιος χρυσὸς ἅπαν, εἴ τι τοῦ σφυροῦ γυμνοῦται, περισφίγγων. ἄξιον δ’ ἦν σιδήρῳ τὰ περίσφυρα σκέλη πεπεδῆσθαι. κἀπειδὰν αὐτῶν ὅλον τὸ σῶμα νόθης εὐμορφίας ἐξαπατῶντι κάλλει διαμαγευθῇ, τὰς ἀναισχύντους παρειὰς ἐρυθαίνουσιν ἐπιχρίστοις φύκεσιν, ἵνα τὴν ὑπέρλευκον αὐτῶν καὶ πίονα χροιὰν τὸ πορφυροῦν ἄνθος ἐπιφοινίξῃ.

Λυκίνος

τίς οὖν ὁ μετὰ τὴν τοσαύτην παρασκευὴν βίος; εὐθὺς ἀπὸ τῆς οἰκίας ἔξοδοι, καὶ πᾶς θεὸς ἐπιτρίβων τοὺς γεγαμηκότας, ὧν ἐνίων οἱ κακοδαίμονες ἄνδρες οὐδὲ αὐτὰ ἴσασι τὰ ὀνόματα, Κωλιάδας, εἰ τύχοι, καὶ Γενετυλλίδας ἢ τὴν Φρυγίαν δαίμονα καὶ τὸν δυσέρωτα κῶμον ἐπὶ τῷ ποιμένι. τελεταὶ δὲ ἀπόρρητοι καὶ χωρὶς ἀνδρῶν ὕποπτα μυστήρια καὶ — τί γὰρ δεῖ περιπλέχειν; — ψυχῆς. διαφθορὰ ἐπειδὰν δὲ τούτων ἀπαλλαγῶσιν, οἴκοι εὐθὺς τὰ μακρὰ λουτρά, καὶ πολυτελὴς μὲν νὴ Δία τράπεζα, πολὺς δὲ ὁ μετὰ τῶν ἀνδρῶν ἀκκισμός. ἐπειδὰν γὰρ ὑπέρπλεω γένωνται ταῖς παρ’ αὐταῖς γαστριμαργίαις, οὐκέτ’ οὐδὲ τοῦ φάρυγγος αὐταῖς παραδέχεσθαι δυναμένου τι σιτίον, ἄκροις δακτύλοις ἐπιγράφουσαι τῶν παρακειμένων ἕκαστον ἀπογεύονται νύκτας ἐπὶ τούτοις διηγούμεναι καὶ τοὺς ἑτερόχρωτας ὕπνους καὶ θηλύτητος εὐνὴν γέμουσαν, ἀφ’ ἧς ἀναστὰς ἕκαστος εὐθὺ λουτροῦ χρεῖός ἐστιν.

Λυκίνος

Ταυτὶ μὲν οὖν εὐσταθοῦς βίου τεκμήρια· τῶν δὲ πικροτέρων εἴ τις ἐθελήσειε τὸ ἀληθὲς κατὰ μέρος ἐξετάζειν, ὄντως καταράσεται Προμηθεῖ τὴν Μενάνδρειον ἐκείνην ἀπορρήξας φωνήν· Εἶτ’ οὐ δικαίως προσπεπατταλευμένον γράφουσι τὸν Προμηθέα πρὸς ταῖς πέτραις; καὶ γίνετ’ αὐτῷ λαμπάς, ἄλλο δ’ οὐδὲ ἕν ἀγαθόν. ὃ μισεῖν οἶμ’ ἅπαντας τοὺς θεοῦς, γυναῖκας ἔπλασεν, ὦ πολυτίμητοι θεοί, ἔθνος μιαρόν. γαμεῖ τις ἀνθρώπων, γαμεῖ; λάθριοι τὸ λοιπὸν γὰρ ἐπιθυμίαι κακαί, γαμηλίῳ λέχει τε μοιχὸς ἐντρυφῶν καὶ φαρμακεῖαι καὶ νόσων χαλεπώτατος φθόνος, μεθ’ οὗ ξῇ πάντα τὸν βίον γυνή. τίς ταῦτα τὰ ἀγαθὰ διώκει; τίνι βίος ὁ δυστυχὴς οὗτος θυμήρης;

Λυκίνος

ἄξιον τοίνυν ἀντιθεῖναι τοῖς θήλεσι κακοῖς τὴν ἄρρενα τῶν παίδων ἀγωγήν. ὄρθριος ἀναστὰς ἐκ τῆς ἀζύγου κοίτης τὸν ἐπὶ τῶν ὀμμάτων ἔτι λοιπὸν ὕπνον ἀπονιψάμενος ὕδατι λιτῷ καὶ τὴν ἱερὰν χλαμύδα ταῖς ἐπωμίοις περόναις συρράψας ἀπὸ τῆς πατρῴας ἑστίας ἐξέρχεται κάτω κεκυφὼς καὶ μηδένα τῶν ἀπαντώντων ἐξ ἐναντίου προσβλέπων· ἀκόλουθοι δὲ καὶ παιδαγωγοὶ χορὸς αὐτῷ κόσμιος ἕπονται τὰ σεμνὰ τῆς ἀρετῆς ἐν χερσὶν ὄργανα κρατοῦντες, οὐ πριστοῦ κτενὸς ἐντομὰς κόμην καταψήχειν δυναμένας οὐδὲ ἔσοπτρα τῶν ἀντιμόρφων χαρακτήρων ἀγράφους εἰκόνας, ἀλλ’ ἢ πολύπτυχοι δέλτοι κατόπιν ἀκολουθοῦσιν ἢ παλαιῶν ἔργων ἀρετὰς φυλάττουσαι βίβλοι, κἂν εἰς μουσικοῦ δέῃ φοιτᾶν, εὐμελὴς λύρα.

Λυκίνος

πᾶσι δὲ τοῖς φιλοσόφοις ψυχῆς μαθήμασι λιπαρῶς ἐναθλήσας, ἐπειδὰν ἡ διάνοια τῶν ἐγκυκλίων ἀγαθῶν κορεσθῇ, τὸ σῶμα ταῖς ἐλευθερίοις ἀσκήσεσιν ἐκπονεῖ· Θεσσαλοὶ γὰρ ἵπποι μέλουσιν αὐτῷ· καὶ βραχὺ τὴν νεότητα πωλοδαμνήσας ἐν εἰρήνῃ μελετᾷ τὰ πολεμικὰ ἄκοντας ἀφιεὶς καὶ βέλη δι᾿ εὐστόχου δεξιᾶς ἀποπάλλων. εἶθ’ αἱ λιπαραὶ παλαῖστραι, καὶ πρὸς ἡλίου μεσημβρινὸν θάλπος ἐγκονίεται τὸ σῶμα πυκνούμενον, οἵ τε τῶν ἐναγωνίων πόνων ἀποσταλάζοντες ἱδρῶτες, μεθ’ οὓς λουτρὰ σύντομα καὶ τράπεζα τῇ μετὰ μικρὸν ἐπινήφουσα πράξει· πάλιν γὰρ αὐτῷ διδάσκαλοι καὶ παλαιῶν ἔργων αἰνιττόμεναι καὶ ἐπιμελούμεναι μνῆμαι, τίς ἀνδρεῖος ἥρως ἢ τίς ἐπὶ φρονήσει μαρτυρούμενος ἢ οἷοι δικαιοσύνην καὶ σωφροσύνην ἠσπάσαντο. τοιαύταις ἀρεταῖς ἁπαλὴν ἔτι τὴν ψυχὴν ἐπάρδων, ὅταν ἑσπέρα τὴν πρᾶξιν ὁρίσῃ, τῇ γαστρὸς ἀνάγκῃ τὸν ὀφειλόμενον δασμὸν ἐπιμετρήσας ἡδίους ὕπνους καθεύδει τοῖς μεθ’ ἡμέραν καμάτοις ἐπηρεμῶν ἐπίφθονον.

Λυκίνος

τίς οὐκ ἂν ἐραστὴς ἐφήβου γένοιτο τοιούτου; τίνι δ’ οὕτω τυφλαὶ μὲν αἱ τῶν ὀμμάτων βολαί, πηροὶ δὲ οἱ τῆς διανοίας λογισμοί; πῶς δ’ οὐκ ἂν ἀγαπήσαι τὸν ἐν παλαίστραις μὲν Ἑρμῆν, Ἀπόλλωνα δὲ ἐν λύραις, ἱππαστὴν δὲ ὡς Κάστορα, θείας δὲ ἀρετὰς διὰ θνητοῦ διώκοντα σώματος; ἀλλ’ ἐμοὶ μέν, δαίμονες οὐράνιοι, βίος εἴη διηνεκὴς οὗτος, ἀπαντικρυ τοῦ φίλου καθέζεσθαι καὶ πλησίον ἡδὺ λαλοῦντος ἀκούειν, ἐξιόντι δὲ αὐτῷ συνεξιέναι καὶ παντὸς ἔργου κοινῶνίαν ἔχειν. εὔξαιτο μὲν οὖν ἐρῶν τις δι᾿ ἀπταίστου καὶ ἀκλινοῦς βίου τὸν στεργόμενον ἀλύπως εἰς γῆρας ὁδεῦσαι μηδεμιᾶς τύχης πειράσαντα βάσκανον ἐπήρειαν. εἰ δὲ καί, οἷος ἀνθρωπίνης φύσεως νόμος, νόσος ἐπιψαύσειεν αὐτοῦ. κάμνοντι συννοσήσω καὶ διὰ χειμερίου θαλάττης ἀναγομένῳ συμπλεύσομαι· κἂν τυραννικὴ βία δεσμὰ περιάψῃ, τὸν ἴσον ἐμαυτῷ περιθήσω σίδηρον· ἐχθρὸς ἅπας ὁ μισῶν ἐκεῖνον ἐμὸς ἔσται, καὶ φιλήσω τοὺς πρὸς αὐτὸν εὐνοϊκῶς ἔχοντας· εἰ δὲ λῃστὰς ἢ πολεμίους θεασαίμην ἐπ᾿ αὐτὸν ὁρμῶντας, ὁπλισαίμην καὶ παρὰ δύναμιν· κἂν ἀποθάνῃ, ξῆν οὐκ ἀνέξομαι· τελευταίας δὲ ἐντολὰς τοῖς μετ’ ἐκεῖνον ὑπ’ ἐμοῦ στεργομένοις ἐπιθήσομαι κοινὸν ἀμφοτέροις ἐπιχῶσαι τάφον, ὀστέοις δὲ ἀναμίξαντας ὀστέα μηδὲ τὴν κωφὴν κόνιν ἀπ᾿ ἀλλήλων διακρῖναι.

Λυκίνος

ταῦτα δ’ οὐ πρῶτοι χαράξουσιν οἱ ἐμοὶ πρὸς τοὺς ἀξίους ἔρωτες, ἀλλ’ ἡ θεοῖς γείτων ἡρωϊκὴ φρόνησις ἐνομοθέτησεν, ἐν οἷς ὁ φιλίας ἔρως ἄχρι θανάτου συνεξέπνευσεν. Φωκὶς ἐκ νηπίων ἔτι χρόνων Ὀρέστην Πυλάδῃ συνήψειν· θεὸν δὲ τῶν πρὸς ἀλλήλους παθῶν μεσίτην λαβόντες ὡς ἐφ’ ἑνὸς σκάφους τοῦ βίου συνέπλευσαν· ἀμφότεροι Κλυταιμνήστραν ἀνῄρουν ὡς Ἀγαμέμνονος παῖδες, ὑπ’ ἀμφοῖν Αἴγισθος ἐφονεύετο· τὰς Ὀρέστην ἐλαυνούσας Ποινὰς Πυλάδης ἐνόσει μᾶλλον, κρινομένῳ συνηγωνίζετο. τὴν δὲ ἐρωτικὴν φιλίαν οὐδὲ τοῖς τῆς Ἑλλάδος ὅροις ἐμέτρησαν, ἀλλ’ ἐπὶ τοὺς ἐσχάτους Σκυθῶν τέρμονας ἔπλευσαν, ὁ μὲν νοσῶν, ὁ δὲ θεραπεύων. τῆς γοῦν Ταυρικῆς γῆς ἐπιβαίνοντας εὐθὺς ἡ μητροκτόνος αὐτοὺς Ἐρινὺς ἐξενοδόχησε, καὶ τῶν βαρβάρων ἐν κύκλῳ περιεστώτων ὁ μὲν ὑπὸ τῆς συνήθους μανίας πεσὼν ἔκειτο, Πυλάδης δὲ ἀφρόν τ’ ἀπέψα σώματός τ’ ἐτημέλει πέπλου τε προὐκάλυπτεν εὐπήκτους ὑφάς, οὐκ ἐραστοῦ μόνον, ἀλλὰ καὶ πατρὸς ἐνδεικνύμενος ἦθος. ἡνίκα γοῦν ἐκρίθη θατέρου μένοντος ἐπὶ τῷ φονευθῆναι τὸν ἕτερον ἐς Μυκήνας ἀπιέναι κομιοῦντα γράμματα, μένειν ὑπὲρ ἀλλήλων ἀμφότεροι θέλουσιν ἑκάτερος ἐν θατέρῳ ζῶντι ζῆν ἑαυτὸν ἡγούμενος. ἀπωθεῖται δὲ τὰς ἐπιστολὰς Ὀρέστης ὡς Πυλάδου λαβεῖν ἀξιωτέρου, μόνον οὐκ ἐραστὴς ἀντ’ ἐρωμένου γενόμενος· τὸ γὰρ σφαγῆναι τόνδ’ ἐμοὶ βάρος μέγα· ὁ ναυστολῶν γάρ εἰμ’ ἐγὼ τὰς συμφορᾶς. καὶ μετ’ ὀλίγον φησί, τῷδε μὲν δέλτον δίδου· πέμψω γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν· ἡμᾶς δ’ ὁ χρῄζων κτεινέτω.

Λυκίνος

καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν· ὅταν γὰρ ἐκ παίδων ὁ σπουδαῖος ἔρως ἐντραφεὶς ἐπὶ τὴν ἤδη λογίζεσθαι δυνα μένην ἡλικίαν ἀνδρωθῇ, τὸ πάλαι φιληθὲν ἀμοιβαίους ἔρωτας ἀνταποδίδωσι, καὶ δυσχερὲς αἰσθέσθαι ποτέρου πότερος ἐραστής ἐστιν, ὥσπερ ἀπ᾿ ἐσόπτρου τῆς τοῦ φιλήσαντος εὐνοίας ἐπὶ τὸν ἐρώμενον ὁμοίου πεσόντος εἰ δώλου. τί δὴ οὖν τοῦ καθ’ ἡμᾶς βίου ξένην αὐτὸ τρυφὴν ὀνειδίζεις θείοις νόμοις ὁρισθὲν ἐκ διαδοχῆς ἐφ’ ἡμᾶς καταβεβηκός; ἀσμένως δὲ αὐτὸ δεξάμενοι μεθ’ ἁγνῆς διανοίας νεωκοροῦμεν· ὄλβιος γὰρ ὡς ἀληθῶς κατὰ τὴν τῶν σοφῶν ἀπόφασιν, ᾧ παῖδές τε νέοι καὶ μώνυχες ἵπποι, γηράσκει δ’ ὁ γέρων κεῖνος ἐλαφρότατα, κοῦροι τὸν φιλέουσιν. αἵ γε μὴν Σωκρατικαὶ διδασκαλίαι καὶ τὸ λαμπρὸν ἐχεῖνο τῆς ἀρετῆς δικαστήριον τοῖς Δελφικοῖς τρίποσιν ἐτιμήθη· χρησμὸν γὰρ ἀληθείας ὁ Πύθιος ἐθέσπισεν, ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος, ὃς ἅμα τοῖς ἄλλοις μαθήμασιν, ἐξ ὧν τὸν βίον ὤνησε, καὶ τὸ παιδεραστεῖν ὡς μάλιστα ὠφελοῦν προσήκατο.

Λυκίνος

δεῖ δὲ τῶν νέων ἐρᾶν ὡς Ἀλχιβιάδου Σωκράτης. ὃς ὑπὸ μιᾷ χλαμύδι πατρὸς ὕπνους ἐκοιμήθη. καὶ ἔγωγε τὸ Καλλιμάχειον ἐπὶ τέλει τῶν λόγων ἥδιστα προσθείην ἂν ἅπασι κήρυγμα· Αἴθε γάρ, ὦ κούροισιν ἐπ᾿ ὄμματα λίχνα φέροντες, Ἐρχίος ὡς ὑμῖν ὥρισε παιδοφιλεῖν, ὧδε νέων ἐράοιτε, πόλιν κ᾿ εὔανδρον ἔχοιτε. ταῦτ’ εἰδότες, ὦ νεανίαι, σωφρόνως παισὶν ἀγαθοῖς πρόσιτε μηδὲ ὀλίγης τέρψεως εἵνεκεν τὴν μακρὰν ἐκχέοντες εὔνοιαν ἄχρι τῆς ἀκμῆς πλαστὰ τὰ τοῦ φιλεῖν πάθη προβάλλεσθε, τὸν δ’ οὐράνιον Ἔρωτα προσκυνοῦντες εἰς γῆρας ἀπὸ παίδων βέβαια τηρεῖτε τὰ πάθη· τοῖς γὰρ οὕτω φιλοῦσιν ἥδιστος μὲν ὁ τοῦ ζῆν χρόνος οὐδεμιᾶς ἀπρεποῦς συνειδήσεως παροικούσης, ἀοίδιμοι δὲ μετὰ θάνατον εἰς πάντας ἐκφοιτῶσι κλῃδόνες. εἰ δὲ δεῖ φιλοσόφων παισὶ πιστεύειν, αἰθὴρ μετὰ γὴν ἐκδέχεται τοὺς ταῦτα ζηλοῦντας· εἰς δὲ ἀμείνονα βίον ἀποθανόντες ἔχουσι τῆς ἀρετῆς γέρας τὸ ἄφθαρτον.

Λυκίνος

Τοιαῦτα τοῦ Καλλικρατίδου σφόδρα νεανικῶς σεμνολογησαμένου Χαρικλέα μὲν ἐκ δευτέρου λέγειν πειρώμενον ἐπέσχον· ὥρα γὰρ ἦν ἐπὶ ναῦν κατιέναι. δεομένων δ’ ὅ τι φρονοίην ἀποφήνασθαι, δι’ ὀλίγου τοὺς ἑκατέρου λόγους ἀφριθμησάμενος, Οὐκ ἐξ ὑπογύου, φημί, καὶ παρημελημένως ὑμῖν, ὦ ἑταῖροι, τὰ τῶν λόγων ἔοικεν ἀπεσχεδιάσθαι, διηνεκοῦς δὲ καὶ νὴ Δί’ ἐρρωμένης φροντίδος ἐναργῆ ταῦτ’ ἐστὶν ἴχνη· σχεδὸν γὰρ οὐδέν ἐστιν ὅ τι τῶν λεκτέων εἰπεῖν ἑτέρῳ δύνασθαι παρήκατε. καὶ πολλὴ μὲν ἡ τῶν πραγμάτων ἐμπειρία, πλείων δ’ ἡ τῶν λόγων δεινότης, ὥστ’ ἔγωγε ἂν εὐξαίμην, εἴπερ ἦν ἐν δυνατῷ, γενέσθαι Θηραμένης ἐκεῖνος ὁ Κόθορνος, ἵν’ ἄμφω νενικηκότες ἐξ ἴσου βαδίζοιτε. πλὴν ἐπειδήπερ ἀνήσειν οὐκ ἐοίκατε καὶ αὐτὸς ἐν τῷ μεταξὺ πλῷ περὶ τῶν αὐτῶν οὐ κέκρικα διοχλεῖσθαι, τὸ μάλιστα παραστὰν εἶναί μοι δίκαιον ἀποφανοῦμαι.

Λυκίνος

γάμοι μὲν ἀνθρώποις βιωφελὲς πρᾶγμα καὶ μακάριον, ὁπόταν εὐτυχῶνται. παιδικοὺς δ’ ἔρωτας, ὅσοι φιλίας ἁγνὰ δίκαια προμνῶνται, μόνης φιλοσοφίας ἔργον ἡγοῦμαι. διὸ δὴ γαμητέον μὲν ἅπασι, παιδεραστεῖν δὲ ἐφείσθω μόνοις τοῖς σοφοῖς· ἥκιστα γὰρ ἐν γυναιξὶν ὁλόκληρος ἀρετὴ φύεται. καὶ σὺ δ’, ὦ Χαρίκλεις, μηδὲν ἀχθεσθῇς, εἰ ταῖς Ἀθήναις ἡ Κόρινθος εἴξει.

Λυκίνος

κἀγὼ μὲν ὑπ’ αἰδοῦς συντόμῳ λόγῳ τὴν κρίσιν ἐπισπεύσας ἐξανέστην· ἑώρων γὰρ ὑπερκατηφῆ τὸν Χαρικλέα παρὰ μικρὸν ὡς θανάτου κατάκριτον ὁ δ’ Ἀθηναῖος ἱλαρῷ τῷ προσώπῳ φαιδρὸς ἀναπηδήσας προῄει σφόδρα σοβαρῶς· εἴκασεν ἄν τις αὐτὸν ἐν Σαλαμῖνι Πέρσας κατανεναυμαχηκέναι. καὶ τοῦτό γε τῆς κρίσεως ἀπωνάμην, λαμπρότερον ἡμᾶς ἑστιάσαντος αὐτοῦ τἀπινίκια· καὶ γὰρ ἦν ἄλλως τὸν βίον μεγαλοφρονέστερος. ἡσυχῇ δὲ καὶ τὸν Χαρικλέα παρηγορησάμην ἐπὶ τῇ δεινότητι τῶν λόγων συνεχὲς ὑπερθαυμάζων, ὅτι δυσχερεστέρῳ μέρει δυνατῶς συνηγόρησεν.

Λυκίνος

ἀλλ’ ἡ μὲν ἐν Κνίδῳ διατριβὴ καὶ τὰ παρὰ τῇ θεῶ λαληθέντα σπουδὴν ἱλαρὰν ἅμα καὶ παιδιὰν εὔμουσον ἐσχηκότα τῇδέ πη διεκρίθη. σὺ δέ, ὦ Θεόμνηστε, ὁ τὴν ἕωλον ἡμῶν ἐκκαλεσάμενος μνήμην, εἰ δικαστὴς τότ᾿ ἦσθα, πῶς ἂν ἀπεφήνω;

Θεόμνηστος

Μελητίδην ἡ Κόροιβον οἴει με πρὸς θεῶν, ἵνα τοῖς ὑπὸ σοῦ δικαίως κριθεῖσιν ἐναντίαν φέρω ψῆφον; ὃς ὑπ’ ἄκρας ἡδονῆς τῶν λεγομένων ἐν Κνίδῳ διατρίβειν ᾠόμην ὀλίγου τὸ βραχὺ τοῦτο δωμάτιον αὐτὸν ἡγούμενος εἶναι τὸν νεὼν ἐκεῖνον. ὅμως δ’ οὖν —γὰρ οὐδὲν ἀπρεπὲς ἐν ἑορτῇ λέγεσθαι, πᾶς δὲ γέλως, κἂν περίεργος ᾖ, πανηγυρίζειν δοκεῖ — τοὺς ἄγαν ὑπὸ τοῦ παι δεραστεῖν κατωφρυωμένους λόγους ἐθαύμαζον μὲν ἐπὶ τῇ σεμνότητι, πλὴν οὐ πάνυ θυμῆρες ὠόμην, ἐφήβῳ παιδὶ συνδιημερεύοντα Τανταλείους δίκας ὑποφέρειν, καὶ τοῖς ὄμμασι τοῦ κάλλους μονονουχὶ προσκλύζοντος, ἐξὸν ἀρύσασθαι, διψὴν ὑπομένειν· οὐ γὰρ ἀπόχρη τὸ θεωρεῖν ἐρώμενον οὐδ’ ἀπαντικρὺ καθημένου καὶ λαλοῦντος ἀκούειν, ἀλλ’ ὥσπερ ἡδονῆς κλίμακα συμπηξάμενος ἔρως πρῶτον ἔχει βαθμὸν ὄψεως, ἵνα ἴδῃ, χἂν θεάσηται, ποθεῖ προσάγων ἐφάψασθαι· δι’ ἄκρων γοῦν δακτύλων κἂν μόνον θίγῃ, τὰ τῆς ἀπολαύσεως εἰς ἅπαν διαθεῖ τὸ σῶμα. τυχὼν δ’ εὐμαρῶς τούτου τρίτην πεῖραν ἐπάγει φιλήματος, οὐκ εὐθὺς περίεργον, ἀλλ’ ἠρέμα χείλη προσεγγίσας χείλεσιν, ἃ πρὶν ἢ ψαῦσαι τελείως, ἀπέστη, μηδὲν ὑπονοίας ἴχνος καταλιπών· εἶτα πρὸς τὸ παρεῖκον ἁρμοζόμενος ἀεὶ λιπαρεστέροις μὲν ἀσπάσμασιν ἐντέτηκεν, ἔσθ’ ὅτε καὶ διαστέλλων ἡσυχῇ τὸ στόμα, τῶν δὲ χειρῶν οὐδεμίαν παρίησιν ἀργήν· αἱ γὰρ φανεραὶ μετὰ τῶν ἐσθήτων περιπλοκαὶ τὴν ἡδονὴν συνάπτουσιν, ἢ λάθριος ὑγρῶς ἡ δεξιὰ κατὰ κόλπου δῦσα μαστοὺς βραχὺ τὴν φύσιν ὑπεροιδῶντας πιέζει, καὶ σφριγώσης γαστρὸς ἀμφιλαφὲς τοῖς δακτύλοις ἐπιδράττεται ὁμαλῶς, μετὰ τοῦτο καὶ πρωτόχνουν ἄνθος ἥβης. καὶ τί τἄρρητ’ ἀναμετρήσασθαί με δεῖ; τοσαύτης τυχὼν ἐξουσίας ὁ ἔρως θερμοτέρου τινὸς ἅπτεται πράγματος· εἶτ’ ἀπὸ μηρῶν προοιμιασάμενος κατὰ τὸν κωμικὸν αὐτὸ ἐπάταξεν.

Θεόμνηστος

ἐμοὶ μὲν οὕτω παιδεραστεῖν γένοιτο· μετεωρολέσχαι δὲ καὶ ὅσοι τὴν φιλοσοφίας ὀφρὺν ὑπὲρ αὐτοὺς τοὺς κροτάφους ὑπερήρκασι, σεμνῶν ὀνομάτων κομψεύμασι τοὺς ἀμαθεῖς ποιμαινέτωσαν· ἐρωτικὸς γὰρ ἦν, εἴπερ τις, καὶ ὁ Σωκράτης. καὶ ὑπὸ μίαν Ἀλκιβιάδης αὐτῷ χλανίδα κλιθεὶς οὐκ ἀπλὴξ ἀνέστη. καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ Πάτροκλος ὑπ’ Ἀχιλλέως ἠγαπᾶτο μέχρι τοῦ καταντικρὺ καθέζεσθαι δέγμενος Αἰακίδην, ὁπότε λήξειεν ἀείδων, ἀλλ’ ἦν καὶ τῆς ἐκείνων φιλίας μεσῖτις ηδονή· στένων γοῦν Ἀχιλλεὺς τὸν Πατρόκλου θάνατον ἀταμιεύτῳ πάθει πρὸς τὴν ἀλήθειαν ἀπερράγη, μηρῶν τε τῶν σῶν εὐσέβησ’ ὁμιλίαν κλαίων. τούς γε μὴν ὀνομαζομένους παρ’ Ἕλλησι κωμαστὰς οὐδὲν ἀλλ’ ἢ δήλους ἐραστὰς νομίζω. τάχα φήσει τις αἰσχρὰ ταῦτ’ εἶναι λέγεσθαι, πλὴν ἀληθῇ γε νὴ τὴν Κνιδίαν Ἀφροδίτην.

Λυκίνος

Οὐκ ἀνέξομαί σου, φίλε Θεόμνηστε, ἄλλην ἀρχὴν καταβαλλομένου τρίτων λόγων, ἧς ἀκούειν ἐν ἑορτῇ μόνον εἰκός ἐστι, τἄλλα δὲ τῶν ἐμῶν ὤτων πόρρω ἀποικιεῖν. ἀφέμενοι δὲ τοῦ παρέλκειν πλείω χρόνον εἰς ἀγορὰν ἐξίωμεν· ἤδη γὰρ εἰκός ἐστιν ὑφάπτεσθαι τῷ θεῷ τὴν πυράν. ἔστι δ’ οὐκ ἀτερπὴς ἡ θέα τῶν ἐν Οἴτῃ παθῶν ὑπομιμνήσκουσα τοὺς παρόντας.