Greek produced via Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
Needs further proofreading refinement. Oddities in OCR capture include ζ/ξ confusion, χ/κ confusion, capitalization errors, missed hyphenization at line breaks and page breaks, word transposition after em dashes, punctuation confusion where comma is read as period and Greek semi-colon is misread.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts section.
Περιπάτους ἔτυχον χθές, ὦ Χαρίδημε, ποιούμενος ἐν τῷ προαστείῳ ἅμα μὲν καὶ τῆς παρὰ τῶν ἀγρῶν χάριν ῥᾳστώνης, ἅμα δὲ — ἔτυχον γάρ τι μελετῶν — καὶ δεόμενος ἡσυχίας. ἐντυγχάνω δὴ Προξένῳ τῷ Ἐπικράτους· προσειπὼν δὲ ὥσπερ εἰώθειν, ἠρώ τῶν ὅθεν τε πορεύοιτο καὶ ὅποι βαδίξοι. ὁ δὲ ἥκειν μὲν ἔφη καὶ αὐτὸς ἐκεῖ παραμυθίας χάριν, ἥπερ εἰώθει πρὸς τὴν ὄψιν γίνεσθαι τῶν ἀγρῶν, ἀπολαύσων δὲ καὶ τῆς τούτους ἐπιπνεούσης εὐκράτου καὶ κούφης αὔρας, ἀπὸ συμποσίου μέντοι καλλίστου γεγονότος ἔν Πειραιεῖ ἐν Ἀνδροκλέους τοῦ Ἐπιχάρους τὰ ἐπινίκια τεθυκότος Ἑρ μῇ, ὅτι δὴ βιβλίον ἀναγνοὺς ἐνίκησεν ἐν ΖΔιασίοις.
ἔφασκε δὴ ἄλλα τε πολλὰ γεγενῆσθαι ἀστεῖα καὶ χαρίεντα, καὶ δὴ καὶ κάλλους ἐγκώμια εἰρῆσθαι τοῖς ἀνδράσιν, ἃ ἐκεῖνον μὲν μὴ δύνασθαι εἰπεῖν ὑπό τε γήρως ἐπιλελησμένον ἄλλως τε δὲ καὶ οὐκ ἐπὶ πολὺ λόγων μετεσχηκότα, σὲ δ᾽ ἂν ῥᾳδίως εἰπεῖν ἅτε καὶ αὐτὸν ἐγκεκωμιακότα καὶ τοῖς ἄλλοις παρ᾽ ὅλον τὸ συμπόσιον προσεσχηκότα τὸν νοῦν.
Γέγονε ταῦτα, ὦ Ἔρμιππε. οὐ μέντοι γε οὐδ᾽ ἐμοὶ ῥᾴδιον ἐπ᾿ ἀκριβείας ἅπαντα διεξιέναι· οὐ γὰρ οἷόν τε ἦν πάντων ἀκούειν θορύβου πολλοῦ γινομένου τῶν τὲ διακονουμένων τῶν τε ἑστιωμένων, ἄλλως τε καὶ τῶν δυσχερεστέρων ὂν μεμνῆσθαι λόγους ἐν συμποσίῳ γενομένους· οἶσθα γὰρ ὡς ἐπιλήσμονας ποιεῖ καὶ τοὺς λίαν μνημονικωτάτους. πλὴν ἀλλὰ σὴν χάριν ὡς ἂν οἷός τε ὦ τὴν διήγησιν πειράσομαι ποιεῖσθαι, μηδὲν παραλείπων ὧν ἂν ἐνθυμηθῶ.
Τούτων μὲν δὴ ἕνεκα οἶδά σοι χάριν. ἀλλ᾽ εἴ μοι τον πάντα λόγον ἐξ ἀρχῆς ἀποδοίης, ὅ τι τε ἦν ὅπερ ἀνέγνω βιβλίον Ἀνδροκλῆς τίνα τε νενίκηκε καὶ τίνας ὑμᾶς εἰς τὸ συμπόσιον κέκληκεν, οὕτως ἂν ἱκανὴν καταθεῖο τὴν χάριν.
Τὸ μὲν δὴ βιβλίον ἦν ἐγκώμιον Ἡρακλέους ἔκ τινος ὀνείρατος, ὡς ἔλεγε, πεποιημένον αὐτῷ· νενίκηκε δὲ Διότιμον τὸν Μεγαρόθεν ἀνταγωνισάμενον αὐτῷ περὶ τῶν ἀσταχύων, μᾶλλον δὲ περὶ τῆς δόξης.
Τί δ᾽ ἦν ὃ ἐκεῖνος ἀνέγνω βιβλίον;
Ἐγκώμιον τοῖν Διοσκούροιν. ἔφασκε δὲ καὶ
παρῆσαν μέντοι τῷ συμποσίῳ καὶ ἄλλοι πολλοὶ οἱ μὲν συγγενεῖς αὐτῷ, οἱ δὲ καὶ
Μηδαμῶς, ὦ ἑταῖρε, μὴ πρὶν τῶν ἐγκωμίων ἄρξῃ, πρὶν ἄν μοι καὶ τὴν αἰτίαν ἀποδῷς, ὑφ’ ἧς εἰς τούτους προήχθητε τοὺς λόγους.
Εἰκῆ διατρίβεις ἡμᾶς, ὦγαθέ, πάλαι δυναμένους τὸν ἅπαντα λόγον διελθόντας ἀπαλλαγῆναι. πλὴν ἀλλὰ τί τις ἂν χρήσαιτο, ὁπότε φίλος τις ὢν βιάζοιτο; ἀνάγκη γὰρ ὑφίστασθαι πᾶν ὁτιοῦν.
ἣν δὲ ξητεῖς αἰτίαν τῶν λόγων, αὐτὸς ἦν Κλεώνυμος ὁ καλός· καθημένου γὰρ αὐτοῦ μεταξὺ ἐμοῦ τε καὶ Ἀνδροκλέους τοῦ θείου. πολὺς ἐγίνετο λόγος τοῖς ἰδιώταις περὶ αὐτοῦ ἀποβλέπουσί τε εἰς αὐτὸν καὶ ὑπερεκπεπληγμένοις τὸ κάλλος. σχεδὸν οὖν πάντων ὀλιγωρήσαντες κάθηντο διεξιόντες ἐγκώμια τοῦ μειρακίου. ἀγασθέντες δὲ ἡμεῖς τῶν ἀνδρῶν τὴν φιλοκαλίαν καὶ ἅμα ἐπαινέσαντες αὐτοὺς ἀργίας τε πολλῆς εἶναι ὑπολαβόντες λόγοις ἀπολείπεσθαι τῶν ἰδιωτῶν περὶ τῶν καλλίστων, ᾧ μόνῳ τούτων οἰόμεθα προέχειν, καὶ δὴ ἡπτόμεθα τῶν περὶ κάλλους λόγων.
καὶ δὴ ἀρξάμενος ὁ Φίλων πρῶτος οὑτωσὶ τὸν λόγον ἐποιεῖτο· Ὡς ἔστι δεινόν, εἰ πάνθ’ ὅσα πράττομεν
ἀλλὰ μὴν ὅστις ἀνθρώπων ἠξιώθη τοῖς θεοῖς ὁμιλεῖν, οὐκ ἔστιν εὑρεῖν, πλὴν ὅσοι μετεσχήκασι κάλλους· Πέλοψ τε γὰρ τούτου χάριν τοῖς θεοῖς ἀμβροσίας μετέσχε, καὶ Γανυμήδης ὁ τοῦ Δαρδάνου οὕτω κεκρατηκέναι λέγεται τοῦ πάντων ὑπάτου θεῶν, ὥστ’ αὐτὸν οὐκ ἀνασχέσθαι συμμετασχεῖν αὐτῷ τινα τῶν ἄλλων θεῶν τῆς θήρας τῶν παιδικῶν, ἀλλ’ αὐτῷ μόνῳ πρέπουσαν ἡγούμενον εἶναι εἰς Γάργαρον καταπτάντα τῆς Ἴδης ἀναγαγεῖν ἐκεῖσε τὰ παιδικά, ὅπου συνέσεσθαι τὸν ἅπαντα ἔμελλε χρόνον. τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηται τῶν καλῶν, ὥστ’
τὸ δὲ δὴ μέγιστον καὶ οἷον ἄν τις θαυμάσαι, ὁμιλῶν γὰρ τοῖς θεοῖς — οὐ γὰρ ἀνθρώπων γε οὐδέσι πλὴν εἰ μὴ τοῖς καλοῖς — ἐν δ’ οὖν τούτοις δημηγορῶν οὕτω πεποίηται σοβαρὸς τῷ κοινῷ τῶν Ἑλλήνων ποιητῇ καὶ θρασὺς
καὶ οὐχ ὁ μὲν Ζεὺς οὕτω μόνος ἑάλω τοῦ κάλλους, τῶν δ’ ἄλλων οὐδεὶς θεῶν, ἵνα μᾶλλον ἔχειν δοκῇ ταῦτα κατηγορίαν Διός, οὐχ ὑπὲρ τοῦ κάλλους εἰρῆσθαι· ἀλλ’ εἴ τις ἀκριβῶς ἐθελήσει σκοπεῖν, πάντας ἂν εὕροι θεοὺς ταὐτὰ πεπονθότας Διί, οἷον τὸν μὲν Ποσειδῶ τοῦ Πέλοπος ἡττημένον, Ὑακίνθου δὲ τὸν Ἀπόλλω, τὸν Ἑρμῆν δὲ τοῦ Κάδμου.
καὶ θεαὶ δ’ ἐλάττους οὐκ αἰσχύνονται φαινόμεναι τούτου, ἀλλ’ ὥσπερ φιλοτιμίαν αὐταῖς ἔχειν δοκεῖ τὸ τῷ δεῖνι συγγενομένην
τοσαύτην δ’ ἐπιμέλειαν ἀεὶ πεποίηνται καὶ σπουδὴν ἀκούειν εἶναι καλαί, ὥστε καὶ τὸν ἡρώων τε κοσμήτορα καὶ θεῶν ποιητὴν οὐκ ἄλλοθέν ποθεν ἢ παρὰ τοῦ κάλλους πεπείκασιν ὀνομάξειν. ἥδιον ἂν οὖν ἀκούσαι λευκώλενος ἡ Ἥρα ἢ ,,πρέσβα
καίτοι ταῦτ’ οὐ μόνον ἀπόδειξιν
Ταῦτα μὲν ὁ Φίλων περὶ τοῦ κάλλους εἶπεν ἐπιθεὶς τοῦτο τῇ τελευτῇ, ὡς καὶ πλείω ἂν τούτων εἰρήκει, εἰ μὴ τὸ μακρολογεῖν ἠπίστατο τῶν ἀδοκίμων ἐν συμποσίῳ. μετ’ ἐκεῖνον δ’ εὐθὺς ᾿Δρίστιππος ἥπτετο τῶν λόγων πολλὰ πρότερον παρακληθείς ὑπ’ Ἀνδροκλέους· οὐ γὰρ ἐβούλετο λέγειν τὸ μετὰ Φίλωνα εὐλαβούμενος λέγειν. ἤρξατο δὲ ἐντεῦθεν·
Πολλοὶ πολλάκις ἄνθρωποι τὸ περὶ τῶν βελτίστων καὶ ἡμῖν συμφερόντων ἀφέντες λέγειν ἐφ’ ἑτέρας τινὰς ὥρμησαν ὑποθέσεις, ἀφ’ ὧν αὐτοῖς μὲν δοκοῦσι δόξαν προσάγειν, τοῖς δ’ ἀκροαταῖς τοὺς λόγους οὐδὲν λυσιτελοῦντας ποιοῦνται, καὶ διεληλύθασιν οἱ μὲν περὶ τῶν αὐτῶν ἐρίζοντες ἀλλήλοις, οἱ δὲ διηγούμενοι τὰ οὐκ ὄντα, ἕτεροι δὲ περὶ τῶν οὐδαμῶς
εἰ μὲν οὖν περί τινος ἑτέρου τοὺς λόγους
ἀλλ’ οὖν ἐν τοῖς ἄνω χρόνοις ἐκ Διὸς Ἑλένη γενομένη οὕτως ἐθαυμάσθη παρὰ πᾶσιν ἀνθρώποις, ὥστ’ ἔτι τῆς ἡλικίας οὖσαν ἐντὸς κατά τινα χρείαν ἐν Πελοποννήσῳ γενόμενος ὁ Θησεὺς οὕτω τῆς ὥρας ἰδὼν ἠγάσθη, ὥστ’ οὔσης αὐτῷ καὶ βασιλείας ἀσφαλεστάτης καὶ δόξης οὐ τῆς τυχούσης ὅμως οὐχ ᾤετο βιωτὸν αὐτῷ ταύτης ἐστερημένῳ, παρελθεῖν δὲ πάντας εὐδαιμονίᾳ, εἰ ταύτην αὐτῷ γένοιτο συνοικεῖν. οὕτω δὲ διανοηθεὶς τὸ μὲν παρὰ τοῦ πατρὸς λαβεῖν ἀπειπών, μὴ γὰρ ἂν αὐτὴν αὐτὸν ἐκδοῦναι μήπω ἡλικίας ἡμμένην, τὴν δ’ ἀρχὴν ὑπερφρονήσας ἐχείνου καὶ παριδών, ὀλιγωρήσας δὲ καὶ τῶν ἐν Πελοποννήσῳ πάντων δεινῶν, κοινωνοῦντ’ αὐτῷ τῆς ἁρπαγῆς καὶ Πειρίθουν παραλαβών, βίᾳ λαβὼν αὐτὴν τοῦ πατρὸς εἰς
ἐπανελθοῦσαν δ’ εἰς Ἄργος, αὖθις ἀποδημοῦντος αὐτοῦ, ἐπειδὴ καθ’ ὥραν ἧν γάμων, καίτοι γε ἔχοντες καλάς τε καὶ εὖ γεγονυίας ἐκ τῆς Ἑλλάδος σφίσιν αὐτοῖς ἄγεσθαι γυναῖκας οἱ τῆς Ἑλλάδος βασιλεῖς, οἱ δὲ συνελθόντες ἐμνηστεύοντο ταύτην τὰς ἄλλας ἁπάσας ὑπεριδόντες ὡς φαυλοτέρας. γνόντες δ’ ὅτι περιμάχητος ἔσται, καὶ δείσαντες μὴ πόλεμος γένηται τῇ Ἑλλάδι, μαχομένων πρὸς ἀλλήλους, ὀμωμόκασιν ὅρκον τουτονὶ ψήφῳ κοινῇ, ἦ μὴν ἐπικουρήσειν τῷ ταύτης ἀξιωθέντι μηδ’ ἐπιτρέψειν ἤν τις ἀδικεῖν ἐγχειρῇ, ἕκαστος οἰόμενος ταύτην αὑτῷ τὴν συμμαχίαν παρασκευάζειν. τῆς μὲν οὖν ἰδίας γνώμης ἀπέτυχον πάντες πλὴν Μενελάου, τῆς κοινῆς δ’ ἐπειράθησαν αὐτίκα· οὐ πολλῷ γὰρ ὕστερον ἔριδος γενομένης ταῖς θεαῖς περὶ κάλλους, ἐπιτρέπουσι τὴν κρίσιν Πάριδι τῷ Πριάμου, ὁ δὲ τῶν μὲν σωμάτων τῶν θεῶν ἡττηθείς, τῶν δωρεῶν δ’ ἀναγκασθεὶς γενέσθαι κριτής, καὶ διδούσης Ἥρας μὲν τὴν τῆς Ἀσίας ἀρχήν, τὸ δ’ ἐν πολέμοις Ἀθηνᾶς κράτος, Ἀφροδίτης δὲ τὸν τῆς Ἑλένης γάμον, καὶ φαύλοις μὲν ἀνθρώποις γενέσθαι ἄν ποτε νομίσας οὐκ ἐλάττω βασιλείαν, Ἑλένης δ’ οὐδένα τῶν ἐπιγιγνομένων ἀξιωθῆναι, προείλετο τὸν ταύτης γάμον.
γενομένης δὲ τῆς ὑμνουμένης ἐκείνης στρατείας κατὰ τῶν Τρώων καὶ τῆς Εὐρώπης τότε πρῶτον κατὰ τῆς Ἀσίας
ἀλλ’ ἵνα μὴ δόξωμεν ἀπορίᾳ τῶν περὶ κάλλους λόγων περὶ ταῦτα διατρίβειν ἀεί, ἐφ’ ἕτερον βούλομαι μεταβῆναι οὐδαμῶς ἔλαττον ὄν, ὥστε δεῖξαι τὴν τοῦ κάλλους ἀξίαν, τῶν πρότερον εἰρημένων, τὴν Ἀρκάδος Ἱπποδάμειαν Οἰνομάου, ὅσους τοῦ ταύτης κάλλους ἁλόντας μᾶλλον αἱρουμένους ἀπέφηνεν ἀποθνήσκειν ἢ ταύτης διῳκισμένους τὸν ἥλιον προσορᾶν. ὡς γὰρ ἐλάβετο τῆς ἡλικίας ἡ παῖς καὶ τὰς ἄλλας ὁ πατὴρ οὐκ ὀλίγῳ
Οὕτω τὸ τοῦ κάλλους χρῆμα ἀνθρώποις τε θεῖον εἶναι δοκεῖ καὶ τιμώμενον ὑπὸ πάντων καὶ θεοῖς ἐσπούδασται πολλαχόσε. διὸ δὴ καὶ ἡμῖν οὐκ ἂν ἔχοι τις μέμφεσθαι δικαίως προὔργου λογισαμένοις τὸ ταῦτα περὶ κάλλους διεξελθεῖν. οὕτω μὲν δὴ καὶ Ἀρίστιππος διῆλθε τὸν λογον.
Σὺ δὲ λοιπὸς εἶ, Χαρίδημε. ὅπως δ’
Μηδαμῶς, ὦ πρὸς θεῶν, περαιτέρω προελθεῖν μὲ βιάσῃ· ἱκανὰ γὰρ δηλῶσαι τὴν συνουσίαν καὶ τὰ νῦν εἰρημένα, ἄλλως τ’ οὐδ’ ὅσαπερ εἶπον ἀπομνημονεύοντα. ῥᾷον γὰρ ἄν τις μνημονεύοι τῶν ἑτέροις εἰρημένων ἢ τῶν αὑτῷ.
Ταῦτα μὲν δή ἐστιν, ὧν ἐξ ἀρχῆς ἐπεθυμοῦμεν ἐπιτυχεῖν· οὐ γὰρ δὴ τοσοῦτον ἡμῖν τῶν λόγων ἐκείνων ὅσον ἐμέλησε τῶν σῶν ἀκοῦσαι. ὥστ’, ἢν τούτων ἀποστερήσῃς, κἀκεῖνα μάτην ἔσῃ πεπονηκώς. ἀλλὰ πρὸς Ἑρμοῦ τὸν ἅπαντα λόγον, ὥσπερ ὑπέστης ἐξ ἀρχῆς, ἀπόδος.
Βέλτιον μὲν ἦν τούτοις ἀπαλλάττειν με τῶν δυσχερῶν ἀγαπῶντα· ἐπεὶ δ’ οὕτω προθυμῇ καὶ τῶν ἡμετέρων ἀκοῦσαι λόγων, καὶ τοῦθ’ ὑπηρετεῖν ἀνάγκη.
Εἰ μὲν πρῶτος αὐτὸς ἦρχον περὶ τοῦ κάλλους λέγειν, προοιμίων ἂν ἐδεόμην συχνῶν, ἐπεὶ δ’ ἐπὶ πολλοῖς ἔρχομαι τοῖς πρότερον εἰρηκόσιν ἐρῶν, οὐδὲν ἀπεικὸς τοῖς ἐκείνων κεχρημένον ὡς προοιμίοις ἐπιφέρειν ἑξῆς τὸν λόγον, ἄλλως τ’ οὐδ’ ἑτέρωσε τῶν λόγων γινομένων, ἀλλ’ ἐνταῦθα καὶ τῆς αὐτῆς ἡμέρας, ὥστ’ ἐνεῖναι καὶ τοὺς παρόντας λαθεῖν, ὡς ἄρ’ οὐχ ἕκαστος ἰδίᾳ λογοποιοῦσιν, ἀλλὰ τὸν αὐτὸν ἕκαστος ἐπὶ μέρους διεξέρχονται λόγον. ἑτέρῳ μὲν οὖν ἤρκει γ’ ἂν εἰς εὐφημίαν ἅπερ ὑμῶν ἕκαστος ἔτυχεν εἰπὼν περὶ τοῦ κάλλους ἰδία, τούτῳ δὲ τοσοῦτον περίεστιν, ὥστε καὶ τοῖς ἐπιγιγνομένοις ἔξω τῶν νῦν εἰρημένων οὐ δεῖν ἐπαίνων τῶν εἰς αὐτό· πλεῖστα γὰρ πολλαχόθεν, αὐτὰ πρῶτα δεῖν λέγειν ἕκαστα, δόξαν παρίστησιν, ὥσπερ ἀνθέων εὐτυχοῦντι λειμῶνι, ἀεὶ τῶν φαινομένων ἄρτι προσαγομένων τοὺς δρεπομένους. ἐγὼ
τοῖς μὲν οὖν ἢ δι᾿ ἀνδρείαν ἢ καθ᾿ ἑτέραν τινὰ τῶν ἀρετῶν ἡμῶν προέχειν δοκοῦσιν, ἢν μὴ τῷ καθ’ ἡμέραν ποιεῖν εὖ ἀναγκάζωσιν ἡμᾶς εὖ αὐτοῖς διακεῖσθαι, βασκαίνομεν μᾶλλον, ἐξ ὧν τἂν οὐ καλῶς αὐτοῖς τὰ πράγματα πραττόμενα σχοίη· καλοὺς δ’ οὐ μόνον οὐ φθονοῦμεν τῆς ὥρας, ἀλλ’ εὐθύς τε ἰδόντες ἁλισκόμεθα ὑπεραγαπῶμέν τε οὐδ’ ἀποκνοῦμεν ὥσπερ κρείττοσιν, ὅσον ἂν ἡμῖν ἐξῇ, δουλεύοντες αὐτοῖς. ἥδιον
καὶ τῶν μὲν ἄλλων ἀγαθῶν, ὧν ἂν ἐνδεεῖς ὦμεν, οὐ περαιτέρω σπουδάζομεν τοῦ τυχεῖν, κάλλους δ’ ἡμῖν οὐδεὶς οὐδεπώποτε γέγονε κορος, ἀλλ’ ἐάν τε τὸν Ἀγλαΐης, τὸν εἰς Ἴλιόν ποτε συναναβάντα τοῖς Ἀχαιοῖς. ἐάν θ’ Ὑάκινθον τὸν καλὸν ἢ τὸν Λακεδαιμόνιον Νάρκισσον κάλλει νικῶμεν, οὐκ ἀρχεῖν ἡμῖν δοκοῦμεν, ἀλλὰ δεδοίκαμεν μὴ λάθωμεν τοῖς ἐπιγιγνομένοις ἂν καταλιπόντες ὑπερβολήν.
σχεδὸν δ’ ὡς εἰπεῖν πάντων τῶν ἐν ἀνθρωποις πραγμάτων ὥσπερ κοινὸν παράδειγμα τὸ κάλλος ἐστί, καὶ οὔτε στρατηγοῖς εἰς κάλλος ἠμέληται τὰ στρατεύματα συντάττειν οὔτε ῥήτορσι τοὺς λόγους συντιθέναι οὔτε μὴν γραφεῦσι τὰς εἰκόνας γεγραφέναι. ἀλλὰ τί ταῦτα λέγω, ὧν τὸ κάλλος τέλος ἐστίν; ὧν γὰρ εἰς χρείαν ἥκομεν ἀναγκαίως, οὐκ ἐλλείπομεν οὐδὲν σπουδὴς εἰς ὅσον ἔξεστι κάλλιστα κατασκευάζειν· τῷ τε γὰρ Μενέλεῳ οὐ τοσοῦτον ἐμέλησε τῆς χρείας τῶν οἴκων, ἢ ὅσον τοὺς εἰσερχομένους ἐκπλήττειν, καὶ διὰ τοῦθ’ οὕτω πολυτελεστάτους ἅμα κατεσκεύασε καὶ καλλίστους, καὶ τῆς Ζηνός που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλή.
τοσοῦτον δὲ τὸ κάλλος τῶν ἄλλων ἁπάντων ὑπερέχειν δοκεῖ, ὥστε τῶν μὲν ἢ δικαιοσύνης ἢ σοφίας ἢ ἀνδρείας μετεχόντων πολλά τις ἂν εὕρον τιμώμενα μᾶλλον. τῶν δὲ ταύτης τῆς ἰδέας κεκοινωνηκότων βέλτιόν ἐστιν εὑρεῖν οὐδέν, ὥσπερ δὴ καὶ τῶν μὴ μετεσχηκότων ἀτιμότερον οὐδέν· μόνους γοῦν τοὺς μὴ καλοὺς ὀνομάζομεν αἰσχρούς, ὡς οὐδὲν ὄν, εἴ τί τις ἔχων τύχοι πλεονέκτημα τῶν ἄλλων κάλλους ἐστερημένος.
τοὺς μὲν οὖν ἢ δημοκρατουμένοις τὰ κοινὰ διοικοῦντας ἢ τυράννοις ὑποτεταγμένους τοὺς μὲν δημαγωγούς, τοὺς δὲ κόλακας καλοῦμεν, μόνους δὲ τοὺς ὑπὸ ταύτῃ τῇ δυνάμει γενομένους θαυμάζομέν τε φιλοπόνους τε καὶ φιλοκάλους ὀνομάζομεν καὶ κοινοὺς νομίζομεν εὐεργέτας τοὺς τὸν καλῶν ἐπιμελητάς. ὅτε τοίνυν οὕτω μὲν σεμνὸν τὸ κάλλος ἐστίν, οὕτω δὲ τοῖς πᾶσιν ἐν εὐχῆς μέρει τυχεῖν κέρδος τε νομίζουσι τὸ τούτῳ τι διακονῆσαι δυνηθῆναι, πῶς ἡμᾶς εἰκότως οὐκ ἄν τις ἐμέμψατο, εἰ τοσοῦτον ἔχοντες κέρδος κερδαίνειν ἔπειθ’ ἑκοντὶ προϊέμεθα, μηδ’ αὐτὸ τοῦτο αἰσθέσθαι δυνηθέντες, ὅτι ξημιούμεθα;
Εὐδαίμονές γε, οἳ τοιαύτης ἀπολελαύκατε τῆς συνουσίας. σχεδὸν δ’ ἤδη κἀγὼ οὐδὲν ἔλαττον ὑμῶν ἔσχηκα διὰ σέ.