Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts book and chapter.
This pointer pattern extracts book.
ἴθι οὖν σὺν τέχνῃ οὑτωσὶ μετίωμεν τοὺς λόγους. Θεὸς μέν γέ που πάντως
πάσης ἡςτινοςοῦν πανηγύρεως ἡγεμὼν καὶ ἐπώνυμος, οἷον Ὀλυμπίων μὲν Ὀλύμπιος
Ζεύς, τοῦ δὲ ἐν Πυθοῖ Ἀπόλλων. ἀρχὴ μὲν δὴ τοῦ λόγου τοῦδε τοῦ θεοῦ, ὅςτίς ποτ’
ἂν ᾖ, ἔπαινος ἡμῖν γιγνέσθω, ὥςπερ πρόσωπόν τι τηλαυγὲς προκείμενος τοῦ λόγου.
ἐπαινέσεις δὲ ἀπὸ τῶν προσόντων τῷ θεῷ· εἰ μὲν Ζεύς, ὅτι βασιλεὺς θεῶν, ὅτι τῶν
ὅλων δημιουργός· εἰ δὲ Ἀπόλλων, ὅτι μουσικῆς εὑρετής, ὅτι ὁ αὐτὸς Ἡλίῳ, ’Ἡλιος
δὲ πάντων πᾶσιν ἀγαλύνουσαν
Ἐφεξῆς ἐπιέναι χρὴ τὸν ἔπαινον τῆς πόλεως, ἐν ᾗ ἡ πανήγυρις· περὶ θέσεως αὐτῆς, περὶ γενέσεως· ἐν ᾧ τίς ὁ κτίστης θεὸς ἢ ἥρως, καὶ εῖ τι ἔχεις περὶ αὐτοῦ εἰπεῖν· εἴ τι πέπρακται τῇ πόλει ἢ ἐν πολέμοις ἢ ἐπ’ εἰρήνης. ἁρμόσει δὲ καὶ περὶ μεγέθους λέγειν, εἰ μεγάλη, ἢ 〈εἰ〉 σμικρά, ὅτι κάλλει διαφέρουσα, ὅτι εἰ καὶ σμικρά, ἀλλὰ δυνάμει ἰσοῦται ταῖς μεγάλαις. ὅσα περὶ κόσμου, οἷον ἱερῶν ἢ τῶν ἐν τούτοις ἀναθημάτων, δημοσίων οἰκοδομημάτων, ἰδιωτικῶν, ὥς που καὶ Ἡρόδοτος πεντώροφα καὶ ἑξώροφα φησὶν εἶναι ἐν Βαβυλῶνι· ἂν ποταμὸς ᾖ μέγας ἢ καθαρὸς ἢ συμβαλλόμενος τοῖς ἐνοικοῦσι τὴν χώραν· εἰ δὲ δὴ καὶ μῦθος εἴη λεγόμενός τις περὶ τῆς πόλεως, οὕτω μὲν ἂν καὶ πολλὴν γλυκύτητα ἔχοι ὁ λόγος.
Λεκτέον δὲ ἐπὶ τούτοις καὶ περὶ αὐτοῦ τοῦ ἀγῶνος, τίς ἀρχὴ καὶ
κατάστασις αὐτοῦ ἢ ἐφ’ οἷςτισιν ἐτέ|θη, εἴτε μῦθός τις εἴη εἴτε ἄλλό τι
ἀρχαῖον. ἐν τούτῳ δὲ γενόμενος μὴ ἀπλῶς παρέλθῃς τὸν τόπον, ἀλλὰ παραστάθη,
Σκοπεῖσθαι δὲ καὶ τὸν τρόπον τῆς διαθέσεως τοῦ ἀγῶνος δεῖ. εἰ μὲν μουσικὸς καὶ γυμνικὸς εἴη, ὅτι τελεώτατος ὁ ἀγὼν καὶ ἀνενδεῶς κεκραμένος καὶ ῥώμῃ | σωμάτων καὶ καλλιφωνίᾳ καὶ τοῖς λοιποῖς μέρεσι τῆς μουσικῆς· εἰ δὲ γυμνικός, ὅτι τὴν μουσικὴν ὡς ἐκθηλύνουσαν τὴν ψυχὴν παρῃτήσατο, τὴν δὲ ῥώμην τῶν σωμάτων παρέλαβεν, καὶ ὅτι ὁ τρόπος τῆς ἀγωνίας χρήσιμος πρὸς τὴν ἀνδρείαν τὴν ἐν τοῖς πολέμοις.
Μὴ παρέργως δὲ μηδὲ αὐτὸν τὸν στέφανον παρέλθῃς, ὅςτις ἐπῇ (οὐδὲ γὰρ ἐν
τούτῳ γενόμενος ἀπορήσεις ἐπαίνου)· τὴν μὲν δρῦν, ὅτι ἱερὰ Διός, καὶ ὅτι ἡ
πρώτη καὶ πρεσβυτάτη τροφὴ τῶν ἀνθρώπων, καὶ ὅτι οὐκ ἄφωνος, ἀλλὰ καὶ ἐφθέγξατό
ποτε ἐν
Ὁ δέ σοι τοῦ παντὸς λόγου οἱονεὶ κολοφὼν ἐπήχθω τοῦ βασιλέως ἔπαινος,
καὶ ὅτι τῷ ὄντι ἀγωνοθέτης πάντων ἀγώνων ὁ τὴν εἰρήνην πρυτανεύων, δι’ ἣν καὶ
τοὺς ἀγῶνας ἐπιτελεῖν οἷόν τε. ἤδη δέ τινες καὶ τοὺς διατιθέντας τοὺς ἀγῶνας
ἐπῄνεσαν, εἰ ἄρα ἔνδοξοί τινες οὗτοι, ὅτι καὶ ἐν ἄλλοις πρότερον γενόμενοι
χρήσιμοι, καὶ ἐν τούτοις ὅτι φιλοτιμότατοι. εἰ δὲ μὴ ἄλλα ἔχεις πρεσβύτερα, ὅτι
ἀρχὴ τῆς φιλοτιμίας τῆς περὶ τὴν πα|τρίδα μεγίστη καὶ Ἑλληνικωτάτη.
Ἡ δὲ λέξις ἄλλη μὲν κατὰ τὴν ἑκάστων φύσιν ἢ βούλησιν. εἰ δὲ δὴ κρατεῖν χρὴ τὴν ἐμὴν γνώμην, οὐ μονότροπον ταύτην συμβουλεύσαιμ’ ἂν εἶναι ἀλλὰ ποικίλην καὶ μεμιγμένην, καὶ τὰ μὲν 〈ἐν〉 τῇ ἀφελείᾳ προάγοντα, τὰ δὲ ἐν ἀντιθέτοις τε καὶ παρισώσεσιν Ἰσοκράτους, τὰ δὲ διηρμένως. ταύτην γὰρ τὴν ὁδὸν καὶ τὸν τοῦ ἡμεδαποῦ χοροῦ ἡγεμόνα τε καὶ κορυφαῖον οἶδα μετιόντα 〈πάντῃ〉 ὡς ἔπος εἰπεῖν ἢ ἐν τοῖς πλείστοις, εἰ μή τι πρὸς εἶδος γράφειν τι προὔθετο· ἑκάστης δὲ ἰδέας ἔδωκεν ἡ ὕλη τὴν ἀφορμήν. δεῖ δὲ τοῖς νοήμασιν ἐπακολουθοῦσαν καὶ τὴν ἑρμηνείαν ἐπάγειν, οἷον τὰ μὲν ἀφηγηματικὰ καὶ μύθου τινὸς ἐχόμενα ἀφελῶς προάγοντα· ὅσα δὲ περὶ βασιλέων ἢ θεῶν, σεμνῶς· ὅσα δὲ περὶ παραβο|λῶν καὶ συγκρίσεων, πολιτικῶς· εἰ μὴ ἄρα τις πρὸς τὸ ἀξίωμα 〈μίαν〉 τινὰ ἰδέαν λόγου διὰ πάντων παρέχοιτο· ἐπι- δεικτικώτερον δὲ τὸ προειρημένον καὶ δημοτερπέστερον.
Ἐμοὶ μὲν ἦν τερπνὸν αὐτὸν παρόντα καὶ συγχορεύοντα καὶ ἀναβακχεύοντα
μετὰ σοῦ τῆς φίλης ἐμοὶ
προκεχείρισται γὰρ ἐν τοῖς μάλιστα καὶ τοῦτο πρὸ πάντων τοῖς νεωτέροις
εἰς γραφήν, εἰ γαμητέον. οὐ πόρρω δὲ οὐδ’ ὁ νῦν ὑφ’ ἡμῶν προχειριζόμενος λόγος
τῆς περὶ τὰς τοιαύτας ἰδέας τῶν λόγων θήρας. ἀμέλει | γε τοιοῖςδε τόποις, οἷς
πέρ που καὶ ἐν ταῖς θέσεσιν ** ἀπὸ θεῶν, καὶ ὅτι
Ἐφεξῆς ἐπάγειν χρὴ τὸν περὶ τῆς φύσεως λόγον, καὶ ὅτι τοῦτο αὐτῆς ἔργον,
τὸ γεννᾶν τε καὶ κυΐσκειν· καὶ ὅτι διῆλθεν διὰ πάντων τὸ ἔργον αὐτῆς καὶ ζῴων
καὶ φυτῶν. εἶτα τὴν διαφορὰν ἐπάξομεν τῆς ἐν τοῖς ἀνθρώποις μίξεως καὶ
κοινωνίας, ὅτι τὰ μὲν | ἁπλῶς καὶ ὡς ἔτυχεν μίγνυται, ὁ δὲ ἄνθρωπος τάξιν τινὰ
καὶ νόμον ἐξεῦρεν τοῦ γάμου, οὐκ ἀγεληδὸν δίκην θηρίων ἐπιτρέπων μίγνυσθαι,
ἀλλὰ σύμμιξιν καὶ κοινωνίαν δυοῖν τὴν προσφορωτάτην εἰς ἅπαντα τὸν βίον
μεμηχανημένος. ἐν ιὧ, ὅτι τοῦ μὲν θηριώδους καὶ πεπλανημένου βίου ἀπηλλάγησαν,
βίον δὲ ἥμερον καὶ τεταγμένον ἔσχον διὰ τοῦ γάμου. καὶ ὅτι θνητὸν ὄν γε τὸ
ἀνθρώπειον ἐκ τῆς μίξεως καὶ κοινωνίας τοῦ γάμου ἀθάνατον γέγονεν, ἐκ τῆς
διαδοχῆς τῶν ἐπιγισθαι,
Εἶτα ἐξετάσεις ἐπὶ τούτοις, ὅσα προσγίνεται τοῖς γεγαμηκόσι. πρῶτον μὲν πρὸς δόξαν, ὅτι ἐνδοξότεροι τὸ κάλλιστον μέρος τῆς ἀρετῆς εὐθὺς ἀπὸ τῶν | γάμων ἀρχόμενοι καρποῦσθαι, τὴν σωφροσύνην· ὁ γὰρ γάμος εὐθὺς καὶ σωφροσύνης δόξαν περιτίθησι τοῖς ἀνθρώποις, καὶ οἱ τοιοῦτοι δοκοῦσιν τῆς μὲν ἀτάκτου μίξεως ἀπηλλάχθαι, πρὸς δὲ μίαν ἀφορᾶν μόνην τὴν ἑαυτοῦ ἕκαστος γυναῖκα. ἐκ δὲ τούτου καὶ ἐντιμοτέρους ἀνάγκη γίγνεσθαι τοὺς ἀνθρώπους καὶ πιστοτέρους δοκεῖν καὶ εὐνουστέρους περὶ τὰς αὑτῶν πατρίδας ἐν παντὶ διὰ τὸ ὥςπερ ὅμηρα δεδωκέναι ταῖς πατρίσι τοὺς ἑαυτῶν παῖδας, δι’ οὓς ἀναγκαῖον καὶ μᾶλλον εἰς τὰς συμβουλίας παραλαμβάνεσθαι.
Καὶ πρὸς λύπας δὲ καὶ τὰ δυσχερῆ τὰ ἐν τῷ βίῳ γάμος χρησιμώτατος,
κουφότερα ταῦτα παρασκευάζων ὥςπερ φορτία, μεταδιδόντων ἡμῶν ταῖς ἑαυτῶν
γυναιξὶν τῶν δυσχερῶν καὶ τῇ κοινωνίᾳ παρηγορουμένων. ἐν δὲ τούτῳ καὶ τὰ ἡδέα
ἀνάγκη τερπνότερα | φαίνεσθαι, μὴ αὐτῶν ἐφ’ ἑαυτῶν εὐφραινομένων, ἀλλὰ ἐχόντων
καὶ τοὺς συμπανηγυρίζοντας καὶ τοὺς συνευφραι|της
Ἐπειδὰν δὲ ἱκανῶς περὶ τούτων διέλθῃς, εὐχῇ χρηστέον ἀγαθῶν μὲν αἴτησιν
ἐχούσῃ περὶ τὸν γάμον καὶ τὰς παιδοποιίας, ἀποτροπὴν δὲ τῶν κακῶν. εἶτα
δια¦τυπωτέον λόγῳ οἷον προαναφωνοῦντα, ὁποῖος ἂν ὁ βίος ὁ μετὰ τῶν παίδων
γένοιτο, ὅτι τερπνότατος χορὸς παίδων οἱ γένοιτο γέροντι, καὶ ὅτι τρόπον τινὰ
ἐξ ἀρχῆς ἀνανεάζεσθαι αὐτὸν καὶ ἀνηβάσκειν σὺν τοῖς αὑτοῦ παισίν. ἐν τούτῳ δὲ
ἀνάγκη καὶ ἀναμιμνήσκειν, ὧν ποτε καὶ αὐτὸς ἐν νεότητι ἐποίησεν· ἡδεῖα δὲ καὶ ἡ
μνήμη τῶν ἐν παισὶν ἡμῖν πεπραγμένων. καὶ ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ποιοῦν ἐξ
ἀρχῆς πάλιν βεβιωκέναι. εἰ δὲ εἰκόνα τις ὁρῶν ἑαυτοῦ ἄψυχον ἥδεται,
ὁ δὲ ἔπαινος ἄπερ ἐν τοῖς ἐγκωμίοις ἕξει, καὶ τόποι οἱ αὐτοὶ καὶ 〈ἐκεῖ,
ὁ〉 ἀπὸ τῆς πατρίδος, ὁ ἀπὸ τοῦ γένους, ὁ ἀπὸ τῆς φύσεως, ὁ ἀπὸ τῆς ἀγωγῆς, καὶ
ὅτι ἴσοι καὶ ὅμοιοι καὶ βέβαιοι ἀμφότεροι, καὶ ἐκ τοιούτων πατέρων καὶ
προπατόρων· καὶ εἰ μὲν ἐκ τῆς αὐτῆς πατρίδος, ὅτι ἐκ πολλοῦ προσῳκειωμένοι ὑπὸ
τοῦ τόπου· εἰ δὲ ἐκ διαφόρων, ὅτι καὶ ὑπὸ θεῶν συνήχθησαν εἰς τὴν κοινωνίαν. εἰ
δὲ δὴ ἐκ τοῦ αὐτοῦ γένους εἰσίν, ὅτι αὔξησις καὶ οἰκειό|της συγγενείας ἄλλη ἐπ’
ἄλλῃ γέγονεν, καὶ δεσμὸς βεβαιότερος καὶ ἰσχυρότερος· ὅταν δὲ ἀπὸ διαφόρων
ἐπιτηδευμάτων, ὃ μὲν ἀπὸ στρατείας, ὃ δὲ ἀπὸ παιβουλευτικὴ
Εἰ δὲ δὴ αὐτὸς εἴη ὁ γαμῶν ὁ τὸν λόγον διαθέμενος, περὶ αὐτοῦ τούτου προοιμιαστέον χαριέντως, ὥσπερ οὖν καὶ σοὶ ποιητέον, ὅτι εἰ καὶ οἱ ἐρασταὶ τὰ αὑτῶν παιδικὰ ἐπαινοῦσι, πολὺ δή που μᾶλλον αὐτῷ πρέπον τὸν γάμον ἐπαινεῖν [ἢ τὰ ἑαυτοῦ παιδικά]· καὶ ὅτι τῷ λόγῳ καὶ τῇ παιδείᾳ καὶ ἐπὶ τούτου χρηστέον. ⁎ ⁎ ὥςπερ ἤδη προοιμιαζόμενον καὶ προκαταμαναt τευόμενον περὶ τῶν καὶ αὐτοὺς εἰκος διαφέροντας περὶ παιδείαν γενέσθαι.
Λέξει δὲ χρηστέον ἀφελεῖ μᾶλλον ἐγγὺς Ξενο|φῶντός τε καὶ Νικοστράτου βαίνοντα, ὀλιγαχοῦ δὲ ἐξαίροντα τὸν λόγον εἰς σεμνότητα, εἴ που τὰ ἐννοήματα ἀναγκάζοι.
Έχόμενος δέ σοι τούτου ὁ ἐπὶ ταῖς γενέσεσι τῶν
παίδων λεγόμενος λόγος (γάμῳ γάρ που γένεσιν ἀνάγκη ἀκολουθεῖν)· ὃν καὶ αὐτὸν
τελεῖν χρὴ τοῦτον τὸν τρόπον. ἐπεὶ γὰρ ἀρχὴ τῆς γενέσεως τῆς ἑκάστου ἡ ἡμέρα,
ἐφ’ ἧς ἐγένετο, ἀναγκαῖόν που ὀλίγα ἄττα καὶ περὶ τῆς ἡμέρας εἰπεῖν οἷον
ἐγκωμιάζοντα τὸ προσόν, εἰ ἄρα ἴδιόν τι ἔχει παρὰ τὰς ἄλλας ἡμέρας,
ἐπισημα|ινόμενον·
Ἐπὶ δὲ τῇ ἡμέρᾳ τὸν καιρὸν ἐπιθεωρεῖν ἀναγκαῖον, ὁποῖός τις οὗτος· καὶ
τοῦ καιροῦ τὸ μὲν κατὰ τὴν| ὥραν, οἷον ἐν χειμῶνι ἢ ἐν ἦρι ἢ ἐν τοῖς ἑτέροις
μέρεσι τοῦ ἔτους, ὥς περ ἐν τοῖς περὶ τοῦ ἀγῶνος ἐπαίνοις ἐπεσημαινόμεθα τὰς
ἰδιότητας τῶν καιρῶν, τῷ μὲν τὸ ἀνδρεῖον, τῷ δὲ τὸ φαιδρὸν ἀπονέμοντες, καὶ τῷ
θέρει τὸ πεπληρῶσθαι τὴν γῆν ἐν τούτῳ τῶν ἀγαθῶν, καὶ τῷ λοιπῷ δὲ τὸ ἐν ἀνέσει
καὶ ἀναπαύλῃ τῶν ἔργων γενέσθαι. ἐπισημαίνεσθαι δὲ καὶ τὰ συμβεβηκότα ἐνίοτε
τοῖς καιροῖς· οἷον εἰ ἐν ἑορτῇ τις
Ἀπὸ δὲ τούτου ἰτέον καὶ ἐπὶ τοὺς τόπους, ἐν οἷς τις γέγονεν· πρῶτον μὲν ἐπὶ τὸ περιέχον τὸ ἔθνος, Ἀσίαν, ὐρώπην· καὶ τοῦτο οὐ πάλιν Ἑλληνικὸν ἢ βάρβαρον, ἢ σοφίαν ἢ ἀνδρείαν τοῦ ἔθνους ἢ τι τοιοῦτον ἐπισημαινόμενον. εἶτα ἐπὶ τὸ περιεχόμενον· τίς ἡ πό|λις καὶ ἡ μητρόπολις αὐτῷ· ἐχομένη ἡ πόλις μητροπόλεως τῇ τιμῇ, μεγάλη, πολυάνθρωπος, εὔφορος πρὸς ἀνδρῶν ἀρετήν, ἢ ἄν τι ἕτερον ἀνδραγάθημα τῆς πόλεως. ἔπειτα τὰ μὲν περιεχόμενα ἐν τῇ πόλει· ποίας τινὸς οἰκίας, ὅτι οὐ φαύλης, ὅτι οὐκ ἀδόξου, γένους 〈ὅτι〉 ἐνδόξου, ποίων τινῶν προγόνων καὶ πατέρων, καὶ ἔπαινον ἐν βραχεῖ τούτων ἀπὸ τῶν προσόντων.
Μετὰ ταῦτα δὲ καὶ ἐπ’ αὐτὸν ἥδῃ τὸν ἔπαινον ἰέναι τοῦ ἐγκωμιαζομένου καὶ
οὗ ἡ γενέθλιος· ποίας τινὸς φύσεως κατὰ σῶμα, κατὰ ἰσχύν. εἰ μέγας ἐστί, κατὰ
τὸν Αἴαντα· εἰ καλὸς καὶ ἀνδρεῖος, κατὰ τὸν Ἀχιλλέα· καὶ εἰ 〈εὔγλωσσος ἢ〉
εὔβουλος ἢ δίκαιος ἢ σώφρων εἴη, τὰ ἁρμόζοντα πρόσωπα, τὸν έστορα, τὸν
Θεμιστοκλέα, τὸν Ἀριστείδην, τὸν ωκίωνα· εἰ χρηστός· ὅτι θυμοειδὴς μετὰ τοῦ
πράου, ὅτι ὀξὺς ἐνόδους θυμηθῆναι.
οἷός τις τὰ περὶ τὸν βίον, εἰ φιλόκαλος, εἰ μεγαλοπρεπής· οἶος πρὸς τοὺς ἰδιώτας, πρὸς τὴν πόλιν, καὶ τὰς φιλοτιμίας τὰς πρὸς τὴν πόλιν. κἂν εἰ ἐπιστήμης τινὸς ἐπήβολος εἴη, οἷον ἰατρικῆς ἢ ῥητορικῆς ἢ φιλοσοφίας, θετικῶς ἐπάγοντα τὸν ἐν τούτοις ἔπαινον, εἰς ὅσα τούτων ἕκαστον χρήσιμον· οὕτω γὰρ ἂν ἀμφιλαφὴς ὁ λόγος γένοιτο. ποῖος ἤδη γέγονεν, ποῖός ἐστιν ἐν τῷ παρόντι, καὶ ποῖον εἰκὸς ἔσεσθαι εἰς τὸν μέλλοντα χρόνον. ἐν τούτῳ δὲ γενόμενοι οὐκ ἄπο τρόπου ἂν ποιοῖμεν καὶ εὐχόμενοι τοῖς τε ἄλλοις καὶ τοῖς γενεθλίοις θεοῖς περὶ τοῦ μέλλοντος βίου καὶ τοῦ ἀμείνω τοῦ παρεληλυθότος γενέσθαι τοῦτον, καὶ πολλὰς περιόδους χρόνων τελέσαντα εἰς λιπαρὸν καὶ εὔδαιμον γῆρας παρελθεῖν.
Πρὸ δὲ τοῦ περὶ τῆς γενέσεως λόγου (μικροῦ γάρ με παρῆλθεν ὑπὸ τοῦ
θρύβου καὶ τῆς ταραχῆς τῆς περὶ τὴν ἔξοδον) ὁ ἐπὶ τῷ θαλάμῳ λεγόμενος λόγος·
ἐχόμενος δ’ ὅ τι μάλιστα καὶ ἀκόλουθος 〈ἂν〉 εἴη τοῖς γαμικοῖς τῶν λόγων, σχεδὸν
εἷς καὶ ὁ αὐτὸς ὢν τῷ
Εἶτα ἐπὶ τούτοις ἐπάγειν, ὅτι ἀναγκαῖος ὁ γάμος ἀνθρώποις γε οὖσι·
σωτηρία γὰρ τοῦ γένους· καὶ ὅσα ἀγαθὰ ἐκ τοῦ γάμου. εἶτα μεταβήσῃ ἐπὶ τὰ
πρόσωπα τῶν συνιόντων εἰς τὸν γάμον, ὁποῖοί τινες οὗτοι· ἐν ᾇ | περὶ γένους
ἐρεῖς αὐτῶν καὶ τροφῆς, καὶ περὶ κάλλους σωμάτων καὶ ἡλικίας· ὅσα ἐκ τύχης
αὐτοῖς πρόσεστι, καὶ περὶ ἐπιτηδευμάτων· ὅτι σπουδὴν ἔσχον
Ἐπὶ δὲ τοῖς ἐπαίνοις καὶ τοῖς ἐγκωμίοις καὶ προτροπή τις ἔστω τοῖς
γαμοῦσιν πρὸς τὸ σπουδάζειν περὶ ἀλλήλους καὶ ὁμονοεῖν ὅ τι μάλιστα· καὶ ὅσα
ἀγαθὰ ἐκ τῆς τοιαύτης ὁμονοίας καὶ φιλίας ἀνάγκη συμβαίνειν, ἀπὸ τοῦ καθόλου
ἐπὶ τὸ ἴδιον ἄγοντα τὸν λόγον· ὅτι ὁμόνοια πᾶσι μὲν ἀνθρώποις ἡγεῖται τῶν
ἀγαθῶν, μάλιστα δὲ τοῖς γεγαμηκόσιν· καὶ εἰς τοῦτο καὶ τὸ τοῦ | Ὁμηροῦ
παραληπτέον ἐνδόξῳ κρίσει χρώμενον, ὅτι οὐδὲν μεῖζον ἀγαθὸν
τίνα μὲν ἐκ τούτου τοῖς ἐχθροῖς ἀνιαρά, τίνα δὲ ἡδέα τοῖς φίλοις. ἐπὶ
τέλει δὲ καὶ εὐχῇ χρῆσθαι, ὅπως ὅ τι τάχιστα. παῖδες γένοιντο, ὡς καὶ τούτων
ἐπιδεῖν γάμους καὶ ᾆσαί τὸν ὑμέναιον καὶ ὑπόθεσιν ἔχειν αὖθις τοιούτων λόγω.
ἢ ὅτε ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
ἀνὴρ ἠδὲ γυνή·
Ἰσοκράτης μὲν ὁ σὸς ἑταῖρος καὶ ἐμός, ὦ
Ἐχέκρατες, εἴ περ ἄλλο τι, φησὶ χρῆναι προσεῖναι τοῖς σπουδαίοις | ἀνθρώποις,
ἐν τῇ παραινέσει τῇ πρὸς τὸν Ἰππονίκου, καὶ τὴν φιλοπροσηγορίαν· ὅ πέρ ἐστι τὸ
προσφωνεῖν τοὺς ἀπαντῶντας, ὡς αὐτός φησιν. εἰ δὲ καὶ ἰδίᾳ χρῆν πρὸς ἕκαστον
τοῦτο ποιεῖν, ὅπως καὶ τοὺς ἰδιώτας ὡς ὅ τι μάλιστα οἰκειοτέρως καὶ
εὐμενεστέρως ἔχειν πρὸς ἡμᾶς παρασκευάζωμεν ἐκ τῆς τοιαύτης φιλοπροσηγορίας,
πολλῷ δή που ἀναγκαιότερον τὸ πρᾶγμα καὶ ὁ τοιοῦτος τρόπος τῆς προσφωνήσεως, εἰ
πρὸς τοὺς ἐν τέλει καὶ ἐν ἀρχαῖς γεγονότας ὑφ’ ἡμῶν γίγνοιτο καὶ μάλιστά γε δὴ
τοὺς ἑκάστοτε ἐκ βασιλέων εἰς τὰ ἔθνη καὶ τὰς πόλεις | τὰς ἡμετέρας
παραγιγνομένους, ὅπως καὶ αὐτοὺς διὰ τοιούτου τρόπου καὶ πρὸς ἡμᾶς καὶ πρὸς τὰς
αὑτῶν πατρίδας οἰκειοτέρως διακεῖσθαι παρασκευάσαιμεν. ἀμέλει γέ τοι καὶ τὸ
πρᾶγμα ἤδη ἐπιχωριάζει ἐπὶ πᾶσι, καὶ καθάπερ τις οὗτος νόμος καὶ θεσμὸς
διελήλυθεν διὰ πάντων, ὡς εὐθὺς ἅμα τε τῇ πρώτῃ τῶν πυλῶν, ὡς ἄν εἴποι
Καθόλου μὲν ὁ τρόπος αὐτῶν τοιοῦτος, ὡς σύστασίν τινα ἔχειν τῆς αὑτῶν
πατρίδος πρὸς τοὺς ἄρχειν μέλλοντας. δεῖ δὲ οὐκ αὐτὸ τοῦτο μόνον πραγματεύεσθαι
ἐν τῷ λόγῳ, ἀλλὰ μηδὲ ἑαυτῶν ἐν τῷ τοιῷδε ὀλιγώρως ἔχειν. ἀρχὴ οὖν ἐμοὶ δοκεῖ
ἀναγκαιοτάτη ἂν αὕτη γενέσθαι περὶ αὑτοῦ τε εἰπεῖν καὶ τῆς ἑαυτοῦ προαιρέσεως,
καὶ δι’ ὅ τι προκεχείρισται ἐκ πάντων ἐπὶ τὸν λόγον, καὶ ὅτι ἀναγκαία αὐτῷ ἡ
ὑπόθεσις τοῦ λόγου. ἐχέτω δὲ ἐν τούτῳ καὶ θεραπείαν τινὰ τοῦ ἄρχοντος, ὡς
ἀποδεχομένου τοὺς τοιούτους ἄπαντας καὶ οἷον αὐτοῦ χεῖρα ὀρέγοντος, δι’ ὅπερ
καὶ ἑτοιμότερον ὑπήκουσεν· καὶ ὅτι ἦν μὲν καὶ ἀκούειν τοῦτο εὐθὺς περὶ αὐτοῦ,
πολὺ δὲ ἔτι ἐναργέστερον τῇ ὄψει αὐτῇ πέφηνεν, ἀτεχνῶς οἷον ἐκ τοῦ προσώπου
[καὶ] τῆς φαιδρότητος ὥςπερ ἐν κατόπτρῳ τοῦ ἤθους καὶ τῆς πρὸς ταῦτα δεξιότητος
φανερῶν γιγνομένων. οὕτω δὲ προκαταστησάμενον τὸν λόγον ἑξῆς ἰτέον ἐπὶ τὸ
ἐγκώμιον τοῦ βασιλέως, ἐν βραχεῖ τοῦτο ποιησάμενον καὶ αὐτὸ τοῦτο
ἐπισημηνάμενον, ὅτι οὐδ’ ἂν ὁ
Καὶ ἐντεῦθεν ἀρχέσθω σοι τὸ ἐγκώμιον τοῦ ἡγουμένου. χρηστέον δὲ καὶ
ἐνταῦθα τοῖς ἐγκωμιαστικοῖς τόποις, ἀπὸ γένους, ἀπὸ φύσεως, ἀπὸ ἀνατροφῆς· εἰ
μὲν φανερὰ εἴη, καθ’ ἕκαστον ἀκριβῶς διεξιόντα· εἰ δὲ ἄδηλα, κατὰ τὸ πιθανὸν
προάγοντα, ὅτι ἀνάγκη τὸν τηλικούτων καὶ τοιούτων κατηξιωμένον οὔτε γένει οὔτε
φύσει οὔτε ἀνατροφῇ λείπεσθαί τινων, ἀλλὰ διὰ ταῦτα προκεκρίσθαι· τά γε μὴν
φανερὰ ἀκριβέστερον ἐπισημαινόμενον, οἷον 〈εἰ〉 ἐν νέᾳ ἡλικίᾳ τοιοῦτος, τί χρὴ
προσδοκᾶν εἰς τὸν μέλλοντα χρόνον; καὶ ὅτι νέος μὲν τὴν ἡλικίαν, πρεσβύτερος δὲ
τὴν φρόνησιν. εἰ δὲ πρεσβύτης, ὅτι ἐν πολλοῖς δοὺς πεῖραν ἑαυτοῦ τῆς ἀρετῆς,
εἰκότως καὶ τὴν ἀρχὴν ταύτην ἐπιστεύθη· καὶ ὅτι καὶ τοῦτο τῆς εὐμοιρίας τῆς
περὶ αὐτὸν τὸ ἐν τῷ γήρᾳ ἀκμάζειν. εἰ δὲ δὴ καὶ σεμνότης τις προσείη τῷ
προσώπῳ, μηδὲ τοῦτο παρέργως παρατρέχειν. εἰ φιλόλογος εἴη, ἐγκώμιον παιδείας,
καὶ ὅτι οἱ πεπαιδευμένοι μάλιστα ἄξιοι ἀρχῆς καὶ τοιαύτης ἡγεμονίας. καὶ εἴτε
τὴν Ῥωμαϊκὴν διάλεκτον εἴη | πεπαιδευμένος, τοῖς
Ἐὰν δὲ ἔχωμεν καὶ πράξεις τινὰς αὐτοῦ προγεγενημένας καὶ ἀρχὰς προηνυσμένας λέγειν ἢ ἐν στρατείαις ἢ ἐν διοικήσεσιν, καὶ ταύτας παρατιθέναι. ἐὰν δὲ καί 〈τινας〉 τιμὰς ἔχωμεν αὐτῷ 〈τῶν〉 πατέρων γενομένας λέγειν, καὶ τούτων χρὴ μνημονεύειν. καὶ ἐντεῦθεν προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως, ἐπισημηνάμενον, ὅτι χρηστὴν ἐλπίδα περὶ τούτου ἔχουσι. φανερὸν γάρ τοι ἀπὸ τοῦ οὕτως ἀποδέξασθαι τὴν πόλιν, ἀπὸ τοῦ φιλανθρώπως καὶ εὐπροσηγόρως ἅπασι προσενε|χθῆναι καὶ ὁμιλῆσαι· 〈καὶ〉 ὅτι εἰκότως τοῦτο ἐποίησεν· τοιαύτη γὰρ ἡ πόλις οἵα ἀμείβεσθαι τοὺς εὖ χρησαμένους ἑαυτῇ.
Καὶ ἐντεῦθεν ὁ ἔπαινος ὁ περὶ τῆς πόλεως, ἐὰν θέλῃς· περὶ γένους αὐτῆς,
περὶ δυνάμεως τῆς ἐν ταῖς προσόδοις, περὶ παιδείας τῶν ἐνοικούντων, περὶ χώρας
τῆς ὑποτελοῦς, ἀφ’ ἧς ἡ πρόσοδος· εἰ μὲν πολλὴ εἴη, εἰς ἰσχὺν τῆς πόλεως
ἀναφέροντα· εἰ δὲ ὀλίγη, ὅτι ἀρκεῖται καὶ ταύτῃ. ἔτι οὗπερ ἂν ᾖ κτίστου,
ἀναγκαῖον εἰπεῖν, ἐάν τε θεὸς ἐάν τε ἥρως ἦ, εἴτ’ οὖν τῶν
Ἐν ἅπασι δὲ τούτοις μεμίχθω ἡ προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως· δεῖν γὰρ τοὺς ἀγαθοὺς ἄρχοντας ταῖς τοιαύταις πόλεσιν τὰς παρ’ ἑαυτῶν εὐνοίας προσνέμειν. ἐπὶ δὲ τῷ τέλει εὐχῇ χρησόμεθα ὑπὲρ τοῦ βασιλέως καὶ ὑπὲρ αὐτοῦ τοῦ ἄρχοντος. καὶ ὑπὲρ ἡμῶν δὲ αὐτῶν πάλιν μνησθησόμεθα, εἰ μὲν τῶν ἀρχομένων εἴημεν, ὅτι ἀπὸ τοῦ τοιούτου ἡμεῖς τιμῆς καὶ δόξης τευξόμεθα· εἰ δὲ τῶν ἤδη προευδοκιμηκότων καὶ προειρηκότων, ἀνεπαχθῶς περὶ αὑτῶν εἰπόντες εἰς τοῦτο καταλύσομεν τὸν λόγον, ὡς ἐλπίδος τι καὶ αὐτοὶ ἔχοντες τοῦ μὴ φυλαχθήσεσθαι μόνον ἐπὶ τούτων τὴν δόξαν ἑαυτοῖς, ἀλλὰ καὶ πολλῷ ἀμείνω πρὸς τὸ λοιπὸν ἔσεσθαι.
Ἀπαγγελία δὲ πρέποι ἂν μάλιστα μεμιγμένη τῷ τοιούτῳ λόγῳ, ἐνιαχοῦ μὲν
συνεστραμμένη, ἐνιαχοῦ δὲ διηρμένη, ἐν τοῖς μύθοις ἀφελεστέρα. τὸ δὲ σαφὲς
Οὐ μὲν δὴ οὐδὲ τούτων ἀπείρως ἔχειν τόν γε δὴ ὁδῷ τινι καὶ ἐπιστήμῃ
μετιόντα λόγους χρή. ἀπευκτὰ μὲν γὰρ τὰ τοιαῦτα, ἀναγκαῖα δὲ ἀνθρώποις γε οὖσι
καὶ παρελθοῦσιν εἰς τὸν ἀνθρώπινον βίον. ἀνθρώπῳ γὰρ γενομένῳ κατὰ τὸν τοῦ
Καλλαίσχρου τὸν τῶν τριάκοντα βέβαιον μὲν οὐδέν, ὅτι μὴ κατθανεῖν γενομένῳ, καὶ
ζῶντι εἶναι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν. ἐπειδὴ τοίνυν ἀμφὶ ταφὴν δύο λόγοι
μεμηχάνηνται, ὃ μὲν κοινὸς πρὸς πόλιν ἅπασαν καὶ δῆμον [ὁ μὲν] τοῖς ἐν πο|λέμῳ
πεσοῦσιν, ἰδίᾳ δὲ καὶ καθ’ ἕκαστον ἅτερος αὐτοῖν, οἷα δὴ τὰ πολλὰ ἐν εἰρήνῃ
συμπίπτειν ἀνάγκη, ἐν διαφόροις ἡλικίαις ἑκάστῳ τῆς τελευτῆς
Συνελόντι μὲν οὖν ὁ ἐπιτάφιος ἔπαινός ἐστι τῶν κατοιχομένων. εἰ δὲ
τοῦτο, δῆλόν που, ὡς καὶ ἀπὸ τῶν αὐτῶν ὀπῶν ληπτέον, ἀφ’ ὧν περ καὶ τὰ ἐγκώμια·
πατρίδος, γένους, φύσεως, ἀγωγῆς, πράξεως. ἄχρι μὲν οὖν τινὸς τὴν αὐτὴν ἰτέον,
οἷον περὶ πατρίδος λέγοντα, ὅτι μεγάλη καὶ ἔνδοξος καὶ ἀρχαία, καὶ εἰ τύχοι
αὐτὴ πρώτη παρελθοῦσα εἰς ἀνθρώπους, οἷα καὶ Πλάτων περὶ τῆς Ἀττικῆς διέξεισιν·
εἰ δὲ μικρά, ὅτι διὰ τούτους ἤδῃ καὶ τὴν ἀρετὴν τὴν τούτων καὶ δόξαν ἔνδοξος
καὶ αὐτὴ ἐγένετο, οἷον ἡ Σαλαμὶς διὰ τὸν Αἴαντα ἢ τὴν ἀρετὴν τῶν ναυμαχησάντων,
καὶ ἡ Αἴγινα
θείαν
τὴν Σαλαμῖνα εἶπεν ὁ Πύθιος·
ὅτι ἐκ θεοῦ ἐκτίσθη, ὥσπερ Ἰωνία, Βυζάντιον ἢ εἰ δή τις ἑτέρα πόλις |. καὶ ἐπὶ
μὲν τῶν ἐν πολέμοις πεσόντων κἂν ἐπιδαψιλεύσαιτό τις ἐν τούτοις. ἐπὶ δὲ τῶν
καθ’ ἕκαστον οὐ πάνυ τι ἀναγκαῖος ὁ πολὺς περὶ τῆς πατρίδος λόγος· ἰτέον οὖν
ἐπὶ τοὺς προγόνους, εἰ οἱ πρόγονοι μὴ ἐπήλυδες, ἀλλ’ αὐτόχθονες· καὶ εἰ
ἐπήλυδες, ἀλλὰ κρίσει τὴν ἀρίστην γῆν λαβόντες, οὐ τύχῃ· καὶ ὅτι ἢ ἐκ τοῦ
Δωρικοῦ γένους, ὅ περ ἀνδρειότατον· ἢ ἐκ τοῦ Ἰωνικοῦ, ὅ περ σοφώτατον, καὶ ὅτι
‛Ἑλληνες. εἰ δὲ ἐπὶ τινὸς εὐκλείας λόγος γίγνοιτο, ὅτι πατρὸς ἀγαθοῦ καὶ
προγόνων, καὶ ἐν βραχεῖ περὶ αὐτῶν εἰπεῖν τὸν ἔπαινον, ὁποῖοι δημοσίᾳ, ὁποῖοι
ἰδίᾳ, ὁποῖοι ἐν λόγοις, ὁποῖοι ἐν βίῳ, καὶ εἴ τι ἐν ἔργοις ἢ ἐν πράξεσιν· ἢ εἴ
τινα τοιαῦτα ἡ ποιότης τοῦ προσώπου παρέχοι ἐκ τῆς φύσεως, ὅτι εὐφυὴς εἰς
πάντα, κοινὸς δὲ ὁ τοιοῦτος.
Ἐν δὲ τῇ ἀγωγῇ γενόμενοι ἐπὶ μὲν τῶν κοινῶν | τὴν πολιτείαν ληψόμεθα,
ὅτι ἢ δημοκρατία ἢ ἀριστοκρατία· ἐν δὲ τοῖς ἰδίοις τὴν ἀνατροφὴν καὶ τὴν
παιδείαν καὶ τὰ ἐπιτηδεύματα. ἐν δὲ ταῖς [κοιναῖς] πράξεσιν ὁ μὲν κοινὸς ἕξει
τὰ κατὰ πολέμους ἔργα καὶ
Μετὰ ταῦτα δὲ ἐν μὲν τοῖς κοινοῖς ἐπὶ τὸ προτρεπτικὸν μεταβησόμεθα,
προτρέποντες ἐπὶ τὰ ὅμοια τοὺς ὑπολειπομένους. καὶ πολὺς ὁ τόπος οὗτος. εἶτα
οὕτως ἐπὶ τὸ παραμυθητικὸν τῶν πατέρων, ὅσοι τε ἔτι | παιδοποιεῖσθαι ἱκανοί,
ὅσοι τε ἔξω τῆς ὥρας ταύτης· καὶ εἴρηται ταῦτα καὶ παρὰ τῷ Θουκυδίδῃ. ἐν δὲ
τοῖς ἰδίοις τὸ μὲν προτρεπτικὸν ἐνίοτε μὲν οὐδὲ ὅλως παραλαμβάνομεν διὰ τὸ τάχα
ἂν εἰ τύχοι παῖδας εἶναι τοὺς κατοιχομένους· ἐνίοτε δὲ ἐπὶ βραχύ, πλὴν ἐπὶ τοῖς
πάνυ ἐνδόξοις. ἐνταῦθα γὰρ οὐδὲν κωλύει καὶ ἐπὶ πλεῖον χρῆσθαι τῷ εἴδει, οἷον
〈εἰ〉 ἐπὶ ἄρχοντός τινος καὶ τοιούτου προσώπου ὁ ἐπιτάφιος γίνοιτο, ἀναγκαῖον
παρακελεύεσθαι μιμεῖσθαι τοῖς παισὶν τοὺς ἑαυτῶν τοκέας, καὶ ἐπὶ τὰ ὅμοια
σπεύλοὺς
Ἐπὶ δὲ τοῖς καθ’ ἕκαστον καὶ ἀπὸ τῶν ἡλικιῶν πολλὰς ἀφορμὰς παρέξει ὁ
λόγος εἰς παραμυθίαν· εἰ μέν τις ἄφνω τελευτήσειεν καὶ ἀλύπως, ὅτι μακαρίως
αὐτῷ ἡ τελευτὴ συνηνέχθη· εἰ δέ τις νόσῳ καὶ πολὺν χρόνον νοσήσας, ὅτι γενναίως
ἐνεκαρτέρησεν τῇ νόσῳ·
μία γὰρ καὶ ἡ αὐτὴ οἶμος
κατὰ τὸν Αἰσχύλον
εἰς Ἁιδου φέρουσα
· εἰ δέ τις ἐν τῇ πατρίδι, ὅτι ἐν τῇ φιλτάτῃ καὶ τῇ
γειναμένῃ καὶ τοῖς οἰκειοτάτοις πᾶσιν. ἀπὸ ἡλικίας· εἰ μὲν νέος ὣν τοῦτο πάθοι,
ὅτι θεοφιλής· τοὺς γὰρ τοιούτους φιλοῦσιν οἱ θεοί· καὶ ὅτι καὶ τῶν παλαιῶν
πολλοὺς ἀνήρπασαν, οἷον τὸν Γανυμήδην, τὸν Τιθωνόν, τὸν Ἀχιλλέα, μὴ βουλόμενοι
αὐτοὺς ἐν τοῖς κακοῖς τοῖς ἐν τῇ γῇ καλινδεῖσθαι ἢ πολὺν χρόνον ἐγκατορωρύχθαι
τὴν ψυχὴν ἐν τῷ σώματι ὥςπερ ἐν τάφῳ ἢ ἐν δεσμωτηρίῳ μηδὲ δουλεύειν δεσπόταις
κακοῖς, ἀλλὰ ἐλευθεροῦν· καὶ μακάριοι φυγόντες τὰ ἀλγεινὰ τοῦ βίου καὶ τὰ πάθη
τὰ συμπίπτοντα τοῖς ἀνθρώποις, μυρία ταῦτα ὄντα καὶ ἄπειρα, ὀφθαλμῶν πηρώσεις,
ποδῶν, ἑτέρου τινὸς μέρους τοῦ σώματος, καὶ ὅτι τῷ ὄντι ἡ νόσος ἀλγεινοτάτη. εἰ
δὲ μέσος τὴν ἡλικίαν, ὅτι ἐνακμάσας τῷ βίῳ καὶ νῷ δεῖγμα τῆς ἀρετῆς τῆς ἑαυτοῦ
παρέσχεν· καὶ ὅτι ποθούμε|νος, οὐκ ἀηδὴς ἤδη διὰ τὸ γῆρας γενόμενος ἀπῆλθε τοῦ
βίου, ἀλλ’ ἐν ἡλικίᾳ. εἰ δὲ δὴ ἐν γήρᾳ τις τελευτήσειεν, ὅτι εἰς πᾶσαν
ἀπόλαυσιν τῶν ἐν τῷ βίῳ καλῶν συνετων μετρήθῇ
λιπαρὸν γῆρας
κατὰ τὸν Νέστορα ἐβίωσεν· ὅτι
τούτου ἕνεκα ἐνδιέτριψεν, ἵνα παράδειγμα γένηται τοῖς ἄλλοις, καὶ μάλιστα εἰ
ἔνδοξον εἴη τὸ πρόσωπον. ἐπὶ τέλει δὲ περὶ ψυχῆς ἀναγκαῖον εἰπεῖν, ὅτι
ἀθάνατος, καὶ ὅτι τοὺς τοιούτους ἐν θεοῖς ὄντας ἄμεινον εἰκὸς ἀπολαβεῖν. ἀρχὰς
δὲ ἐνίοτε αὐτὸ παρέξει τὸ πρόσωπον ἰδίας καὶ μὴ κοινάς· οἷον εἰ ἀπὸ λόγων εἴη,
ὅτι ἀκόλουθον τοῖς λόγοις εὐφημεῖν αὐτόν· ἢ εἴπερ ἐπὶ ἑτέροις αὐτός τι τοιοῦτον
εἰρηκὼς εἴη, ὅτι τὸν αὐτὸν ἔρανον καὶ τούτῳ ἀποδοτέον· ἢ ὅ τί ποτ’ ἂν ἡ ἰδιότης
τοῦ προσώπου παρέχῃ. |
Ἡ δὲ ἀπαγγελία ποικίλη, ἐν μὲν τοῖς ἀγωνιστικοῖς συνεστραμμένη· ἐν δὲ τοῖς ἐνδόξοις καὶ μέγεθος ἔχουσιν, οἷον ὅσα περὶ ψυχῆς, διηρμένη καὶ μέγεθος ἔχουσα καὶ ἐγγὺς βαίνουσα τῆς τοῦ Πλάτωνος.
Ἀκόλουθος ἂν εἴη καί, ὡς 〈ἂν〉 εἴποι τις, συναφής, ὦ Ἐχέκρατες, καὶ ὁ ἐν
ταύταις ταῖς πανηγύρεσι
Σκεπτέον οὖν πρῶτον εὐθύς, ὅς τίς ποτε ὁ λέγων (ὡς ἔγωγε οἶδα καὶ Ὀλυμπίασιν καὶ ἐπ’ ἐμοῦ τοῦτο γενόμενον καὶ Πυθοῖ καὶ ἄλλοθι πολλαχοῦ τισίν)· νῦν μὲν | γὰρ ἴσως πολίτης, νῦν δὲ καὶ αὐτῶν τῶν περὶ τὸν ἀγῶνά τις, ἐγὼ δὲ ἤδη καὶ τὸν ἀγωνοθέτην εἶδον ἀγωνιστὴν τούτου τοῦ λόγου γεγενημένον.
τὰς γὰρ ἀρχὰς ἴσως που καὶ ἐντεῦθέν τις οὐκ ἄπο καιροῦ ποιήσεται. εἰ μὲν
πολίτης εἴη, ὅτι καὶ αὐτὸς πεισθεὶς τοῖς ἀγωνοθέταις καὶ τῷ τῆς πόλεως νόμῳ εἰς
τὸν ἀγῶνα καθῆκεν ἑαυτὸν καὶ παρεβάλετο κινδύνῳ οὐχ ἧττον ὄντι ἐργὡδει·
ἐκειῖνος μὲν γὰρ σώματος, ὅδε δὲ ψυχῆς. χαλεπώτεροι δὲ οἱ ἀγῶνες οἱ τῆς ψυχῆς
ἢ〈οἱ〉 τοῦ σώματος. ἐπὶ μὲν γὰρ τῆς ἀγωνίας τῶν σωμάτων καὶ φανερὰ ἡ νίκη καὶ
ὑπὸ τοῖς ὀφθαλμοῖς, ἥ περ ἐναργεστάτη τῶν αἰσθήσεων· ἔτι δὲ καὶ βραβευτὴς
ἐφέστηκεν ἐπ’ αὐτῷ τούτῳ κρείττων τοῦ παρὰ τῶν ἄλλων φθόνου. ἥδε 〈δὲ ἡ〉 κρίσις
οὐκ ἐφ’ ἑνί, ἀλλ’ ἐπὶ πολλοῖς· καὶ οὐκ ὀφθαλμοῖς κρίνουσιν, ἀλλὰ γνώμῃ, ἐν ᾗ
πολλὰ τὰ ἀν|τιστατοῦντα· ἄγνοια καὶ φιλοτιμία καὶ φθόνος, ἐφ’ ἅπασι δὲ τὸ μὴ
βούλεσθαι τοὺς ἀκούοντας μείζονα εἶναι τὰ ἐπαινούμενα τῷ περὶ αὐτῶν
εἶτα διαφορὰν ἐρεῖς, ὅσῳ κρείττων οὗτος τοῦ ἐκείνων ἔπαινος· διὰ ταῦτα,
ὅτι ὃ μὲν ἐκ τῶν ἐπιτυχόντων, οὗτος δὲ ἀπὸ τῶν δεδοκιμασμένων καὶ βίῳ καὶ λόγῳ
καὶ δόξῃ· καὶ ἐκεῖνος μὲν ἔθει τινί, οὗτος δὲ νόμῳ πόλεως καὶ δόγματι ἀρχόντων·
κἀκεῖνος οἷον ἐπιβόησίς τις, μηδὲν τῶν ἤχων διαφέρων, οὗτος δὲ μετὰ ἐπαίνων καὶ
ἀποδείξεων παράκλησις. εἶτ’ ἀκόλουθον τοῖς περὶ τὸ τοῦ σώματος καλὸν
σπουδάσασιν καὶ περὶ τὸ καλὸν τὸ ἐπὶ τῇ ψυχῇ σπουδάσαι καὶ
Τούτων δὲ τῶν ἀφορμῶν τάχα ἄν τινες καὶ εἰς τὸν πανηγυρικὸν λόγον
ἁρμόζοιεν, τοιούτων προσώπων πανηγυριζόντων καὶ τοιούτων ποιοτήτων
ἐμπεριειλημμένων. τοιαύτης δὲ τῆς προκαταστάσεως γενομένης ὑποβλητέον καὶ τὸν
περὶ τῶν πανηγύρεων καθόλου λόγον ἔπαινον ἔχοντα τῶν προκαταστησαμένων, ὅτι τῶν
πολέμων καὶ τῶν πρὸς ἀλλήλους διαφορῶν καταπαύσαντες τὰς πό|λεις συνήγαγον
ὥςπερ εἰς μίαν πόλιν τὴν πατρίδα πάντων, ὡς κοινῇ συνελθόντας θύειν καὶ
ἑορτάζειν λήθην ἁπάντων τῶν πρότερον ποιησαμένους· καὶ οὐ ταῦτα ἀπέχρησε μόνον,
ἀλλὰ
ἐρ|χόμενον δὲ ἀνὰ
τὴν
πανήγυριν θεὸν ὣς εἰσορόωσιν
, οὐ μόνον γε ἀλλὰ καὶ μετὰ τὴν πανήγυριν, ὁπόταν
αὐτὸν ἴδωσι μόνον. καὶ ἀγωνιζομένῳ ταῦτα καθ’ ἕκαστον ἀγῶνα· παυσαμένῳ δὲ
παραμένουσιν τὸν βίον σύμπαντα οἱ καρποὶ 〈οἱ〉 ἀπὸ τῆς νίκης, τὴν περιουσίαν τοῦ
βίου ἄφθονον παρέχοντες· μετὰ δὲ τὴν τελευτὴν ἡ μνήμη 〈ἡ〉 ἀπὸ τῶν ἀνδριάντων
καὶ τῶν εἰκόνων εἰς τὸ ἀνάγραπτον ἔχειν τὴν δόξαν οὐκ ἐν ταῖς μνήμαις σῳζομένην
μόνον, ἀλλὰ
Εἶτα ἐπὶ τούτοις προσάξεις καὶ τὸν περὶ τῆς πόλεως λόγον, ὅτι καὶ διὰ
τὴν πόλιν αὐτὴν σπουδαστέον περὶ τὸν ἀγῶνα. σύμμετρος δὲ γινέσθω ὁ ἔπαινος,
ἐπειδὴ οὐ περὶ αὐτοῦ νῦν πρόκειται. ἀφορμαὶ δὲ εἰς τοῦτο ἔσονται δήπου ἱκαναὶ
αἱ προειρημέναι ἐν ταῖς περὶ τοῦ πανηγυρικοῦ λόγου μεθόδοις. ὁμοίως δὲ καὶ περὶ
αὐτῆς τῆς πανηγύρεως ἐρεῖς ἐφεξῆς, καὶ πόθεν ἤρξατο, καὶ τίς ὁ | καταστήσας,
καὶ τίνων θεῶν ἐπάγεται, καὶ τίς ὁ ἐπώνυμος αὐτῆς· καὶ ἔπαινος διὰ βραχέων ἀπὸ
τῶν αὐτῶν ἀφορμῶν τῶν ἐκεῖ παραδεδομένων. ἀναγκαῖον δὲ ἐνταῦθα γενόμενον καὶ
σύγκρισιν ποιήσασθαι πρὸς τοὺς ἄλλους ἀγῶνας. ἡ δὲ σύγκρισις ἔσται καὶ ἀπὸ
τόπου τοῦ ἀγῶνος, οἷον 〈ὅτι ἐνδοξότατος, καὶ〉 ἀπὸ χρόνου, ὅτι ἀρχαιότατος· ἢ εἰ
νέος, ὅτι ὅσον τῷ χρόνῳ ὑποδεῖ, τοσοῦτον τῇ δόξῃ προέχει· καὶ ὅτι εἰ νῦν
περισπούδαστός ἐστι, πολλῷ περισπουδαστότερος ἔσται λαβὼν τὸν χρόνον. εἰ θεὸς
εἴη ὁ ἐπώνυμος, τὰ προσόντα τῷ θεῷ· εἰ τῶν ἡρώων τις, ὁμοίως τὰς πράξεις· εἰ
ἐπιτάφιος, ὅτι καὶ αὐτὸς διὰ τὴν ἀρετὴν τοῦ ἀγῶνος καὶ τῆς τούτου θέσεως
ἠξιώθη. ἔτι καὶ τὴν πόλιν παραβαλεῖς πρὸς τὰς ἄλλας, ἀπὸ μεγέθους, ἀπὸ κάλλους,
ἀπὸ οἰκιστοῦ, ἀπὸ οἰκειώματος· εἴρηται | δὲ καὶ ταῦτα
Ἐπειδὴ δὲ διάφορα τὰ πρόσωπα, τὰ μὲν ἔνδοξα, τὰ δὲ ἧττον, καὶ τὰ μὲν ἀπὸ
στεφάνων πολλῶν, τὰ δὲ νῦν πρῶτον ἀρχόμενα, πειρασόμεθα ἕκαστον ἀπὸ τῶν οἰκείων
καὶ προσφόρων προτρέψασθαι· οἷον τοὺς μὲν πολλοὺς ἔχοντας στεφάνους, ὅτι καλόν,
μὴ ὅπως καταισχῦναι τούτους, ἀλλὰ καὶ προσθεῖναι καὶ πλείους ἀποφῆναι·
συναύξεται γὰρ τοῖς στεφάνοις καὶ ἡ δόξα. τοὺς δὲ ὀλὶγους, ὅτι δεῖ μὴ τούτοις
ἀρκεῖσθαι, ἀλλὰ καὶ βεβαιώσασθαι τούτους ὅτι καὶ μετὰ τῆς ἀληθεὶας καὶ προῖκα,
τῷ ἐπαγωνίσασθαι καὶ προσλαβεῖν ἑτέρους. | τοὺς δὲ νῦν πρῶτον ἀρξομένους· 'ἀρχὴ
δέ τοι ἥμισυ παντός. καὶ τοῖς ἡττημένοις πρότερον καλὸν ἀναμάχεσθαι, ἵνα μὴ καὶ
ψυχῇ καὶ σώματι, ἀλλὰ τύχῃ μᾶλλον δοκῶσιν τῇ ἥττῃ κεχρῆσθαι. εἶτα συμπροτρέψεις
τοὺς μὲν κατὰ τὸ αἰσχρόν, τοὺς δὲ κατὰ τὸ καλόν, ὅτι τοῖς μὲν πολλοὺς ἔχουσι
καὶ προνενικηκόσιν αἰσχρὸν τὸ ἡττηθῆναι τῶν μήπω νενικηκότων, τοῖς δὲ ἄλλοις
ἔντιμον καὶ οὐδὲ ὑπερβολὴν εἰς δόξης λόγον ἔχον 〈τὸ〉 τοὺς νενικηκότας κρατῆσαι
καὶ δι’ ἑνὸς στεφάνου προσλαβεῖν τὴν τούτων δόξαν. εἶτα πειραφραίνει,
Ἐν δὲ τούτῳ τῷ τόπῳ γενομένους ἀναγκαῖον | καὶ τῶν ἀρχαίων μνημονεύειν
καὶ παραδείγματα φέρειν, ὅσοι ἔνδοξοι· οἳ μὲν ὅτι ἀήττητοι, οἳ δὲ ὅτι πλείστας
νίκας ἤραντο, οἳ δὲ ὅτι εἰ καὶ ὀλίγας, ἀλλὰ τὰς ἐνδοξοτάτας, καὶ ὅτι πάσας
προῖκα, καὶ ὅτι ἀπὸ σωφροσύνης, ἀπὸ ἐγκρατείας, ἀπὸ τῆς ἀσκήσεως τοιοῦτοι
ἐγένοντο· καὶ ὅ τι αὐτοῖς τοιοῦτον συνέβη· ὅτι πολλοὶ καὶ ἰσόθεοι ἐνομίσθησαν,
οἳ δὲ καὶ ὡς θεοὶ τιμῶνται τῶν πάλαι.
Ἀγῶνας ἐσχηματισμένους παντάπασιν οὔ φασιν εἶναι τινές, ἀλλὰ μέρη μὲν ἀγώνων ἐσχηματίσθαι συνομολογοῦσιν, τὸ δὲ ὅλας ὑποθέσεις διὰ τούτου τοῦ τρόπου τῶν λόγων περαίνεσθαι οὐχ οἷόν τε εἶναι φασί (μὴ γὰρ δυνατὸν εἶναι μὴ σαφῶς ἀκούοντας τοὺς ἀκροωμένους συνἱέναι περὶ οὗ ὁ λόγος ἐστίν), οὐδὲ τοὺς παλαιοὺς κεχρῆσθαι τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τῶν ἀγώνων. ἡμεῖς δὲ καὶ ὅσοι τρόποι τῶν ἐσχηματισμένων ἀγώνων, φράσομεν, καὶ τῆς μεταχειρίσεως αὖ τὴν μέθοδον δηλώσομεν, αὐτοὺς τοὺς παλαιούς οὓς οὔ φασί τινες κεχρῆσθαι τῷ τρόπῳ τῶν λόγων, μαρτυρόμενοι.
Ἐστι γὰρ τῶν καλουμένων σχημάτων εἴδη γ̄· τὸ μέν ἐστι σχῆμα λέγον μὲν ἃ
βούλεται, δεόμενον δὲ εὐπρεπείας ἢ δι’ ἀξίωσιν τῶν προσώπων, πρὸς οὓς ὁ λόγος,
ἢ δι’ ἀσφάλειαν πρὸς τοὺς ἀκούοντας. καὶ τούτῳ μὲν τῷ εἴδει οὐκ ἀντιλέγουσιν οἱ
ῥητορικοί, ἀλλὰ καλοῦσιν αὐτὸ χρῶμα. τοὺς γὰρ εὐπροσώπους λόγους, οὐκ οἶδα
ὁπόθεν ὁρμηθέντες, οὕτως ὀνομάζουσιν, ὅταν ἢ πρὸς πατρίδα τις διαλέγηται ἢ πρὸς
Τοῦ μὲν οὖν καλουμένου ὑπὸ τῶν πολλῶν χρώματος οὔτε ἀποκεκρυμμένη οὔτε
χαλεπὴ 〈ἡ〉 μέθοδος. ἐπιείκεια γὰρ προστεθεῖσα τοῖς λόγοις καὶ τὸ ὑποστέλλεσθαι
τῇ παρρησίᾳ, αὐτό 〈τε〉 τοῦτο τὸ αἰδεῖσθαι προσποιεῖσθαι καὶ τὸ ὁμολογεῖν μὴ
βούλεσθαι τολμηρῶς μηδὲ ἀποκεκαλυμμένως λέγειν ἡ μέθοδός ἐστι τῶν τοιούτων
λόγων. μεγίστη δὲ καὶ βαθυτάτη ἐν τούτοις τοῖς λόγοις μέθοδος, τὸ ἑτέρας αἰτίας
ὑπο βαλέσθαι εὐσχήμονας πρὸ τῶν λυπούντων λόγων. Οἱ δὲ ἕτερα μὲν λέγοντες,
ἕτερα δὲ βουλόμενοι τίνι μεἀκροωμένοις· ἃ δὲ βούλονται πεῖσαι, τοῖς προταθεῖσι
συγκατασκευάζουσι. καὶ τρόπον τινὰ διπλοῦν ἀγῶνα ἀγωνίζονται· τῷ μὲν γὰρ λόγῳ |
τὸ κοινὸν προτείνουσιν, τέχνῃ δὲ οὗ τὴν χρείαν ἔχουσιν. Ὁ δὲ οἷς λέγει τὰ
ἐναντία βουλόμενος λόγος, ἀκοῦσαι οὑτωσί, ἄτοπόν τινα τὴν μέθοδον ἔχειν δόξει·
δεῖ γὰρ εἰς ἐναντιώσεις ὑποπίπτοντα φαίνεσθαι τοῖς ἀκούουσιν· καὶ ἐν τούτῳ τῷ
εἴδει τὸ καινότατον δὴ φαίνεται τέχνη ῥήτορος οὖσα τὸ ἐναντία λέγειν. τίς ὁ
λόγος;
Ἤρτηνται δὲ τούτων τῶν τρόπων κἀκεῖνα· τὸ τὰ αὐτὰ δοκοῦντα λέγειν ἑτέρῳ
προειπόντι ἑτέραν ὑπόθεσιν διοικεῖσθαι· τὸ ἐναντιοῦσθαι δοκοῦντα τῷ λόγῳ
βοηθεῖν τῷ ἔργῳ, προκατασκευάσαντος τοῦ σχήματος τὴν χρείαν· τὸ 〈ὡς ἐροῦντα〉 ἐν
ἄλλῳ λόγῳ ὑπερβαλέσθαι τὴν ὑπὲρ αὐτοῦ παρρησίαν εἰς ἕτερον καιρόν.
Μεμνῆσθαι χρή, ὅτι τῇ μεθόδῳ [καὶ περὶ τῶν σχημάτων τῶν ἐναντία βουλομένων οἷς λέγουσιν ἀγωνιζόμενοι], ἐάν τις πορεύηται, ὡς ἔφαμεν, δι’ ἐναντιώσεων, μέγας κίνδυνος πρόσεστι τῷ μὴ φωραθῆναι ὑπὸ τῶν ἀκροωμένων, ὅτι τεχνάζει, τῆς ἐναντιώσεως εἰς δόξαν ἐμπεσεῖν· εἰ γὰρ μὴ ἐλεγχθείη ἡ τέχνη, συμβήσεται φιλονεικοῦντας, ἃ προσποιεῖται λέγειν, συγχωρεῖν τῷ ῥήτορι, οὐχ ἃ βούλεται ταῦτα ψηφίζεσθαι. φράσομεν οὖν καὶ ὅπως τις ἂν λάθοι μεταχειριζόμενος τὸν δι’ ἐναντιώσεων λόγον.
Δημοσθένης τοίνυν ὁ ῥήτωρ, ἵνα πρῶτον καὶ τὸ ὄνομα τοῦ σχήματος καὶ τὴν
χρείαν δείξωμεν παρ’ αὐτῷ | δεικνύντες, ἐν τῷ περὶ τοῦ στεφάνου διηγούμενος
λόγον, ὃν συνεβούλευσεν διαθέσθαι πρὸς Θηβαίους, οὐχ ἁπλοῦν ἀλλά τινα τεχνικόν,
ὧδέ πως λέγει καὶ ἐπὶ τῷ λόγῳ τὸ ὄνομα ἐπάγει τῆς τέχνης· ἐπειδὰν
. `Ορᾷς καὶ
τὸ ἔργον τῆς διοικήσεως, καὶ τὸ ὄνομα ἐπι|φερόμενον τῷ ἔργῳ, τὸ σχῆμα
. ὁ
αὐτὸς τοίνυν Δημοσθένης ἐν μὲν τῷ περὶ τῆς πρεσβείας, 〈ἵνα〉 ἀπὸ δικανικοῦ λόγου
ἀρξώμεθα, ἄλλα προτείνων ἄλλα κατασκευάζει, δι’ ὅλου τοῦ βυβλίου διοικούμενος
διοίκησίν τινα τοιαύτην· κεφάλαια ἔστιν ἅ περ ἀσθενῆ ὄντα τῷ Δημοσθένει, ἐὰν
ἐφ’ αὑτῶν προτείνηται, ἐλέγχεται· ταῦτα ἵνα πιθανὰ ποιήσῃ, ἕτερα μὲν προτείνει,
λαβὼν δὲ τὸν ἀκροατὴν προσέχοντα τοῖς προταθεῖσι συμπλέκει τὰς πίστεις τῶν
ἀσθενῶν τοῖς προτεινομένοις. οἷον, ἵνα ὁ λόγος ἔχῃ παράδειγμα, ἔροιτ’ ἂν
εἰκότως ὁ Αἰσχίνης τὸν Δημοσθένην· Διὰ τί τῆς προτέρας πρεσβείας οὐ κατηγορεῖς;
καί τοι τὰ πεπραγμένα πάντα ἐν τῇ προτέρᾳ πέπρακται (ὅ φησιν ὁ Αἰσχίνης ἐν τῇ
ἀπολογίᾳ), ἡ δὲ δευτέρα ἀπαίτησιν ὅρκων εἶχεν
Ποιεῖ δὲ αὐτὸ πῶς; ἀκούσωμεν τῆς λέξεως τοῦ ῥήτορος· φησὶ γὰρ ὧδε·
Βούλομαι δὲ πρὸ πάντων, ὧν μέλλω λέγειν, μνημονεύοντας ὑμῶν οἶδ’ ὅτι τοὺς
πολλοὺς ὑπομνῆσαι, τίνα τάξιν αὑτὸν ἔταξεν Αἰσχίνης ἐν τῇ πολιτείᾳ τὸ πρῶτον,
καὶ τίνας λόγους κατὰ τοῦ Φιλίππου δημηγορεῖν ᾤετο δεῖν· ἵν’ εἰδῆτε, ὅτι τοῖς
ὑφ’ ἑαυτοῦ πεπραγμένοις καὶ δεδημηγορημένοις ἐν ἀρχῇ μά|λιστα ἐξελεγχθήσεται
δῶρα ἔχων. ἔστι τοίνυν ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον, ὡς τότε δημηγορῶν
ἔφη, ἐπιβουλεύοντα τοῖς Ἕλλησιν καὶ διαφθείροντά τινας τῶν ἐν Ἀρκαδίᾳ
προεστηκότων· καὶ ἔχων Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, προσιὼν μὲν
τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων, καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις
πέμψαι τοὺς συνάξοντας δεῦρο τοὺς βουλευσομένους περὶ τοῦ πρὸς Φίλιππον
πολέμου· καὶ ἀπαγγέλλων μετὰ ταῦτα ἥκων ἐξ Ἀρκαδίας τοὺς καλοὺς ἐκείνους καὶ
μακροὺς λόγους, 〈οὓς〉 ἐν τοῖς μυρίοις ἐν τῇ Μεγάλῃ πόλει πρὸς Ἱερώνυμον τὸν
ὑπὲρ Φιλίππου λέγοντα ὑπὲρ ὑμῶν ἔφη δεδημηγορηκέναι· καὶ διεξιών, ἡλίκα τὴν
Ἑλλάδα πᾶσαν, οὐχὶ τὰς ἰδίας ἀδικοῦσι μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ
χρήματα λαμβάνοντες παρὰ Φιλίππου. ἐπειδὴ τοίνυν ταῦτα πολιτευομένου
προσελθὼν τοίνυν ἐμοὶ μετὰ ταῦτα συνετάττετο κοινῇ πρεσβεύειν, καὶ ὅπως τὸν
μιαρὸν καὶ λίαν ἀναιδῆ φυλάξομεν ἀμφότεροι τὸν Φιλοκράτην, πολλὰ παρεκελεύσατο.
καὶ μέχρι τοῦ δεῦρο ἐπανελθεῖν ἀπὸ τῆς πρώτης πρεσβείας ἐμὲ γοῦν, ὦ ἄνδρες
Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν ἐλάνθανεν
. ὡς θαυμαστή γε ἡ τέχνη·
πάντας αὐτοὺς ἐξηπατημένους ἀπε|δειξεν. ἐπήγαγεν δὲ εὐθὺς τὸ ὁμοίως γὰρ ὑμεῖς
ἐξηπάτησθε κἀγώ
, διὰ μέσου τὸ περὶ Φιλοκράτους εἰπών· αὐτὸς ἐφ’ αὑτὸν ἤγαγεν
τὴν αἰτίαν, ἁπλότητος προσχήματι κλέπτων
ἐμὲ γοῦν, ὦ ἄνδρες Ἀθηναῖοι, διεφθαρμένος καὶ πεπρακὼς αὑτὸν
ἐλάνθανεν
, ἀλλὰ μὴ φάναι κἀμέ
, ἵνα μὴ δοκῇ τὸ πᾶν ἐπιχείρημα οἰκείας
διοικήσεως ἐξειργάσθαι. οὕτω μὲν ἕτερα προτείνων ἕτερα κατασκευάζει ὁ
Δημοσθένης· καὶ ἑξῆς τὸ αὐτὸ ποιεῖ ἐν τῷ λόγῳ καὶ πάλιν ἑξῆς καὶ ἄχρι τέλους
τοῦ παντὸς ἀγῶνος. τοῦτο μέν σοι δικανικῶν λόγων τὸ παράδειγμα [λόγων
ἐσχηματισμένων], ἕτερα προτεινόντων, ἕτερα κατασκευαζόντων.
Συμβουλευτικῶν δὲ πάλιν ὁ αὐτὸς Δημοσθένης ἐν τῷ περὶ τῶν συμμοριῶν δι’
ὅλου τὴν τοιαύτην τέχνην ἐξεργάζεται. ἔχει δὲ οὕτως· οἱ μὲν Ἀθηναῖοι ὡρμήκασι
μὲν πρὸς βασιλέα τῶν Περσῶν, τοιαῦτα τῶν ῥητό|ρων συμβουλευόντων καὶ ἐπαιρόντων
αὐτοὺς ἐκ τοῦ ἐπαινεῖν τοὺς προγόνους καὶ μεμνῆσθαι τῶν πεπραγμένων πρὸς τοὺς
βαρβάρους ἔργων, πρὸς δὲ τὸν Φίλιππον τὸν τῶν Μακεδόνων βασιλέα ὀκνοῦσι
πολεμεῖν. ὁ δὲ Δημοσθένης αὐτὰ τὰ ἐναντία πρὸς μὲν τὸν βασιλέα πολεμεῖν αὐτοὺς
οὐ βούλεται, πρὸς δὲ τὸν Φίλιππον βούλεται. ὁρᾷς δύο ὑποθέσεις ἐναντίας
ἀλλήλαις; πῶς οὖν τοῦτο ποιεῖ; διπλῷ γὰρ τῷ σχήματι χρῆται. πρὸς μὲν τὸν
βασιλέα οὔ φησι μὴ δεῖν πολεμεῖν, ἀλλὰ μηδέπω πολεμεῖν· εἰ γὰρ ἁπλῶς ἐκέλευε μὴ
πολεμεῖν, οὐκ ἂν αὐτῷ προσεῖχον τὸν νοῦν, ὡρμηκότες πρὸς τὸν πόλεμον. ὃ δὲ φησὶ
μὲν πολεμεῖν δεῖν, ἐνδιδοὺς αὐτοῖς ὃ βούλονται· πρότερον δὲ ἀξιοῖ
παρασκευάζεσθαι, ἵνα ἀσφαλέστερος καὶ δικαιότερος
ἐγὼ νομίζω κοινὸν |
ἐχθρὸν ἁπάντων τῶν ὄντων Ἑλλήνων εἶναι βασιλέα· οὐ μὴν διὰ ταῦτα παραινέσαιμ’
ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν αἴρεσθαι
. οὕτω μὲν ἐπέχει τὴν
ὁρμήν, 〈τῇ〉 αὐτῇ τέχνῃ Θουκυδίδῃ χρώμενος. καὶ γὰρ παρὰ τῷ Θουκυδίδῃ Ἀρχίδαμος,
ὅν φησιν ὁ Θουκυδίδης συνετὸν εἶναι καὶ σώφρονα, ἐπειδὴ ἑώρα τοὺς
Λακεδαιμονίους καὶ τοὺς Πελοποννησίους ὡρμημένους πρὸς τὸ πολεμεῖν τοῖς
Ἀθηναίοις, οὐχὶ μὴ πολεμεῖν κελεύει (ᾔδει γὰρ οὐ πεισομένους), ἀλλὰ μηδέπω
τοῦτο ποιεῖν, ἀλλὰ πρότερον παρασκευάζεσθαι. οὕτω μὲν γάρ, ὅ περ ἔφαμεν,
ἐμποδίζει τὴν ὁρμὴν αὐτῶν ὁ Δημοσθένης ὁμοίως τῷ Θουκυδίδῃ. διδάσκει δὲ
προελθὼν τοῦ λόγου τὸν τρόπον * * * ἧς παρασκευασθείσης εὐτρεπὴς γίνεται κατὰ
Φιλίππου. καὶ οὕτως ἑκάτερος ὁ λόγος τεχνικῶς περαίνεται τῷ Δημοσθένει, τῷ
βασιλεῖ μὲν μηδέπω πολεμεῖν, τῇ δὲ ἐπὶ βασιλέα παρασκευῇ ἔχειν χρῆσθαι κατὰ
Φιλίππου. οὕτω μὲν δι’ ὅλου τοῦ λόγου τοῦ συμβουλευτικοῦ ἕτερα προτείνεται καὶ
ἕτερα κατασκευάζεται,
Ἐπεὶ μέντοι συμβουλευτικῶν καὶ δικανικῶν ἐμνήσθημεν, λάβε καὶ παρὰ
Πλάτωνος παραδείγματα ἀγώνων πλειόνων συμπεπλεγμένων καὶ τρόπον τινὰ πάντων
〈τῶν〉 μερῶν τῆς ῥητορικῆς συναγομένων. ἡ Σωκράτους Ἀπολογία τὴν μὲν πρότασιν
ἔχει, ὡς τὸ ἐπίγραμμα δηλοῖ, ἀπολογίαν, ἔστι δὲ καὶ Ἀθηναίων κατηγορία, εἰ
τοιοῦτον ἄνδρα εἰς δίκην ὑπήγαγον. καὶ κέκρυπται τὸ πικρὸν τῆς κατηγορίας τῷ
ἐπιεικεῖ τῆς ἀπολογίας· ἃ γὰρ ὑπὲρ αὑτοῦ ἀπολογεῖται, Ἀθηναίων κα|τηγορεῖ. δύο
μὲν αὗται συμπλοκαί. τρίτη δέ· ὁ λόγος ἐστὶ Σωκράτους ἐγκώμιον, καὶ τὸ ἐπαχθὲς
τοῦ λόγου ἐπεσκίασται τῷ ἀναγκαίῳ τῆς ἀπολογίας· τρίτη αὕτη συμπλοκή. καὶ
γεγόνασι δύο μὲν δικανικαὶ ὑποθέσεις συνημμέναι, ἡ ἀπολογία καὶ ἡ κατηγορία·
μία δὲ ἐγκωμιαστική, ὁ ἔπαινος ὁ Σωκράτους. τετάρτη συμπλοκή, ἥ περ μεγίστη
ὑπόθεσις τῷ Πλάτωνι, ἔχουσα συμβουλευτικῆς ἰδέας δύναμιν, φιλόσοφον δὲ τὴν
θεωρίαν· ἔστι γὰρ τὸ βυβλίον παράγγελμα, ὁποῖον εἶναι δεῖ τὸν φιλόσοφον. τοῦτο,
ὡς μὲν ἐν ῥητορικῇ, συμβουλευτικὴ ἰδέα· ὡς δ’ ἐν φιλοσοφίᾳ, δόγμα
παραδιδόμενον· τοιοῦτον γὰρ εἶναι τὸν φιλόσοφον, ὁποῖος ἐν τῇ Ἀπολογίᾳ φαίνεται
Σωκράτης. ταύτην τὴν
ταῦτα
καὶ τοιαῦτα πράττειν, Αἰσχίνη, τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ
.
Ταῦτα μὲν δή σοι παρὰ Δημοσθένους καὶ Πλάτωνος. ἀλλὰ καὶ Θουκυδίδης δύο
ὑποθέσεις συμπλέκει ἐν τῷ ἐπιγραφομένῳ Ἐπιταφίῳ· τῆς μὲν γὰρ ἐγκωμιαστικῆς
ἰδέας ἐστὶν ὁ ἐπιτάφιος, συμπλέκεται δὲ ἰδέα συμβουλευτική. οὐ γὰρ μᾶλλον
ἐπαινεῖ τοὺς τεθνεῶτας ἢ τοὺς ζῶντας ἐπὶ τὸν πόλεμον παρακαλεῖ. τοῦτο μέντοι
ἀναγκαίως ποιεῖ· ὁ γὰρ λέγων ἐστὶ τὸν ἐπιτάφιον Περικλῆς, ἀνὴρ τοῦ πολέμου
αἴτιος. ἔτι μέντοι τριῶν ὄντων κεφαλαίων τοῦ ἐπιταφίου, ἐπαίνου θρήνου
παραμυθίας, τὸ ἓν τῶν κεφαλαίων ὑπερβαίνει, τὸν θρῆνον· οὐ γὰρ συνέφερεν τῷ
συμβουλευτικῷ οὐδὲ τῇ προτροπῇ τὸ θρηνεῖν, ὥς φησιν αὐτὸς ὁ Θουκυδίδης λέγων
ὧδε· διό περ καὶ τοὺς τῶνδε νῦν τοκέας, ὅσοι πάρεστε, | οὐκ ὀλοφύρομαι μᾶλλον
ἢ
. ποιεῖ δὲ τοῦτο
ἀναγκαίως, ἐπειδὴ ἀρχομένου τοῦ πολέμου τὸν λόγον ποιεῖται· ὡς εἰ ἐθρήνησεν
τοὺς πρώτους ἀποθανόντας, ἀθύμους ἂν ἐποίησεν τοὺς μέλλοντας πολεμεῖν. αὕτη μὲν
δὴ τῆς διπλῆς ὑποθέσεως ἡ χρεία. πῶς δὲ ἔμιξεν τὰς κατασκευάς, καὶ πῶς μίξας
αὐτὸς ὁμολογεῖ, φέρε θεασώμεθα. ἡ γὰρ κρᾶσις ἐστὶν ἡ τέχνη τοῦ σχήματος ἐν τοῖς
λόγοις. κεφάλαιόν ἐστι τοῦ ἐγκωμίου ὁ τοῦ γένους λόγος· οἱ οὖν προτρέποντες εἰς
τοὺς πολέμους τὰ τῶν προγόνων ἔργα διεξιόντες παρορμῶσι τοὺς ἀκούοντας· οὕτως
συνετέλεσεν ὁ ἔπαινος τοῦ γένους εἰς τὴν συμβουλήν. πάλιν αὖ κεφάλαιόν ἐστιν ἐν
τοῖς ἐγκωμίοις ἡ παραβολή, τὸ παρεξετάζειν τοὺς ἐπαινουμένους ἑτέροις τοῖς
εὐδοκιμοῦσιν. ἀλλὰ μὴν ἐν τοῖς συμβουλευτικοῖς λόγοις, ὅτι ῥᾴδιος ὁ πόλεμός
ἐστιν, ἐκ τοῦ παραβαλεῖν τὰ τῶν οἰκείων τοῖς τῶν ἐναντίων ἀποδείκνυται.
χρώμενος οὖν τῷ τῆς | παραβολῆς λόγῳ καὶ τὸ ἐγκώμιον ὁμοῦ καὶ τὴν συμβουλὴν
περαίνει. τοῦτο γὰρ ὑπέστη μὲν ἀποδείξειν ἀρχόμενος μὲν τοῦ λόγου
ὑπισχνούμενος, ἐπὶ τέλει δὲ βεβαιούμενος, ὅπου καὶ ἐναλλάττει τὴν τάξιν τῶν
κεφαλαίων καὶ δείκνυσιν, ὅτι πρεσβύτερον ἦν τῷ ῥήτορι τὸ τῆς συμβουλῆς τοῦ
ἐγκωμιαστικοῦ λόγου. λέγει γὰρ ὧδε· ἀπὸ οἵας τε ἐπιτηδεύσεως ἦλθον ἐπ’ αὐτά,
καὶ τρόπων
. ταῦτα μὲν ἐπ’ ἀρχῇ· προἰόντος δὲ τοῦ λόγου ἀποδείξας
καὶ κεράσας ἐπάγει λέγων· καὶ [εἰ] ἐμήκυνα τὰ περὶ τῆς πόλεως, διδασκαλίαν τε
ποιούμενος μὴ περὶ ἴσου ἡμῖν εἶναι τὸν | ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει, καὶ
τὴν εὐλογίαν ἃμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς
. τὸ γὰρ ἐπί τε τῷ
παρόντι οὐκ ἂν ἀπρεπῆ λεχθῆναι αὐτά
τῆς ἐγκωμιαστικῆς ἰδέας ἐστί· τὸ γὰρ * *
κεφάλαιον ἐγκωμίου. τὸ δὲ καὶ τὸν πάντα ὅμιλον καὶ ἀστῶν καὶ ξένων σύμφορον
εἶναι ἐπακοῦσαι αὐτῶν
τῆς συμβουλευτικῆς ἰδέας ἐστίν· κυριώτατον γὰρ ἐν
συμβουλῇ κεφάλαιον τὸ συμφέρον. καὶ διδασκαλίαν ποιούμενος μὴ περὶ σου ἡμῖν
εἶναι τὸν ἀγῶνα καὶ οἷς τῶνδε μηδὲν ὑπάρχει
τῆς συμβουλῆς ἀπόδειξιν ἔχει. τὸ
δὲ τὴν εὐλογίαν ἅμα ἐφ’ οἷς νῦν λέγω φανερὰν σημείοις καθιστάς
τοῦ ἐγκωμίου
δείκνυσι τὴν ἰσχυν· τὴν δὲ κρᾶσιν αὐτῶν το ἃμα
δηλοϊ. ταῦτά σοι καὶ παρὰ
Θουκυδίδου.
Ἀλλὰ καὶ ὐριπίδης ὁ ποιητὴς ἐν ὅλῳ δράματι λόγον ἐσχηματισμένον
περαίνει, ἐν τῇ Μελανίππῃ τῇ
ὁμοῦ
πάντα χρήματα
. μετὰ ταῦτα συγγενόμενος Σωκράτει καὶ κρείττονος λόγου μετασχών,
ἀξιώσας, ὡς ἐμοὶ δοκεῖ, καὶ τὸν Ἀναξαγόρου λόγον μνήμης ἐν τοῖς δράμασιν,
ἐξήγαγεν αὐτὸ τὸ δόγμα ἐν τῇ Μελανίππῃ τῇ σοφῇ. ἡ γοῦν ἀρχὴ τοῦ λόγου αὐτῷ
αἰνίττεται τὴν πρὸς τὸν διδάσκαλον εὔνοιαν· φησὶ γὰρ ἡ Μελανίππη
ὁ μὲν Εὐριπίδου σχηματισμὸς οὖτος· ὁ δὲ τῆς Μελανίππης τίς; τὰ παιδία
ἐξέθηκε εἰς τὰ τοῦ πατρὸς βουφόρβια· ὁ δὲ πατὴρ οἰόμενος εἶναι τοῦτο τέρας
γνώμην ποιεῖται κατακαῦσαι τὰ παιδία· ἣ δὲ σῷσαι βουλομένη τὰ τέκνα, ὅτι μηδέν
ἐστι τέρας, φιλοσοφεῖ. καὶ οὕτως | τὴν αὑτῆς χρείαν διοικεῖται ἐν παραινέσεως
σχήματι φιλοσοφοῦσα.
Καὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα.
Ἡ δέ γε κωμῳδία ὅτι πολιτεύεται ἐν τοῖς δράμασι καὶ φιλοσοφεῖ, ἡ τῶν
περὶ. τὸν Κρατῖνον καὶ Ἀριστοφάνην καὶ Εὔπολιν, τί δεῖ καὶ λέγειν; ἡ γάρ τοι
κωμῳδία αὐτὴ τὸ γελοῖον προστησαμένη φιλοσοφεῖ. Ξενορῶν δὲ ὁ καλὸς ὡς ἐν τῇ
Παιδείᾳ βουλόμενος
ὁρᾷς, ὡς τὴν τέχνην ὁ μαθητὴς τοῦ διδασκάλου ἀπεκαάλυψεν δεικνὺς ὅτι
συνῆκεν, ὡς πάντα εἰς χάριν Ἀγαμέμνονος λέγεται καὶ ἐπὶ τῷ τὸν θυμὸν μαλάξαι
τοῦ Ἀχιλλέως. εἶτα ἐπειδὴ χάριτας αὐτῷ κατελογίσατο ὁ Φοῖνιξ, ἵνα μὴ δοκοίη
ἀχάριστος εἶναι, καὶ αὐτὸς πλαγίως ἀπολύεται τὴν αἰτίαν·
Μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων,
Ἀτρείδῃ ἥρωϊ φέρων χάριν.
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
Ταῦτα μὲν 〈τὰ〉 παραδείγματα ἕτερα προτείνοντος τοῦ ῥήτορος. ὑπολείπεται
δὲ ἡμῖν ὁ λόγος ὁ περὶ τῶν τὰ ἐναντία λεγόντων οἷς βούλονται· ἐπειδὴ 〈δὲ〉 οὗτος
ὁ λόγος τὸ τελεώτατον σχῆμά ἐστιν, πρότερον δείξωμεν παρὰ Ὁμήρῳ καὶ 〈ἃ〉 ἄλλα
σχήματα ὑπεθέμεθα. ἦν δὲ τάδε· τὸ δοκεῖν τὰ αὐτὰ λέγοντα ἑτέραν ὑπόθεσιν
περαίνειν, καὶ 〈τὸ〉 δοκεῖν ἐναντιούμενον * * * ὡς ἐν ἑτέρῳ λόγῳ | τὰς τῶν
ἐσχηματισμένων ἀγώνων κατασκευὰς ποιησόμενον ἀναβολῇ τὸ σχῆμα παραδοῦναι.
τούτων
ταῦτα Ὀδυσσεύς· ὁ δέ γε Νέστωρ
ὥςτε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι·
πάλιν Ὀδυσσεύς
ὣ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις, οἷς οὔ τι μέλει πολεμήια ἔργα.
εἶτα ὁ Νέστωρ
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν, ἥν περ ὑπέσταν
ἐνθάδ’ ἔτι στείχοντες ἀπ’ Ἄργεος ἱπποβότοιο.
καὶ πάλιν Ὀδυσσεὺς τὴν Κάλχαντος μαντείαν λέγει καὶ τὸ τέρας τὸ περὶ
τὸν δράκοντα καὶ τὰ τῆς στρουθοῦ τέκνα. ὁ δέ γε Νέστωρ
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν.
καὶ λέγει τὰ οὐράνια σημεῖα καὶ τὰς δεξιὰς ἀστραπάς. ὅθεν καὶ
παρέσχετο τοῖς πολλοῖς ζήτησιν, πότερος ἀμείνων ῥήτωρ ἐν τοῖς λόγοις τούτοις,
Ὀδυσσεὺς ἢ Νέστωρ· καὶ μαρτύρονταί γε τὸν Ὅμηρον ἑκάτεροι λέγοντα,
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα,
ὃ δὲ εἰπών
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο,
καὶ ἄλλην πολλὴν φλυαρίαν
περὶ τὴν παραβολὴν τῶν λόγων φλυαροῦσιν. τὸ δὲ ἦν ἄρα τέχνη· τοσοῦτον γὰρ |
ἀπέχουσιν τοῦ ταὐτὰ λέγειν, ὥς τε οὐδ’ εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγουσιν· σόφισμα
δὲ τοῦτό ἐστι καὶ πάλαισμα τῶν ἀκουόντων. τί τοῦτο τὸ σόφισμα; ὁ μὲν Ὀδυσσεὺς
κατασχεῖν βούλεται τοὺς Ἕλληνας ὡρμημένους ἀπιέναι· ὁ δὲ Νέστωρ κατεσχημένους
ὑπὸ τοῦ Ὀδύσσεως καὶ μένοντας ἐκστρατεῦσαι βούλεται κατὰ γένη ἑκάστους ὑπὸ τῷ
οἰκείῳ ἡγεμόνι. καὶ ἔστιν αὐτῷ ἡ τῶν λόγων ὑπόθεσις οὐχ ἥ περ τῷ Ὀδυσσεῖ·
γελοῖος γὰρ ἂν ἦν πεπεισμένοις ἔτι διαλεγόμενος. ἀλλὰ τίς ἡ ὑπόθεσις τοῦ
Νέστορος;
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν.
καὶ τὰ τούτοις ἐφεξῆς εἰρημένα. διὰ τοῦτο καὶ πάνυ ἀρέσκει τῷ
Ἀγαμέμνονι ὁ λόγος ὁ Νέστορος· ὁ γὰρ Νέστωρ, ὃ μάλιστα βούλεται ὁ Ἀγαμέμνων,
τοῦτο περαίνει. βούλεται δὲ ἐκστρατεῦσαι τοὺς Ἕλληνας· διὸ καὶ τὴν ἀπόπειραν
πεποίηται·
κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον·
ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοις
ἀλλ’ ἄγετ’, αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν. |
ἔνθα δὴ καὶ παραμυθούμενος τοὺς Ελληνας ὑπὲρ Ἀχιλλέως ἀγανακτοῦντας,
ὁμολογίαν ἤδη ποιεῖται τοῦ ἁμαρτήματος, ἐπάγων τάδε τὰ ἔπη·
τοιοῦτοι δέκα μοι συμφράδμονες εἷεν Ἀχαιῶν.
αὕτη οὖν ἡ τέχνη· ἐπειδὴ κατεσχημένους ὁρᾷ τοὺς Ἕλ ληνας ὑπὸ τοῦ
δυσσέως, μέλλει δὲ ἕτερον ἐπάξειν λόγον, τὸν τοῦ πῶς δεῖ στρατεύεσθαι ἑκάστους,
διὰ τῶν πεπεικότων ἤδη λόγων πορεύεται, ἵνα δεξαμένων τῶν ἀκροατῶν ἃ ἐπῄνεσαν
λάθῃ ἐπαγαγὼν τὴν ἰδίαν ὑπόθεσιν. τοῦτο μὲν τὸ παράδειγμα τοῦ τὰ αὐτὰ δοκοῦντα
ἑτέρ λέγειν ἕτερα ἀγωνίζεσθαι. |
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχησάμεθ’ εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν· ἐγ δ’ ἦρχον χαλεπαίνων.
εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν.
Ὁ δὲ Διομήδης τί ποτε αὑτῷ βούλεται ἀθυμοῦντι τῷ Ἀγαμέμνονι
λοιδορούμενος ἀκαίρως, ὡς ἄν τις οἰηθείη, καὶ ἀσυμφώνως τῇ αὑτοῦ γνώμῃ καὶ
ἀνακολούθως τῇ τοῦ προοιμίου θεραπείᾳ;
Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι,
ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
πῶς οὖν ταῦτα ἂν ἀλλήλοις συνᾴδοι τὸ ἀτυχοῦντι μνησικακεῖν τῷ
Ἀγαμέμνονι τὸν Διομήδην, καὶ 〈τὸ〉 ὅτε μὲν ὠνείδισε, πράως ἐνεγκεῖν καὶ τῷ
χαλεπαίνοντι Σθενέλῳ ἐπιτιμῆσαι
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν,
φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα ἴσασ’ Ἀργείων ἠμὲν
νέοι ἠδὲ γέροντες.
σοὶ δὲ διάνδιχ’ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω.
σκῆπτρον μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων·
ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τοι κράτος ἐστὶ μέγιστον.
ἐνταῦθα δὲ ἀπομνημονεύειν;
εἰ γάρ τις φαίη διὰ τὸ ἠριστευκέναι τὸν Διομήδην ταῦτα ποιεῖν, ἀποφαίνει τὸν
ἄνδρα ἀπαίδευτον, οὐ μετρίως τῇ εὐτυχίᾳ χρώμενον. ἀλλὰ τί ταῦτ’ ἐστίν; αὐτὴ ἡ
κατηγορία Ἀγαμέμνονος μεγίστη παρὰ τοῦ Διομήδους τῷ βασιλεῖ συνηγορία ἐστί.
βουλόμενος γὰρ αὐτῷ βοηθῆσαι καὶ κατασχεῖν τοὺς Ἕλληνας, ἐν | προσποιήσει τῆς
πρὸς αὐτὸν ὀργῆς καὶ παρρησίας ἀναμένειν παραινεῖ, καὶ ὡς ἀγανακτῶν, εἰ οἴεται
ὁ Ἀγαμέμνων τοὺς Ἕλληνας
Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ·
οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν·
καὶ ὅσα ἑξῆς ἐπιλέγει τὸν Ἀγαμέμνονα κελεύων, εἰ βούλεται, ἀποπλεῖν,
τοὺς δὲ Ἕλληνας οὐκ 〈ἂν〉 ἀνασχέσθαι ἀπελθεῖν φάσκων· ἐπὶ τέλει δὲ νεανικῶς πάνυ
ἐπαπειλῶν
δαιμόνι’, οὕτω που μάλα ἔλπεαι
υἷας
Ἀχαιῶν ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;
τοῦτό σοι τὸ παράδειγμα τοῦ
κατηγοροῦντα συναγορεύειν, ἐσχηματισμένῳ τῷ λόγῳ χρώμενον. |
εἰ δὲ καὶ αὐτοί,
φευγόντων. ...
νῶι δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’, εἰς ὅ κε τέκμωρ
Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
ὁ δὲ Νέστωρ διαδεξάμενος τὸν λόγον παρὰ τοῦ Διομήδους τί ποιεῖ,
θεασώμεθα καὶ τῶν λόγων τὴν τέχνην ἐξετάσωμεν, πρότερον τὴν ἀτοπίαν, ἂν ἁπλῶς ᾖ
λεγόμενος ὁ λόγος, καταμαθόντες. ἐπαινεῖ μὲν γὰρ τὸν Διομήδην τῶν εἰρημένων,
ἐπαινέσας δὲ οὔ φησι πάντα ἐκτελέσαι τὸν λόγον καὶ τοῦ μὴ ἐκτελέσαι τὰ ῥητέα
τὴν ἡλικίαν αἰτιᾶται. ὑπισχνεῖται δὲ αὐτὸς ἐρεῖν καὶ πάντα διεξελεύσεσθαι· εἶτα
μακρὰ προοιμιασάμενος καὶ ἐπανατεινάμενος λόγους τινὰς θαυμαστοὺς ὡς ἐρῶν, τοὺς
μὲν φύλακας ἐκπέμπει ἐπὶ τὴν φυλακήν, τῷ δὲ Ἀγαμέμνονι συμβουλεύει δαῖτα
παρασκευάζειν τοῖς γέρουσι, κἀκεῖ φησὶν πολλῶν λεγόντων τὰ παρὰ τοῦ
ἀτὰρ οὐ τέλος ἵκεο
μύθων
φησίν, ἦ μὴν καὶ νέος ἐσσί
. . .,
τήρει καὶ τὰ ὀνόματα· τὸ γὰρ
ἀτὰρ πεπνυμένα βάζεις
Ἀργείων βασιλῆας.
...
ἀλλ’ ἄγ’ ἐγών, ὡς σεῖο γεραίτερος εὔχομαι εἶναι, ἐξείπω καὶ πάντα
διίξομαι.
ἐξείπω
ὥςπερ ἀπορρήτου λόγου
ἐξαγόρευσιν ἔχει.
εἶτα πάλιν ἐπάγει τὸ σχῆμα ὡς διὰ κοινοῦ δόγματος καθαπτόμενος τοῦ
Ἀγαμέμνονος· |
οὐδε κε τίς μοι
μῦθον ἀτιμήσει, οὐδὲ κρείων Ἀγαμέμνων.
ἀφρήτωρ, ἀθέμιστος, ἀνέστιός ἐστιν ἐκεῖνος,
ὅς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
εἶτα ἀποπέμψας τοὺς νέους ἰδίαν σύνοδον πρὸς τὴν παρρησίαν αὑτῷ
μηχανᾶται ἐπιφέρων·
ἀλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ,
δόρπα τ’ ἐφοπλισόμεσθα· φυλακτῆρες δὲ ἕκαστοι
λεξάσθων παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός.
κούροισιν μὲν ταῦτ’ ἐπιτέλλομαι· αὐτὰρ ἔπειτα,
Ἀτρείδη, σὺ μὲν ἄρχε· σὺ γὰρ βασιλεύτερός ἐσσι·
δαίνυ δαῖτα γέρουσιν· ἔοικέ τοι, οὔ τοι ἀεικές.. . .
πολλῶν δ’ ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην
βουλὴν βουλεύσῃ.|
εἶτα ἀναβαλλόμενος, ὡς εἰς τοῦτο ἐρῶν πάλιν ὑπαινίττεται καὶ τὰς
ἀνάγκας τοῦ ἱκετεῦσαι δεῖν τὸν Ἀχιλλέα ἐπάγει βιαίως πρὸς τὸν Ἀγαμέμνονα λέγων·
μάλα δὲ χρεὼ πάντας Ἀχαιοὺς
ἐσθλῆς καὶ πυκινῆς, ὅτι δήιοι ἐγγύθι νηῶν
καίουσιν πυρὰ πολλά. τίς ἂν τάδε γηθήσειε;
ταῦτα εἰπὼν ἐν κοινῷ, ἐπειδὴ καθ’ αὑτοὺς οἱ γέροντες γίνονται, ὥςπερ
ἀποδείξας καὶ οὐ δεόμενος μακρῶν λόγων ἀποκαλύπτει τὸ σχῆμα φανερῶς λέγων·
νὺξ δ’ 〈ἥδ’〉 ἠὲ διαρραίσει στρατὸν ἠὲ σαώσει.
εἶτα ἐπάγει·
οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει,
οἷον ἐγ νοέω ἠμὲν πάλαι ἠδ’ ἔτι καὶ νῦν
ἐξέτι τοῦ, ὅτε διογενεῦς Βρισηίδα κούρην |
χωομένου Ἀχιλῆος ἔβης κλισίηθεν ἀπούρας,
οὔ τι καθ’ ἡμέτερόν γε νόον· μάλα γάρ τοι ἔγωγε
πόλλ’ ἀπεμυθεόμην· σὺ δὲ σῷ μεγαλήτορι θυμῷ
εἴξας ἄνδρα φέριστον, ὃν ἀθάνατοί περ ἔτισαν,
ἠτίμησας· ἑλὼν γὰρ ἔχεις γέρας.
ἀλλ’ ἔτι καὶ νῦν
καὶ πείθεται τούτοις ὁ Ἀγαμέμνων. οὗτός σοι ὁ τρόπος τοῦ καὶ ὡς
ἀναβαλλόμενον ἐρεῖν ἤδη λέγειν τὸν ἐσχηματισμένον λόγον.
φρασσώμεσθ’, ὡς κέν μιν ἀρεσσάμενοι πεπίθοιμεν
δώροισίν τ’ ἀγανοῖσιν ἔπεσσί τε μειλιχίοισιν.
Ἐπανέλθωμεν δὲ ἐπὶ τὸν ὑπόλοιπον λόγον τὸν περὶ τῶν τὰ ἐναντία λεγόντων
καὶ τὰ ἐναντία βουλομένων οἷς λέγουσιν. τούτου τοίνυν τοῦ λόγου παράδειγμα ὁ
ἐπάγει τὴν τέχνην ἐν τῇ δημηγορίᾳ ἀσθενεῖς προτάσεις προτείνων καὶ
λαβὰς ἀντιλογίας διδοὺς τῷ βουλομένῳ ἐναντιοῦσθαι καὶ στρεφόμενα λέγων. ἴδωμεν
δὲ αὐτὰ τὰ ἔπη·
ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν·
πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἥ θέμις ἐστί,
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω·
ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν
ἔχοι τις ἂν ἀντειπεῖν πρὸς τὸν Ἀγαμέμνονα· εἰ τοίνυν ὑπέ|σχετο καὶ
κατένευσεν, ὅ πέρ ἐστιν μέγιστον σημεῖον τοῦ ἀψευδεῖν τὸν Δία, ὡς αὐτὸς ὁ Ζεὺς
ὁ Ὁμήρου λέγει·
Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
σχέτλιος, ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον ἀπονέεσθαι.
εἰ τοίνυν ὁ Ζεὺς ὑπέσχετό σοι καὶ κατένευσεν, πῶς ἀξιοῖς ἀποπλεῖν;
εἶτα πάλιν ἐπάγει
εἰ δ’ ἄγε τοι κεφαλῇ κατανεύσομαι, ὄφρα πεποίθῃς·
τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ ἀθανάτοισι μέγιστον
τέκμωρ. οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδ’ ἀπατηλὸν
οὐδ’ ἀτελεύτητον, ὅ τί κεν κεφαλῇ κατανεύσω·
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
δυσκλέα Ἄργος ἱκέσθαι, ἐπεὶ πολὺν ὤλεσα λαόν.
δυσκλέα
· δικαίως γὰρ ἄν τις ἀντείποι πρὸς αὐτόν, ὅτι οὐ χρὴ αἰσχρῶς
ἀπαλλάττεσθαι. εἶτα ἑξῆς λέγει
〈τήρει〉 τὴν φωνὴν αὐτήν, ὅτι στοχασμὸν ἔχει, οὐκ ἀπόφασιν σαφῆ. εἶτα
ἐφεξῆς |
οὕτω που Διὶ μέλλει ὑπερμενέι φίλον εἶναι·
πάλιν εἴποι τις ἂν πρὸς αὐτόν· εἰ τοίνυν κατέλυσε πόλεις 〈πολλὰς〉 καὶ
καταλύσει, πιστευτέον τῷ Διὶ καὶ μενετέον. τὸ δὲ ἐφεξῆς θαυμασίως στρεφόμενόν
ἐστιν, ᾧ χρῆται καὶ ὁ ἀντιλέγων,
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
ἠδ’ ἔτι καὶ λύσει·
αὐτὸ γὰρ τοῦτο τὸ αἰσχρὸν ὁ μένειν ἀξιῶν προτείνει, καὶ ταῦτα αὐτὰ
’Οδυσσεὺς λέγει. τὸ δὲ τέλος τῶν λόγων ἰσχυρῶς ἐναντία βουλομένουυ ἐστὶν οἷς
λέγει
αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι.
τὸ γὰρ αἰσχρὸν τοῦ
ὀνόματος κατέχει μᾶλλον ἢ ἀποπέμπει τοὺς Ἕλληνας. τούτῳ γέ τοι τῷ ὀνόματι καὶ ἡ
Ἥρα πρὸς τὴν Ἀθηνᾶν χρῆται, τούτῳ ἡ Ἀθηνᾶ πρὸς τὸν δυσσέα, τούτῳ δυσσεὺς πρὸς
τὸ πλῆθος,
ἀλλ’ ἄγεθ’, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες,
φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
Λοιπὸς δὲ ἡμῖν ἐστι λόγος, τοῦ λανθάνειν ἡ τέχνη. τίς οὖν ἡ τέχνη; ἡ τοῦ πάθους προσθήκη. ὡς γὰρ σχετλιάζων τοὺς λόγους ποιεῖται, καὶ ἤρξατο ἀπὸ τοῦ μέμφεσθαι τὸν Δία καὶ βλασφημεῖν εἰς τὸν θεόν· οὕτως ἔκλεψεν τὸν ἀκροατήν. οἱ γὰρ ἀκούοντες οἴονται αὐτὸν ὑπὸ ἀκρασίας οὐκ ἀκριβεῖ λόγῳ χρώμενον ἀλλὰ πάθει ταῦτα διεξιέναι. αὕτη καὶ τοῦ σχηματίζοντα τὸν σχηματισμὸν τοῦτον λαθεῖν ἡ μέθοδος.
Ἔχεῖς οὖν συμπλοκὴν πίστεων, ἥ περ μεγίστη σχημάτων μέθοδος· ἄ περ ἂν
εἶπες εἰς ἁπλῆν ὑπόθεσιν, τὰ αὐτὰ λέγοντα ἐπὶ τῶν πλαγίων λόγων τὸ σχῆμα
περαίνειν· συγκατασκευάζοντα τὸν οἰκεῖον ἀγῶνα τῷ κοινῷ, ὡς ἔμαθες παρὰ
Δημοσθένους, παρὰ Θουκυδίδου, παρὰ Πλάτωνος· εὐδιάλυτα λέγειν· στρεφομένοις
χρῆσθαι λόγοις ἐν προσποιήσει πάθους. καὶ ὅλως εἰδέναι χρή, ὅτι τὰ σχήματα οὐχὶ
προσκρούματά ἐστιν 〈ἐν〉 ὀνομάτων ἀμφιβολίαις λεγόμενα, ἀλλὰ ἀγῶνες ὅλοι τέχνῃ
τῆς συμπλοκῆς διοικούμενοι. ἡ μὲν γὰρ
Τολμῶσί τινες λέγειν, ὅτι οὐκ ἔστιν ἐσχηματισμένη
ἰδέα λόγων. δεῖ γὰρ ἁπλῶς λέγειν ἢ μὴ λέγειν. καὶ γὰρ οὐδὲν πλέον τὸ καθ’
ὑπόνοιαν λέγειν. | εἰ γὰρ συνίησιν ὁ ἀκούων, ἐξ ἴσου καθέστηκεν τῷ φανερῶς
ἀκούοντι· εἰ μὴ συνίησι, πλέον οὐδὲν τῷ λέγοντι. ἡμεῖς δὲ φαμέν, ὅτι τοσοῦτον
ἀπέχει ὀρθῶς λέγειν ὁ λέγων μὴ εἶναι ἐσχηματισμένους λόγους, ὥςτε τοὐναντίον
οὐδεὶς λόγος ἀσχημάτιστος οὐδὲ ἁπλοῦς λόγος οὐδείς. καὶ δὴ ἀπὸ τῶν συντρόφων
καὶ συνήθων ἀρχώμεθα. τὸ προσαγορεύειν ἄνευ σχήματος οὐ γίνεται· ὃ μὲν
φιλοφρόνως προσαγορεύει, ὃ δὲ αἰδημόνως, ὃ δὲ σκώπτων, ὃ δὲ λαρῶς, ὃ δὲ ὡς
θαυμάζων. αἱ κλήσεις εἰς ἴδια δεῖπνα σχηματισμοῦ δέονται· οὐ γὰρ πάντας ὁμοίως
τις καλεῖ, ἀλλὰ ἑκάστῳ τὴν πρέπουσαν κλῆσιν προστίθησιν. αἱ τῶν δανεισμάτων
ἀπαιτήσεις οὐ πρὸς πάντας ὅμοιαι, ἀλλ’ εὐπρεπείας δέονται καὶ διοικήσεως· καὶ
αἳ μέν εἰσι θρασύτεραι, αἳ δὲ μετριώτεραι, αἳ δὲ ἄλλης προφάσεως δέον|ται. ἵνα
βραχέως εἴπω, ὅλον τὸ τῆς εἰρωνείας σχῆμα ἐσχηματισμένου λόγου σημεῖόν ἐστι.
Δείξομεν δὲ καὶ ἀγῶνας ὅλους ἐσχηματισμένους καὶ λόγους δημηγορικοὺς [ἐσχηματισμένους] καὶ πανηγυρικῆς ἰδέας, καὶ ἀποφανοῦμεν τῶν σχημάτων τὰ εἴδη. ἔστιν δὲ ταῦτα· ἤτοι λέγει μὲν 〈ἃ〉 βούλεται, εὐπρεπῶς δὲ λέγει· ἢ ἕτερα προτείνων ἕτερα διοικεῖται· ἢ τὰ ἐναντία προτείνων τὰ ἐναντία διοικεῖται. 〈ποῦ〉 τούτων τὰ παραδείγματα καὶ ἡ διδασκαλία; Ὅμηρος πάντα παραδίδωσι.
Τὸ λέγοντα ζητεῖν εὐπρεπῶς λέγειν δείκνυσιν ἐπὶ τῆς Ἴριδος καὶ τοῦ
οσειδῶνος ἀγανακτοῦντος πρὸς τὸν Δία· παραινεῖ αὐτῷ ἡ Ἶρις εὐπρεπέστερον
λέγειν, ἵν’ ἀκινδυνότερος ὁ λόγος ᾖ· καὶ ταυτὶ παραινοῦσα ἐν τῇ | παρρησίᾳ τῆς
παραινέσεως τὸ εὐπρεπὲς διοικεῖ· ὥςτε καὶ τὸ παράγγελμά ἐστι καὶ ἡ τέχνη
παραδιδομένη·
ταῦτα μὲν παραινεῖ τὸ εὐπρεπὲς διδάσκουσα. ποιεῖ δὲ αὐτὴ αὐτὸ πῶς;
μετὰ γὰρ ἐπαίνων θεραπεύει αὐτόν, ἵνα ἀνάσχηται τῆς παρρησίας, καὶ τὴν ἀπειλὴν
αὐτῷ ἐπάγει ὀνόματι ἑνὶ λέγουσα
Οὕτω γὰρ δή τοι, γαιήοχε κυανοχαῖτα,
τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,
ἤ τι μεταστρέψεις;
Διὶ μῦθον
.
Ὁ δὲ ἕτερα λέγων καὶ ἕτερα διοικούμενος λόγος ἐστὶ τῆς Θέτιδος πρὸς τὸν
Ἀχιλλέα, ἄλογος εἶναι
τίς ἂν εἴη ταύτης τῆς παραινέσεως ἀπρεπεστέρα παρὰ μητρός; ἀλλὰ ὡς
μητρικῶς παραμυθουμένη ὑπαινίττεται πρὸς τὸν Ἀχιλλέα, ὅτι οὐ χρὴ αὐτὸν τρυφᾶν,
ἀλλὰ μεμνῆσθαι καὶ τῆς προτέρας χάριτος τῆς περὶ τὴν Βρισηίδα, ὅτι ἐπήμυνεν
αὐτῷ ὁ Ζεύς, καὶ ἵνα ἀπολάβῃ, δεινὰ πεπόνθασιν οἱ Ἀχαιοί. ἵν’ οὖν μὴ ὀνειδίζοι
τοῦτο, ὡς λύπης παραμυθίαν προτείνουσα τὸ καὶ συναναπαύσασθαι τῇ γυναικὶ τὴν
ἀνάμνησιν ἐποιήσατο. σαφέστερον δὲ τὸ εἶδος τοῦτο δηλοῖ ὁ Διομήδους λόγος πρὸς
Ἀγαμέμνονα, ὅτε Ἀγαμέμνων ἀπόπειραν ποιεῖται τῶν Ἐλλήνων τῶν ἀριστέων, τὸ
δεύτερον κελεύων φεύγειν·
ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
μίσγεσθαι. |
οὗτος ὁ λόγος, ἂν μή τι ἕτερον διοικῆται ἢ λέγῃ, παντάπασιν ἄτοπός
ἐστι καὶ ἀσχήμων· τὸ γὰρ ἐν κακοῖς ἐπιτίθεσθαι τῷ βασιλεῖ καὶ λοιδορεῖσθαι
ἀπρεπέστατον. καὶ ἔοικέ πως ὁ Διομήδης ὁμολογεῖν, ὅτι ἀπρεπῶς χρῆται τῷ λόγῳ·
προοιμιάζεται γοῦν παραιτούμενος. καὶ ἀτοπώτατον πρᾶγμα λέγειν, ὅτε μὲν αὐτῷ
ὠνείδιζεν ὁ Ἀγαμέμνων, ἤνεγκεν εὐπρεπῶς καὶ τῷ Σθενέλῳ ἀποκρινομένῳ ἐπετίμησεν
Ἀτρείδη, σοὶ πρῶτα μαχέσσομαι ἀφραδέοντι,
ἣ θέμις ἐστίν, ἄναξ, ἀγορῇ· σὺ δὲ μή τι χολωθῇς.
ἀλκὴν μέν μοι πρῶτον ὀνείδισας ἐν Δαναοῖσιν,
φὰς ἔμεν ἀπτόλεμον καὶ ἀνάλκιδα. ταῦτα δὲ πάντα
ἴσασ’ Ἀργεῖοι ἠμὲν
νέοι ἠδὲ γέροντες.
σοὶ δὲ διάνδιχ’ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω,
σκήπτρῳ μέν τοι δῶκε τετιμῆσθαι περὶ πάντων· |
ἀλκὴν δ’ οὔ τοι δῶκεν, ὅ τε κράτος ἐστὶ μέγιστον. δαιμόνι’, οὕτω που
μάλα ἔλπεαι υἷας Ἀχαιῶν
ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;
εἰ δέ τοι αὐτῷ θυμὸς ἐπέσσυται, ὥςτε νέεσθαι,
ἔρχεο· πάρ τοι ὁδός. νῆες δέ τοι ἄγχι θαλάσσης
ἑστᾶσ’, αἵ τοι ἕποντο Μυκήνηθεν μάλα πολλαί.
ἀλλ’ ἄλλοι μενέουσι καρηκομόωντες Ἀχαιοί,
εἰς ὅ κέ περ Τροίην διαπέρσομεν· εἰ δὲ καὶ αὐτοί,
φευγόντων σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν·
νῶι δ’, ἐγὼ Σθένελός τε, μαχησόμεθ’, εἰς ὅ κε
τέκμωρ
Ἰλίου εὕρωμεν· σὺν γὰρ θεῷ εἰλήλουθμεν.
νῦν δὲ ἀναμιμνῄσκεται καὶ μνησικακεῖ. εἰ δέ τις φαίη
Τέττα, σιωπῇ ἧσο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ.
οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν
ὀτρύνοντι μάχεσθαι ἐυκνήμιδας Ἀχαιούς.
ἐπειδὴ
ἠρίστευσεν, θαρρεῖ
, τοσούτῳ μᾶλλον ὑβριστότερος φαίνεται, εἰ τῇ τύχῃ ἐντρυφᾷ.
ἀλλ’ εἰδέναι χρή,
ἃ γὰρ ἔδει συμβουλεύοντα
πείθειν, μένειν, ταῦτα λέγει ὡς ἀγανακτῶν, εἰ ἀξιοῖ μένειν αὐτοὺς ὡς φεύγοντας·
προτείνεται γάρ. εἶθ’ ἡ ἐπίτασις τοῦ
δαιμόνι’, οὕτω που μάλα ἔλπεαι υἷας Ἀχαιῶν
ἀπτολέμους τ’ ἔμεναι καὶ ἀνάλκιδας, ὡς ἀγορεύεις;|
σὺ πορεύου, καὶ οἱ ἄλλοι μενοῦσιν
. οὐ
γὰρ ἀξιοῖ συμβουλεύειν μένειν, ἀλλ’ ὡς πεπεισμένων διαλέγεται· εἶτα φοβούμενος,
μὴ ἐνδῶσιν, καὶ αὐτοῖς συγχωρεῖ φεύγειν. οὗτος ὁ σχηματισμός ἐστι τοῦ ἄλλα
λέγοντα ἄλλα διοικεῖν.
Τὸ δὲ τὰ ἐναντία οἷς λέγει διοικεῖσθαι ἐν τῇ ἀναγκαιοτάτῃ ἐστὶ δημηγορίᾳ
τῇ Ἀγαμέμνονος. καὶ τηρητέον, ὅτι ἐν κινδύνοις οἱ σχηματισμοὶ εὑρίσκονται. ὁ
γὰρ Ἀγαμέμνων ἀπόρως ἔχει ἐκστρατεῦσαι τοὺς Ἕλληνας, καὶ προτείνει αὐτὸς τὴν
ἀπορίαν·
καὶ τῆς διαπείρας ἡ αἰτία φανερὰ τῷ νοῦν ἔχοντι, ὅτι ἐπειδὴ ὁ
Ἀχιλλεὺς ἀφέστηκεν τοῦ Ἑλληνικοῦ καὶ οὐ συστρατεύεται (ἦν δὲ ἡγεμὼν πάντως τοῦ
στρατεύματος), ζητεῖ, πῶς ἂν δίχα Ἀχιλλέως ἐξέλθοιεν. καὶ οἶδεν τοὺς Ἕλληνας
ὀργιζομένους ἐπ’ Ἀχιλλεῖ, καὶ φοβεῖται, μὴ ἄρα, ἂν κελεύσῃ, οὐχ ὑπακούσωσιν τοῦ
ταγεύοντος·
Ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Αχαιῶν.
πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἣ θέμις ἐστί,
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω·
ὑμεῖς δ’ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομέν υἷας Ἀχαιῶν
καὶ τὸ
πρῶτα δ’ ἐγὼν ἔπεσιν πειρήσομαι, ἢ θέμις ἐστί,
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήισι κελεύσω.
καὶ ἐάν τις προτείνῃ ἡμῖν, ὅτι οὐ τυγχάνει τῆς προαιρέσεως Ἀγαμέμνων,
ἀλλ’ ἀποπειρώμενος κινδυνεύει ἡττᾶσθαι καὶ ἀτυχῶς χρῆται τῷ λόγῳ (ὡρμήκασι γὰρ
εἰς τὰς πατρίδας), ἀγνοεῖ ὅτι Ἀγαμέμνονος τέχνη αὕτη ἐστὶ τὸ ὁρμῆσαι αὐτούς· οὐ
γὰρ οἴεται τῇ ἀποπείρᾳ τῶν λόγων καθέξειν αὐτούς. ἀλλὰ τίς ἡ τέχνη; ἐπειδὴ
ἀγανακτοῦσιν ὑπὲρ Ἀχιλλέως, οὐκ ἐνδείκνυνται δὲ τὴν ἀγανάκτησιν, ἕως ἂν χρεία
γένηται ἐξόδου, βούλεται αὐτοὺς ἀπορρῆξαι τὸν θυμὸν καὶ φανεροὺς γενέσθαι
ὀργιζομένους, καὶ ὑπὸ τῶν ἀρίστων κατασχεθῆναι. τοῦτό τοι καὶ γίνεται·
φαίνονται ἑτοίμως ἀπιόντες εἰς τὰς πατρίδας, Ὀδυσσεὺς δὲ καὶ Νέστωρ κατέχουσιν
αὐτούς. ταῦτα οὖν ὁ Ἀγαμέμνων ἀποπειρώμενος φανερῶς
ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν Ἴλιον ἐκπέρσαντ’ εὐτείχεον
ἀπονέεσθαι·
εἰ τοίνυν ὑπέσχετο καὶ κατένευσεν, περιμενετέον.
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο, καί με κελεύει
δυσκλέα Ἄργος ἱκέσθαι·
πάλιν ἀντιλαβὴν ἔχει· οὐ γὰρ δεῖ δυσκλεᾶ ἀπιέναι. ταῦτα μὲν
εὐδιάλυτα· ἐκεῖνα δὲ σαφῶς στρεφόμενα
αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι,
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν
ἄπρηκτον πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι.
ταὐτὰ φανερῶς ὁ ἀντιλέγων ἐρεῖ·
αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ
ἐσσομένοισι πυθέσθαι. πῶς οὖν διοικεῖ; ὅτι μὲν γὰρ εὐδιάλυτα λέγει καὶ
στρεφόμενα, δῆλον· καὶ ἔτι μᾶλλον, ἂν ἐπεξίῃ τις τὴν τέχνην τῶν ἐπῶν, εὑρήσει.
ἀλλὰ τίς ἡ τέχνη τῶν τοιούτων; πάθους προβολὴ πρὸ τοῦ λόγου, ἵνα δοκῇ ὑπὸ λύπης
φέρεσθαι αὐτῷ ὁ λόγος, μὴ ἐξ ἐπιβουλῆς διοικεῖσθαι. διὰ τοῦτο Ἀγαμέμνων ἀπὸ
σχετλιασμοῦ ἤρξατο·
Ζεύς με μέγας Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ σχέτλιος.
ὁ οὖν τῷ Διὶ οὕτω προσφερόμενος καὶ βλασφημῶν δῆλός ἐστιν ὑπὸ λύπης
〈ἐξιστάμενος〉 καὶ ἀσύμφωνα αὑτῷ λέγων. · πάθους οὖν προβολὴ κλοπὴ γίνεται
διοικήσεως τεχνικῆς. τοιοῦτο μέν ἐστι τὸ σχῆμα τοῦ τὰ ἐναντία λέγειν οἷς
βούλεται.
Ἔστι δὲ καὶ τέταρτον σχῆμα βαθύτατον, τὸ δι’· ἄλλων πορευόμενον καὶ
παντελῶς ἐπ’ ἄλλης ὑποθέσεως τὸν λόγον ποιούμενον ἄλλην περαίνειν. καὶ τούτου
Ὅμηρος τὸ παράδειγμα ἔδωκεν καὶ ἔλαθεν τοὺς πολλούς. ἐπὶ γὰρ τῇ ἀποπείρᾳ τοῦ
Ἀγαμέμνονος, ἣν ποιεῖται πρὸς τοὺς Ἕλληνας, οἱ κατέχοντες τὸ Ἑλ- ληνικόν εἰσιν
Ὀδυσσεὺς καὶ Νέστωρ. καὶ θαυμαστὸν τί ἐν τῷ λόγῳ ἐστί; διπλοῦν τὸ θαυμαστόν·
ἔοικεν ὁ Νέστωρ μηδὲν ἴδιον λέγειν, ἀλλὰ τὰ αὐτὰ λέγειν τῷ Ὀδυσσεῖ, ὥσπερ
μαθητὴς τὰ διδασκάλου· καὶ ἀπονέμει αὐτῷ ἔπαινον ὁ Ἀγαμέμνων ὡς κρατοῦντι τῶν
Ἑλληνῶν ἐν ταῖς βουλαῖς, ὅ πέρ ἐστιν ἀτοπώτατον. καὶ λέγουσιν οἱ διδάσκαλοι,
ὅτι ἐπειδὴ ἐπῃνεσεν τὸν Ὀδυσσέα τὸ πλῆθος, ἵνα μὴ λυποῖτο ὁ γέρων, καὶ ὁ
Ἀγαμέμνων τὸν γέροντα· ὡσπερεὶ παιδαρίων ἐν διδασκαλείῳ ἐπιδεικνυμένων καὶ
παραμυθίαν τοῦ διδασκάλου ἀπονέμοντος, ἵνα μὴ κλαίῃ τὰ παιδία. ἀλλ’ ἡ τέχνη
τίς; ὅλως ἡ αὐτὴ ὑπόθεσις τῶν λόγων οὐκ ἔστιν Ὀδυσσεῖ καὶ Νέστορι. ἔροιτο ἄν
τις· καὶ πῶς οὐχ ἡ αὐτὴ ὑπόθεσις; τὰ αὐτὰ γὰρ λέγουσιν
. τοῦτο ἡ τέχνη ἡ
Νέστορος, ὅτι τὰ αὐτὰ λέγων οὐκ εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγει. ἀλλ’ ἡ τέχνη τίς;
ἐπειδὴ μέλλει χαλεπὴν ὑπόθεσιν πείθειν, πορεύεται διὰ τῆς πεπεικυίας ὑποθέσεως.
πεπεισμένοι εἰσὶν οἱ Ἕλληνες ὑπὸ τοῦ Ὀδύσσεως μένειν, καὶ ἤνεγκαν αὐτοῦ τὴν
ἐπιτίμησιν καὶ τὴν παραμυθίαν. ἀλλ’ ἔχει χαλεπωτέραν ὑπόθεσιν ὁ γέρων·
πορεύεται οὖν δι’ ὧν ἔπεισεν Ὀδυσσεὺς καὶ τὰ αὐτὰ λέγει Ὀδυσσεῖ·
ὥςτε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες |
ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι
Ὀδυσσεύς. τὰ αὐτὰ ὁ γέρων·
Ὧ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις.
Πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν;
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν
〈Νέστωρ. ἀλλ’ Ὀδυσσεύς〉
λέγει ἐκεῖνος σημεῖον μαντείας
τὸ περὶ τν Κάλχαντα, οὗτος τὰ τῆς ἀστραπῆς· ὥστε διὰ τῶν αὐτῶν πορεύονται. τί
οὖν ἐστι τὸ παραλλάττον; διδάσκει τὸ παραλλάττον τῆς ὑποθέσεως τῶν ἐπαίνων ἡ
διαίρεσις. ἐπῃνεσαν οἱ Ἀχαιοὶ καὶ τὸ πλῆθος τὸ κοινὸν τὸν Ὀδυσσέα· πεισθέντες
μένουσιν, καὶ τὸ ἔργον τοῦ Ὀδυσσέως λαμπρόν·
μάλα δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν.
τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν.
ὁ γέρων ἄλλην ὑπόθεσιν ἔχει·
ἐπειδὴ γὰρ πεπεισμένοι
ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. ὁ γέρων ἄλλην ὑπόθεσιν
ἔχει· ἐπειδὴ γὰρ πεπεισμένοι εἰσὶν οἱ Ἕλληνες μένειν, ζητεῖ αὐτοὺς
ἐκστρατεῦσαι. οὐδὲν γὰρ ὄφελος τοῦ μένειν ἄνευ τοῦ ταχθῆναι· ὅ περ μάλιστα
ὑπόθεσίς ἐστι καὶ ζήτησις τοῦ Ἀγαμέμνονος·
ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν,
κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον·
ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοις.
εἰ δέ κεν ὣς ἔρξῃς καί τοι πείθωνται Ἀχαιοί, γνώσει ἔπειθ’, ὅς θ’
ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
ἠδ’ ὅς κ’ ἐσθλὸς ἔησι· κατὰ σφέας γὰρ μαχέονται.
αὕτη ἡ ὑπόθεσίς ἐστιν, ἧς χρείαν ἔχει ὁ Ἀγαμέμνων· αὕτη ἡ ἐπικίνδυνος
ὑπόθεσις τῶν λόγων τῷ Νέστορι· ὡς ἐν παρέργῳ δὲ αὐτὴν ἔρριψεν
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν
ὡς προσθήκην τῷ λόγῳ ποιούμενος· καὶ γίνεται ὥσπερ τέλος τῆς
δημηγορίας τῆς πεπεικυίας χρεία δημηγορίας ἀναγκαιοτέρα. διὰ τοῦτο Ἀγαμέμνων
τυχων ὧν ἐβούλετο ἐπαινεῖ τν γέροντα·
Ἦ μὰν αὐτ’ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν.
τῶ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
ὅτι δὲ αὕτη ἐστὶν ἡ
ὑπόθεσις τοῦ Νέστορος, τὸ ἐκστρατεῦσαι, καὶ ὅτι τοῦτο ἐπαινεῖ σχήματι ὁ
Ἀγαμέμνων ὡς τυχὼν ὧν ἐβούλετο, τίς ὁ ἔλεγχος καὶ τίς ἡ ἀπόδειξις;
ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ ἔθηκεν,
ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν· ἐγὼ δ’ ἦρχον χαλεπαίνων.
εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν.
ἐποίησεν αὐτοὺς οἰκτεῖραι, εἰ ὁμολογεῖ τὸ ἁμάρτημα, καὶ ἀπεπλήρωσεν
αὐτῶν τὸν θυμόν. εἶτα συναγορεύσας τῷ γέροντι καὶ παραμυθησάμενος, ἀφεὶς ταῦτα
ἐπὶ τὸ οἰκειότατον ἔρχεται, ἐπὶ τὸν βασιλέα·
νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα.
ταῦτα κελεύσας ἐπάγει σφίσι καὶ τὴν ἀπειλήν, ἐὰν δή τις χωρίζηται· |
ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ’ οἰωνούς.
ὥστε ἄρχεται ἀπὸ ἐπαίνου συναγορεύων τῷ Νέστορι, εἶτα παραμυθεῖται
τὸν θυμὸν ὁμολογῶν ἡμαρτηκέναι,
ὅρα τοίνυν, ὦ | Ἀγάθων, μὴ πάθῃς, ὅ περ οἱ πολλοί. ὁ γὰρ Σωκράτης
οὗτος προσποιεῖται ἐραστὴς εἶναι, εἶτα ἐρώμενος ἀναφαίνεται. μὴ οὖν καὶ σὺ τὸ
αὐτὸ πάθῃς, ὅ περ καὶ πάντες πεπόνθασιν
. ἔτυχεν δὲ ὁ Ἀλκιβιάδης ἐρῶν τοῦ
Ἀγάθωνος καὶ ἐβούλετο ὑπὸ μηδενὸς ἄλλου αὐτὸν ἐρᾶσθαι, καὶ ἐπὶ τέλει ἔρριψεν
τὴν παραίνεσιν τὴν πρὸς Ἀγάθωνα ὡς ἐπὶ τοῦ ἐγκωμίου λέγων. αὐτὸς ἐξηγεῖται ὁ
Σωκράτης τὴν τέχνην· νήφειν μοι δοκεῖς, ὦ Ἀλκιβιάδη
· ἐδόκει γάρ μεθύειν ὁ
Ἀλκιβιάδης· οὐ γὰρ ἂν κομψῶς γε
φησίν τὸ σατυρικὸν δρᾶμα περιέβαλες, εἰ μὴ
ἔνηφες. καὶ πάντα ταῦτα εἴρηκας ὑπὲρ τοῦ διαβάλλειν ἐμὲ καὶ Ἀγάθωνα, ἵνα ἐγὼ
μὲν σοῦ ἐρῶ καὶ μηδενὸς ἄλ|λου. καὶ γὰρ ἐποίησας αὐτό
φησίν ὡς οὐδέν τι, ἐπὶ
τέλει αὐτὸ εἰπών, ὡς οὐχ ἕνεκα τούτου πάντα τὰ ἄλλα εἰρηκώς. ἀλλ’
. οὕτω γάρ τοι γίνεται ἡ τέχνη καὶ
παραδίδοται.
Πειρασόμεθα οὖν δεῖξαι μετὰ τὰ Ὁμηρικὰ καὶ παρὰ τοῖς ῥήτορσιν καὶ ἐν δημηγορίαις καὶ ἐν δίκαις καὶ ἐν πανηγυρικοῖς λόγοις καὶ ἐν διαλόγοις τὸ αὐτὸ εἶδος γινόμενον.
Πρότερον δὲ καὶ ἄλλο εἶδος ἴδωμεν λόγων ἐσχηματισμένων, διπλοῦν τοῦτο·
τὸ μὲν πρὸ τῆς τῶν μελλόντων λεχθήσεσθαι παρρησίας ἔνδειξιν τῶν λεχθησομένων
ἀσφαλῆ προανακρουομένην τὸ λυπηρὸν τοῦ ἀκούσματος· τὸ δὲ ἐν διοικήσει προσώπων
ὑπαλλαγήν, ὅτε διὰ τῶν πρὸς ἑτέρους ἑτέροις 〈τις διαλέγεται〉 καὶ ἔχει τὸ
ἀσφαλὲς ἐν τῷ μὴ οἷς ἐπιπλήττει αὐτοῖς διαλέγεσθαι, ἀλλ’ ἀκουόντων αὐτῶν
ἑτέροις ταῦτα λέγειν, ἃ τούτοις προσήκει. τί ποτ’ οὖν ἐστιν ἑκάτερον τὸ εἶδος;
ὁ Ἀχιλλεὺς ἀνέστη καὶ μετὰ τὸν Ἀχιλλέα ὁ μάντις ἐν ἀρχῇ τῆς Ἰλιάδος, ἐλέγχοντες
τὸν Ἀγαμέμνονα, ὅτι τὴν αἰτίαν τοῦ νοσήματος αὐτὸς παρέχει. ὁ μὲν Ἀχιλλεὺς ἐν
συμβούλου σχήματι ὀνειδίζει τὴν αἰτίαν τῷ Ἀγαμέμνονι τῶν κακῶν ὡς ἀπόρως
διακείμενος
καὶ ζητῶν τὴν αἰτίαν, καὶ
ἀφορμὴν ποιεῖ τῆς παρρησίας τῷ μάντει· ὁ δὲ μάντις ἀντιστοιχῶν τῷ Ἀχιλλεῖ τῇ
ἀρνήσει ὧν ὑπέβαλεν ὁ Ἀχιλλεὺς ζητῶν τὰς αἰτίας, προδιοικεῖται τὸ φανερὰν
γενέσθαι τὴν αἰτίαν τῶν δεινῶν. ἴδωμεν οὖν τοὺς ἑκατέρων λόγους,
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω
ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,|
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς.
ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
ἢ καὶ ὀνειροπόλον (καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν),
ὅς κ’ εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,
εἴ τ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται εἴ θ’ ἑκατόμβης·
αἴ κέν πως ἀρνῶν κνίσσης αἰγῶν τε τελείων
βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο.
μέχρι τούτου οἱ Ἀχιλλέως λόγοι τὸ σχῆμα ἔχουσιν ὑπαινιττομένου εἰς
Ἀγαμέμνονα καὶ προσκρούοντος ἐκείνῳ, ἐν δὲ σχήματι ζητήσεως καὶ ἀπορίας τῆς τοῦ
δεινοῦ αἰτίας τὸ ἀσφαλὲς προδιοικουμένου. ἡ δὲ ἔν δειξις τοῦ εἰς Ἀγαμέμνονα
λέγεσθαι ταῦτα πρῶτον μὲν τὸ πρὸς Ἀγαμέμνονα ποιεῖσθαι τοὺς λόγους, ἀλλὰ μὴ εἰς
τὸ κοινόν·
Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας . . .
ὡς γὰρ τιμῶν αὐτὸν διὰ τὸ ἀξίωμα καὶ τὸν κοινὸν λόγον πρὸς ἐκεῖνον
ἀποτεινόμενος τὴν ἀσφάλειαν ἔχει τοῦ προσκρούματος. εἶτα ἑξῆς ἐπάγει
εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς.
αἴτιος τοῦ πολέμου Ἀγαμέμνων ἐστὶν συναγαγὼν τοὺς
ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα
ἢ καὶ ὀνειροπόλον· καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν·
ὅς κ’ εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων.
ἡ προσθήκη τοῦ τόσσον
δηλοῖ, ὅτι τὰς αἰτίας τῆς ὀργῆς ἃς ὑποβάλλει
Ἀχιλλεὺς οὐ πιστεύει ἁκούων, ἀλλὰ αἰτίαν μείζονα περιμένει·
εἴ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται εἴ θ’ ἑκατόμβης. . .
οὐ δέχεται τὸν Ἀπόλλωνα ἕνεκεν εὐχωλῆς καὶ ἑκατόμβης τόσον χολωθῆναι.
οὕτω μὲν ὁ Ἀχιλλεὺς διοικεῖται τὸν λόγον. ὁ δὲ μάντις λαβόμενος τῆς ἀφορμῆς
αὐτοῖς | τοῖς Ἀχιλλέως λόγοις χρῆται εἰς διατριβὴν τοῦ δεῖξαι τῷ Ἀγαμέμνονι,
πρὶν φανερῶς εἰπεῖν, καὶ γίνεται αὐτῷ ἀφορμὴ τῶν λόγων τὸ τόσσον
· λέγει γάρ
οὔ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης.
καὶ πρότερον προδιοικεῖται τὴν ἀσφάλειαν·
Ὠ Ἀχιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι
μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος.
τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον,
ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν.
ταῦτα γὰρ ὁμολογοῦντός ἐστιν, ὅτι τῷ βασιλεῖ προσκρούσει. εἶτα τῷ
προοιμίῳ τούτῳ ἐπάγει·
ἠ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὅς μέγα πάντων Ἀργείων κρατέει, καί οἱ
πείθονται Ἀχαιοί.
εἶτα γνωμολογεῖ· |
κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηι.
εἶτα τὴν τέχνην τῆς ὀργῆς ἐπάγει·
εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι, εἴ με σαώσεις.
καὶ ἤδη ἔδειξεν, ὅτι Ἀγαμέμνων τούτων ἀπάντων αἴτιος, μηδέπω εἰπών·
καὶ διὰ τοῦτο ἐπάγει ἀντίστοιχα λέγων ὁ Ἀχιλλεὺς καὶ ὁμολογούμενα τούτοις·
Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα.
οὐ μὰ γὰρ Ἀπόλλωνα διίφιλον, ᾧ τε σύ, Κάλχαν,
εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,
οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο
σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει
συμπάντων Δαναῶν· οὐδ’ ἣν Ἀγαμέμνονα εἴπῃς,
ὃς νῦν πολλὸν ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι.
Καὶ τότε δὴ θάρσησε καὶ ἤυδα μάντις ἀμύμων. |
ὁμολογεῖ ὁ ποιητὴς τῶν λόγων τὴν διοίκησιν.
Μία μὲν αὕτη εὐπρέπεια ἐσχηματισμένων λόγων, τὸ δι’ αἰνιγμάτων λέγειν, ἃ φρονεῖ τις, καὶ τὸ τῇ διατριβῇ καὶ τῇ μελλήσει τῶν λόγων εἰπεῖν, πρὶν εἰπεῖν, τῷ προοιμίῳ τὸ μέλλον δείκνυσθαι λυπηρόν. ἡ δὲ δευτέρα τίς;
ἐλέγομεν ἐκείνην εἶναι τὴν μέθοδον, τὸ ἑτέροις διαλεγόμενον ἑτέρων
καθάπτεσθαι, τὸ ἀσφαλὲς τοῦ μὴ προσκρούειν τῇ ὑπαλλαγῇ τοῦ προσώπου
ἐνδιοικούμενον. καὶ τοῦτο Ὅμηρος ἔδειξεν ἐν Ὀδυσσέως λόγῳ. ὁ γὰρ Ὀδυσσεὺς πρὶν
συναγαγεῖν τοὺς ὄχλους εἰς τὴν ἐκκλησίαν, ἵνα δημηγορήσῃ περὶ τῆς μονῆς, ὅτε
τὴν ἀπόπειραν ὁ Ἀγαμέμνων ἐποιήσατο, 〈ἄκουε〉 οἷον λέγει·
Ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη,
τὸν δ’ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς·
Δαιμόνι’, οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι·
ἀλλ’ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς. |
οὐ γάρ πω σάφα οἶσθ’, οἷος νόος Ἀτρείδαο·
νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν.
ἐν βουλῇ δ’ οὐ πάντες ἀκούσαμεν, οἷον ἔειπεν.
μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν.
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέος βασιλῆος.
τιμὴ δ’ ἐκ Διός ἐστι· φιλεῖ δέ ἑ μητίετα Ζεύς.
Ὃν δ’ αὖ δήμου τ’ ἄνδρα ἴδοι βοόωντά τ’ ἐφεύροι,
τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ.
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ’ Ἀχαιοί.
οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω,
εἷς βασιλεύς,
ἢ τί ἔδοξεν τοῖς βασιλεῦσιν ἐπιτιμῶντα λέγειν
ἐν βουλῇ δ’ οὐ πάντες
ἀκούσαμεν, οἷον ἔειπεν.
νῦν μὲν πειρᾶται, τάχα δ’ ἴψεται υἷας Ἀχαιῶν.
ταῦτα δὲ οὐ τοῖς
δημόταις λέγει, ἀλλὰ τοὺς βασιλέας ἀναμιμνῄσκει. γέγονεν οὖν ὁ λόγος 〈ὁ〉 πρὸς
ἑκατέρους ἑκατέροις κοινός. καὶ τὴν ἐξήγησιν ἐπάγει Ὅμηρὸς τῶν ἐσχηματισμένων
τούτων λόγων δι’ ὀνόματος ἑνός, ὃ οὐδὲ ὁρῶσιν οἱ ἀναγινώσκοντες· Ὅμηρὸς δὲ ὑπὸ
φιλανθρωπίας ἐξηγήσατο·
ὡς ὅ γε κοιρανέων δίεπε στρατόν.
τί ἐστι τὸ κοιρανέων
; ὡς κοίρανος διαλεγόμενος; οὐ δή που, ἀλλὰ τὸ
στρατήγημα τῶν λόγων· οὕτως ὀνομαζῶν
κοιρανέων δίεπε στρατόν
. ἡ γὰρ διοίκησίς ἐστι τέχνη ἐν
τῷ ὀνόματι λεγομένη. |
Ἴωμεν τοίνυν ἐπὶ τὰ πεζὰ παραδείγματα. Δημοσθένης διδάσκει ἡμᾶς εὐπρεπῶς
διαλέγεσθαι, ἃ βούλεταί τις, καὶ οἶδεν τοῦ σχήματος τούτου τὸ ὄνομα· λέγει δὲ
ἐν τῷ περὶ τοῦ στεφάνου ὧδὲ τῇ λέξει· ἐπειδὰν ἔλθωσι μὲν οἱ πρέσβεις εἰς
Θήβας, πῶς χρῆσθαι τῷ πράγματι παραινῶ, τούτῳ μοι πάνυ προσέχετε τὸν νοῦν
.
εἶτα ἐπάγει ὥςπερ διδάσκαλος παραδιδοὺς μαθητῇ τὴν διοίκησιν· μὴ δεῖσθαι
Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλ’ ἐπαγγέλλεσθαι βοηθήσειν ἐκείνοις, ἂν
κελεύωσιν, ὡς ἐκείνων μὲν ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δὲ ἄμεινον ἢ ’κεῖνοι τὸ
μέλλον 〈προορωμένων〉· ἵν’ ἐὰν μὲν δέχωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ
βουλόμεθα ὦμεν διοικούμενοι καὶ μετὰ σχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν·
ἂν δ’ ἄρα μὴ τύχῃ, ἐκεῖνοι μὲν ἑαυτῶν 〈κατηγορῶσιν〉, ἄν τι ἐξαμαρτάνωσιν, ἡμεῖς
δὲ μηδὲν 〈ἂν〉 αἰσχρὸν μηδὲ κακὸν ὀφθείημεν πεπεισμένοι
. |
Τὸ δὲ ἕτερα λέγειν καὶ ἕτερα διοικεῖσθαι δείκνυσί σοι πάλιν ὁ αὐτὸς
Δημοσθένης ἐν τοῖς συμβουλευτικοῖς, ἐν τῷ περὶ συμμοριῶν ἐπιγραφομένῳ λόγῳ (
ὅςπερ λόγος εἰκότως ἂν καὶ δικαίως ἐπιγράφοιτο Περὶ τῶν βασιλικῶν), [ἐν τῷ]
πρῶτος καὶ μόνος παραστὰς ἀντειπεῖν. ἐν τούτῳ τῷ λόγῳ ἐναντιοῦται μὲν τῇ
Ἀθηναίων γνώμῃ ὡρμηκότων αὐτῶν πολεμεῖν βασιλεῖ. καὶ μία μὲν διοίκησις τοῦ
λόγου ἐστὶ τὸ βουλόμενον τὸν ῥήτορα μὴ πολεμεῖν αὐτοὺς βασιλεῖ κλέπτειν δὴ τὴν
δόξαν τῷ συμβουλεύειν | βασιλεῖ μήπω πολεμεῖν. καὶ αὕτη ἡ τέχνη ἐστὶν τοῦ ἃ
βούλεταί τις, λέγειν εὐπρεπῶς. ποιεῖ δὲ τοῦτο οὕτως· ἐγὼ νομίζω κοινὸν ἐχθρὸν
ἁπάντων τῶν Ἑλλήνων εἶναι βασιλέα· οὐ μὴν διὰ ταῦτα παραινέσαιμ’ ἂν μόνοις τῶν
ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν συνάγειν
. καὶ ἔτι τέχνη βαθυτέρα τὸ κωλύοντα
πολεμεῖν ἐπαγγέλλεσθαι περὶ δυνάμεως ᾗ πολεμήσουσιν. τοῦτο μὲν κλέπτοντός ἐστι
τὴν ἐναντίωσιν τοῦ πολέμου. μιμεῖται γὰρ ἐνταῦθα τὸν Ἀρχίδαμον τοῦ Θουκυδίδου.
καὶ γὰρ ἐκεῖνος ἐπειδὴ ἑώρα τοὺς Λακεδαιμονίους καὶ τοὺς Πελοποννησίους
ὡρμηκότας πρὸς τὸν πόλεμον, ἐβούλετο δὲ αὐτοὺς
μηδέπω
τὴν ὁρμὴν τὴν ἐπὶ βασιλέα κωλύει, συμβουλῇ δὲ τῆς
παρασκευῆς εὐτρεπῆ τὸν πόλεμον τὸν πρὸς Φίλιππον ἐργάζεται. καὶ ὅτι αὕτη ἡ
τέχνη ἐστίν, λάβε αὐτὸν Δημοσθένην ὁμολογοῦντα· εἰ μὲν τοίνυν ἕτερός τις ἦν
τρόπος δυνάμεως, ᾗ τοὺς βαρβάρους οἷόν τε ἦν ἀμύνασθαι, ἕτερος δέ τις, ᾗ τοὺς
Ἕλληνας, εἰκότως 〈ἂν〉 φανεροὶ πᾶσιν ἐγιγνόμεθα πρὸς ἐκεῖνον ἀντιταττόμενοι· εἰ
δὲ πάσης παρασκευῆς ἐστι τρόπος ὁ αὐτὸς οὗτος, τοὺς ἐχθροὺς ἀμύνασθαι δύνασθαι,
τοῖς οὖσι συμμάχοις βοηθεῖν, καὶ ὑπάρχοντα ἀγαθὰ
. καὶ ἀληθῶς τὸ ἀπόρρητον τοῦτο τῆς γνώμης
μηνύει ἐν ἄλλῳ λόγῳ· ὁρῶ δ’ ὑμᾶς Φιλίππου μὲν καταφρονοῦντας, βασιλέα δὲ ὡς
ἰσχυρὸν ἐχθρὸν φοβουμένους. εἰ δὲ τῷ μὲν πολεμεῖν οὐ θελήσομεν, τῷ δὲ οὐκ
ἀξιώσομεν, πρὸς τίνας παραταξόμεθα
;
Ἀλλὰ καὶ Εὐριπίδης δι’ ὅλων λόγων διοικήσεως σχῆμα περαίνει ἐν ὅλῳ
δράματι. πρότερον δὲ δείξωμεν [ἐν ὅλῳ δράματι] ἐν μέρει τινὶ | σχῆμα
διοικούμενον. ἐν τῷ Αἰόλῳ ὁ Μακαρεύς ἐστιν ὁμιλήσας τῇ ἀδελφῇ καὶ λανθάνων, καὶ
συμβουλεύων τῷ πατρὶ τὰς ἀδελφὰς τοῖς ἀδελφοῖς συνοικίσαι, ἵνα τὸ οἰκεῖον
διοικήσηται· καὶ οὕτως ἐσχημάτισται ὁ λόγος κοινῇ γνώμῃ καὶ συμβουλῇ. ἡ
Μελανίππη σοφὴ τὸ δρᾶμα Εὐριπίδου ἐπιγέγραπται μὲν Σοφή, ὅτι φιλοσοφεῖ, καὶ διὰ
τοῦτο τοιαύτης μητρός ἐστιν, ἵνα μὴ ἀπίθανος ᾖ ἡ φιλοσοφία. ἔχει δὲ διπλοῦν
σχῆμα, τὸ μὲν τοῦ ποιητοῦ, τὸ δὲ τοῦ προσώπου τοῦ ἐν τῷ δράματι, τῆς
Μελανίππης. τὸ μὲν τοῦ ποιητοῦ τοιόνδε [τὸ δὲ τοῦ
πάντα ἐν πᾶσιν· εἶτα
ὕστερον διεκρίθη
. μετὰ ταῦτα ὡμίλησεν καὶ Σωκράτει καὶ ἐπὶ τὸ εὐπορώτερον
ἤγαγε τὸν λόγον. ὁμολογεῖ οὖν τὴν διδασκαλίαν τὴν ἀρχαίαν διὰ τῆς Μελανίππης· |
Καὶ οὐκ ἐμὸς ὁ μῦθος, ἀλλ’ ἐμῆς μητρὸς πάρα,
ὡς οὐρανός 〈τε〉 γαῖά τ’ ἦν μορφὴ μία.
οὕτω μὲν ὁ ποιητὴς σχηματίζει τὸ αὑτοῦ. ἡ δὲ Μελανίππη ἐπεράνθη μὲν
ὑπὸ τοῦ Ποσειδῶνος, γέγονε δὲ ταύτῃ παιδία· ἐξέθηκεν δὲ αὐτὰ εἰς τὰ τοῦ πατρὸς
βουφόρβια. ὁ δὲ πατὴρ ἡγεῖται ἐκ βοὸς εἶναι, καὶ ὡς τέρας βούλεται κατακαῦσαι.
βοηθοῦσα αὑτῇ ἡ Μελανίππη ἀποφαίνεσθαι πειρᾶται, ὅτι τέρας οὐδέν ἐστιν. οὕτω τὸ
δρᾶμα ὅλον ἐσχημάτισται· καὶ ἄμα διδάσκει ἡμᾶς Εὐριπίδης, ὅτι τὸν σχηματίζοντα
ἐγγυτάτω δεῖ εἶναι τοῦ λῦσαι τὸ σχῆμα μετὰ τῆς ἀσφαλείας τοῦ σχήματος.
περιερχομένη γὰρ πάσας αἰτίας τοῦ σῶσαι τὰ παιδία λέγει· εἰ δὲ παρθένος |
φθαρεῖσα ἐξέθηκεν τὰ παιδία καὶ φοβουμένη τὸν πατέρα, σὺ φόνον δράσεις
; ὥςτε
καὶ τὸ αὑτῆς πρᾶγμα λέγει ἐν σχήματι συμβουλῆς.
Ἀλλὰ καὶ πάλιν ὁ Πανηγυρικὸς
Ἰσοκράτους τοιοῦτόν τι βυβλίον ἐστὶν καὶ ὁ Φίλιππος Ἰσοκράτους καὶ ὁ περὶ τῆς
ἀντιδόσεως. ἐν γὰρ τοῖς τρισὶν τούτοις βυβλίοις ἐγκώμια διέρχεται τὸ μὲν
Ἀθηναίων, τὸ δὲ Φιλίππου, τὸ δ’ ἑαυτοῦ. ἀλλὰ τοῖς μὲν Ἀθηναίων ἐγκωμίοις καὶ
τοῖς Φιλίππου συμβουλὴν ὑποθέμενος τὸ εὐπρεπὲς τοῦ ἐγκωμίου ἐπραγματεύσατο, καὶ
πεποίηται ὥςπερ πάρεργον συμβουλῆς τὸ ἐγκώμιον· ὄντως δ’ ἐστὶν ἔργον τὸ
ἐγκώμιον, πάρεργον δὲ ἡ συμβουλή. αὑτῷ δὲ ἔδωκεν ἐπαίνου ἀφορμὴν ἐν ἀνάγκῃ
ἀπολογίας πρὸς τὰ κατηγορημένα. τοῦτο καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου
ἐπραγματεύσατο. ἐγκώμιον αὑτοῦ ἠθέλησεν γράψαι, | καὶ τὴν ἀπολογίαν προετάξατο.
τοῦτο καὶ Πλάτων πεποίηκεν ἐν τῇ ἀπολογίᾳ Σωκράτους ἐγκώμιον βουλόμενος γράψαι
ἐν ἀπολογίας σχήματι. τοῦτο καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασιν· ὡς γὰρ
ἀπολογούμενος ὑπὲρ Σωκράτους ἐγκώμιον Σωκράτους περαίνει. ἔργον δὲ αὐτοῖς ἐστι
καὶ πολλὰς ὑποθέσεις ὁμοῦ συμπλέκειν. ἥ γέ τοι ἀπολογία Σωκράτους καὶ Πλάτωνος
ἀπολογία ἐστὶ καὶ Ξενοφῶντος ἀπολογία ἐστί. καὶ ὁ περὶ τοῦ στεφάνου τέσσαρας
ὑποθέσεις ἔχει· καὶ ἀπολογία ἐστὶ καὶ κατηγορία καὶ ἐγκώμιον Δημοσθένους, καὶ
ὁποῖον εἶναι δεῖ τὸν πολιτικὸν ἄνδρα. καὶ Ξενοφῶν δὲ ὁμολογῶν ἐγκώμιον
Οὕτω κινδυνεύει, ὅ περ ὑπεστησάμεθα ἐν ἀρχῇ
Πάτροκλ’ ἐμοὶ δειλῇ πλεῖστον κεχαρισμένε θυμῷ,
ζωὸν μέν σε ἔλειπον ἐγὼ κλισίηθεν ἰοῦσα·
νῦν δέ σε τεθνειῶτα κιχάνομαι, ὄρχαμε λαῶν,
ἀνιοῦσ’. ὥς μοι δέχεται κακὸν ἐκ κακοῦ αἰεί.
ταῦτα προοίμια θρηνούσης. εἶτα τὸ προοίμιον περαίνει
ἄνδρα μέν, ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ,
εἶδον πρὸ πτόλιος δεδαϊγμένον ὀξέι χαλκῷ,
τρεῖς τε κασιγνήτους, οὕς μοι μία γείνατο μήτηρ,
κηδείους, οἳ πάντες ὀλέθριον ἦμαρ ἐπέσπον. |
ταῦτα ἤδη Ἀχιλλέως καθάπτεται, ὅτι τὸν ἄνδρα αὐτῆς ἀποκτείνας ἔχει
αὐτὴν συνοικοῦσαν, καὶ δεῖ αὐτῇ πολλῆς παραμυθίας. εἶτα συνθηκῶν ἀνάμνησις·
οὐδὲ μὲν οὐδέ μ’ ἔασκες, ὅτ’ ἄνδρ’ ἐμὸν ὠκὺς Ἀχιλλεὺς
ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος,
κλαίειν, ἀλλά μ’ ἔφασκες Ἀχιλλῆος θείοιο
κουριδίην ἄλοχον θήσειν ἄξειν τ’ ἐνὶ νηυσὶν
ἐς Φθίην, δαίσειν δὲ γάμον μετὰ Μυρμιδόνεσσι.
καὶ τὸ τέλος τοῦ ἐπιλόγου τὸ κέντρον τῆς ἀπαιτήσεως ἐπάγει
τῶ σ’ ἄμοτον κλαίω τεθνηότα μείλιχον αἰεί,
ὡς ἂν ἀκούων ταῦτα Ἀχιλλεὺς δικαιολογουμένης εἴπῃ· ἀλλὰ μὴ κλαῖε,
γύναι, ἐκεῖνα βέβαια γενήσεται
.
Κατὰ ταύτας τὰς ὑφηγήσεις ἔστιν ἐπιόντα πολλὰ καὶ τῶν ποιημάτων καὶ τῶν
συγγραμμάτων καὶ τῶν δικανικῶν καὶ τῶν συμβουλευτικῶν λόγων καὶ τῶν ἐν ταῖς
ἱστορίαις εὑρεῖν πλείους τὰς πλάσεις τῶν σχημάτων ἢ τὰς ἁπλότητας τῶν κοινῶν
λόγων. λέγω
εἰ μὲν δὴ νόστον γε μετὰ φρεσί, φαίδιμ’ Ἀχιλλεῦ,
βάλλεαι, οὐδ’ ἔτι πάμπαν ἀμύνειν νηυσὶ θοῇσιν
πῦρ ἐθέλεις ἀίδηλον, ἐπεὶ χόλος ἔμπεσε θυμῷ,
πῶς ἂν ἔπειτ’ ἀπὸ σεῖο, φίλον τέκος, αὖθι λιποίμην;
ἡδίστη γὰρ ὑπόθεσις Ἀχιλλεῖ τὸ λέγειν τὸν Φοίνικα, ὅτι οὐκ
ἀπολειφθήσεται. εἶτα ἡ αἰτία τοῦ μὴ ἀπολειφθῆναι, ἡ τροφή, ἡ ἀγωγή, τὸ ἐξ ἀρχῆς
συντετράφθαι. ταῦτα δὲ πάντα εἰς τὴν ἐναντίαν ὑπόθεσιν· πιθοῦ μοι· | τέτροφα
γάρ σε, καὶ χάριτας ὀφείλεις
. καὶ ὅτι τοῦτό ἐστιν * * * ἐπὶ τέλει ὁμολογία τῆς
ἀληθινῆς ἐπιβολῆς·
ἀλλ’, Αχιλεῦ, δάμασον θυμὸν μέγαν, οὐδέ τί σε χρὴ
νηλεὲς ἦτορ ἔχειν· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί.
τοῦτο τὸ σχῆμα
συνιδὼν καὶ ὁ Ἀχιλλεὺς ἀντισχηματίζει ἑξῆς, μιμούμενος τὴν τέχνην τοῦ
διδασκάλου. ἐξηγεῖται γὰρ οὕτως·
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων,
Ἀτρείδῃ ἥρωι φέρων χάριν.
αὕτη μὲν ἐξήγησις τῆς τοῦ Φοίνικος τέχνης· εἶτα ὁ ἀντισχηματισμός·
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
τί γάρ; ἐκεῖνος τοιοῦτόν τι εἶπεν ἤ τινα χάριν ᾔτησεν; ἀλλ’ ἐπειδὴ
ἀνέμνησεν αὐτὸν εἰπών |
πολλάκι μοι κατέδευσας ἐπὶ στήθεσσι χιτῶνα
οἴνου ἀποβλύζων ἐν νηπιέῃ
ἀλεγεινῇ,
〈καὶ〉 τὰς ἐν τῇ νεότητι πάθας προέτεινεν αὐτῷ, ὡς ὀφείλοντος χάριτας,
καὶ αὐτὸς ἐσχημάτισεν εἰπών· ἄλλην χάριν λάμβανε μείζω, μὴ ταύτην αἴτει
. ταῦτα
μὲν ὁ Φοῖνιξ σχηματίζει.
Ὁ δέ γε Αἲας ἁπλούστατος ὤν βαθύτατος ἐν τοῖς λόγοις πάντων ἐστίν.
ἀνίσταται γὰρ ὡς ὀργιζόμενος καὶ ἀξιῶν μηκέτι μηδὲ διαλέγεσθαι, καὶ λέγει·
οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ
τῇδέ γ’ ὁδῷ κρανέεσθαι·
καὶ ἐπιτιμᾷ Ἀχιλλεῖ χαλεπώτατα καὶ πικρότατα. ὁ δὲ μάλιστα ἐν τῇ
παρρησίᾳ κετεύων καὶ δεόμενος καὶ βιαζόμενος Ἀχιλλέα οὗτός ἐστιν·
ὑπωρόφιοι δέ τοι εἰμὲν
πληθύος ἐκ Δαναῶν. |
καὶ φαίνεταί γέ τοι οὕτως
ἁπλοῦς δὴ καὶ ἀφελὴς καὶ παρρησίᾳ χρώμενος. εἶτα τῇ τέχνῃ προσχρώμενος φαίνεται
μᾶλλον πεπεικώς. πῶς δή;
Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,
πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι.
ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότε κείνων
μνήσομαι, ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν.
οὗτος οὖν ὁ λόγος δείκνυσιν, ὅτι καὶ τῆς ἁπλότητος προσποίησις
σχήματος ἔργον ἐπιτελεῖ· ἐπεὶ καὶ αἱ τῶν χαρίτων ἀπαιτήσεις οὐκ ἄνευ τοῦ
ἐσχηματίσθαι γίνονται. οἱ γὰρ αἰτοῦντες τὰς χάριτας παρὰ τῶν εὖ πεπονθότων ἐν
καιρῷ φυλαττόμενοι τὸ ὀνειδίζειν εὐπρεπῶς ἀπαιτοῦσι. καὶ δείκνυσιν ἡμῖν ὁ
ποιητής, τίς μὲν ἂν ἦν ἀτέχνου ἀπαιτήσεως τρόπος, τίς δὲ ἐντέχνου. ὁ Ἀχιλλεὺς
τῇ μητρὶ λέγει·
πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα
εὐχομένης, ὅτ’ ἔφῃσθα κελαινεφέι Κρονίωνι
οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,
ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι.
καὶ περαίνει τὴν διήγησιν πᾶσαν, καὶ ἐπάγει παραινῶν αὐτῇ
τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λάβε γούνων.
ταῦτα ὑπακούει τῷ παιδὶ Θέτις, καὶ πείθουσα αὐτὸν θαρρεῖν
ἐπαγγέλλεται οὐ μόνον ἐρεῖν αὐτά, ἀλλὰ καὶ αὐτῇ λέξει λέγει
τοῦτο δέ τοι ἔπος Διὶ τερπικεραύνῳ
εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται.
καὶ ταῦτα ὑποσχομένη, ἐπειδὴ ἀφίκετο πρὸς τὸν Δία,
Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ἔτισα
ἢ ἔπει ἢ ἔργῳ·
τὸ μὲν ἔργον οὐκ εἶπεν, τὴν δὲ ἀνάμνησιν εὐπρεπῶς ἐποιήσατο. τοιοῦτός
πως καὶ ὁ ἱερεύς ἐστιν, γυμνότερος μὲν ἢ κατὰ τὴν Θέτιν, εὐπρεπῶς δέ.
ἐπικαλεσάμενος γὰρ τὸν θεὸν λέγει
εἰ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα,
ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα
ταύρων ἠδ’ αἰγῶν, τόδε μοὶ κρήηνον ἐέλωρ.
Καὶ τὰ μέτρα τῶν ἐσχηματισμένων λόγων παιδεύει
ἡμᾶς Ὅμηρος, ὅτι οὐ 〈μόνον〉 τῆς εὐπρεπείας δεῖται, ἀλλὰ καὶ τῆς ἐν
χρείᾳ συντομίας. πῶς γὰρ πάντων χρεία ἐστίν, ὅσων μὲν ἡ τέχνη παραδίδωσιν, 〈εἰ〉
ταῦτα ὁ καιρὸς παραιτεῖται; διδάσκει δὲ τοῦτο ἐν τοῖς Ἑρμοῦ λόγοις πρὸς Πρίαμον
Ὅμηρος. τοῦτον γὰρ Ἑρμῆς ὥςπερ διδάσκαλος ὢν παιδεύει, πῶς χρὴ ἐντυχεῖν
Ἀχιλλεῖ, καὶ παραδίδωσι τὰς μεθόδους τῆς ἱκετείας·
τύνη δ’ εἰσελθὼν λάβε γούνατα Πηλείωνος,
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠυκόμοιο
λίσσεο καὶ τέκεος, ἵνα οἱ
σὺν θυμὸν ὀρίνῃς·
μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ.
καὶ οὔτε τοῦ παιδὸς μέμνηται οὔτε τῆς μητρός, ἀλλὰ τοῦ πατρὸς μόνου.
τὴν πολλὴν γὰρ χορηγίαν παρέλιπεν τῇ χρείᾳ τοῦ παιδός.
Οὐκοῦν ὑπολείπεται ἡμῖν ἐκεῖνος ὁ λόγος, ὅτι Ὅμηρὸς ἐπενόησεν
ἐσχηματισμένον λόγον δι’ εἰκόνος, ἵνα μηνύσῃ μὲν ὃ βούλεται, τὸ δὲ εὐπρεπὲς
πρὸς * * * τὴν ἐπιτίμησιν, ἀλλ’ εἰκόνι τὸν λόγον διαπεράνας. καὶ οἱ πολλοὶ
ἀγνοοῦσιν τὴν εἰκόνα. ἔστι δὲ ἡ εἰκὼν ἐν Ὀδυσσέως λόγῳ. ἐξάγει τοὺς Ἕλληνας ὁ
Ἀχιλλεὺς ὡρμημένος σφόδρα ἐπὶ τῷ Πατρόκλου θανάτῳ. Ὀδυσσεὺς ἀξιοῖ αὐτοὺς
πρότερον φαγεῖν καὶ οὕτως ἐξελθεῖν· καὶ ἐπιτιμᾷ τῷ Ἀχιλλεῖ, ὅτι προπετῶς ταῦτα
βούλεται· καὶ λέγει τὴν ἀρχὴν τῆς παραινέσεως τὴν αἰτίαν, εἶτα τὴν παραίνεσιν
ἀδιανοήτως. ἢ εἰπάτω τις, τί βούλεται τὸ
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
ἤδη τὰ προοίμια τῆς ἐπιτιμήσεως, ὥςπερ καὶ τὸ
μὴ δ’ οὕτως ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ,
κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.
εἶτα εἰπν τῆς γνώμης τὴν ἀρχὴν ἐπάγει
τῶ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν.
αἶψα τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν,
ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν,
|
ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
καὶ ἡ εἰκὼν πέρας τῆς συμβουλῆς. εἰδέναι οὖν χρὴ ὅτι αὕτη ἡ εἰκὼν
σοφία ἐστὶ τοῦ Ὀδυσσέως τοῦ μηροῦ. ἐπιτίμησις γάρ ἐστι πικρὰ πρὸς τὸν Ἀχιλλέα
καὶ δι’ ἀπορρήτων λυπηρὰ παραίνεσις. διὰ τοῦτο καὶ τὸ προοίμιον αὐτῷ μακρόν
ἐστι·
κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ
ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην
πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.
αὐτὸ τὸ προοίμιον τοῦ σχήματός ἐστιν ἀρχή· μὴ πάνυ θάρρει τῇ ἀνθρεῖᾳ
τῇ σαυτοῦ· εἰ δὲ μή, ἐλέγχεις αὐτὴν τὸ μηδὲν εἶναι· ἀλλ’ ἄκουε παρ’ ἀνδρὸς
ἐμπείρου
. τίς οὖν ἐστιν ἡ ἐπιτίμησις ἐκείνῳ;
γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς.
λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα
πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο;
ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν, ὅς κε θάνῃσιν,
νηλέα θυμὸν ἔχοντας, ἐπ’ ἤματι δάκρυ χέοντας.
ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται,
μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ’ ἔτι μᾶλλον
ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ ἑσσάμενοι χροΐ χαλκὸν
ἀτειρέα· μηδέ τις ἄλλην
λαῶν ὀτρυντὺν προτιδέγμενος ἰσχαναάσθω.
ἧδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται, ὅς κε λίπηται
νηυσὶν ἐπ’ Ἀργείων· ἀλλ’ ἀθρόοι κοσμηθέντες
Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα.
ὡςεὶ ἔλεγεν· πολλοὶ
τεθνᾶσιν ἤδη διὰ σὲ μηνιῶντα· νῦν ἀπορρίψας τὴν μῆνιν ἀξιοῖς τῇ τοῦ θεοῦ
προσθήκῃ ἐλπίδας τῆς νίκης ἔχειν. ἐὰν οὖν ἐξέλθωσι νήστεις, οὐδ’ ἂν ὁ Ζεὺς
χαριζόμενός σοι βοηθῇ τοῖς Ἕλλησι, δυνήσονται διαρκέσαι νήστεις ὄντες πρὸς τὸ
κρατῆσαι. ὥςτε μὴ φρόνει μέγα ἐπὶ τῇ προσθήκῃ τοῦ Διὸς καὶ προπετῶς στρατεύου·
ἐλεγχθήσῃ γὰρ τῇ ἀσθενείᾳ τῶν στρατιωτῶν
·
αἶψα τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν . . .
ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα
Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται.
τί γὰρ τοῦ Διὸς ἡ μνήμη ἐνταῦθα; συμβήσεται οὖν οὐ πολλὴν γενέσθαι
ἡμῖν ὠφέλειαν ἐκ τῆς παρὰ σοῦ προτροπῆς διὰ τὸν Δία, ἂν ἀσθενεῖς ὄντες
στρατευσώμεθα· ὥςτε ἐλεγχθήσεταί σου ἡ ἀνδρεία ἡ θαυμαστὴ ὑπὸ τῆς προπετείας
.
ἐπειδὴ τοίνυν ταῦτα πικρά ἐστιν καὶ ἐπιτίμησιν ἔχει, εἰκόνος παρεμβολῇ τὸ
πικρὸν τῆς ἐπιτιμήσεως ἀσφαλὲς ἐποίησεν.
Τάδε πλημμελούμενα ἐν ταῖς μελέταις· οἳ μὲν ἠθῶν ἀμοίρους τοὺς λόγους
ποιοῦνται οἰόμενοι τοῦ | πράγματος εἶναι τὸν ἀγῶνα, τὸ δὲ ἦθος ἐν παρέργῳ τιθέ-
μένοι· οἳ δὲ περὶ τὴν κρᾶσιν τῶν ἠθῶν οὐ σπουδαίως ἔχουσιν, ἀλλ’ ἂν μὲν ἀπλοῦν
ᾖ τὸ ἦθος καὶ παντί τῳ ἰδεῖν ἐκκείμενον, ἰδόντες καὶ προσπεσόντες χρῶνται τῷ
ἦθει· ἂν δὲ διπλοῦν ᾖ ἢ τριπλοῦν καὶ ποικιλώτερον, οὔτε τὰς διαιρέσεις τῶν ἠθῶν
ζητοῦσιν οὔτε περὶ τὴν κρᾶσιν αὐτῶν πραγματεύονται· ὅθεν αὐτοῖς οὐδὲ
ἀγωνίζεσθαι τοῖς ἤθεσιν συμβαίνει, ἀλλ’ ὁ τοῦ ἤθους ἀγὼν ὑπάρχει τὰ καλούμενα
ἐπιφωνήματα, προστυχοῦσαί τινες αὐτόματοι φωναὶ ἠθικαί. παρ’ ὃ καὶ τὸν ἔπαινον
καρποῦνται γυμνὰ τὰ ἤθη φθεγγόμενοι, δέον καθόλου τούτοις διαγωνίζεσθαι, ὥςπερ
Τοῦτο τὸ ἦθος Πλάτων ὑποθέμενος καὶ τὰ τῶν σοφιστῶν καὶ τὰ τῶν πολιτικῶν
καὶ τὰ τῶν δημιουργῶν, καὶ τὰ τῶν μειρακίων καὶ τὰ τῶν ἀνδρῶν καὶ τὰ τῶν
πρεσβυτέρων, καὶ τὰ τῶν γυναικῶν, καὶ τὰ τῶν | δούλων καὶ τὰ ἐλευθέρων ἤθη κατὰ
λόγον τούτῳ συνέπλεξεν. τοῦτο καὶ Δημοσθένης ὑποθέμενος δι’ ὅλου μεγαλοπρεπής
ἐστιν ἐν τοῖς λόγοις, ὁμοίως ἔν τε τοῖς συμβουλευτικοῖς τὸ τοῦ πολιτικοῦ ἦθος
ὑποθέμενος καὶ τὸ τοῦ κολακεύοντος τούτῳ συμπλέκων
Ταῦτα μὲν ἐν ἤθει πλημμελοῦμεν, 〈οἳ μὲν〉 τὸ μηδὲ ὅλως ζητεῖν, οἳ δὲ τὸ μὴ πάντα εὑρίσκειν, οἳ δὲ τὸ μὴ περὶ τὴν κρᾶσιν πραγματεύεσθαι, οἱ δὲ πλεῖστοι καὶ σχεδὸν ἅπαντες καὶ τὸ μὴ 〈τὸ〉 πρῶτον καὶ μέγιστον ἦθος ὑφίστασθαι καὶ τὰ ἄλλα ἀκολούθως τούτῳ ἐπάγειν.
Περὶ δὲ γνώμην πρῶτον τὰ μέτρα οὐχ ὁρῶμεν, ἀλλ’ οἳ μὲν πάντα διὰ βραχέων
ἐπιτρέχουσι δείξαντες ἕκαστα τῶν ζητουμένων καὶ παρελθόντες, συντομίαν τινὰ
τοῦτο νομίζοντες, τὴν ἀπόλειψιν τῆς τῶν πραγμάτων θεωρίας· οἳ δὲ ὅπως πλεῖστα
εἰς ἕκαστον τῶν ὑποκειμένων ζητημάτων ἐροῦσι, σκοποῦνται οὐκ εἰδότες,
Ἀτεχνία δὲ ἐν μελέταις αὕτη· πρώτη μὲν γυμνὴ τῶν κεφαλαίων πρότασις
πανταχοῦ τῷ μὴ ἐπίστασθαι μήτε προδιοικεῖσθαι, ὃ πέρ ἐστι προσυστῆσαι ἢ προ-
διαβαλεῖν, μήτε τὰς τῶν προτάσεων μεθόδους· αἳ | ἐπὶ τριῶν σχημάτων
ἀγωνίζονται· ἢ ὡς εἰδότος τοῦ λέγοντος τὰ μέλλοντα λεχθήσεσθαι ὑπὸ τοῦ
ἀντιδίκου· οἶδ τοίνυν, ὅτι ἐρεῖ
καὶ ἀλλὰ νὴ Δία ἐρεῖ
· ἢ ὡς πυθομένου·
πέπυσμαι τοίνυν αὐτὸν ἐρεῖν
, ἀπήγγειλεν
· ἢ ὡς
στοχαζομένου. ὧν ἑκάστη τῶν προτάσεων κατὰ λόγον τέχνης προτείνεται. ὁ δὲ λόγος
τῆς τέχνης οὗτος· περὶ ὧν θαρροῦμεν λύσειν, ἐροῦμεν εἰδέναι ἐροῦντα τὸν
ἀντίδικον· περὶ ὧν ἀμφιβόλως ἔχομεν καὶ μέσως, εἰκάζειν προσποιησόμεθα· ἃ δὲ
ἰσχυρὰ ὄντα τῷ ἀντιδίκῳ ἴσμεν, ταῦτα ἀκηκοέναι φήσομεν, ἵνα μὴ δοκῶμεν
συνειδέναι τὰ ἰσχυρὰ τοῖς ἐναντίοις.
Μία τοίνυν αὕτη ἀτεχνία, ὅπερ ἔφην, ἡ τῶν προτάσεων γυμνότης, ἣν καὶ
τέχνην τινὲς διαιρέσεως νομίζουσιν. ἑτέρα δὲ ἡ δοκοῦσα παρὰ τοῖς πολλοῖς τῆς
τάξεως ἀκολουθία, τὸ καθ’ ὅλον τοῦ προβλήματος τὴν τάξιν διδόναι τοῖς
καλουμένοις κεφαλαίοις· ἀλλὰ δεῖ κατὰ τὴν χρείαν | τοῦ ἀγῶνος διακοσμεῖν τὰς
πίστεις, ἔνια καὶ μετατιθέντα, καὶ τάξαι τὸ συμφέρον ἡγούμενον, ἀλλὰ μὴ ὥςπερ
στοιχείοις χρῆσθαι τοῖς κεφαλαίοις κατὰ τὴν τάξιν ἀπὸ τοῦ ᾱ ἕως w̄, καθάπερ
γραμματικὸν ἄνδρα, ἀλλὰ πρὸς τὴν χρείαν τῶν ἀγώνων, ὥςπερ 〈τὰ〉 γράμματα πρὸς τὰ
ὀνόματα, οὕτω καὶ τὰ κεφάλαια πρὸς τὰ πράγματα διακοσμεῖν. ἕτερον ἐκεῖνο τὸ
μηδαμοῦ συμπλέκειν τοῖς ἀσθενέσι τὰ ἰσχυρά, ἵνα τῇ τούτων ἰσχύι ἐκεῖνα
ἐπικρύπτηται.
οὐ χύδην
ὡς ἔτυχεν
βεβλῆσθαι
τὰ ἐνθυμήματα, ἀλλ’ εἶναι τὸν λόγον ἐοικότα σώματι ἐκ κεφαλῆς ἐπὶ
πόδας ἔχοντι τὰ μέρη καὶ τὰ μέλη ἀλλήλοις τε πρέποντα καὶ τῷ ὅλῳ συστήματι τοῦ
σώματος. τοῦτο μὲν παρίημι εὐθύνειν, ὅτι ἔοικε σπάνιον εἶναι. ὁπότε γὰρ καὶ
Λυσίαν ἐπὶ τούτῳ ἐλέγχει, πᾶσαν τὴν ἡμετέραν ῥητορικὴν ἔοικεν ἐλέγχειν. τοῦτον
δὲ τὸν ἔλεγχον τὸν τοῦ μὴ ἐπίστασθαι τὴν ἀναγκαίαν ἀκολουθίαν μόνος Δημοσθένης
ἐξέφυγεν κατὰ μίμησιν τὴν Πλάτωνος· πῶς καὶ τίνα τρόπον, ἐν τῷ περὶ μιμήσεως
πειρασόμεθα. τοιαῦ|τα
Περὶ δὲ τὴν λέξιν συχνὰ τὰ ἁμαρτήματα. οἳ μὲν γὰρ πάνυ εὐτελῶς φθέγγονται καὶ φασὶ τὸ κατὰ φύσιν δὴ καὶ γνώριμον μεταδιώκειν, οὐκ εἰδότες ὅτι ἐν τῷ καλῷ μάλιστα 〈τὸ〉 γνώριμόν ἐστιν, ἐν δὲ τῷ ἀγοραίῳ τῆς λέξεως οὐδὲ τὸ σαφές, μή τί γε 〈τὸ〉 γνώριμον φαίνεται· τὸ γὰρ ἀγοραῖον οὔτε τὴν δήλωσιν ἀκριβῆ οὔτε τὴν φαντασίαν ἐναργῆ παρέχεται. οἳ δὲ τὸ παράσημον τῆς λέξεως ἐναγκαλίζονται, εἴ πού τι ἀνακεχωρηκὸς ὄνομα ἢ ῥῆμα εἴρηται, τοῦτο θηρῶντες καὶ πανταχοῦ φθεγγόμενοι, ἐπ’ ἀρχαιότητι δή τινι σεμνυνόμενοι· γελοῖον πεπονθότες, εἴ γε μὴ λογίζονται, ὅτι τὰ βυβλία διὰ τῶν γνωριμωτάτων ἀγωνίζεται, τὰ δὲ ἀνακεχωρηκότα ταῦτα σπάνιά ἐστιν. οὔκουν ἀρχαΐζειν 〈ἂν〉 δοκοίη ὁ τὰ ὀλιγάκις εἰρημένα ἀρχαίοις λέγων, ἀλλ’ ὁ τοῖς ἀεὶ λεγομένοις καὶ πανταχοῦ χρώμενος. ἀγνοοῦσιν δὲ καὶ τὴν χρῆσιν τῶν σπανίων ὀνο|μάτων, καθ’ ἃς αἰτίας ἔνεστι τοῖς βυβλίοις. εἰσὶ δὲ αἱ αἰτίαι αὗται· πρώτη μὲν ἐκείνη·
ἔνια τῶν ὀνομάτων τοῖς τότε καιροῖς συνήθη ἦν καὶ γνώριμα, ὧν νῦν ἡ χρῆσις ἐξερρύηκεν· ἐκεῖνοι μὲν οὖν ὡς γνωρίμοις ἐχρῶντο, ἡμεῖς δ’ ἂν αὐτὰ εἰκότως ἐκκλίνοιμεν. δευτέρα αἰτία·
ἔνια τῶν πραγμάτων τῷ μὴ πολλάκις
τρίτη δὲ αἰτία ἐκείνη· ἐνίοτε λέγουσιν τὰ σπάνια τῶν ὀνομάτων κατὰ
μίμησιν τὴν πρὸς ἑτέρους, καθάπερ ἐν ἰδιώματι
κωμῳδίας. ἡμεῖς δὲ οὔτε
παίζοντες οὔτε | ἀνάγκῃ κατακλειόμενοι θηρῶμεν τὰ ὀλίγα ταῦτα ὀνόματα, ὀψιμαθίᾳ
καὶ ἀπειροκαλίᾳ τοῖς αἰσχίστοις τῶν παθῶν περιπεπτωκότες. Ἔτι κἀκεῖνο
πλημμέλημα ἐν τῇ λέξει τὸ ὑπὸ φιλοτιμίας πᾶσι χρῆσθαι τοῖς εἰρημένοις ὀνόμασι
πανταχοῦ, τὸν καιρὸν μὴ προστιθέντα, οἷον λέγω ἱστορικόν που ὄνομα,
διαλεκτικόν, ποιητικόν, ἐκ τραγῳδίας ἢ κωμῳδίας φθέγγεσθαι ὄνομα. ἔστιν δὲ
τοῦτο παιδείας μὲν ἴσως ἔνδειξις, χρήσεως δὲ ἀπειρία. δεῖ γὰρ διακρίνειν, τίνα
δικανικά τε τῶν ὀνομάτων, τίνα διαλεκτικὰ καὶ τίνα ἱστορικά, καὶ τίνα ποιητικὰ
ἑκατέρας τῆς ποιήσεως, καὶ ἐπιλέγεσθαι τὰ πολιτικὰ πανταχόθεν· εἰ δὲ μή, καὶ
γελοῖοι καὶ ἐπίφθονοι φανούμεθα· οὐχ ὡς οὐκ ἔστι που καὶ διαλεκτικὸν ὄνομα καὶ
ἱστορικὸν καὶ ποιητικὸν ἐν τοῖς πολιτικοῖς βυβλίοις, ἀλλ’ ἐπίστασθαι
Ἀκόλουθος δὲ τῇ λέξει καὶ ὁ περὶ τῶν σχημάτων λόγος, ὅτι καὶ ἀπλάστως καὶ ἀσχηματίστως λέγουσιν, ὥςπερ καὶ ἀγοραίως τοῖς ὀνόμασιν. οἳ δὲ καὶ πανταχόθεν σχήματα συνάγουσιν ἀγνοοῦντες τὸν καιρὸν αὐτῶν, ὥςπερ καὶ τῶν ὀνομάτων. τοιαῦτα μέν τινα καθόλου λέγειν ἔχομεν 〈πλημμελούμενα〉 ἐν ἤθει, ἐν γνώμῃ, ἐν τέχνῃ, ἐν λέξει.
Φέρε δὴ κατὰ μέρος σκεψώμεθα ἀπὸ τῶν τῆς ὑποθέσεως στοιχείων τὰ ἐν ἑκάστῳ στοιχείῳ πλημμελήμα|τα· ἔστι δὲ τὰ τῆς ὑποθέσεως στοιχεῖα τέσσαρα· προοίμιον, διήγησις, πίστεις, ἐπίλογοι.
Ἃ τοίνυν πλημμελοῦμεν ἐν προοιμίῳ μελετῶντες, ταῦτά ἐστι. πρῶτον μὲν ὡς
εἰδόσι τοῖς δικασταῖς διαλεγόμεθα προοιμιαζόμενοι, γελοιότατον πάσχοντες,
ἐπειδὴ προβάλλομεν πρὸ τῆς μελέτης τὴν ὑπόθεσιν,
Διηγήσεις δὲ οἳ μὲν οὕτω βραχείας ποιοῦνται, ὥςπερ οὐ δέον μηκῦναι τὴν
ὑπόθεσιν· οἳ δὲ οὕτω μακράς, ὥςτε καὶ συμπλέκειν καὶ κατασκευάς τινας καὶ
αὐξήσεις. ἑκάτερον δὲ τούτων ἁμάρτημα. τό τε γὰρ μὴ σαφῶς διδάσκειν οὐκ ἂν εἴη
διηγεῖσθαι· τό τε ἀπέραντα λέγειν, ἀλλὰ μὴ ἐν μέτρῳ τῆς διδασκαλίας τὸ πιθανὸν
διοικεῖσθαι κλέπτοντα τὴν ἀκρόασιν ματαία καὶ ἄκαιρος ἡ τοιαύτη ἀδολεσχία. δεῖ
δὲ τὸν ῥήτορα διηγεῖσθαι μὲν ὡς διδάσκοντα, πειρᾶσθαι δὲ πείθειν ἐν τῷ
διδάσκειν, τά 〈τε〉 σαθρά καὶ τὰ ἰσχυρά, τά τε τοῦ ἐξ ἐναντίας καὶ τὰ αὑτοῦ πρὸς
τὸ συμφέρον μεταχειριζόμενον. ἁμάρτημα δὲ καὶ τὸ πανταχοῦ διηγεῖσθαι μὴ
ἐπιστάμενον, ὅτι ὅλη μὲν ἰδέα συμβουλευτικὴ διηγήσεως οὐ δεῖται· ἴσασι γὰρ οἱ
βουλευόμενοι περὶ ὧν σκοποῦνται, καὶ δέονται μα|θεῖν ὃ πρακτέον ἐστίν, οὐχ
ὅπερ βουλευτέον. εἰσὶ δὲ καὶ δίκαι διηγήσεις οὐκ ἔχουσαι· αὗται δέ εἰσιν 〈αἱ〉
καὶ τοῖς δικάζουσι τὸ
Ἐν δὲ τοῖς κεφαλαίοις πρὸς τῇ ἄλλῃ τῇ εἰρημένῃ ἀτεχνίᾳ καὶ τόδε [τὸ]
πλημμέλημα, ἀλόγων τινῶν καὶ ἀπρεπῶν καὶ ἀπιθάνων κεφαλαίων συνήθεια, οἷς
χρῶνται οἱ μελετῶντες, οὐκ ἂν χρησαμένων τῶν ὡς ἀληθῶς λεγόντων· ἃ καὶ καλοῦσιν
καθολικὰ κεφάλαια. ἐν μὲν τῇ συμβουλευτικῇ ἰδέᾳ τὸ οὐ δεῖ πόλεμον πρὸ εἰρήνης
αἱρεῖσθαι
· τίς γάρ ἐστιν ὁ λέγων, ὅτι δεῖ 〈ἀεί〉 ποτε πόλεμον πρὸ εἰρήνης
αἱρεῖσθαι; ἀλλ’ εἰ μέντοι, ζητοῦμεν καὶ τὸ πρὸς τίνας καὶ τὸ ἄχρι πόσου· ὧν ἡ
ζήτησις ἐν τέσσαρσι τοῖς τῆς συμβουλῆς κεφαλαίοις,
φαίη τις ἂν ἐκ περιουσίας ταῦτα λέγεσθαι· ἀλλὰ τοὺς πλείστους τῶν λόγων
ἐπ’ αὐτοῖς ἀναλίσκουσιν. ἔπειτα εἰδέναι δεῖ καὶ περὶ τῶν ἐκ περιουσίας
κεφαλαίων, ὅτι τότε λεκτέα ἐστίν, ὅταν χρήσιμον 〈ᾖ〉 καὶ μὴ πολὺ μᾶλλον βλάπτῃ.
ἔτι κἀκεῖνο τὸ μὴ δεῖν πατρὶ ἀποκηρύττοντι ἀντιλέγειν· τοῦτο πάντων γελοιότατον
τὸ ἥκοντα εἰς δικαστήριον κατηγορήσοντα παιδὸς φάναι μὴ δεῖν ἀπολογεῖσθαι.
μέγιστον δὲ καὶ ἀλογώτατον ἐκεῖνο τὸ μὴ δεῖν ἐξ εἰκότων κατηγορεῖν· τοῦτο γὰρ
παντάπασιν στοχασμὸν ἀναιρεῖ, ὅ περ μέγιστον δικανικῆς ἰδέας μέρος· αἱ γὰρ
πλεῖσται δίκαι ἐκ τῶν εἰκότων κρίνονται. ταῦτα καὶ ἄλλα τοιαῦτα κεφάλαια ἐν
ταῖς τῶν σοφιστῶν διατριβαῖς εἰθισμένα
Ταῦτα μὲν πρὸς τοῖς εἰρημένοις καὶ περὶ τῶν κεφαλαίων.
Ἐνίοις κἀκεῖνο
ἁμάρτημα, αἱ καλούμεναι ἐκφράσεις, πολλαχοῦ τὸ χειμῶνα γράφειν καὶ λοιμοὺς καὶ
λιμοὺς καὶ παρατάξεις καὶ ἀριστείας. οὐ γὰρ ἐν τούτῳ ἐστὶν ἡ κρίσις τῆς δίκης,
ἐν τῷ διαγράψαι τὸν χειμῶνα. ἀλλὰ καὶ ταῦτα ματαία ἐπίδειξις καὶ λόγου ἀνάλωμα·
εἰσερρύη δὲ τοῦτο τὸ ἁμάρτημα ἐν ταῖς μελέταις κατὰ ζῆλον τῆς ἱστορίας καὶ τῶν
ποιημάτων. ἀγνοοῦμεν γὰρ ὡς ἔοικεν, ὅτι ἱστορία μὲν πεζὴ καὶ ποίησις γραφικὰς
τὰς ὄψεις τῶν ἀναγκαίων τοῖς ἀκούουσιν παράγουσιν, ἀγὼν δὲ δικανικὸς μεμέτρηται
πρὸς τὴν χρείαν. καὶ οἱ μὲν ποιηταὶ καὶ ἱστορικοὶ τὰ συμβεβηκότα τόποις τισὶ
καὶ προσώποις ἐκτυποῦσιν, ὡς ἐγένετο· οἱ δὲ μελετῶντες ῥήτορες οὐκ ἔχοντες
ὁμολογουμένην οὐδὲ ἰδίαν τὴν τῶν πεπραγμένων ἰδέαν αὑτοῖς ἀναπλάττουσιν λοιμῶν
καὶ λιμῶν καὶ χειμώνων καὶ πολέμων ὄψεις, | οὐ πάντων οὕτω συμβεβηκότων, ὡς
αὐτοὶ λέγουσιν. ἔξεστι γοῦν καὶ τῷ ἀντιδίκῳ ἑτέρως αὐτὰ φράσαι ἢ ὡς ἂν ὁ
ἀντίδικος εἴπῃ. ὥςπερ οὖν ἔφην, καὶ ταῦτα μάταιον μῆκος λόγων. τοῦτο δὲ τὸ
πάθημα ἀνθρώπων ἀγνοούντων, ὅτι καὶ ἐν τοῖς ἐπικαίροις τῶν ἀγώνων ἔστι
φαντασίας κίνησις
Περι δὲ ἐπιλόγων· ἡγοῦνται τοὺς ἐπιλόγους ὥςπερ ἐν δείπνῳ τραγήματα
εἶναι τῶν λόγων καὶ ὥςπερ ἐπιφυλλίδας καὶ στωμύλματα
(παρ’ ὃ καὶ ἐπιφωνήματα
καλοῦσιν τὰ ἐν ἐπιλόγοις λεγόμενα) οὐκ εἰδότες, ὅτι ὥςπερ τὸ προοίμιον
διοίκησις τοῦ παντὸς ἀγῶ|νος, οὕτω καὶ ὁ ἐπίλογος βεβαίωσις ἢ ἐπανάμνησις τῶν
προαποδεδειγμένων πραγμάτων, ἢ ἐν παθῶν συντάσει παροξυνόντων ἡμῶν ἢ
οἰκτιζομένων ἢ καὶ ἄλλα ὅσα ἤθη λόγων διάφορα τῷ ὑποκειμένῳ ἑκάστοτε ἀγῶνι.
Ταῦτα καὶ ὅσα ἐκ τούτων ἤρτηται τηρῶμεν ἐν ταῖς μελέταις πλημμελήματα.
Ἔτι δὲ
καὶ τὴν παλαιότητα μὴ ἐν τῇ θέσει τῶν βυβλίων νομίζωμεν εἶναι, ἀλλ’ ἐν τῇ
χρήσει τῆς ὁμοιότητος. μίμησις γὰρ οὐ χρῆσίς ἐστι τῶν διανοημάτων, ἀλλ’ ἡ ὁμοία
τῶν παλαιῶν ἔντεχνος μεταχείρισις. καὶ μιμεῖται τὸν Δημοσθένην οὐχ ὁ τὸ
〈Δημοσθένους λέγων ἀλλ’ ὁ〉 Δημοσθενικῶς, καὶ τὸν Πλάτωνα ὁμοίως καὶ τὸν Ὅμηρον.
καὶ πᾶσα μίμησις ὧδε ἔχει· τέχνης ζῆλος ἐκμάττων ἐνθυμημάτων ὁμοιότητα.
μακρότερος ὁ περὶ μιμήσεως λόγος, ὃν ἀλλαχῇ μεταχειριούμεθα. τὸ δὲ νῦν ἔχον
τηρητέον τὰ ἐν μελέτῃ πλημμελήματα
Ὁ μέγιστος κίνδυνός ἐστι καὶ νέῳ καὶ μὴ νέῳ περὶ τὴν τῶν λόγων κρίσιν.
ταῖς γὰρ ἡμετέραις δόξαις δίχα ἐπιστήμης εἰκῇ καὶ ἐπαινοῦμεν ἃ ἔτυχεν ἑκάστοτε
καὶ ψέγομεν· καὶ διὰ τοῦτο συμβαίνει ταὐτὰ καὶ ἐπαινεῖσθαι καὶ ψέγεσθαι οὐ
μόνον ἄλλοτε ὑπ’ ἄλλων, ἀλλὰ καὶ ταὐτὰ ὑπὸ τῶν αὐτῶν ποτὲ μὲν ἐπαινεῖσθαι, ποτὲ
δὲ ψέγεσθαι. ὥςπερ γὰρ οἱ ἄπειροι τοῦ ἀριθμοῦ οὐδέποτε τὰ αὐτὰ περὶ τῶν αὐτῶν
λέγουσιν οὔτε πρὸς ἀλλήλους οὔτε πρὸς ἄλλους, ἀλλ’ ἡ ἀπειρία παρέχει τεκμήριον
τὴν | ἀσυμφωνίαν· οὕτως ἀμέλει καὶ περὶ λόγους ἔχομεν οἱ πλεῖστοι· οὐδέποτε γὰρ
τὰ αὐτὰ ἡμῖν δοκεῖ, ἀλλὰ ποτὲ μὲν ἐπαινοῦμεν ταῦτα ἃ ποτὲ ἐψέγομεν, καὶ ἃ
ἐψέξαμεν ἐπαινοῦμεν· ψυχαγωγούμεθα γὰρ τῇ δόξῃ τῶν ἀποφαινομένων ἢ πρὸς τὸ
ἀξίωμα τὸ ἐκείνων ἀποβλέποντες, οὐκ οἰκείᾳ κρίσει χρώμενοι. δεῖ δὲ ὥςπερ κανόνα
εἶναι καὶ στάθμην τινὰ καὶ δοκίμιον ὡρισμένον, πρὸς ὅ τις ἀποβλέπων δυνήσεται
τὴν
Τί ποτ’ ἐστὶν ὃ λέγω, μαθεῖν χρή. τὸ ἦθος φημὶ διπλοῦν εἶναι, κοινόν τε
καὶ ἲδιον. πῇ διορίζω τὸ κοινὸν καὶ τὸ ἴδιον ἀπ’ ἀλλήλων, φράσω. κοινὸν λέγω τὸ
φιλοσοφίας ἐχόμενον. ἔστι δὲ τοῦτο τί; τὸ εἰς ἀρετὴν προτρέπον καὶ κακίας
ἀπαλλάττον. ἴδιον δὲ λέγω τὸ ῥητορικόν. ἔστι δὲ τοῦτο τί; τὸ πρέποντας καὶ
προσήκοντας τοὺς λόγους ποιεῖσθαι περὶ τῶν ὑποκειμένων πραγμάτων τῷ λέγοντι
αὐτῷ καὶ τῷ ἀκούοντι καὶ περὶ ὧν ὁ λόγος καὶ πρὸς οὓς ὁ λόγος· 〈οὗ〉 ὅ τί ποτέ
ἐστιν, 〈ἔστιν〉 ὁ ἀγὼν τοῖς βυβλίοις πᾶσιν, καὶ τοῖς παλαιοῖς 〈καὶ τοῖς νέοις〉.
τί οὖν περὶ τούτων λέγω; τὰ βυβλία μεστά ἐστι δικαίων ἠθῶν, ἀδίκων, σωφρόνων
ἀκολάστων, ἀνδρείων δειλῶν, σοφῶν ἀμαθῶν, πράων ὀργίλων. ἔξεστιν οὖν
καταλιπόντας τὰ ὀνόματα, ἐκλαβόντας 〈τὰ〉 ἤθη φιλοσοφῆσαι τὰ τοῦ βίου πράγματα,
καὶ τὰ μὲν μιμήσασθαι, τὰ δὲ φυγεῖν·
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐίσης
λοιβῆς τε κνίσης τε, τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
καὶ ἂν καταλιπὼν τὰ ὀνόματα ἐξετάσῃς τῶν ἠθῶν τὰς διακρίσεις, ὥςπερ
ἐν θεάτρῳ τοῦ βίου διὰ τῶν βυβλίων πορεύση. τοῦτο καὶ λάτων εἶπεν, ὅτι ἡ
ποιητικὴ μυρία τῶν παλαιῶν ἔργα κοσμοῦσα τοὺς ἐπιγινομένους παιδεύει
. παιδεία
ἄρα ἐστὶν ἡ ἔντευξις τῶν ἠθῶν. τοῦτο καὶ Θουκυδίδης ἔοικεν λέγειν, περὶ
ἱστορίας λέγων, ὅτι καὶ στορία φιλοσοφία ἐστὶν ἐκ παραδειγμάτων· ὅσοι δὲ
βουλήσονται τῶν τε γενομένων τὸ σαφὲς σκοπεῖν, καὶ τῶν μελλόντων ποτὲ αὖθις
κατὰ τὸ ἀνθρώπειον τοιούτων καὶ παραπλησίων ἔσεσθαι,
*** χρῆσθαι ταῖς
παλαιαῖς ἱστορίαις καὶ τοῖς παραδείγμασιν τῶν ἠθῶν ὡς ἱστορίᾳ τοῦ βίου. ταῦτα
μὲν περὶ τοῦ κοινοῦ ἤθους· κακίας φυγὴ καὶ ἀρετῆς κτῆσις.
Περὶ δὲ τοῦ ἰδίου ἤθους, ὃ ῥητορικὸν καλοῦμεν καὶ τρόπον τινὰ οὗτος ὁ λόγος περὶ διαιρέσεώς ἐστιν· περὶ οὗ μηδεὶς γέγραφεν μηδὲ εἴρηκέν ποτε. οἱ γὰρ ἀγῶνές εἰσιν τῷ ῥήτορι δύο, ὁ τοῦ πράγματος καὶ ὁ τοῦ ἤθους· πρεσβύτερος δ’ ὁ τοῦ ἤθους καὶ κυριώτερος, καὶ ὡς εἰπεῖν τῷ ῥήτορι μόνος ὁ τοῦ ἤθους ἀγών ἐστιν. τὸ γὰρ πρᾶγμα οἰκείαν ὕλην εἰς χορηγίαν παρέχει· ἡ τῶν ἠθῶν θεωρία ἀριθμῷ καταληφθεῖσαν διαίρεσιν ἠθῶν παραδίδωσι. συνέλωμεν οὖν καὶ τὰ ἤθη ἀριθμῷ καταδησώμεθα, ὥςτε μηδὲν ἡμᾶς δύνασθαι διαφυγεῖν. τὰ τοίνυν ἴδια καὶ ῥητορικὰ ἤθη τούτοις διαιρεῖται· κατὰ ἔθνη, γένη, ἡλικίας, προαιρέσεις, τύχας, ἐπιτηδεύσεις. ἑπτὰ οὗτοι τόποι· τὸ γὰρ ἔθνος διπλοῦν, ἔκ τε τοῦ κοινοῦ παντὸς καὶ τοῦ ἰδίου.
Τί ποτέ ἐστιν ὃ λέγω, διηγήσομαι. ζητητέον ἐστί, πότερον Ἕλλην ὁ λέγων ἢ
βάρβαρος καθόλου. πολλὴ γὰρ διαίρεσίς ἐστι καὶ διάκρισις Ἑλληνικοῦ ἤθους καὶ
βαρβαρικοῦ. εὑρήσεις γὰρ ἀγροικότερα τὰ βαρβαρικὰ
ὦ
Σόλων, Σόλων, Ἕλληνες ἀεὶ παῖδες ἐστέ, μάθημα δὲ οὐδὲν ἔχετε χρόνῳ πολιόν
·
ἐνταῦθα γὰρ καὶ ἡ τροπὴ τῶν ὀνομάτων δηλοῖ τὸ ἴδιον τῶν βαρβάρων. ὥςπερ |
ἀμέλει καὶ Ἡρόδοτος πεποίηκεν διαλεγόμενον τὸν Κανδαύλην πρὸς τὸν Γύγην· ὦτα
γὰρ τυγχάνει ἀνθρώποισιν ἐόντα ἀπιστότερα ὀφθαλμῶν
· οὐ γὰρ περὶ ἀκοῆς καὶ
ὄψεως διελέχθη, ἀλλ’ ἐπὶ τὰ μέρη τοῦ σώματος τὴν γνώμην μετήνεγκεν. ὡς καὶ τὸν
τρόπον τῆς λέξεως βαρβαρικὸς καὶ ὁ λέγων χρῆμα ἑωρακέναι παρὰ τοῖς Ἕλλησιν, ᾧ
χρώμενοιι μαίνονται, τὴν γυμνασίαν τῶν ἀθλούντων λέγων, καὶ 〈ὁ〉 μανίας πόμα
λέγων τὸν οἶνον.
Καὶ ὅλως τί δεῖ ταῦτα ἐπιλέγεσθαι; μεστὰ γὰρ τὰ βυβλία τῶν τοιούτων ἐστίν.
Ἰδοῦ διαίρεσις τοῦ ἔθνους· Ἑλληνικὸν ἢ βάρβαρον τὸ ἦθος. ἀλλὰ θῶμεν
εἶναι Ἑλληνικὸν ἢ θῶμεν βάρβαρον, πάλιν καταδιαιρέσεις τῶν ἠθῶν· καὶ δεῖ
συνελθεῖν ἀμφότερα, καὶ τὸν βάρβαρον καὶ τὸν Θρᾷκα τὸν φονικόν, καὶ τὸν
βάρβαρον καὶ τὸν Σκύθην τὸν σύντομον. πάλιν Ἑλληνικὸν θῶμεν τὸ | ἦθος. ἔστω
τὸν Θρᾷκα τοῦτον
; καὶ ἡ διαβολὴ ἐν τῷ τὸν Θρᾷκα
. καὶ τί δεῖ τὰ ἄλλα
λέγειν; καὶ γὰρ ὁ Πλάτων φησὶ παγκάλως, ὅτι κατὰ τοὺς τοῦ οὐρανοῦ τόπους καὶ
τῶν ἠθῶν αἱ κράσεις· καὶ διὰ τοῦτο τινὰς μὲν ἀνθρώπους εἶναι φησὶ πρὸς μαθήματα
ὀξυτέρους, τοὺς περὶ τὴν Ἐλλάδα· τοὺς δὲ πρὸς ἀργυρισμόν, τοὺς περὶ τὴν
Φοινίκην καὶ Αἴγυπτον· ἄλλοι περὶ θυμόν, ὅσοι τῶν βαρβάρων εἰσὶ πολέμοις
ἀνακείμενοι. καὶ εἰκότως ταῦτα λέγει. καὶ γὰρ τὰ ἤθη φησὶν ἐνδύεσθαι τοῖς
τόποις καὶ τοῖς ἔθνεσιν ἀπὸ τῶν καθ’ ἕνα, καὶ διὰ τοῦτο ὅσα πολιτειῶν εἴδη,
τοσαῦτα ἠθῶν εἴδη, ὡς τὰς πολιτείας ἀπὸ τῶν ἠθῶν
Δεῖ προσελθεῖν τούτοις καὶ ἡλικίαν, καὶ τὰ τέσσαρα ἓν γενέσθαι· πατήρ,
βάρβαρος, Σκύθης, νέος. οὐ γὰρ τὰ αὐτὰ ἤθη διασῴζονται νέοι καὶ πατέρες ὄντες
καὶ πρεσβῦται γενόμενοι, ἀλλὰ γίνεται τὰ μὲν τῶν πρεσβυτέρων ἤθη μαλακώτερα, τὰ
δὲ τῶν νεωτέρων ἀκμαιότερα. ὡς αὕτως καὶ εἰ ἀδελφὸν λέγοις, καὶ εἰ γυναῖκα
λέγοις, καὶ εἰ ἄνδρα καὶ εἰ υἱόν. Ἐντεῦθεν τὸ οἰκεῖον ἦθος τῆς προαιρέσεως
ἐξετάζεται· φιλόστοργος, ἀλλὰ τραχύς, ἀλλὰ σκληρός, ἀλλὰ φιλάργυρος, ἀλλὰ
ἀνειμένος. ἡ προαίρεσις συντρέχει παντὶ ἤθει. Εἶτα ἀπὸ τύχης· εὖ πράττων, κακῶς
πράττων· οὐ γὰρ ταὐτὰ ἤθη ἐστίν, ἀλλὰ ἡ τύχη ῥυθμίζει. Εἶτα καὶ ἐπιτήδευσις·
ἔστι γοῦν καὶ ἀπὸ ἐπιτηδευμάτων· οἱ στρατιῶται ἔχουσίν τι ἀπὸ τῆς στρατιωτικῆς,
οἱ ἰατροὶ ἀπὸ τῆς ἰατρικῆς, οἱ ῥητορικοὶ ἀπὸ τῆς ῥητορικῆς, καὶ
δεῖ τοῦτο ἐκκαθᾶραι
, ἐκτεμεῖν
αὐτό
. εὑρήσεις τὸν μουσικὸν λέγοντα· παρὰ μέλος λέγεις
, οὐ συνᾴδει τὰ
λεγόμενα
. παρὰ τῷ Πλάτωνι ὁ Δημόδοκος λέγει πρὸς Σωκράτην· ἐμοὶ γάρ, ὦ
Σώκρατες, ἡ τούτου τοῦ παιδὸς εἴτε φυτείαν εἴτε παιδοποιίαν χρὴ φάναι
· τοῦτο
δὲ οὐ χρὴ νομίζειν ὅτι μεγάλῃ τῇ φωνῇ χρῆται ὁ Πλάτων, ἀλλ’ ἐπειδὴ ὁ Δημόδοκος
ἐργατικὸς καὶ γεωργικός, φωνὰς ἀφίησι τῆς τέχνης.
Ταῦτα τὰ ἑπτὰ εἴδη ἓν γενέσθαι δεῖ. οὕτως εὑρήσεις καθ’ ἕκαστον ῥῆμα
ὑποθέσεως προβαλλομένης ἠθῶν συναγωγάς. πένης καὶ πλούσιος ἐχθροὶ ἐκ πολιτείας·
εὑρήσεις ἐν τῷ πένητι ἦθος, ἐν τῷ πλουσίῳ ἦθος, | ἐν τοῖς ἐχθροῖς ἦθος, ἐν τῷ
ἐκ πολιτείας ἦθος· οὐ γὰρ ἡ αὐτή ἐστιν ἔχθρα ἐξ ἰδιωτικῶν πραγμάτων καὶ ἐκ
πολιτικῶν, ἀλλ’ ἕξεις τὸ φρόνημα ἑκατέρου ἀξιοῦντος διαλέγεσθαι τῷ δήμῳ. εἶτα
εἰ πατήρ ἐστιν αὐτῶν τις ἢ οὐ πατήρ. εἶτα πόλεμος κατέλαβεν, εἶτα κατὰ τὸν
πόλεμον ἀριστεία ἢ πταῖσμα· εἶτα αἰτήσεις καὶ κρίσεις. εὑρήσεις καθ’ ἕκαστον
ὄνομα τῆς πλοκῆς ἐν ταῖς ὑποθέσεσιν γένεσιν ἤθους ἀναγκαίου. καὶ οὗτός ἐστιν ὁ
διαιρετικὸς τῶν ἠθῶν ἀκριβής, ὁ μηθὲν ἦθος παραλιπών. ἂν γὰρ τὸν μὲν πατέρα
διαιρέσεις καὶ
συναγωγαί
, δεῖξαι τὰ εἴδη πόσα ἐστὶν καὶ πόσας ἔχει τομάς, καὶ πάντα
συναγαγεῖν εἰς ταὐτόν. τοῦτο γάρ ἐστι διαιρέσεως τέχνη· ἓν πολλά, πολλὰ ἕν.
ἔχομεν τὸ ἦθος, ἐρχόμεθα ἐπὶ τὴν γνώμην.
Ἡ γνώμη τριπλῆν ἐξέτασιν ἔχει· μὴ περιττά, μὴ ἐλλείποντα, μὴ ἐναντία. τὰ
περιττὰ φλυαρία, τὰ ἐλλείποντα ἀσθενῆ, τὰ ἐναντία κίνδυνος. Ὅμηρος ταῦτα
ἐπεσημήνατο·
Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα·
〈τίς〉 τῆς ἀκαίρου περιττότητος ἡ αἰτία; ἐὰν γοῦν τοῦ Θερσίτου παρέλῃς
δύο ἔπη, Νέστορος γίνεται δημηγορία. τὰ δὲ δύο ἔπη τίνα ἐστίν; * * * Ὅμηρός σοι λέγει·
ἀλλ’ ὅ τί οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν |
ἔμμεναι·
ὁτιοῦν τῶν λεγομένων γελοῖόν ἐστιν, ἀλαζονευομένου ἐκείνου ἐπὶ τῇ
δυνάμει τοῦ σώματος καὶ τῇ ἀρετῇ καὶ ὑβρίζοντος ἐν τῇ παρρησίᾳ τῇ ἀκράτῳ. ταῦτα
ἂν περιέλῃς, τὰ λοιπὰ ἰσχυρά ἐστιν. τοῦτο καὶ ἡ Ὁμήρου τέχνη. ἐπειδὴ γὰρ ἑώρα
τὸ στρατόπεδον ἀγανακτοῦντας ὑπὲρ Ἀχιλλέως πρὸς Ἀγαμέμνονα, καὶ διὰ τοῦτο οὐ
προθύμως ἔχοντας συμμαχεῖν, ἀλλ’ ἀπαλλακτικῶς ἐπὶ τῶν πατρίδων, ἠθέλησεν λῦσαι
τὰ ὑπὲρ Ἀχιλλέως δίκαια. ἀνέστησεν οὖν αὐτῷ συνήγορον ἐπίφθονον, γελοῖον, ἵν’
ἐν τῇ τοῦ συνηγόρου κακίᾳ ἀφανισθῇ τὸ δίκαιον τοῦ πράγματος·
ἔχθιστος δ’ Ἀχιλῆι μάλιστ’ ἦν ἡδ’ Ὀδυσῆι.
τὼ γὰρ νεικείεσκε· τότ’ αὖ Ἀγαμέμνονι δίῳ
ὀξέα κεκληγὼς λέγ’ ὀνείδεα.
τί οὖν ἐστι τὸ θρασὺ αὐτοῦ καὶ ἡ περιττότης τοῦ ἤθους, καὶ ἡ ἀκαιρία
τίς; |
εἰ μὴ γελοῖος ἦν οὗτος καὶ
ἄξιος μίσους, ἦν ἰσχυρὰ τὰ λεγόμενα ὑπὲρ Ἀχιλλέως. διὰ τοῦτο καὶ γέλως τοῖς
Ἕλλησι γίνεται, καὶ ἐκ τοῦ γέλωτος διάλυσις τῆς σπουδῆς τῆς εἰς τὰς πατρίδας.
ἀπὸ γὰρ ἐκείνης τῆς σκυθρωπότητος ἡ μεταβολὴ διὰ τὸ γενόμενον παρέσχεν
τῷ δ’ ἂρ Ἀχαιοὶ
ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ’ ἐνὶ θυμῷ.
παῦρα μέν, ἀλλὰ μάλα λιγέως· ἐπεὶ οὐ πολύμυθος.
τὸ γὰρ παῦρα μέν
τοιοῦτόν ἐστιν οἷον οὐκ ἐντελῶς | τῷ ἀγῶνι. τὸ δὲ
μὴ ἐναντία, ὅπερ καὶ Ισοκράτης ἐπῄνεσεν, δικανικοῦ λόγου, ὡς δεῖ ἔχειν, καὶ
ἐπιδεικτικοῦ διαίρεσιν λέγων, ὅτι δεῖ τοὺς μὲν ἔχειν ἀσφαλῶς, τοὺς δὲ
ἐπιδεικτικῶς
, καὶ Ὅμηρος δὲ εἶπεν
ὃ δ’ ἀσφαλέως ἀγορεύει·
τοῦτο δέ ἐστι τὸ διὰ τῶν ὁμολογουμένων οὐ περὶ τῶν ὁμολογουμένων
ἀμφισβητήσιμα λέγειν, ἀλλὰ καὶ τῇ ἀποδείξει τῶν ὁμολογουμένων ἀμφισβητούμενον
λύειν δυνάμενον. τοῦτο καὶ Ξενοφῶν καὶ Πλάτων λέγουσιν περὶ Σωκράτους, ὅτι διὰ
τῶν ὁμολογουμένων ἐπορεύετο, ἐπεὶ διδάσκειν ἐβούλετο. Γίνεται οὖν ταῦτα τρία
ἀριθμῷ· μὴ περιττά, μὴ ἐλλείποντα, μὴ ἐναντία. κάλεσον αὐτὰ δυσὶν ὀνόμασιν
μέτρον καὶ ἀσφάλειαν. τῷ γὰρ μὴ περιττὰ μηδὲ ἐλλείποντα μέτρου ὄνομα, τῷ δὲ μὴ
ἐναντία ἀσφαλείας.
Τρίτος ἡμῖν στόλος ἐστὶ τοῦ λόγου ἐπὶ τὴν τέχνην· εἴπομεν γὰρ ἤδη περὶ
ἤθους καὶ γνώμης. πρῶτον
* * * * * * * * * * * *
ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα
δριμύ, τό τε προἱεῖσι
μογοστόκοι Εἰλείθυιαι·
δεύτερον·
Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι.
τρίτον [τέταρτον] ἐστὶ δι’ οὗ ἐπανέρχεται ἐπὶ τὸ πρῶτον
ὸς ὀξεῖ’ ὀδύναι δῦνον μένος Ἀτρείδαο.
οὕτω καὶ Θουκυδίδης· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον
. εἶτα τὸ τεκμήριον πόσα ἔχει ὀνόματα;
τεκμήριον, μαρτύριον, σημεῖον, παράδειγμα. προβὰς ἐρεῖ· μαρτύριον [σημεῖον]
δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων
. πάλιν προελθὼν ἐρεῖ· καὶ
παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστιν
. καὶ πάλιν προελθών· σημεῖον δ’
ἐστὶν ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα
. καὶ ὅταν πᾶν εἴπῃ, ἐπὶ τὸ πρῶτον
πάλιν, ἐπὶ τὸ δεύτερον· καὶ ὅλως ἡ χρεία τὸν ἀριθμὸν ἀνακαλέσεται. τοῦτο τὸ
πολλοστῶς ἐστιν εἰπεῖν. ἕπεται τούτῳ τὸ ποικίλως. διαφέρει δὲ τὸ ποικίλως τοῦ
πολλοστῶς, τὸ τῶν ἰδεῶν | τῆς λέξεως.
ἔστι δ’ εὐφορία κατὰ κρίσεις φαύλων ὀνομάτων· τοῦτο δικανικὸν ὄνομα,
τοῦτο ἱστορικόν, τοῦτο διαλεκτικόν, τοῦτο κωμικόν. καὶ πάλιν μετὰ τὰς ἰδέας
τοὺς ἄνδρας ἐπανελθεῖν· κωμικὸν τοῦτο Ἀριστοφάνειον, κωμικὸν τοῦτο Κρατίνειον,
τοῦτο Εὐπολίδειον, τοῦτο Μενάνδρου· εἶτα δικανικὸν τοῦτο Λυσίειον, τοῦτο
Δημοσθενικόν, Αἰσχίνῃ πρεπωδέστερον τοῦτο ὄνομα, Ἀντιφῶντι τοῦτο σύνηθες
μᾶλλον. τοῦτο τὸ ποικίλως ἐστίν.