Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts sections
πρὸς οἷς καὶ αὐτοί τι ἐπινοήσαντες μετὰ τῆς δεούσης σαφηνείας παραδώσομεν, οὐκ ἐκτὸς γινόμενοι κατὰ τὸ παντελὲς τῆς τῶν Στωικῶν δόξης.
Ποσειδώνιος ἐν τῷ περὶ συνδέσμων ἀντιλέγων πρὸς τούς φάσκοντας, ὡς οἱ σύνδεσμοι οὐ δηλοῦσι μέν τι, αὐτὸ δὲ μόνον τὴν φράσιν συνδέουσι, φησὶν ὡς διαφέρει τὸ ἐπιδοῦναι τοῦ ἀποδοῦναι, ὡς τὸ ἀπαιτεῖν τοῦ προσαιτεῖν, καὶ ἄλλας τινὰς τοιαύτας συντάξεις, ἤδη πιστούμενος ὅτι ἕν μέρος λόγου ἥ τε πρόθεσις καὶ ὁ σύνδεσμος. ἐν γοῦν τῇ αὐτῇ πάλιν τῇ ἐναντιωτάτῃ πρὸς ἐκείνους ἀντιρρήσει ἐκτίθεται τοὺς κατὰ φύσιν συνδέσμους, φάσκων ὡς διὰ τὴν δύναμιν . . . . . εἰς τὸ καλεῖν σύνδεσμον. ἀλλ’ οὐκέτι ἐν τῷ
ἵνα εἴδομεν ἄμφω (Α 363).
ὄφρα μὲν ἠὼς ἦν (Θ 66),
χρονικὸν ἐπίρρημα ·
ὄφρα πεποίθῃς (Α 524),
σύνδεσμος ἀποτελεστικός. — τί οὖν κωλύει καὶ κατὰ τοῦτον τὸν λόγον καὶ τὰ ἴσην δύναμιν ἀναδεδεγμένα συνδέσμοις μόρια καλεῖν συνδέσμους ὁμοφωνοῦνταϲ προθέσεσιν, οὐ μήν , ὡς ἐδόκει τῷ Ποσειδωνίῳ, καὶ τὰς ἐν τῷ τοιούτῳ δηλουμένῳ συνδέσμους καλεῖν, ἐπιδοῦναι, ἀποδοῦναι; λέληθε Οὐ δ’ ἡμᾶς κἀκεῖνος ὁ λόγος, ὡς οὐδὲ κατὰ τὸ παντελὲς τοῖς συνδέσμοις ἀνθυπάγονται. εἰ δεινὰ δέδρακας· ἀνθ’ ὧν δεινὰ δέδρακας· ἰδοὺ γὰρ καὶ ἄρθρου παρέμπτωσις. καὶ ἔτι εἰ ἡμέρα ἐστί, φῶς ἐστί·
διὰ τὸ ἡμέραν εἶναι φῶς ἐστί· καὶ πάλιν παρεισέδυ τὸ ἄρθρον, καὶ ἀντὶ ὁριστικῶν ἀπαρέμφατα παρελήφθη. ὅτι δὲ κατὰ πολὺ τὰ μόρια χωριστέον, καθότι καὶ νῦν οἱ γραμμα . . . . . . . . . . . . . . . . . . . . . . . . . ἡμέρα ἐστίν . . . . . . . . .
Ἠπορήθη πῶς σύνδεσμοι οἱ προκείμενοι,
ἀλλὰ μὴν καὶ τὸ παιδίον οὐδέτερον διὰ τὸν τύπον, ἐπεὶ ἀμφότερόν ἐστι διὰ τὸ δηλούμενον· παρατιθέμενος γοῦν τις ἀρσενικὸν καὶ θηλυκόν, εἴποι ἄν παρατίθεμαί σοι παιδία. ἀλλὰ καὶ τὸ Θῆβαι πληθυντιAaovκ.
Καὶ ὡς μὲν σύνδεσμοι κα
οὐ διαζεύγνυται γὰρ τὰ τοιαῦτα, ἐὰν μὴ λάβῃ τὸν διαζευκτικὸν σύνδεσμον. ἐφ’ ὧν ἔστι καὶ τοὺς μαχομένους τοῖς διαζευκτικοῖς συνδέσμους παραθέϲθαι, καὶ Ἀπολλώνιος παρέσται καὶ Τρύφων παρέσται· εἰ Τρύφων παρέσται, καὶ Ἀπολλώνιος παρέσται. ἐπὶ μέντοι τῶν κατὰ φύσιν διεζευγμένων οὐκέτι· οὐ γὰρ συστήσεται τὸ καὶ ἡμέρα ἐστὶ καὶ νύξ ἐστιν, οὐδὲ τὸ εἰ ἡμέρα ἐστί, νύξ ἐστιν. ὡς εἰσί τινες λόγοι ὑπὸ τῶν συνδέσμων διαζευγνύμενοι
ἠὲ διαπρα
καὶ διαπραθέειν
λέγω δὲ
Μηδὲ τὸ πρὸς τῶν Στωικῶν λεγόμενον παραλείπωμεν, παρ’ οἶς ἐστί τις διαφορὰ ἐν τοῖς κατὰ φύσιν διεζευγμένοις μαχομένου καὶ ἀντικειμένου. καὶ ἦν μαχόμενον τὸ μὴ δυνάμενον κατὰ τὸ αὐτὸ παραληφθῆναι, ὑπὲρ οὗ καὶ ἐν τοῖς προκειμένοις εἴρηται, ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν, ἢ φθέγγομαι ἢ σιγῶ, καὶ ἔτι τὰ τούτοις ὅμοια. ἀντικείμενον δὲ τὸ πλεονάζον ἀποφάσει, ὅπερ δυνάμει πάλιν μαχόμενον,
ἐν ᾧ γὰρ ἀποφάσκομεν τὸ
Ἔστι καὶ τρίτη διαφορὰ τῶν προκειμένων συνδέσμων , ἡ παραδια ζευκτικὴ καλουμένη, ἐπαγγελίαν
ἢ νέος ἠὲ παλαιός (Ξ 108),
οὐχὶ τὸ ἕτερον ἀπαγορεύει, ὡς νέος μὲν βουλὴν εἰσηγησάσθω, παλαιὸϲ δὲ μή, ἢ παλαιὸς μέν, νέος δὲ μή, ἀλλὰ τοιοῦτόν τι ἀπαιτεῖ, κἂν νέος εἰσηγῆ ται κἂν παλαιός, παραδέξομαι. ὥστε ἢ τὸ ἓν αἰτεῖ ἢ τὰ δύο. καὶ αἱ τοιαῦται δὲ φρ
οὕτως ἂν ἔχοι. φωνή ἐστιν . . . . . . η τὸ ἴδιον αἰσθητὸν ἀκοῆς . . . . .
Καὶ τοσαῦτα μὲν περὶ τῆς ἐννοίας τῶν προκειμένων συνδέσμων. ῥητέον δὲ καὶ ὑπὲρ τῆς τάξεως. ὁ ἤ καὶ ὁ ἠέ διαφέρουσι τοῦ ἤτοι, καθότι οἱ μὲν καὶ προτακτικοί εἰσι καὶ ὑποτακτικοί,
κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν (α 296 ),
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι (Σ 511).
ὁ δὲ ἤτοι μόνως προτακτικός· οὐ γὰρ ἄν ποτε φήσαιμεν ἢ ἡμέρα ἐστὶν ἤτοι νύξ ἐστι. καὶ ἔτι ὁ μὲν ἤτοι ἅπαξ παραλαμβάνεται, οἱ δὲ ἄλλοι ἐπὶ πλεῖον παραλαμβάνονται κατὰ τὰς συνδέσεις,
ἤτοι Ἀπολλώνιος παρέσται ἢ Διονύσιος ἢ Τρύφων.
Ἔστι
καὶ ἦν ἡ τοιαύτη ἀφορμὴ ἀποδεικτική, καθότι προείπομεν ἐν τοῖϲ κατ’ ἀρχήν , τοῦ τὸ μᾶλλον καὶ ἧϲϲον ϲυνδέϲμουϲ εἶναι, καὶ καθὸ δύναμιϲ ἦν ἀντηρη Anν.
Ἔϲτι μέντοι καὶ ὑπὲρ τοῦ ἤ ζήτηϲιϲ, πότερον εἰϲ τὰ ἐπιρρήματα καταταγείη ἢ εἴπερ εἰϲ τοὺϲ ϲυνδέϲμουϲ. δῆλον ὡϲ καὶ τὸ ἀνθυπαγόμενον μὸριον, λέγω δὲ τὴν οὔ ἀπόφαϲιν, εἰϲ τοὺϲ ϲυνδέϲμουϲ παραλαμβάνοιτο ν μὲν ἤ, ϲύνδεϲμον ἐπαγγελλόμενον, οὐ ῥητὸν κα
Φαίνεται δὲ ὅτι ἡ τοιαύτη διαφορὰ τοῦ ϲυνδέϲμου ἀπὸ τῆϲ διαζευκτικῆϲ ϲυνδέϲεωϲ μετέβαλεν εἰϲ τὴν διαϲαφητικήν,
ὡϲεὶ ἐπικριτικὴ γενομένη τῆϲ διαζεύξεωϲ. ἐκκείϲθωϲαν γὰρ αἱ διαφοραί. ἐπαγγέλλεται γὰρ τὸ διαζευκτικόν , ἐὰν τοῦτο, οὐ τοῦτο· εἰ τοῦτο μή, τοῦτο. καὶ ἔτι, ἢ τοῦτο
πάντεϲ κ’ ἀρηϲαίατ’ ἐλαφρότεροι πόδαϲ εἶναι
ἢ ἀφνειότεροι χρυϲοῖό τε ἐϲθῆτόϲ τε (α 164)
ὅ . . . . τὸν ἕτερον νῦν παραδέξαϲθαι. τὸν δὲ ἕτερον . . . . . δύναται γὰρ διαζευκτικὸϲ εἰρῆϲθαι τοῦ . . . πληροῦντοϲ. εὔξονται ταχεῖϲ γενέϲθαι, ἵνα
Εὐρύμαχ᾽, οὐδ’ εἰ μοι πατρώια πάντ’ ἀποδοῖτε (χ 61).
Ἑξῆϲ ῥητέον περὶ τῶν διαπορητικῶν.
Ἆρα. Οὗτοϲ κατὰ πᾶϲαν διάλεκτον, ὑπεϲταλμέ
ἦρ’ ἔτι π
Ϲαπφώ (fr. 52 Ahrens, 102 Bergk3).
ἧρ’ ἔϲτι θ’ ὕδωρ ϲ .... (lyr. gr. III3 p. 1358 Bergk)
ἐπὶ τοῦ τοιούτου οὐκ ἐμποδίζοντόϲ τινοϲ ϲυ
ἧρά κεν ἐν δεϲμοῖϲ ἐθέλοιϲ.
παρ’ Ἀλκμᾶνι (fr. 61 Bergk3)
ἦρα τὸν Φοῖβον ὄνειρον εἶδον.
Ἀρχίλοχοϲ (fr. 86 Bergk3 ) μέντοι κοινότερον ἔφη
ὡϲ ἆρ’ ἀλώπηξ καἰετὸϲ ξυνωνίην.
Καί πού τινεϲ τὸν ἤ τὸν αὐτὸν ἐξεδέξαντο τῷ ἄρα, ὡϲ ἀποκοπῆϲ γεγενημένηϲ ἀπὸ τοῦ ἦρα, ὡϲεὶ καὶ εἴ τιϲ ἐκδέξαιτο τὸ δῶμα καὶ τὸ δῶ. ἀλλ’ οὐκ
ὅ μοι γέραϲ ἔρχεται ἄλλῃ (Α 120)
οὐκ ἄν ποτε ἀποδ
εἴπερ οὖν καὶ ὁ ἦρα μόνωϲ ὢν προτα
ἢ δολιχὴ νοῦϲοϲ Ἄρτεμιϲ ἰοχέαιρα (λ 172)·
ἦν γὰρ
ἢ ἤδη ϲάφα οἶδεν (ω 404)·
ἢ δολιχὴ νοῦϲοϲ, ἦ Ἄρτεμιϲ ἰοχέαιρα (λ 172).
οὐ πάνυ δὲ ἀναγκαῖον. τί γὰρ τὸ κωλῦόν ἐϲτιν ὁμοφωνεῖν τῷ διαζευκτικῷ τὸν ἤ ϲύνδεϲμον, ὄντα διαπορητικόν, εἴγε καὶ ἐπ’ ἄλλων πλειόνων τὸ αὐτὸ παρέπεται;
Μηδ’ ἐκεῖνο δὲ παραλείπωμεν, ὥϲ τινεϲ ὑπέλαβον τὸν ἆρα ϲύνδεϲμον μὴ εἶναι, εἴγε τοῦ ἰδίου τῶν ϲυνδέϲμων ἐκτὸϲ πίπτει. τὸ ἡμέρα ἐϲτίν αὐτοτελέϲ, ἀλλὰ τὸ ἤτοι ἡμέρα ἐϲτίν οὐκ αὐτοτελέϲ, οὐδὲ τὴν αὐτὴν θέϲιν ἐπαγγελλόμενον τῷ ἡμέρα ἐϲτίν· καὶ ἐπὶ τῶν ἄλλων τὸ αὐτό· ἐν μέντοι γε τῷ ἡμέρα ἐϲτί, λέγω κατ’ ἐρώτηϲιν, οὐδὲν πλεῖον νοεῖται μετὰ τοῦ ἆρα. εἴτε ἄρα τὸ πρότερον αὐτοτελέϲ, καὶ τὸ μετὰ τοῦ ἆρα· εἴτε ἐλλειπέϲ, πάλιν τὸ αὐτό. —
ἔτι ὅτε φαμὲν οὕτωϲ ἆρα ἡμέρα ἐϲτὶν ἢ νύξ, ϲύνδεϲιν ἐποιηϲάμεθα οὐ διὰ τοῦ ἆρα, διὰ δὲ τοῦ ἤ. καὶ τοῦτο ϲαφέϲ ἐϲτιν ἐκ τοῦ τὸν μὲν ἤ ὑποϲτελλόμενον ἀϲύϲτατον τὸν λόγον καταλιπεῖν, τὸν δὲ ἆρα μηκέτι
.
Ἕνεκά γε τοῦ τοιούτου οὐδὲ τὸν ἤ ϲύνδεϲμον καταλείψομεν. ἔϲτι γάρ που τοιαύτη φράϲιϲ· ἀναγιν ώϲκειϲ, οὐκ ἀ ναγινώϲκειϲ· ἀπέρχῃ, οὐκ ἀπέρχῃ. ἀλλ’ ὡ
ᾔομεν, ὡϲ ἐκέλευεϲ, ἀνὰ δρυμά,
εὕρομεν ἐν βήϲϲῃϲι τετυγμένα δώμ
λείποντοϲ τοῦ καί. καὶ οὐχὶ παρὰ τὰϲ ἐλλ Ἀλλ’ οὐδὲν πλέον ϲημαίνει ἐν τῷ ἆρα ἡ
— Ἕνεκα τοῦ τοιούτου οὐδ’ ὁ καί ϲύνδεϲμοϲ οὐδ’ ὁ
ῥηίτεροι γὰρ μᾶλλον (Ω 243)
καὶ οὐ πάντωϲ ἕνεκα τοῦ τοιούτου ἀποβλητέον τὸ μᾶλλον ὡϲ οὐκ ἐπίρρημα. — ἔτι γε μὴν πρὸϲ τὰϲ ἐρωτήϲειϲ ὁτὲ μὲν οὕτωϲ ὑπαντῶμεν· πεποίηκαϲ
; ἀποκρινόμενοι τὸ ναί ἢ διὰ τοῦ ὁριϲμοῦ τοῦ ναὶ πεποίηκα. καὶ πάλιν οὐκ ἀπόβλητον τὸ ναί τῶν ἐπιρρημάτων. καὶ ἐπ’ ἄλλων ἀπείρων ἔϲτι τὸ τοιοῦτον παραϲτῆϲαι. τί οὖν τὸ ἐμπόδιον καὶ τῷ ἆρα ϲυνδέϲμῳ τὸ αὐτὸ παρακολουθῆϲαι;
Τινὲϲ δὲ καὶ τῶν φιλοϲόφων εἰϲ ἀναπόληϲίν φαϲι τῆϲ ἐρωτήϲεωϲ τὸν ἆρα παραλαμβάνεϲθαι, καθότι καὶ εἰϲ πλείονα ϲυγκατάθεϲιν τὸ ναὶ γέγρα φα, καὶ εἰϲ μᾶλλον ὕπαρξιν τὸν καί ἐν τῷ καὶ γράφῶ
. — ἔλοθε δὲ αὐτούϲ, ὅτι καὶ ἐν τῷ ἆρα ἡμέρα καὶ ἔτι τοῖϲ παραπληϲίοιϲ ἐλλειπτικόϲ ἐϲτιν ὁ λόγοϲ, ἀπεκδεχομένων ἡμῶν τὰϲ ϲυμβολικὰϲ φωνάϲ, λέγω τὴν οὔ καὶ τὴν ναί. τὰ γὰρ ἐντελῆ ἐϲτι τοιαῦτα, ἡμέρα ἐϲτὶν ἦ οὕ; ἡμέρα ἐϲτὶν ἦ νύξ; Τρύφων παρεγένετο ἦ οὔ; Τ ρύ φ ων παρεγένετο ἦ Διον ύϲιοϲ: — Προϲθείημεν δ’ ἂν καὶ τοῦτο, ὡϲ καθόλου οἱ τοιοῦτοι λόγοι ἐκ διαζευκτικῆϲ φράϲεωϲ μετατέθεινται εἰϲ διαπορητικὴν γέγραφαϲ ϲήμερον γέγρα
ἧε χόλον παύϲειεν ἐρητύϲειέ τε θυμόν (Α 192).
ἀλλὰ κἀκ τῆϲ τάξεωϲ. ὡϲ γὰρ τὰ διεζευγμένα ἀδιαφορεῖ, οὕτωϲ καὶ τὰ διηπορημένα, ἡμέρα ἐϲτὶν ἢ νύξ ἐϲτι, νύξ ἐϲτιν ἢ ἡμέρα ἐϲτίν. εἴτε γὰρ κατὰ διαπόρηϲιν εἴτε κατὰ διάζευξιν φαίημεν, ἀδιαφορεῖ.
— ὁμολόγωϲ οὖν οἱ κατ’ ἀρχὴν τιθέμενοι ϲύνδεϲμοι τῶν προκειμένων λόγων καὶ κατὰ φωνὴν διαλλαγὴν ἔϲχον, ὥϲτε ἐν μὲν διαζευκτικῷ παραλαμβάνεϲθαι τὸν ἤτοι, ἐν δὲ διαπορητικῷ τὸν ἆρα, ἤτοι Τρύφων πα ρέϲται ἢ Θέων, ἆρα Τρύφων παραγεν ήϲεται ἧ Θέων; μόνου τοῦ κατ’ ἀρχὴν ἤ κοινῶϲ εἰλημμένου ἐπί τε διαζεύξεωϲ ἐπί τε διαπορήϲεωϲ.
Eἴρηται ὡϲ τὸ α τοῦ ἆρα εἰϲ η μετετίθετο παρὰ ταῖϲ ἄλλαιϲ διαλέκτοιϲ, ὑπεϲταλμένηϲ τῆϲ Ἀττικῆϲ καὶ
ἀναιδείην ἐπιειμένε (Α 149),
διπλάϲιον διπλήϲιον, τὴν ἀμαιμάκετον Ϲκύλλην,
πείνη δ’ οὔ ποτε δῆμον ἐπέρχεται (ο 407 ),
ὕψι δ’ ἀέλλη (Π 374).
ἐρχῆν δὲ κἀκεῖνο παραθέϲθαι, ὡϲ καὶ ἐπ’ αὐτοῦ τοῦ ϲυνδέϲμου ἡ μετάθεϲιϲ γεγόνοι. τὸ γὰρ
ἦρά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμόϲ (Κ 401 )
οὐκ ἀ
ἧρά νύ μοι ξεῖνοϲ πατρώιόϲ
οὐ γὰρ οἷόν τε εὑρέϲθαι τὸ υ ἐκθλιβόμενον, πρ
. Καὶ πρὸϲ τὸ τοιοῦτόν τινεϲ Ἀλλὰ πῶϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ;
ὅτι δυνάμει Ἴωνεϲ. ἀλλ’ εἰ καὶ ἀπὸ Δωρίδοϲ διαλέκτου ἦν τι παρ’ Ἀθηναίοιϲ, οὐ ξένον, ὅπου γε καὶ δαρ
— ἀλλ’ εἰ καὶ τὸ τοιοῦτον παραθείη
Κᾶτα. Οὗτοϲ πολλάκιϲ ἐν ἴϲῳ τῷ καί παραλαμβάνεται. οὐ γὰρ . . . ον παρ’ Ἀριϲτοφάνει ἐν Βατράχοιϲ (v. 203) τὸ
κᾶτα πῶϲ
ἀντὶ τοῦ καί παραλαμβάνεϲθαι. ἴϲωϲ μέν
κᾶτα ϲὺν πολλοῖϲιν ἦλθεϲ.
Τρύφων (p. 37 Velsen) μέντοι ἐν τῷ περὶ ἐπιρρημάτων ὡϲ περὶ ἐπιρρήματοϲ χρονικοῦ τὸν λόγον ποιεῖται, ἐν ῷ καὶ ἐζήτηϲεν, εἰ ἐγκειται τὸ εἶτα. ἐν δὲ τῷ περὶ ϲυνδέϲμων, ὁμοίωϲ τοῖϲ περὶ Ἀπολλώνιον καὶ Κόμανον καὶ ϲχεδὸν ἅπαϲι ϲύνδεϲμον ἐκδεχόμενοϲ, πάλιν λόγουϲ τινὰϲ προὐφέρετο ἐξεταϲτικοὺϲ τοῦ ἐγκεῖϲθαι τὸν καί καὶ τὸ εἶτα, καθό τινεϲ ᾠήθηϲαν, καὶ ἦϲαν τοιοῦτοι οἱ κανόνεϲ· ὁ καί ϲύνδεϲμοϲ ἔκθλιψιν τοῦ ι καὶ κρᾶϲιν τοῦ α ποιεῖται εἰϲ μακρὸν α, τοῦ ε μόνου ἐπιφερομένου (φαίνεται ὅτι καὶ τοῦ η)· καὶ ἐμέ κἀμέ, καὶ ἐκεῖνοϲ κἀκεῖνοϲ. ὅτε μέντοι δίφθογγοϲ ἐπιφέρεται, ἐκθλίβεται τὸ α καὶ τὸ ι, καὶ εἶχον κεἶχον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ο. ἐπιφερόμενον γὰρ μόνον τὸ ο κρᾶϲιν ποιεῖται, καὶ ὁ ϲόϲ χὡ ϲόϲ, καὶ ὁ οἶνοϲ χοἷνοϲ, καὶ ὁ φίλοϲ χὡ φίλοϲ. εἴπερ οὖν ἔγκειται τὸ εἶτα, ἦν ἂν κεῖτα.
καὶ ἔτι ἐν τῷ περὶ ἐπιρρημάτων καὶ τὸ δηλούμενόν φηϲι μάχεϲθαι.
ὁ μὲν γὰρ καί ϲύνδεϲμοϲ ἐπὶ τῶν κατὰ τὸν αὐτὸν καιρὸν παραλαμβανομένων ἐϲτίν (ὑφ’ ἕνα γὰρ καιρὸν γραφόντων τινῶν φαμεν καὶ Διονύϲιοϲ ἔγραφε καὶ Ἀπ ολλ ώνιοϲ), καὶ δῆλον ὅτι διὰ τοῦτο καὶ ἀθροιϲτικ
χωρὶϲ εἰ μὴ ἐπεκτέταται ὁ καί, ὡϲ ὁ δή, ἀποβολῆϲ γενομένηϲ τοῦ ι καὶ εὐλόγου ἐκτάϲεωϲ τοῦ α, καθότι καὶ τὸ κλαίειν κλάειν.
ἦν δ’ ἂν τοῦτο πιθανόν , εἰ πάντοτε ἀντὶ τοῦ καί παρελαμβάνετο ὁ κᾶτα. καὶ φαίνεται ὅτι, δι’ οὐ ᾐτήϲατο
Πρὸ τῆϲ καταλογῆϲ τῶν αἰτιολογικῶν ἐπιϲτατέον μορίῳ τῷ ἕκητι, τί ποτ’ ἂν εἴη μέροϲ λόγου. καὶ δῆλον ὅτι, εἰ ϲημαίνοι τὸ ἕνεκα. ϲύνδεϲμοϲ ἂν εἴη αἰτιολογικόϲ, ἰϲοδυναμῶν τῷ ἕνεκα καὶ χάριν· εἰ δὲ μὴ δηλοῖ μὲν τὸ ἕνεκα, τὸ δὲ ἑκοντηδόν, ἕκητι ϲοῦ ὡϲ εἰ ἑκόντοϲ, δῆλον ὡϲ ἐπίρρημα. — Ἀλλά φηϲιν ὁ Τρύφων (p. 39 Velsen), ὡϲ ἀδύνατον ἂν εἴη ϲύνδεϲμον αὐτὸ ἐκδέξαϲθαι, καθὸ οὔ ποτε οἱ ϲύνδεϲμοι τὴν α ϲτέρηϲιν ἀναδέχονται, ἔϲτι δὲ τὸ ἀέκητι ἐν ϲτερήϲει τοῦ ἕκητι.
Προϲθείημεν δ’ ἂν τῷ λόγῳ καὶ τοῦτο, ὡϲ εὐλόγωϲ οὐδὲ ἡ α ϲτέρηϲιϲ παρακείϲεται τοῖϲ ϲυνδέϲμοιϲ, ἐπεὶ πάντοτε ἐν ϲυνθέϲει ἐϲτί, καὶ ἔϲτιν ἀνατρεπτικὴ τοῦ πρὸϲ ὃ ϲυντίθεται. εἴπερ οὖν τὸ τοιοῦτον παρείπετο, καὶ ἡ δύναμιϲ τῶν ϲυνδέϲμων ἀνῃρεῖτο, καὶ δῆλον ὡϲ οὐ ϲύνδεϲμοι. ἔτι εἴπερ τὸ ἕκητι ϲύνδεϲμοϲ αἰτιολογικόϲ, δῆλον ὡϲ οὐ τὸ ἀέκητι· ϲτέρηϲιϲ γὰρ τῆϲ αἰτιολογίαϲ. Ἀλλὰ πάλιν ἦν ἐκεῖνο ἀδύνατον τὸ μὴ εἰϲ ταὐτὸν εἶδοϲ παραλαμβάνεϲθαι τὸ ἐν ϲτερήϲει παραλαμβάνοι0 μενον μέροϲ λόγου, φυλάττον τὴν αὐτὴν κατάληξιν καὶ τὸ αὐτὸ δηλούμενον, αὐτὸ μόνον τῆϲ ϲτερήϲεωϲ περιττευούϲηϲ. ὃν γὰρ τρόπον
Προϲ
Ἀλλ’ οὐδὲ ἐπίρρημα
, φηϲὶν ὁ Τρύφων (p. 39 Velsen), πάνυ ἀκριβῶϲ καὶ τῷ ϲχηματιϲμῷ προϲελθὼν καὶ τῇ τάϲει. εἰ γὰρ παρὰ τὸ ἑκών τὸ ἐπίρρημα ἐγένετο, κἂν ὠξύνετο, εἴγε τὰ ἐν παραγωγῇ, κἂν μακρῷ τῷ ι χρῆται κἂν βραχεῖ, ὀξύνεται, Ἑλληνιϲτί, ἀμογητί, πανοικί. πῶϲ οὖν βαρύνεται τὸ ἕκητι;
— Ἔτι οὐδέποτε ἐπίρρημα ϲὺν ϲτερήϲει ἀποτελεῖται. τὰ γὰρ ὄντα παραϲύνθετά ἐϲτι. τῷ ἀϲέμνωϲ τὸ ἄϲεμνοϲ παράκειται, τῷ ἀψευδῶϲ τὸ ἀψευδήϲ, τῷ ἀκλαυτί τὸ ἄκλαυτοϲ, τῷ ἀθεωρητί τὸ ἀθεώρητοϲ.
— Ϲαφῶϲ παραδίδοται ὁ τοιοῦτοϲ λόγοϲ ἐν τῷ περὶ ἐπιρρημάτων. ὥϲτε καὶ κατὰ τοῦτο ἀϲύϲτατον τὸ ἀέκητι, κἂν ἐπίρρημα καθεϲτήκῃ τὸ ἕκητι.
Ἔδει τὸν Τρύφωνα καὶ τὴν φωνὴν καταϲτῆϲαι τοῦ ἕκητι. εἰ ὅλωϲ δύναται τῇ ἑκών παρακεῖϲθαι. καί φηϲιν ὅτι, καθὸ ἠλογήθη ἡ φωνή, δύναται ἐπίρρημα καθίϲταϲθαι, ἠλογημένον ἐν τῇ τάϲει, καθότι καὶ ἐν αὐτῇ τῇ φωνῇ
. ἔδει δὲ καὶ περὶ τῆϲ α ϲτερήϲεωϲ λόγον τινὰ ποιήϲαϲθαι, ἐπεί τοί γε ἐπίρρημα καθεϲτὸϲ ἀκατάϲτατον γενήϲεται καὶ ἐν τάϲει ἀνακόλουθον πρὸϲ τὴν ἑκών, ἄλογον ἔχον τὴν ϲύνθεϲιν. καὶ οὐδὲν κωλύϲει ἕνεκα τούτου τὸ αὐτὸ ἁμάρτημα μετατιθέναι ἐπὶ τὸν ϲύνδεϲμον, κἂν ϲύνδεϲμοϲ καταϲταίη τὸ ἀέκητι.
Ῥητέον οὖν ὑπὲρ τοῦ ϲχηματιϲμοῦ
δόμοιϲ ἔνι ποιητοῖϲι (v 306),
τοῖϲ εὖ πεποιημιένοιϲ.
— εἰϲ τὸν τοιοῦτον λόγον καὶ ἄλλα πλεῖϲτα ἔϲτι παραθέϲθαι. τὸ γὰρ φρονεῖν ἢ ψευδήϲ ἢ ϲαφήϲ οὐκ ἄλλωϲ ἂν καταϲτ
ἀλλ’ ἄνα, μηκέτι κεῖϲο (Ϲ 178),
καὶ τὸ
πάρα δ’ ἀνήρ (π 45)
εἰϲ τὸ αὐτὸ ϲυναχθήϲεται.
γείτονεϲ ἠδὲ ἔται (δ 16),
ἀϲτυγείτονεϲ. ἔτι δὲ καὶ τὸ
ἐν πύλῳ ἐν νεκύεϲϲι (Ε 397 ),
προπύλῳ. ἦν οὖν τι ῥῆμα τὸ ἀεκάζω, ἔνθεν τὸ
πόλλ’ ἀεκαζομένη (Ζ 458),
ᾡ παρέκειτο ἐπίρρημα τὸ ἀεκαϲτί, ὡϲ ἰάζω ἰαϲτί, αἰολίζω αἰολιϲτί, δωρίζω δωριϲτί. τοῦτο ἐν ἐνδείᾳ τοῦ ϲ καὶ Ἰωνικῇ μεταθέϲει τοῦ α εἰϲ η, καθότι καὶ τὸ διπλάϲιον διπλήϲιον, ἀποτελεῖ τὸ ἀέκητι, πάνυ εὐλόγωϲ τοῦ τόνου ἀναβιβαϲθέντοϲ, καὶ καθότι ἔνδεια πολλάκιϲ τοῦ ϲ ἀναβιβαϲμὸν τοῦ τόνου ἀποτελεῖ, οὐταϲμένοι οὐτάμενοι, ϲυνεληλαϲμένοι
Οἱ αἰτιολογικοὶ ϲύνδεϲμοι καὶ ἀκολουθίαϲ εἰϲὶ πάλιν δεκτικοὶ καὶ
Ὅτι. Τὸ προκείμενον μόριον διαφορὰϲ ἔχει τέϲϲαραϲ, δύο ϲυνδεϲμικὰϲ καὶ δύο πτωτικάϲ, καθὼϲ καὶ Τρύφων (p. 40 Velsen) παρέθετο. Ϲύνδεϲμοϲ μὲν οὖν ἐϲτιν αἰτιολογικὸϲ οὕτωϲ, ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτίν· ὅτι περιπατῶ, κιν οῦμαι· ὅτι ἠπαιδεύτηϲαϲ, δαρήϲῃ. καὶ ἦν πάλιν τὸ τοιοῦτον ἐκ τοῦ ϲυνδέϲμου ᾐτιολογημένον, τὰ δὲ δύο τὰ πρότερα αὐτόθεν πάλιν εἶχε τὴν ἐπιφορὰν ἀληθῆ· ἐπεὶ οὐ πάντωϲ ὅτι ἀνέγνωϲ τιμηθήϲῃ·
οὐκ ἀγνοῶ δέ, ὅτι παρὰ Ἀττικοῖϲ καὶ εὐκτικοῖϲ ϲυντάϲϲεται, ἤκουϲα ὅτι φιλοπονοίηϲ καὶ ἥϲθην. καὶ δῆλον ὅτι αἱ τοιαῦται φράϲειϲ ἀνθυπαλλαγὰϲ ἀνεδέξαντο τῶν ὁριϲτικῶν ὡϲ
Καὶ αἱ μὲν ϲυνδεϲμικαὶ διαφοραὶ αὖταί εἰϲιν· αἱ δὲ πτωτικαί , ὡϲ ἔφαμεν, δύο, ἥ τε ἐν ἑνὶ μέρει λόγου, καὶ ἡ καὶ ἐν δυϲί. — τοῖϲ κατὰ πεῦϲιν προοιϲτοῖϲ παρά
ἠδ’ ὅτιναϲ μινύθῃϲιν (Ο 492).
ὃ ποιήϲεται οὐδέτερον ὅτι, ὡϲ ὁποῖον καὶ ὁπόϲον. — ἔϲτ δὲ ἕτερόν τι τὸ ὅ τι ἐν δυϲὶ μέρεϲι λόγου, οὕτωϲ ἔχον τὸ
ᾧ
ὅν τινα. ἔνθεν αὖ πάλιν τὸ
οὕϲ τιναϲ αὖ μεθιένταϲ (Δ 240).
ἔνθεν πάλιν θηλυκὸν ἥ τιϲ, καὶ δῆλον ὡϲ οὐδέτερον τὸ ὅ τι, ἐν δυϲὶ μέρεϲι λόγου καθεϲτηκόϲ, καθότι καὶ τὸ ὅ
Οὕνεκα. Διαφέρει τοῦ προκείμενου ϲυνδέϲμου, καθὸ ποιητικ
ὡϲ εἰ καὶ ἄλλοι ποιητικοὶ εἰϲ τοὺϲ ϲυνήθειϲ, ὁ αὐτάρ εἰϲ τὸν δέ, ὁ ἠμέν, ὁ ἠδέ εἰϲ τὸν καί. Ἔχει δὲ καὶ ὁ προκείμενοϲ ϲύνδεϲμοϲ πάλιν ἀμφιβολίαν , πότερον εἷϲ ἐϲτὶν ἁπλοῦϲ ἢ ἐν παραθέϲει ἔχει τὸ οὗ, οὗ ἕνεκα οὕνεκα. (οὐκ εὔλογον ἐπὶ τούτου ϲύνθεϲιν παραδέξαϲθαι, καθὸ τὸ οὗ, εἴτε καὶ ἄρθρον ἐϲτὶν εἴτε ἀντωνυμία, οὐκ ἂν ϲυντεθείη, ὡϲ ἐντελῶϲ ἀπεδείξαμεν ἐν τῷ περὶ ϲχημάτων.) — Καὶ εἰϲ μὲν ἐπίδειξιν τοῦ τὴν φωνὴν μίαν ἁπλῆν καθεϲτάναι παραλαμβάνοιτο ἂν ὅδε ὁ λόγοϲ. Τῶν μορίων τούτων τὰ ἐν ἀνταποδόϲει τοῦ τ πάντα ἁπλᾶ καθειϲτήκει, ἕωϲ τέωϲ,
— Ἀλλὰ πρόϲ γε τὰ εἰρημένα ἀν
Τὰ ἐν ἁπλοῖϲ πλείονα δηλοῦντα οὐκ ἔχει ἐγκειμέναϲ τὰϲ φωνὰϲ τῶν δηλουμένων. τὸ Αἰακίδηϲ, δηλοῦν καὶ τὸν υἱόν, οὐκ ἔχει τὴν υἱόϲ φωνήν· τὸ γοργότεροϲ, δηλοῦν καὶ τὸ μᾶλλον, οὐκ ἔχει ἐγκείμενον τὸ μᾶλλον· ὁ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ὁμοίων. ὅτε μέντοι ταῖϲ φωναῖϲ καὶ τὰ δηλούμενα ϲυνομολογεῖ,
τηνικαῦτα δεῖ παραδέχεϲθαι τὸν ϲχηματιϲμὸν ϲύνθετον, ὡϲ ἔχει τὸ φιλάνθρωποϲ, φιλοπλάτων, αὐτάρεϲκοϲ. πολὺ δὲ μᾶλλον ἐπὶ τοῦ προκειμένου ϲχήματοϲ ἔϲτι τὸν λόγον παραδέξαϲθαι, ἐπεὶ παράθεϲιν τῶν λέξεων ὑπαγορεύει, καθὼϲ πρόκειται.
Ῥητέον οὖν, ὡϲ ὅτε τὸ οὕνεκα ἴϲην δύναμιν ἔχει τῷ ὅτι,
οὕνεκα τὸν Χρύϲην (Α 11),
οὕνεκ’ ἄρ’ οὐχ ᾧ πατρί (ν 265),
ἁπλοῦν καταϲτήϲεται· ἐν παραθέϲει δὲ δύο μερῶν λόγου, ὅτε δηλοῖ τὸ οὗ ἕνεκα (ᾧ λόγῳ καὶ τὸ ὅτι ἓν καθειϲτήκει καὶ δύο, παρεϲχηματιϲμένον τῷ ὅϲ τιϲ). ἐκκείϲθω δὲ καὶ ὑποδείγματα·
οὕνεκα δεῦρ’ ἱκόμεϲθα θοῇ ϲὺν νηὶ μελαίνῃ (γ 61)·
ἡ δ’ Ἄτη ϲθεναρή τε καὶ ἀρτίποϲ, οὕνεκα πάϲαϲ (Ι 505).
Ἀλλ’ ἐκεῖνο δόξει παραλελεῖφθαι, τὸ τὰ ἐν ἀνταποδόϲει ἐν ἁπλοῖϲ καθίϲταϲθαι. οὐκ ἔχει δὲ τῇδε τὸ τοὔνεκα· καθ’ ἕκαϲτον γὰρ ἡ παράθεϲιϲ ἐγένετο τῶν μορίων, ὥϲτε παρὰ μὲν τὸ οὗ οὕνεκα γίνεϲθαι, παρὰ δὲ τὸ τοῦ τοὔνεκα. καὶ τὰ τοῦ τόνου δὲ ἐπιλελύϲθω. ἡνίκα γὰρ περιϲπωμένη καὶ ὀξεῖα ϲύνειϲι, λείπονται δὲ δύο ϲυλλαβαί, πάντωϲ καὶ ὁ τόνοϲ εἰϲ ὀξεῖαν μεθίϲταται, ὧ Ἄπολλον Ὤπολλον . . . . .
τοῦ εἵνεκα ϲὺ
τῆϲ ἕνεκεν καὶ νῆεϲ (ρ 288)
τῶν ἐν ϲυ . . λην ὁδόν ἴϲωϲ φηϲὶν ὁ Τρύφων τὸ τ προ . . . . . τῷ·
περϲίη,
ἰωνίζοντοϲ πολλάκιϲ
Ἕνεκεν. Ποιητικώτερον μετὰ τοῦ ι λέγεται, καθότι καὶ τὸ κ . .
εἵνεκα τῆϲ ἀρετῆϲ ἐριδαίνομεν (β 206),
εἵνεκα Νηλῆοϲ κούρηϲ (ο 233),
εἵνεκ’ ἐμεῖο κυνόϲ (Ζ 356)·
εἴγε πάλιν καὶ παρατετηρημένωϲ τὸ οὕνεκα ἐπὶ ῥῆμα φέρεται,
οὕνεκα τὸν Χρύϲην ἠτίμαϲεν (Α 11 ).
ἀλλὰ κἂν δύο μέρη λόγου καθεϲτήκῃ τὸ οὕνεκα, ἔχει προκειμένην τὴν τοῦ γενικήν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ οὕνεκα. ἐπίμεμπτοι οὖν οἱ τὰϲ
οὐδ’ ἕνεκ’ Εὐρυνόμη Τιτηνιάϲ (fr. 471 Schneider),
εἵνεκεν οὐχ ἓν ἄειϲμα διηνεκέϲ (fr. 287 Schneider)·
φέρεται γὰρ ὁ ϲύνδεϲμοϲ ἐπὶ τὸ ἤνυϲα, καὶ δέον τῷ οὕνεκα καταχρήϲαϲθαι.
Γἀρ. Τὴν αὐτὴν ϲύνταξιν ποιεῖ τὸ
ὡϲ προεῖπον , ψευδὴϲ ὁ λόγοϲ. εἰ δὲ τὸ αἴτιον πρὸϲ τῷ ϲυνδέϲμῳ γένοιτο , ἀληθεύϲει καὶ ὁ λόγοϲ· φ ῶϲ ἐϲτιν, ἡμέρα γάρ ἐϲτιν.
Ἀτρείδη, νῦν γάρ ϲε ἄναξ ἐθέλουϲιν (B 284)
ὑπερβεβίβαϲται ἡ φράϲιϲ. δέον γὰρ οὕτωϲ ἐκδέξαϲθαι· οἱ Ἕλληνεϲ
ὦ Κίρκη, τίϲ γὰρ ταύτην ὁδὸν ἡγεμονεύϲει;
εἰϲ Ἄϊδοϲ δ’ οὔ πώ τιϲ ἀφίκετο (κ 501—2)·
ὦ Κίρκη, εἰϲ Ἄϊδοϲ δὲ οὔ π ώ τιϲ ἀφίκετο· τίϲ γὰρ ταύτην ὁδ ὸν ἡγεμονεύϲει; Τρύφων (p. 40 Velsen) μέντοι φηϲὶν ἐπὶ τοῦ τοιούτου ϲυν δέϲμουϲ ἀντιπαρειλῆφθαι, τὸν γάρ ἀντὶ τοῦ δέ καὶ τὸν δέ ἀντὶ τοῦ γάρ· τίϲ δὲ ταύτην τὴν ὁδὸν ἡγεμονεύϲει; εἰϲ Ἄϊδοϲ γὰρ οὔ πώ τιϲ ἀφίκετο. καὶ οὐκ ἔϲτιν ἀϲύνηθεϲ τὸν δέ εἰϲ τὸν γάρ μεταλαμβάνεϲθαι.
βέλοϲ δ’ εἰϲ ἐγκέφαλον δῦ (Θ 85)·
αἰτία γάρ ἐϲτι τοῦ ἀναπαλῆναι τὸν ἵππον.
θάμβηϲεν δ’ Ἀχιλεύϲ, μετὰ δ’ ἐτράπετ’, αὐτίκα δ’ ἔγνω
Παλλάδ’ Ἀθηναίην, δεινὼ δέ οἱ ὄϲϲε φάανθεν (Α 199 —200)·
ἵν’ οὕτωϲ τὸ καταπληκτικὸν τῆϲ θεοῦ μηνύϲῃ. ἀλλὰ δύναται ὁ γάρ πλεονάζειν ἐπὶ τῆϲ ἀνταποδόϲεωϲ,
τίϲ γὰρ ὅδ’ ἄλλοϲ Ἀχαιὸϲ ἀνὴρ ἠύϲ τε μέγαϲ τε (Γ 226)
καὶ ἐπὶ τοῦ
αἲ γὰρ Τηλέμαχον βάλοι (ρ 251)·
αἲ γὰρ δὴ οὕτωϲ εἴη (Δ 189).
καὶ γὰρ ἐπὶ τῶν τοιούτων οὐ δόξει μάχεϲθαι ἡ ϲύνταξιϲ, τοῦ γάρ κατ’ ἀρχὴν τιθεμένου.
Ἔτι ὁ γάρ διαφέρει τῶν ἄλλων αἰτιωδῶν, καθὸ ϲχεδὸν ἅπαϲι ϲυντάϲϲεται. ὅτι γὰρ παρεγένου· ἕνεκα γὰρ τούτου ἧλθεϲ. καὶ δῆλον ὅτι οἱ μὲν ἄλλοι ϲύνδεϲμοι χώραν εἶχον τὴν προτακτικήν, καὶ οὐδεὶϲ τῷ ἑτέρῳ ἐδύνατο ὑποτετάχθαι, οὔτε ὁ ἕνεκα τῷ οὕνεκα, οὔτε ὁ οὕνεκα τῷ ἕνεκα, καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό· ὁ μέντοι γάρ, τῷ δέοντι τόπῳ προϲχρώμενοϲ τῷ ὑποτακτικῷ, ἀκωλύτωϲ ἐν ὑποτάξει παραλαμβάνεται. — Ὁ μὲν οὖν Τρύφων φηϲὶν ὡϲ ἐκ τῶν δύο ϲυνδέϲμων ἓν καθίϲταται τὸ αἰτιολογούμενον, ἕνεκα γὰ ρ τούτου ἦλθεϲ ὡϲ εἵνεκα τούτου ἤλυθαϲ· ὅτι γὰρ παρεγένου· καὶ ἐπὶ τῶν παραπληϲίων τὸ αὐτό. τινὲϲ μέντοι ἐπιπλοκὴν ἐξεδέξαντο τῶν αἰτιωδῶν ϲυνδέϲμων, ὥϲτε ἐξ αἰτίου αἴτιον . ενδ . τὸ αἰτιολογούμενον ἕνεκα γὰρ τούτου ἦλθεϲ κα . . νουϲί τε οὕτωϲ τῷ μὲν ἤλυθεϲ τὸν γάρ ϲυντάϲϲοντεϲ, τῷ δὲ τούτου τὸν ἕνεκα, ἦλθεϲ γὰρ ἕνεκα τούτου· οὔτε γάρ
, φηϲιν, ὁ μέν δεόντωϲ
καθὸ ὁ γάρ ἀϲυνέγκλιτοϲ ὢν ἐπάγει ἐφ’ αὑτὸν τὴν ὀξεῖαν, Ζεὺϲ γάρ. τοιοῦτον δὲ καὶ τὸ μὲν γά ρ.
ἡ μὲν γὰρ φωνὴ παρειϲδύεται ἄλογοϲ, εἴγε τὰ εἰϲ ρ λήγοντα μετὰ βραχείαϲ μόρια βαρύτονά ἐϲτι, καὶ διὰ τοῦτο τοῦ πατήρ ἡ κλητικὴ ἐβαρύνθη ἐν τῷ πάτερ καὶ τοῖϲ παραπληϲίοιϲ· καὶ οὐκ ἄλογοϲ ἡ ἀνάγνωϲιϲ Πτολεμαίου τοῦ ἀναλογητικοῦ, ἐν τῷ
αὐτὰρ ἐπεὶ κόϲμηθεν (Γ 1)
βαρύνοντοϲ τὸ τέλοϲ. καθὸ γὰρ πρόθεϲιϲ ἡ ὑπέρ, οὐκέτι δύναται ἀντικεῖϲθαι, ὧ
οὐ μὲν γάρ τί ϲὲ πεζὸν ὀίομαι (α 173)·
οὐ μὲν γὰρ φιλότητί γ’ ἐκεύθανον (Γ 453).
τοϲαῦτα περὶ τοῦ γάρ.
Διὅτι. Ἐπὶ τούτου ἐπέϲτηϲάν τινεϲ, εἰ μετὰ τῆϲ διά προθέϲεωϲ ϲύγκειται ὁ ὅτι ϲύνδεϲμοϲ ἢ τὸ ὅτι πτωτικόν, καὶ δῆλον ὅτι ἢ ἁπλοῦν ἢ ἐν παραθέϲει τοῦ ὅ. καὶ εἴη ἂν ϲυνηγορία τῆϲ τοῦ ϲυνδέϲμου τὸ αὐτὸ δηλοῖ τῷ ὅτι καὶ διὅτι, ϲύνταξίν τε τὴν αὐτὴν ἔχει, ὅτι περιπατῶ, κινοῦμαι· διὅτι περιπατῶ , κινο ῦμαι.
— ἀλλὰ πρόϲ γε ταῦτα ῥητέον· οὐδέποτε ἡ διά πρόθεϲιϲ, αἰτιώδηϲ παραλαμβανομένη, ἐν ϲυνθέϲει ἐϲτί.
δεῖ δὲ νοεῖν ὅτι τὸ διὅτι ἕν ἐϲτι μέροϲ λόγου, καθὸ ἐπεδείξαμεν τὰϲ προθέϲειϲ ἐν ἀπτώτοιϲ ἑνοῦϲθαι. — ἔτι ἡ διά πρόθεϲιϲ, αἰτιώδηϲ παραλαμβανομένη, ἐπ’ αἰτιατικὴν φέρεται, δι’ Ἀπολλώνιον, διὰ ϲέ. φέρε γὰρ οὕτωϲ εἰπεῖν διὰ ϲοῦ, καὶ οὐκέτι αἰτιώδηϲ ἡ διά. ἔνθεν φαμὲν αἰτιατικῆϲ τὸ τό εἶναι ἐν τῷ διὰ τὸ ἡμέραν εἶναι φ ῶϲ ἐϲτιν. ὁ δὲ ὅτι ϲύνδεϲμοϲ πτῶϲιν οὐκ ἀναδέχεται. — ἀλλ’ οὐδὲ ἐκεῖνο ἀληθέϲ ἐϲτιν, ὡϲ ἐπὶ τὸ αὐτὸ φέρεται τὸ διὅτι καὶ ὅτι. ὃ μὲν γὰρ λείπει τῷ ἀνταποδοτικῷ, ὃ δὲ οὔ. τὸ γὰρ οὕτω λεγόμενον, διὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτι λείπει τῷ διὰ τοῦτο φῶϲ ἐϲτι· τὸ δὲ ὅτι ἡμέρα ἐϲτί, φῶϲ ἐϲτιν αὐτοτελέϲ. ὅτι περιπα τῶ, κινοῦμαι· οὐ γὰρ δή γε τοιοῦτον ἔϲτιδιὅτι περιπατῶ, διὰ τοῦτο κινοῦμαι. — φηϲὶ δὲ καὶ ὁ Τρύφων (p. 42 Velsen ), ὡϲ τοῖϲ τοιούτοιϲ μορίοιϲ, πτωτικοῖϲ οὖϲιν, ἀνταποδίδοται τὰ τοιαῦτα, ὡϲ ἐν τοῖϲ τοιούτοιϲ ὅϲ τιϲ περιπατεῖ, ο ὗτοϲ κινεῖται· ὅ τι περιπατεῖ, τοῦτο κινεῖται. καὶ δῆλον ὅτι τὸ διὅτι, ἔχον τὴν αὐτὴν ἀνταπόδοϲιν, ἔχει ἐγκείμενον πτωτικὸν τὸ ὅ τι, ϲαφὲϲ ποιοῦν κἀκ τοῦ πνεύματοϲ, καθὸ μέϲη ἡ δαϲεῖα, ὑπαγορεύουϲα τὴν διά πρόθεϲιν ἐν τῇ παραθέϲει. (οὐ γὰρ δή γε καὶ αὐτὸ μόριόν ἐϲτι τῶν ἡμαρτημένων, ὁμοίωϲ τῷ εἶἑν, εὔἁν, εὐοἵ.) δεῖ δὲ νοεῖν ἐπὶ τῆϲ ϲυντάξεωϲ, ὅτι πτωτικὸν καθεϲτηκὸϲ τὸ διὅτι τρία μέρη λόγου δηλοῖ ἐν παραθέϲει, τήν τε πρόθεϲιν , ἣν ἔφαμεν πάντοτε ἐν παραθέϲει εἶναι αἰτιωδῶϲ παραλαμβανομένην, καὶ τὸ ὅ καὶ τὸ τί , καὶ ἐν πτώϲεϲι δὲ αἰτιατικαῖϲ, ἐφ’ ἃϲ
κλητικῆϲ. — Τοῖϲ αὐτοῖϲ ἐπιχειρήμαϲι προϲχρηϲτέον
Ἵνα. Διαφορὰϲ ἔχει τὸ μόριον τρεῖϲ, ϲυνδεϲμικὰϲ μὲν δύο καὶ ἐπιρρηματικὴν μίαν, τόπου δηλωτικήν. ϲυνδεϲμικὸν μὲν οὖν καθεϲτηκὸϲ τὰ ϲυνταϲϲόμενα ῥήματα μετατίθηϲιν εἰϲ τὰ καλούμενα ὑποτακτικά, καθότι καὶ ὁ ἐάν ἐπιζευκτικόϲ, ἵνα γρά ψω, ἵνα γράψ ῃϲ, ἵνα γρά ψῃ· ἐπιρρηματικῶϲ δὲ φυλάϲϲει τὴν ὁριϲτικὴν κλίϲιν,
ἵνα τ’ ἔτραφεν ἠδ’ ἐγένοντο (κ 417)·
ἔνθ’ ἵνα ἐϲ κακόν ἐϲτιν.
καὶ τοῦτό γε διοίϲει, ὡϲ ϲυνήθωϲ μέν ἐϲτι ϲύνδεϲμοϲ καθεϲτηκώϲ, ποιητικῶϲ δὲ ἐπίρρημα. Ἔχει δὲ καὶ τὰϲ ϲυνδεϲμικὰϲ διαφορὰϲ δύο οὔϲαϲ, μίαν μὲν αἰτιολογικήν, ἑτέραν δὲ ἀποτελεϲτικήν. ἐν γὰρ αἰτίᾳ τοῦ ἀναγνῶναί φαμεν οὕτωϲ, ἵνα ἀναγν ῶ ἐτιμήθην, ἵν α λοιδο ῥήϲω ἐπεπλήχθην· οὐκέτι δὲ τὸ αὐτὸ παρέπεται ἐν τοῖϲ τοιούτοιϲ, δὸϲ ἵνα γρά ψω, ἵνα γρά ψῃϲ, ἵνα γρά ψῃ· Θέων διακινεῖ ἵνα ὑγιάνῃ, φιλοπονεῖ ἵν α ἐνάρετοϲ γένηται. ϲαφὲϲ γὰρ ὅτι εἰϲ ἀποτελεϲτικόν τι παραλαμβάνεται ἐπὶ τῶν τοιούτων ὁ ἵνα.
Ὅπωϲ. Καὶ τόδε τὸ μόριον ϲύνδεϲμοϲ καθέϲτηκε, ταὐτὰ δηλῶν τῷ ἵνα· πάλιν γὰρ τὸ ἵνα ὑγιάνῃ ἐν ἴϲῳ ἐϲτὶ τῷ ὅπ ωϲ ὑγιάνῃ,
ἵν’ ἀθανάτοιϲι φαείνοι (γ 2).
οὐκέτι μέντοι, ἐπίρρημα ὄν, τὸ αὐτὸ δηλοῖ· τὸ μὲν γὰρ ἵνα τοπικόν, τὸ δὲ ὅπωϲ ἐν ἀναφορᾷ τοῦ πῶϲ. ὃν γὰρ τρόπον παρὰ τὸ ὅτε γίνεται τὸ πότε καὶ ἔτι ὁπότε, οἷοϲ ποῖοϲ ὁποῖοϲ; ἡνίκα πηνίκα ὁπηνίκα, τὸν αὐτὸν δὴ τρόπον καὶ παρὰ τὸ ὥϲ ἐϲτι τὸ πῶϲ καὶ ὅπωϲ.
πολλάκι
κείνου, ὅπωϲ δὴ δηρὸν ἀποίχεται (δ 109)·
ἀντὶ γὰρ τοῦ ὡϲ.
Ὄφρα. Πάλιν τὸ προκείμενον μόριον, ϲύνδεϲμοϲ καθεϲτηκόϲ, ἰϲοδυναμεῖ τῷ ἵνα καὶ ὅπωϲ, οὐκέτι μέντοι ἐπίρρημα ὄν, ὅμοιον χρονικῷ
ὄφρα μὲν ἠὼϲ ἦν (Θ 66)·
ἐν ἴϲῳ γάρ ἐϲτι τῷ ἕωϲ. καὶ οἶμαί γε, ὡϲ ἐπίρρημα καθεϲτηκὸϲ καὶ ἀνταπόδοϲιν ἐπιδέχεται ἐν τῷ
τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο (Θ 67).
ἕνεκα τούτου καὶ τὸ ἐξ αὐτοῦ μεταφραζόμενον , λέγω δὲ τὸ ἕωϲ. ὡϲ δὲ εἴπομεν , καὶ ϲυνδεϲμικὸν παραλαμβάνεται, ἰϲοδυναμοῦν τῷ ἵνα καὶ τῷ ὅπωϲ, ὅθ’ οὕτωϲ ϲυντάϲϲεται,
ὄφρα πεποίθῃϲ (Α 524. ν 344).
δῆλον γὰρ ὡϲ ἕνεκα τῆϲ ἰϲοδυναμίαϲ τοῦ ἵνα πάλιν τὰ ϲυνόντα ῥήματα ὑποτακτικὰ ἀποτελοῦνται. — Ϲεϲημειώϲθω δὲ ὅτι μόνον τῶν εἰϲ α ληγόντων ἀνταποδοτικῶν ἀνεπέκτατόν ἐϲτιν· ἰδοὺ γὰρ τὸ τηνίκα τηνικαῦτα λέγεται, τόϲα τοϲαῦτα, τοῖα τοιαῦτα. ἴϲωϲ δὲ ὅτι οὐ τὴν αὐτὴν ἔχει ἐξαρίθμηϲιν, εἴγε τῷ μὲν τηνίκα καὶ τοῖϲ ὁμοίοιϲ παράκειται πηνίκα ὁπηνίκα, τῷ δὲ τόφρα οὐκέτι. ἴϲωϲ δὲ καὶ διὰ τὸ ϲυνωνυμοῦν αὐτῷ, τὸ ἕωϲ.
Μηδὲ ἐκεῖνο δὲ παραλειπτέον, ὡϲ ὁ ἵνα καὶ οἱ ἰϲοδυναμοῦντεϲ ϲύνδεϲμοι παρὰ τὸ διάφορον τῆϲ ϲυντάξεωϲ, λέγω τὸ ἀποτελεϲτικὸν καὶ αἰτιολογικόν, καὶ διαφόρουϲ ἕξουϲι τούϲ ϲυνταϲϲομένουϲ χρόνουϲ, ὥϲτε τὸν μὲν ἀποτελεϲτικὸν καὶ μέλλουϲι ϲυντάϲϲεϲθαι,
τὸν δὲ αἰτιολογικὸν λεγόμενον παρῳχημένοιϲ· τὰ γὰρ γεγονότα αἰτιολογεῖται. ὁ γοῦν λέγων ἵνα γράψω ταῦτά μοι ἐγένετο, ὁμολογεῖ τὸ ἤδη
Ἴδιόν τι παρηκολούθηϲε τοῖϲ ϲυνεμπεϲοῦϲι ϲυνδέϲμοιϲ αἰτιώδεϲιν . . . . . ἐπιρρήμαϲι χρονικοῖϲ ἢ τοπικοῖϲ. ϲυνεμπι . . . ἡ ἀπόδειξιϲ. καὶ οὐκ ἀπίθανον ἕνεκα τούτου καὶ
ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦϲ ἠυκόμοιο (Θ 452),
ἐπεὶ Τροίηϲ ἱερὸν πτολίεθρον ἔπερϲεν (α 2).
ἔϲτι δὲ κἀκ τοῦ βίου τοια
τὸ γὰρ ποῦ περιϲπῶμεν, ἀλλ’ οὐκέτι ἐν τῷ
— Ἔϲτι δὲ εἰπεῖν, ὡϲ τὸ μὲν νῦν οὐδ’ ὅλωϲ ὁμοφωνεῖ, εἴγε πάντοτε μὲν τὸ ἐπίρρημα διὰ δύο, ὁ δὲ ϲύνδεϲμοϲ οὐ πάντωϲ· καὶ εἰ τοῦτο, οὐ πάντωϲ ὁμοφωνεῖ. — ἀλλ’ οὐδὲ τὸ πού ϲύνδεϲμόϲ ἐϲτι παραπληρωματικόϲ · οὐ γὰρ δή γε τὰ πλεονάϲαντα μόρια ἐν λόγῳ ϲύνδεϲμοι παραπληρωματικοί. ἰδοὺ γὰρ καὶ ἄλλα ἐπιρρήματα παρέλκει, καὶ οὐ πάντωϲ ϲύνδεϲμοι· ἐπὶ μὲν τοῦ βίου ὅϲτιϲ θέλει ὑπαγέτω, καὶ ἔτι παρὰ τῷ ποιητῇ
Ὀδυϲϲῆοϲ δέ που εὐνή (π 34)
παραπληρωματικῷ· καὶ τὸ νῦν, ἀλλ’ οὐκέτι ἐν τῷ
καί νύ κεν (δ 363)·
τὸ μέντοι ὅπωϲ καὶ τὰ τούτοιϲ ὅμοια , ὡϲ πρόκειται, ταὐτά εἰϲιν ἐν ἐπιρρήμαϲι καὶ ϲυνδέϲμοιϲ.
ὡϲ δ’ ὅτ’ ἐν οὐρανῷ ἄϲτρα φαεινήν (Θ 555),
εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε (Π 667),
οὐ ϲύ γ’ ἔπειτα
Τυδέοϲ ἔκγονόϲ ἐϲϲι (Ε 813),
ϲοὶ δ’ οὔπω μάλα πάγχυ θεοὶ μάκαρεϲ κοτέουϲι (Ξ 143).
κατὰ τοῦτο οὖν πλεοναζέτω καὶ
νῦν εἴ τί που ἔϲτι, πίθοιό μοι (δ 193)
καὶ
Ὀδυϲϲῆοϲ δέ που εὐνή (π 34),
καὶ ὅϲα ἐϲτὶ τοιαῦτα. ἀλλ’ εἰ καὶ ϲύνδεϲμόϲ ἐϲτι τὸ πού, ἰδοὺ ὁμόφωνον ἐπιρρήματι ἐν τῷ
εἴ που ἐϲαθρήϲειεν (Γ 450).
ὅνπερ γὰρ τρόπον τοῖϲ ἄλλοιϲ πύϲμαϲι παράκεινται ἀόριϲτοι προφοραί, τὸ πλέον ἐν χρόνοιϲ δυϲὶν ἐγκλιτικαὶ καθεϲτῶϲαι, πῶϲ ἦλθεν; ἦλθέ πωϲ· τίϲ ἔγρα ψεν; ἔγραψέ τιϲ· πότε ἦλθεν; ἦλθέ ποτε· τὸν αὐτὸν τρόπον καὶ τῷ ποῦ παρακείϲεται ἐγκλιτικὸν ἀόριϲτον τὸ πού.
Χάριν. Δοκεῖ ἰϲοδυναμεῖν ϲυνδέϲμῳ τῷ ἕνεκα, χάριν Ἀπ ολ λωνίου ἕνεκα Ἀπολλωνίου. φηϲὶ δὲ καὶ ὁ Τρύφων (p. 42 Velsen), ὡϲ ἕνεκα τούτου τὸ μὲν ὄνομα καὶ χάριτα λέγεται καὶ χάριν, τὸ δὲ εἰϲ τοιαύτην ϲύνταξιν παραληφθὲν ὡϲ ἀντὶ ϲυνδέϲμου καθ’ ἕνα ϲχηματιϲμὸν παραλαμβάνεται, ὅπερ παρείπετο ϲυνδέϲμοιϲ
. Ἔτι μέντοι φηϲὶν ὁ Τρύφων, ὡϲ παρὰ τὸν Εὐριπίδην καὶ ἔτι ἄλλοιϲ ποιηταῖϲ ὀνοματικῆϲ ϲυντάξεωϲ ἔτυχεν. ἐν μὲν γὰρ Κρήϲϲαιϲ (fr. 469 Dindorf Nauck)
ἐγὼ χάριν ϲὴν παῖδά ϲου κατακτενῶ,
καὶ ἐν Αὔγῃ (fr. 270 Dindorf Nauck)·
καὶ βουθυτεῖν γὰρ ἠξίουϲ ἐμὴν χάριν.
τὰ γὰρ κτητικαῖϲ ἀντωνυμίαιϲ ϲυνταϲϲόμενα ὀνόματά ἐϲτι, τῆϲ αὐτῆϲ πτώϲεωϲ τυχόντα καὶ τοῦ αὐτοῦ ἀριθμοῦ , ἐμὸν αὐλόν, ἐμὴν οἰκίαν, ἐμὴν χάριν. . . . ἐμοῦ οἷόν τέ ἐϲτι παραθέϲθαι τὸ ἕνεκα, ἕνεκα ἐμοῦ, ἐπὶ δὲ τοῦ χάριν ἐμὴν οὐκέτι, ἕνεκα ἐμήν. τὸ τοιοῦτον δέ φαμεν εἰϲ ἀπόδειξιν τοῦ τὸ χάριν ὄνομα εἶναι κατὰ τὰϲ τοιαύταϲ ϲυντάξειϲ. — οὐδὲν μέντοι κωλύοι καὶ τὸ ἔθιμον ἐκδέξαϲθαι ὄνομα , λιπούϲηϲ προθέϲεωϲ τῆϲ εἴϲ, ὥϲτε οὕτωϲ ἀκούειν, χάριν Ἀπολλωνίου εἰϲ χάριν Ἀπολλωνίου, εἴγε καὶ τὸ ἐμὴν χάριν ἐν ἴϲῳ ἐϲτὶ τῷ εἰϲ ἐμὴν χάριν. καὶ φαίνεται ὅτι ἡ ὕφεϲιϲ τῆϲ προθέϲεωϲ προῆξε τὸ χάριν ἰϲοδυναμεῖν τῷ ἕνεκα. πάνυ δέ ἐϲτι κἀκείνου ἀπόδειξιϲ. ἡ τοιαύτη ϲύνταξιϲ ἐπὶ γενικὴν φέρεται, χάριν Θἐωνοϲ, χάριν Δίωνοϲ, ἐφ’ οὐ ἔφαμεν λείπειν τὴν εἴϲ. τοιοῦτον δέ ἐϲτι καὶ τὸ ἐμὴν χάριν, εἴγε πᾶϲα κτητικὴ ἀντωνυμία γενικῆϲ ἐϲτι πτώϲεωϲ ἀντωνυμία, τοῦ ἐπιφερομένου κτήματοϲ ἀδιάφορον ἔχοντοϲ τὴν ἐπιo φορὰν τῆϲ πτώϲεωϲ. τούτου οὖν τῇδε ἔχοντοϲ, πάλιν τὸ ἐμὴν χάριν ἢ ϲὴν χάριν ἴϲον ἐϲτὶ τῷ χάριν μου, ὡϲ εἰ ἐμὴν δ ούλην δούλην μου, ἐμὴν οἰκίαν οἰκίαν μου.
Τοϲαῦτα περὶ τῶν αἰτιολογικῶν.
Παρὰ τοῖϲ πλείϲτοιϲ ἐϲτὶ πρόληψιϲ, ὡϲ οἱ καλούμενοι παραπληρωματικοὶϲημαϲίαν τινὰ οὐ ποιοῦνται. ὁ γοῦν Tρύφων (p 35 Velsen) ἐν τῷ ὅρῳ βουλόμενοϲ καὶ αὐτοὺϲ ἐμπεριλαβεῖν , φηϲὶ καὶ τὸ κεχηνὸϲ τῆϲ ἑρμηνείαϲ ἔϲτιν ὅπου παραπληρῶν, ἀπείκαϲε δὲ καὶ αὐτὸν ταῖϲ καλουμέναιϲ ϲτοιβαῖϲ. ὃν γάρ
, φηϲι, τρόπον εἰϲ τὰϲ ϲυνθέϲειϲ τῶν ἀμφορέων εὐχρηϲτεῖ ἡ τῶν ϲτοιβῶν παρένθεϲιϲ ὑπὲρ τοῦ μὴ καταθραύεϲθαι τοὺϲ ἀμφορεῖϲ, τὸν αὐτὸν δὴ τρόπον ὑπὲρ τοῦ τὰ τῆϲ φράϲεωϲ μὴ τραχύνεϲθαι ἥδε ἡ ϲύνταξιϲ τῶν μορίων παραλαμβάνεται.
Ἔτι δὲ καί τινέϲ φαϲιν οὐ δεόντωϲ αὐτὸϲ ϲυνδέϲμουϲ εἰρῆϲθαι, ϲύνδεϲμον γάρ
, φηϲι, καλεῖϲθαι καὶ αὐτὴν τὴν φωνὴν καὶ
καὶ τοῦτό φηϲι δεδωκώϲ, ὅτι οὐδὲν ϲυνδεϲμικὸν δηλοῦϲιν.τι πατρωνυμικὸν καὶ τὸ ἐν χαρακτῆρι πατρωνυμικὸν καί
Ἃ δὲ καὶ Τρύφων (p. 43 Velsen) παρέθετο, ἐκθήϲομαι. Φηϲίν· ἤτοι ϲυλλαβαί εἰϲιν ἢ λέξειϲ. καὶ εἰ μὲν ϲυλλαβαί, τινων λέξεών εἰϲι μέρη, καὶ ἤτοι τελικαὶ ἢ ἀρκτικαί.
καὶ τελικαὶ μέν λέγει δή , βούλομαι δή , ἀρκτικαὶ δέ ἐγὼ δὴ βούλομαι, ἐγὼ δὴ λέγω. ἦν δὲ ἐν ἀμφοτέροιϲ ἀϲύϲτατον. — Οὐ γάρ ἐϲτί τιϲ ϲυλλαβὴ παντὸϲ μέρουϲ λόγου ληκτική, γενήϲεται δὲ ἐν τῷ Ἀπολλ ώνιοϲ δή, ἐγὼ δή, βούλομαι δή· καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό. ἀλλ’ εἰ καὶ προϲτιθεμένη ἔξωθέν ἐϲτιν ἐν παραγωγῇ ϲυλλαβή , πάλιν τὸ αὐτὸ ἐπιχείρημα ἀρκέϲει· ἑκάϲτη γὰρ τῶν παραγομένων λέξεων δεκτική ἐϲτιν ἰδίαϲ ϲυλλαβῆϲ, ὡϲ τῶν τρίτων τὸ ϲι, λέγη ϲιν, ἔχῃϲι, παμφαίνῃϲιν· ἡ τῶν δευτέρων εἰϲ θᾶ, λέγῃϲθα φέρῃϲθα, καὶ ἐπὶ τῶν πρώτων τὸ μι,
τάων ἥν κ’ ἐθέλωμι (Ι 397 ),
οὐδ’ ἂν ἐῷμι (π 85?)·
καὶ οὐχ οἷόν τ’ ἐϲτὶν εἰπεῖν λέγωϲι οὔτε λέγωθα. καὶ ἐπὶ τῶν ὁμοίων τὸ αὐτό, λέγω δὲ πάλιν ἐπὶ τοῦ τοιόϲδε, μὴ κατὰ παντὸϲ ὀνόματοϲ ἐφικνεῖϲθαι τὸ δε· ἢ ὅτε οὕτωϲ φαμέν, τοῖοϲ τοιοῦτοϲ. πῶϲ οὖν πάλιν τὸ δή ἐϲτιν ἐν τῷ λέγω δή, λέγειϲ δή, λέγει δή; ϲαφὲϲ οὖν ὅτι τὸ τοιοῦτον μᾶλλον λέξεωϲ ᾔπερ ϲυλλαβῆϲ, εἴγε καὶ ἐν ἐπιρρήμοϲι
Οὕτω μὲν οὖν ϲυνάγει ὁ Τρύφων (p. 43 Velsen) ὡϲ οὐ ϲυλλαβαί, ᾧ καὶ ϲυνηγορήϲωμεν, ἔτι τινὰ προϲθέντεϲ. ϲυνάγει οὖν ὅτι λέξειϲ, παραλείπων τὸ ἀναγκαιότατον. ἐν γὰρ δὴ τῇ προτάϲει φηϲὶ τοῦ λόγου, εἰ λέξειϲ, ὀφείλουϲί τι δηλοῦν
. ὅπερ αὐτοὶ ἀναπληρώϲωμεν. οἷϲ δὲ λόγοιϲ ἐχρήϲατο εἰϲ τὸ λέξειϲ εἶναι, πάλιν ἐκθετέον. — Ϲαφὲϲ μὲν οὖν ὅτι, ἐν οἷϲ οὐ ϲυλλαβαί, ἐν τούτῳ λέξειϲ.
ἴδιόν τε λέξεων τὸ μεταλαμβάνεϲθαι εἰϲ ὁμοιοϲήμουϲ, βροτόϲ ἄνθ ρωποϲ, αὐτάρ δέ. τοιοῦτοι δὲ καὶ οἱ προκείμενοι ϲύνδεϲμοι νύ δή ῥά. — πᾶν μόριον ἐγκλιτικὸν λέξιϲ ἐϲτίν, ἦλθέ τιϲ, ἄνθρωπόϲ εἰμι· πάμπολλοι δέ εἰϲιν οἱ παραπληρωματικοὶ ἐν ἐγκλίϲει. ὡϲ ὁ γέ, ὁ ῥά, ὁ θήν,
ἦ νύ ϲέ που δέοϲ ἴϲχει (Ε 812)
καθ’ ἓν ἕκαϲτον μέροϲ λόγου ἡ ὀξεῖα ἀνέϲτη.
Τῆϲ μὲν οὖν φωνῆϲ κανόνεϲ οἵδε εἰϲί· τοῦ δὲ δηλουμένου, ὅπερ καὶ μᾶλλον ἀναγκαῖον ἦν, παραθετέον. — οὐκ εἴ τι μέροϲ λόγου κατά τινα λόγον παρέλκεται, τοῦτο οὐχὶ πάντωϲ λέξιϲ, ἐπεὶ οἷόν τ’ ἐϲτὶν εἰϲ τὸ τοιοῦτον παραθέϲθαι πάντα τὰ μέρη τοῦ λόγου ἔν τιϲι ϲυντάξεϲι, μάλιϲτα ὑπὸ ποιητικῆϲ ἀδείαϲ, πλεονάζοντα. ποίαν γὰρ ἔχει χώραν τὸ
πῇ ἔβη Ἀνδρομάχη λευκώλενοϲ (Ζ 377),
λέγω τὸ κατὰ τὸ λευκώλενοϲ; — ἀλλ’ ἴϲωϲ πρὸϲ τὸ τοιοῦτον ἐκεῖνο εἰρήϲεται· ἀλλ’ ἐν ἑτέροιϲ τὰ παρέλκοντα δηλοῦϲί τι, ἐπεὶ πάλιν οὐ παρέλκει τὸ
λευκώλενοϲ Ἥρη (Α 55),
δεδείξεται οὖν ὡϲ οὐ πάντοτε πλεονάζουϲιν οἱ παραπληρωματικοί, ἀλλὰ
οὗτόϲ γ’ Ἀτρείδηϲ, εὐρυκρείων Ἀγαμέμνων (Γ 178),
καὶ ἐν ϲυνδέϲμῳ ἆρά γε ἡμέρα ἐϲτί; καὶ ἐν τῷ ϲύ γε,
μὴ ϲύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεϲθαι (Π 89),
καὶ μέν τοί γε· οὐ μὴν ἔτι ἐν τῷ καλῶϲ γε· ἐπιτέταται γὰρ ἡ ἔκπληξιϲ. ἀλλὰ μὴν καὶ ἐν τῷ
τοῦτό γέ μοι χάριϲαι (lyr. gr. III3 p. 1356 Bergk),
τοῦτό
καὶ παντί γε προῦπτον, ὡϲ διαφέρει τὸ τοῦτο εἰπέ
ἀγαθόϲ περ ἐών (Α 131),
ϲώφρων περ ὤν· τὸ γὰρ ἐναντίον τῷ
τοῦτό γέ μοι χάριϲαι (lyr. gr. III3 p. 1356 Bergk),
ἀπειργάϲατο. — Ἃϲ ἔχει δυνάμειϲ ὁ καί, εἴπομεν. ἀλλὰ προϲλαβὼν τὸν μήν ἀποδεικτικὸϲ γίνεται, πάλιν ὑπαγομένηϲ ἐναντιώϲεωϲ, οὐ βλέπω, καὶ μ ὴν ἡμέρα ἐϲτίν·
ἐψεύϲατο, καὶ μὴν ἀγαθόϲ ἐϲτι. πῶϲ γὰρ ἄν τιϲ ἐπὶ τῶν τοιούτων ϲυντάξεων παρέλκειν φαίη τοὺϲ ϲυνδέϲμουϲ; ἕνεκα τούτου τὸ
ἀγαθόϲ περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ (Α 131)
εἰϲ τὸν δή μεταλαμβάνεται, ὅτι μὴ κυρίωϲ τὸ δηλούμενον αὐτοῦ ἀπαιτεῖ ὁ λόγοϲ. — Ὁ ἤ διαζευκτικὸϲ ἐπηύξηται διὰ τοῦ τοί, οἷον ἐν τῷ ἤτοι. ἀλλ’ οὐκέτι ἐν τῷ μέντοι οὐδὲ ἐν τῷ καίτοι. πάλιν γὰρ διαφέρει τὸ καί
οἱ μὲν δὴ παρ’ ὄχεϲφιν ἐρητύοντο μένοντεϲ (O 3),
καὶ τῶν παραπληϲίων. νοοῦμεν γὰρ λόγου ἔκλειψιν καὶ ἀρχὴν ἑτέρου, ὡϲ εἰ καὶ ἐν περιγραφῇ κατελιμπάνετο ὁμοίωϲ τῷ
ὣϲ οἱ μὲν Τρῶεϲ φυλακὰϲ ἔχον (Ι 1),
ὣϲ ὁ μὲν ἐνθ’ ἠρᾶτο (η 1).
Ἀλλὰ μὴν καὶ ἐν τοῖϲ καλουμένοιϲ πρὸϲ ἡμῶν μὲν ϲυλλογιϲτικοῖϲ, πρὸϲ δὲ τῶν Ϲτωικῶν ἐπιφορικοῖϲ ἔϲτι παραδέξαϲθαι τὴν ϲημαϲίαν αὐτῶν. τὸν τοίνυν ἐκ δύο παραπληρωματικῶν ϲυνεϲτῶτα, καὶ ἔτι μετὰ
ἀλλ’ ἐπεὶ πλείονεϲ μέν εἰϲι ταῖϲ φωναῖϲ, τοῖϲ δὲ δηλουμένοιϲ ἐλάττονεϲ, ἀρκετὴ ἡ ἐξ ἑνὸϲ ἑκάϲτου ἰϲοδυναμοῦντοϲ ἀπόδειξιϲ. περιϲϲὸν γὰρ τὸν ῥά παραλαμβάνειν τοῦ δή ἀποδειχθέντοϲ, ἢ τὸν θήν ἢ τὸν νύ, ἐπεὶ τὸ αὐτὸ τὸ
ἄλλοι μέν ῥα θεοί τε (Β 1)
τῷ
οἱ μὲν δὴ παρ’ ὄχεϲφι (O 3)
καὶ τῷ . . . Ταῦτα μὲν ὡϲ δηλοῦϲιν οἱ παραπληρωματικοί.
Κἀκεῖνο δὲ ὑποθηϲόμεθα, δι’ ἣν αἰτίαν ἀπὸ τοῦ πλεονάϲματοϲ τὴν ὀνομαϲίαν ἔϲχον. δέδοται γὰρ ὅτι ϲύνδεϲμοι καὶ δηλοῦϲί τι, τὸ δὲ πλεῖον ἀεὶ ἐπικρατεῖ τοῦ ἐλάττονοϲ. καὶ περιϲϲὸν εἰϲ τοῦτο παρατίθεϲθαι, χωρὶϲ εἰ μὴ ἐπ’ αὐτῶν τῶν ϲυνδέϲμων. ἀπειράκιϲ ο
πάλιν γὰρ παρελαμβάνετο εἰϲ δήλωϲίν τινοϲ
Προϲθείην δ’ ἂν καὶ τοῦτο, ὡϲ οὐδὲ ἀπὸ τοῦ δηλουμένου δυνατὸν ἦν τὴν ὀνομαϲίαν θέϲθαι. οἱ μὲν γὰρ ἄλλοι τῶν ϲυνδέϲμων ἐν πλείοϲιν ὄντεϲ φωναῖϲ ἓν ἐπηγγέλλοντο, τὸ ϲυμπλέκειν οἱ ϲυμπλεκτικοί, τὸ δὲ διαζευγνύειν οἱ διαζευκτικοί, τὸ δὲ διαπορεῖν οἱ διαπορητικοί, καὶ ἐπὶ τῶν ὑπολοίπων τὸ αὐτό. οἱ μέντοι παραπληρωματικοὶ οὐχ ἓν ἐπηγγέλλοντο κατὰ τὸ δηλούμενον, εἴγε ὁ μὲν δή περιγραφήν τινα ἐδήλου, ὁ δὲ πέρ ἐναντιότητά τινα μετ’ αὐξήϲεωϲ, καὶ ἔτι ὁ γέ μειότητα ἢ ἐπίταϲιν θαυμαϲμοῦ. καὶ εἰ διάφοροι κατὰ τὸ δηλούμενον, πῶϲ ῆν δυνατὸν μίαν ὀνομαϲίαν ἀπὸ τοῦ δηλουμένου χωρίϲαι; οὔτε γὰρ περιγραφικοί, ἐπεὶ οὐ πάντεϲ, οὔτε ἐναντιωματικοί , ὡϲ πρόκειται. ὑγιῶϲ ἄρα ἀπὸ τοῦ πεπλεονακότοϲ ϲχήματοϲ ἐπ
ἔνθεν ἀπὸ τῆϲ φωνῆϲ ἡ θέϲιϲ τοῦ ὀνόματοϲ. Καὶ τοϲαῦτα μὲν τὰ περὶ ἐννοίαϲ τῆϲ τῶν παραπληρωματικῶν.
Ἰτέον ἑξῆϲ ἐπὶ τὰϲ φωνάϲ.
Ποιητικὸν ὄντα τόν αὖ καὶ ἔτι τὸν τάρ θεματικοὺϲ ἂν παραδεξαίμεθα. τινὲϲ γάρ φαϲι τὸν αὐτάρ ϲύνδεϲμον ἀποκοπέντα μὲν εἶναι αὖ, ἀφαιρεθέντα δὲ τάρ. ἦν δὲ τὸ τοιοῦτον οὐκ ἀληθέϲ. τί γὰρ οὐχὶ ὁ ἀτάρ τοῦτ’ ἀνεδέχετο, ἐντελέϲτεροϲ ὤν; ἀλλ’ εἰ οὐ καθολικὰ τὰ πάθη, ἐκεῖνό γε ϲυνελέγξει τὸν λόγον. τὰ πάθη τῶν φωνῶν ἐϲτιν, οὐ τῶν ϲημαινομένων. τὸ δῶ δηλούμενον μὲν ἔχει τὸ δῶμα, οὐ μὴν λεγόμενον · τῆϲ γὰρ λεγομένηϲ φωνῆϲ ἦν τὸ πάθοϲ. καὶ ἔτι τὸ λῶ ἀφῃρημένον ἐκ τοῦ θέλω, ἢ καὶ τὸ βῆ ἐκ τοῦ ἔβη, πάλιν τὸ αὐτὸ ἔχει δηλούμενον. ἔϲτι γοῦν καὶ ἐπὶ μιᾶϲ λέξεωϲ τὸ αὐτὸ παραϲτῆϲαι. τὸ ἄβαλε ἐντελέϲ ἐϲτι, καὶ ϲαφὲϲ ἐκ τῆϲ ἐκτάϲεωϲ τοῦ α. καὶ ἀφαιρεθὲν γὰρ τὸ αὐτὸ δηλοῖ,
βάλε δή, βάλε κηρύλοϲ εἴην (Alcm. fr. 26 Bergk3 ).
ἀλλὰ μὴν καὶ ἀποκοπὲν τὸ α. . . . . . ὅπερ πάλιν μέγιϲτον τεκμήριόν ἐϲτι τοῦ τὸ ἄβαλε μὴ πεπλεονακέναι τῷ α. οὐ γὰρ εἰϲ τὸν πλεοναϲμὸν καταντῶϲιν ἀεὶ αἱ ἀποκοπαί, οὐδ’ οἱ πλεοναϲμοὶ τὸ δηλούμενον ἔχουϲιν, ἐπεὶ οὐκέτι πλεοναϲμοί. τὸ γοῦν ἀλαλητόϲ οὐ διὰ τοῦ κατ’ ἀρχὴν α τὸ λαλητόϲ ποτε δηλώϲει, οὐδὲ ἄλλο τι τῶν οὕτωϲ πεπλεονακότων. εἴπερ οὖν ὁ αὐτάρ ϲύνδεϲμόϲ ἐϲτι ϲυμπλεκτικόϲ, καὶ ὁ τάρ ϲυμπλεκτικὸϲ γενήϲεται καὶ ὁ αὖ· εἰ δὲ παραπληρωματικὸϲ ὁ αὖ καὶ ὁ τάρ, τμῆμα ὄντεϲ τοῦ αὐτάρ, καὶ ὁ αὐτάρ παραπληρωματικόϲ.
Ἐπὶ γοῦν τοῦ ἄρα οὐκ ἔϲτιν ἄντικρυϲ οὕτωϲ ἀπώϲαϲθαι τὸν λόγον, καθὸ οὐ μόνον ἐπιφορικὸϲ π
ὣϲ ἄρα μιν εἰπόντα τέλοϲ θανάτοιο κάλυψε (Π 502),
καὶ
τὸν δ’ ἄρα
φαϲὶ γὰρ καὶ ἐπὶ τούτων τὸν μὲν ῥά ἀφαιρεθῆναι τοῦ α, τὸν δὲ ἄρ
Η. Ἐν ἀρχῇ τιθέμενοϲ περιϲπᾶται, ἐν δὲ ὑποτάξει ἐγκλίνεται,
ἦ μεγάλ’ ἐβρόντηϲαϲ (υ 113),
μεγάλα δὴ ἐβρόντηϲαϲ·
τί ἢ δὲ ϲὺ νόϲφιν ἀπ’ ἄλλων (Ο 244)·
ἐν ἴϲῳ γάρ ἐϲτι τῷ τί δή φηϲὶν ὁ Τρύφων (p. 44 Velsen) τὸν λόγον ψευδῆ εἶναι, ἐπεὶ οὐκ ἔϲτιν ἐπ’ ἄλλων μερῶν λόγου τὸ τοιοῦτον ἐπιδεῖξαι. τὰ γὰρ οὕτω καὶ
. τῷ αὐτῷ λόγῳ πλέον ἐπεμέμφετο τοὺϲ ἐγκλίνονταϲ μὲν κατ’ ἀρχὴν τὸ ωc, ἐν δὲ μέϲῃ τῇ φράϲει περιϲπῶνταϲ,
οὐ πάντωϲ τῷ δηλουμένῳ παρήλλακται, ὡϲ ἔχει τὰ ἀντωνυμικά, ἐμοῦ ἥρπαϲεν, ἥρπαϲέ μου· ϲοῦ ἥρπαϲεν, ἥρπαϲέ ϲου. προϲθείημεν δ’ ἂν καὶ τὰ πύϲματα οὕτω λεγόμενα ποῦ ἀπῆ λθεϲ; ἀπ ῆλθέϲ που· πῶϲ ἀπῆλθεϲ; ἀπῆλθέϲ πωϲ. παρείπετο οὖν καὶ τῷ η ταὐτόν
ἀλλ’ οὐδ’ ὧϲ ἑτάρουϲ ἐρρύϲατο (α 6).
πάλιν τῷ αὐτῷ λόγῳ, ὅτι μὴ τῶν ἐγκλιτικῶν τὸ ωϲ, καθὼϲ τὸ ἐναντίον ἀνεδέξατο, ὅπου γε τὰ μὲν μεϲαζόμενα ἀποβάλλει τὴν περιϲπωμένην, τὰ δὲ ἐν ἀρχῇ παραλαμβανόμενα εἰ ἐπιδέχοιτο τὴν περιϲπωμένην, πάντωϲ τὴν αὐτὴν παραλαμβάνει, ὡϲ ἔχει
δὴ τότε μητιόωντο (M 17)·
τὸ γὰρ αὐτὸ τῷ τότε δή. ἦν οὖν
, φηϲί, πλεοναϲμὸϲ τοῦ η ἐν τῷ τίη, ᾧ ·λόγῳ καὶ τὸ λεγοίη, φεροίη πλεονάζουϲι τῷ η, καὶ ὡϲ ἀπὸ τοῦ ἐγών τὸ ἐγώνη παρὰ Ταραντίνοιϲ, καὶ ἐν μέϲῃ λέξει τὸ πολεμήια, πολιήτηϲ, μυθιήτηϲ, καὶ ἐν ἀρχῇ τὸ ἠβαιόν.
καὶ ἦν ϲυγκαταθέϲθαι
Καὶ περὶ ἐκείνου δὲ διαληπτέον, εἰ ἐν τῷ
ἦ δὴ πολλὸν ἀποιχομένου
τοῖϲ τε παραπληϲίοιϲ πλεοναϲμόϲ ἐϲτι τοῦ η, καθώϲ τιϲιν ἔδοξεν, οἷϲ καὶ παρείπετο τὸ ἐγκλίνειν τὴν ϲυλλαβήν, ᾧ λόγῳ καὶ ὁ μέν ἐν τῷ ἠμέν πλεονάϲαϲ τῷ η, καὶ ὁ δέ ἐν τῷ ἠδέ καὶ ἔτι ἰδέ,
ἰδὲ φρεϲὶ πευκαλίμῃϲιν (Ξ 165).
Ἔϲτιν εἰπεῖν , ὡϲ ἐπὶ τῶν προκειμένων ϲυνδέϲμων ἡ γραφὴ τοῦ η ἢ τοῦ ι οὐχ ὑπηγόρευε ϲυνδεϲμικὴν θέϲιν παράλληλον. οὔτε γάρ ποτε ὁ ἤ ϲύνδεϲμοϲ ϲυμπλεκτικόϲ, οὔτε τὸ ι. ἔνθεν οὖν ϲυλλαβαί , καὶ εἰ ϲυλλαβαί , πλεοναϲμοί. ἔφαμεν δὲ καὶ ἐν τῷ περὶ αὐτῶν, ὡϲ οὐκ ἄλογοϲ ἐγένετο ὁ πλεοναϲμόϲ. ἐπὶ μέντοι τοῦ
ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυϲῆοϲ (α 253)
ὑπήντα καὶ γραφὴ ϲυνδεϲμικὴ τοῦ παραπληρωματικοῦ καὶ ἀνάλογοϲ θέϲιϲ, ὡϲ εἰ καὶ κατ’ ἰδίαν ἐλέγετο
ἦ μάλα δὴ τέθνηκεν (Ϲ 12).
ἀλλὰ μὴν τὸ ἐπάλληλον ὅμοιον καθεϲτηκὸϲ
ἤτοι μὲν Μενέλαοϲ (Γ 213),
ὅτι γὰρ παρεγένετο,
καί τε χαλιφρονέοντα (ψ 13).
Οὐδὲ ἐκεῖνο δὲ ὑγιέϲ, καθότι τινὲϲ πάλιν ὑπέλαβον, ἕνα εἶναι τὸν δή καὶ τὸν ἤ,
ὡϲ εἰ καὶ τὸ μία ἀφαιρεθέντοϲ τοῦ μ ἐν τῷ ἴα , ἢ τὸ γαῖα ἐν τῷ αἶα. — πρῶτον τί
ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυϲῆοϲ (α 253)
οὐκ ἐν ἐπαλληλότητι ἔχει ἕνα ϲύνδεϲμον τὸν δή.
θήν, ῥά, νύ, πού. Εἴρηται ὡϲ ἰϲοδυναμοῦϲι τῷ δή, καὶ ὡϲ μᾶλλον ποιητικοί. τῆϲ μέντοι ϲυντάξεωϲ διαφορὰν ἔχουϲιν. ὁ μὲν γὰρ δή καὶ ἤ καὶ αὖ ἀνέγκλιτοι, ὁ δὲ θήν καὶ νύ καὶ ῥά ἐγκλιτικοί. εἴρηται δὲ καὶ περὶ τοῦ πού ὡϲ οὐκ εἴη ϲύνδεϲμοϲ, ἐπίρρημα δὲ παρέλκον.
Πέρ. Εἴρηται καὶ ὑπὲρ τούτου, ὡϲ ἐναντιωματικόϲ ἐϲτι. διὸ καὶ τοῦτο προϲτιθέαϲι καὶ τὸ ἔμπηϲ καὶ τὸ ὅμωϲ. κατ’ ἴϲην γὰρ δύναμιν τὰ μόρια λαμβάνεται, ποιητικὸν μέντοι τὸ ἔμπηϲ καὶ ϲύνηθεϲ τὸ ὅμωϲ. λαμβάνεται μέντοι τὸ ἔμπηϲ καὶ ἐπὶ τοῦ ὁμοίωϲ, ὡϲ ἐπὶ τοῦ
ἔμπηϲ μοι τοῖχοι μεγάρων καλαί τε μεϲόδμαι (τ 37),
ἔμπηϲ ἐϲ γαῖάν τε καὶ οὐρανὸν ἵκετ’ ἀυτμή (Ξ 174).
Ουκουν. Ὁ οὐκοῦν καλεῖται πρὸϲ ἐνίων ἐπιλογιϲτικόϲ, πρὸϲ
ὅτε δὲ τὸ οὖν ἔχει καὶ ἐν δηλουμένῳ, οὐκέτι τὴν οὔ ἀπόφαϲιν ἔχει. παρὰ μὲν οὖν τὴν ἐπικράτειαν τοῦ ἐπιρρήματοϲ καὶ ἡ βαρεῖα κατὰ τέλοϲ πίπτει (ἀπειράκιϲ γὰρ τίθεται ἀντὶ τῆϲ οὔ ἀποφάϲεωϲ)· παρὰ δὲ τὴν τοῦ