Προμηθευς δεσμωτης
Αισχυλου προμηθευς δεσμωτης
Υποθεσις
Προμηθέως ἐν Σκυθίᾳ δεδεμένου διὰ τὸ κεκλοφέναι τὸ πῦρ πυνθάνεται
Ἰὼ πλανωμένη, κατ᾽ Αἴγυπτον γενομένη ὅτι ἐκ τῆς ἐπαφήσεως τοῦ Διὸς
τέξεται τὸν Ἔπαφον. Ἑρμῆς τε παράγεται ἀπειλῶν αὐτῷ κεραυνωθή-
σεσθαι, ἐὰν μὴ εἴπῃ τὰ μέλλοντα ἔσεσθαι τῷ Διί, καὶ τέλος βροντῆς
5??? γενομένης ἀφανὴς γίνεται ὁ Προμηθεύς.
Κεῖται ἡ μυθοποιία ἐν παρεκβάσει παρὰ Σοφοκλεῖ ἐν Κόλχοις,αργυμεντυμ] 6 Κόλχοις] Κολχίσι βρυνξκ παρὰ
δ᾽ Εὐριπίδῃ ὅλως οὐ κεῖται. ἡ μὲν σκηνὴ τοῦ δράματος ὑπόκειται ἐν
Σκυθίᾳ ἐπὶ τὸ Καυκάσιον ὄρος: ὁ δὲ χορὸς συνέστηκεν ἐξ Ὠκεανίδων
νυμφῶν. τὸ δὲ κεφάλαιον αὐτοῦ ἐστι Προμηθέως δέσις.
Τὰ τοῦ δράματος πρόσωπα:
Κράτος καὶ Βία
Ἥφαιστος
Προμηθεύς
χορὸς Ὠκεανίδων
Ὠκεανός
Ἰὼ Ἰνάχου
Ἑρμῆς
[Γῆ
Ἡρακλῆςδραματις περσοναε] Γῆ ετ Ἡρακλῆς εχ Προμηθέως Λυομένου περσονις ερρορε ηυξ τρανσλατι]
Κράτος
Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
Σκύθην ἐς οἶμον, ἄβατον
ἄβατον schol. Rav. Ar. Ran. 814 et recc.: ἄβατόν τ᾽ M: ἄβροτον (e Suida et schol. Hom. Il. xiv. 78) Porson εἰς ἐρημίαν.
Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
ἀδαμαντίνων δεσμῶν ... πέδαις (e schol. Ar. Ran. 814) Canter: ἀδαμαντίναις πέδῃσιν ... πέτραις M
τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
θνητοῖσι κλέψας ὤπασεν: τοιᾶσδέ τοι
ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
Ἥφαιστος
Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι:
ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν
δῆσαι βίᾳ φάραγγι πρὸς
πρὸς] τῇ (προς supra scr.) M δυσχειμέρῳ.
πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν:
ἐξωριάζειν
ἐξωριάζειν] εὐωριάζειν e Phot. et Hesych. Porson γὰρ πατρὸς λόγους βαρύ.
τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι
προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ
πάγῳ recc.: τόπῳ M
ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ
χροιᾶς ἀμείψεις ἄνθος: ἀσμένῳ δέ σοι
ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν:
αἰεὶ
αἰεὶ G: ἀεὶ cett. codd. δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
τρύσει σ᾽: ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
τοιαῦτ᾽ ἐπηύρου
ἐπηύρου Elmsley: ἐπηύρω M τοῦ φιλανθρώπου τρόπου.
θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ:
πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
φθέγξει: Διὸς γὰρ δυσπαραίτητοι φρένες:
ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
Κράτος
εἶεν, τί μέλλεις καὶ κατοικτίζει μάτην;
τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
Ἥφαιστος
τὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία.
Κράτος
σύμφημ᾽: ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
Κρ. add. m1
οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
Ἥφαιστος
αἰεί γε
αἰεί γε rec.: αἰεί τε M δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
Κράτος
ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι: σὺ δὲ
τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
Ἥφαιστος
ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
Κράτος
τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
Ἥφαιστος
ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
Κράτος
ἅπαντ᾽ ἐπαχθῆ
ἐπαχθῆ Stanley: ἐπράχθη codd. πλὴν θεοῖσι κοιρανεῖν.
ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
Ἥφαιστος
ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
Κράτος
οὔκουν ἐπείξει τῷδε δεσμὰ περιβαλεῖν,
ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῇ πατήρ;
Ἥφαιστος
καὶ δὴ πρόχειρα ψάλια
ψέλια recc. δέρκεσθαι πάρα.
Κράτος
βαλών
βαλών Stanley: λαβών codd. νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
Ἥφαιστος
περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.
Κράτος
ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.
πόρον M recc.: πόρους (e schol. Ar. Eq. 756) Porson
Ἥφαιστος
ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως.
Κράτος
καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
Ἥφαιστος
πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
Κράτος
ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως.
Ἥφαιστος
αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω
ὑποστένω mutatum in ὑπερστένω M πόνων.
Κράτος
σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ
στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
Ἥφαιστος
ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
Κράτος
ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.
τωνδε, ό supra scr. M
ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
Ἥφαιστος
δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν.
Κράτος
ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
Ἥφαιστος
καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.
Κράτος
ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας:
ὡς οὑπιτιμητής γε
γε recc. m1: σε M τῶν ἔργων βαρύς.
Ἥφαιστος
ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
Κράτος
σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν
ὀργῆς τε τραχυτῆτα μὴ ᾽πίπλησσέ μοι.
Ἥφαιστος
στείχωμεν: ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.
Κράτος
ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
συλῶν ἐφημέροισι προστίθει. τί σοι
οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων;
ψευδωνύμως σε δαίμονες Προμηθέα
καλοῦσιν: αὐτὸν γάρ σε δεῖ προμηθέως,
ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσει τέχνης.
τέχνης M: τύχης recc. aliquot
Προμηθεύς
ὦ δῖος
δῖος Victorius: διὸς codd. αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
ἀνήριθμον γέλασμα, παμμῆτόρ
παμμῆτόρ recc.: παμμήτωρ M τε γῆ,
καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ:
ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός.
δέρχθηθ᾽ οἵαις αἰκίαισιν
διακναιόμενος τὸν μυριετῆ
Προμηθεύς
χρόνον ἀθλεύσω.
τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων
ἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ.
φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον
πῆμα στενάχω, πῇ
πῇ Turnebus: ποῖ codd. ποτε μόχθων
χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι.
καίτοι τί φημι; πάντα προυξεπίσταμαι
σκεθρῶς τὰ μέλλοντ᾽, οὐδέ μοι ποταίνιον
πῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ᾽ ὅτι
τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος.
ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
οἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα
πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας:
ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης
πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
τοιῶνδε
τοιῶνδε recc.: τοιάσδε M ποινὰς ἀμπλακημάτων τίνω
ὑπαιθρίοις
ὑπαιθρίοις Blomfield: ὑπαίθριος codd. δεσμοῖς πεπασσαλευμένος.
δεσμοῖς πεπασσαλευμένος C. G. Haupt: δεσμοῖσι πασσαλευμένος M recc. aliquot: δεσμοῖσι πασσαλευτός recc. plerique
Προμηθεύς
ἆ ἆ [ἔα ἔα].
ἔα ἔα seclusit Dindorf
τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγής,
θεόσυτος,
θεόσυτος rec.: θεόσυτος codd. cett. ἢ βρότειος, ἢ κεκραμένη;
ἵκετο τερμόνιον ἐπὶ πάγον
πόνων ἐμῶν
ἐμῶν recc.: ἡμῶν M θεωρός, ἢ τί δὴ θέλων;
ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν,
τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
Προμηθεύς
δι᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι
τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
διὰ τὴν λίαν φιλότητα βροτῶν.
φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω
πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖς
πτερύγων ῥιπαῖς ὑποσυρίζει.
πᾶν μοι φοβερὸν τὸ προσέρπον.
Χορός
μηδὲν φοβηθῇς: φιλία γὰρ ἅδε
ἅδε Hermann: ἥδε codd. τάξις
πτερύγων θοαῖς ἁμίλλαις
προσέβα τόνδε πάγον, πατρῴας
μόγις παρειποῦσα φρένας.
κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι:
κτύπου γὰρ ἀχὼ χάλυβος διῇξεν ἄντρων
μυχόν, ἐκ δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν
θεμερῶπιν M: θερμερῶπιν (ρ adscripto verae lectioni) m1 recc. αἰδῶ:
σύθην δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ.
Προμηθεύς
αἰαῖ αἰαῖ,
αἲ ter M
τῆς πολυτέκνου Τηθύος ἔκγονα,
τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου
χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες
πατρὸς Ὠκεανοῦ,
δέρχθητ᾽, ἐσίδεσθ᾽ οἵῳ δεσμῷ,
προσπορπατὸς
προσπορπατὸς adscripsit m1: πρὸς πατρὸς M τῆσδε φάραγγος
σκοπέλοις ἐν ἄκροις
φρουρὰν ἄζηλον ὀχήσω.
Χορός
λεύσσω, Προμηθεῦ: φοβερὰ
φοβερὰ] δνοφερὰ Hirschig δ᾽ ἐμοῖσιν ὄσσοις
ὁμίχλα προσῇξε πλήρης
δακρύων σὸν δέμας εἰσιδοῦσαν
εἰσιδοῦσαν Hermann: εἰσίδουσα M: εἰσιδοῦσιν recc. aliquot
πέτραις προσαυαινόμενον
ταῖσδ᾽
ταῖσδ᾽ Victorius: ταῖς codd. ἀδαμαντοδέτοισι Turnebus: ἀδαμαντοδέτοις M recc. ἀδαμαντοδέτοισι λύμαις:
νέοι γὰρ οἰακονόμοι κρατοῦσ᾽ Ὀλύμπου:
νεοχμοῖς δὲ δὴ νόμοις Ζεὺς ἀθέτως
ἀθέτως ex Hesych. Bentley: ἀθέσμως codd. κρατύνει,
τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
Προμηθεύς
εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽
θ᾽ Turnebus, Ἅιδου Blomfield: τ᾽ ἀίδου codd. Ἅιδου
τοῦ νεκροδέγμονος εἰς ἀπέραντον
Τάρταρον ἧκεν,
δεσμοῖς ἀλύτοις ἀγρίως
ἀγρίως recc.: ἀγρίοις M πελάσας,
ὡς μήτε
ὡς μήτε Turnebus: ὡς μήποτε codd. θεὸς μήτε τις ἄλλος
τοῖσδ᾽ ἐπεγήθει.
νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας
ἐχθροῖς ἐπίχαρτα πέπονθα.
Χορός
τίς ὧδε τλησικάρδιος
θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ;
τίς οὐ ξυνασχαλᾷ κακοῖς
τεοῖσι, δίχα γε Διός; ὁ δ᾽ ἐπικότως ἀεὶ
αἰεὶ M
θέμενος ἄγναμπτον νόον
δάμναται οὐρανίαν
γένναν, οὐδὲ λήξει, πρὶν ἂν ἢ κορέσῃ κέαρ,
ἢ παλάμᾳ τινὶ τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
Προμηθεύς
ἦ μὴν ἔτ᾽ ἐμοῦ,
ἔτ᾽ ἐμοῦ recc.: ἔτ᾽ ἀπ᾽ ἐμοῦ M καίπερ κρατεραῖς
ἐν γυιοπέδαις
γυιοπέδαις recc.: γυοπέδαις M αἰκιζομένου,
χρείαν ἕξει μακάρων πρύτανις,
δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽
ὑφ᾽ ex ἀφ᾽ factum M ὅτου
σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
καί μ᾽ οὔτε
οὔτε Porson: οὔτι recc.: οὔτοι M μελιγλώσσοις πειθοῦς
ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽
οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ
καταμηνύσω,
πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
ποινάς τε τίνειν
τε τίνειν Porson: τέ μοι τίνειν M
τῆσδ᾽
τῆσδ᾽ recc.: τῆς M αἰκίας ἐθελήσῃ.
Χορός
σὺ μὲν θρασύς τε καὶ πικραῖς
δύαισιν οὐδὲν ἐπιχαλᾷς,
ἄγαν δ᾽ ἐλευθεροστομεῖς.
ἐμὰς δὲ φρένας ἐρέθισε
ἐρέθισε Turnebus: ἠρέθισε codd. διάτορος φόβος:
δέδια δ᾽
δ᾽ Proson: γὰρ codd. ἀμφὶ σαῖς τύχαις,
πᾷ
πᾷ Turnebus: ὕπᾳ M: ὅπα recc. ποτε τῶνδε πόνων
χρή σε τέρμα κέλσαντ᾽ ἐσιδεῖν: ἀκίχητα γὰρ
ἤθεα καὶ κέαρ ἀπαράμυθον
ἀπαράμυθον recc. aliquot: οὐ παράμυθον M, recc. cett. ἔχει Κρόνου παῖς.
Προμηθεύς
οἶδ᾽ ὅτι τραχὺς καὶ
καὶ recc.: τε καὶ M recc. plerique παρ᾽ ἑαυτῷ
τὸ δίκαιον ἔχων Ζεύς: ἀλλ᾽ ἔμπας [ὀίω]
ὀίω (in M ex ἰὼ factum) eiecit Brunck
μαλακογνώμων
ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ:
ῥαισθῇ recc. plerique: ῥωσθῇ (ω in litura) M
τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν
εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
σπεύδων σπεύδοντί ποθ᾽ ἥξει.
Χορός
πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον,
ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι,
οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται:
δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
Προμηθεύς
ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.
ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου
στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο,
οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
σπεύδοντες, ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν,
ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
οὐκ ἠδυνήθην: αἱμύλας δὲ μηχανὰς
ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
ᾤοντ᾽ ἀμοχθὶ πρὸς βίαν τε δεσπόσειν:
ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
τὸ μέλλον ᾗ κραίνοιτο
κρανοῖτο Elmsley προυτεθεσπίκει,
ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερὸν
χρείη,
χρείη Dawes: χρὴ: ἢ M (χρεῖ᾽ ἦ in margine m1): χρὴ ἢ recc. δόλῳ δὲ
δὲ omissum in M supplevit m1
τοὺς ὑπερσχόντας
ὑπερσχόντας Proson: ὑπερέχοντας codd. κρατεῖν.
τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου
οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
κράτιστα δή μοι τῶν παρεστώτων τότε
ἐφαίνετ᾽ εἶναι προσλαβόντα
προσλαβόντα recc.: προσλαβόντι M μητέρα
ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ
ὁ τῶν θεῶν τύραννος ὠφελημένος
κακαῖσι ποιναῖς ταῖσδέ μ᾽ ἀντημείψατο.
ἀντημείψατο recc.: ἐξημείψατο M
ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα
αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα
ἄλλοισιν ἄλλα, καὶ διεστοιχίζετο
ἀρχήν, βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
οὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένος
τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
καὶ τοισίδ᾽ οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
ἐγὼ δ᾽ ἐτόλμησ᾽:
δ᾽ ἐτόλμησ᾽ rec.: δὲ τόλμησ᾽ M: δὲ τόλμης vel δὲ τολμῆς recc. ἐξελυσάμην βροτοὺς
τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν:
θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
ἀλλὰ νηλεῶς Elmsley: ἀλλ᾽ ἀνηλεῶς codd.
ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
Χορός
σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
μόχθοις: ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε
ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην
ἠλγύνθην recc.: ἀλγύνθην M κέαρ.
Προμηθεύς
καὶ μὴν φίλοις <γ᾽>
γ᾽ add. Wecklein ἐλεινὸς
ἐλεινὸς Porson: ἐλεεινὸς codd. εἰσορᾶν ἐγώ.
Χορός
μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
Προμηθεύς
θνητοὺς
θνητοὺς recc.: θνητούς τ᾽ M ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
Χορός
τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
Προμηθεύς
τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
Χορός
μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.
Προμηθεύς
πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
Χορός
καὶ νῦν φλογωπὸν πῦρ
πῦρ] σπέρμ᾽ Weil ἔχουσ᾽ ἐφήμεροι;
Προμηθεύς
ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
Χορός
τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν
Προμηθεύς
αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.
Χορός
οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
Πρ. Χο. add. Welcker: choro continuant codd.
Προμηθεύς
οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
Χορός
δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν
καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μὲν
μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.
Προμηθεύς
ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα
ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς
πράσσοντ᾽:
τὸν κακῶς πράσσοντ᾽ Stanley: τοὺς κ. πράσσοντας codd. ἐγὼ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἠπιστάμην.
ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι:
θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
οὐ μήν τι ποιναῖς γ᾽ ᾠόμην τοίαισί με
τοιαῖσδε Wecklein
κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου.
καί μοι
καίτοι Robortello τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη,
πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
ἀκούσαθ᾽, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
πίθεσθέ
πίθεσθε (bis) Blomfield: πείθεσθε (bis) codd. μοι, πίθεσθε, συμπονήσατε
τῷ νῦν μογοῦντι. ταὐτά τοι
ταὐτά τοι schol. et recc.: ταῦτά τοι M πλανωμένη
πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει.
Χορός
οὐκ ἀκούσαις ἐπεθώυξας
τοῦτο, Προμηθεῦ.
καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν
πόρον οἰωνῶν, ὀκριοέσσῃ
χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
χρῄζω διὰ παντὸς ἀκοῦσαι.
Ὠκεανός
ἥκω δολιχῆς τέρμα κελεύθου
διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν
γνώμῃ στομίων ἄτερ εὐθύνων:
ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
τό τε γάρ με, δοκῶ, συγγενὲς οὕτως
ἐσαναγκάζει,
χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί.
γνώσει δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην
χαριτογλωσσεῖν
χαριτογλωσσεῖν ex Athenaeo Turnebus: σὲ τὸ χαριτογλωσσεῖν M ἔνι μοι: φέρε γὰρ
σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν:
οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ
φίλος ἐστὶ βεβαιότερός σοι.
Προμηθεύς
ἔα: τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν
ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
αὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτορα
ἐλθεῖν ἐς αἶαν; ἢ θεωρήσων τύχας
ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
οἵαις ὑπ᾽ αὐτοῦ πημοναῖσι κάμπτομαι.
Ὠκεανός
ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
νέους: νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω
θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον
ὄχλον Döderlein: χόλον codd.
παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
ἀλλ᾽, ὦ ταλαίπωρ᾽, ἃς ἔχεις ὀργὰς ἄφες,
ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε:
τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς,
πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις.
οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ.
καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων:
σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.
ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι
γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
Προμηθεύς
ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς,
πάντων μετασχὼν
μετασχεῖν Weil καὶ τετολμηκὼς ἐμοί.
συντετολμηκώς τ᾽ Jebb (ad Ant. 537)
καὶ νῦν ἔασον μηδέ
μηδέ recc.: μηδέν M σοι μελησάτω.
πάντως γὰρ οὐ πείσεις
πείσεις recc.: πείθεις M νιν: οὐ γὰρ εὐπιθής.
εὐπιθής recc.: εὐπειθής M
πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
Ὠκεανός
πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
ἢ σαυτόν: ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
ὁρμώμενον δὲ μηδαμῶς μ᾽
μ᾽ add. recc. duo: omittunt codd. cett. ἀντισπάσῃς.
αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
Προμηθεύς
τὰ μέν σ᾽ ἐπαινῶ κοὐδαμῇ
κοὐδαμῇ recc.: κ᾽ οὐδὲ μὴ M λήξω ποτέ:
προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
μηδὲν πόνει: μάτην γὰρ οὐδὲν ὠφελῶν
ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων:
ἐγὼ γὰρ οὐκ εἰ δυστυχῶ, τοῦδ᾽ οὕνεκα
θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
οὐ δῆτ᾽, ἐπεί με χαἰ
χαἰ Porson: καὶ codd. κασιγνήτου τύχαιOceano tribuunt codd.: recte Prometheo continuavit Elmsley
τείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς
πρὸς recc.: ἐς M ἑσπέρους τόπους
ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς
ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
ἄντρων ἰδὼν ᾤκτειρα, δάιον τέρας
ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
Τυφῶνα θοῦρον, πᾶσι δ᾽
πᾶσι δ᾽ Minckwitz, Hermann: πᾶσιν ὃς M recc. aliquot ἀντέστη θεοῖς,
σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον:
φόβον] φόνον recc.
ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας,
ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ:
ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
καὶ νῦν ἀχρεῖον καὶ παράορον
παράορον Bergk: παράωρον M δέμας
κεῖται στενωποῦ πλησίον θαλασσίου
ἰπούμενος
ἰπούμενος M: ἰπνούμενος m1 recc. ῥίζαισιν Αἰτναίαις ὕπο:
κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
Ἥφαιστος: ἔνθεν ἐκραγήσονταί ποτε
ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
τῆς καλλικάρπου Σικελίας λευροὺς γύας:
τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
θερμοῖς
θερμοῖς rec.: θερμῆς codd. cett. ἀπλάτου
ἀπλάτου Schütz: ἀπλήστου codd. βέλεσι πυρπνόου ζάλης,
καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου
Πρ. add. m1
χρῄζεις: σεαυτὸν σῷζ᾽ ὅπως ἐπίστασαι:
ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
ἔς τ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
Ὠκεανός
οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
Προμηθεύς
ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ
ἰσχναίνῃ recc.: ἰσχναίει (ν postea inserto in ἰσχναίνει mutatum M βίᾳ.
Ὠκεανός
ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
Προμηθεύς
μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν.
Ὠκεανός
ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
Προμηθεύς
ἐμὸν δοκήσει τἀμπλάκημ᾽ εἶναι τόδε.
Ὠκεανός
σαφῶς μ᾽ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
Προμηθεύς
μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
Ὠκεανός
ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
Προμηθεύς
τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῇ κέαρ.
Ὠκεανός
ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
Προμηθεύς
στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.
Ὠκεανός
ὁρμωμένῳ μοι τόνδ᾽ ἐθώυξας λόγον.
λευρὸν γὰρ οἶμον αἰθέρος ψαίρει πτεροῖς
τετρασκελὴς οἰωνός: ἄσμενος δέ τἂν
δέ τἂν Blomfield: δ᾽ ἔτ᾽ ἂν M
σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.
Χορός
στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ:
δακρυσίστακτα
δακρυσίστακτα Minckwitz: δακρυσίστακτον codd. δ᾽ ἀπ᾽ ὄσσων
ῥαδινῶν λειβομένα ῥέος παρειὰν
νοτίοις ἔτεγξα παγαῖς:
ἀμέγαρτα γὰρ τάδε Ζεὺς
ἰδίοις νόμοις κρατύνων
ὑπερήφανον
ὑπερήφανος, ν supra scr., M θεοῖς τοῖς
πάρος ἐνδείκνυσιν
ἐνδείκνυσιν recc.: ἐνδεικνύειν M αἰχμάν.
Χορός
πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα,
μεγαλοσχήμονά τ᾽ ἀρχαι-
οπρεπῆ.... στένουσι τὰν σὰνlacuna varie suppleta: περθομέναν Dindorf: δυρόμενοι Fritzsche: θ᾽ ἑσπέριοι Wecklein: nihil certum
συνομαιμόνων τε τιμάν,
ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς
Ἀσίας ἕδος νέμονται,
μεγαλοστόνοισι σοῖς πή-
μασι συγκάμνουσι θνατοί.
Χορός
Κολχίδος τε γᾶς ἔνοικοι
παρθένοι, μάχας ἄτρεστοι,
καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
ἔσχατον τόπον ἀμφὶ Μαι-
ῶτιν ἔχουσι λίμναν,
Χορός
†Ἀραβίας
Ἀραβίας] Ἀρίας Heimsoeth τ᾽ ἄρειον ἄνθος,
ὑψίκρημνον οἳ
οἳ Elmsley: θ᾽ οἳ M codd. plerique πόλισμα
Καυκάσου πέλας νέμονται,
νέμονται recc.: νέμουσι M
δάιος στρατός, ὀξυπρῴ-
ροισι βρέμων ἐν αἰχμαῖς.
Χορός
†μόνον δὲ
δὲ recc.: δὴ M πρόσθεν [ἄλλον
ἄλλον seclusit Hermann] ἐν πόνοιςolim pro epodo habitum: rectius in stropham et antistr. divisti Hermann
δαμέντ᾽ [ἀδαμαντοδέτοις
ἀδαμαντοδέτοις (rec.: ἀκαμαντοδέτοις codd. cett.) λύμαις ut ex 148 translatum, Τιτᾶνα ut errore adscriptum, seclusit Heimsoeth: fortasse cum eodem εἰδόμαν θεῶν (vel θεὸν M) δάμεντ᾽ legendum
Τιτᾶνα λύμαις] εἰσιδόμαν θεῶν,
Ἄτλαντος
Ἄτλαντος Halm: Ἄτλανθ᾽ ὃς recc.: Ἄτλανθ᾽ ὡς M [αἰὲν
αἰὲν seclusit Halm] ὑπέροχον
ὑπέροχον rec.: ὑπείροχον codd. cett. σθένος κραταιόν,
<ὃς γᾶν
ὃς γᾶν add. Halm> οὐράνιόν τε πόλον
νώτοις ὑποστενάζει.†
Χορός
βοᾷ δὲ πόντιος κλύδων
ξυμπίτνων, στένει βυθός,
βυθός recc.: βαθὺς M
κελαινὸς [δ᾽
δ᾽ seclusit Lachmann] Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
παγαί θ᾽ ἁγνορύτων
ἁγνορύτων ex ἁγνωρύτων factum M ποταμῶν
στένουσιν ἄλγος οἰκτρόν.
Προμηθεύς
μή τοι χλιδῇ δοκεῖτε μηδ᾽ αὐθαδίᾳ
σιγᾶν με: συννοίᾳ δὲ δάπτομαι κέαρ,
ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
προυσελούμενον Askew: προσηλούμενον (ε supra scr.) M
καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
τίς ἄλλος ἢ ᾽γὼ παντελῶς διώρισεν;
ἀλλ᾽ αὐτὰ σιγῶ. καὶ γὰρ εἰδυίαισιν ἂν
ὑμῖν λέγοιμι: τἀν βροτοῖς δὲ πήματα
ἀκούσαθ᾽, ὥς σφας
ὥσφας M νηπίους ὄντας τὸ πρὶν
ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
λέξω δέ, μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων,
ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος:
οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων
ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
ἔφυρον εἰκῆ πάντα, κοὔτε πλινθυφεῖς
δόμους προσείλους
προσείλους recc.: προσήλους (ει supra η scr.) M ᾖσαν, οὐ ξυλουργίαν:
κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι
μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν
ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,
σοφισμάτων recc.: νοσφισμάτων M, σοφις in margine m1
ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
μνήμην θ᾽
θ᾽ recc., et in M supra scripsit m1
ἁπάντων, μουσομήτορ᾽ ἐργάνην.
ἐργάνην Stobaeus, Flor. 71, 1 et nota in rec. adscripta: ἐργάτιν (τιν in litura m1) M
κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
ζεύγλαισι δουλεύοντα σάγμασίν
σάγμασίν Pauw: σώμασιν M θ᾽, ὅπως
θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
γένοινθ᾽,
γένοινθ᾽ Dawes: γένωνθ᾽ codd. ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίους
ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦ
λινόπτερ᾽ ηὗρε ναυτίλων
ναυτίλων recc.: ναυτιλόχων M ὀχήματα.
τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας
βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ
σόφισμ᾽ ὅτῳ recc.: σοφισμάτων (ὅτω supra scr. m1) M
τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
Χορός
πέπονθας αἰκὲς
αἰκὲς Porson: ἀεικὲς codd. πῆμ᾽: ἀποσφαλεὶς φρενῶν
πλανᾷ, κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσον
πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
Προμηθεύς
τὰ λοιπά μου κλύουσα θαυμάσει πλέον,
οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
οὐκ ἦν ἀλέξημ᾽ οὐδέν, οὔτε
οὔτε recc.: οὐδε M βρώσιμον,
οὐ χριστόν, οὔτε πιστόν, ἀλλὰ φαρμάκων
χρείᾳ κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισιν
ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
ἐγνώρισ᾽ αὐτοῖς: ἐνοδίους τε συμβόλους:
γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν
εὐωνύμους τε, καὶ δίαιταν ἥντινα
ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι:
σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
ἔχοντ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονήν,
χολῆς λοβοῦ τε ποικίλην εὐμορφίαν:
κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα.
τοιαῦτα μὲν δὴ ταῦτ᾽: ἔνερθε δὲ χθονὸς
κεκρυμμέν᾽ ἀνθρώποισιν ὠφελήματα,
χαλκόν, σίδηρον,
σίδηρον recc.: σίδαρον M ἄργυρον, χρυσόν τε
τε recc.: δὲ M τίς
φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλύσαι θέλων.
βραχεῖ δὲ μύθῳ πάντα
πάντα recc.: ταῦτα M συλλήβδην μάθε,
πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
Χορός
μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος: ὡς ἐγὼ
εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι
λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
Προμηθεύς
οὐ ταῦτα ταύτῃ Μοῖρά πω τελεσφόρος
κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω:
τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
Χορός
τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
Προμηθεύς
Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες.
Χορός
τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
Προμηθεύς
οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
Χορός
τί γὰρ πέπρωται Ζηνὶ πλὴν
πλὴν recc.: πρὶν M ἀεὶ κρατεῖν;
Προμηθεύς
τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει.
Χορός
ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
Προμηθεύς
ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς
καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
ὅσον μάλιστα: τόνδε γὰρ σῴζων ἐγὼ
δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
Χορός
μηδάμ᾽ ὁ πάντα νέμων
θεῖτ᾽
θεῖτο M ἐμᾷ γνώμᾳ κράτος
ἀντίπαλον Ζεύς,
μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις
θοίναις ποτινισσομένα
βουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄ-
σβεστον πόρον,
μηδ᾽ ἀλίτοιμι λόγοις:
μάλα μοι τοῦτ᾽
μάλα μοι τοῦτ᾽ Hermann: ἀλλά μοι τόδ᾽ codd. ἐμμένοι
καὶ μήποτ᾽ ἐκτακείη:
Χορός
ἁδύ τι θαρσαλέαις
τὸν μακρὸν τείνειν βίον
ἐλπίσι, φαναῖς
θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις.
φρίσσω δέ σε δερκομένα
μυρίοις μόχθοις
γυιοφθόροις supplet Dindorf διακναιόμενον
???Ζῆνα γὰρ οὐ τρομέων
ἰδίᾳ γνώμᾳ σέβει
θνατοὺς ἄγαν, Προμηθεῦ.
Χορός
φέρ᾽ ὅπως ἄχαρις χάρις,
ἄχαρις χάρις Turnebus: χάρις ἄχαρις codd. ὦ φίλος, εἰ-
πὲ ποῦ τις ἀλκά;
τίς ἐφαμερίων ἄρηξις; οὐδ᾽ ἐδέρχθης
ὀλιγοδρανίαν ἄκικυν,
ἰσόνειρον, ᾇ τὸ φωτῶν
ἀλαὸν <δέδεται
δέδεται add. Hermann, Meineke> γένος ἐμπεποδισμένον:
οὔπως
οὔπως Paley: οὔποτε codd. τὰν Διὸς ἁρμονίαν
θνατῶν παρεξίασι βουλαί.
Χορός
ἔμαθον τάδε σὰς προσιδοῦσ᾽
προσιδοῦσ᾽ recc.: προϊδοῦσ᾽ M ὀλοὰς
τύχας, Προμηθεῦ.
τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
τόδ᾽ ἐκεῖνό θ᾽ ὅ τ᾽
ἐκεῖνό θ᾽ ὅτ᾽ Brunck: ἐκεῖν᾽ ὅτε τότ᾽ M: ἐκεῖνό τε, ὅτ᾽ rec. ἀμφὶ λουτρὰ
καὶ λέχος σὸν ὑμεναίουν
ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον
ἕδνοις ἄγαγες Ἡσιόναν
πείθων
πείθων M, postea mutatum in πιθών
δάμαρτα κοινόλεκτρον.
Ἰώ
τίς γῆ; τί γένος; τίνα φῶ λεύσσειν
τόνδε χαλινοῖς
χαλινοῖς recc.: χαλινοῖσιν M ἐν πετρίνοισιν
χειμαζόμενον;
τίνος ἀμπλακίας ποινὰς ὀλέκει;
σήμηνον ὅποι
γῆς ἡ μογερὰ πεπλάνημαι.
Ἰώ
ἆ ἆ,
χρίει τις αὖ με τὰν τάλαιναν οἶστρος:
εἴδωλον Ἄργου γηγενοῦς, ἄλευ᾽ ἆ δᾶ:
ἄλευ ἆ δᾶ M φοβοῦμαι,
φοβοῦμαι omittunt recc. duo, et suspectum
τὸν μυριωπὸν εἰσορῶσα βούταν.
ὁ δὲ πορεύεται δόλιον ὄμμ᾽ ἔχων,
ὃν οὐδὲ κατθανόντα γαῖα κεύθει.
ἀλλ᾽ ἐμὲ τὰν τάλαιναν
ἐξ ἐνέρων περῶν κυναγεῖ,
κυναγεῖ Hermann: κυνηγετεῖ codd. πλανᾷ
τε νῆστιν ἀνὰ τὰν παραλίαν ψάμμαν.
Ἰώ
ὑπὸ δὲ κηρόπλαστος ὀτοβεῖ δόναξ
ἀχέτας ὑπνοδόταν νόμον: ἰὼ ἰὼ πόποι,
πόποι Seidler: ποῖ ποῖ π᾽ όπ᾽ οἰ π᾽ όπ᾽ οἰ M
ποῖ μ᾽
ποῖ μ᾽ recc.: πῇ μ᾽ M ἄγουσ᾽
ἄγουσ᾽ ὦ πόποι scripsi: ἄγουσι M <ὦ πόποι> τηλέπλανοι
τηλέπλανοι Seidler: τηλέπλαγκτοι M πλάναι m1, recc.: πλάνοι M πλάναι;
τί ποτέ μ᾽, ὦ Κρόνιε παῖ, τί ποτε
ταῖσδ᾽ ἐνέζευξας εὑρὼν ἁμαρτοῦσαν ἐν
πημοσύναις,
πημοσύναις Hermann: πημοναῖσιν codd. ἐή,
ἐή Dindorf: ἓ ἕ M
οἰστρηλάτῳ δὲ δείματι δειλαίαν
παράκοπον ὧδε τείρεις;
πυρί <με>
με add. Elmsley φλέξον, ἢ χθονὶ κάλυψον, ἢ ποντίοις
δάκεσι δὸς βοράν,
μηδέ μοι φθονήσῃς
εὐγμάτων, ἄναξ.
ἄδην με πολύπλανοι πλάναι
γεγυμνάκασιν, οὐδ᾽ ἔχω μαθεῖν ὅπα
πημονὰς ἀλύξω.
κλύεις φθέγμα τᾶς βούκερω παρθένου;
Προμηθεύς
πῶς δ᾽ οὐ κλύω τῆς οἰστροδινήτου κόρης,
τῆς Ἰναχείας; ἣ Διὸς θάλπει κέαρ
ἔρωτι, καὶ νῦν τοὺς ὑπερμήκεις δρόμους
Ἥρᾳ στυγητὸς πρὸς βίαν γυμνάζεται.
Ἰώ
πόθεν ἐμοῦ σὺ πατρὸς ὄνομ᾽ ἀπύεις;
εἰπέ μοι τᾷ μογερᾷ τίς ὤν, τίς ἄρα μ᾽, ὦ τάλας,
τὰν ταλαίπωρον ὧδ᾽ ἔτυμα προσθροεῖς:
θεόσυτόν
θεόσσυτόν codd. τε νόσον ὠνόμασας,
ἃ μαραίνει με χρίουσα κέντροις, ἰώ,
κέντροις, ἰώ, Reisig: κέντροισι codd.
φοιταλέοις, ἐή.
φοιταλέοισιν ἐ: έ M
σκιρτημάτων δὲ νήστισιν αἰκίαις
λαβρόσυτος
λαβρόσσυτος codd. ἦλθον, <Ἥρασ>
Ἥρας ex schol. add. Hermann
ἐπικότοισι μήδεσι δαμεῖσα. δυσδαιμόνων
δὲ τίνες οἵ, ἐή,
ἐή] ἓ ἕ M
οἷ᾽ ἐγὼ μογοῦσιν;
ἀλλά μοι τορῶς
τέκμηρον ὅ τι μ᾽ ἐπαμμένει
παθεῖν, τί μῆχαρ, ἢ τί
τί μῆχαρ, τί Elmsley, ἢ add. Martin: τί μὴ χρὴ M φάρμακον νόσου,
δεῖξον, εἴπερ οἶσθα:
θρόει, φράζε τᾷ
φράζε τᾷ recc.: φράξετε M δυσπλάνῳ παρθένῳ.
Προμηθεύς
λέξω τορῶς σοι πᾶν ὅπερ
ὅπερ ex Etym. M. 762, 30 Porson: ὅτι M χρῄζεις μαθεῖν,
οὐκ ἐμπλέκων αἰνίγματ᾽, ἀλλ᾽ ἁπλῷ λόγῳ,
ὥσπερ δίκαιον πρὸς φίλους οἴγειν στόμα.
πυρὸς βροτοῖς δοτῆρ᾽ ὁρᾷς Προμηθέα.
Ἰώ
ὦ κοινὸν ὠφέλημα θνητοῖσιν φανείς,
τλῆμον Προμηθεῦ, τοῦ δίκην πάσχεις τάδε;
Προμηθεύς
ἁρμοῖ πέπαυμαι τοὺς ἐμοὺς θρηνῶν πόνους.
Ἰώ
οὔκουν πόροις ἂν τήνδε δωρεὰν ἐμοί;
Προμηθεύς
λέγ᾽ ἥντιν᾽ αἰτεῖ: πᾶν γὰρ ἂν
ἂν recc.: οὖν M πύθοιό μου.
Ἰώ
σήμηνον ὅστις ἐν φάραγγί σ᾽ ὤχμασε.
Προμηθεύς
βούλευμα μὲν τὸ Δῖον, Ἡφαίστου δὲ χείρ.
Ἰώ
ποίων δὲ ποινὰς ἀμπλακημάτων τίνεις;
Προμηθεύς
τοσοῦτον ἀρκῶ σοι σαφηνίσας
σαφηνίσας Linwood: σαφηνήσαι mutatum in σαφηνίσαι M μόνον.
Ἰώ
καὶ πρός γε τούτοις τέρμα τῆς ἐμῆς πλάνης
δεῖξον τίς ἔσται τῇ ταλαιπώρῳ χρόνος.
Προμηθεύς
τὸ μὴ μαθεῖν σοι κρεῖσσον ἢ μαθεῖν τάδε.
Ἰώ
μήτοι με κρύψῃς τοῦθ᾽ ὅπερ μέλλω παθεῖν.
Προμηθεύς
ἀλλ᾽ οὐ μεγαίρω τοῦδέ σοι
τοῦδέ σοι Turnebus: τοῦδε τοῦ codd. δωρήματος.
Ἰώ
τί δῆτα μέλλεις μὴ
μὴ M, οὐ supra scr. m οὐ γεγωνίσκειν τὸ πᾶν;
Προμηθεύς
φθόνος μὲν οὐδείς, σὰς δ᾽ ὀκνῶ θρᾶξαι φρένας.
Ἰώ
μή μου προκήδου μᾶσσον ὧν
ὧν Hermann: ὡς codd. ἐμοὶ γλυκύ.
Προμηθεύς
ἐπεὶ προθυμεῖ, χρὴ λέγειν: ἄκουε δή.
Χορός
μήπω γε: μοῖραν δ᾽ ἡδονῆς κἀμοὶ πόρε.
τὴν τῆσδε πρῶτον ἱστορήσωμεν νόσον,
αὐτῆς λεγούσης τὰς πολυφθόρους τύχας:
τὰ λοιπὰ δ᾽ ἄθλων σοῦ διδαχθήτω πάρα.
Προμηθεύς
σὸν ἔργον, Ἰοῖ, ταῖσδ᾽ ὑπουργῆσαι χάριν,
ἄλλως τε πάντως καὶ κασιγνήταις πατρός.
ὡς τἀποκλαῦσαι κἀποδύρασθαι τύχας
ἐνταῦθ᾽, ὅπου
ὅπου Ellendt: ὅποι M μέλλοι τις οἴσεσθαι δάκρυ
πρὸς τῶν κλυόντων, ἀξίαν τριβὴν ἔχει.
Ἰώ
οὐκ οἶδ᾽ ὅπως ὑμῖν <γ᾽>
γ᾽ add. Paley ἀπιστῆσαί με χρή,
σαφεῖ δὲ μύθῳ πᾶν ὅπερ προσχρῄζετε
πεύσεσθε: καίτοι καὶ λέγουσ᾽ ὀδύρομαι
θεόσσυτον χειμῶνα καὶ διαφθορὰν
μορφῆς, ὅθεν μοι σχετλίᾳ προσέπτατο.
ἀεὶ γὰρ ὄψεις ἔννυχοι πωλεύμεναι
ἐς παρθενῶνας τοὺς ἐμοὺς παρηγόρουν
λείοισι μύθοις “ὦ μέγ᾽ εὔδαιμον
εὐδαίμων (ο suprascr. m) M κόρη,
τί παρθενεύει δαρόν, ἐξόν σοι γάμου
τυχεῖν μεγίστου; Ζεὺς γὰρ ἱμέρου βέλει
πρὸς σοῦ τέθαλπται καὶ συναίρεσθαι Κύπριν
θέλει: σὺ δ᾽, ὦ παῖ, μὴ ᾽πολακτίσῃς λέχος
τὸ Ζηνός, ἀλλ᾽ ἔξελθε πρὸς Λέρνης βαθὺν
λειμῶνα, ποίμνας βουστάσεις τε πρὸς πατρός,
ὡς ἂν τὸ Δῖον ὄμμα λωφήσῃ πόθου.”
τοιοῖσδε πάσας εὐφρόνας ὀνείρασι
συνειχόμην δύστηνος, ἔς τε δὴ πατρὶ
ἔτλην γεγωνεῖν νυκτίφοιτα δείματα.
νυκτίφοιτα δείματα (ex Lycophr. 225) Nauck: νυκτίφοιτ᾽ ὀνείρατα recc.: νυκτίφαντ᾽ ὀνείρατα M
ὁ δ᾽ ἔς τε Πυθὼ κἀπὶ Δωδώνης πυκνοὺς
θεοπρόπους ἴαλλεν, ὡς μάθοι τί χρὴ
δρῶντ᾽ ἢ λέγοντα δαίμοσιν πράσσειν φίλα.
ἧκον δ᾽ ἀναγγέλλοντες αἰολοστόμους
χρησμοὺς ἀσήμους δυσκρίτως τ᾽ εἰρημένους.
τέλος δ᾽ ἐναργὴς βάξις ἦλθεν Ἰνάχῳ
σαφῶς ἐπισκήπτουσα καὶ μυθουμένη
ἔξω δόμων τε καὶ πάτρας ὠθεῖν ἐμέ,
ἄφετον ἀλᾶσθαι γῆς ἐπ᾽ ἐσχάτοις ὅροις:
κεἰ μὴ θέλοι, πυρωπὸν
πυρωπὸν recc.: πυρωτὸν M ἐκ Διὸς μολεῖν
κεραυνόν, ὃς πᾶν ἐξαϊστώσοι
ἐξαϊστώσοι Blomfield: ἐξαϊστώσει M γένος.
τοιοῖσδε πεισθεὶς Λοξίου μαντεύμασιν
ἐξήλασέν με κἀπέκλῃσε δωμάτων
ἄκουσαν ἄκων: ἀλλ᾽ ἐπηνάγκαζέ νιν
Διὸς χαλινὸς πρὸς βίαν πράσσειν τάδε.
εὐθὺς δὲ μορφὴ καὶ φρένες διάστροφοι
ἦσαν, κεραστὶς δ᾽, ὡς ὁρᾶτ᾽, ὀξυστόμῳ
μύωπι χρισθεῖσ᾽ ἐμμανεῖ σκιρτήματι
ᾖσσον πρὸς εὔποτόν τε Κερχνείας ῥέος
Λέρνης τε κρήνην:
τε κρήνην Canter: ἄκρην τε M βουκόλος δὲ γηγενὴς
ἄκρατος ὀργὴν Ἄργος ὡμάρτει, πυκνοῖς
ὄσσοις δεδορκὼς τοὺς ἐμοὺς κατὰ στίβους.
ἀπροσδόκητος δ᾽ αὐτὸν ἀφνίδιος
ἀφνίδιος Elmsley: αἰφνίδιος codd.: ἄπτερος ex Hesych. W. Headlam μόρος
τοῦ ζῆν ἀπεστέρησεν. οἰστροπλὴξ δ᾽ ἐγὼ
μάστιγι θείᾳ γῆν πρὸ γῆς ἐλαύνομαι.
κλύεις τὰ πραχθέντ᾽: εἰ δ᾽ ἔχεις εἰπεῖν ὅ τι
λοιπὸν πόνων, σήμαινε: μηδέ μ᾽ οἰκτίσας
σύνθαλπε μύθοις ψευδέσιν:
ψεύδέσσιν M νόσημα γὰρ
αἴσχιστον εἶναί φημι συνθέτους λόγους.
Χορός
ἔα ἔα, ἄπεχε, φεῦ:
οὔποθ᾽ <ὧδ᾽>
οὔποθ᾽ ὧδ᾽ Wecklein: οὔποτ᾽ codd. οὔποτ᾽ ηὔχουν
ηὔχουν schol., recc.: ηὐχόμην M ξένους
μολεῖσθαι λόγους εἰς ἀκοὰν ἐμάν,
οὐδ᾽ ὧδε δυσθέατα καὶ
καὶ recc.: omittit M δύσοιστα
πήματα, λύματα, δείματα κέν-
τρῳ ψύχειν ψυχὰν ἀμφάκει.
δείματα κέντρῳ ψύχειν ψυχὰν ἀμφάκει Weil: δείματ᾽ ἀμφήκει κέντρῳ ψύχειν ψυχὰν ἐμάν M
ἰὼ ἰὼ μοῖρα μοῖρα,
πέφρικ᾽ εἰσιδοῦσα
εἰσιδοῦσα recc.: ἐσιδοῦσα M πρᾶξιν Ἰοῦς.
Προμηθεύς
πρῴ γε στενάζεις καὶ φόβου πλέα τις εἶ:
ἐπίσχες ἔστ᾽ ἂν καὶ τὰ λοιπὰ προσμάθῃς.
Χορός
λέγ᾽, ἐκδίδασκε: τοῖς νοσοῦσί τοι γλυκὺ
τὸ λοιπὸν ἄλγος προυξεπίστασθαι τορῶς.
Προμηθεύς
τὴν πρίν γε χρείαν
χρείαν recc.: χρεῖαν τ᾽ M ἠνύσασθ᾽ ἐμοῦ πάρα
κούφως: μαθεῖν γὰρ τῆσδε πρῶτ᾽ ἐχρῄζετε
τὸν ἀμφ᾽ ἑαυτῆς ἆθλον ἐξηγουμένης:
τὰ λοιπὰ νῦν ἀκούσαθ᾽, οἷα χρὴ πάθη
τλῆναι πρὸς Ἥρας τήνδε τὴν νεάνιδα.
σύ τ᾽, Ἰνάχειον σπέρμα, τοὺς ἐμοὺς λόγους
θυμῷ βάλ᾽,
βάλ᾽ recc.: μάθ᾽ M ὡς ἂν τέρματ᾽ ἐκμάθῃς ὁδοῦ.
πρῶτον μὲν ἐνθένδ᾽ ἡλίου πρὸς ἀντολὰς
στρέψασα σαυτὴν στεῖχ᾽ ἀνηρότους γύας:
Σκύθας δ᾽ ἀφίξει νομάδας, οἳ πλεκτὰς στέγας
πεδάρσιοι ναίουσ᾽
ναίουσ᾽ recc.: νέουσ᾽ M ἐπ᾽ εὐκύκλοις ὄχοις,
ἑκηβόλοις τόξοισιν ἐξηρτυμένοι:
ἐξηρτυμένοι rec.: ἐξηρτημένοι M
οἷς μὴ πελάζειν, ἀλλ᾽ ἁλιστόνοις πόδας
πόδας Turnebus: γύποδας codd.
χρίμπτουσα ῥαχίαισιν ἐκπερᾶν χθόνα.
λαιᾶς δὲ χειρὸς οἱ σιδηροτέκτονες
οἰκοῦσι Χάλυβες, οὓς φυλάξασθαί σε χρή.
ἀνήμεροι γὰρ οὐδὲ πρόσπλατοι
πρόσπλατοι Elmsley: πρόσπλαστοι codd. ξένοις.
ἥξεις δ᾽ Ὑβριστὴν ποταμὸν οὐ ψευδώνυμον,
ὃν μὴ περάσῃς, οὐ γὰρ εὔβατος περᾶν,
πρὶν ἂν πρὸς αὐτὸν Καύκασον μόλῃς, ὀρῶν
ὕψιστον, ἔνθα ποταμὸς ἐκφυσᾷ μένος
κροτάφων ἀπ᾽ αὐτῶν. ἀστρογείτονας δὲ χρὴ
κορυφὰς ὑπερβάλλουσαν ἐς μεσημβρινὴν
βῆναι κέλευθον, ἔνθ᾽ Ἀμαζόνων στρατὸν
ἥξεις στυγάνορ᾽, αἳ Θεμίσκυράν ποτε
κατοικιοῦσιν
κατοικοῦσιν (correctum in κατοικιοῦσιν m1) M ἀμφὶ Θερμώδονθ᾽, ἵνα
τραχεῖα πόντου Σαλμυδησσία γνάθος
ἐχθρόξενος ναύταισι, μητρυιὰ νεῶν:
αὗταί σ᾽ ὁδηγήσουσι καὶ μάλ᾽ ἀσμένως.
ἰσθμὸν δ᾽ ἐπ᾽ αὐταῖς στενοπόροις λίμνης πύλαις
Κιμμερικὸν ἥξεις, ὃν θρασυσπλάγχνως σε χρὴ
λιποῦσαν αὐλῶν᾽ ἐκπερᾶν Μαιωτικόν:
ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας
τῆς σῆς πορείας, Βόσπορος δ᾽ ἐπώνυμος
κεκλήσεται. λιποῦσα δ᾽ Εὐρώπης πέδον
ἤπειρον ἥξεις Ἀσιάδ᾽. ἆρ᾽ ὑμῖν δοκεῖ
ὁ τῶν θεῶν τύραννος ἐς τὰ πάνθ᾽ ὁμῶς
βίαιος εἶναι; τῇδε γὰρ θνητῇ θεὸς
χρῄζων μιγῆναι τάσδ᾽ ἐπέρριψεν πλάνας.
πικροῦ δ᾽ ἔκυρσας, ὦ κόρη, τῶν σῶν γάμων
μνηστῆρος. οὓς γὰρ νῦν ἀκήκοας λόγους,
εἶναι δόκει σοὶ μηδέπω ᾽ν
μηδέπω ᾽ν Turnebus: μηδ᾽ ἐπῶν codd. προοιμίοις.
Ἰώ
ἰώ μοί μοι, ἐή.
Προμηθεύς
σὺ δ᾽ αὖ κέκραγας κἀναμυχθίζει: τί που
δράσεις, ὅταν τὰ λοιπὰ πυνθάνῃ κακά;
Χορός
ἦ γάρ τι λοιπὸν τῇδε πημάτων ἐρεῖς;
Προμηθεύς
δυσχείμερόν γε πέλαγος ἀτηρᾶς δύης.
Ἰώ
τί δῆτ᾽ ἐμοὶ ζῆν κέρδος, ἀλλ᾽ οὐκ ἐν τάχει
ἔρριψ᾽ ἐμαυτὴν τῆσδ᾽ ἀπὸ στύφλου πέτρας,
ὅπως πέδοι
πέδοι Dindorf: πέδω M σκήψασα τῶν πάντων πόνων
ἀπηλλάγην; κρεῖσσον γὰρ εἰσάπαξ θανεῖν
ἢ τὰς ἁπάσας ἡμέρας πάσχειν κακῶς.
Προμηθεύς
ἦ δυσπετῶς
ἦ δυσπετῶς recc.: ἦδυπετῶς correctum in ἡδυπετῶς M ἂν τοὺς ἐμοὺς ἄθλους φέροις,
ὅτῳ θανεῖν μέν ἐστιν οὐ πεπρωμένον:
αὕτη γὰρ ἦν ἂν πημάτων ἀπαλλαγή:
νῦν δ᾽ οὐδέν ἐστι τέρμα μοι προκείμενον
μόχθων, πρὶν ἂν Ζεὺς ἐκπέσῃ τυραννίδος.
Ἰώ
ἦ γάρ ποτ᾽ ἔστιν ἐκπεσεῖν ἀρχῆς Δία;hos tres vv. in M recitat Io
Προμηθεύς
ἥδοι᾽ ἄν,
ἥδοι᾽ ἄν Dawes: ἥδοιο ἄν rec.: ἥδοιμ᾽ ἄν M οἶμαι, τήνδ᾽ ἰδοῦσα συμφοράν.
Ἰώ
πῶς δ᾽ οὐκ ἄν, ἥτις ἐκ Διὸς πάσχω κακῶς;
Προμηθεύς
ὡς τοίνυν ὄντων τῶνδέ σοι μαθεῖν
σοι μαθεῖν Turnebus: μαθεῖν σοι codd. (M in lit.) πάρα.
Ἰώ
πρὸς τοῦ τύραννα σκῆπτρα συληθήσεται;
Προμηθεύς
πρὸς αὐτὸς αὑτοῦ κενοφρόνων βουλευμάτων.
Ἰώ
ποίῳ τρόπῳ; σήμηνον, εἰ μή τις βλάβη.
Προμηθεύς
γαμεῖ γάμον τοιοῦτον ᾧ ποτ᾽ ἀσχαλεῖ.
ἀσχαλεῖ L. Dindorf: ἀσχαλᾷ codd.
Ἰώ
θέορτον, ἢ βρότειον; εἰ ῥητόν, φράσον.
Προμηθεύς
τί δ᾽ ὅντιν᾽; οὐ γὰρ ῥητὸν αὐδᾶσθαι τόδε.
Ἰώ
ἦ πρὸς δάμαρτος ἐξανίσταται θρόνων;
Προμηθεύς
ἣ τέξεταί γε παῖδα φέρτερον πατρός.
Ἰώ
οὐδ᾽ ἔστιν αὐτῷ τῆσδ᾽ ἀποστροφὴ τύχης;
Προμηθεύς
οὐ δῆτα, πλὴν ἔγωγ᾽ ἂν ἐκ δεσμῶν λυθείς.
Ἰώ
τίς οὖν ὁ λύσων σ᾽
σ᾽ recc.: om. M ἐστὶν ἄκοντος Διός;
Προμηθεύς
τῶν σῶν τιν᾽ αὐτὸν ἐκγόνων
αὐτὸν ἐκγόνων recc.: αὐτῶν ἐγγόνων M εἶναι χρεών.
Ἰώ
πῶς εἶπας; ἦ ᾽μὸς παῖς σ᾽ ἀπαλλάξει κακῶν;
Προμηθεύς
τρίτος γε γένναν πρὸς δέκ᾽ ἄλλαισιν γοναῖς.
Ἰώ
ἥδ᾽ οὐκέτ᾽ εὐξύμβλητος ἡ χρησμῳδία.
Προμηθεύς
καὶ μηδὲ σαυτῆς γ᾽
γ᾽ Hermann: τ᾽ M ἐκμαθεῖν ζήτει πόνους.
Ἰώ
μή μοι προτείνων κέρδος εἶτ᾽ ἀποστέρει.
Προμηθεύς
δυοῖν λόγοιν σε θατέρῳ δωρήσομαι.
Ἰώ
ποίοιν; πρόδειξον, αἵρεσίν τ᾽ ἐμοὶ δίδου.
Προμηθεύς
δίδωμ᾽: ἑλοῦ γάρ, ἢ πόνων τὰ λοιπά σοι
φράσω σαφηνῶς, ἢ τὸν ἐκλύσοντ᾽ ἐμέ.
Χορός
τούτων σὺ τὴν μὲν τῇδε, τὴν δ᾽ ἐμοὶ χάριν
θέσθαι θέλησον, μηδ᾽ ἀτιμάσῃς λόγου:
λόγου Elmsley: λόγους codd.
καὶ τῇδε μὲν γέγωνε τὴν λοιπὴν πλάνην,
ἐμοὶ δὲ τὸν λύσοντα: τοῦτο γὰρ ποθῶ.
Προμηθεύς
ἐπεὶ προθυμεῖσθ᾽, οὐκ ἐναντιώσομαι
τὸ μὴ οὐ γεγωνεῖν
μὴ γεγωνεῖν (οὐ suprascr. m) M πᾶν ὅσον προσχρῄζετε.
σοὶ πρῶτον, Ἰοῖ, πολύδονον πλάνην φράσω,
ἣν ἐγγράφου σὺ μνήμοσιν δέλτοις φρενῶν.
ὅταν περάσῃς ῥεῖθρον ἠπείροιν
ἠπείροιν Herwerden: ἠπείρων codd. post 791 lacunam indicat Heath ὅρον,
πρὸς ἀντολὰς φλογῶπας ἡλιοστιβεῖς
πόντου
πόντου recc.: πόντον M περῶσα φλοῖσβον, ἔστ᾽ ἂν ἐξίκῃ
πρὸς Γοργόνεια πεδία Κισθήνης, ἵνα
αἱ Φορκίδες ναίουσι δηναιαὶ κόραι
τρεῖς κυκνόμορφοι, κοινὸν ὄμμ᾽ ἐκτημέναι,
μονόδοντες, ἃς οὔθ᾽ ἥλιος προσδέρκεται
ἀκτῖσιν οὔθ᾽ ἡ νύκτερος μήνη ποτέ.
πέλας δ᾽ ἀδελφαὶ τῶνδε τρεῖς κατάπτεροι,
δρακοντόμαλλοι Γοργόνες βροτοστυγεῖς,
ἃς θνητὸς οὐδεὶς εἰσιδὼν ἕξει πνοάς:
τοιοῦτο μέν σοι τοῦτο φρούριον λέγω.
ἄλλην δ᾽ ἄκουσον δυσχερῆ θεωρίαν:
ὀξυστόμους γὰρ Ζηνὸς ἀκραγεῖς κύνας
γρῦπας φύλαξαι, τόν τε μουνῶπα
μουνῶπα M: αν supra α scr. m1
στρατὸν
Ἀριμασπὸν ἱπποβάμον᾽, οἳ χρυσόρρυτον
οἰκοῦσιν ἀμφὶ νᾶμα Πλούτωνος πόρου:
πόρου recc.: πόρον M
τούτοις σὺ μὴ πέλαζε. τηλουρὸν δὲ γῆν
ἥξεις, κελαινὸν φῦλον, οἳ πρὸς ἡλίου
ναίουσι πηγαῖς, ἔνθα ποταμὸς Αἰθίοψ.
τούτου παρ᾽ ὄχθας ἕρφ᾽, ἕως ἂν ἐξίκῃ
καταβασμόν, ἔνθα Βιβλίνων
βιβλίνων M schol.: βυβλίνων recc. ὀρῶν ἄπο
ἵησι σεπτὸν Νεῖλος εὔποτον ῥέος.
οὗτός σ᾽ ὁδώσει
σε δώσει correctum in σ᾽ ὁδώσει M τὴν τρίγωνον ἐς χθόνα
Νειλῶτιν, οὗ δὴ τὴν μακρὰν ἀποικίαν,
Ἰοῖ, πέπρωται σοί τε καὶ τέκνοις κτίσαι.
τῶν δ᾽ εἴ τί σοι ψελλόν τε καὶ δυσεύρετον,
ἐπανδίπλαζε
ἐπανδίπλαζε Dindorf: ἐπαναδίπλαζε codd. καὶ σαφῶς ἐκμάνθανε:
σχολὴ δὲ πλείων ἢ θέλω πάρεστί μοι.om. M, in margine scr. m
Χορός
εἰ μέν τι τῇδε λοιπὸν ἢ παρειμένον
ἔχεις γεγωνεῖν τῆς πολυφθόρου πλάνης,
λέγ᾽: εἰ δὲ πάντ᾽ εἴρηκας, ἡμῖν αὖ χάριν
δὸς ἥνπερ
ἥνπερ Hermann: ἥντιν᾽ codd. αἰτούμεσθα, μέμνησαι δέ που.
Προμηθεύς
τὸ πᾶν πορείας ἥδε τέρμ᾽ ἀκήκοεν.
ὅπως δ᾽ ἂν εἰδῇ μὴ μάτην κλύουσά μου,
ἃ πρὶν μολεῖν δεῦρ᾽ ἐκμεμόχθηκεν φράσω,
τεκμήριον τοῦτ᾽ αὐτὸ δοὺς μύθων ἐμῶν.
ὄχλον μὲν οὖν τὸν πλεῖστον ἐκλείψω λόγων,
πρὸς αὐτὸ δ᾽ εἶμι τέρμα σῶν πλανημάτων.
ἐπεὶ γὰρ ἦλθες πρὸς Μολοσσὰ γάπεδα,
γάπεδα Porson: δάπεδα codd.
τὴν αἰπύνωτόν τ᾽ ἀμφὶ Δωδώνην, ἵνα
μαντεῖα θᾶκός τ᾽
θᾶκός τ᾽ Brunck: θῶκος M, τ᾽ add. m ἐστὶ Θεσπρωτοῦ Διός,
τέρας τ᾽ ἄπιστον, αἱ προσήγοροι δρύες,
ὑφ᾽ ὧν σὺ λαμπρῶς κοὐδὲν αἰνικτηρίως
προσηγορεύθης ἡ Διὸς κλεινὴ δάμαρ
μέλλουσ᾽ ἔσεσθαι: τῶνδε προσσαίνει σέ τι;
προσσαίνει σέ τι recc.: προσαίν, εισ́. τί M, σίτι m1
ἐντεῦθεν οἰστρήσασα τὴν παρακτίαν
κέλευθον ᾖξας πρὸς μέγαν κόλπον Ῥέας,
ἀφ᾽ οὗ παλιμπλάγκτοισι χειμάζει δρόμοις:
χρόνον δὲ τὸν μέλλοντα πόντιος μυχός,
σαφῶς ἐπίστασ᾽, Ἰόνιος κεκλήσεται,
κεκλήσεται recc.: κληθήσεται M
τῆς σῆς πορείας μνῆμα τοῖς πᾶσιν βροτοῖς.
σημεῖά σοι τάδ᾽ ἐστὶ τῆς ἐμῆς φρενός,
ὡς δέρκεται πλέον τι τοῦ πεφασμένου.
τὰ λοιπὰ δ᾽ ὑμῖν τῇδέ τ᾽ ἐς κοινὸν φράσω,
ἐς ταὐτὸν ἐλθὼν τῶν πάλαι λόγων ἴχνος.
ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,
Νείλου πρὸς αὐτῷ στόματι καὶ προσχώματι:
ἐνταῦθα δή σε Ζεὺς τίθησιν ἔμφρονα
ἐπαφῶν ἀταρβεῖ χειρὶ καὶ θιγὼν μόνον.
ἐπώνυμον δὲ τῶν Διὸς γεννημάτων
τέξεις κελαινὸν Ἔπαφον, ὃς καρπώσεται
ὅσην πλατύρρους Νεῖλος ἀρδεύει χθόνα:
πέμπτη δ᾽ ἀπ᾽ αὐτοῦ γέννα πεντηκοντάπαις
πεντηκοντάπαις recc.: πεντηκοντόπαις M
πάλιν πρὸς Ἄργος οὐχ ἑκοῦσ᾽ ἐλεύσεται
θηλύσπορος, φεύγουσα συγγενῆ γάμον
ἀνεψιῶν: οἱ δ᾽ ἐπτοημένοι φρένας,
κίρκοι πελειῶν οὐ μακρὰν λελειμμένοι,
ἥξουσι θηρεύοντες
θηρεύοντες recc.: θηρεύσοντες M οὐ θηρασίμους
γάμους, φθόνον δὲ σωμάτων ἕξει θεός:
Πελασγία δὲ δέξεται θηλυκτόνῳ
Ἄρει, δαμέντων νυκτιφρουρήτῳ θράσει:
γυνὴ γὰρ ἄνδρ᾽ ἕκαστον αἰῶνος στερεῖ,
δίθηκτον ἐν σφαγαῖσι βάψασα ξίφος:
τοιάδ᾽ ἐπ᾽
ἐπ᾽ recc.: ἐς M ἐχθροὺς τοὺς ἐμοὺς ἔλθοι Κύπρις.
μίαν δὲ παίδων ἵμερος θέλξει τὸ μὴ
κτεῖναι σύνευνον, ἀλλ᾽ ἀπαμβλυνθήσεται
γνώμην: δυοῖν δὲ θάτερον βουλήσεται,
κλύειν ἄναλκις μᾶλλον ἢ μιαιφόνος:
αὕτη κατ᾽ Ἄργος βασιλικὸν τέξει γένος.
μακροῦ λόγου δεῖ ταῦτ᾽ ἐπεξελθεῖν τορῶς.
σπορᾶς γε μὴν ἐκ τῆσδε φύσεται θρασὺς
τόξοισι κλεινὸς <ἶνισ>,
ἶνις add. ἐκ τῶνδ᾽ seclusit Wecklein ὃς πόνων [ἐκ τῶνδ᾽] ἐμὲ
λύσει. τοιόνδε χρησμὸν ἡ παλαιγενὴς
μήτηρ ἐμοὶ διῆλθε Τιτανὶς Θέμις:
ὅπως δὲ χὤπη, ταῦτα δεῖ μακροῦ χρόνου
εἰπεῖν, σύ τ᾽ οὐδὲν ἐκμαθοῦσα κερδανεῖς.
Ἰώ
ἐλελεῦ,
ἐλελεῦ (bis) Pauw: ἐλελελελελεῦ M ἐλελεῦ,
ὑπό μ᾽ αὖ σφάκελος καὶ φρενοπληγεῖς
μανίαι θάλπουσ᾽, οἴστρου δ᾽ ἄρδις
χρίει μ᾽ ἄπυρος:
κραδία
κραδία recc.: καρδία M δὲ φόβῳ φρένα λακτίζει.
τροχοδινεῖται δ᾽ ὄμμαθ᾽ ἑλίγδην,
ἔξω δὲ δρόμου φέρομαι λύσσης
πνεύματι μάργῳ, γλώσσης ἀκρατής:
θολεροὶ δὲ λόγοι παίουσ᾽
παίουσ᾽ recc.: πταίουσ᾽ M εἰκῆ
στυγνῆς πρὸς κύμασιν ἄτης.
Χορός
ἦ σοφὸς ἦ σοφὸς [ἦν]
ἦν seclusit Triclinius ὃς
πρῶτος ἐν γνώμᾳ τόδ᾽ ἐβάστασε καὶ γλώσ-
σᾳ διεμυθολόγησεν,
ὡς τὸ κηδεῦσαι καθ᾽ ἑαυτὸν ἀριστεύει μακρῷ,
καὶ μήτε τῶν πλούτῳ διαθρυπτομένων
μήτε τῶν γέννᾳ μεγαλυνομένων
ὄντα χερνήταν ἐραστεῦσαι γάμων.
Χορός
μήποτε μήποτέ μ᾽, ὦ
<πότνιαι>
πότνιαι add. Winckelmann Μοῖραι, λεχέων Διὸς εὐνά-
τειραν ἴδοισθε πέλουσαν:
μηδὲ πλαθείην γαμέτᾳ
πλαθείην γαμέτᾳ Canter: πλαθείη ἐν γαμετῷ M, correctum in πλασθείην ἐν γαμέτᾳ m1
τινὶ τῶν ἐξ οὐρανοῦ.
ταρβῶ γὰρ ἀστεργάνορα παρθενίαν
εἰσορῶσ᾽ Ἰοῦς ἀμαλαπτομέναν
ἀμαλαπτομέναν (ex Hesych. et Phot.) Weil; γάμω δαπτομέναν codd.: μέγα δαπτομέναν Schütz
δυσπλάνοις
δυσπλάνοις recc.: δυσπλάγχνοις M Ἥρας ἀλατείαις πόνων.
Χορός
ἐμοὶ δ᾽ ὅτε
ὅτε Arnaldus: ὅτι codd. μὲν ὁμαλὸς ὁ γάμος,sunt qui in stroph. et antist. restituant, mutata tamen nimium codd. lectione
ἄφοβος: [οὐ δέδια:]:
οὐ δέδια seclusit Bothe μηδὲ κρεισσόνων θεῶν
[ἔρως]
ἔρως seclusit Schütz ἄφυκτον ὄμμα προσδράκοι
προσδράκοι Salvinius: προσδάρκοι M με.
ἀπόλεμος ὅδε γ᾽ ὁ πόλεμος, ἄπορα πόριμος:
οὐδ᾽ ἔχω τίς ἂν γενοίμαν: τὰν Διὸς γὰρ οὐχ ὁρῶ
μῆτιν ὅπα φύγοιμ᾽ ἄν.
Προμηθεύς
ἦ μὴν ἔτι Ζεύς, καίπερ αὐθάδη φρονῶν,
αὐθάδη φρονῶν recc. m1: αὐθάδης φρενῶν M
ἔσται ταπεινός, οἷον ἐξαρτύεται
γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
θρόνων τ᾽
θρόνων τ᾽ recc.: θρόνων M ἄιστον ἐκβαλεῖ: πατρὸς δ᾽
δ᾽ Turnebus: τ᾽ codd. ἀρὰ
Κρόνου τότ᾽
τόδ᾽ M, mutatum in τότ᾽ m1
ἤδη παντελῶς κρανθήσεται,
ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν
δηναιὸν M, δηναιῶν supra scr. m1
θρόνων.
τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
ἐγὼ τάδ᾽ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν
νῦν M
θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
πιστός, τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος.
οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ
πεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά:
τοῖον παλαιστὴν νῦν παρασκευάζεται
ἐπ᾽ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας:
ὃς δὴ κεραυνοῦ κρείσσον᾽ εὑρήσει
εὑρήσει recc.: εὑρήσοι M φλόγα,
βροντῆς θ᾽ ὑπερβάλλοντα καρτερὸν κτύπον:
θαλασσίαν τε γῆς τινάκτειραν †νόσονcorruptum: νόσων M, obscure in νόσον mutatum: βάθρων Herwerden: πέδων Wecklein: praestat fortasse τινάκτορ᾽ ἔννοσιν Hartung
τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
πταίσας δὲ τῷδε πρὸς κακῷ
κακῶν (ῷ supra scr. m1) M μαθήσεται
ὅσον τό τ᾽ ἄρχειν
ἄρχειν (ειν in litura m) M καὶ τὸ δουλεύειν δίχα.
Χορός
σύ θην
σύ θην M: σὺ δὴν m1
ἃ χρῄζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός.
Προμηθεύς
ἅπερ τελεῖται, πρὸς δ᾽ ἃ βούλομαι λέγω.
Χορός
καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;
Προμηθεύς
καὶ τῶνδέ γ᾽ ἕξει δυσλοφωτέρους πόνους.
Χορός
πῶς δ᾽
δ᾽ om. M οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη;
Προμηθεύς
τί δ᾽ ἂν
δ᾽ ἂν recc.: δαὶ M φοβοίμην ᾧ θανεῖν οὐ μόρσιμον;
Χορός
ἀλλ᾽ ἆθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽
τοῦδ᾽ ἔτ᾽ Elmsley: του-δέ γ᾽ codd. ἀλγίω πόροι.
Προμηθεύς
ὁ δ᾽ οὖν ποιείτω: πάντα προσδοκητά μοι.
Χορός
οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.
Προμηθεύς
σέβου, προσεύχου, θῶπτε
θῶπτε Turnebus, et sic ante correct. M: θώπευε recc. et sic m suprascr. τὸν κρατοῦντ᾽ ἀεί.
ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς ἢ μηδὲν μέλει.
δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον
ὅπως θέλει: δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
τὸν τοῦ τυράννου τοῦ νέου διάκονον:
πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.
Ἑρμῆς
σὲ τὸν σοφιστήν, τὸν πικρῶς ὑπέρπικρον,
τὸν ἐξαμαρτόντ᾽ εἰς θεοὺς ἐφημέροις
ἐφημέροις recc.: τὸν ἡμέροις M
πορόντα τιμάς, τὸν πυρὸς κλέπτην λέγω:
πατὴρ ἄνωγέ σ᾽ οὕστινας κομπεῖς γάμους
αὐδᾶν, πρὸς ὧν
ὧν Elmsley: ὧν τ᾽ codd. ἐκεῖνος ἐκπίπτει κράτους:
καὶ ταῦτα μέντοι μηδὲν αἰνικτηρίως,
ἀλλ᾽ αὔθ᾽ ἕκαστ᾽ ἔκφραζε:
ἕκαστ᾽ ἔκφραζε recc.: ἕκαστα φράζε M μηδέ μοι διπλᾶς
ὁδούς, Προμηθεῦ, προσβάλῃς: ὁρᾷς δ᾽ ὅτι
Ζεὺς τοῖς τοιούτοις οὐχὶ μαλθακίζεται.
Προμηθεύς
σεμνόστομός γε καὶ φρονήματος πλέως
ὁ μῦθός ἐστιν, ὡς θεῶν ὑπηρέτου.
νέον νέοι κρατεῖτε καὶ δοκεῖτε δὴ
ναίειν ἀπενθῆ πέργαμ᾽: οὐκ ἐκ τῶνδ᾽ ἐγὼ
δισσοὺς τυράννους ἐκπεσόντας ᾐσθόμην;
τρίτον δὲ τὸν νῦν κοιρανοῦντ᾽ ἐπόψομαι
αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶ
ταρβεῖν ὑποπτήσσειν τε τοὺς νέους θεούς;
πολλοῦ γε
γε recc.: δὲ M καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲ
κέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν:
πεύσει γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.
Ἑρμῆς
τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασιν
ἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.
καθώρμισας recc.: καθώρ.οσας M (litura post ρ, ο ex ι factum)
Προμηθεύς
τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,
σαφῶς ἐπίστασ᾽, οὐκ ἂν ἀλλάξαιμ᾽ ἐγώ.
Ἑρμῆς
κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳhos duo vv., Prometheo in codd. continuatos, Herm. tribuit Erfurdt
ἢ πατρὶ φῦναι
φῦναι recc.: φῆναι M Ζηνὶ πιστὸν
πιστὸν recc.: πιστὸν δ᾽ M (correctum in πιστόν τ᾽ m1) ἄγγελον.post hunc v. sunt qui excidisse aliquid putent, fort. iniuria
Προμηθεύς
οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.
Ἑρμῆς
χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.
Προμηθεύς
χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼ
ἐχθροὺς ἴδοιμι: καὶ σὲ δ᾽ ἐν τούτοις λέγω.
Ἑρμῆς
ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;
Προμηθεύς
ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,
ὅσοι παθόντες εὖ κακοῦσί μ᾽ ἐκδίκως.
Ἑρμῆς
κλύω σ᾽ ἐγὼ μεμηνότ᾽ οὐ σμικρὰν
σμικρὰν Brunck: μικρὰν codd. νόσον.
Προμηθεύς
νοσοῖμ᾽ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.
Ἑρμῆς
εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.
Προμηθεύς
ὤμοι.
Ἑρμῆς
τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.
Προμηθεύς
ἀλλ᾽ ἐκδιδάσκει πάνθ᾽ ὁ γηράσκων χρόνος.
Ἑρμῆς
καὶ μὴν σύ γ᾽ οὔπω σωφρονεῖν ἐπίστασαι.
Προμηθεύς
σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθ᾽ ὑπηρέτην.
Ἑρμῆς
ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.
Προμηθεύς
καὶ μὴν ὀφείλων γ᾽ ἂν τίνοιμ᾽ αὐτῷ χάριν.
Ἑρμῆς
ἐκερτόμησας δῆθεν ὥστε παῖδά με.
ὥστε παῖδά με Hermann: ὡς παῖδά με M: ὡς παῖδ᾽ ὄντα με recc. duo
Προμηθεύς
οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδ᾽ ἀνούστερος,
εἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;
οὐκ ἔστιν αἴκισμ᾽ οὐδὲ μηχάνημ᾽ ὅτῳ
προτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,
πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.
πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα
αἰθαλοῦσσα Canter: αἰθάλουσα codd. φλόξ,
λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασι
χθονίοις κυκάτω πάντα καὶ ταρασσέτω:
γνάμψει γὰρ οὐδὲν τῶνδέ μ᾽ ὥστε καὶ φράσαι
φράσαι recc.: φράσειν M
πρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.
Ἑρμῆς
ὅρα νυν εἴ σοι ταῦτ᾽ ἀρωγὰ φαίνεται.
Προμηθεύς
ὦπται
ὦπται recc. (et schol. τεθεώρηται): ὦ παῖ M πάλαι δὴ καὶ βεβούλευται τάδε.
Ἑρμῆς
τόλμησον, ὦ μάταιε, τόλμησόν ποτε
πρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν.
Προμηθεύς
ὀχλεῖς μάτην με κῦμ᾽ ὅπως παρηγορῶν.
εἰσελθέτω σε μήποθ᾽ ὡς
μήποθ᾽ ὡς m1 et recc.: μη πάθ᾽ M ἐγὼ Διὸς
γνώμην φοβηθεὶς θηλύνους γενήσομαι,
καὶ λιπαρήσω τὸν μέγα στυγούμενον
γυναικομίμοις ὑπτιάσμασιν χερῶν
λῦσαί με δεσμῶν τῶνδε: τοῦ παντὸς δέω.
Ἑρμῆς
λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν:
τέγγει γὰρ οὐδὲν οὐδὲ μαλθάσσει λιταῖς
ἐμαῖς: δακὼν δὲ στόμιον ὡς νεοζυγὴς
πῶλος βιάζει καὶ πρὸς ἡνίας μάχει.
ἀτὰρ σφοδρύνει γ᾽ ἀσθενεῖ σοφίσματι.
αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶς
αὐτὴ καθ᾽ αὑτὴν οὐδενὸς μεῖζον σθένει.
σκέψαι δ᾽, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,
οἷός σε χειμὼν καὶ κακῶν τρικυμία
ἔπεισ᾽ ἄφυκτος:
ἄφυκτος recc.: ἀφύκτως M, ος suprascr. m1
πρῶτα μὲν γὰρ ὀκρίδα
φάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶ
πατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμας
τὸ σόν, πετραία δ᾽ ἀγκάλη σε βαστάσει.
μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνου
ἄψορρον ἥξεις εἰς φάος: Διὸς δέ σοι
σοι rec.: τοι codd. cett.
πτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρως
διαρταμήσει σώματος μέγα ῥάκος,
ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,
κελαινόβρωτον δ᾽ ἧπαρ ἐκθοινάσεται.
ἐκθοινάσεται Nauck: ἐκθοινήσεται codd.
τοιοῦδε μόχθου τέρμα μή τι
τι rec.: τοι M προσδόκα,
πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνων
φανῇ, θελήσῃ τ᾽ εἰς ἀναύγητον μολεῖν
Ἅιδην κνεφαῖά τ᾽ ἀμφὶ Ταρτάρου βάθη.
πρὸς ταῦτα βούλευ᾽: ὡς ὅδ᾽ οὐ πεπλασμένος
ὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος:fort. ἐτήτυμος Hartung
ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόμα
τὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ. σὺ δὲ
πάπταινε καὶ φρόντιζε, μηδ᾽ αὐθαδίαν
εὐβουλίας ἀμείνον᾽
ἄμεινον mutatum in ἀμείνον᾽ M ἡγήσῃ ποτέ.
Χορός
ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεται
λέγειν: ἄνωγε γάρ σε τὴν αὐθαδίαν
μεθέντ᾽ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.
πιθοῦ:
πιθοῦ recc.: πείθου M σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.
Προμηθεύς
εἰδότι τοί μοι τάσδ᾽ ἀγγελίας
ὅδ᾽ ἐθώυξεν, πάσχειν δὲ κακῶς
ἐχθρὸν ὑπ᾽ ἐχθρῶν οὐδὲν ἀεικές.
πρὸς ταῦτ᾽ ἐπ᾽ ἐμοὶ ῥιπτέσθω
ἐπ᾽ ἐμοὶ ῥιπτέσθω recc.: ἐπί μοι ῥιπτείσθω M μὲν
πυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δ᾽
ἐρεθιζέσθω βροντῇ σφακέλῳ τ᾽
ἀγρίων ἀνέμων: χθόνα δ᾽ ἐκ πυθμένων
αὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,
κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳ
συγχώσειεν τῶν τ᾽ οὐρανίων
ἄστρων διόδους: εἴς τε κελαινὸν
Τάρταρον ἄρδην ῥίψειε δέμας
τοὐμὸν ἀνάγκης στερραῖς δίναις:
πάντως ἐμέ γ᾽ οὐ θανατώσει.
Ἑρμῆς
τοιάδε μέντοι τῶν φρενοπλήκτων
βουλεύματ᾽ ἔπη τ᾽ ἔστιν ἀκοῦσαι.
τί γὰρ ἐλλείπει μὴ <οὐ>
οὐ add. Wecklein παραπαίειν
ἡ τοῦδ᾽ εὐχή;
ἡ τοῦδ᾽ εὐχή Winckelmann: ἦ τοῦδ᾽ εὐτυχῆ M τί χαλᾷ μανιῶν;
ἀλλ᾽ οὖν ὑμεῖς γ᾽ αἱ
γ᾽ αἱ Turnebus: γε codd. πημοσύναις
συγκάμνουσαι ταῖς τοῦδε τόπων
μετά ποι
ποι rec.: που M χωρεῖτ᾽ ἐκ τῶνδε θοῶς,
μὴ φρένας ὑμῶν ἠλιθιώσῃ
βροντῆς μύκημ᾽ ἀτέραμνον.
Χορός
ἄλλο τι φώνει καὶ παραμυθοῦ μ᾽
ὅ τι καὶ πείσεις: οὐ γὰρ δή που
τοῦτό γε τλητὸν παρέσυρας ἔπος.
πῶς με κελεύεις κακότητ᾽ ἀσκεῖν;
μετὰ τοῦδ᾽ ὅ τι χρὴ πάσχειν ἐθέλω:
τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,
κοὐκ ἔστι νόσος
τῆσδ᾽ ἥντιν᾽ ἀπέπτυσα μᾶλλον.
Ἑρμῆς
ἀλλ᾽ οὖν μέμνησθ᾽ ἁγὼ
ἁγὼ Porson: ἅ τ᾽ ἐγὼ codd. plerique προλέγω
μηδὲ πρὸς ἄτης θηραθεῖσαι
μέμψησθε τύχην, μηδέ ποτ᾽ εἴπηθ᾽
ὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτον
πῆμ᾽ εἰσέβαλεν: μὴ δῆτ᾽, αὐταὶ δ᾽
ὑμᾶς αὐτάς. εἰδυῖαι γὰρ
κοὐκ ἐξαίφνης οὐδὲ λαθραίως
εἰς ἀπέραντον δίκτυον ἄτης
ἐμπλεχθήσεσθ᾽ ὑπ᾽ ἀνοίας.
Προμηθεύς
καὶ μὴν ἔργῳ κοὐκέτι μύθῳ
χθὼν σεσάλευται.
βρυχία δ᾽ ἠχὼ παραμυκᾶται
βροντῆς, ἕλικες δ᾽ ἐκλάμπουσι
στεροπῆς ζάπυροι, στρόμβοι δὲ κόνιν
εἱλίσσουσι:
εἱλίσσουσι Turnebus: ἑλίσσουσιν M σκιρτᾷ δ᾽ ἀνέμων
πνεύματα πάντων εἰς ἄλληλα
στάσιν ἀντίπνουν ἀποδεικνύμενα:
ξυντετάρακται δ᾽ αἰθὴρ πόντῳ.
τοιάδ᾽ ἐπ᾽ ἐμοὶ ῥιπὴ Διόθεν
τεύχουσα φόβον στείχει φανερῶς.
ὦ μητρὸς ἐμῆς σέβας, ὦ πάντων
αἰθὴρ κοινὸν φάος εἱλίσσων,
εἱλίσσων Turnebus: ἑλίσσων codd.
ἐσορᾷς μ᾽ ὡς ἔκδικα πάσχω.