Ἑπτὰ ἐπὶ Θήβας Aeschylus Arthur Sidgwick Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Tufts University About 70Kb Trustees of Tufts University Medford, MA Perseus Project Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License urn:cts:greekLit:tlg0085.tlg004.1st1K-grc1 Aeschylus Aeschyli Tragoediae Arthur Sidgwick Oxford Clarendon Press 1902 HathiTrust Greek Latin 1988 Gregory Crane tagging In c. 2005, we had some money but not enough to do a full rekeying. We asked http://www.digitaldividedata.com/ to start with our digital version of Smyth's Aeschylus and systematically set to turn it into Sidgwick's Oxford Classical Text edition. Doubtless they will have missed places but the text is open and we hope that people will read this edition carefully against various digital exemplars of this public domain edition and catch such slips. Corrected XPath to use line, corrected editor attribute, added ref, resolved line number duplicates. Επτα Επι Θηβας Αισχυλου Επτα Επι Θηβας Υποθεσις

Ἡ μὲν σκηνὴ τοῦ δράματος ἐν Θήβαις ἐπὶ Θήβαις, ἐν suprascr. m ὑπόκειται: ὁ δὲ χορὸς ἐκ Θηβαίων ἐστὶ παρθένων: ἡ δὲ ὑπόθεσις, στρατιὰ στρατιὰ] στρατεία m Ἀργείων πολιορκοῦσα Θηβαίους, τοὺς καὶ νικήσαντας, καὶ θάνατος Ἐτεοκλέους καὶ Πολυνείκους. ἐδιδάχθη ἐπὶ Θεαγένους Θεαγενίδου Franz ὀλυμπιάδι οή. ὀλ. οή] i. e. anno A. C. 467 ἐνίκα Λαΐῳ, Οἰδίποδι, Ἑπτὰ ἐπὶ Θήβας, Σφιγγὶ σατυρικῇ. β͂ ʽδεύτεροσ̓ Ἀριστίας Α᾽ριστίων] Α᾽ριστίας Franz Περσεῖ, Ταντάλῳ, Παλαισταῖς σατυρικοῖς τοῖς Πρατίνου πατρός. γ͂ ʽτρίτοσ̓ Πολυφράδμων Λυκουργείᾳ Λυκουργείᾳ] λυκουργίᾳ m τετραλογίᾳ.

Τὰ τοῦ δράματος πρόσωπα:

Ἐτεοκλῆς

Ἀντιγόνη

ἄγγελος κατάσκοπος

Ἰσμήνη

χορὸς παρθένων

κῆρυξ

Ετεοκλης Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίρια ὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεως οἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ. εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ: εἰ δ᾽ αὖθ᾽, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι, Ἐτεοκλέης ἂν εἷς πολὺς πολὺς quod omiserat supra scr. M κατὰ πτόλιν ὑμνοῖθ᾽ ὑπ᾽ ἀστῶν φροιμίοις πολυρρόθοις οἰμώγμασίν θ᾽, ὧν Ζεὺς ἀλεξητήριος ἐπώνυμος γένοιτο Καδμείων πόλει. ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντ᾽ ἔτι ἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ, βλαστημὸν ἀλδαίνοντα σώματος πολύν, ὥραν ὥραν M: ὤραν m τ᾽ add. m1 τ᾽ ἔχονθ᾽ ἕκαστον ὥστε ὥστε rec. Stanley: ὥστι ex ὥστις factum M συμπρεπές, πόλει τ᾽ ἀρήγειν καὶ θεῶν ἐγχωρίων βωμοῖσι, τιμὰς μὴ Ξ̓αλειφθῆναί ποτε: τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ: ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ, ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον, ἐθρέψατ᾽ οἰκητῆρας οἰκητῆρας recc.: οἰκιστῆρας M et plerique ἀσπιδηφόρους πιστοὺςfortasse πιστοί θ᾽ ὅπως γένοισθε πρὸς χρέος τόδε. καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός: χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ. νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ, ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα, χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ: οὗτος τοιῶνδε δεσπότης μαντευμάτων λέγει μεγίστην προσβολὴν Ἀχαιίδα νυκτηγορεῖσθαι κἀπιβούλευσιν κἀπιβούλευσιν Dindorf: κἀπιβουλεύσειν M: -εύειν recc. πόλει. ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ, πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις μίμνοντες εὖ θαρσεῖτε, εὖ θαρσεῖτε Aldina: εὐθαρσεῖτε codd. μηδ᾽ ἐπηλύδων ταρβεῖτ᾽ ἄγαν ὅμιλον: εὖ τελεῖ θεός. σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ: καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ. Αγγελος Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ, ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων, αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων: ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται, ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου, Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ, ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ: μνημεῖά θ᾽ αὑτῶν αὑτῶν] αὐτῶν M τοῖς τεκοῦσιν ἐς δόμους πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ λείβοντες: οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων. καὶ τῶνδε πίστις πίστις rec. et Stobaeus (vii. 11): πύστις codd. cett. οὐκ ὄκνῳ χρονίζεται. κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον. πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος: ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων. πλευμόνων M: πνευμόνων recc. σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς Ἄρεως: βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ: καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ: κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσι. Ετεοκλης ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί, Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής, μή μοι πόλιν γε πρυμνόθεν πρυμνόθεν codd.: πρέμνοθεν Valckenärium secuti edd. plerique πανώλεθρον ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους: ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν ζυγοῖσι δουλίοισι δουλίοισι Aldina: δουλείοισι codd. μήποτε σχεθεῖν: σχεθεῖν Blomfield: σχέθειν codd. γένεσθε δ᾽ ἀλκή: ξυνὰ δ᾽ ἐλπίζω λέγειν: πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
Χορος θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη: μεθεῖται στρατός: στρατόπεδον λιπὼν ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας: αἰθερία κόνις με πείθει φανεῖσ᾽, ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.— ἔτι δὲ γᾶς ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠ- τὶ χρίμπτει βοάν: ἔτι δὲ γᾶς ἐμᾶς Paley, πεδί᾽ ὁπλόκτυπ᾽ Seidler, ὠτὶ recc. χρίμπτει βοάν Ritschl: ἕλεδέμας πεδιοπλοκτύπος τί χρίμπτεται βοᾷ M totum locum ita restituit Paleio praeeunte Wecklein, nisi quod ἰδὲ pro ἔτι habet ποτᾶται, βρέμει δ᾽ ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.— ἰὼ ἰὼ ἰὼ ἰὼ recc.: ἰὼ ἰὼ ἰὼ M θεοὶ θεαί τ᾽ ὀρόμενον κακὸν ἀλεύσατε.— βοᾷ βοᾷ fortasse secludendum ὑπὲρ τειχέων ὁ λεύκασπις ὄρνυται λαὸς εὐ- τρεπὴς ἐπὶ πόλιν [διώκων διώκων seclusit Rothe].— τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει θεῶν ἢ θεᾶν; πότερα δῆτ᾽ ἐγὼ <πάτρια πάτρια add. ex schol. Volckmann> προσπέσω βρέτη δαιμόνων;— ἰὼ μάκαρες εὔεδροι, ἀκμάζει βρετέων ἔχεσθαι: τί μέλ- λομεν ἀγάστονοι;— ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον; πέπλων καὶ στεφέων στεφέων ex στεφάνων factum M πότ᾽ εἰ μὴ νῦν ἀμ- φὶ λιτάν᾽ ἀμφὶ λιτάν᾽ Seidler: ἀμφίλιταν M: ἀμφὶ λιτὰν m1 ἕξομεν;— κτύπον δέδορκα: πάταγος οὐχ ἑνὸς δορός. τί ῥέξεις; προδώσεις, παλαίχθων Ἄρης, τὰν τεάν;— ἰὼ ἰὼ Dindorf: ὦ codd. χρυσοπήληξ δαῖμον, ἔπιδ᾽ ἔπι- δε πόλιν ἅν ποτ᾽ εὐφιλήταν ἔθου.inter choreutas distribuendi
Χορος θεοὶ πολιάοχοι πολίοχοι Dindorf χθονὸς ἴθ᾽ ἁθρόοι ἴθ᾽ ἁθρόοι Steusloff: ἴθ᾽ ἴτε πάντες codd. (τ supra θ scr. M) ἴδετε παρθένων ἱκέσιον λόχον δουλοσύνας ὕπερ. κῦμα [γὰρ γὰρ seclusit Klausen] περὶ πτόλιν δοχμολόφων ἀνδρῶν καχλάζει πνοαῖς Ἄρεος ὀρόμενον. ἀλλ᾽, ὦ Ζεῦ πάτερ † παντελές, πάντωςfortasse πάντως, πάτερ παντελές, Wecklein ἄρηξον δαΐων ἅλωσιν. Ἀργέιοι δὲ δὲ M, rec.: γὰρ (suprascr.) m, cett. codd. πόλισμα Κάδμου κυκλοῦνται: φόβος δ᾽ ἀρίων ἀρείων Blomfield: ἀρηίων codd. ὅπλων. διάδετοι διάδετοι recc.: διαδέτοι M <δέ τοι δέ τοι add. Dindorf> γενῦν γενῦν Dindorf: γενύων codd. ἱππίων ἱππίων recc. duo: ἱππείων codd. cett. κινύρονται κινύρονται] μινύρονται ex Hesychio (qui προφωνοῦσι interpretatur) L. Dindorf φόνον χαλινοί. ἑπτὰ δ᾽ ἀγάνορες ἀγήνορες codd. πρέποντες στρατοῦ δορυσσοῖς δορυσσοῖς Blomfield: δορυσσόοις codd. σαγαῖς πύλαις ἑβδόμαιςPost 125 excidit fortasse aliquid: vid. ad 147 προσίστανται πάλῳ λαχόντες.
Χορος σύ τ᾽, ὦ Διογενὲς φιλόμαχον κράτος, ῥυσίπολις γενοῦ, Παλλάς, ὅ θ᾽ ἵππιος ποντομέδων ἄναξ ἰχθυβόλῳ Ποσειδάων μαχανᾷ, Ποσειδάων μαχανᾷ Klausen: μαχανᾷ Ποσειδᾶν (vel - δῶν) codd. ἐπίλυσιν πόνων, ἐπίλυσιν δίδου. σύ τ᾽, Ἄρης, φεῦ, φεῦ, † ἐπώνυμον Κάδμου πόλινmetro caret φεῦ φεῦ, κηδείαν πόλιν ingeniose Wecklein: πόλιν Κάδμου ἐπώνυμον (φεῦ φεῦ seclusis) Dindorf φύλαξον κήδεσαί τ᾽ ἐναργῶς. καὶ Κύπρις, ἅτ᾽ εἶ γένους προμάτωρ, ἄλευσον: σέθεν γὰρ γὰρ recc.: om. M ἐξ αἵματος γεγόναμεν: λιταῖσί λιταῖσι Hermann: λιταῖς codd. σε θεοκλύτοις ἀυτοῦσαι ἀυτοῦσαι Seidler: ἀπύουσαι codd. πελαζόμεσθα. καὶ σύ, Λύκει᾽ ἄναξ, Λύκειος γενοῦ στρατῷ δαΐῳ στόνων αὖ τίτας. αὖ τίτας Schmidt: ἀυτᾶς codd.: ἀντίτας Wecklein †σύ τ᾽, ὦ Λατογένει- α κούρα, τόξον εὐτυκάζουstrophae vv. non respondent. Alii hos vv. corrigunt: σύ τ᾽, ὦ Λατωίς, εὐτυκάζου Wecklein: rectius fortasse alii ante 126 excidisse aliquid existimant [Ἄρτεμι φίλα Ἄρτεμι φίλα (codd.) seclusit Seidler ].†
Χορος ἒ ἒ ἒ ἔ, ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω: ὦ πότνι᾽ Ἥρα. ἔλακον ἀξόνων βριθομένων χνόαι. Ἄρτεμι φίλα, [ἒ ἒ ἒ ἔ], δοριτίνακτος αἰθὴρ δ᾽ αἰθὴρ δ᾽ Hermann: δ᾽ αἰθὴρ codd. ἐπιμαίνεται. τί πόλις ἄμμι πάσχει, τί γενήσεται; ποῖ δ᾽ ἔτι τέλος ἐπάγει θεός;
Χορος ἒ ἒ ἒ ἔ, ἀκροβόλων δ᾽ ἐπάλξεων λιθὰς ἔρχεται: ὦ φίλ᾽ Ἄπολλον: κόναβος ἐν πύλαις χαλκοδέτων σακέων, παῖ Διός, ὅθεν παῖ Διός, ὅθεν von den Bergh: καὶ Διόθεν codd. πολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ. σύ τε, μάχᾳ. | σύ τε Hermann: μάχαισί | τε M μάκαιρ᾽ ἄνασσ᾽ Ὄγκα, πρὸ πόλεως ἑπτάπυλον ἕδος ἐπιρρύου.
Χορος ἰὼ παναρκεῖς παναρκεῖς (λ supra ρ scr. m1) M θεοί, ἰὼ τέλειοι τέλειαί τε γᾶς τᾶσδε τᾶσδε recc.: τᾶσδέ γε M πυργοφύλακες, πόλιν δορίπονον μὴ προδῶθ᾽ ἑτεροφώνῳ στρατῷ. κλύετε παρθένων κλύετε πανδίκως πανδίκως recc. et M (ex πανδίκους correctum) χειροτόνους λιτάς.
Χορος ἰὼ φίλοι δαίμονες, λυτήριοί <τ᾽ τ᾽ add. Seidler> ἀμφιβάντες πόλιν, δείξαθ᾽ ὡς φιλοπόλεις, φιλοπόλεις Wunderlich: φιλοπόλιες M et codd. plerique μέλεσθέ θ᾽ θ᾽ recc.: δ᾽ M ἱερῶν δημίων, μελόμενοι δ᾽ ἀρήξατε: φιλοθύτων δέ τοι πόλεος πόλεος Porson: πόλεως codd. ὀργίων μνήστορες ἐστέ μοι.
Ετεοκλης ὑμᾶς ἐρωτῶ, θρέμματ᾽ οὐκ ἀνασχετά, ἦ ταῦτ᾽ ἄριστα καὶ πόλει σωτήρια, στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ, βρέτη πεσούσας πρὸς πολισσούχων θεῶν αὔειν, λακάζειν, σωφρόνων μισήματα; μήτ᾽ ἐν κακοῖσι μήτ᾽ ἐν εὐεστοῖ φίλῃ ξύνοικος εἴην τῷ γυναικείῳ γένει. κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος, δείσασα δ᾽ οἴκῳ καὶ πόλει πλέον κακόν. καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰς θεῖσαι διερροθήσατ᾽ ἄψυχον κάκην: τὰ τῶν θύραθεν δ᾽ ὡς ἄριστ᾽ ὀφέλλεται, αὐτοὶ δ᾽ ὑφ᾽ αὑτῶν ἔνδοθεν πορθούμεθα. τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.habent recc.: omittit M κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται, ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον, ψῆφος κατ᾽ αὐτῶν ὀλεθρία βουλεύσεται, λευστῆρα δήμου δ᾽ οὔ τι μὴ φύγῃ μόρον. μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω, τἄξωθεν: ἔνδον δ᾽ οὖσα μὴ βλάβην τίθει. ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;
Χορος ὦ φίλον Οἰδίπου τέκος, ἔδεισ᾽ ἀκού- σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄττοβον bis recc.: ὄτοβον semel M ὄτοβον, ὅτε ὅτε rec.: ὅτι M τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι, ἱππικῶν τ᾽ ἄπυον ἄπυον Lachmann: ἀύπνων codd. πηδαλίων διὰ στόμα πυριγενετᾶν χαλινῶν. Ετεοκλης τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼν πρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας, νεὼς καμούσης ποντίῳ πρὸς πρὸς recc.: ἐν (in rasura) M κύματι;
Χορος ἀλλ᾽ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ- χαῖα βρέτη, θεοῖσι πίσυνος, θεοῖσι πίσυνος Seidler: πίσυνος θεοῖς codd. νιφάδος ὅτ᾽ ὀλοᾶς νιφομένας βρόμος ἐν πύλαις: δὴ τότ᾽ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως ἵν᾽ ὑπερέχοιεν ἀλκάν. Ετεοκλης πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ. Χορος οὔκουν οὔκουν M: οὐκοῦν m1, recc. τάδ᾽ ἔσται πρὸς θεῶν; Ετεοκλης ἀλλ᾽ οὖν θεοὺς τοὺς τῆς ἁλούσης πόλεος πόλεος recc. pauci: πόλεως codd. cett. ἐκλείπειν λόγος.tres vv. ita distribuit m1, recc.: Eteocli continuat M
Χορος μήποτ᾽ ἐμὸν κατ᾽ αἰῶνα λίποι λείποι M θεῶν ἅδε πανάγυρις, μηδ᾽ ἐπίδοιμι τάνδ᾽ ἀστυδρομουμέναν πόλιν καὶ στράτευμ᾽ ἁπτόμενον πυρὶ δαΐῳ.fortasse δαϊῳ <πᾶν> Enger Ετεοκλης μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς: πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας μήτηρ, γονῆς γονῆς Hermann: γυνὴ codd. σωτῆρος: ὧδ᾽ ἔχει λόγος.
Χορος ἔστι: θεοῦ θεοῦ M: θεοῖς m recc. δ᾽ ἔτ᾽ ἰσχὺς καθυπερτέρα: πολλάκι δ᾽ ἐν κακοῖσι τὸν τὸν ex schol. Canter: τὰν codd. ἀμάχανον κἀκ χαλεπᾶς δύας ὕπερθ᾽ ὀμμάτων κρημναμενᾶν νεφελᾶν κρημναμενᾶν νεφελᾶν Hermann: κρημναμέναν (vel κριμν. ) νεφέλαν codd. ὀρθοῖ.fortasse ἀνορθοῖ Enger Ετεοκλης ἀνδρῶν τάδ᾽ ἐστί, σφάγια καὶ χρηστήρια θεοῖσιν ἕρδειν, πολεμίων πειρωμένων: πειρωμένων] πειρωμένοις (ων supra scr. m1) M σὸν δ᾽ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
Χορος διὰ θεῶν πόλιν νεμόμεθ᾽ ἀδάματον, ἀδάματον Pauw: ἀδάμαντον M δυσμενέων δ᾽ ὄχλον πύργος ἀποστέγει. τίς τίς Heath: τί codd. τάδε νέμεσις στυγεῖ; Ετεοκλης οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος: ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς, εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ.
Χορος ποτίφατον ποτίφατον Heimsoeth: ποταίνιον codd. κλύουσα πάταγον ἀνάμιγα ἀνάμιγα rec.: ἄμμιγα M ταρβοσύνῳ φόβῳ τάνδ᾽ ἐς ἀκρόπτολιν, ἀκρόπτολιν Porson: ἀκρόπολιν codd. plerique τίμιον ἕδος, ἱκόμαν. Ετεοκλης μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε. τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.
Χορος καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων. Ετεοκλης μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν. Χορος στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων. Ετεοκλης οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι. Χορος δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται. Ετεοκλης οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν; Χορος ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα. Ετεοκλης οὐκ ἐς φθόρον φθόρον m1: φόνον M σιγῶσ᾽ ἀνασχήσει τάδε; Χορος θεοὶ πολῖται, μή με δουλείας τυχεῖν. Ετεοκλης αὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ καὶ σὲ Wunderlich: κἀμὲ M: κἀμὲ καὶ σὲ πόλιν recc. duo πᾶσαν πόλιν. Χορος ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος. Ετεοκλης ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος. Χορος μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις. Ετεοκλης παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων; Χορος ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος. Ετεοκλης αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος. Χορος λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι. Ετεοκλης σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει. Χορος σιγῶ: σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον. Ετεοκλης τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν. καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων, εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς: κἀμῶν ἀκούσασ᾽ ἀκούσας M εὐγμάτων, ἔπειτα σὺ ὀλολυγμὸν ἱρὸν εὐμενῆ παιώνισον, παιώνισον M: παιάνισον m1 recc. Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς, θάρσος φίλοις, λύουσα πολέμιον φόβον. ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς, πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις, Δίρκης τε πηγαῖς, ὕδατί τ᾽ ὕδατί τ᾽ Geel: οὐδ᾽ ἀπ᾽ codd.: ingeniose οὐδ᾽ ἀπ᾽ Ἰσμηνὸν Abresch Ἰσμηνοῦ λέγω, εὖ ξυντυχόντων καὶ πόλεως σεσωσμένης, †[μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,corrupta ac redundantia varie reciduntur. Praestat fortasse cum L. Dindorf 275-7 secludere: vel cum Hermanno vv. 277-9 ita in duo versus redigere: θήσειν τροπαῖα, δαϊων δ᾽ ἐσθήματα | στέψω πρὸ ναῶν δουρίπηχθ᾽ ἁγνοῖς δόμοις ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι θήσειν τροπαῖα, πολεμίων δ᾽ ἐσθήματα, ἐσθήμα (τα suprascr. m) M] λάφυρα δᾴων δουρίπηχθ᾽ δουρίπηχθ᾽ Dindorf: δουρίπληχθ᾽ codd. ἁγνοῖς δόμοις, στέψω πρὸ ναῶν, πολεμίων [δ᾽ δ᾽ seclusit L. Dindorf] ἐσθήματα.† τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς, μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν: ποιφύγμασιν recc.: ποφοίγμασιν (ι supra πο, οι in litura) M οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον. ἐγὼ δέ γ᾽ δέ γ᾽ anon.: δ᾽ ἐπ᾽ codd. ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών, πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.
Χορος μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ: γείτονες δὲ καρδίας μέριμναι ζωπυροῦσι τάρβος τὸν ἀμφιτειχῆ λεών, δράκοντας δράκοντας Bothe: δράκοντα δ᾽ codd. ὥς τις τέκνων ὑπερδέδοικεν λεχαίων λεχαίων Lachmann: λεχέων codd. δυσευνάτορας δυσευνάτορας Bothe: δευσευνητορας (ει supra ο, α supra ας scr. m1) M πάντρομος πάντρομος M: πάντροφος m et recc. [ante παντ. ἁ habet M: omittunt recc.] πελειάς. τοὶ μὲν γὰρ ποτὶ πύργους πανδαμεὶ πανδημεῖ M πανομιλεὶ στείχουσιν. τί γένωμαι; τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν ἰάπτουσι πολίταις χερμάδ᾽ ὀκριόεσσαν. παντὶ τρόπῳ, Διογενεῖς θεοί, πόλιν καὶ στρατὸν Καδμογενῆ ῥύεσθε.
Χορος ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον τᾶσδ᾽ ἄρειον, ἐχθροῖς ἀφέντες τὰν βαθύχθον᾽ αἶαν, ὕδωρ τε Διρκαῖον, εὐ- τραφέστατον εὐτραφέστατον recc.: εὐτρεφέστατον M πωμάτων ὅσων ἵησιν Ποσει- δᾶν ὁ γαιάοχος Τηθύος τε παῖδες. πρὸς τάδ᾽, ὦ πολιοῦχοι θεοί, τοῖσι μὲν ἔξω πύργων ἀνδρολέτειραν κῆρα, κῆρα, ῥίψ. Lowinski: καταριψ. M, καὶ τὰν ῥίψ. m ῥίψοπλον ἄταν, ἐμβαλόντες ἄροισθε κῦδος τοῖσδε πολίταις. καὶ πόλεως ῥύτορες <ἔστ᾽ ἔστ᾽ add. W. Headlam> εὔεδροί τε στάθητ᾽ ὀξυγόοις λιταῖσιν.
Χορος οἰκτρὸν γὰρ πόλιν ὧδ᾽ ὠγυγίαν Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν, δουλίαν δουλίαν rec.: δουλείαν codd. cett. ψαφαρᾷ σποδῷ ὑπ᾽ ἀνδρὸς Ἀχαιοῦ θεόθεν περθομέναν ἀτίμως, τὰς δὲ κεχειρωμένας κεχηρωμένας (ει supra η scr. m1) M ἄγεσθαι, ἒ ἔ, νέας τε καὶ παλαιὰς ἱππηδὸν πλοκάμων, περιρ- ρηγνυμένων φαρέων. βοᾷ δ᾽ ἐκκενουμένα πόλις, λαΐδος ὀλλυμένας μιξοθρόου: βαρείας τοι τύχας προταρβῶ.
Χορος κλαυτὸν δ᾽ ἀρτιτρόφοις ἀρτιτρόφοις Schneider: ἀρτιτρόποις (δ suprascr. m) M: ἀρτιτρόποις codd. cett. ὠμοδρόποις ὠμοδρόποις Ritschl: ὠμοδρόπων M et codd. plerique νομίμων προπάροιθεν διαμεῖψαι δωμάτων στυγερὰν ὁδόν: τί γάρ; τί γάρ; Blomfield: τί; τὸν codd. φθίμενόν τοι τοι (ε cod. G) Blomfield: γὰρ codd. προλέγω βέλτερα τῶνδε πράσσειν: πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ, ἒ ἔ, δυστυχῆ τε πράσσει. ἄλλος δ᾽ ἄλλον ἄγει, φονεύ- ει, τὰ δὲ καὶ πυρφορεῖ: καπνῷ [δὲ δὲ seclusit Brunck] χραίνεται πόλισμ᾽ ἅπαν: μαινόμενος δ᾽ ἐπιπνεῖ λαοδάμας μιαίνων εὐσέβειαν Ἄρης.
Χορος κορκορυγαὶ δ᾽ ἀν᾽ ἄστυ, ποτὶ [πτόλιν πτόλιν seclusit Hermann] δ᾽ ὁρκάνα πυργῶτις: πρὸς ἀνδρὸς δ᾽ ἀνὴρ στὰς δορὶ καίνεται: κλίνεται (και supra κλι scr. m1) M βλαχαὶ δ᾽ αἱματόεσσαι τῶν ἐπιμαστιδίων ἀρτιτρεφεῖς ἀρτιβρεφεῖς recc. aliquot βρέμονται. ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες: ξυμβολεῖ ξυμβολεῖ (αλλ supra ο scr. m1) M φέρων φέροντι, καὶ κενὸς κενὸν καλεῖ, ξύννομον θέλων ἔχειν, οὔτε μεῖον οὔτ᾽ ἴσον λελιμμένοι. λελιμμένοι recc.: λελημμένοι M τίν᾽ τίν᾽ recc.: τί sequente litura M, τίν᾽ m1 ἐκ τῶνδ᾽ εἰκάσαι λόγον λόγον Dindorf: λόγος codd. πάρα;
Χορος παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει [κυρήσας κυρήσας seclusit Dindorf], πικρὸν δ᾽ ὄμμα <τᾶν τᾶν add. Wecklein> θαλαμηπόλων: πολλὰ δ᾽ ἀκριτόφυρτος γᾶς δόσις οὐτιδανοῖς ἐν ῥοθίοις ῥοθίοις recc.: ῥοθίοισι M φορεῖται. δμωίδες δὲ καινοπήμονες †νέαι: τλήμονες νέαι τλήμονες tanquam καινοπήμονες interpretantis eicit Butler. Praestat fortasse τλᾶσαν αἰχμ. εὐνὰν Hartung, vel κῆδος ηὗρον αἰχμ. εὐνὰν αἰχμάλωτον†corrupta nondum sanantur. ἀνδρὸς εὐτυχοῦντος, αἷς αἷς Butler: ὡς codd. δυσμενοῦς ὑπερτέρου ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν, παγκλαύτων ἀλγέων ἐπίρροθον.
Ημιχόριον ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει, σπουδῇ διώκων πομπίμους χνόας ποδοῖν. Ἡμιχόριον Β καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος εἰς εἰς Porson: εἶσ᾽ codd. ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν: σπουδὴ δὲ καὶ τοῦδ᾽ εὖ καταρτίζει εὖ καταρτίζει Weil: οὐκ ἀπαρτίζει codd. πόδα. Αγγελος λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων, ὥς τ᾽ ὥστε in rasura (ut videtur) m1 ἐν πύλαις ἕκαστος εἴληχεν πάλον. Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν ὁ μάντις: οὐ γὰρ σφάγια γίγνεται γίγνεται Porson: γίνεται codd. καλά. Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος λιμένος M, λε adscr. m, μ m1 μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ: θείνει θείνει recc.: θένει M δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν, σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ. τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δὲ τῷ δὲ τῷ recc.: δ᾽ ἐσώ M, τῶ m1 χαλκήλατοι κλάζουσι κώδωνες φόβον: ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε, φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον: λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει, πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει. τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς αγαῖς (ς adscr. m1) M βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν, ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει, ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων. κλύων ex schol. Tyrwhitt: μένων (e 393) M τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν κλῄθρων λυθέντων προστατεῖν φερέγγυος; Ετεοκλης κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ, οὐδ᾽ ἑλκοποιὰ γίγνεται γίνεται codd. τὰ σήματα: λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν, τάχ᾽ ἂν γένοιτο μάντις ἁνοία ἡ ἄνοιά (accent. mutat. ἀνοία m) M τινί. εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι, τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον, καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται. μαντεύεται M, ς add. m ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων, μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους. αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ. σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο, ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος, Μελάνιππος: ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ: Δίκη δ᾽ ὁμαίμων ὁμαίμων M: δ supra μ scr. m1 (i. e. ὁ δαίμων), quod habent recc. κάρτα νιν προστέλλεται εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
Χορος τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν θεοὶ δοῖεν, ὡς δικαίως πόλεως πρόμαχος ὄρνυται: τρέμω δ᾽ αἱματη- φόρους μόρους ὑπὲρ φίλων ὀλομένων ἰδέσθαι. Αγγελος τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί: θεοὶ δοῖεν M, corrigit m Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις, γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ, πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη: θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς Ἔριν πέδοι πέδοι Dindorf: πέδῳ codd. σκήψασαν ἐμποδὼν σχεθεῖν. τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν: ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον, φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη: χρυσοῖς δὲ φωνεῖ γράμμασιν “Πρήσω πόλιν.” τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται, τίς ἄνδρα κομπάσαντα κομπάσαντα M: κομπάζοντα m1 et recc. μὴ τρέσας μενεῖ; Ετεοκλης καὶ τῷδε κόμπῳ κόμπῳ Keck: κέρδει codd. κέρδος ἄλλο τίκτεται. τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται γίνεται codd. κατήγορος. Καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος, θεοὺς ἀπειλεῖ ... θεοὺς secludere volt Wecklein ἀτίζων, κἀπογυμνάζων στόμα χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν πέμπει γεγωνὰ γεγωνὰ Brunck: γεγωνᾷ (ι adscr. m) M recc. plerique Ζηνὶ κυμαίνοντ᾽ ἔπη: πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον πυρφόρον recc.: πυρφόρων M ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου. ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν, αἴθων τέτακται λῆμα, Πολυφόντου βία, φερέγγυον φρούρημα, προστατηρίας Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς. λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.
Χορος ὄλοιθ᾽ ὃς πόλει μεγάλ᾽ ἐπεύχεται, κεραυνοῦ δέ νιν νιν Brunck: μιν codd. βέλος ἐπισχέθοι, πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶν θ᾽ ἑδωλίων <μ᾽ μ᾽ add. Hermann> ὑπερκόπῳ ὑπερκόπῳ anon.: ὑπερκόμπῳ codd. δορί ποτ᾽ ἐκλαπάξαι. Αγγελος [καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαις]seclusit H. Wolf λέξω: τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους, πύλαισι Νηίσταισι προσβαλεῖν λόχον. ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι. φιμοὶ δὲ συρίζουσι βάρβαρον βρόμον, βρόμον ex schol. Schütz: τρόπον codd. μυκτηροκόμποις πνεύμασιν πληρούμενοι. ἐσχημάτισται ἐσχημάτισται m1: εἰσημάτισται M δ᾽ ἀσπὶς οὐ σμικρὸν σμικρὸν Robortello: μικρὸν codd. τρόπον: ἀνὴρ [δ᾽ δ᾽ seclusit Blomfield] ὁπλίτης κλίμακος προσαμβάσεις προσαμβάσεις Canter: πρὸς ἀμβάσεις codd. στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων. βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς, ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων. καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον πόλεως ἀπείργειν τῆσδε δούλιον δούλιον Blomfield: δούλειον codd. ζυγόν. Ετεοκλης πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ: καὶ δὴ πέπεμπται πέπεμπται rec. et Erfurdt: πέπεμπτ᾽ οὐ M [οὐ habent codd. cett.] κόμπον ἐν χεροῖν ἔχων, Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν σπαρτῶν recc.: σπαρτοῦ M, ῶν suprascr. m1 γένους, ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται, ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί, ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός. κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λόγων. λόγων Valckenarius: λέγων codd.
Χορος ἐπεύχομαι τῷδε τῷδε rec.: δὴ τάδε M μὲν εὐτυχεῖν, ἰὼ πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν. ὡς δ᾽ ὑπέραυχα βάζουσιν βάζουσιν recc. duo: βάζουσ᾽ codd. cett. ἐπὶ πτόλει μαινομένᾳ φρενί, τώς νιν Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων. Αγγελος τέταρτος ἄλλος, γείτονας πύλας ἔχων Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται, Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος: ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω, ἔφριξα δινήσαντος: οὐκ ἄλλως ἐρῶ. ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι, Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν: ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος προσηδάφισται κοιλογάστορος κύκλου. αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει βακχᾷ πρὸς ἀλκὴν Θυιὰς Θυιὰς rec.: θυὰς M ὣς φόνον φόνον Canter: φόβον codd. βλέπων. τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον: φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται. Ετεοκλης πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾽ ἥδ᾽ Weil ἀγχίπτολις, πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν, εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον: Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος, ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης, οὔτ᾽ εἶδος οὔτε θυμὸν οὔθ᾽ οὔθ᾽ recc.: οὐδ᾽ M ὅπλων σχέσιν μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν. ἐχθρὸς γὰρ ἁνὴρ ἁνὴρ Porson: ἀνὴρ codd. ἀνδρὶ τῷ ξυστήσεται, ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων θεούς: ὁ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει, Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων: κοὔπω τις εἶδε Ζῆνά που νικώμενον. τοιάδε μέντοι προσφίλεια δαιμόνων. πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἱ δ᾽ ἡσσωμένων, εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ: εἰκὸς δὲ δὲ m1: γε M πρᾶξαι πρᾶξαι scripsi: πρᾶξιν M: πράξειν m1 codd. κἄνδρας κἄνδρας Pauw: ἄνδρας codd. ὧδ᾽ ἀντιστάτας: Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματοςsic recc. duo et Brunck: ordine inverso codd. cett. σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών.
Χορος πέποιθα <δὴ δὴ add. Robortello> τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽ ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας δαίμονος, δαίμονος et βροτοῖς Brunck: δαίμοσιν et βροτοῖσι codd. ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ δαροβίοισι θεοῖσιν, θεοῖσι codd. πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν. Αγγελος οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω, πέμπταισι προσταχθέντα Βορραίαις Βορραίαις Porson: βορρέαις M πύλαις, τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος: ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον, ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ Διός: τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ. στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων, ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ. ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον, φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται. οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις: τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ σάκει, κυκλωτῷ σώματος προβλήματι, Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας, φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα, ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη. ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην, μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν καταισχύνειν (- υνεῖν m) M πόρον, Παρθενοπαῖος Ἀρκάς: ὁ δὲ τοιόσδ᾽ ἀνὴρ μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς, πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός. Ετεοκλης εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν, αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν: ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο. ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα, ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον, Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου: ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ εἴσω εἴσω Blomfield: ἔσω codd. πυλῶν ῥέουσαν ἀλδαίνειν κακά, οὐδ᾽ εἰσαμεῖψαι τεῖχος τεῖχος Francken: θηρὸς codd. ἐχθίστου δάκους εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος: ἣ ʼξωθεν ἣ ʼξωθεν Porson: ἔξωθεν codd. εἴσω τῷ φέροντι μέμψεται, πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν. θεῶν θελόντων κἂν κἂν Hartung: δ᾽ ἂν M ἀλλ᾽ W. Headlam, qui post θελόντων, non post πτόλιν, interpungit ἀληθεύσαιμ᾽ ἐγώ.
Χορος ἱκνεῖται λόγος διὰ στηθέων, τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται, μεγάλα μεγαληγόρων κλυούσᾳ κλυούσᾳ Hermann: κλύων M ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ εἴθε γὰρ recc.: εἰ θεοὶ M θεοὶ τούσδ᾽ ὀλέσειαν ἐν γᾷ. Αγγελος ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον, ἀλκήν τ᾽ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν: Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος κακοῖσι βάζει πολλὰ Τυδέως βίαν: τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα, μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον, Ἐρινύος κλητῆρα, πρόσπολον φόνου, κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον. καὶ τὸν σὸν αὖθις προσθροῶν προσθροῶν Francken: προσμόραν M: πρόσμορον recc. ἀδελφεόν, ἐξυπτιάζων ὄμμα, ὄμμα Schütz: ὄνομα codd. Πολυνείκους βίαν, δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος, καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα: “ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές, καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις, πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα; μητρός τε πηγὴν τίς κατασβέσει δίκη; πατρὶς δὲ γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται; ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα, μάντις κεκευθὼς πολεμίας ὑπὸ ὑπὸ recc. duo: ἐπι M: ἐπὶ cett. χθονός. μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον.” τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὔκυκλον νέμων εὔκυκλον νέμων m et recc.: εὔκηλον ἔχων M πάγχαλκον ηὔδα: σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ. κύκλῳ] κύτει Wecklein οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα. τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει. Ετεοκλης φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς βροτοῖς m1 et recc.: βροτοὺς M δίκαιον ἄνδρα τοῖσι δυσσεβεστάτοις. δυσσεβεστάτοις recc.: δυσεβεστέροις M, ς suprascr. m ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος: ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται. ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει, ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν, ταὐτοῦ κυρήσας ἐκδίκοις ἐκδίκοις Prien: ἐκδίκως codd. ἀγρεύματος, πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη. ʼδ̓άμη G: δάμη M et cett. οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω, σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ, μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν, τείνουσι πομπὴν πομπὴν] καμπὴν Heimsoeth τὴν μακρὰν πάλιν μολεῖν, Διὸς θέλοντος ξυγκαθελκυσθήσεται. δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις, οὐχ ὡς ἄθυμον ἄθυμον Turnebus: ἄθυμος codd. οὐδὲ λήματος κάκῃ, ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ, εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου: φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια. ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν, ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν, γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει, φύει Wellauer: φύσει M: φέρει m1 recc. ποδῶκες οἶμα, οἶμα Weil: ὄμμα codd. χεῖρα δ᾽ οὐ βραδύνεται παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ. θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
Χορος κλύοντες θεοὶ δικαίας λιτὰς λιτὰς M: λόγους m1 ἡμετέρας τελεῖθ᾽, ὡς πόλις εὐτυχῇ, δορίπονα κάκ᾽ ἐκτρέποντες <ἐς ἐς add. Hermann: om. M, sed εἰς supra ἐπιμόλους scr. m1 > γᾶς ἐπιμόλους: πύργων δ᾽ ἔκτοθεν βαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.
Αγγελος τὸν ἕβδομον δὴ τόν τ᾽ τόν τ᾽ Blomfield: τόνδ᾽ codd. ἐφ᾽ ἑβδόμαις πύλαις λέξω, τὸν αὐτοῦ σου κασίγνητον, πόλει οἵας οἵας recc.: οἵας γ᾽ (ας in litura, οἵ ex οἷ factum m1) M ἀρᾶται καὶ κατεύχεται τύχας: πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί, ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας, σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας, ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλατῶν ἀνδρηλατῶν Blomfield: ἀνδρηλάτην codd. φυγῇ τὸν αὐτὸν τόνδε τίσασθαι τρόπον. τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία. ἔχει δὲ καινοπηγὲς εὔκυκλον εὔκυκλον M: εὔθετον schol. (in M) σάκος διπλοῦν τε σῆμα προσμεμηχανημένον. χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν ἄγει γυνή τις σωφρόνως ἡγουμένη. Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα λέγει λέγει recc.: λέξει M “κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.” τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα. σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ: ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων μέμψει, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν. Ετεοκλης ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος, ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος: ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι. ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει, μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος. ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει Πολυνείκει (sed ει in litura) M: Πολυνείκη recc. λέγω, τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ, εἴ νιν κατάξει χρυσότευκτα γράμματα ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν. εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν: ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον, οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω, οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος, Δίκη προσεῖδε προσεῖδε ex schol. Martini: προσεῖπε codd. καὶ κατηξιώσατο: οὐδ᾽ οὐδ᾽ recc. pauci: οὔτ᾽ codd. cett. ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας, ἢ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας. τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι αὐτός: τίς ἄλλος μᾶλλον ἐνδικώτερος; ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις, ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος κνημῖδας, αἰχμῆς καὶ πέτρων πέτρων mutatum in πετρῶν M προβλήματα. Χορος μή, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ: ἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις ἐς χεῖρας χεῖρας recc.: χέρας M ἐλθεῖν: αἷμα γὰρ καθάρσιον. ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος, οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος. Ετεοκλης εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ ἔστω: μόνον γὰρ κέρδος ἐν ἐν (mutatum in ἓν m1) M τεθνηκόσι: κακῶν δὲ κᾀσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς.
Χορος τί μέμονας, μέμονας (η supra ο scr. m1) M τέκνον; μή τί μήτι recc. aliquot: μήτις M, recc. cett. σε θυμοπλη- θὴς δορίμαργος δορὶ μάργος (correxit m1) M ἄτα φερέτω: κακοῦ δ᾽ ἔκβαλ᾽ ἔκβαλ᾽ (ἔκβαλλ᾽ m1) M ἔρωτος ἀρχάν. Ετεοκλης ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός, ἴτω κατ᾽ οὖρον κῦμα Κωκυτοῦ λαχὸν Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.
Χορος ὠμοδακής σ᾽ ἄγαν ἵμερος ἐξοτρύ- νει πικρόκαρπον ἀνδροκτασίαν ἀνδροηλασίαν (correxit m1) M τελεῖν αἵματος οὐ θεμιστοῦ. Ετεοκλης φίλου γὰρ ἐχθρά ἐχθρά recc.: αἰσχρά M μοι πατρὸς μέλαιν᾽ μέλαιν᾽ Weil: τελεῖ M, τελεία suprascr. m1: τελεί᾽ recc. ἀρὰ ξηροῖς ἀκλαύτοις ἄκλαυτος Butler ὄμμασιν προσιζάνει, λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.
Χορος ἀλλὰ σὺ μὴ ᾽ποτρύνου: κακὸς οὐ κεκλή- σει βίον εὖ κυρήσας: μελάναιγις ἐκ δ᾽ ἐκ δ᾽ Weil: δ᾽ οὐκ codd. εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν θεοὶ θυσίαν δέχωνται. Ετεοκλης θεοῖς μὲν ἤδη πως παρημελήμεθα, χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται: τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον;
Χορος νῦν ὅτε σοι παρέστακεν: ἐπεὶ δαίμων λήματος ἐν τροπαίᾳ ἐν τροπαίᾳ Aldina: ἀντροπαῖα M, ἀντροπαία m χρονίᾳ μεταλ- λακτὸς ἴσως ἂν ἔλθοι θαλερωτέρῳ θαλερωτέρῳ m1 et recc.: θαλλωτέρῳ fuerat M: fortasse θελεμωτέρῳ Conington πνεύματι: νῦν δ᾽ ἔτι ζεῖ. Ετεοκλης ἐξέζεσεν ἐξέζεσεν recc.: ἐξέζεσαν ut videtur M γὰρ Οἰδίπου κατεύγματα: ἄγαν δ᾽ ἀληθεῖς ἐνυπνίων φαντασμάτων ὄψεις, πατρῴων χρημάτων δατήριοι. δωτηρι .. M, correxit in δοτήριοι m, A suprascr. m1
Χορος πιθοῦ πιθοῦ Blomfield: πείθου M γυναιξί, καίπερ οὐ στέργων ὅμως. Ετεοκλης λέγοιτ᾽ ἂν ὧν ἄνη τις: τίς M (correxit m1) οὐδὲ χρὴ μακράν. Χορος μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις. Ετεοκλης τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλυνεῖς λόγῳ. Χορος νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός. Ετεοκλης οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος. Χορος ἀλλ᾽ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις; Ετεοκλης θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις ἐκφύγοις M: ἐκφύγοι m1 κακά.
Χορος πέφρικα τὰν ὠλεσίοικον θεόν, οὐ θεοῖς ὁμοίαν, παναλαθῆ, κακόμαντιν πατρὸς εὐκταίαν Ἐρινὺν τελέσαι τὰς περιθύμους κατάρας Οἰδιπόδα βλαψίφρονος: Οἰδιπόδα βλαψίφρονος Triclinius: βλαψ. Οἰδ. codd. παιδολέτωρ δ᾽ ἔρις ἅδ᾽ ἅδ᾽ m1 et recc.: δ᾽ M ὀτρύνει.
Χορος ξένος δὲ κλήρους κλήρους olim M: κλήροις recc. et ex correctione M ἐπινωμᾷ, Χάλυβος Σκυθῶν ἄποικος, κτεάνων χρηματοδαίτας πικρός, ὠμόφρων σίδαρος, χθόνα ναίειν διαπήλας, ὁπόσαν καὶ φθιμένοισιν κατέχειν, τῶν μεγάλων πεδίων ἀμοίρους.
Χορος ἐπειδὰν αὐτοκτόνως αὐτοκτόνως Triclinius: αὐτοκτόνωσιν M: αὐτοὶ κτάνωσιν m1 αὐτοδάικτοι θάνωσι, καὶ γαΐα γαΐα ex Hesych. Hermann: χθονία codd. κόνις πίῃ μελαμπαγὲς αἷμα φοίνιον, τίς ἂν καθαρμοὺς καθαρμοὺς recc.: κάθαρμα (μα in rasura m, ὸν suprascr. m1) M πόροι, τίς ἄν σφε λούσειεν; ὦ πόνοι δόμων νέοι παλαι- οῖσι συμμιγεῖς κακοῖς.
Χορος παλαιγενῆ γὰρ λέγω παρβασίαν παρβασίαν Porson: παραβασίαν M ὠκύποινον: αἰῶνα δ᾽ ἐς τρίτον μένει: Ἀπόλλωνος εὖτε Λάιος βίᾳ, βίᾳ m: βία M τρὶς εἰπόντος ἐν μεσομφάλοις Πυθικοῖς χρηστηρίοις θνᾴσκοντα γέν- νας ἄτερ σῴζειν πόλιν,
Χορος κρατηθεὶς δ᾽ δ᾽ seclusit Pauw ἐκ φίλων ἀβουλιᾶν ἀβουλιᾶν Dindorf: ἀβουλίαν m ἐγείνατο ἐγείνατο recc.: γείνατο M μὲν μόρον αὑτῷ, πατροκτόνον Οἰδιπόδαν, ὅστε ματρὸς ἁγνὰν σπείρας ἄρουραν, ἵν᾽ ἐτράφη, ῥίζαν αἱματόεσσαν, ἔτλα: παράνοια παράνοια (ut videtur) m: παρανοίαι (ι postea adscr.) M συνᾶγε νυμφίους φρενώλεις. φρενώλης (-εις m1) M
Χορος κακῶν δ᾽ ὥσπερ θάλασσα κῦμ᾽ ἄγει: τὸ μὲν πίτνον, ἄλλο δ᾽ ἀείρει τρίχαλον, ὃ καὶ περὶ πρύμ- ναν πόλεως καχλάζει. †μεταξὺ δ᾽ ἀλκὰ δι᾽ ὀλίγου τείνει πύργος ἐν εὔρει†.suspecta varie tentantur. Praestat fortasse μεταξὺ δ᾽ οἶδμα δι᾽ ὀλίγου τείνει πύργος ἐρύκειν Weil: sed pro μεταξὺ legas μεσσηγὺ δέδοικα δὲ σὺν βασιλεῦσι συμβαλεῦσι M (correxit m1 ) μὴ πόλις δαμασθῇ.
Χορος τέλειαι τελειᾶν Dindorf γὰρ παλαιφάτων ἀρᾶν ἀρᾶν Bothe: ἀραί codd. βαρεῖαι καταλλαγαί: τὰ δ᾽ ὀλοὰ πελόμεν᾽ πελόμεν᾽ M: τελόμεν᾽ m1 et recc. οὐ παρέρχεται. πρόπρυμνα δ᾽ ἐκβολὰν ἐκβολὰν m1: ἐκβολῶν M φέρει ἀνδρῶν ἀλφηστᾶν ὄλβος ἄγαν παχυνθείς.
Χορος τίν᾽ ἀνδρῶν γὰρ τοσόνδ᾽ ἐθαύμασαν θεοὶ καὶ θεοὶ καὶ] ὀθνεῖοι Wecklein ξυνέστιοι πόλεος ὁ πόλεος ὁ Dindorf: πόλεως codd. πολύβατός πολύβατός ex schol. Blomfield: πολύβοτός codd. τ᾽ ἀγὼν ἀγὼν Weil: αἰὼν codd. βροτῶν, ὅσον τότ᾽ Οἰδίπουν τίον, τὰν ἁρπαξάνδραν τὰν ἁρπαξάνδραν Hermann: ἀναρπαξάνδραν codd. κῆρ᾽ ἀφελόντα χώρας;
Χορος ἐπεὶ δ᾽ ἀρτίφρων ἐγένετο μέλεος ἀθλίων γάμων, ἐπ᾽ ἄλγει δυσφορῶν μαινομένᾳ κραδίᾳ κραδίᾳ Turnebus: καρδίᾳ codd. δίδυμα κάκ᾽ ἐτέλεσεν: πατροφόνῳ χερὶ τῶν κρεισσοτέκνων [δ᾽ ἀπ᾽ δ᾽ ἀπ᾽ seclusit Burton (δ᾽ ἀπ᾽ M, δ᾽ rec.)] ὀμμάτων ἐπλάγχθη:
Χορος τέκνοις δ᾽ ἀγρίας ἀγρίας Francken: ἀραίας codd. ἐφῆκεν ἐπικότους ἐπικότους] ἐπίκοτος Heath τροφᾶς, τροφᾶς rec., Heath: τροφὰς codd. cett. αἰαῖ, πικρογλώσσους ἀράς, καί σφε σιδαρονόμῳ διὰ χερί διὰ χερί Porson: διαχειρίαι M ποτε λαχεῖν κτήματα: νῦν δὲ τρέω μὴ τελέσῃ καμψίπους Ἐρινύς,
Αγγελος θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι. πόλις πέφευγεν ἥδε δούλιον δούλιον rec.: δούλειον codd. cett. ζυγόν: πέπτωκεν ἀνδρῶν δ᾽ ἀνδρῶν M ὀβρίμων κομπάσματα: πόλις δ᾽ ἐν εὐδίᾳ τε καὶ κλυδωνίου πολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο. στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοις ἐφραξάμεσθα μονομάχοισι προστάταις: καλῶς καλῶς (δ᾽ suprascr. m1) M ἔχει τὰ πλεῖστ᾽ ἐν ἓξ πυλώμασι: τὰς δ᾽ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτης ἄναξ Ἀπόλλων εἵλετ᾽, Οἰδίπου γένει κραίνων παλαιὰς Λαΐου δυσβουλίας. Χορος τί δ᾽ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον; Αγγελος πόλις σέσωσται: βασιλέες βασιλέες recc.: βασιλέως (εῖς suprascr. m1) M δ᾽ ὁμόσποροι Χορος τίνες; τί δ᾽ εἶπας; παραφρονῶ φόβῳ λόγου. Αγγελος φρονοῦσα νῦν ἄκουσον: Οἰδίπου τόκω τόκω Dindorf: τόκος (γένος suprascr. m) M— Χορος οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν. Αγγελος οὐδ᾽ ἀμφιλέκτως μὴν κατεσποδημένω κατεσποδημένω Dindorf: κατεσποδημένοι codd.— Χορος ἐκεῖθι κεῖσθον; κεῖσθον (ηλ suprascr. m) M βαρέα δ᾽ οὖν ὅμως φράσον. Αγγελος ἅνδρες ἅνδρες Porson: ἄνδρες codd. τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων. Χορος αὑτοὺς αὑτοὺς Hartung: οὕτως codd. ἀδελφαῖς χερσὶν ἠναίρονθ᾽ ἅμα; ἅμα Nauck: ἄγαν codd. Αγγελος πέπωκεν αἷμα γαῖ᾽ γᾶν (in γαῖ mutatum m1) M ὑπ᾽ ἀλλήλων φόνῳ. Χορος οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν. ἄγαν Nauck: ἅμα codd. Αγγελος αὐτὸς δ᾽ ἀναλοῖ δῆτα δύσποτμον γένος.sic disponit Weil: codicum ordo numeris minoribus indicatur τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα: πόλιν μὲν εὖ πράσσουσαν, οἱ δ᾽ ἐπιστάται, δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳ Σκύθῃ σιδήρῳ κτημάτων παμπησίαν. ἕξουσι δ᾽ ἣν λάβωσιν ἐν ταφῇ χθόνα, χθόνα Brunck: χθονός codd. πατρὸς κατ᾽ εὐχὰς δυσπότμους φορούμενοι. πορθούμενοι Meineke [820-1] hic habent codd.: [820] prorsus secludendus, [821] supra translatus [πόλις σέσωσται: βασιλέοιν δ᾽ ὁμοσπόροιν πέπωκεν αἷμα γαῖ᾽ ὑπ᾽ ἀλλήλων φόνῳ.]
Χορος ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοι πολιοῦχοι Pauw: πολισσοῦχοι codd. δαίμονες, οἳ δὴ Κάδμου πύργους δαίμονες οἳ δὴ | Κάδμου πύργους ἐρύεσθε (τούσδε secluso) Heimsoeth τούσδε ῥύεσθε, πότερον χαίρω κἀπολολύξω πόλεως ἀσινεῖ †σωτῆρι . .,deest x_ ἢ τοὺς μογεροὺς καὶ δυσδαίμονας ἀτέκνους κλαύσω πολεμάρχους; οἳ δῆτ᾽ ὀρθῶς κατ᾽ ἐπωνυμίαν καὶlacunam ante καὶ suspicantur edd. fortasse iniuria πολυνεικεῖς ὤλοντ᾽ ἀσεβεῖ διανοίᾳ.
Χορος ὦ μέλαινα καὶ τελεία γένεος Οἰδίπου τ᾽ ἀρά, κακόν με καρδίαν καρδίαν recc.: καρδίᾳ M τι περιπίτνει κρύος. ἔτευξα τύμβῳ μέλος Θυιὰς ὥς, αἱμοσταγεῖς ὥς, αἱμοσταγεῖς ex schol. et rec. Heimsoeth: αἱματοσταγεῖς codd. cett. νεκροὺς κλύουσα δυσμόρως δυσμόρως schol. et recc.: δυσφόρως M θανόντας: ἦ δύσορνις ἅ- δε ξυναυλία δορός.
Χορος ἐξέπραξεν, οὐδ᾽ ἀπεῖπεν πατρόθεν εὐκταία φάτις: βουλαὶ δ᾽ ἄπιστοι Λαΐου διήρκεσαν. μέριμνα δ᾽ ἀμφὶ πτόλιν: θέσφατ᾽ οὐκ ἀμβλύνεται. ἰὼ πολύστονοι, τόδ᾽ εἰρ- γάσασθ᾽ ἄπιστον: ἦλθε δ᾽ αἰ- ακτὰ πήματ᾽ οὐ λόγῳ. τάδ᾽ αὐτόδηλα, προῦπτος προὔπτος (οὔπ in rasura m1) M ἀγγέλου λόγος: διπλαῖ μέριμναι, διδυμάνορα διδυμάνορα recc. aliquot: δίδυμ᾽ ἀνορέα M κάκ᾽ αὐτοφόνα, δίμοιρα τέ- λεια τάδε πάθη. τί φῶ;— τί δ᾽ ἄλλο γ᾽ ἢ πόνοι πόνων δόμων ἐφέστιοι;— ἀλλὰ γόων, γόων recc.: γόον M ὦ φίλαι, κατ᾽ οὖρον ἐρέσσετ᾽ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν πίτυλον, ὃς αἰὲν δι᾽ Ἀχέροντ᾽ ἀμείβεται, μελάγκροκον ναῦν ἄστολον ναῦν scripsi, ἄστολον e rec. et schol. Stanley: τὰν ἄστονον (ante μελάγκροκον) M codd. cett. [ναύστολον ναύστολον seclusit Stanley] θεωρίδα, τὰν ἀστιβῆ ʼπόλλωνι, τὰν ἀνάλιον, πάνδοκον εἰς ἀφανῆ τε χέρσον.fortasse inter duo choreutas distribuendi (Wecklein) ἀλλὰ γὰρ ἥκουσ᾽ αἵδ᾽ ἐπὶ πρᾶγος πικρὸν Ἀντιγόνη τ᾽ ἠδ᾽ Ἰσμήνη, θρῆνον ἀδελφοῖν: οὐκ ἀμφιβόλως οἶμαί σφ᾽ ἐρατῶν ἐκ βαθυκόλπων στηθέων ἥσειν ἄλγος ἐπάξιον. ἡμᾶς δὲ δίκη πρότερον φήμης <τῶνδε κλυούσας τῶνδε κλυούσας ex schol. addidi (ἐπακουσάσας Weil)> τὸν δυσκέλαδόν θ᾽ ὕμνον Ἐρινύος ἀχεῖν ἀχεῖν (Elmsleio auctore) Lachmann: ἰαχεῖν codd. Ἀίδα τ᾽ ἐχθρὸν παιᾶν᾽ ἐπιμέλπειν. ἰώ. δυσαδελφόταται πασῶν ὁπόσαι στρόφον ἐσθῆσιν περιβάλλονται, κλαίω, στένομαι, καὶ δόλος οὐδεὶς μὴ ʼκ φρενὸς ὀρθῶς με λιγαίνειν.
Χορος ἰὼ ἰὼ δύσφρονες, φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες, δόμους πατρῴους δόμους πατρῴους Schütz: πατρῴους δόμους codd. ἑλόν- τες μέλεοι σὺν αἰχμᾷ. ἀλκᾷ M, γρ. αἰχμᾷ m Χορος μέλεοι δῆθ᾽ οἳ μελέους θανάτους ηὕροντο δόμων ἐπὶ λύμῃ.
Χορος ἰὼ ἰὼ δωμάτων ἐρειψίτοιχοι ἐρειψίτοιχοι recc.: ἐρριψίταχοι (α mut. in οι m1) M καὶ πικρὰς μοναρχίας ἰδόντες, ἤδη διήλ- λαχθε σὺν σιδάρῳ.post 885 οὐκέτ᾽ ἐπὶ φιλίᾳ, ἀλλ᾽ ἐπὶ φόνῳ διεκρίθητε M, quod scholium in text. illatum eiecit Triclinius Χορος κάρτα δ᾽ ἀληθῆ πατρὸς Οἰδιπόδα πότνι᾽ Ἐρινὺς ἐπέκρανεν.
Χορος δι᾽ εὐωνύμων τετυμμένοι, τετυμμένοι δῆθ᾽, ὁμοσπλάγχνων τε πλευρωμάτων lacunam indicavit Lachmann αἰαῖ δαιμόνιοι, αἰαῖ δ᾽ ἀντιφόνων <δὴ δὴ add. Weil> θανάτων ἀραί. διανταίαν λέγεις [πλαγὰν πλαγὰν seclusit Elmsley] δόμοισι καὶ σώμασιν πεπλαγμένους, [ἐννέπω ἐννέπω seclusit Elmsley] ἀναυδάτῳ μένει ἀραίῳ τ᾽ ἐκ πατρὸς <οὐ οὐ add. Wecklein> διχόφρονι πότμῳ.
Χορος διήκει δὲ καὶ πόλιν στόνος, στένουσι πύργοι, στένει πέδον φίλανδρον: μενεῖ κτέανα τάδ᾽ τάδ᾽ Weil: τ᾽ codd. ἐπιγόνοις, δι᾽ ὧν αἰνομόροις, δι᾽ ὧν νεῖκος ἔβα καὶ θανάτου τέλος. ἐμοιράσαντο δ᾽ ὀξυκάρδιοι κτήμαθ᾽, ὥστ᾽ ἴσον λαχεῖν. διαλλακτῆρι δ᾽ οὐκ ἀμεμφεία ἀμεμφεία Hermann: ἀμεμφία codd. φίλοις, οὐδ᾽ ἐπίχαρις Ἄρης.
Χορος σιδαρόπλακτοι σιδηρόπληκτοι M (bis) μὲν ὧδ᾽ ἔχουσιν, σιδαρόπλακτοι δὲ τοὺς μένουσι, τάχ᾽ ἄν τις εἴποι, τίνες; τάφων πατρῴων λαχαί. δόμων μάλ᾽ ἀχάεσσ᾽ ἀχάεσσ᾽ ἰὰ Weil: ἀχάεσσα M ἰὰ τοὺς προπέμπει δαϊκτὴρ γόος αὐ- τόστονος, αὐτοπήμων, δαϊόφρων, δαϊόφρων Blomfield: δαϊφρων δ᾽ codd. οὐ φιλογαθής, ἐτύμως δακρυχέων ἐκ ἐκ G: δ᾽ ἐκ codd. cett. φρενός, ἃ κλαιομένας μου μινύθει τοῖνδε δυοῖν δυοῖν recc.: δοιοῖν M ἀνάκτοιν.
Χορος πάρεστι δ᾽ εἰπεῖν ἐπ᾽ ἀθλίοισιν ὡς ἐρξάτην πολλὰ μὲν πολίτας, πολίτας rec.: πολίταις codd. cett. ξένων τε πάντων στίχας τ᾽ ἐπακτῶν Meineke πολυφθόρους ἐν δαΐ. <ἰὼ> δυσαίων< ἰὼ> δυσαίων Dindorf: δυσδαίμων codd. σφ᾽ σφ᾽ H. Voss: σφιν codd. ἁ τεκοῦσα πρὸ πασᾶν προπασᾶν (ᾶν mut. in ῶν m) M γυναικῶν ὁπόσαι τεκνογόνοι κέκληνται. παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα τούσδ᾽ ἔτεχ᾽, οἱ δ᾽ ὧδ᾽ ἐτελεύ- τασαν ὑπ᾽ ἀλλαλοφόνοις χερσὶν ὁμοσπόροισιν.
Χορος ὁμόσποροι δῆτα καὶ πανώλεθροι, ὁμοσπόροις ... πανωλέθροις (auctore Meinekio) Wecklein διατομαῖς ἀφίλοις, ἀφίλοις H. Voss: οὐ φίλαις codd. ἔριδι μαινομένᾳ, νείκεος ἐν τελευτᾷ. Χορος πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίᾳ ζόα φονορύτῳ φονορύτῳ Seidler: φονορρύτω vel -ῳ codd. μέμικται: κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι. πικρὸς λυτὴρ νεικέων ὁ πόντιος ξεῖνος ἐκ πυρὸς συθεὶς θηκτὸς σίδαρος: πικρὸς δὲ χρημάτων κακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ- αν πατρῴαν Bothe: πατρὸς codd. τιθεὶς ἀλαθῆ.
Χορος ἔχουσι μοῖραν λαχόντες, ὦ ὦ recc.: om. M μέλεοι,personarum notas Α᾽ν. et Ι᾽ς. add. Bergk: in codd. aut desunt aut non recte disponuntur διοδότων διοδότων Bothe: διοσδότων codd. ἀχέων: ὑπὸ δὲ σώματι γᾶς πλοῦτος ἄβυσσος ἔσται. Χορος ἰὼ πολλοῖς ἐπανθίσαντες ἐπανθίσαντες Bothe: ἐπανθήσαντες codd. πόνοισι γενεάν: τελευταῖαι δ᾽ τελευταῖαι δ᾽ Hermann: τελευτᾷ δ᾽ αἵδ᾽ M ἐπηλάλαξαν Ἀραὶ τὸν ὀξὺν νόμον, τετραμμένου παντρόπῳ φυγᾷ γένους. ἕστακε δ᾽ Ἄτας τροπαῖον ἐν πύλαις, ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή- σας ἔληξε δαίμων.
Αντιγονη παισθεὶς ἔπαισας. Ισμηνη σὺ δ᾽ ἔθανες κατακτανών. Αντιγονη δορὶ δ᾽ ἔκανες ἔκανες Hermann: ἔκτανες codd. Ισμηνη δορὶ δ᾽ ἔθανες Αντιγονη μελεόπονος. Ισμηνη μελεοπαθής. Αντιγονη ἴτω γόος. Ισμηνη ἴτω δάκρυ. δάκρυ Lachmann: δάκρυα codd. Αντιγονη πρόκεισαι πρόκεισαι Hermann: προκείσεται codd. Ισμηνη κατακτάς.
Αντιγονη ἠέ. Ισμηνη ἠέ. Αντιγονη μαίνεται γόοισι φρήν. ἠέ ἠέ μαίνεται ... φρήν M Ισμηνη ἐν ἐν Burney: ἐντὸς codd. δὲ καρδία στένει. Αντιγονη ἰὼ ἰὼ πάνδυρτε πάνδυρτε Ritschl: πανδάκρυτε M recc. σύ. Ισμηνη σὺ δ᾽ αὖτε καὶ πανάθλιε. Αντιγονη πρὸς φίλου [γ᾽ γ᾽ seclusit Bothe] ἔφθισο. Ισμηνη καὶ φίλον ἔκτανες. Αντιγονη διπλᾶ λέγειν. Ισμηνη διπλᾶ δ᾽ ὁρᾶν. Αντιγονη ἄχεα δοιὰ ἄχεα δοιὰ Hermann: ἀχέων τοίων codd. τάδ᾽ ἐγγύθεν. Ισμηνη πέλας ἀδελφέ᾽ ἀδελφέ᾽ Heimsoeth: δ᾽ αἵδ᾽ ἀδελφαὶ codd. ἀδελφεῶν. Χορος ἰὼ Μοῖρα βαρυδότειρα μογερά, πότνιά τ᾽ Οἰδίπου σκιά: μέλαιν᾽et 993 μέλαιν᾽ Porson: μέλαινά τ᾽ codd. Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
Αντιγονη ἠέ. Ισμηνη ἠέ. Αντιγονη δυσθέατα πήματα ηὲ ηὲ ... πήματα M Ισμηνη <τόνδ᾽<τόνδ᾽ > ἐδέξατ᾽ Weil: ἐδείξατ᾽ codd.> ἐδέξατ᾽ ἐκ φυγᾶς [ἐμοί ἐμοί seclusit Robortello]. Αντιγονη οὐδ᾽ ἵκεθ᾽ ὡς κατέκτανεν. Ισμηνη σωθεὶς δὲ πνεῦμ᾽ ἀπώλεσεν. Αντιγονη ὤλεσε ὤλεσε Wellauer: ἀπώλεσεν M, -ε recc. δῆτ᾽ <ἄγαν>. δῆτ᾽ <ἄγαν> Weil: δῆτα codd. Ισμηνη καὶ τὸν τὸν Halm: τόνδ᾽ codd. ἐνόσφισεν. Αντιγονη τάλαν γένος. τάλαν πάθος Schütz: τάλανα καὶ παθόν M: τάλαν καὶ πάθος rec. Ισμηνη τάλαν πάθος. Αντιγονη δίπονα δίπονα Hermann: δύστονα codd. κήδε᾽ ὁμαιμόνων. ὁμαιμόνων scripsi ( ὁμαίμονα Weil): ὁμώνυμα codd. Ισμηνη διέρ᾽ ἐπάλμενα διέρ᾽ (διερὰ Heimsoeth), ἐπάλμενα ex schol. scripsi: δίυγρα τριπάλτων codd. πήματα. πήματα ex schol. Weil: πημάτων codd. Post 990 ὀλοὰ λέγειν. ὀλοὰ δ᾽ ὁρᾶν (errore e 998-9 illata) M, seclusit Triclinius Χορος ἰὼ ἰὼ om. M Μοῖρα βαρυδότειρα μογερά, πότνιά τ᾽ Οἰδίπου σκιά: μέλαιν᾽ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.
Αντιγονη σὺ τοί νιν νιν rec.: νυν codd. cett. οἶσθα διαπερῶν, Ισμηνη σὺ δ᾽ οὐδὲν ὕστερος μαθών, Αντιγονη ἐπεὶ κατῆλθες ἐς πόλιν, Ισμηνη δορός γε τῷδ᾽ ἀντηρέτας. Αντιγονη ὀλοὰ λέγειν. Ισμηνη ὀλοὰ δ᾽ ὁρᾶν. Αντιγονη ἰὼ πόνος, Ισμηνη ἰὼ ἰὼ recc.: ἰὼ ἰὼ M κακά, Αντιγονη δώμασι καὶ χθονί, [πρὸ πάντων δ᾽ ἐμοί πρὸ πάντων δ᾽ ἐμοί seclusit C. G. Haupt ]. Ισμηνη καὶ τὸ πρόσω γ᾽ ἐμοί: Αντιγονη ἰώ, δύστανε τῶν δύστανε τῶν Wecklein: ἰὼ δυστάνων codd. κακῶν ἄναξ. Ισμηνη ἰὼ πάντων πολυστονώτατε. πολυστονώτατε (duce Robortello) Weil: πολυπονώτατοι codd. Αντιγονη ἰώ,alterum ἰὼ adscr. m ποῦ σφε θήσομεν χθονός; Ισμηνη ἰώ, ἔνθα ἔνθα scripsi: ὅπου codd. τιμιώτατον. Αντιγονη ἰὼ δαιμονῶντες ἐν ἄτᾳ.hunc v. in codd. post 1005 positum huc transtulit C. G. Haupt Ισμηνη ἰὼ πῆμα πατρὶ πάρευνον.
Κηρυξ δοκοῦντα καὶ δόξαντ᾽ ἀπαγγέλλειν με χρὴ δήμου προβούλοις τῆσδε Καδμείας πόλεως: Ἐτεοκλέα μὲν τόνδ᾽ ἐπ᾽ εὐνοίᾳ εὐνοίᾳ recc.: εὐναίᾳ M χθονὸς θάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς: στέγων στέγων e glossa Wakefield: στυγῶν codd. γὰρ ἐχθροὺς θάνατον εἵλετ᾽ ἐν πόλει, ἱερῶν πατρῴων δ᾽ ὅσιος ὢν μομφῆς ἄτερ τέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν. οὕτω μὲν ἀμφὶ τοῦδ᾽ ἐπέσταλται λέγειν: τούτου δ᾽ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸν ἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν, ὡς ὄντ᾽ ἀναστατῆρα Καδμείων χθονός, εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶ τῷ τοῦδ᾽. ἄγος δὲ καὶ θανὼν κεκτήσεται θεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδε στράτευμ᾽ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν. οὕτω πετηνῶν τόνδ᾽ ὑπ᾽ οἰωνῶν δοκεῖ ταφέντ᾽ ἀτίμως τοὐπιτίμιον λαβεῖν, καὶ μήθ᾽ ὁμαρτεῖν τυμβοχόα χειρώματα μήτ᾽ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν, ἄτιμον εἶναι δ᾽ ἐκφορᾶς φίλων ὕπο. τοιαῦτ᾽ ἔδοξε ἔδοξεν M τῷδε Καδμείων τέλει. Αντιγονη ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω: ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ, θέλῃ recc.: θέλοι M ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶ θάψασ᾽ ἀδελφὸν τὸν ἐμόν, οὐδ᾽ αἰσχύνομαι ἔχουσ᾽ ἄπιστον τήνδ᾽ ἀναρχίαν πόλει. δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν, μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός. τοιγὰρ θέλουσ᾽ ἄκοντι κοινώνει κακῶν κακῶν recc.: κακο. (correctum in κακῷ m) M ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί. τούτου τούτω M δὲ σάρκας οὐδὲ κοιλογάστορες λύκοι πάσονται: πάσονται (fuerat σπάσονται) M: σπάσονται recc. μὴ δοκησάτω τινί. τάφον γὰρ αὐτὴ αὐτὴ Pierson: αὐτῷ codd. (αὐτῶ M) καὶ κατασκαφὰς ἐγώ, γυνή περ οὖσα, τῷδε μηχανήσομαι, κόλπῳ φέρουσα βυσσίνου πεπλώματος. καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν: θάρσει, παρέσται μηχανὴ δραστήριος. Κηρυξ αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε. Αντιγονη αὐδῶ σε μὴ περισσὰ κηρύσσειν ἐμοί. Κηρυξ τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά. Αντιγονη τράχυν᾽: ἄθαπτος δ᾽ οὗτος οὐ γενήσεται. Κηρυξ ἀλλ᾽ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ; Αντιγονη ἤδη τὰ τοῦδε τοῦδε ex schol. Paley: τοῦδ᾽ οὐ codd. διατετίμηται θεοῖς. Κηρυξ οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν. Αντιγονη παθὼν κακῶς κακοῖσιν ἀντημείβετο. Κηρυξ ἀλλ᾽ εἰς ἅπαντας ἀνθ᾽ ἑνὸς τόδ᾽ ἔργον ἦν. Αντιγονη ἔρις περαίνει μῦθον ὑστάτη θεῶν. ἐγὼ δὲ θάψω τόνδε: μὴ μακρηγόρει. Κηρυξ ἀλλ᾽ αὐτόβουλος ἴσθ᾽, ἀπεννέπω δ᾽ ἐγώ.
Χορος φεῦ φεῦ. ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς Κῆρες Ἐρινύες, αἵτ᾽ Οἰδιπόδα γένος ὠλέσατε πρυμνόθεν οὕτως, τί πάθω; τί δὲ δρῶ; δὲ δρῶ; recc.: δ᾽ ἐρῶ M τί δὲ μήσωμαι; πῶς τολμήσω μήτε σὲ κλαίειν μήτε προπέμπειν ἐπὶ τύμβον; τύμβον recc. aliquot: τύμβῳ M codd. cett. ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι δεῖμα πολιτῶν. σύ γε μὴν πολλῶν πενθητήρων τεύξει: κεῖνος δ᾽ ὁ τάλας ἄγοος μονόκλαυτον ἔχων θρῆνον θρῆνον recc.: θρῆνος M ἀδελφῆς εἶσιν: τίς ἂν οὖν τὰ πίθοιτο; πίθοιτο recc. pauci: πείθοιτο M cett. Ημιχοριον δράτω <τι> τι add. anon.: τε add. Canter πόλις καὶ μὴ δράτωpost 1084 in M subscriptum: αἰσχύλου ζ ἐπιθήβας τέλος τοὺς κλαίοντας Πολυνείκη. ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν αἵδε προπομποί. καὶ γὰρ γενεᾷ κοινὸν τόδ᾽ ἄχος, καὶ πόλις ἄλλως ἄλλοτ᾽ ἐπαινεῖ τὰ δίκαια. Ημιχοριον ἡμεῖς δ᾽ ἅμα τῷδ᾽, ὥσπερ τε πόλις καὶ τὸ δίκαιον ξυνεπαινεῖ. μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν ὅδε Καδμείων ἤρυξε πόλιν μὴ ʼνατραπῆναι μηδ᾽ ἀλλοδαπῶν κύματι φωτῶν κατακλυσθῆναι τὰ μάλιστα.