Ἀγαμέμνων Aeschylus Arthur Sidgwick Perseus Project, Tufts University Gregory Crane Prepared under the supervision of Gregory Crane Tufts University About 70Kb Trustees of Tufts University Medford, MA Perseus Project Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License urn:cts:greekLit:tlg0085.tlg005.1st1K-grc1 Aeschylus Aeschyli Tragoediae : cum fabularum deperditarum fragmentis, poetae vita et operum catalogo Arthur Sidgwick Oxford Clarendon Press 1902 HathiTrust Greek Latin 13-Dec-2015 Gregory Crane tagging In c. 2005, we had some money but not enough to do a full rekeying. We asked http://www.digitaldividedata.com/ to start with our digital version of Smyth's Aeschylus and systematically set to turn it into Sidgwick's Oxford Classical Text edition. Doubtless they will have missed places but the text is open and we hope that people will read this edition carefully against various digital exemplars of this public domain edition and catch such slips. Removed two extraneous XPath, corrected duplicate line numbers, corrected editor attributes. Ἀγαμέμνων
Ἀγαμέμνονος ὑπόθεσις

Ἀγαμέμνων εἰς Ἴλιον ἀπιὼν τῇ Κλυταιμήστρᾳ, εἰ πορθήσοι τὸ Ἴλιον, ὑπέσχετοαργυμεντυμ] 2 ὑπέσχετο αδδ. φλ τῆς αὐτῆς ἡμέρας σημαίνειν διὰ τοῦ πυρσοῦ. ὅθεν σκοπὸν ἐκάθισεν ἐπὶ μισθῷ Κλυταιμήστρα, ἵνα τηροίη τὸν πυρσόν. καὶ ὁ μὲν ἰδὼν ἀπήγγειλεν, αὐτὴ δὲ τῶν πρεσβυτῶν ὄχλον μεταπέμπεται, περὶ τοῦ πυρσοῦ ἐροῦσα: ἐξ ὧν καὶ ὁ χορὸς συνίσταται: οἵτινες ἀκούσαντες παιανίζουσιν. μετ᾽ οὐ πολὺ δὲ καὶ Ταλθύβιος παραγίνεται καὶ τὰ κατὰ τὸν πλοῦν διηγεῖται. Ἀγαμέμνων δ᾽ ἐπὶ ἀπήνης ἔρχεται: εἵπετο δ᾽ αὐτῷ ἑτέρα ἀπήνη, ἔνθα ἦν τὰ λάφυρα καὶ ἡ Κασάνδρα. αὐτὸς μὲν οὖν προεισέρχεται εἰς τὸν οἶκον σὺν τῇ Κλυταιμήστρᾳ, Κασάνδρα δὲ προμαντεύεται, πρὶν εἰς τὰ βασίλεια εἰσελθεῖν, τὸν ἑαντῆς καὶ τοῦ Ἀγαμέμνονος θάνατον, καὶ τὴν ἐξ Ὀρέστου μητροκτονίαν, καὶ εἰσπηδᾷ ὡς θανουμένη, ῥίψασα τὰ στέμματα. τοῦτο δὲ τὸ μέρος τοῦ δράματος θαυμάζεται ὡς ἔκπληξιν ἔχον καὶ οἶκτον ἱκανόν. ἰδίως δὲ Αἰσχύλος τὸν Ἀγαμέμνονα ἐπὶ σκηνῆς ἀναιρεῖσθαι ποιεῖ, τὸν δὲ Κακάνδρας σιωπήσας θάνατον νεκρὰν αὐτὴν ὑπέδειξεν, πεποίηκέν τε Αἴγισθον καὶ Κλυταιμήστραν ἑκάτερον διισχυριζόμενον περὶ τῆς ἀναιρέσεως ἑνὶ κεφαλαίῳ, τὴν μὲν τῇ ἀναιρέσει Ἰφιγενείας, τὸν δὲ ταῖς τοῦ πατρὸς Θυέστου ἐξ Ἀτρέως συμφοραῖς.

Ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ ἄρχοντος Φιλοκλέους Ὀλυμπιάδι κη ʽὀγδοηκοστῇ ὀγδοηκοστῇ Meursiusʼ ʼ ἔτει β. πρῶτος Αἰσχύλος Ἀγαμέμνονι, Χοηφόροις, Εὐμενίσι, Πρωτεῖ σατυρικῷ. ἐχορήγει Ξενοκλῆς Ἀφιδνεύς.

Τὰ τοῦ δράματος πρόσωπα: φύλαξ χορός [ἄγγελος] Κλυταιμήστρα [nomen Κλυταιμήστρα sic scriptum habet M his locis: in agam. 84, 258, in argum, quater, in dram. pers. semel: in Choeph. 881, in scholiis septemdecies (22, 81, 304, 384, 418, 440 bis, 462 bis, 543, 600, 623, 634, 830, 836, 878, 956); in Eum. 94 (nota personae), in scholiis quater (94, 104, 361, 638) contra Κλυταιμνήστρα bis: Eum. 116; et ibiem in dram. erson., ubi tamen ν recentiore manu insertum] [Ταλθύβιος Dramatis ersonae] ἄγγελος et Ταλθύβιος seclusit Stanley] κῆρυξ Ἀγαμέμνων Αἴγισθος Κασάνδρα
Φύλαξ θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων, φρουρᾶς ἐτείας μῆκος, ἣν ἣν Fl V Fa: δ᾽ ἦν M κοιμώμενος στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην, ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν, καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι [ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].seclusit Pauw καὶ νῦν φυλάσσω λαμπάδος τό σύμβολον, αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν ἁλώσιμόν τε βάξιν: ὧδε γὰρ κρατεῖ γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ. εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην ἐμήν: ἐμήν suspectum: τί μήν: Hermann, sed vide 1231–2 φόβος γὰρ ἀνθ᾽ ὕπνου ἀνθ᾽ ὕπνου] ἀντίνους Wecklein παραστατεῖ, τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ: ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ, ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος, κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.fort. δεσποτουμένου Dübner νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων εὐαγγέλου φανέντος ὀρφναίου πυρός. ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον φάος πιφαύσκων καὶ χορῶν κατάστασιν πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν. ἰοὺ ἰού. Ἀγαμέμνονος γυναικὶ σημαίνω σημαίνω M: σημανῶ recc. τορῶς εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων ἀγγέλλων V Fa: ἀγγέλων M πρέπει: αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι. τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας. γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα ἄνακτος οἴκων τῇδε βαστάσαι χερί. τὰ δ᾽ ἄλλα σιγῶ: βοῦς ἐπὶ γλώσσῃ μέγας βέβηκεν: οἶκος δ᾽ αὐτός, εἰ φθογγὴν λάβοι, σαφέστατ᾽ ἂν λέξειεν: ὡς ἑκὼν ἐγὼ μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.
Χορός δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου Πριάμου V Fl Fa: Πριάμῳ M μέγας ἀντίδικος, Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων, διθρόνου Διόθεν καὶ δισκήπτρου τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν στόλον Ἀργείων χιλιοναύτην τῆσδ᾽ ἀπὸ χώρας ἦραν, στρατιῶτιν ἀρωγὴν, μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη τρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοιςfort. ἐκπάγλοις Blomfield ἄλγεσι παίδων ὕπατοι λεχέων στροφοδινοῦνται πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι, δεμνιοτήρη πόνον ὀρταλίχων ὀλέσαντες: ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλων ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον γόον ὀξυβόαν τῶνδε μετοίκων ὑστερόποινον πέμπει παραβᾶσιν Ἐρινύν. οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων ἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιος Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς πολλὰ παλαίσματα καὶ γυιοβαρῆ γόνατος κονίαισιν ἐρειδομένου διακναιομένης τ᾽ ἐν προτελείοις κάμακος θήσων Δαναοῖσι Τρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπη νῦν ἔστι: τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον: οὔθ᾽ ὑποκαίων οὔθ᾽ ὑπολείβων ὑποκαίων Casaubon: ὑποκλαίων codd. οὔτε δακρύων ἀπύρων ἱερῶν ὀργὰς ἀτενεῖς παραθέλξει. ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷ τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες μίμνομεν ἰσχὺν ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις. ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων ἐντὸς ἀνᾴσσων ἀνᾴσσων Hermann: ἀνάσσων codd. ἰσόπρεσβυς, Ἄρης δ᾽ οὐκ ἔνι χώρᾳ, τό θ᾽ ὑπέργηρων τό θ̓ ὑπέργηρων Fa: τίθιπεργήρως M: τόθιπεργήρως B Fl φυλλάδος ἤδη κατακαρφομένης τρίποδας μὲν ὁδοὺς στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων ὄναρ ἡμερόφαντον ἀλαίνει. σὺ δέ, Τυνδάρεω θύγατερ, βασίλεια Κλυταιμήστρα, τί χρέος; τί νέον; τί δ᾽ ἐπαισθομένη, τίνος ἀγγελίας πευθοῖ πευθοῖ Scaliger: πειθοῖ M: πυθοῖ Fl περίπεμπτα θυοσκεῖς; θυοσκεῖς Turnebus: θυοσκινεῖς codd. πάντων δὲ θεῶν τῶν ἀστυνόμων, ὑπάτων, χθονίων, τῶν τ᾽ οὐρανίων τῶν τ᾽ ἀγοραίων, βωμοὶ δώροισι φλέγονται: ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκης λαμπὰς ἀνίσχει, φαρμασσομένη χρίματος ἁγνοῦ μαλακαῖς ἀδόλοισι παρηγορίαις, πελάνῳ μυχόθεν βασιλείῳ. τούτων λέξασ᾽ ὅ τι καὶ δυνατὸν καὶ θέμις αἰνεῖν, παιών τε γενοῦ τῆσδε μερίμνης, ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει, τοτὲ δ᾽ ἐκ θυσιῶν ἀγανὴ φαίνουσ᾽ φαίνουσ᾽ Fl Fa: φαίνεις M: fort. φανθεῖσ᾽ Pauw ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστον τῆς θυμοβόρου φρένα λύπης. τῆς θυμοβόρου φρένα λύπης Hermann: τὴν θυμοφθόρον λύπης φρένα M: τὴν θυμοβόρον λ. φ. Fl: fort. λύπης, θυμοφθόρον ἄτην H. L. Ahrens
Χορός κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν ἐκτελέων: ἔτι γὰρ θεόθεν καταπνεύει πειθοῖ μολπᾶν ἀλκὰν πειθοῖ μολπᾶν ἀλκὰν Helller, Camppbell: πειθὼ μολπὰν ἀλκὰν codd. (in M correctum ex μολπᾶν) σύμφυτος αἰών: ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας ξύμφρονε ταγώ, ξύμφρονε ταγώ Dindorf: ξύμφρονα τᾶν γᾶν M: ταγάν recc. πέμπει σὺν δορὶ καὶ χερὶ καὶ χερὶ Ar. Ran. 1288: δίκας codd. πράκτορι θούριος ὄρνις Τευκρίδ᾽ ἐπ᾽ αἶαν, οἰωνῶν βασιλεὺς βασιλεῦσι νε- ῶν ὁ κελαινός, ὅ τ᾽ ἐξόπιν ἀργᾶς, ἀργᾶς Blomfield: ἀργίας M φανέντες ἴκταρ μελάθρων χερὸς ἐκ δοριπάλτου παμπρέπτοις ἐν ἕδραισι, βοσκόμενοι λαγίναν, ἐρικύμονα ἐρικύμονα recc.: ἐρικύματα M φέρματα, φέρματα Hartung: φέρματι codd. γένναν, βλαβέντα λοισθίων δρόμων. αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.
Χορός κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασιν ἴσους λήμασιν ἴσους Dindorf: λήμασι δισσοὺς codd. Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας πομπούς τ᾽ ἀρχάς: οὕτω δ᾽ εἶπε τερᾴζων: “ʽχρόνῳ μὲν ἀγρεῖ Πριάμου πόλιν ἅδε κέλευθος, πάντα δὲ πύργων κτήνη †πρόσθε τὰ πρόσθε τὰ Fl Fa: προσθετὰ M: utrumque suspectum δημιοπληθῆ Μοῖρ᾽ ἀλαπάξει πρὸς τὸ βίαιον: οἶον μή τις ἄγα θεόθεν κνεφά- σῃ προτυπὲν στόμιον μέγα Τροίας στρατωθέν. οἴκτῳ οἴκτῳ Scaliger: οἴκῳ codd. γὰρ ἐπί- φθονος Ἄρτεμις ἁγνὰ πτανοῖσιν κυσὶ πατρὸς αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισι: στυγεῖ δὲ δεῖπνον αἰετῶν.” αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.
Χορός “τόσον περ εὔφρων, καλά, δρόσοισι λεπτοῖς δρόσοισι λεπτοῖς Wellauer: δρόσοισιν ἀέλπτοις M: δ. ἀέπτοις B Fl μαλερῶν λεόντωνfortasse ἄλπνοις Wecklein πάντων τ᾽ ἀγρονόμων φιλομάστοις θηρῶν ὀβρικάλοισι τερπνά, τούτων αἴνει αἴνει Gilbert: αἰτεῖ codd. ξύμβολα κρᾶναι, δεξιὰ μέν, κατάμομφα δὲ φάσματα [στρουθῶν]. στρουθῶν codd. corruptum: ἀνορθοῦν coni. Wecklein ἰήιον δὲ καλέω Παιᾶνα, μή τινας ἀντιπνόους Δαναοῖς χρονίας ἐχενῇδας ἀπλοίας τεύξῃ, σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν᾽, ἄδαιτον νεικέων τέκτονα σύμφυτον, οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος. τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν ἀπέκλαγξεν recc.: ἀπέκλαιξεν M μόρσιμ᾽ ἀπ᾽ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις: τοῖς δ᾽ ὁμόφωνον αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.
Χορός Ζεύς, ὅστις ποτ᾽ ἐστίν, εἰ τόδ᾽ αὐ- τῷ φίλον κεκλημένῳ, τοῦτό νιν προσεννέπω. οὐκ ἔχω προσεικάσαι πάντ᾽ ἐπισταθμώμενος πλὴν Διός, εἰ τὸ μάταν τὸ μάταν Pauw: τόσε μάταν M ἀπὸ φροντίδος ἄχθος χρὴ βαλεῖν ἐτητύμως.
Χορός οὐδ᾽ ὅστις πάροιθεν ἦν μέγας, παμμάχῳ θράσει βρύων, οὐδὲ λέξεται οὐδὲ λέξεται H. L. Ahrens: οὐδὲν λέξαι codd. πρὶν ὤν: ὃς δ᾽ ἔπειτ᾽ ἔφυ, τρια- κτῆρος οἴχεται τυχών. Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων τεύξεται φρενῶν τὸ πᾶν:
Χορός τὸν φρονεῖν βροτοὺς ὁδώ- σαντα, τὸν πάθει μάθος θέντα κυρίως ἔχειν. στάζει δ᾽ ἔν θ᾽ ὕπνῳ πρὸ καρδίας μνησιπήμων πόνος: καὶ παρ᾽ ἄ- κοντας ἦλθε σωφρονεῖν. δαιμόνων δέ που χάρις βίαιος βίαιος Turnebus: βιαίως codd. σέλμα σεμνὸν ἡμένων.
Χορός καὶ τόθ᾽ ἡγεμὼν ὁ πρέ- σβυς νεῶν Ἀχαιικῶν, μάντιν οὔτινα ψέγων, ἐμπαίοις τύχαισι συμπνέων, εὖτ᾽ ἀπλοίᾳ κεναγγεῖ βαρύ- νοντ᾽ Ἀχαιικὸς λεώς, Χαλκίδος πέραν ἔχων παλιρρό- χθοις παλιρρόχθοις H. L. Ahrens: παλιρρόθοις codd. ἐν Αὐλίδος τόποις:
Χορός πνοαὶ δ᾽ ἀπὸ Στρυμόνος μολοῦσαι κακόσχολοι, νήστιδες, δύσορμοι, βροτῶν ἄλαι, νεῶν νεῶν Pauw: ναῶν codd. <τε> τε add. Porson καὶ πεισμάτων ἀφειδεῖς, παλιμμήκη χρόνον τιθεῖσαι τρίβῳ κατέξαινον ἄνθος Ἀργους. Ἄργους Hermann: Ἀργείων codd. ἐπεὶ δὲ καὶ πικροῦ χείματος ἄλλο μῆχαρ βριθύτερον πρόμοισιν μάντις ἔκλαγξεν προφέρων Ἄρτεμιν, ὥστε χθόνα βά- κτροις ἐπικρούσαντας Ἀτρείδας δάκρυ μὴ κατασχεῖν:
Χορός ἄναξ δ᾽ ὁ πρέσβυς τότ᾽ τότ᾽ Stanley: τόδ᾽ codd. εἶπε φωνῶν: “βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι, πιθέσθαι Turnebus: πείθεσθαι codd. βαρεῖα δ᾽, εἰ τέκνον δαΐξω, δόμων ἄγαλμα, μιαίνων παρθενοσφάγοισι ῥείθροις ῥείθροις Fa: ῥεέθροις M: fort. ῥοαῖς Schömann πρὸ βωμοῦ Lindau: βωμοῦ πέλας codd. πατρῴους χέρας πρὸ βωμοῦ. τί τῶνδ᾽ ἄνευ κακῶν, πῶς λιπόναυς γένωμαι ξυμμαχίας ἁμαρτών; παυσανέμου γὰρ θυσίας παρθενίου θ᾽ αἵματος ὀρ- γᾷ περιόργῳ σφ᾽ περιόργῳ σφ᾽ Bamberger: περιόργως codd. ἐπιθυμεῖν θέμις. εὖ γὰρ εἴη.”
Χορός ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον φρενὸς πνέων δυσσεβῆ τροπαίαν ἄναγνον, ἀνίερον, τόθεν τὸ παντότολμον φρονεῖν μετέγνω. βροτοὺς βροτοὺς Spanheim: βροτοῖς M θρασύνει γὰρ αἰσχρόμητις τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δ᾽ οὖν θυτὴρ γενέ- σθαι θυγατρός, γυναικοποί- νων πολέμων ἀρωγὰν καὶ προτέλεια ναῶν.
Χορός λιτὰς δὲ καὶ κληδόνας πατρῴους παρ᾽ οὐδὲν αἰῶνα παρθένειον τ᾽ ἔθεντο φιλόμαχοι βραβῆς. φράσεν δ᾽ ἀόζοις πατὴρ μετ᾽ εὐχὰν δίκαν χιμαίρας ὕπερθε βωμοῦ πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ λαβεῖν ἀέρ- δην, στόματός τε καλλιπρῴ- ρου φυλακᾷ φυλακᾷ Blomfield: φυλακὰν codd. κατασχεῖν φθόγγον ἀραῖον οἴκοις,
Χορός βίᾳ χαλινῶν τ᾽ ἀναύδῳ μένει. κρόκου βαφὰς δ᾽ ἐς πέδον χέουσα ἔβαλλ᾽ ἕκαστον θυτή- ρων ἀπ᾽ ὄμματος βέλει φιλοίκτῳ, πρέπουσά θ᾽ ὡς ἐν γραφαῖς, προσεννέπειν θέλουσ᾽, ἐπεὶ πολλάκις πατρὸς κατ᾽ ἀνδρῶνας εὐτραπέζους ἔμελψεν, ἁγνᾷ δ᾽ ἀταύρωτος αὐδᾷ ἀγνᾷ . . . αὐδᾷ recc.: ἁγνὰ ... αὐδὰ M πατρὸς φίλου τριτόσπονδον εὔποτμον παιᾶνα παιᾶνα Hartung: αἰῶνα codd. φίλως ἐτίμα.
Χορός τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω: τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι. Δίκα δὲ τοῖς μὲν παθοῦ- σιν μαθεῖν ἐπιρρέπει: τὸ μέλλον <δ᾽> δ᾽ add. Elmsley: post μέλλον habent τὸ δὲ προκλύειν m B G Fl, eiecit Fa ἐπεὶ γένοιτ᾽ ἐπεὶ γένοιτ᾽ recc.: ἐπιγένοιτ᾽ M ἂν κλύοις: πρὸ χαιρέτω: πρὸ χαιρέτω H. L. Ahrens: προχαιρέτω codd. ἴσον δὲ τῷ προστένειν. τορὸν γὰρ ἥξει σύνορθρον σύνορθρον Wellauer: σύνορθον M: σύναρθρον Fl Fa αὐγαῖς. αὐγαῖς Hermann: αὐταῖς codd. πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, εὖ πρᾶξις Lobeck: εὔπραξις codd. ὡς θέλει τόδ᾽ ἄγχιστον Ἀπίας γαίας μονόφρουρον ἕρκος.
Χορός ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος: δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου. σὺ δ᾽ εἴ τι εἴ τι Auratus: εἴτε codd. κεδνὸν εἴτε μὴ πεπυσμένη εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς, κλύοιμ᾽ ἂν εὔφρων: οὐδὲ σιγώσῃ φθόνος. Κλυταιμήστρα εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία, ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα. πεύσει δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν: Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν. Χορός πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας. Κλυταιμήστρα Τροίαν Ἀχαιῶν οὖσαν: ἦ τορῶς λέγω; Χορός χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη. Κλυταιμήστρα εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ. Χορός τί γὰρ τὸ πιστόν; τί γὰρ τὸ πιστόν; Prien: τί γάρ; τὸ πιστὸν M ἔστι τῶνδέ σοι τέκμαρ; Κλυταιμήστρα ἔστιν: τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ. Χορός πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ εὐπιθῆ Blomfield: εὐπειθῆ ex εὐειθεῖ factum M σέβεις; Κλυταιμήστρα οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός. Χορός ἀλλ᾽ ἦ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις; Κλυταιμήστρα παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας. Χορός ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις; Κλυταιμήστρα τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω. Χορός καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλων τάχος; Κλυταιμήστρα Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας. φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου ἀγγάρου ex Etym. Mag. Center: ἀγγέλου codd. πυρὸς ἔπεμπεν: Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας Λήμνου: μέγαν δὲ πανὸν πανὸν ex Athen. (xv. 700 E) Casaubon; φανὸν codd. ἐκ νήσου τρίτον Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο, ὑπερτελής τε, πόντον ὥστε νωτίσαι, ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν πέμπει πέμπει Enger: πεύκη codd. alii πεύκη τὸ emendant: ἐπέσυτο Koch; fort. ἐπᾶλτο τὸ χρυσοφεγγές, ὥς τις ἥλιος, σέλας παραγγείλασα Μακίστου σκοπαῖς: σκοπαῖς Turnebus: σκοπάς codd. ὁ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνῳ νικώμενος παρῆκεν ἀγγέλου μέρος: ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾽ Εὐρίπου ῥοὰς Μεσσαπίου φύλαξι σημαίνει μολόν. οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί. σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη, ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, πεδίον Ἀσωποῦ recc.: παιδίον ὠποῦ M δίκην φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός. φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο φρουρὰ προσαιθρίζουσα πόμπιμον φλόγα, προσαιθρίζουσα πόμπιμον φλόγα ex Hesychio huc rettulit Dindorf: πλέον καίουσα τῶν εἰρημένων inete codd. λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος: ὄρος τ᾽ ἐπ᾽ Αἰγίπλαγκτον ἐξικνούμενον ὤτρυνε θεσμὸν μηχανήσασθαι μηχανήσασθαι Margoliouth; μὴ χαρίζεσθαι codd. πυρός. πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ πορθμοῦ κάτοπτον κάτοπτον Canter: κάτοπτρον codd. πρῶν᾽ ὑπερβάλλειν πρόσω φλέγουσαν, ἔστ᾽ ἔσκηψεν, εὖτ᾽ ἔστ᾽ . . . εὖτ᾽ Hermann: εἶτ᾽ . . . εἶτ᾽ codd. ἀφίκετο Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς: κἄπειτ᾽ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός. τοιοίδε τοί μοι τοιοίδε τοί μοι Schütz: τοιοίδ᾽ ἕτοιμοι B Fa λαμπαδηφόρων νόμοι,Versus 312–1067 e Med. cod. exciderunt: 312–348 testantur B Fl Fa, 349–1067 soli Fl Fa ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι: νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών. τέκμαρ τοιοῦτο σύμβολόν τε σοὶ λέγω ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί. Χο. θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι. λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι διηνεκῶς θέλοιμ᾽ ἂν ὡς λέγοις λέγοις Fa Fl: λέγεις B πάλιν. Κλ. Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ. οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν. ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας ἐγχέας Canter: ἐκχέας codd. ταὐτῷ κύτει διχοστατοῦντ᾽ ἄν οὐ φίλως προσεννέποις. καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς. οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου δέρης ἀποιμώζουσι φιλτάτων μόρον: τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος νήστεις νήστεις Fa: νῆστις Fl πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον, ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον. ἐν <δ᾽> δ᾽ add. Pauw αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων δρόσων τ᾽ ἀπαλλαγέντες, ὡς δ᾽ εὐδαίμονες δ᾽ εὐδαίμονες Stanley: δυσδαίμονες codd. ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην. εἰ δ᾽ εὖ σέβουσι εὖ σέβουσι Scaliger: εὐσεβοῦσι codd. τοὺς πολισσούχους θεοὺς τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα, οὔ τἂν ἑλόντες οὔ τἂν ἑλόντες Hermann: οὐκ ἀνελόντες B: οὐκ ἄν γ᾽ ἑλόντες Fl Fa αὖθις ἀνθαλοῖεν ἀνθαλοῖεν Auratus: ἂν θάνοιεν B: αὖ θάνοιεν Fl Fa ἄν. ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ ἐμπίπτῃ] ἐμπίπτει B: ἐμπίπτοι Fa: ἐμπίπτη mutatum in ἐμπίπτοι Fl στρατῷ πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους. δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας κάμψαι διαύλου θάτερον κῶλον πάλιν: θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατός, ἐγρηγορὸς ἐγρηγορὸς Porson: ἐγρήγορον codd. τὸ πῆμα τῶν ὀλωλότων γένοιτ᾽ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά. τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις: τὸ δ᾽ εὖ κρατοίη, μὴ διχορρόπως ἰδεῖν. πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽ τήνδ᾽ Hermann: τὴν codd. ὄνησιν εἱλόμην. Χο. γύναι, κατ᾽ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις. ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι. χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία μεγάλων κόσμων κτεάτειρα, ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες στεγανὸν δίκτυον, ὡς μήτε μέγαν μήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι μέγα δουλείας γάγγαμον, ἄτης παναλώτου. Δία τοι ξένιον μέγαν αἰδοῦμαι τὸν τάδε πράξαντ᾽ ἐπ᾽ Ἀλεξάνδρῳ τείνοντα πάλαι τόξον, ὅπως ἂν μήτε πρὸ καιροῦ μήθ᾽ ὑπὲρ ἄστρων βέλος ἠλίθιον σκήψειεν.
Χορός Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν, πάρεστιν πάρεστιν Hartung: πάρεστι codd. τοῦτό γ᾽ ἐξιχνεῦσαι. ἔπραξαν ἔπραξαν Hermann: ὡς ἔπραξεν codd. ὡς ἔκρανεν. οὐκ ἔφα τις θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν ὅσοις ἀθίκτων χάρις πατοῖθ᾽: ὁ δ᾽ οὐκ εὐσεβής. πέφανται δ᾽ ἐκτίνου- σα τόλμα τῶν ἐκτίνουσα τόλμη τῶν Hartung: ἐγγόνους ἀτολμήτων codd. Ἄρη πνεόντων μεῖζον ἢ δικαίως, φλεόντων δωμάτων ὑπέρφευ ὑπὲρ τὸ βέλτιστον. ἔστω δ᾽ ἀπή- μαντον, ὥστ᾽ ἀπαρκεῖν ὥστ᾽ ἀπαρκεῖν Fl: ὥστε κἀπαρκεῖν Fa εὖ πραπίδων λαχόντα. οὐ γὰρ ἔστιν ἔπαλξις πλούτου πρὸς κόρον ἀνδρὶ λακτίσαντι μέγαν μέγαν Canter: μεγάλα codd. Δίκας βωμὸν εἰς ἀφάνειαν.
Χορός βιᾶται δ᾽ ἁ τάλαινα πειθώ, προβούλου παῖς προβούλου παῖς Hartung: προβουλόπαις codd. ἄφερτος ἄτας. ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη, πρέπει δέ, φῶς αἰνολαμπές, σίνος: κακοῦ δὲ χαλκοῦ τρόπον τρίβῳ τε τε om. Fl προσβολαῖς Pearson: προβολαῖς codd. καὶ προσβολαῖς μελαμπαγὴς πέλει δικαιωθείς, ἐπεὶ διώκει παῖς ποτανὸν ποτανὸν Schütz: πτανὸν codd. ὄρνιν, πόλει πρόστριμμ᾽ ἄφερτον ἐνθείς. ἐνθεὶς Fa: θεὶς Fl λιτᾶν δ᾽ ἀκούει μὲν οὔτις θεῶν: τὸν δ᾽ ἐπίστροφον τῶν τῶν Klausen: τῶνδε codd. φῶτ᾽ φῶτα Δίκη Blomfield ἄδικον καθαιρεῖ. οἷος καὶ Πάρις ἐλθὼν ἐς δόμον τὸν Ἀτρειδᾶν ᾔσχυνε ξενίαν τράπε- ζαν κλοπαῖσι γυναικός.
Χορός λιποῦσα δ᾽ ἀστοῖσιν ἀσπίστοράς τε καὶ τε καὶ ante κλόνους H. L. Ahrens: post λογχίμους habent codd. κλόνους λογχίμους ναυβάτας <θ᾽> θ᾽ ad. Hermann ὁπλισμούς, ἄγουσά τ᾽ ἀντίφερνον Ἰλίῳ φθορὰν βέβακεν ῥίμφα διὰ πυλᾶν ἄτλητα τλᾶσα: πολλὰ δ᾽ ἔστενον πολὺ δ᾽ ἀνέστενον Fl τόδ᾽ ἐννέποντες δόμων προφῆται: “ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι, ἰὼ λέχος καὶ στίβοι φιλάνορες. πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους σιγὰς ἀτίμους ἀλοιδόρους Hermann: σιγᾶς ἄτιμος ἀλοίδορος codd. ἄλγιστ᾽ ἄλγιστ᾽ Enger: ἅδιστος codd. ἀφημένων ἀφημένων Dindorf: ἀφεμένων codd. ἰδεῖν. πόθῳ δ᾽ ὑπερποντίας φάσμα δόξει δόμων ἀνάσσειν. εὐμόρφων δὲ κολοσσῶν ἔχθεται χάρις ἀνδρί: ὀμμάτων δ᾽ ἐν ἀχηνίαις ἔρρει πᾶσ᾽ Ἀφροδίτα.
Χορός ὀνειρόφαντοι δὲ πενθήμονες πάρεισι δόξαι φέρου- σαι χάριν ματαίαν. μάταν γάρ, εὖτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ, ὁρᾷ Scholefield: ὁρᾶν codd. παραλλάξασα διὰ χερῶν, βέβακεν ὄψις οὐ μεθύστερον πτεροῖς ὀπαδοῦσ᾽ ὀπαδοῦσ᾽ Dobree: ὀπαδοῖς codd. ὕπνου κελεύθοις.” τὰ μὲν κατ᾽ οἴκους ἐφ᾽ ἑστίας ἄχη τάδ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα. τὸ πᾶν δ᾽ ἀφ᾽ Ἕλλανος Ἕλλανος Bamberger: Ἑλλάδος codd. αἴας συνορμένοις πένθεια τλησικάρδιοςfort. τηξικάρδιος (e gloss. in cod. Fa τήκουσα τὴν καρδίαν) Auratus δόμων ἑκάστου πρέπει. πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ: οὓς μὲν γάρ <τισ> τις add. Porson ἔπεμψεν οἶδεν, ἀντὶ δὲ φωτῶν τεύχη καὶ σποδὸς εἰς ἑκά- στου δόμους ἀφικνεῖται.
Χορός ὁ χρυσαμοιβὸς δ᾽ Ἄρης σωμάτων καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς πυρωθὲν ἐξ Ἰλίου φίλοισι πέμπει βραχὺ βραχὺ Schütz: βαρὺ codd. ψῆγμα δυσδάκρυτον ἀν- τήνορος σποδοῦ γεμί- ζων λέβητας εὐθέτους. εὐθέτους Auratus: εὐθέτου codd. στένουσι δ᾽ εὖ λέγοντες ἄν- δρα τὸν μὲν ὡς μάχης ἴδρις, τὸν δ᾽ ἐν φοναῖς καλῶς πεσόντ᾽ ἀλλοτρίας διαὶ διαὶ Hermann: διὰ codd. γυναι- κός: τὰ δὲ τὰ δὲ Hermann: τάδε codd. σῖγά τις βαΰ- ζει: φθονερὸν δ᾽ ὑπ᾽ ἄλγος ἕρ- πει προδίκοις Ἀτρείδαις. οἱ δ᾽ αὐτοῦ περὶ τεῖχος θήκας Ἰλιάδος γᾶς εὔμορφοι κατέχουσιν: ἐ- χθρὰ δ᾽ ἔχοντας ἔκρυψεν.
Χορός βαρεῖα δ᾽ ἀστῶν φάτις ξὺν κότῳ: δημοκράντου δημοκράντου Porson: δημοκράτου codd. δ᾽ ἀρᾶς τίνει χρέος. μένει δ᾽ ἀκοῦσαί τί μου μέριμνα νυκτηρεφές. τῶν πολυκτόνων γὰρ οὐκ ἄσκοποι θεοί. κελαι- ναὶ δ᾽ Ἐρινύες χρόνῳ τυχηρὸν ὄντ᾽ ἄνευ δίκας παλιντυχεῖ παλιντυχεῖ Scaliger: παλιντυχῆ codd. τριβᾷ βίου τιθεῖσ᾽ ἀμαυρόν, ἐν δ᾽ ἀί- στοις τελέθοντος οὔτις ἀλ- κά: τὸ δ᾽ ὑπερκόπως ὑπερκόπως Grotius: ὑπερκότως codd. κλύειν εὖ βαρύ: βάλλεται γὰρ ὄσ- σοις Διόθεν κεραυνός. κρίνω δ᾽ ἄφθονον ὄλβον: μήτ᾽ εἴην πτολιπόρθης μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ- λων βίον κατίδοιμι.
Χορός πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλουinter choreutas hi vv. distribuendi: cf. ad 489 πόλιν διήκει θοὰ βάξις: εἰ δ᾽ ἐτήτυμος, ἐτήτυμος Auratus: ἐτητύμως codd. τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ τι... πῃ H. L. Ahrens: τοι . . . μὴ codd. ψύθος.— τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος, φλογὸς παραγγέλμασιν νέοις πυρωθέντα καρδίαν ἔπειτ᾽ ἀλλαγᾷ λόγου καμεῖν;— [ἐν] ἐν seclusit Scaliger γυναικὸς αἰχμᾷ πρέπει πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.— πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ὅρος suspectum, ἔρος Blomfield ἐπινέμεται ταχύπορος: ἀλλὰ ταχύμορον γυναικογήρυτον ὄλλυται κλέος.—
Χορός τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρωνKlytaemestrae notam, 501 chori, praefigunt codd.: totum choro dat Scaliger φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς, εἴτ᾽ οὖν ἀληθεῖς εἶτ᾽ ὀνειράτων δίκην τερπνὸν τόδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας. κήρυκ᾽ ἀπ᾽ ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιον κλάδοις ἐλαίας: μαρτυρεῖ δέ μοι κάσις πηλοῦ ξύνουρος διψία κόνις τάδε, ὡς οὔτ᾽ ἄναυδος οὔτε σοι δαίων φλόγα ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός, ἀλλ᾽ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων: τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον: εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.— ὅστις τάδ᾽ ἄλλως τῇδ᾽ ἐπεύχεται πόλει, αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν. Κηρυξ ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός, δεκάτῳ σε φέγγει τῷδ᾽ ἀφικόμην ἔτους, πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών. οὐ γάρ ποτ᾽ ηὔχουν τῇδ᾽ ἐν Ἀργείᾳ χθονὶ θανὼν μεθέξειν φιλτάτου τάφου μέρος. νῦν χαῖρε μὲν χθών, χαῖρε δ᾽ ἡλίου φάος, ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ᾽ ἄναξ, τόξοις ἰάπτων μηκέτ᾽ εἰς ἡμᾶς βέλη: ἅλις παρὰ Σκάμανδρον ἦσθ᾽ ἦσθ᾽ Askew: ἦλθες Fa: ἦλθ᾽ (ες surascripto) Fl ἀνάρσιος: νῦν δ᾽ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος, καὶ παιώνιος Dobree: καὶ παγώνιος Fl: κἀπαγώνιος Fa ἄναξ Ἄπολλον. τούς τ᾽ ἀγωνίους θεοὺς πάντας προσαυδῶ, τόν τ᾽ ἐμὸν τιμάορον Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας, ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός. ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι, σεμνοί τε θᾶκοι, δαίμονές τ᾽ ἀντήλιοι, εἴ που εἴ που Auratus: ἦπου codd. πάλαι, φαιδροῖσι τοισίδ᾽ ὄμμασι δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ. ἥκει γὰρ ὑμῖν ὑμῖν] ἡμῖν Fl φῶς ἐν εὐφρόνῃ φέρων καὶ τοῖσδ᾽ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ. ἀλλ᾽ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει, Τροίαν κατασκάψαντα τοῦ δικηφόρου Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον. βωμοὶ δ᾽ ἄιστοι καὶ θεῶν ἱδρύματα, καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός. τοιόνδε τοιοῦδε Fl 538–550 chori vv. Klytaemestrae dant codd. Τροίᾳ περιβαλὼν ζευκτήριον ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ ἥκει, τίεσθαι δ᾽ ἀξιώτατος βροτῶν τῶν νῦν: Πάρις γὰρ οὔτε συντελὴς πόλις ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον. ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην τοῦ ῥυσίου θ᾽ ἥμαρτε καὶ πανώλεθρον αὐτόχθονον πατρῷον ἔθρισεν δόμον. διπλᾶ δ᾽ ἔτισαν Πριαμίδαι θἀμάρτια. Χορός κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ. Κῆρυξ χαίρω <γε>: γε add. Enger (τεθνᾶναι codd.) τεθνάναι δ᾽ οὐκέτ᾽ οὐκέτ᾽ Fa: οὐκ Fl ἀντερῶ θεοῖς. Χορός ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν. Κῆρυξ ὥστ᾽ ἐνδακρύειν ἐκδακρύειν Fa γ᾽ ὄμμασιν χαρᾶς ὕπο. Χορός τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου. ἴστε Fl Κῆρυξ πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου. Χορός τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι. πεπληγμένοι Tyrwhitt: πεπληγμένος codd. Κῆρυξ ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις. Χορός ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός <μ᾽> μ᾽ add. Scaliger ἀναστένειν. Κῆρυξ πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν στύγος φρενῶν; φρενῶν Hermann: στρατῷ codd.: πόλει Kennedy: λεᾠ Heimsoeth Χορός πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω. Κῆρυξ καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς; Χορός ὡς ὡς Scaliger: ὧν codd. νῦν τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις. Κῆρυξ εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ τὰ μέν τις ἂν ἂν Auratus: εὖ codd. λέξειεν εὐπετῶς ἔχειν, τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον; μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας, σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ στένοντες, †οὐ λαχόντεσ† οὐ λαχόντες corruta: fortasse ἀσχάλλοντες Margoliouth (qui quidem στένοντας ἀσχάλλοντας legit) vel οὐ κλαίοντες Jacob ἤματος μέρος; τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος: εὐναὶ γὰρ ἦσαν δαΐων πρὸς τείχεσιν. ἐξ οὐρανοῦ δὲ δὲ Pearson: γὰρ codd. κἀπὸ γῆς λειμώνιαι δρόσοι δρόσοι non mutandum κατεψάκαζον, †ἔμπεδονcorrutio latet: fortasse ante ἔμπεδον versus excidit σίνος ἐσθημάτων τιθέντες ἔνθηρον τρίχα. χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον, οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών, ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών— τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος: παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν. τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν, τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου; καὶ πολλὰ χαίρειν ξυμφορὰς ξυμφορὰς Blomfield: συμφοραῖς codd. καταξιῶ. ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει: ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις: ποτώμενα Weil “Τροίαν ἑλόντες δήποτ᾽ Ἀργείων στόλος θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα δόμων ἐπασσάλευσαν ἀρχαῖων δόμων ... ἀρχαίων Hartung: δόμοις ... ἀρχαῖον codd. γάνος.” τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν καὶ τοὺς στρατηγούς: καὶ χάρις τιμήσεται Διὸς τόδ᾽ ἐκπράξασα. πάντ᾽ ἔχεις λόγον. Χορός νικώμενος λόγοισιν οὐκ ἀναίνομαι: ἀεὶ γὰρ ἥβη ἥβη Margoliouth: ἡβᾷ codd. τοῖς γέρουσιν εὖ μαθεῖν. δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ. Κλυταιμήστρα ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο, ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρός, φράζων ἅλωσιν Ἰλίου τ᾽ ἀνάστασιν. καί τίς μ᾽ ἐνίπτων εἶπε, “φρυκτωρῶν δία πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς; ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.” λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην. ὅμως δ᾽ ἔθυον, καὶ γυναικείῳ νόμῳ ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις θυηφάγον κοιμῶντες εὐώδη φλόγα. καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι σέ μοι Wieseler: σ᾽ ἐμοὶ codd. λέγειν; ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον. ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν σπεύσω πάλιν μολόντα δέξασθαι—τί γὰρ γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν, ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ πύλας ἀνοῖξαι;—ταῦτ᾽ ἀπάγγειλον πόσει: ἥκειν ὅπως τάχιστ᾽ ἐράσμιον πόλει: γυναῖκα πιστὴν δ᾽ ἐν δόμοις εὕροι μολὼν οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν, καὶ τἄλλ᾽ ὁμοίαν πάντα, σημαντήριον οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου. οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς. τοιόσδ᾽ ὁ κόμπος τῆς ἀληθείας γέμωνKlytaemestrae dedit Hermann: Κη praefixit M οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν. Χορός αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον. σὺ δ᾽ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι, εἰ νόστιμός τε τε Hermann: γε codd. καὶ σεσωσμένος πάλιν ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος. Κῆρυξ οὐκ ἔσθ᾽ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον. Χορός πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;chori vv. in codd. Klyt. tribuuntur. τύχοις Porson: τύχῃς codd. σχισθέντα δ᾽ οὐκ εὔκρυπτα γίγνεται τάδε. Κῆρυξ ἁνὴρ ἁνὴρ Hermann: ἀνὴρ codd. ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ, αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω. Χορός πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου, ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ; Κῆρυξ ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ: μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω. Χορός πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο; Κῆρυξ οὐκ οἶδεν οὐδεὶς ὥστ᾽ ἀπαγγεῖλαι τορῶς, πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν. Χορός πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ; Κῆρυξ εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ γλώσσῃ μιαίνειν: χωρὶς ἡ τιμὴ θεῶν. ὅταν δ᾽ ἀπευκτὰ πήματ᾽ ἄγγελος πόλει στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ, πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν, πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ, δίλογχον ἄτην, φοινίαν ξυνωρίδα: τοιῶνδε μέντοι πημάτων σεσαγμένον σεσαγμένον Schütz: σεσαγμένων codd. πρέπει λέγειν παιᾶνα τόνδ᾽ Ἐρινύων. σωτηρίων δὲ πραγμάτων εὐάγγελον ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν, πῶς κεδνὰ τοῖς κακοῖσι συμμίξω, λέγων χειμῶν᾽ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν; Ἀχαιοῖς ... θεῶν Dobree: Ἀχαιῶν ... θεοῖς codd. ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν, πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ᾽ ἐδειξάτην φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν. ἐν νυκτὶ δυσκύμαντα δ᾽ ὠρώρει κακά. ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ ἤρεικον: ἤρειπον Fa αἱ δὲ κεροτυπούμεναι κεροτυπούμεναι Wasse: κερωτυπον́μεναι codd. βίᾳ χειμῶνι τυφῶ σὺν ζάλῃ τ᾽ ὀμβροκτύπῳ, ᾤχοντ᾽ ἄφαντοι, ποιμένος κακοῦ στρόβῳ. ἐπεὶ δ᾽ ἀνῆλθε λαμπρὸν ἡλίου φάος, ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ᾽ ἐρειπίοις. ναυτικοῖς τ᾽ ἐρειπίοις Auratus: ναυτικῶν τ᾽ ἐριπίων codd. ἡμᾶς γε μὲν δὴ ναῦν τ᾽ ἀκήρατον σκάφος ἤτοι τις ἐξέκλεψεν ἢ ᾽ξῃτήσατο θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών. τύχη δὲ σωτὴρ ναῦν θέλουσ᾽ ναυστολοῦσ᾽ Casaubon ἐφέζετο, ὡς μήτ᾽ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν μήτ᾽ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα. ἔπειτα δ᾽ Ἅιδην πόντιον πεφευγότες, λευκὸν κατ᾽ ἦμαρ, οὐ πεποιθότες τύχῃ, ἐβουκολοῦμεν φροντίσιν νέον πάθος, στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου. καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων, λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μήν; τί μήν Linwood: τί μή codd. ἡμεῖς τ᾽ ἐκείνους ταὔτ᾽ ταὔτ᾽ Stanley: ταῦτ᾽ codd. ἔχειν δοξάζομεν. γένοιτο δ᾽ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν. εἰ δ᾽ οὖν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ καὶ ζῶντα καὶ ζῶντα] fortasse χλωρόν τε καὶ βλέποντα ex Hesychii gloss. Toup καὶ βλέποντα, μηχαναῖς Διός, οὔπω θέλοντος ἐξαναλῶσαι γένος, ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν. τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλύων.
Χορός τίς ποτ᾽ ὠνόμαζεν ὧδ᾽ ἐς τὸ πᾶν ἐτητύμωσ— μή τις ὅντιν᾽ οὐχ ὁρῶ- μεν προνοίαισι τοῦ πεπρωμένου γλῶσσαν ἐν τύχᾳ νέμων;— τὰν δορίγαμβρον ἀμφινει- κῆ θ᾽ Ἑλέναν; ἐπεὶ πρεπόντως ἑλένας, ἕλανδρος, ἑλέπτολις, ἐκ τῶν ἁβροτίυωνfort. ἁβροπήνων Salmasius προκαλυμμάτων ἔπλευσε ζεφύρου γίγαντος αὔρᾳ, πολύανδροί τε φεράσπιδες κυναγοὶ κατ᾽ ἴχνος πλατᾶν πλατᾶν Heath: πλάταν codd. ἄφαντον κελσάντων Σιμόεντος ἀκτὰς ἐπ᾽ ἀεξιφύλλους ἐπ᾽ ἀξιφύλλους Fl: εἰς ἀεξιφύλλους Fa δι᾽ ἔριν αἱματόεσσαν.
Χορός Ἰλίῳ δὲ κῆδος ὀρθ- ώνυμον τελεσσίφρων μῆνις ἤλασεν, ἤλασεν orson: ἤλασε codd. τραπέ- ζας ἀτίμωσιν ἀτίμωσιν Canter: ἀτίμως ἵν᾽ Fl: ἀτίμως Fa ὑστέρῳ χρόνῳ καὶ ξυνεστίου Διὸς πρασσομένα τὸ νυμφότι- μον μέλος ἐκφάτως τίοντας, ὑμέναιον, ὃς τότ᾽ ἐπέρρεπεν γαμβροῖσιν ἀείδειν. μεταμανθάνουσα δ᾽ ὕμνον Πριάμου πόλις γεραιὰ πολύθρηνον μέγα που στένει κικλήσκουσα Πάριν τὸν αἰνόλεκτρον, παμπορθῆ παμπορθῆ Seidler: παμπρόσθη codd. πολύθρηνον[sed incerta correctio: et πολύθρηνον e v. 711 iure susectum] αἰῶνα διαὶ αἰῶνα διαὶ Emper: αἰῶν᾽ ἀμφὶ codd. πολιτᾶν μέλεον αἷμ᾽ ἀνατλᾶσα.
Χορός ἔθρεψεν δὲ λέοντος ἶ- νιν λέοντος ἶνιν Conington: λέοντα σίνιν codd. δόμοις ἀγάλακτον οὕ- τως ἀνὴρ φιλόμαστον, ἀγάλακτα βούτας ἀνὴρ φιλομάστων ingeniose (ex Hesych. ἀγάλαξ: ὁμότιτθος) Wecklein ἐν βιότου προτελείοις ἅμερον, εὐφιλόπαιδα καὶ γεραροῖς ἐπίχαρτον. πολέα δ᾽ ἔσκ᾽ ἔσκ᾽ Casaubbon: ἔσχ᾽ codd.: alii ἔσχ᾽ ... φαιδρωπῶς (Weil) ... σαίνοντα (Auratus) ἐν ἀγκάλαις νεοτρόφου τέκνου δίκαν, φαιδρωπὸς ποτὶ χεῖρα σαί- νων τε γαστρὸς ἀνάγκαις.
Χορός χρονισθεὶς δ᾽ ἀπέδειξεν ἦ- θος ἦθος Conington: ἔθος codd. τὸ πρὸς τοκέων: τοκέων Fa: τοκήων Fl χάριν γὰρ τροφεῦσιν γὰρ τροφεῦσιν Fa: τροφᾶς γὰρ Fl ἀμείβων μηλοφόνοισι σὺν μηλοφόνοισι σὺν Fix: μηλοφόνοισιν Fl ἄταις δαῖτ᾽ ἀκέλευστος ἔτευξεν: αἵματι δ᾽ οἶκος ἐφύρθη, ἄμαχον ἄλγος οἰκέταις μέγα σίνος πολύκτονον. ἐκ θεοῦ δ᾽ ἱερεύς τις ἄ- τας δόμοις προσεθρέφθη. προσεθρέφθη Heath: προσετράφη codd.
Χορός πάραυτα δ᾽ ἐλθεῖν ἐς Ἰλίου πόλιν λέγοιμ᾽ ἂν φρόνημα μὲν νηνέμου γαλάνας, ἀκασκαῖον <δ᾽> δ᾽ add. Porson ἄγαλμα πλούτου, μαλθακὸν ὀμμάτων βέλος, δηξίθυμον ἔρωτος ἄνθος. παρακλίνασ᾽ ἐπέκρανεν δὲ γάμου πικρὰς τελευτάς, δύσεδρος καὶ δυσόμιλος συμένα Πριαμίδαισιν, πομπᾷ Διὸς ξενίου, νυμφόκλαυτος Ἐρινύς.
Χορός παλαίφατος δ᾽ ἐν βροτοῖς γέρων λόγος τέτυκται, μέγαν τελε- σθέντα φωτὸς ὄλβον τεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνῄσκειν, ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει βλαστάνειν ἀκόρεστον οἰζύν. δίχα δ᾽ ἄλλων μονόφρων εἰ- μί. τὸ δυσσεβὲς γὰρ δυσσεβὲς γὰρ Pauw: γὰρ δυσσεβὲς codd. ἔργον μετὰ μὲν πλείονα τίκτει, σφετέρᾳ δ᾽ εἰκότα γέννᾳ. οἴκων δ᾽ ἄρ᾽ εὐθυδίκων καλλίπαις πότμος ἀεί.
Χορός φιλεῖ δὲ τίκτειν ὕβρις μὲν παλαιὰ νεά- ζουσαν ἐν κακοῖς βροτῶν ὕβριν τότ᾽ ἢ τόθ᾽, ὅτε ὅτε Klausen: ὅταν codd. τὸ κύριον μόλῃ φάος τόκου, φάος τόκου H. L. Ahrens: νεαρὰ φάους κότον codd. δαίμονά τε τὰν τὰν Hermann: τὸν codd. ἄμαχον, ἄμαχον om. Fa ἀπόλεμον, ἀνίερον θράσος, μελαί- νας μελάθροισιν Ἄτας, εἰδομένας εἰδομένας Casaubon: εἰδομέναν codd. τοκεῦσιν.
Χορός Δίκα δὲ λάμπει μὲν ἐν δυσκάπνοις δώμασιν, τὸν δ᾽ ἐναίσιμον τίει [βίον]. βίον seclusit H. L. Ahrens τὰ χρυσόπαστα δ᾽ ἔδεθλα ἔδεθλα Auratus: ἐσθλὰ codd. σὺν πίνῳ χερῶν παλιντρόποις ὄμμασι λιποῦσ᾽, ὅσια προσέμολε προσέμολε Hermann: προσέβα τοῦ codd. δύναμιν οὐ σέβουσα πλού- του παράσημον αἴνῳ: πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾷ.
Χορός ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ᾽, πτολίπορθ᾽ Blomfield: πολίπορθ᾽ codd. Ἀτρέως γένεθλον, πῶς σε προσείπω; πῶς σε σεβίζω μήθ᾽ ὑπεράρας μήθ᾽ ὑποκάμψας καιρὸν χάριτος; πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι προτίουσι δίκην παραβάντες. τῷ δυσπραγουντι δ᾽ ἐπιστενάχειν πᾶς τις ἕτοιμος: δῆγμα δῆγμα Stobaeus 112. 12, Fa: δεῖγμα Fl δὲ λύπης οὐδὲν ἐφ᾽ ἧπαρ προσικνεῖται: καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς ἀγέλαστα πρόσωπα βιαζόμενοι. ὅστις δ᾽ ἀγαθὸς προβατογνώμων, οὐκ ἔστι λαθεῖν ὄμματα φωτός, τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίας ὑδαρεῖ σαίνειν φιλότητι. σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν Ἑλένης ἕνεκ᾽, οὐ γάρ <σ᾽> σ᾽ add. Musgrave ἐπικεύσω, κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος, οὐδ᾽ εὖ πραπίδων οἴακα νέμων †θράσος ἑκούσιον†corruta codd. lectio: θράσος ἐκ θυσιῶν H. L. Ahrens: θάρσος ἑτώσιον Wecklein ἀνδράσι θνῄσκουσι κομίζων. νῦν δ᾽ οὐκ ἀπ᾽ ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως εὔφρων πόλις πόλις M. Schmidt: πόνος codd.: πνόος Weil εὖ τελέσασιν. γνώσει δὲ χρόνῳ διαπευθόμενος τόν τε δικαίως καὶ τὸν ἀκαίρως πόλιν οἰκουροῦντα πολιτῶν. Ἀγαμέμνων πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους νόστου δικαίων θ᾽ ὧν ἐπραξάμην πόλιν Πριάμου: δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ κλύοντες ἀνδροθνῆτας Ἰλίου φθορὰς φθορᾶς Dobree εἰς αἱματηρὸν τεῦχος οὐ διχορρόπως ψήφους ἔθεντο: τῷ δ᾽ ἐναντίῳ κύτει ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ. καπνῷ δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις. ἄτης θύελλαι ζῶσι: συνθνῄσκουσα δὲ σποδὸς προπέμπει πίονας πλούτου πνοάς. τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους ἐφραξάμεσθα ἐφραξάμεσθα Francken: ἐπραξάμεσθα codd. καὶ γυναικὸς οὕνεκα πόλιν διημάθυνεν Ἀργεῖον δάκος, ἵππου νεοσσός, ἀσπιδοστρόφος λεώς, πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν: ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων ἄδην ἔλειξεν αἵματος τυραννικοῦ. θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε: τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλύων, καὶ φημὶ ταὐτὰ ταὐτὰ Auratus: ταῦτα codd. καὶ συνήγορόν μ᾽ ἔχεις. παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε, φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν. δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον, τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει. εἰδὼς λέγοιμ᾽ ἄν, εὖ γὰρ ἐξεπίσταμαι, ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς, δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί. μόνος δ᾽ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει, ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος: εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι λέγω. τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον: ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων, ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως πειρασόμεσθα πῆμ᾽ ἀποστρέψαι νόσου. πῆμ᾽ ἀποστρέψαι νόσου Porson: πήματος τρέψαι νόσον codd. νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι, οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν. νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽, ἐμπέδως μένοι. Κλυταιμήστρα ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε, οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους λέξαι πρὸς ὑμᾶς: ἐν χρόνῳ δ᾽ ἀποφθίνει τὸ τάρβος ἀνθρώποισιν. οὐκ ἄλλων πάρα μαθοῦσ᾽, ἐμαυτῆς δύσφορον λέξω βίον τοσόνδ᾽ ὅσον περ οὗτος ἦν ὑπ᾽ Ἰλίῳ. τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν, πολλὰς κλύουσαν κληδόνας κληδόνας Auratus: ἡδονὰς codd. παλιγκότους: καὶ τὸν μὲν ἥκειν, τὸν δ᾽ ἐπεσφέρειν κακοῦ κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις. καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν ἁνὴρ ἀνὴρ Hermann: ἁνὴρ codd. ὅδ᾽, ὡς πρὸς οἶκον ὠχετεύετο φάτις, τέτρηται τέτρηται H. L. Ahrens: τέτρωται codd. δικτύου πλέον πλέον Dindorf: πλέω codd. λέγειν. εἰ δ᾽ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι, τρισώματός τἂν τἂν Wellauer: τ᾽ ἂν codd. Γηρυὼν ὁ δεύτερος [πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,]seclusit schütz χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν, λαβεῖν Paley: λαβών codd. ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι. τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης. ἀνημμένης Wecklein ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ, ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων, πιστωμάτων Sanheim: πιστευμάτων codd. ὡς χρῆν, Ὀρέστης: μηδὲ θαυμάσῃς τόδε. τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα ἐμοὶ προφωνῶν, τόν θ᾽ ὑπ᾽ Ἰλίῳ σέθεν κίνδυνον, εἴ τε δημόθρους ἀναρχία βουλὴν καταρρίψειεν, καταρράψειεν Scaliger ὥστε σύγγονον βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον. τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει. ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι πηγαὶ κατεσβήκασιν, οὐδ᾽ ἔνι σταγών. ἐν ὀψικοίτοις δ᾽ ὄμμασιν βλάβας ἔχω τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας ἀτημελήτους αἰέν. ἐν δ᾽ ὀνείρασιν λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου. νῦν ταῦτα πάντα τλᾶσ᾽ ἀπενθήτῳ φρενὶ λέγοιμ᾽ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα, σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης στῦλον στῦλον Fa: στόλον Fl ποδήρη, μονογενὲς τέκνον πατρί, καὶ γῆν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα, κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος, ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος. τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν. τοιοῖσδέ τοί νιν τοί νιν Schütz: τοίνυν codd. ἀξιῶ προσφθέγμασιν. φθόνος δ᾽ ἀπέστω: πολλὰ γὰρ τὰ πρὶν κακὰ ἠνειχόμεσθα. νῦν δέ μοι, φίλον κάρα, ἔκβαιν᾽ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς τὸν σὸν πόδ᾽, ὦναξ, Ἰλίου πορθήτορα. δμῳαί, τί μέλλεθ᾽, αἷς ἐπέσταλται τέλος πέδον κελεύθου στρωννύναι πετάσμασιν; εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος ἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται δίκη. τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα. Ἀγαμέμνων Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ, ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ: μακρὰν γὰρ ἐξέτεινας: ἀλλ᾽ ἐναισίμως αἰνεῖν, παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας: καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί, μηδ᾽ εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον τίθει: θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών: ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου. λέγω κατ᾽ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ. χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων κληδὼν ἀυτεῖ: καὶ τὸ μὴ κακῶς φρονεῖν θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ. εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽ πράσσοιμεν Dindorf ἄν, εὐθαρσὴς ἐγώ. Κλυταιμήστρα καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί. Ἀγαμέμνων γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ. Κλυταιμήστρα ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε; Ἀγαμέμνων εἴπερ τις, εἰδώς γ᾽ εὖ τόδ᾽ ἐξεῖπον τέλος. Κλυταιμήστρα τί δ᾽ ἂν δοκεῖ δοκεῖ Stanley: δοκῇ codd. σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν; Ἀγαμέμνων ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ. δοκῇ Fl Κλυταιμήστρα μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς αἰδεσθεὶς Fl ψόγον. Ἀγαμέμνων φήμη γε μέντοι δημόθρους μέγα σθένει. Κλυταιμήστρα ὁ δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει. Ἀγαμέμνων οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης. Κλυταιμήστρα τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει. Ἀγαμέμνων ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις; Κλυταιμήστρα πιθοῦ: κράτος μέντοι πάρες γ᾽ πάρες γ᾽] fort. παρείς γ᾽ Karsten ἑκὼν ἐμοί. Ἀγαμέμνων ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽, ὑπαί τις ἀρβύλας λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός. καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος. πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν δωματοφθορεῖν Schütz: σωματοφθορεῖν codd. ποσὶν φθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς. τούτων τούτων] τοὐμὸν Emer μὲν οὕτω: τὴν ξένην δὲ πρευμενῶς τήνδ᾽ ἐσκόμιζε: τὸν κρατοῦντα μαλθακῶς θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται. ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ. αὕτη αὕτη Auratus: αὐτὴ codd. δὲ πολλῶν χρημάτων ἐξαίρετον ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο. ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε, εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν. Κλυταιμήστρα ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει; τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον ἰσάργυρον Salmasius: εἰς ἄργυρον codd. κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς. οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς, ἄναξ, ἄναξ] fort. ἅλις Karsten ἔχειν: πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος. πολλῶν πατησμὸν δ᾽ εἱμάτων δ᾽ εἱμάτων Canter: δειμάτων codd. ἂν ηὐξάμην, δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις, ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ. μηχανωμένῃ Abresch: μηχανωμένης codd. ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους, σκιὰν ὑπερτείνασα σειρίου κυνός. καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν, θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν: μολόν Voss: μολών codd. ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾽ ἀπ᾽ Auratus: τἀπ᾽ Fl: τ᾽ ἀπ᾽ Fa ὄμφακος πικρᾶς οἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει, ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου. Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει: μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν.
Χορός τίπτε μοι τόδ᾽ ἐμπέδως δεῖμα δεῖμα Fa: δεῖγμα Fl προστατήριον καρδίας τερασκόπου ποτᾶται, μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδά, οὐδ᾽ ἀποπτύσαι ἀποπτύσαι Fa: ἀποπτύσας Fl δίκαν δυσκρίτων ὀνειράτων θάρσος εὐπειθὲς ἵζει ἵζει Scaliger: ἵξει V Fa: ἴξει Fl φρενὸς φίλον θρόνον; χρόνος δ᾽ ἐπὶ ἐπὶ Fa: ἐπεὶ Fl πρυμνησίων ξυνεμβολαῖς ξυνεμβολαῖς Schneider: ξυνεμβόλοις codd. ψαμμίας ἀκάτας ἀκάτα Fl παρή- βησεν, εὖθ᾽ ὑπ᾽ Ἴλιον ὦρτο ναυβάτας στρατός.
Χορός πεύθομαι δ᾽ ἀπ᾽ ὀμμάτων νόστον, αὐτόμαρτυς ὤν: τὸν δ᾽ ἄνευ λύρας ὅμως ὅμως Auratus: ὅπως codd. ὑμνῳδεῖ θρῆνον Ἐρινύος Ἐρινύος Porson: ἐριννὺς codd. αὐτοδίδακτος ἔσωθεν θυμός, οὐ τὸ πᾶν ἔχων ἐλπίδος φίλον θράσος. σπλάγχνα δ᾽ οὔτι οὔτι Casaubon: οὔτοι codd. ματᾴζει πρὸς ἐνδίκοις φρεσὶν τελεσφόροις δίναις κυκλούμενον κέαρ. εὔχομαι δ᾽ ἐπ᾽ ἀπ᾽ Fa: ἐξ Fl ἐμᾶς τοιαῦτ᾽ τοιαῦτ᾽ Kennedy: τοι Fa: omittit Fl ἐλπίδος ψύθη πεσεῖν ἐς τὸ μὴ τελεσφόρον.
Χορός μάλα γέ τοι γάρ τοι Fl: γέ τοι δὴ Fa τὸ μεγάλας Paley: τᾶς πολλᾶς codd. τὸ μεγάλας ὑγιείας ἀκόρεστον τέρμα. νόσος γάρ <ἀεὶ> ἀεὶ add. Blomfield excidit post vel ante 1005 eiusdem metri versus γείτων ὁμότοιχος ἐρείδει, καὶ πότμος εὐθυπορῶν ἀνδρὸς ἔπαισεν ἄφαντον ἕρμα. καὶ τὸ μὲν πρὸ χρημάτων κτησίων ὄκνος βαλὼν σφενδόνας ἀπ᾽ εὐμέτρου, οὐκ ἔδυ πρόπας δόμος πημονᾶς πημονᾶς Victorius: πημονὰς codd. γέμων ἄγαν, οὐδ᾽ ἐπόντισε σκάφος. πολλά τοι δόσις ἐκ Διὸς ἀμ- φιλαφής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν νῆστιν ὤλεσεν νόσον.
Χορός τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν πεσὸν Auratus: πεσόνθ᾽ codd. ἅπαξ θανάσιμον προπάροιθ᾽ πρόπαρ Fl ἀνδρὸς μέλαν αἷμα τίς ἂν πάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων; οὐδὲ οὐδὲ] εὖ δὲ (sine interrogationis signo 1024) Wecklein τὸν ὀρθοδαῆ τῶν φθιμένων ἀνάγειν Ζεὺς ἀπέπαυσεν ἀπέπαυσεν Hartung: αὔτ᾽ ἔπαυσ᾽ codd. ἐπ᾽ εὐλαβείᾳ; εἰ δὲ μὴ τεταγμένα μοῖρα μοῖραν ἐκ θεῶν εἶργε μὴ πλέον φέρειν, προφθάσασα καρδία γλῶσσαν ἂν τάδ᾽ ἐξέχει. νῦν δ᾽ ὑπὸ σκότῳ βρέμει θυμαλγής τε καὶ οὐδὲν ἐπελ- πομένα ποτὲ καίριον ἐκτολυπεύσειν ζωπυρουμένας φρενός.
Κλυταιμήστρα εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω, ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις κοινωνὸν εἶναι χερνίβων, πολλῶν μετὰ δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας: ἔκβαιν᾽ ἀπήνης τῆσδε, μηδ᾽ ὑπερφρόνει. καὶ παῖδα γάρ τοι φασὶν Ἀλκμήνης ποτὲ πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν. δουλίας μάζης τυχεῖν Enger: δουλείας μάζης βία Fl: καὶ ζυγῶν θιγεῖν βίᾳ Fa εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι ἐπιρρέπει Fa τύχης, ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις. οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς, ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην. ἕξεις ἕξεις Auratus: ἔχεις codd. παρ᾽ ἡμῶν οἷάπερ νομίζεται. Χορός σοί τοι λέγουσα παύεται σαφῆ λόγον. ἐντός δ᾽ ἁλοῦσα ἁλοῦσα C. G. Haupt: ἂν οὖσα codd. μορσίμων ἀγρευμάτων πείθοι᾽ ἄν, εἰ πείθοι᾽: ἀπειθοίης δ᾽ ἴσως. Κλυταιμήστρα ἀλλ᾽ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη, ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ. Χορός ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει. πιθοῦ πείθου codd. λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον. Κλυταιμήστρα οὔτοι θυραίᾳ θυραίᾳ Casaubon: θυραίαν codd. τῇδ᾽ τῇδ᾽ Musgrave: τήνδ᾽ codd. ἐμοὶ σχολὴ πάρα τρίβειν: τὰ μὲν γὰρ ἑστίας μεσομφάλου ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πυρός, ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν. σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει. εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχει λόγον, σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί. Χορός ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ δεῖσθαι: τρόπος δὲ θηρὸς ὡς νεαιρέτου. Κλυταιμήστρα ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν, ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον ἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν, πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος. οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι.testatur M Χορός ἐγὼ δ᾽, ἐποικτίρω γάρ, οὐ θυμώσομαι. ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον, εἴκουσ᾽ εἴκουσ᾽ Robortello: ἑκοῦσ᾽ codd. ἀνάγκῃ τῇδε καίνισον ζυγόν.
Κασάνδρα ὀτοτοτοτοῖ πόποι δᾶ. ὦπολλον ὦπολλον. Χορός τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου; οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.
Κασάνδρα ὀτοτοτοτοῖ πόποι δᾶ. ὦπολλον ὦπολλον. Χορός ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.
Κασάνδρα Ἄπολλον Ἄπολλον ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός. ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον. Χορός χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν. μένει τὸ θεῖον δουλίᾳ περ ἐν περ ἐν Schütz: παρ᾽ ἓν M φρενί.
Κασάνδρα Ἄπολλον Ἄπολλον ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός. ἆ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην; Χορός πρὸς τὴν Ἀτρειδῶν: εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς, ἐγὼ λέγω σοι: καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.
Κασάνδρα μισόθεον μὲν οὖν, πολλὰ συνίστορα αὐτόφονα κακὰ καὶ ἀρτάνας, καὶ ἀρτάνας Lachmann: κἀρτάναι M: κἀρτάνας Fa ἀνδρὸς σφαγεῖον σφαγεῖον Turnebus: σφάγιον codd. καὶ πέδον ῥαντήριον. Χορός ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην εἶναι, ματεύει ματεύει Fl Fa: μαντεύει M δ᾽ ὧν ἀνευρήσει ἀνευρήσει Porson: ἂν εὑρήση M φόνον.
Κασάνδρα μαρτυρίοισι μαρτυρίοισι Pauw: μαρτυρίοις codd. γὰρ τοῖσδ᾽ τοῖσδ᾽ ἐπιπείθομαι Abresch: τοῖσδε πεπείθομαι codd. ἐπιπείθομαι: κλαιόμενα τάδε βρέφη σφαγάς, ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας. Χορός ἦμεν ἦμην M (ἦμεν supra scr.) κλέος σοῦ μαντικὸν πεπυσμένοι: τούτων τούτων Weil: ἠμὲν M προφήτας δ᾽ οὔτινας ματεύομεν. ματεύομεν Schütz: μαστεύομεν codd.
Κασάνδρα ἰὼ πόποι, τί ποτε μήδεται; τί τόδε νέον ἄχος μέγα μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽ ἑκὰς ἀποστατεῖ. Χορός τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων. ἐκεῖνα δ᾽ ἔγνων: πᾶσα γὰρ πόλις βοᾷ.
Κασάνδρα ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς, τὸν ὁμοδέμνιον πόσιν λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος; τάχος γὰρ τόδ᾽ ἔσται: προτείνει δὲ χεὶρ ἐκ χερὸς ὀρέγματα. ὀρέγματα Hermann: ὀρεγόμενα M: ὀρεγμένα recc. Χορός οὔπω ξυνῆκα: νῦν γὰρ ἐξ αἰνιγμάτων ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.
Κασάνδρα ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται; ἦ δίκτυόν τι [γ᾽] τί γ᾽ codd.: γ᾽ seclusit Dindorf Ἅιδου; Ἅιδου Schütz: ἀί:δου codd. ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία φόνου. στάσις δ᾽ ἀκόρετος ἀκόρετος Bothe: ἀκόρεστος codd. γένει κατολολυξάτω θύματος λευσίμου. Χορός ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλει ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος. ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς σταγών, ἅτε καιρία καιρία Dindorf: καὶ δορία M πτώσιμος ξυνανύτει βίου δύντος αὐγαῖς. ταχεῖα δ᾽ ἄτα πέλει.
Κασάνδρα ἂ ἄ, ἰδοὺ ἰδού: ἄπεχε τῆς βοὸς τὸν ταῦρον: ἐν πέπλοισι μελαγκέρῳ μελάγκερων in μελαγκέρωι mutatum, ν iterum suprascripto M λαβοῦσα μηχανήματι τύπτει: πίτνει δ᾽ <ἐν> ἐν add. Schütz ἐνύδρῳ τεύχει. τεύχει] κύτει Blomfield δολοφόνου λέβητος τύχαν σοι λέγω. Χορός οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε. ἀπὸ δὲ θεσφάτων τίς τίς recc.: τις M ἀγαθὰ φάτις βροτοῖς στέλλεται; κακῶν γὰρ διαὶ διαὶ Hermann: διὰ M πολυεπεῖς τέχναι θεσπιῳδὸν φόβον φέρουσιν φέρουσιν Fa: φέρουσι cett. codd. μαθεῖν.
Κασάνδρα ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι: τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχέαι. ἐπεγχέαι anonymus: ἐπεγχέασα codd. ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες; οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην. τί γάρ; Χορός φρενομανής τις εἶ θεοφόρητος, ἀμ- φὶ δ᾽ αὑτᾶς θροεῖς νόμον ἄνομον, οἷά οἷα recc.: οἵα M τις ξουθὰ ἀκόρετος ἀκόρετος Aldina: ἀκόρεστος codd. βοᾶς, βοᾶς recc.: βοαῖς M φεῦ, ταλαίναις φρεσὶν Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς ἀηδὼν βίον.
Κασάνδρα ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος: μόρον ἀηδόνος Hermann: ἀηδόνος μόρον codd. περίβαλον γάρ περίβαλον γὰρ Blomfield: περεβάλοντο γὰρ M οἱ πτεροφόρον δέμας θεοὶ γλυκύν τ᾽ αἰῶνα αἰῶνα m: ἀγῶνα codd. κλαυμάτων ἄτερ: ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί. Χορός πόθεν ἐπισσύτους θεοφόρους τ᾽ ἔχεις ματαίους δύας, τὰ δ᾽ ἐπίφοβα ἐπίφοβα M: ἐπὶ φόβῳ m recc. δυσφάτῳ κλαγγᾷ μελοτυπεῖς ὁμοῦ τ᾽ ὀρθίοις ἐν νόμοις; πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ κακορρήμονας;
Κασάνδρα ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων. ἰὼ Σκαμάνδρου πάτριον ποτόν. τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν᾽ ἠνυτόμαν τροφαῖς: νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε κἀχερουσίουςtestantur Fl Fa V ὄχθας ὄχθας Casaubon: ὄχθους codd. ἔοικα θεσπιῳδήσειν τάχα. Χορός τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω; νεόγονος ἂν ἀίων νεόγονος ἂν ἀίων Karsten: νεογνὸς ἀνθρώπων codd. μάθοι. πέπληγμαι δ᾽ ὑπαὶ ὑπαὶ Fa: ὑπὸ Fl V δάκει Hermann: δήγματι codd. δάκει φοινίῳ δυσαλγεῖ δυσαλγεῖ Canter: δυσαγγεῖ codd. τύχᾳ μινυρὰ [κακὰ] κακὰ seclusit Schütz θρεομένας, θραύματ᾽ θραύματ᾽ Fl V: θαύματ᾽ Fa: θραῦμα δ᾽ Enger ἐμοὶ κλύειν.
Κασάνδρα ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας ὀλομένας Casaubon: ὀλωμένας Fl V: ὀλουμένας Fa τὸ πᾶν. ἰὼ πρόπυργοι θυσίαι πατρὸς πολυκανεῖς βοτῶν ποιονόμων: ἄκος δ᾽ οὐδὲν ἐπήρκεσαν τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν. †ἐγὼ δὲ θερμόνους τάχ᾽ ἐμπέδῳ βαλῶ†.fortasse ἐγὼ δὲ θερμὴν οὐ στάγ᾽ ἐν πέδῳ βαλῶ; Miller Χορός ἑπόμενα προτέροισι τάδ᾽ ἐφημίσω. καί τίς σε κακοφρονῶν κακοφρονῶν Schütz: κακοφρονεῖν codd. τίθη- σι δαίμων ὑπερβαρὴς ἐμπίτνων μελίζειν πάθη γοερὰ θανατοφόρα. τέρμα δ᾽ ἀμηχανῶ.
Κασάνδρα καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην: λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰς πνέων ἐσᾴξειν, ἐσᾴξειν Bothe: ἐς ἥξειν codd. ὥστε κύματος δίκην κλύζειν κλύζειν Auratus: κλύειν codd. πρὸς αὐγὰς τοῦδε πήματος πολὺ μεῖζον: φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων. καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων. τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸς σύμφθογγος οὐκ εὔφωνος: οὐ γὰρ εὖ λέγει. καὶ μὴν πεπωκώς γ᾽, ὡς θρασύνεσθαι πλέον, βρότειον αἷμα κῶμος ἐν δόμοις μένει, δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων. ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναι πρώταρχον πρώταρχον Fa: πρώταρχος Fl V ἄτην: ἐν μέρει δ᾽ ἀπέπτυσαν εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς. ἥμαρτον, ἢ θηρῶ θηρῶ Canter: τηρῶ codd.: κυρῶ H. L. Ahrens τι τοξότης τις ὥς; ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων; ἐκμαρτύρησον προυμόσας τό μ᾽ εἰδέναι λόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων. Χορός καὶ πῶς ἂν ὅρκος, πῆγμα πῆγμα Auratus: πῆμα codd. γενναίως παγέν, παιώνιος παιώνιος Fa: παιώνιον Fl V γένοιτο; θαυμάζω δέ σεfort. ὅρκου πῆγμα ... παιώνιον Auratus σε Auratus: σου codd. πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις. Κασάνδρα μάντις μ᾽ Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει. Χορός μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;in codd. post 1204: correxit Hermann Κασάνδρα προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε. Χορός ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον. Κασάνδρα ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν. Χορός ἦ καὶ τέκνων εἰς ἔργον ἠλθέτην ἠλθέτην Elmsley: ἤλθετον codd. νόμῳ; Κασάνδρα ξυναινέσασα Λοξίαν ἐψευσάμην. Χορός ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη; Κασάνδρα ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη. Χορός πῶς δῆτ᾽ ἄνατος ἄνατος Canter: ἄνακτος codd. ἦσθα Λοξίου κότῳ; Κασάνδρα ἔπειθον οὐδέν᾽ οὐδέν, οὐδέν᾽ οὐδέν Canter: οὐδὲν bis codd. ὡς τάδ᾽ ἤμπλακον. Χορός ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς. Κασάνδρα ἰοὺ ἰού, ὢ ὢ κακά. ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος στροβεῖ ταράσσων φροιμίοις <δυσφροιμίοις.>. δυσφροιμίοις add. Hermann: ἐφημένους (e proximo versu) codd. eiciendum ὢ ὢ κακά ex 1214 ingeniose transtulit Weil ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους νέους, ὀνείρων προσφερεῖς μορφώμασι; παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων, χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς, σὺν ἐντέροις τε σπλάγχν᾽, ἐποίκτιστον γέμος, πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο. ἐκ τῶνδε ποινάς φημι βουλεύειν τινὰ λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ ἐμῷ: φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν: νεῶν δ᾽ ἔπαρχος δ᾽ Voss, ἔπαρχος Canter: τ᾽ ἄπαρχος codd. Ἰλίου τ᾽ ἀναστάτης οὐκ οἶδεν οἵα οἵα Herwerden: οἷα codd. γλῶσσα μισητῆς κυνὸς λείξασα λείξασα Tyrwhitt, κἀκτείνασα Canter, φαιδρὸν οὖς H. L. Ahrens: λέξασα καὶ κτείνασα φαιδρόνους codd. κἀκτείνασα φαιδρὸν οὖς, δίκην ἄτης λαθραίου, †τεύξεταιfort. δήξεται Madvig κακῇ τύχῃ. τοιᾷδε τόλμῃ τοιᾷδε τόλμῃ Karsten: τοιάδε τολμᾶ Fl V θῆλυς ἄρσενος φονεὺς ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος τύχοιμ᾽ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην, θύουσαν Ἅιδου μητέρ᾽ ἄσπονδόν τ᾽ Ἄρη Ἄρη Porson: ἀρὰν codd. φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ. δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ. καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω: τί γάρ; τὸ μέλλον ἥξει. καὶ σύ μ᾽ ἐν μ᾽ ἐν Auratus: μὴν codd. τάχει παρὼν ἄγαν γ᾽ ἀληθόμαντιν οἰκτείρας ἐρεῖς. Χορός τὴν μὲν Θυέστου δαῖτα παιδείων παιδείων Schütz: παιδίων codd. κρεῶν ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾽ ἔχει κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα. τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω. Κασάνδρα Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον. Χορός εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα. Κασάνδρα ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ. Χορός οὔκ, εἴπερ ἔσται εἴπερ ἔσται Schütz: εἰ πάρεσται codd. γ᾽: ἀλλὰ μὴ γένοιτό πως. Κασάνδρα σὺ μὲν κατεύχει, τοῖς δ᾽ ἀποκτείνειν μέλει. Χορός τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄχος ἄγος Auratus πορσύνεται; Κασάνδρα ἦ κάρτα τἄρ᾽ κάρτα τἄρα Hartung: κάρτ᾽ ἄρ᾽ ἂν codd.: scripsi τἄρ᾽ ἂν ἂν παρεκόπης παρεκόπης Hartung: παρεσκόπεις codd. χρησμῶν ἐμῶν. Χορός τοὺς γὰρ τελοῦντας τοὺς ... τελοῦντας Heimsoeth: τοῦ ... τελοῦντος codd. οὐ ξυνῆκα μηχανήν. Κασάνδρα καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν. Χορός καὶ γὰρ τὰ πυθόκραντα: δυσμαθῆ δυσμαθῆ Stephanus: δυσπαθῆ codd. δ᾽ ὅμως. Κασάνδρα παπαῖ, οἷον τὸ πῦρ: ἐπέρχεται δέ μοι. ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἲ ἐγὼ ἐγώ. αὕτη δίπους δίπους Victorius: δίπλους codd. λέαινα συγκοιμωμένη λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ, κτενεῖ με τὴν τάλαιναν: ὡς δὲ φάρμακον τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν ἐνθήσει, ν post addito, Fa: ἐνθήσει Fl V κότῳ ποτῷ Auratus ἐπεύχεται θήγουσα φωτὶ φάσγανον ἐμῆς ἀγωγῆς ἀντιτίσασθαι φόνον. τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε, καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη; σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ. ἴτ᾽ ἐς φθόρον: πεσόντα θ᾽ ὧδ᾽ πεσόντα θ᾽ ὧδ᾽ Verrall: πεσόντ᾽: ἀγαθὼ δ᾽ codd.: πεσόντ᾽: ἐγὼ δ᾽ ἅμ᾽ ἕψομαι Hermann ἀμείψομαι. ἄλλην τιν᾽ ἄτης ἄτης Stanley: ἄτην codd. ἀντ᾽ ἐμοῦ πλουτίζετε. ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα μέγα Hermann: μετὰ codd. φίλων ὑπ᾽ ἐχθρῶν οὐ διχορρόπως, μάτην— καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην— καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας. βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον ἀντεπίξηνον codd. μένει, θερμῷ κοπείσης φοινίῳ φοίνιον C. G. Haupt προσφάγματι. οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν. ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος, μητροκτόνον φίτυμα, ποινάτωρ πατρός: φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις: ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,post 1290 codd.: huc transtulit Hermann πράξειν πράξειν Schömann: ἄξειν codd. νιν νιν V Fa: νυν Fl ὑπτίασμα κειμένου πατρός. τί δῆτ᾽ ἐγὼ κάτοικτος κάτοικτος Scaliger: κάτοικος codd. ὧδ᾽ ἀναστένω; ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν πράξασαν ὡς ἔπραξεν, οἳ δ᾽ εἷλον εἷλον Musgrave: εἶχον codd. πόλιν οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει, ἰοῦσα πράξω: πράξω:] fortasse κἀγὼ Heath τλήσομαι τὸ κατθανεῖν. Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ τάσδ᾽ ἐγὼ Auratus: τὰς λέγω codd. προσεννέπω: ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν, ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων ἀπορρυέντων, ὄμμα συμβάλω τόδε. Χορός ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ δ᾽ αὖ Fa: δὲ Fl V σοφὴ γύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμως μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς; Κασάνδρα οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνον χρόνον Hermann: χρόνῳ codd. πλέω. Χορός ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται. Κασάνδρα ἥκει τόδ᾽ ἦμαρ: σμικρὰ κερδανῶ φυγῇ. Χορός ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾽ εὐτόλμου φρενός. Κασάνδρα οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.transponit Heath Χορός ἀλλ᾽ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ. Κασάνδρα ἰὼ πάτερ σοῦ τῶν σῶν Auratus τε γενναίων τέκνων. Χορός τί δ᾽ ἐστὶ χρῆμα; τίς σ᾽ ἀποστρέφει φόβος; Κασάνδρα φεῦ φεῦ. Χορός τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος. Κασάνδρα φόνον φόβον codd., sed ν supra scripto Fa δόμοι πνέουσιν αἱματοσταγῆ. Χορός καὶ πῶς; τόδ᾽ ὄζει θυμάτων ἐφεστίων. Κασάνδρα ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει. Χορός οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις. Κασάνδρα ἀλλ᾽ εἶμι κἀν δόμοισι κωκύσουσ᾽ ἐμὴν Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος. ἰὼ ξένοι. οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ ἄλλως: ἄλλως: Hermann: ἀλλ᾽ ὡς codd. θανούσῃ μαρτυρεῖτέ μοι τόδε, ὅταν γυνὴ γυναικὸς ἀντ᾽ ἐμοῦ θάνῃ, ἀνήρ τε δυσδάμαρτος ἀντ᾽ ἀνδρὸς πέσῃ. ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη. Χορός ὦ τλῆμον, οἰκτείρω σε θεσφάτου μόρου. Κασάνδρα ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν οὐ οὐ Hermann: ἢ codd. θρῆνον θέλω ἐμὸν τὸν αὐτῆς. ἡλίου ἡλίου Jacob: ἡλίῳ codd. δ᾽ ἐπεύχομαι πρὸς ὕστατον φῶς †τοῖς ἐμοῖς τιμαόροιςfort. τοὺς ἐμοὺς τιμαόρους (Karsten) δίκην φονεῦσι (Gilbert) ἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,† δούλης θανούσης, εὐμαροῦς χειρώματος. ἰὼ βρότεια πράγματ᾽: εὐτυχοῦντα μὲν σκιᾷ σκιᾷ Wieseler: σκιά codd. τις ἂν ἂν Porson, πρέψειεν Boissonade: ἀντρέψειεν codd. πρέψειεν: εἰ δὲ δυστυχῇ, δυστυχῆ codd. βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν. καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτείρω πολύ.
Χορός τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ πᾶσι βροτοῖσιν: βροτοῖσιν Pauw: βροτοῖς codd. δακτυλοδείκτων δ᾽ οὔτις ἀπειπὼν εἴργει μελάθρων, μηκέτ᾽ ἐσέλθῃς, μηκέτ᾽ ἐσέλθῃς Hermann: μηκέτι δ᾽ εἰσέλθῃς codd. τάδε φωνῶν. καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν μάκαρες Πριάμου: θεοτίμητος δ᾽ οἴκαδ᾽ ἱκάνει. νῦν δ᾽ εἰ προτέρων αἷμ᾽ ἀποτίσῃ ἀποτίσει codd.: scripsi ἀποτίσῃ καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων ποινὰς θανάτων ἐπικράνῃ, ἐπικρανεῖ codd.: scripsi ἐπικράνῃ τίς ἂν εὔξαιτο βροτὸς ὢν βροτὸς ὢν Bothe: βροτῶν codd. ἀσινεῖ δαίμονι φῦναι τάδ᾽ ἀκούων; Ἀγαμέμνων ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω. Χορός σῖγα: τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος; Ἀγαμέμνων ὤμοι μάλ᾽ αὖθις, δευτέραν πεπληγμένος. Χορός 1. τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγματι.inter choreutas ita distribuendi ut duo vv. quisque recitet ἀλλὰ κοινωσώμεθ᾽ ἤν ἤν Weil: ἄν codd. πως ἀσφαλῆ βουλεύματ᾽ <ᾖ>. ᾖ add. Enger: βουλεύματα codd.— 2. ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω, πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν.— 3. ἐμοὶ δ᾽ ὅπως τάχιστά γ᾽ ἐμπεσεῖν δοκεῖ καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.— 4. κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν ψηφίζομαί τι δρᾶν: τὸ μὴ μέλλειν δ᾽ ἀκμή.— 5. ὁρᾶν πάρεστι: φροιμιάζονται γὰρ ὡς τυραννίδος σημεῖα πράσσοντες πόλει.— 6. χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς τῆς μελλοῦς Tryho: τῆς μελλούσης Fl V: μελλούσης Fa κλέος πέδοι πέδοι Hermann: πέδον codd. πατοῦντες οὐ καθεύδουσιν χερί.— 7. οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω. τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.— 8. κἀγὼ τοιοῦτός εἰμ᾽, ἐπεὶ δυσμηχανῶ λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν.— 9. ἦ καὶ βίον τείνοντες τείνοντες Canter: κτείνοντες codd. ὧδ᾽ ὑπείξομεν δόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις;— 10. ἀλλ᾽ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ: κρατεῖ Casaubon: κράτει codd. πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.— 11. ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;— 12. σάφ᾽ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι θυμοῦσθαι E. A. I. Ahrens: μυθοῦσθαι codd. πέρι: τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα. Χορός ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι, τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως. Κλυταιμήστρα πολλῶν πάροιθεν καιρίως εἰρημένων τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι. πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις δοκοῦσιν εἶναι, πημονῆς πημονῆς Auratus: πημονὴν codd. ἀρκύστατ᾽ ἂν Elmsley: ἀρκύστατον codd. ἀρκύστατ᾽ ἂν φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος; ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαι νείκης νείκης Heath: νίκης codd. παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν: ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽ ἐπ᾽ ἐξειργασμένοις. οὕτω δ᾽ ἔπραξα, καὶ τάδ᾽ οὐκ ἀρνήσομαι: ὡς μήτε φεύγειν μήτ᾽ ἀμύνεσθαι μόρον, ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων, περιστιχίζω, περιστιχίζω Fa: περιστιχίζων V: περιστοιχίζων Fl πλοῦτον εἵματος κακόν. παίω δέ νιν δίς: κἀν δυοῖν οἰμωγμάτοιν οἰμωγμάτοιν Elmsley: οἰμώγμασιν codd. μεθῆκεν αὐτοῦ κῶλα: καὶ πεπτωκότι τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸς Ἅιδου Ἅιδου] Διὸς Enger νεκρῶν σωτῆρος εὐκταίαν χάριν. οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών: κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν βάλλει μ᾽ ἐρεμνῇ ψακάδι φοινίας δρόσου, χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ γάνει διοσδότῳ γάνει Porson: Διὸς νότῳ γᾶν εἰ codd. σπορητὸς κάλυκος ἐν λοχεύμασιν. ὡς ὧδ᾽ ἐχόντων, πρέσβος Ἀργείων τόδε, χαίροιτ᾽ ἄν, εἰ χαίροιτ᾽, ἐγὼ δ᾽ ἐπεύχομαι. εἰ δ᾽ ἦν πρεπόντων ὥστ᾽ ἐπισπένδειν νεκρῷ, τῷδ᾽ τῷδ᾽ Tyrwhitt: τάδ᾽ codd. ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν. τοσόνδε τοσόνδε Blomfield: τοσῶνδε codd. κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών. Χορός θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος, ἥτις τοιόνδ᾽ ἐπ᾽ ἀνδρὶ κομπάζεις λόγον. Κλυταιμήστρα πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος: ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας λέγω: σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς πόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸς ἔργον, δικαίας τέκτονος. τάδ᾽ ὧδ᾽ ἔχει.
Χορός τί κακόν, ὦ γύναι, χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸν πασαμένα ῥυτᾶς ῥυτᾶς Stanley: ῥυσᾶς codd. ἐξ ἁλὸς ὄρμενον ὄρμενον Abresch: ὁρώμενον Fl V: ὀρώμενον Fa τόδ᾽ ἐπέθου θύος, δημοθρόους τ᾽ ἀράς; ἀπέδικες ἀπέταμές <τ᾽:> τ᾽: add. Kennedy ἀπόπολις ἀπόπολις Seidler: ἄπολις codd. δ᾽ ἔσει μῖσος ὄβριμον ἀστοῖς. Κλυταιμήστρα νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς, οὐδὲν τότ᾽ τότ᾽ Voss: τόδ᾽ codd. ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων: ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον, μήλων φλεόντων εὐπόκοις νομεύμασιν, ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ ὠδῖν᾽, ἐπῳδὸν Θρῃκίων ἀημάτων. ἀημάτων Canter: τελημμάτων codd. οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν χρῆν Porson: χρή codd. σ᾽ ἀνδρηλατεῖν, μιασμάτων ἄποιν᾽; ἐπήκοος δ᾽ ἐμῶν ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ᾽ ἐμοῦ ἄρχειν: ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός, γνώσει διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.
Χορός μεγαλόμητις εἶ, περίφρονα δ᾽ ἔλακες: ὥσπερ οὖν φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται: λίβος λίβος Casaubon: λίπος codd. ἐπ᾽ ὀμμάτων αἵματος ἐμπρέπει: ἐμπρέπει Auratus: εὖ πρέπει codd. ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων τύμμα τύμματι τύμματι Voss: τύμμα iterum codd. τῖσαι.
Κλυταιμήστρα καὶ τήνδ᾽ ἀκούεις ὁρκίων ἐμῶν θέμιν: μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην, Ἄτην Ἐρινύν θ᾽, αἷσι τόνδ᾽ ἔσφαξ᾽ ἐγώ, οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ, ἕως ἂν αἴθῃ πῦρ ἐφ᾽ ἑστίας ἐμῆς ἐμῆς Porson: ἐμὰς codd. Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί. οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους. κεῖται γυναικὸς τῆσδε λυμαντήριος, Χρυσηίδων μείλιγμα τῶν ὑπ᾽ Ἰλίῳ: ἥ τ᾽ αἰχμάλωτος ἥδε καὶ τερασκόπος καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων ἰσοτριβής. ἰσοτριβής Pauw: ἱστοτριβής codd. ἄτιμα δ᾽ οὐκ ἐπραξάτην. ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην τὸν ὕστατον μέλψασα θανάσιμον γόον κεῖται φιλήτωρ τῷδ᾽, τῷδ᾽ Hermann: τοῦδ᾽ codd. ἐμοὶ δ᾽ ἐπήγαγεν εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.
Χορός φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος, μηδὲ δεμνιοτήρης, μόλοι τὸν ἀεὶ φέρουσ᾽ ἐν ἡμῖν Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος φύλακος εὐμενεστάτου πολέα πολέα Haupt: καὶ πολλὰ codd. τλάντος γυναικὸς διαί; πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.
Χορός ἰὼ ἰὼ ἰὼ ἰὼ Blomfield: ἰὼ codd. παράνους παράνους Hermann: παρανόμους codd. Ἑλένα μία τὰς πολλάς, τὰς πάνυ πολλὰς ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ. †νῦν δὲ τελείαν..metro sensuque incerta, ut in codd. leguntur, reliqui: post 1458 lacunam indicat Hermann, ut huic ephymnio respondeant vv. 1537–50 τελείαν] τέλειον Hartung, nihil excidisse ratus πολύμναστον ἐπηνθίσω δι᾽ δι᾽ omitt. Wellauer, Hermann αἷμ᾽ ἄνιπτον, ἥτις ἥτις] ἦ τις Schütz ἦν τότ᾽ ἐν δόμοις ἔρις ἐρίδματος ἀνδρὸς οἰζύσ†.
Κλυταιμήστρα μηδὲν θανάτου μοῖραν ἐπεύχου τοῖσδε βαρυνθείς: μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψῃς, ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽ ἀξύστατον ἄλγος ἔπραξε.
Χορός δαῖμον, ὃς ἐμπίτνεις ἐμπίτνεις Canter: ἐμπίπτεισι codd. δώμασι καὶ διφυίοισι διφυίοισι Hermann: διφυεῖσι codd. Τανταλίδαισιν, τανταλίδεσιν codd. κράτος <τ᾽> τ᾽ add. Hermann ἰσόψυχον ἐκ γυναικῶν καρδιόδηκτον καρδιόδηκτον Abresch: καρδία δηκτὸν codd. ἐμοὶ κρατύνεις. ἐπὶ δὲ σώματος δίκαν [μοι] μοι seclusit Dindorf κόρακος ἐχθροῦ σταθεῖσ᾽ σταθεῖσ᾽ Stanley: σταθεὶς codd. ἐκνόμως ἐκνόμως Fa: ἐννόμως Fl V ὕμνον ὑμνεῖν ἐπεύχεται... δόμοις supplet Butler: νεκρῷ Enger Post 1474 iterat vv. 1455–61 burney, ut ephymnio 1 respondeant<˘¯>
Κλυταιμήστρα νῦν δ᾽ ὤρθωσας στόματος γνώμην, τὸν τριπάχυντον τριπάχυντον Bamberger: τριπάχυιον codd. δαίμονα γέννης τῆσδε κικλήσκων. ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς νείρῃ νείρῃ Casaubon: νείρει codd. τρέφεται, πρὶν καταλῆξαι τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.
Χορός ἦ μέγαν οἰκονόμον οἰκονόμον Schneider; οἴκοις τοῖσδε codd. δαίμονα καὶ βαρύμηνιν αἰνεῖς, φεῦ φεῦ, κακὸν αἶνον ἀτη- ρᾶς τύχας ἀκορέστου: ἰὴ ἰὴ διαὶ Διὸς παναιτίου πανεργέτα: πανεργέτα Fa: πανεργέταν Fl V τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται; τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;
Χορός ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, πῶς σε δακρύσω; φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω; κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽ ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων. ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον δολίῳ μόρῳ δαμεὶς <δάμαρτοσ> δάμαρτος add. Enger: idem 1519 ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
Κλυταιμήστρα αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν: μηδ᾽ ἐπιλεχθῇς ἐπιλέξῃς Voss Ἀγαμεμνονίαν εἶναί μ᾽ ἄλοχον. φανταζόμενος δὲ γυναικὶ νεκροῦ τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ Ἀτρέως χαλεποῦ θοινατῆρος τόνδ᾽ ἀπέτισεν, τέλεον νεαροῖς ἐπιθύσας.
Χορός ὡς μὲν ἀναίτιος εἶ τοῦδε φόνου τίς ὁ μαρτυρήσων; πῶ πῶ; πατρόθεν δὲ συλλή- πτωρ γένοιτ᾽ ἂν ἀλάστωρ. βιάζεται δ᾽ ὁμοσπόροις ἐπιρροαῖσιν αἱμάτων μέλας Ἄρης, ὅποι δίκαν δίκαν Scholefield: δίκην Butler: δὲ καὶ codd. προβαίνων προβαίνων Canter: προσβαίνων codd. πάχνᾳ κουροβόρῳ παρέξει.
Χορός ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ, πῶς σε δακρύσω; φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω; κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽ ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων. ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον δολίῳ μόρῳ δαμεὶς <δάμαρτοσ> ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.
Κλυταιμήστρα [οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον τῷδε γενέσθαι.]seclusit Seidler οὐδὲ γὰρ οὗτος δολίαν ἄτην οἴκοισιν ἔθηκ᾽; ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθέν, τὴν πολυκλαύτην πολυκλαύτην Porson: πολύκλαυτόν τ᾽ codd. Ἰφιγενείαν, ἄξια ἄξια ante δράσας Hermann: ἀνάξια codd. δράσας ἄξια πάσχων μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω, ξιφοδηλήτῳ, θανάτῳ τίσας ἅπερ ἦρξεν. ἔρξεν Spanheim
Χορός ἀμηχανῶ φροντίδος στερηθεὶς εὐπάλαμον μέριμναν ὅπα τράπωμαι, πίτνοντος οἴκου. δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ τὸν αἱματηρόν: ψακὰς δὲ λήγει. δίκην δίκην Auratus: δίκη codd. δ᾽ ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει θηγάνει Hermann: θήγει codd. [fort. Δίκα δ᾽ ... θηγάναις μάχαιραν Musgrave] βλάβης πρὸς ἄλλαις θηγάναισι Μοῖρα.
Χορός ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω, πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου δροίτας κατέχοντα χαμεύνην. τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων; ἦ σὺ τόδ᾽ ἔρξαι τλήσει, κτείνασ᾽ ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι, ψυχῇ τ᾽ ψυχῇ τ᾽ E.A.I. Ahrens: ψυχὴν codd. ἄχαριν χάριν ἀντ᾽ ἔργων μεγάλων ἀδίκως ἐπικρᾶναι; τίς δ᾽ ἐπιτύμβιον αἶνον ἐπιτύμβιον αἶνον Voss: ἐπιτύμβιος αἶνος codd. ἐπ᾽ ἀνδρὶ θείῳ σὺν δακρύοις ἰάπτων ἀλαθείᾳ φρενῶν πονήσει;
Κλυταιμήστρα οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειν μέλημ᾽ ἀλέγειν Karsten: μέλημα λέγειν codd. post 1554 duo versus excidisse indicavit Hermann τοῦτο: πρὸς ἡμῶν κάππεσε, κάτθανε, καὶ καταθάψομεν οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,.. ἀλλ᾽ Ἰφιγένειά νιν Ἰφιγένειά νιν Auratus: Ἰφιγένειαν ἵν᾽ codd. ἀσπασίως θυγάτηρ, ὡς χρή, πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορον πόρθμευμ᾽ ἀχέων περὶ χεῖρε χεῖρε Porson: χεῖρα codd. βαλοῦσα φιλήσει.
Χορός ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους. δύσμαχα δ᾽ ἔστι κρῖναι. φέρει φέροντ᾽, ἐκτίνει δ᾽ ὁ καίνων. μίμνει δὲ μίμνοντος ἐν θρόνῳ θρόνῳ Schütz: χρόνῳ codd. Διὸς παθεῖν τὸν ἔρξαντα: θέσμιον γάρ. τίς ἂν γονὰν ἀραῖον ἀραῖον Hermann: ῥᾷον codd. ἐκβάλοι δόμων; κεκόλληται γένος πρὸς ἄτᾳ. πρὸς ἄτᾳ Blomfield: προσάψαι codd. Post 1566 iterat vv. 1537–50 Burney
Κλυταιμήστρα ἐς τόνδ᾽ ἐνέβη ξὺν ἀληθείᾳ χρησμός. χρησμός Casaubon: χρησμόν codd. ἐγὼ δ᾽ οὖν ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν ὅρκους θεμένη τάδε μὲν στέργειν, δύστλητά περ ὄνθ᾽: ὃ δὲ λοιπόν, ἰόντ᾽ ἐκ τῶνδε δόμων ἄλλην γενεὰν τρίβειν θανάτοις αὐθένταισι: κτεάνων τε μέρος βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι δ᾽ eiecit Canter: ordinem mutavit Erfurdt μανίας μελάθρων ἀλληλοφόνους μοι δ᾽ ἀλληλοφόνους μανίας μελάθρων codd. ἀφελούσῃ.
Αἴγισθος ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου. φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη, ἰδὼν ὑφαντοῖς ἐν πέπλοις πέπλοις] πάγαις Nauck Ἐρινύων τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί, χερὸς πατρῴας ἐκτίνοντα μηχανάς. Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ, πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι, αὑτοῦ δ᾽ αὑτοῦ δ᾽ Elmsley: αὐτοῦ τ᾽ codd. ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει, ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων. καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν τλήμων Θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ, τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον. [αὐτοῦ] ξένια δὲ τοῦδε δύσθεος πατὴρ [Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως,] αὐτοῦ et Ἀτρεύς ... φίλως seclusit Schütz πατρὶ τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν. τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας ἔθρυπτ᾽ ἄνωθεν ἀνδρακὰς καθήμενοςfortasse καθημένοις Hermann ἄσημ᾽: ὁ δ᾽ ἄσημ᾽: ὁ δ᾽ Dindorf: ἄσημα δ᾽ codd. αὐτῶν αὐτίκ᾽ ἀγνοίᾳ λαβὼν ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει. κἄπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον ᾤμωξεν, ἀμπίπτει ἀμπίπτει Canter: ἄν, πίπτει codd. δ᾽ ἀπὸ σφαγὴν σφαγὴν Auratus: σφαγῆς codd. ἐρῶν, μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται, λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ, οὕτως ὀλέσθαι ὀλέσθαι Porson: ὀλέσθη codd. πᾶν τὸ Πλεισθένους γένος. ἐκ τῶνδέ σοι πεσόντα τόνδ᾽ ἰδεῖν πάρα. κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς. τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δυσαθλίῳ δυσαθλίῳ Schömann: δέκ᾽ ἀθλίῳ codd.: αὐτὸν ὄντα μ᾽ ἀθλίῳ Wecklein πατρὶ συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις: τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν. καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν, πᾶσαν συνάψας μηχανὴν δυσβουλίας. οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί, ἰδόντα ἰδόντι Fa τοῦτον τῆς δίκης ἐν ἕρκεσιν. Χορός Αἴγισθ᾽, ὑβρίζειν ἐν κακοῖσιν κακοῖσιν] καμοῦσιν Porson οὐ σέβω. σὺ δ᾽ ἄνδρα τόνδε φῂς τόνδε φῂς Pauw: τόνδ᾽ ἔφης codd. ἑκὼν κατακτανεῖν, μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον: οὔ φημ᾽ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα δημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς. Αἴγισθος σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός; γνώσει γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον. δεσμὸς δεσμὸς Fa: δεσμὸν Fl V δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες δύαι διδάσκειν ἐξοχώταται φρενῶν ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε; πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας παίσας (ex schol. ad Pind. Pyth. ii) Hermann: πήσας codd. μογῇς. Χορός γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων μένων Wieseler: νέον codd. οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνας αἰσχύνας Wiesler: αἰσχύνουσ᾽ codd. ἅμα ἀνδρὶ στρατηγῷ τόνδ᾽ ἐβούλευσας μόρον; Αἴγισθος καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ. Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις. ὁ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾷ, σὺ δ᾽ ἐξορίνας νηπίοις νηπίοις Jacob: ἠπίοις codd. ὑλάγμασιν ἄξει: κρατηθεὶς δ᾽ ἡμερώτερος φανεῖ. Χορός ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσει, ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας τῷδ᾽ ἐβούλευσας Fa: τῷδε βουλεύσας Fl V μόρον,Post 1635 transponit vv. 1643–8 Heimsoeth δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως. Αἴγισθος τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς: ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἦ ἦ Porson: ἢ codd. παλαιγενής. ἐκ τῶν δὲ τῶν δὲ Jacob: τῶνδε codd. τοῦδε χρημάτων πειράσομαι ἄρχειν πολιτῶν: τὸν δὲ μὴ πειθάνορα ζεύξω βαρείαις οὔτι μοι μοι Pauw: μὴ codd. σειραφόρον κριθῶντα πῶλον: ἀλλ᾽ ὁ δυσφιλεῖ σκότῳ δυσφιλεῖ σκότῳ Scaliger: δυσφιλὴς κότῳ codd. λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται. Χορός τί δὴ τὸν ἄνδρα τόνδ᾽ ἀπὸ ψυχῆς κακῆς οὐκ αὐτὸς ἠνάριζες, ἀλλά νιν νιν Spanheim: σὺν codd. γυνὴPost 1649 versum excidisse indicat Hermann χώρας μίασμα καὶ θεῶν ἐγχωρίων ἔκτειν᾽; Ὀρέστης ἆρά που βλέπει φάος, ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;
Αἴγισθος ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσει τάχα. εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.Aegistho dat Stanley; choro codd. Χορός εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω. Αἴγισθος ἀλλὰ μὴν κἀγὼ πρόκωπος οὐκ ἀναίνομαι θανεῖν. Χορός δεχομένοις λέγεις θανεῖν σε: τὴν τύχην δ᾽ αἱρούμεθα. αἱρούμεθα Auratus: ἐρούμεθα codd. Κλυταιμήστρα μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν δράσωμεν Victorius: δράσομεν codd. κακά. ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλὰ δύστηνον θέρος: θέρος Schütz: ὁ ἔρως codd. πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει: ὑπάρχει Scaliger: ὕπαρχε codd. μηδὲν αἱματώμεθα. αἱματώμεθα Jacob: ἡματώμεθα codd. στεῖχε καὶ σὺ χοἰ στεῖχε καὶ σὺ χοἰ Franz: στείχετε δ᾽ οἱ codd. γέροντες πρὸς δόμους πεπρωμένους τούσδε seclusit Auratus [τούσδε], πρὶν παθεῖν ἔρξαντες: ἀρκεῖν ἔρξαντες: ἀρκεῖν Hermann: ἔρξαντες καιρὸν Fl: ἔρξαντα καιρὸν V Fa χρῆν τάδ᾽ ὡς ἐπράξαμεν. εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽ δεχοίμεθ᾽ Martin: γ᾽ ἐχοίμεθ᾽ codd. ἄν, δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι. ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν. Αἴγισθος ἀλλὰ τούσδ᾽ ἐμοὶ τούσδ᾽ ἐμοὶ Voss: τούσδε μοι codd. ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαι κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος δαίμονος Casaubon: δαίμονας codd. πειρωμένους, σώφρονος γνώμης δ᾽ ἁμαρτεῖν τὸν ἁμαρτεῖν τὸν Casaubon: ἁμαρτῆτον Fl Fa κρατοῦντά <θ᾽ ὑβρίσαι>. θ᾽ ὑβρίσαι add. Blomfield Χορός οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν. Αἴγισθος ἀλλ᾽ ἐγώ σ᾽ ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι. Χορός οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ᾽ ἀπευθύνῃ μολεῖν. Αἴγισθος οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους. Χορός πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα. Αἴγισθος ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν. Χορός κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε ὥστε Scaliger: ὥστερ codd. θηλείας πέλας. Κλυταιμήστρα μὴ προτιμήσῃς ματαίων τῶνδ᾽ ὑλαγμάτων: <ἐγὼ> καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων <καλῶσ>. ἐγὼ et καλῶς addiderunt Canter et Auratus e schol.