Lace v. 0.6.22 copyright 2013-2021, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts book and chapter.
This pointer pattern extracts book.
Διὰ τί αἱ μεγάλαι ὑπερβολαὶ νοσώδεις; ἢ ὅτι ὑπερβολὴν ἢ ἔλλειψιν ποιοῦσιν; τοῦτο δὲ ἦν ἡ νόσος.
Διὰ τί δὲ τὰς νόσους πολλάκις ὑγιάζουσιν, ὅταν πολὺ ἐκστῇ τις; καὶ ἐνίων ἰατρῶν τοιαύτη ἡ τέχνη· ὑπερβολαῖς γὰρ ἰῶνται οἴνου ἢ ὕδατος ἢ ἅλμης ἢ σίτου ἢ λιμοῦ. ἢ ὅτι ἐναντία ἀλλήλοις τὰ τὴν νόσον ποιοῦντα· εἰς τὸ μέσον οὖν ἄγει θάτερον ἑκάτερα.
Διὰ τί αἱ τῶν ὡρῶν μεταβολαὶ καὶ πνεύματα ἐπιτείνουσιν ἢ παύουσι καὶ κρίνουσι τὰς νόσους καὶ ποιοῦσιν; ἢ ὅτι θερμαὶ καὶ ψυχραί εἰσι καὶ ὑγραὶ καὶ ξηραί, αἱ δὲ νόσοι τούτων εἰσὶν ὑπερβολαί, ἡ δὲ ὑγεία ἰσότης. ἐὰν οὖν δι’ ὑγρότητα ἢ ψύξιν, ἡ ἐναντία ὥρα παύει· ἐὰν δὲ ἐναντία ὥρα ἔχηται, ἡ ὁμοία κρᾶσις ἐπιγενομένη ἐπέτεινεν καὶ ἀνεῖλεν. διὰ ταῦτα δὲ καὶ νοσίζουσι τοὺς ὑγιαίνοντας, ὅτι μεταβάλλουσαι λύουσι τὴν κρᾶσιν· ἅμα γὰρ ταῖς οἰκείαις ὥραις καὶ ἡλικίαις καὶ τόποις αὐξάνεται. διὸ δεῖ ἐν ταῖς μεταβολαῖς μάλιστα διακυβερνᾶν. ὃ δὲ καθόλου περὶ τῶν ὡρῶν εἴρηται, καὶ κατὰ μέρος τὸ αὐτὸ αἴτιον. αἱ γὰρ τῶν πνευμάτων μεταβολαὶ καὶ τῶν ἡλικιῶν καὶ τόπων ὥρας τινός εἰσι μεταβολαί. διὸ καὶ ταῦτα ἐπιτείνει καὶ παύει καὶ κρίνει καὶ
Διὰ τί ἐν ταῖς μεταβολαῖς τῶν ὡρῶν ἐμέτοις οὐ δεῖ χρῆσθαι; ἢ ἵνα μὴ γένηται συντάραξις διαφόρων γινομένων τῶν περιττωμάτων διὰ τὰς μεταβολάς.
Διὰ τί καὶ οἱ κιβδηλιῶντες καὶ οἱ ὑπὸ λιμοῦ πονοῦντες τοὺς πόδας οἰδοῦσιν; ἢ διὰ τὴν σύντηξιν ἀμφότεροι; συντήκονται δὲ οἱ μὲν διὰ λιμὸν διὰ τὸ ὅλως μὴ λαμβάνειν τροφήν, οἱ δὲ κιβδηλιῶντες διὰ τὸ μηδὲν ἀπολαύειν ἧς λαμβάνουσι τροφῆς. Διὰ τί τῶν ἀπὸ χολῆς νοσημάτων ἐν τῷ θέρει (πυρέττουσι γὰρ μάλιστα ἐν τῷ θέρει) τὰ ὀξέα ἀπὸ χολῆς ὄντα ἐν τῷ χειμῶνι γίνεται μᾶλλον; ἢ διότι μετὰ πυρετοῦ ὄντα ὀξέα ἐστὶν διὰ τὸ βίαια εἶναι, ἡ δὲ βία παρὰ φύσιν. ὑγραινομένων γάρ τινων τόπων θερμὴ φλεγμασία γίνεται· ἡ δὲ φλεγμασία ὑπερβολὴ θερμότητος οὖσα ποιεῖ τοὺς πυρετούς. ἐν μὲν οὖν τῷ θέρει ξηραὶ καὶ θερμαί εἰσιν αἱ νόσοι, ἐν δὲ τῷ χειμῶνι ὑγραὶ καὶ θερμαί, διὸ ὀξεῖαι· ταχέως γὰρ ἀναιροῦσιν· οὐ γὰρ θέλει πέττεσθαι διὰ τὸ πλῆθος τοῦ περιττώματος.
Διὰ τί ποτε ὁ λοιμὸς μόνη τῶν νόσων μάλιστα τοὺς πλησιάζοντας τοῖς θεραπευομένοις προσαναπίμπλησιν; ἢ ὅτι μόνη τῶν νόσων κοινή ἐστιν ἅπασιν, ὥστε διὰ τοῦτο πᾶσιν ἐπιφέρει τὸν λοιμόν, ὅσοι φαύλως ἔχοντες προϋπάρχουσιν. καὶ γὰρ διὰ τὸ ὑπέκκαυμα τῆς νόσου τῆς παρὰ τῶν θεραπευομένων γινομένης ταχέως ὑπὸ τοῦ πράγματος ἁλίσκονται.
Διὰ τί τοῦ χειμῶνος βορείου γενομένου, ἐὰν τὸ ἔαρ ἔπομβρον γένηται καὶ νότιον, τὸ θέρος νοσῶδες γίνεται πυρετοῖς καὶ ὀφθαλμίαις; ἢ ὅτι τά τε σώματα ἐκδέχεται τὸ θέρος πολλὴν ἔχοντα ἀλλοτρίαν ὑγρότητα, καὶ ἡ γῆ καὶ ὁ τόπος ἐν ᾧ ἂν οἰκῶσι, γίνεται ἔφυδρος καὶ τοιοῦτος οἷοι λέγονται οἱ ἀεὶ νοσώδεις τόποι; πρῶτον μὲν οὖν ὀφθαλμίαι γίνονται τηκομένης τῆς περὶ τὴν κεφαλὴν περιττώσεως, ἔπειτα πυρετοί.
Διὰ τί, ἐὰν ὁ χειμὼν νότιος γένηται καὶ ἔπομβρος, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, νοσῶδες γίνεται καὶ τὸ ἔαρ καὶ τὸ θέρος; ἢ ὅτι ἐν μὲν τῷ χειμῶνι διὰ τὴν ἀλέαν καὶ ὑγρότητα ὁμοίως τὰ σώματα διάκειται τῇ ὥρᾳ; ὑγρὰ γὰρ ἀνάγκη εἶναι καὶ οὐ συνεστηκότα. οὕτω δὲ ἐχόντων, τὸ ἔαρ ψυχρὸν ὂν ἔπηξεν καὶ ἐσκλήρυνεν αὐτὰ διὰ τὸν αὐχμόν, (ὥστε ταῖς μὲν κυούσαις ὁ τόκος ὁ ἐαρινὸς εἰς ἐκτρώσεις γίνεται διὰ τὴν θερμασίαν καὶ τὸν σφακελισμὸν τὸν γινόμενον ὑπὸ τῆς ξηρᾶς ψυχρότητος, ἅτε οὐκ ἐκκρινομένης τῆς ὑγρότητος, τὰ δὲ κυόμενα παιδία ἀσθενῆ γίνεται καὶ πηρὰ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους· συμβέβηκε γὰρ τότε γεννώμενα ἐν εὐδίᾳ καὶ συστῆναι καὶ τραφῆναι ἐν τῇ τεκούσῃ. τοῖς δὲ
Διὰ τί, ἐὰν μὲν τὸ θέρος αὐχμηρὸν γένηται καὶ βόρειον, τὸ δὲ μετόπωρον ἐναντίον, ὑγρὸν καὶ νότιον, ἐν τῷ χειμῶνι κεφαλαλγίαι τε γίνονται καὶ βράγχοι καὶ βῆχες,
Διὰ τί δέ, ἐὰν βόρειον γένηται τὸ θέρος καὶ αὐχμῶδες, καὶ τὸ μετόπωρον, συμφέρει τοῖς φλεγματώδεσι καὶ ταῖς γυναιξίν; ἢ ὅτι ἡ φύσις ἐπὶ θάτερα ἀμφοῖν ὑπερβάλλει, ὥστε εἰς τοὐναντίον ἡ ὥρα ἑλκύσασα καθίστησιν εἰς τὴν εὐκρασίαν· καὶ παραχρῆμά τε ὑγιαίνουσιν, ἐὰν μή τι δι’ ἑαυτοὺς ἁμαρτάνωσι, καὶ εἰς τὸν χειμῶνα οὐχ ὑγροὶ ἀφικνοῦνται, ἔχοντες ὑπεκκαύματα τῷ ψύχει.
Διὰ τί τοῖς χολώδεσι νοσῶδές ἐστι τὸ βόρειον καὶ
Διὰ τί τὸ τὰ ὕδατα μεταβάλλειν νοσῶδές φασιν εἶναι, τὸ δὲ τὸν ἀέρα οὔ; ἢ ὅτι τοῦτο γίνεται τροφή, καὶ ἔχοντες καὶ ἀπολελαυκότες τοῦ ὕδατος ἀπέρχονται, τοῦ δὲ ἀέρος οὐδέν; ἔτι ὕδατος μὲν πολλὰ εἴδη ἐστὶν καὶ διαφοραὶ καθ’ αὑτά, ἀέρος δὲ οὔ, ὥστε καὶ τοῦτο αἴτιον, ἐν μὲν γὰρ τῷ ἀέρι σχεδὸν τῷ αὑτῷ συμβαίνει διατελεῖν καὶ ἀποδημοῦντας, ἐν δὲ ὕδασιν ἄλλοις· διὸ καλῶς δοκεῖ νοσώδης ἡ τοῦ ὕδατος μεταβολὴ εἶναι.
Διὰ τί μᾶλλον ἡ τοῦ ὕδατος ἢ ἡ τῶν σιτίων μεταβολὴ νοσώδης; ἢ ὅτι πλεῖστον ἀναλίσκομεν τὸ ὕδωρ; ἔν τε γὰρ τοῖς σιτίοις ὑπάρχει καὶ ὄψοις, καὶ ἐν τῷ πόματι τὸ πλεῖστον ὕδωρ.
Διὰ τί δὲ ἡ μεταβολὴ νοσώδης; ἢ ὅτι πᾶσα μὲν ἡ μεταβολὴ καὶ ὥρας καὶ ἡλικίας εὐκίνητον. εὐκίνητα γὰρ τὰ ἄκρα, οἷον καὶ αἱ ἀρχαὶ και αἱ τελευταί. ὥστε καὶ αἱ τροφαὶ ἕτεραι οὖσαι ἀλλήλας φθείρουσιν· αἱ μὲν γὰρ ἄρτι, αἱ δὲ οὔπω προσπεφύκασιν. ἔτι δὲ ὥσπερ ἡ ποικίλη τροφὴ νοσώδης (ταραχώδης γὰρ καὶ οὐ μία πέψις), οὕτω συμβαίνει μεταβάλλουσιν ὕδωρ ποικίλη πόματος χρῆσθαι τῇ τροφῇ;
Διὰ τί ἡ τῶν ὑδάτων μεταβολὴ τοῖς ἔχουσι φθεῖρας ποιεῖ πολλοὺς ἔχειν; ἢ ὅτι ἀπεψία γινομένη τοῦ ὑγροῦ διὰ τὴν ταραχήν, ἣ γίνεται διὰ τὴν ποικιλίαν τοῦ ὕδατος πυκνὰ μεταβάλλουσιν, ὑγρότητα ἐμποιεῖ, καὶ μάλιστα ἐν τῷ ἐπιτηδείως ὑπάρχοντι τόπῳ; ὁ δὲ ἐγκέφαλος ὑγρός· διὸ καὶ ἡ κεφαλὴ ἀεὶ μάλιστα. δηλοῖ δέ, ὅτι αἱ τρίχες ἔνεισι μάλιστα ἐν αὐτῇ. ἡ δὲ τοῦ τόπου τούτου ὑγρότης φθειρῶν ποιητική. δηλοῖ δὲ ἐπὶ τῶν παίδων· ὑγροκέφαλοί τε γάρ εἰσιν καὶ πολλάκις ἢ κορυζῶσιν ἢ αἷμα ποιεῖ ῥεῖν, καὶ φθεῖρας πλείους οἱ ἐν ταύτῃ τῇ ἡλικίᾳ ἔχουσιν.
Διὰ τί ἀπὸ Πλειάδος μέχρι ζεφύρου οἱ τὰς μακρὰς νόσους κάμνοντες μάλιστα ἀναιροῦνται, καὶ οἱ γέροντες μᾶλλον τῶν νέων; πότερον ὅτι δύο ἐστὶ τὰ φθαρτικώτατα, ὑπερβολή τε καὶ ψῦχος; τὸ γὰρ ζῆν θερμόν, ἡ δὲ ὥρα αὕτη ἄμφω ταῦτ’ ἔχει· ψυχρά τε γάρ ἐστι, καὶ ἀκμαιότατος ὁ χειμών· τὸ λοιπὸν γὰρ ἔαρ ἐστίν. ἢ ὅτι ὁμοίως μὲν διάκεινται τοῖς γέρουσι τῶν καμνόντων οἱ τὰς μακρὰς κάμνοντες ἀσθενείας; οἷον γὰρ ἤδη γῆρας ἡ μακρὰ ἀσθένεια συμβαίνει· τὸ γὰρ σῶμα ἀμφοῖν ξηρὸν καὶ ψυχρόν ἐστιν, τῶν μὲν δι’ ἡλικίαν, τῶν δὲ διὰ νόσον. ὁ δὲ χειμὼν καὶ οἱ πάγοι ὑπερβολή ἐστι ψυχρότητος καὶ ξηρότητος. μικρᾶς οὖν δεομένοις αὐτοῖς ῥοπῆς γίνεται οἷον πῦρ ἐπὶ πυρὶ ὁ χειμών, καὶ φθείρει διὰ ταῦτα.
Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη ταχὺ ὑγιάζεται, τὰ δὲ ἐν ταῖς κνήμαις μόλις; ἢ ὅτι βαρεῖα ἡ ὑγρότης διὰ τὸ γεώδης εἶναι, τὰ δὲ βαρέα εἰς τὸ κάτω ἀποχωρεῖ; τὰ μὲν οὖν ἄνω ἔκκριτα διὰ τὸ ἀποκεχωρηκέναι
Διὰ τί, ἐὰν τοῦ χειμῶνος γενομένου βορείου καὶ τοῦ ἔαρος νοτίου καὶ ἐπόμβρου τὸ θέρος λίαν αὐχμηρὸν γένηται, θανατῶδες γίνεται τὸ μετόπωρον πᾶσιν, μάλιστα δὲ τοῖς παιδίοις, καὶ τοῖς ἄλλοις δὲ δυσεντερίαι καὶ τεταρταῖοι χρόνιοι γίνονται ἐν αὐτῷ; ἢ ὅτι μετρίου μὲν ἐπιγενομένου ὕδατος θερινοῦ καταψυχθὲν τὸ ζέον ὑγρὸν ἐν ἡμῖν λωφᾷ, ὅσον ἠθροίσθη ἐν τῷ ἦρι γενομένῳ τῷ ὑγρῷ; εἰ δὲ μή, τὰ μὲν παιδία διὰ τὸ ὑγρὰ φύσει καὶ θερμὰ εἶναι ὑπερζεῖ τῷ πάθει, διὰ τὸ μὴ καταψυχθῆναι. ὅσα δὲ μὴ τοῦ θέρους, τοῦ μετοπώρου ὅσον ἐκζεῖ. αἱ δὲ περιττώσεις ἐὰν μὴ εὐθὺς ἀνέλωσι, περὶ πνεύμονα καὶ ἀρτηρίαν γινόμεναι γὰρ ἄνω πρῶται συνίστανται διὰ τὸ ὑπὸ τοῦ ἀέρος ἡμᾶς θερμαίνεσθαι· διὰ γὰρ ταῦτα καὶ ὀφθαλμίαι πυρετῶν πρότερον γίνονται ἐν τῷ νοσερῷ θέρει. - ἐὰν οὖν μὴ ἐν τοῖς ἄνω, καθάπερ εἴρηται, τὰ περιττώματα εὐθὺς ἀνέλῃ, καταβαίνουσιν εἰς τὰς κοιλίας ἄπεπτα ὄντα, τοῦτο δέ ἐστι δυσεντερία, διὰ τὸ μὴ ἐκκρίνεσθαι ὑπὸ πλήθους τὸ ὑγρόν. καὶ ἐὰν παύσωνται, τεταρταῖοι γίνονται τοῖς σωζομένοις· ἡ γὰρ τοῦ ἀπέπτου ὑπόστασις μονιμωτάτη ἐστὶ καὶ σύντονος γίνεται τῷ σώματι, καθάπερ ἡ μέλαινα χολή.
Διὰ τί, ἐὰν τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον, καὶ τὸ μετόπωρον, ὁ χειμὼν νοσερὸς γίνεται; ἢ ὅτι σφόδρα ὑγρὰ τὰ σώματα ὁ χειμὼν λαμβάνει, καὶ ἡ μεταβολὴ ἔτι μεγάλη γίνεται ἐξ ἀλέας πολλῆς καὶ οὐκ ἐκ προσαγωγῆς, διὰ τὸ καὶ τὸ μετόπωρον γίνεσθαι ἀλεεινόν, ὥστε τοῖς μὲν γίνεσθαι ἀνάγκη τὰ ὀξέα νοσήματα, μὴ ἀραιοῖς οὖσι· τοῖς γὰρ τοιούτοις ἄνω μᾶλλον τὰ ὑγρὰ περιττώματα ἀθροίζεται, διὰ τὸ τούτους μὲν τοὺς τόπους ἔχειν χώραν, τοὺς δὲ κάτω ἑτέρους εἶναι. οἱ οὖν ὄντες πυκνόσαρκοι οὐ πολλὰ περιττώματα δέχονται. ψυχομένης οὖν τῆς περιττώσεως
Διὰ τί, ὅταν ἐκ γῆς ἀτμὸς ἀνίῃ πολὺς ὑπὸ τοῦ ἡλίου, τὸ ἔτος λοιμῶδες γίνεται; ἢ ὅτι ὑγρὸν ἀνάγκη καὶ ἔπομβρον τὸ ἒτος σημαίνειν, καὶ τὴν γῆν ὑγρὰν ἀνάγκη εἶναι; οἷον οὖν ἐν ἑλώδει τόπῳ ἡ οἲκησις γίνεται. νοσώδης δὲ ἡ τοιαύτη ἐστίν. καὶ τὰ σώματα δὴ τότε ἀνάγκη περίττωμα πολὺ ἔχειν, ὥστε ἐν τῷ θέρει ἔχειν ὕλην νοσώδη.
Διὰ τί γίνεται τὰ ἔτη νοσώδη, ὅταν γένηται φορὰ τῶν μικρῶν βατράχων τῶν φρυνοειδῶν; ἢ ὅτι ἕκαστον εὐσθενεῖ ἐν τῇ οἰκείᾳ χώρᾳ τῆς φύσεως; καὶ ταῦτα δὴ φύσει ἐστὶν ὑγρά, ὥστε ἔπομβρον καὶ ὑγρὸν σημαίνειν τὸν ἐνιαυτὸν γίνεσθαι. τὰ δὲ τοιαῦτα ἔτη νοσώδη ἐστίν· ὑγρὰ γὰρ τὰ σώματα ὄντα πολὺ ἔχει τὸ περίττωμα, ὅ ἐστι τῶν νόσων αἴτιον.
Διὰ τί οἱ νότοι οἱ ξηροὶ καί μὴ ὑδατώδεις πυρετώδεις εἰσίν; ἢ ὃτι ὑγρότητα καὶ θέρμην ἀλλοτρίαν ποιοῦσιν; εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει. τοῦτο δ’ ἐστὶ πυρετῶδες· ὁ γὰρ πυρετὸς ἐξ ἀμφοτέρας τῆς τούτων ἐστὶν ὑπερβολῆς. ὅταν μὲν οὖν ἄνευ ὕδατος πνέωσι, ταύτην ἐν ἡμῖν ποιοῦσι τὴν διάθεσιν, ὅταν δὲ ἅμα ὕδατι, τὸ ὕδωρ καταψύχει ἡμᾶς. οἱ δὲ ἐκ θαλάττης νότοι καὶ συμφέρουσι τοῖς φυτοῖς·
Διὰ τί ἐν τοῖς νότοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώτερον οἱ ἄνθρωποι; ἢ ὅτι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται διατηκόμενον διὰ τὴν ἀλέαν καὶ ἐκ πνεύματος κούφου ὑγρὸν βαρύ; ἔτι δὲ ἡ δύναμις ἡμῶν ἐν τοῖς ἄρθροις ἐστί· ταῦτα δὲ ἀνίεται ὑπὸ τῶν νοτίων. δηλοῦσι δὲ οἱ ψόφοι τῶν κεκολλημένων. τὸ γὰρ γλίσχρον ἐν τοῖς ἄρθροις πεπηγὸς μὲν κινεῖσθαι κωλύει ἡμᾶς, ὑγρὸν δὲ λίαν ὂν συντείνεσθαι.
Διὰ τί ἀρρωστοῦσι μὲν μᾶλλον τοῦ θέρους, ἀποθνήσκουσι δὲ μᾶλλον οἱ ἀρρωστοῦντες τοῦ χειμῶνος; ἢ ὅτι τοῦ χειμῶνος διὰ τὴν πυκνότητα ἐντὸς τῶν σωμάτων συνεσταλμένου τοῦ θερμοῦ, καὶ πονοῦντες μᾶλλον, εἰ μὴ πέττοιμεν, τῶν ἐν ἡμῖν συνισταμένων περιττωμάτων, ἰσχυρὰν ἀνάγκη τὴν ἀρχὴν
Διὰ τί μετὰ τὰς τροπὰς ἀμφοτέρας μέχρι ἑκατὸν ἡμερῶν ἀποθνήσκουσι μάλιστα; ἢ ὅτι ἄχρι τοσούτου ἑκατέρα ἡ ὑπερβολὴ διέχει, ἣ τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ; ἡ δὲ ὑπερβολὴ τοῖς ἀσθενέσι ποιεῖ τὰς νόσους καὶ τὰς φθοράς.
Διὰ τί τὸ ἔαρ καὶ τὸ φθινόπωρον νοσώδη; ἢ ὅτι αἱ μεταβολαὶ νοσώδεις; τὸ δὲ μετόπωρον τοῦ ἔαρος νοσωδέστερον, ὅτι μᾶλλον τοῦ θερμοῦ ψυχομένου ἢ τοῦ ψυχροῦ θερμαινομένου νοσοῦμεν. ἐν μὲν οὖν τῷ ἔαρι τὸ ψυχρὸν θερμαίνεται, ἐν δὲ τῷ μετοπώρῳ τὸ θερμὸν ψύχεται.
Διὰ τί ἐν τῷ χειμῶνι ἐλάττω μὲν τὰ ἀρρωστήματα
Διὰ τί τοῦ μὲν φθινοπώρου καὶ τοῦ χειμῶνος οἱ καῦσοι μᾶλλον γίνονται ἐν ταῖς ψυχραῖς ὥραις, τοῦ δὲ θέρους τὰ ῥίγη ἐνοχλεῖ καυμάτων ὄντων; ἢ ὅτι τῶν κατὰ τὸν ἄνθρωπον ἡ χολὴ μέν ἐστι θερμόν, τὸ δὲ φλέγμα ψυχρόν; ἐν μὲν οὖν τῷ θέρει τὸ ψυχρὸν ἀναλύεται, καὶ διαχυθὲν ῥίγη καὶ τρόμους παρασκευάζει· ἐν δὲ τῷ χειμῶνι τὸ θερμὸν ὑπὸ τῆς ὥρας κρατεῖται κατεψυγμένον. οἱ δὲ καῦσοι μᾶλλον ἐνοχλοῦσι τοῦ χειμῶνος καὶ τοῦ φθινοπώρου, ὅτι διὰ τὸ ψῦχος τὸ θερμὸν εἴσω συστέλλεται, ὁ δὲ καῦσος ἔσωθέν ἐστι καὶ οὐκ ἐπιπολῆς· εἰκότως οὖν οἱ καῦσοι ταύτην τὴν ὥραν γίνονται. καταμάθοι δ’ ἄν τις τοῦτο ἀκριβέστερον ἐπὶ τῶν ψυχρολουτρούντων τοῦ χειμῶνος καὶ τῶν τοῦ χειμῶνος λουομένων τῷ θερμῷ, ὅτι οἱ μὲν τῷ ψυχρῷ λουόμενοι, ἀπορριγώσαντες ὀλίγον χρόνον ἕως λούονται, τὴν λοιπὴν ἡμέραν
Τίς καταπλάσματος ἀρετή; ἢ διὰ τὸ χυτικὸν εἶναι κἂν ἱδρῶτα ποιοῖ καὶ ἀποπνοήν;
Τῷ δῆλον ὅταν ἔμπυον; ἢ ἐὰν καταχεομένου τοῦ θερμοῦ ἀλλαγῇ, ἔμπυον, εἰ δὲ μή, οὔ;
Ποῖα δεῖ καίειν ἢ ποῖα δεῖ τέμνειν; ἢ ὅσα μὲν ἔχει στόμα μέγα καὶ οὐ ταχὺ συμφύεται, ταῦτα καίειν δεῖ, ὅπως ἡ ἐσχάρα ἐκεῖ πέσῃ; οὕτως γὰρ οὐκ ἔσται ὕπουλα.
Τίς ἐναίμου ἀρετή; ἢ τὸ ξηραντικὸν εἶναι καὶ τῆς ἐπιούσης περιττώσεως σταλτικὸν ἐσχαρώσεως καὶ σήψεως τῆς σαρκός; οὕτω γὰρ ἂν ἀφλέγμαντον εἴη καὶ συμφυτικόν. μὴ ἐπιρρέοντος μὲν γὰρ ἀφλέγμαντον ἔσται, ξηρὸν δὲ ὂν συμφύσεται· ἕως δ’ ἂν ὑγρορροῇ, οὐ συμφύσεται. διὰ τοῦτο οὖν δριμέα τὰ πλεῖστα, ὥστε ἀποστύφειν.
Ποῖα τέμνειν δεῖ καὶ ποῖα καίειν, καὶ ποῖα οὔ, ἀλλὰ φαρμάκοις; ἢ τὰ μὲν ἐπὶ ταῖς μασχάλαις καὶ βουβῶσι φαρμάκῳ; μετὰ γὰρ διαίρεσιν τὰ μὲν ἐπίπονα, τὰ δὲ ἐπικίνδυνα. καίειν δὲ τὰ πλατέα τῶν φυμάτων καὶ πολὺ πρόβλημα ἔχοντα, καὶ ἐν φλεβώδεσι καὶ μὴ εὐσάρκοις. τέμνειν δὲ τὰ εἰς ὀξὺ συνηγμένα καὶ τὰ μὴ ἐν στερεοῖς.
Διὰ τί, ἐὰν χαλκῷ τις τμηθῇ, ῥᾷον ὑγιάζεται ἢ σιδήρῳ; πότερον ὅτι λειότερον, ὥσθ’ ἧττον σπαράττει καὶ ποιεῖ πληγήν; ἢ εἴπερ ἀκμὴν μᾶλλον ὁ σίδηρος λαμβάνει, ῥᾴων καὶ ἀπαθεστέρα ἡ διαίρεσις; ἀλλὰ μὴν φαρμακῶδες ὁ χαλκός, ἡ δὲ ἀρχὴ ἰσχυρόν. τὸ οὖν εὐθὺς ἅμα τῇ τομῇ θᾶττον τὸ φάρμακον ποιεῖ τὴν σύμφυσιν.
Διὰ τί δὲ καὶ τὰ διὰ χαλκοῦ καύματα θᾶττον ὑγιάζεται;
Πότερον ἡ πτισάνη κουφοτέρα ἡ κριθίνη καὶ βελτίων πρὸς τὰ ἀρρωστήματα ἢ ἡ πυρίνη; δοκεῖ γάρ τισιν αὕτη
Διὰ τί τὴν αἱμωδίαν παύει ἡ ἀνδράχνη καὶ ἅλες; ἢ ὅτι ἡ μὲν ὑγρότητά τινα ἔχει; φανερὰ δὲ αὕτη μασωμένοις τε, καὶ ἐὰν συνθλασθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης. τὸ δὴ γλίσχρον εἰσδυόμενον ἐξάγει τὸ ὀξύ. καὶ γὰρ ὅτι συγγενής, ἡ ὀξύτης σημαίνει· ἔχει γάρ τινα ὀξύτητα ὁ χυμός. ὁ δὲ ἃλς συντήκων ἐξάγει καὶ τὴν ὀξύτητα. διὰ τί οὖν ἡ κονία καὶ τὸ νίτρον οὔ; ἢ ὅτι στύφει καὶ οὐ τήκει;
Διὰ τί τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι δεῖ, τοὺς δὲ χειμερινοὺς ἀλείμμασιν, ἢ τοὺς μὲν ἀλείμματι διὰ τὰς φρίκας καὶ τὰς γενομένας μεταβολάς; θέρμῃ γὰρ
Διὰ τί τῶν φαρμάκων τὰ μὲν τὴν κοιλίαν λύει, τὴν δὲ κύστιν οὔ, τὰ δὲ τὴν μὲν κύστιν λύει, τὴν κοιλίαν δὲ οὔ; ἢ ὅσα μέν ἐστιν ὑγρὰ τὴν φύσιν καὶ ὕδατος μεστά, ταῦτα
Διὰ τί δὲ τὰ μὲν τὴν ἄνω κοιλίαν, τὰ δὲ τὴν κάτω κινεῖ, οἷον ἑλλέβορος μὲν τὴν ἄνω, σκαμμωνία δὲ τὴν κάτω, τὰ δὲ ἄμφω, οἷον ἐλατήριον καὶ τῆς θαψίας ὁ ὀπός; ἢ ὅτι τὰ μέν ἐστι θερμά, τὰ δὲ ψυχρὰ τῶν φαρμάκων τῶν τὴν κοιλίαν κινούντων, ὥστε τὰ μὲν διὰ τὴν θερμότητα εὐθὺς ἐν τῇ ἄνω κοιλίᾳ ὄντα φέρεται ἐξ αὐτῆς πρὸς τὸν ἄνω τόπον, κἀκεῖθεν συντήξαντα μάλιστα μὲν τὰ ἀλλοτριώτατα καὶ ἥκιστα συμπεφυκότα, ἂν δὲ ἰσχυρὸν ᾖ τὸ φάρμακον ἢ πλέον δοθῇ τῆς φύσεως, κατάγει εἰς τὴν ἄνω κοιλίαν ταῦτά τε καὶ ἐάν τι περίττωμα ᾖ, καὶ διὰ τὴν θερμότητα ταράττον τὸ πνεῦμα πολὺ γινόμενον ὑπ’ αὐτοῦ, προσιστὰν τοὺς ἐμέτους ποιεῖ. τὰ δὲ ψυχρὰ τὴν φύσιν αὐτῶν
Διὰ τί τὰ φάρμακα καθαίρει, ἄλλα δὲ πικρότερα ὄντα καὶ στρυφνότερα καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις ὑπερβάλλοντα οὐ καθαίρει; ἢ διότι οὐ διὰ τὰς τοιαύτας δυνάμεις καθαίρει, ἀλλ’ ὅτι ἄπεπτά ἐστιν; ὅσα γὰρ δι’ ὑπερβολὴν θερμότητος ἢ ψυχρότητος, μικρὰ ὄντα τοὺς ὄγκους, ἄπεπτά ἐστι καὶ οἷα κρατεῖν, ἀλλὰ μὴ κρατεῖσθαι ὑπὸ τῆς τῶν ζῴων θερμότητος, εὐδιάχυτα ὄντα ὑπὸ τῶν δύο κοιλιῶν, ταῦτα φάρμακά ἐστιν. ὅταν γὰρ εἰς τὴν κοιλίαν εἰσέλθωσι καὶ διαχυθῶσι, φέρονται καθ’ οὕσπερ ἡ τροφὴ πόρους εἰς τὰς φλέβας, οὐ πεφθέντα δέ, ἀλλὰ κρατήσαντα ἐκπίπτει φέροντα τὰ ἐμπόδια αὐτοῖς· καὶ καλεῖται τοῦτο κάθαρσις. χαλκὸς δὲ καὶ ἄργυρος καὶ τὰ τοιαῦτα ἄπεπτα μέν ἐστιν ὑπὸ τῆς τῶν ζῴων θερμότητος, ἀλλ’ οὐκ εὐδιάχυτα ταῖς κοιλίαις. ἔλαιον δὲ καὶ μέλι καὶ γάλα καὶ τὰ
Διὰ τί τὸ μὲν πέπερι πολὺ μὲν ὂν τὴν κύστιν λύει, ὀλίγον δὲ τὴν κοιλίαν, ἡ δὲ σκαμμωνία πολλὴ οὖσα τὴν κοιλίαν λύει, ὀλίγη δὲ καὶ παλαιὰ τὴν κύστιν; ἢ διότι ἑκάτερον ἑκατέρας ἐστὶ κινητικώτερον; τὸ μὲν γὰρ πέπερι οὐρητικόν ἐστιν, ἡ δὲ σκαμμωνία κατωτερικόν. τὸ μὲν οὖν πέπερι πολὺ μὲν ὂν φέρεται εἰς τὴν κύστιν καὶ οὐ διαχεῖται ἐν τῇ κοιλίᾳ, ὀλίγον δὲ ὂν κρατηθὲν διαλύει καὶ γίνεται φάρμακον αὐτῆς. ἡ δὲ σκαμμωνία πολλὴ μὲν οὖσα εἰς τοῦτο κρατεῖται ὥστε διαχυθῆναι, διαχυθεῖσα δὲ γίνεται φάρμακον διὰ τὴν εἰρημένην ἐν τοῖς ἀνωτέρω αἰτίαν· ὀλίγη δὲ οὖσα μετὰ τοῦ ποτοῦ ἀναπίνεται εἰς τοὺς πόρους, καὶ ταχὺ πρὶν ταράξαι καταφέρεται εἰς τὴν κύστιν, καὶ ἐκεῖ τῇ αὑτῆς δυνάμει ἀπάγει τὰ περιττώματα καὶ τὰ συντήγματα ὅσα ἐπιπολῆς ἐστίν. ἡ δὲ πολλή, ὥσπερ εἴρηται, διὰ τὴν ἰσχὺν πολὺν χρόνον ἐμμείνασα κατάγει πολλὴν κάθαρσιν καὶ γεώδη.
Διὰ τί τὰς αὐτὰς φλεγμασίας οἱ μὲν ψύχοντες ὑγιάζουσιν, οἱ δὲ θερμαίνοντες πέττουσιν; ἀλλ’ οἱ μὲν ἀλλοτρίᾳ θερμότητι, οἱ δὲ καταψύχοντες τὴν οἰκείαν συνάγουσιν.
Διὰ τί μεταβάλλειν δεῖ τὰ καταπλάσματα; ἢ ὅτι ὡς μᾶλλον αἰσθάνηται; τὰ γὰρ συνήθη ὥσπερ ἐπὶ τῶν ἐδεσμάτων οὐκέτι φάρμακα, ἀλλὰ τροφὴ γίνεται, οὕτω καὶ ἐπὶ τῶν τοιούτων.
Διὰ τί ὑγιεινὸν τὸ τῆς τροφῆς μὲν ὑποστέλλεσθαι,
Διὰ τί τὰ φάρμακα καὶ τὰ πικρὰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ δυσώδη καθαίρει; ἢ ὅτι ἅπαντα τὰ δυσώδη καὶ πικρὰ ἄπεπτά ἐστι; διὸ καὶ τὰ φάρμακα πικρὰ καὶ δυσώδη· τῷ γὰρ ἄπεπτα εἶναι καὶ κινητικὰ μετὰ πικρότητος φάρμακόν ἐστιν. καὶ ἐὰν δοθῇ πλείω, διαφθείρει. ὅσα δέ, κἂν μικρὰ δοθῇ, διαφθαρτικά, ταῦτα οὐ φάρμακα λέγεται εἶναι, ἀλλὰ θανατηφόρα. οὐδ’ ὅσα μὴ τῷ ποιῷ καθαίρει, οὐκ ἔστι φάρμακα. καὶ γὰρ τῆς τροφῆς πολλὰ μὲν ταὐτὸ ποιεῖ, ἐὰν ποσὰ δοθῇ, οἷον γάλα, ἔλαιον, γλεῦκος· ἅπαντα δὲ ταῦτα διὰ τὸ μὴ εἶναι εὔπεπτα καθαίρει, καὶ τούτοις οἷς μὴ εὔπεπτα καθαίρει, καὶ τούτους. ἔστι γὰρ ἄλλα ἄλλοις εὔπεπτα καὶ δύσπεπτα. διὸ οὐ πᾶσι ταὐτὰ φαρμακώδη, ἀλλ’ ἐνίοις ἴδια. ὅλως γὰρ τὸ φάρμακον δεῖ οὐ μόνον μὴ πέττεσθαι, ἀλλὰ καὶ κινητικὸν εἶναι, ὥσπερ καὶ τὸ γυμνάσιον ἔξωθεν ἧκον ἢ ἔσωθεν τῇ κινήσει ἐκκρίνει τὰ ἀλλότρια.
Διὰ τί τὰ μὲν εὐώδη οὐρητικὰ καὶ σπέρματα καὶ φυτά; ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά· ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδης, ἐπεὶ καὶ τὰ ὀσμώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά· θερμὰ δὲ τὰ εὐώδη σπέρματα.
Διὰ τί δεῖ πρὸς μὲν τὰ μὴ καθαρὰ καὶ φαῦλα τῶν ἑλκῶν ξηροῖς καὶ δριμέσι καὶ στρυφνοῖς χρῆσθαι φαρμάκοις, πρὸς δὲ τὰ καθαρὰ καὶ ὑγιαζόμενα ὑγροῖς καὶ μόνοις; ἢ διότι ἀπὸ μὲν τῶν μὴ καθαρῶν δεῖ ἀφαιρεῖν τι; τοῦτο δ’ ἐστὶν ὑγρότης ἀλλοτρία, ἥν ἀφαιρεῖν δεῖ. τὰ δηκτικὰ δὲ καὶ δριμέα καὶ στρυφνὰ τοιαῦτα, καὶ τὸ ξηρὸν μᾶλλον τοῦ ὑγροῦ. τὰ δὲ καθαρὰ συνεπουλώσεως δεῖται μόνον.
Διὰ τί συμφέρει πρὸς τὸ ἀπὸ φλέγματος νοσήματα
Διὰ τί δεῖ σκοπεῖν τὰ περὶ τὸ οὖρον σημεῖα, ἀπολαμβάνοντα τὴν οὔρησιν, εἰ ἤδη πέπεπται, ἢ μὴ μᾶλλον καὶ συνεχῶς οὐροῦντα; ἢ διότι σημεῖον μὲν τοῦ πεπέφθαι, ἐὰν ᾖ πυρρόν; τοῦτο δὲ γίνεται μᾶλλον διαλαμβάνουσιν. ἢ διότι ἔνοπτρον γίνεται ἅπαν μᾶλλον ὑγρὸν χρόας ὀλίγον ἢ πολὺ ὄν; ἐν μὲν γὰρ τῷ πολλῷ ὑγρῷ τὰ σχήματα ἐνορᾶται, ἐν δὲ τῷ ὀλίγῳ τὰ χρώματα, οἷον καὶ ἐπὶ τῆς δρόσου καὶ τῶν ῥανίδων καὶ ἐπὶ τῶν δακρύων τῶν ἐπὶ ταῖς βλεφαρίσιν· συνεχῶς μὲν οὖν ἀφιέμενον γίνεται πλεῖον, διασπώμενον δὲ δέχεται μᾶλλον· ὥστε κἂν ᾖ αὐτὸ τὸ τοιοῦτον ἤδη διὰ τὴν πέψιν, καὶ φαίνεται μᾶλλον τῆς ἀνακλάσεως γινομένης καὶ ἐνόπτρου ἔνοπτον διὰ τὴν διαίρεσιν.
ὅτι οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγείαν, ἀλλ’
Διὰ τί ποτε τοῖς χιμέτλοις καὶ τὸ ψυχρὸν ὕδωρ
Διὰ τί τὸ ψυχρὸν καὶ ποιεῖ καὶ παύει τὰ χίμετλα, καὶ τὸ θερμὸν τὰ πυρίκαυστα; ἢ διὰ τὸ αὐτό; ποιεῖ μὲν συντήκοντα, παύει δὲ μᾶλλον ξηραίνοντα.
Ἐν τοῖς πυρετοῖς διδόναι δεῖ τὸ ποτὸν πολλάκις καὶ κατ’ ὀλίγον. τὸ μὲν γὰρ πολὺ παραρρεῖ, τὸ δὲ ὀλίγον μέν, πολλάκις δὲ διαβρέχει καὶ εἰς τὰς σάρκας χωρεῖ. οἷα
Τεταρταίοις πυρετοῖς δεῖ μὴ λεπτύνειν, ἀλλὰ πῦρ ἐν τοῖς σώμασιν ἐμποιεῖν εἰσάγοντα. δεῖ δὲ καὶ τοῖς γυμνασίοις χρῆσθαι. ᾗ δὲ ἡμέρᾳ ἡ λῆψις, λουσάμενον ὕπνον μὴ ζητεῖν. διὰ δὲ τοῦτο καὶ συμφέρει θερμαίνουσα δίαιτα, ὅτι ἀσθενὴς ὁ τεταρταῖος πυρετός· εἰ γὰρ μὴ ἦν ἀσθενής, οὐκ ἂν τεταρταῖος ἐγένετο. ὁρᾷς; ὅπου πῦρ πολύ, λύχνος οὐ δύναται καίεσθαι· τὸ γὰρ πολὺ τὸ ὀλίγον πρὸς ἑαυτὸ
Διὰ τί οὔτε συντείνουσιν οὔτε κατέχουσι τὸ πνεῦμα γίνεται ἱδρώς, ἀλλὰ μᾶλλον ἀνιεῖσιν; ἢ ὅτι τὸ πνεῦμα κατεχόμενον πληροῖ τὰς φλέβας, ὥστε κωλύει ἐξιέναι, ὥσπερ τὸ ὕδωρ τὸ ἐκ τῶν κλεψυδρῶν, ὅταν πλήρεις οὔσας ἐπιλάβῃ τις. ὅταν δὲ ἐξέλθῃ, πολὺς γίνεται διὰ τὸ ἐν αὐτῇ ἐπιληψίᾳ ἀθροισθῆναι κατὰ μικρόν.
Διὰ τί οὐχ ἱδροῦσι τὰ ἐν θερμῷ ὕδατι μέρη, οὐδ’ ἂν θερμὰ ᾖ; ἢ διότι κωλύει τὸ ὕδωρ τήκεσθαι, ὁ δὲ ἱδρὼς τὸ κακῶς προσῳκοδομημένον ἐστὶν ἐν τῇ σαρκί, ὃ κωλύει τήκεσθαι, ὅταν ἐκκρίνηται διὰ θερμότητα.
Διὰ τί ὁ ἱδρὼς ἁλμυρόν; ἢ διότι γίνεται ὑπὸ κινήσεως καὶ θερμότητος, ἀποκρινούσης ὅσον ἀλλότριον ἔνεστιν ἐν τῇ προσφύσει τῆς τροφῆς πρὸς αἷμα καὶ τὰς σάρκας ; τοῦτο γὰρ τάχιστα ἀφίσταται διὰ τὸ μὴ οἰκεῖον εἶναι καὶ ἔξω ἐξικμάζει. ἁλμυρὸς δ’ ἐστὶ διὰ τὸ τὸ γλυκύτατον καὶ κουφότατον εἰς τὸ σῶμα ἀνηλῶσθαι, τὸ δὲ ἀλλοτριώτατον καὶ ἀπεπτότατον ἀπολύεσθαι. τὸ τοιοῦτον δὲ ἐν μὲν τῇ κάτω ὑποστάσει οὖρον καλεῖται, ἐν δὲ σαρκὶ ἱδρώς· ἄμφω δὲ ἁλμυρὰ διὰ τὴν αὐτὴν αἰτίαν.
Διὰ τί τὰ ἄνω ἱδροῦσι μᾶλλον τῶν κάτω; πότερον τὸ θερμὸν ἄνω καὶ ἀνέρχεται καὶ ἔστιν ἄνω, τοῦτο δὲ ἄνω
Διὰ τί τὰς χεῖρας γυμναζομένοις μάλιστα ἱδρὼς γίνεται, ἐὰν τὰ ἄλλα ὁμοιοσχημονῶμεν; ἢ διότι ἰσχύομεν μάλιστα τούτῳ τῷ τόπῳ; τούτῳ γὰρ τὸ πνεῦμα κατέχομεν τῷ ἔγγιστα τοῦ ἰσχύοντος· πονοῦντες δὲ μᾶλλον ἰσχύομεν· οὕτω δὲ ἔχοντες τὸ πνεῦμα μᾶλλον κατέχομεν.
Διὰ τί ὁ ἱδρὼς ἐκ τῆς κεφαλῆς ἢ οὐκ ὄζει ἢ ἦττον τοῦ ἐκ τοῦ σώματος; ἢ ὅτι εὔπνους ὁ τῆς κεφαλῆς τόπος; δηλοῖ δὲ μανὸς ὢν τῇ τῶν τριχῶν ἐκφύσει. δυσώδεις δὲ οἱ τόποι καὶ τὰ ἐν αὐτοῖς γίνεται ὅσα μὴ εὔπνοα.
Διὰ τί οἱ γυμναζόμενοι ἐὰν διαναπαυσάμενοι παλαίωσι, μᾶλλον ἱδροῦσιν ἢ ἐὰν συνεχῶς; ἢ διὰ τὸ ἀθροίζεσθαι διαναπαυομένων· ἔπειτα τοῦτον τὸν ἱδρῶτα ἐξάγει ὕστερον ἡ πάλη. ἡ δὲ συνεχὴς ἀναξηραίνει ὥσπερ ὁ ἥλιος.
Διὰ τί μᾶλλον ἱδροῦσιν, ὅταν μὴ διὰ πολλοῦ χρόνου χρῶνται ταῖς ἀφιδρώσεσιν; ἢ διότι οἱ ἱδρῶτες γίνονται οὐ μόνον δι’ ὑγρότητα, ἀλλὰ καὶ διὰ τὸ τοὺς πόρους ἀνεῷχθαι μᾶλλον καὶ ἀραιὰ τὰ σώματα εἶναι; τοῖς μὲν οὖν μὴ χρωμένοις συμμεμύκασιν οἱ πόροι, τοῖς χρωμένοις δ’ ἀναστομοῦνται.
Διὰ τί τοῦ ἡλίου μᾶλλον θερμαίνοντος τοὺς γυμνοὺς ἢ τοὺς ἀμπεχομένους, ἱδροῦσι μᾶλλον οἱ ἀμπεχόμενοι; πότερον ὅτι τοὺς πόρους συμμύειν ποιεῖ ἐκκαίων ὁ ἥλιος; ἢ διότι τὰς ἀτμίδας ξηραίνει; ἀμπεχομένοις δὲ ταῦτα ἧττον συμβαίνει.
Διὰ τί ἱδροῦσι μάλιστα τὰ πρόσωπα; ἢ ὅσα ἀραιὰ καὶ ὑγρὰ μάλιστα, διὰ δὲ τούτων ὁ ἱδρὼς διαπορεύεται. δοκεῖ δὲ πηγὴ εἶναι ἡ κεφαλὴ τοῦ ὑγροῦ· διὸ καὶ αἱ τρίχες, διὰ τὸ πολὺ ὑγρόν. ὁ δὲ τόπος ἀραιὸς καὶ ἰσχνός δίεισιν ἄρα κατὰ φύσιν.
Διὰ τί οὔτ’ ἀθρόου ὄντος τοῦ πυρὸς μᾶλλον ἱδροῦσιν, οὔτ’ ἐλάττονος ἀεί, ἀλλὰ πλείονος ἐπεισφερομένου; οἱ γὰρ ἐν τοῖς πυριατηρίοις ἱδροῦσι μᾶλλον ἢ εὐθὺς εἰ εἴη τοσοῦτον. ἢ ὅτι τὸ σύμμετρον ἕκαστον ἐργάζεται; οὐκοῦν εἰ τὸ τόσον ποιεῖ, τὸ πλεῖον οὐ ποιήσει πλεῖον ἢ μᾶλλον τοὐναντίον, ὅτι τῷ τὸ σύμμετρον εἶναι ἐργάζεται τὸ ἔργον. διὰ μὲν οὖν τοῦτο οὐχὶ πρὸς πλεῖον μᾶλλον ἱδροῦσιν, διὰ δὲ τὸ πρὸς ἕκαστον ἄλλην εἶναι συμμετρίαν, καὶ τὸ πεποιηκὸς μηκέτι ποιεῖν προστιθεμένου μᾶλλον. οὐ γὰρ ταὐτὸ προοδοποεῖται εἰς ἕκαστον καὶ ἐπιτηδείως ἔχειν παρασκευάζει, καὶ ἤδη τοῦτο ἐργάζεται, ἀλλ’ ἕτερον. τὸ μὲν οὖν ὀλίγον μᾶλλον ἢ πολὺ προωδοποίησεν καὶ παρεσκεύασεν τὸ σῶμα πρὸς
Διὰ τί ἀποστλεγγισαμένοις μᾶλλον ῥεῖ ὁ ἱδρὼς ἢ ἐῶσιν ἐπιμεῖναι; πότερον διὰ τὸ καταψύχεσθαι ὑπὸ τοῦ ἔξω; ἢ ὅτι ὥσπερ πῶμα γίνεται ὁ ἔξω ἱδρὼς ἐπὶ τοῖς πόροις, ὥστε κωλύει τοῦ ἔσωθεν τὴν ὁρμήν.
Διὰ τί τὸ πήγανον δυσώδεις τοὺς ἱδρῶτας ποιεῖ, καὶ ἔνια τῶν μύρων; ἢ ὅτι ὧν ἐν τῇ ὀσμῇ βαρύτης ἔνι, ταῦτα κεραννύμενα ταῖς περιττωματικαῖς ὑγρότησι κακωδεστέραν ποιεῖ τὴν ὀσμήν;
Διὰ τί ἱδροῦμεν τὸν νῶτον μᾶλλον ἢ τά πρόσθεν; ἢ ὅτι ἐν μὲν τῷ πρόσθεν ἐστὶ τόπος ἐντός, εἰς ὃν ἀποχετεύεται
Διὰ τί ἐφ’ ἅ κατακείμεθα οὐχ ἱδροῦμεν; ἢ ὅτι θερμὸς ὢν ὁ τόπος ᾦ ἁπτόμεθα κωλύει διιέναι τὸν ἱδρῶτα· ἀναξηραίνει γὰρ αὐτόν. ἔτι δὲ θλίβεται, θλιβόμενον δὲ διαχεῖται τὸ αἷμα, οὗ συμβαίνοντος καταψύχεται μᾶλλον. σημεῖον δὲ ἡ νάρκη· κατάψυξίς τε γάρ ἐστι τὸ πάθος, καὶ γίνεται ἐκ θλίψεως ἢ πληγῆς.
Διὰ τί οἱ καθεύδοντες μᾶλλον ἱδροῦσιν; ἢ διὰ τὴν ἀντιπερίστασιν; ἀθροισθὲν γὰρ τὸ θερμὸν ἐντὸς ἐξελαύνει τὸ ὑγρόν.
Διὰ τί τὸ πρόσωπον μάλιστα ἱδροῦσιν ἀσαρκότατον ὄν; ἢ ὅτι εὐίδρωτα μὲν ὅσα ὕφυγρα καὶ ἀραιά, ἡ δὲ κεφαλὴ τοιαύτη; ὑγρότητα χὰρ οἰκείαν ἔχει πλείστην. δηλοῦσι δὲ αἱ φλέβες τείνουσαι ἐντεῦθεν, καὶ οἱ κατάρροι ἐξ αὐτῆς, καὶ ὁ ἐγκέφαλος ὑγρός, καὶ οἱ πόροι πολλοί. σημεῖον δὲ αἱ τρίχες ὅτι πολλοὶ οἱ πόροι εἰσί, περαίνοντες
Διὰ τί οἱ ἱδροῦντες ἐὰν ψυχθῶσιν ἢ ὕδατι ἢ πνεύματι, ναυτιῶσιν; πότερον τὸ ὑγρὸν ψυχθὲν ἔστη ἀθρόον, ἔμπροσθεν οὐκ ἠρεμοῦν διὰ τὸ ῥεῖν; ἢ καὶ τὸ πνεῦμα διιὸν ἔξω γινόμενον ἱδρὼς διὰ τὴν ψύξιν, τοῦτο ἔσω ψυχθὲν πρὶν ἐξελθεῖν ὑγρὸν ἐγένετο, καὶ προσπεσὸν ποιεῖ τὴν ναυτίαν;
Διὰ τί ποτε ἐκ τῆς κεφαλῆς καὶ τῶν ποδῶν μάλιστα οἱ ἱδρῶτες γίνονται θερμαινομένων; ἢ ὅτι τὸ θερμαινόμενον ἐφέλκει ἐφ’ ἑαυτὸ τὸ ὑγρόν, τὸ δὲ ὑγρὸν οὐκ ἔχει ὅπῃ καταναλίσκηται διὰ τὸ εἶναι τοὺς τόπους τούτους ὀστώδεις. ἐκπίπτει οὖν ἔξω.
Διὰ τί οἱ πονοῦντες, ὅτε παύσονται, ἱδροῦσιν; ἔδει γάρ, εἴπερ ὁ πόνος αἴτιος, ὅταν πονῶσιν. πότερον ὅτι πονούντων μὲν ὑπὸ τοῦ πνεύματος αἱ φλέβες ἐμφυσώμεναι τοὺς πόρους συμμεμυκέναι ποιοῦσι, παυσαμένων δὲ συνίζουσιν, ὥστε δι’ εὐρυτέρων γινομένων τῶν πόρων ῥᾷον διέρχεται τὸ ὑγρόν. ἢ ὅτι πονούντων μὲν ἀποκρίνει ἡ κίνησις ἐκ τοῦ συμπεφυκότος ὑγροῦ πνεῦμα, καὶ διὰ θερμότητα τὴν ἀπὸ τῆς κινήσεως γίνεται τὸ ὑγρὸν πνεῦμα ἐπιπολῆς· ὅταν δὲ παύσηται πονῶν, ἅμα καὶ ἡ θερμότης λήγει, καὶ ἐκ τοῦ πνεύματος πυκνουμένου ὑγρότης γίνεται, ὁ καλούμενος ἱδρώς.
Πότερον δεῖ μᾶλλον τοῦ θέρους παρασκευάζειν τὸ ἱδροῦν ἢ τοῦ χειμῶνος; ἢ ὅτε μᾶλλον ὑγροὶ καὶ χαλεπώτεροι ἄνευ ἐπιμελείας γένοιντ’ ἄν, ὥστε τοῦ χειμῶνος ἂν δέοι μᾶλλον, ᾗ μεγάλη ἡ μεταβολή, καὶ τὰ περιττώματα οὐ συνεκπέττεται. πάλιν ψυχθέντος ἔτι παρὰ φύσιν τὸ τοῦ
Διὰ τί ἀεὶ τοῦ σώματος ῥέοντος καὶ τῆς ἀπορροῆς γινομένης ἐκ τῶν περιττωμάτων οὐ κουφίζεται τὸ σῶμα, ἐὰν μὴ ἀφιδρώσῃ; ἢ ὅτι ἐλάττων ἡ ἔκκρισις. ὅταν γὰρ ἐξ ὑγροῦ μεταβάλῃ εἰς ἀέρα, πλεῖον γίνεται ἐξ ἐλάττονος·
Διὰ τί ἧττον ἱδροῦσιν ἐν αὐτῷ τῷ πονεῖν ἢ ἀνέντες; ἢ ὅτι πονοῦντες μὲν ποιοῦσιν, πεπονηκότες δὲ πεποιήκασιν; εἰκότως οὖν ἐκκρίνεται πλέον· ὁτὲ μὲν γὰρ γίνεται, ὁτὲ δὲ ἐστίν. ἢ ὅτι πονούντων μὲν συγκλείονται τῆς σαρκὸς οἱ πόροι διὰ τὴν κάθεξιν τοῦ πνεύματος, ὅταν δ’ ἀνῶσιν, ἀνοίγονται; διὸ καὶ τὸ πνεῦμα κατέχοντες ἧττον ἱδροῦσιν.
Διὰ τί οὐχὶ ὅταν τροχάζωμεν, ὁ ἱδρὼς πλείων, καὶ ὅταν ἐν κινήσει ᾖ τὸ σῶμα, ἀλλ’ ὅταν παύσωνται; ἢ ὄτι τότε μὲν ὥσπερ ὑπὸ τῆς χειρὸς ἢ ἄλλου τινος ἔστιν ὕδωρ ῥέον ἀποφρᾶξαι πανταχόθεν συναθροιζόμενον, ὅταν δὲ ἀφεθῇ,
Διὰ τί, ὅταν πίωσιν, ἧττον ἱδροῦσιν ἐπιφαγόντες; ἢ διότι τὰ σιτία ἐπισπᾶται μὲν τὴν ὑγρότητα καθαπερεὶ σπόγγος ἐμπεσών, ἔστι δὲ κωλῦσαι τὴν ὁρμὴν οὐ μικρὸν μέρος, ὥσπερ ἐν τοῖς ῥεύμασι τὸ ἐπιλαβεῖν τοὺς πόρους προσενεγκάμενον τὴν τροφήν.
Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρόσωπον οὔ; μᾶλλον γὰρ εὔλογον, ὅταν πᾶν ἱδρῶσι τὸ σῶμα, τότε μᾶλλον καὶ τοὺς πόδας· ψυχρότατος γὰρ ὁ τόπος, διὸ ἥκιστα ἱδροῦσι. καὶ οἱ ἰατροὶ ἐν ταῖς ἀρρωστίαις μάλιστα περιστέλλειν τοὺς πόδας παραγγέλλουσιν, ὅτι εὔψυκτοί εἰσιν,
Διὰ τί τὸ πρόσωπον ἐξέρυθροι γίνονται, οὐχ ἱδροῦσι δέ; ἢ διὰ τὸ μᾶλλον θερμαίνεσθαι, ὥστε τὸ μὲν ἐν τῷ προσώπῳ ὑγρὸν ξηραίνει ἡ θερμότης ἐπιπολάζουσα, τὸ δὲ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττων μὲν εἶναι, πλείων δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης.
Διὰ τί καθεύδοντες ἱδροῦσι μᾶλλον ἢ ἐγρηγορότες; ἢ ὅτι ἔσωθεν ἡ ἀρχὴ τοῦ ἱδρῶτος, θερμότερα δὲ τὰ ἐντός, ὥστε καὶ ἐκκρίνει διαχέουσα ἡ ἐντὸς θερμότης τὸ ἐντὸς ὑγρόν. ὅτι ἀεὶ ἔοικεν ἀπορρεῖν τι τοῦ σώματος, ἀλλὰ διὰ τὸ μηθὲν εἶναι πρὸς ὃ προσπῖπτον ἁλισθήσεται λανθάνει. σημεῖον δέ· τὰ γὰρ κοῖλα τοῦ σώματος ἀεὶ ἱδροῖ.
Διὰ τί ἐν τοῖς πυριατηρίοις μᾶλλον ἱδροῦσιν ὅταν ᾖ ψῦχος; ἢ ὅτι τὸ θερμὸν οὐ βαδίζει ἔξω διὰ τὴν τοῦ ψυχροῦ περίστασιν (κωλύεται γὰρ ὑπὸ τούτου) ἀλλ’ ἐντὸς κατειλούμενον καὶ μένον διαλύει τὰ ἐν ἡμῖν ὑγρά, καὶ ἱδρῶτα ποιεῖ ἐξ αὐτῶν.
Διὰ τί ὠφελιμώτερός ἐστιν ὁ ἱδρώς, κἂν ἐλάττων ἐπέλθῃ, ὁ γυμνοῦ τροχάζοντος γενόμενος ἢ ὁ ἐν ἱματίῳ; ἢ τὸ μὲν πονεῖν τοῦ μὴ πονεῖν βέλτιόν ἐστι καθόλου, καὶ ὁ ἱδρὼς δὲ ὁ μετὰ πόνου τοῦ ἄνευ πόνου βελτίων ἐστί, καὶ ὁ μᾶλλον δὲ μετὰ πόνου τοῦ ἧττον βελτίων; μᾶλλον δ’ ἐστὶ μετὰ πόνου ὁ γυμνοῦ τροχάζοντος γινόμενος· ἐὰν γὰρ μὴ πολλῇ συντονίᾳ τροχάσῃ, οὐ δύναται ἱδρῶσαι γυμνὸς ὤν· ἐν ἱματίῳ γὰρ κἂν πάνυ μετρίως τροχάσῃ, ταχὺ ἱδροῖ διὰ τὴν ἀπὸ τοῦ ἱματίου ἀλέαν. καὶ εὐχρούστεροι δὲ γίνονται οἱ γυμνοὶ τρέχοντες τοῦ θέρους τῶν ἐν ἱματίοις, ὅτι ὥσπερ ἅπαντες οἱ ἐν τοῖς εὐπνουστέροις τόποις οἰκοῦντες εὐχρούστεροί εἰσι τῶν ἐν τοῖς καταπεπνιγμένοις οἰκούντων, οὕτω καὶ αὐτὸς αὑτοῦ ὁ ἄνθρωπος, ὅταν ὥσπερ ἐν εὐπνοίᾳ ᾖ, τότε εὐχρούστερός ἐστιν ἢ ὅταν καταπεπνιγμένος ᾖ καὶ περιεχόμενος ὑπό τινος ἀλέας πολλῆς, ὅ συμβαίνει μᾶλλον
Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρόσωπον οὔ, ἐν τῷ ἄλλῳ βίῳ ἱδρούντων ἡμῶν μάλιστα μὲν τὸ πρόσωπον, ἥκιστα δὲ τοὺς πόδας; ἢ ὅτι ἡ ἀγωνία φόβος τίς ἐστι πρὸς ἀρχὴν ἔργου, ὁ δὲ φόβος κατάψυξις τῶν ἄνω· διὸ καὶ ὠχριῶσι τὰ πρόσωπα οἱ ἀγωνιῶντες. κινοῦνται δὲ καὶ σκαίρουσι τοῖς ποσί· ποιοῦσι γὰρ τοῦτο οἱ ἀγωνιῶντες καὶ καθάπερ γυμνάζονται· διόπερ εἰκότως ἱδροῦσι ταῦτα οἷς πονοῦσι καὶ τρίβουσι δὲ τὰς χεῖρας καὶ συγκαθιᾶσι καὶ ἐκτείνονται καὶ ἐξάλλονται καὶ οὐδέποτε ἠρεμοῦσιν· ὁρμητικοὶ γάρ εἰσι πρὸς τὸ ἔργον διὰ τὸ τὸ θερμὸν αὐτῶν ἠθροῖσθαι εἰς τὸν περὶ τὸ στῆθος τόπον ὄντα εὐσωματωδέστερον· ὅθεν πάντη διάττοντος αὐτοῦ τε καὶ τοῦ αἵματος συμβαίνει πυκνὴν καὶ ποικίλην γίνεσθαι κίνησιν. μάλιστα δὲ ἱδροῦσι τοὺς πόδας, ὅτι οὗτοι μὲν συνεχῶς πονοῦσιν, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος ἀναπαύσεως τυγχάνει ταῖς τῶν σχημάτων καὶ κινήσεων μεταβολαῖς.
Διὰ τί ἐν τοῖς πυριατηρίοις οὔτε ἀθρόου τοῦ πυρὸς ὄντος μᾶλλον ἱδροῦσιν, οὔτ’ ἐλάττονος ἀεὶ γινομένου, ἀλλὰ πλείονος; ἐπεισφερομένου γὰρ τὰ πυριατήρια μᾶλλον ἱδροῦσιν ἢ εἴπερ εὐθὺς ἐξ ἀρχῆς τοσοῦτον ἦν τὸ πῦρ. ἢ τὸ μὲν πολὺ ἐκ πρώτης ξηρὰν λαμβάνον τὴν ἐπιπολῆς σάρκα καὶ δέρμα καίει καὶ ὀστρακοῖ, γενομένη δὲ τοιαύτη τέγγει τοὺς ἱδρῶτας. τὸ δὲ ὀλίγον μᾶλλον τὴν σάρκα ἀνιὲν αὐτήν τε ἀραιοῖ, καὶ τὰ ἐντὸς καθάπερ ὀργάζει πρὸς τὴν διάκρισιν καὶ ἐξαγωγήν. οὕτω δ’ ἐχούσης αὐτῆς, ἐπεισενεχθὲν πλέον πῦρ καὶ εἰσδυόμενον εἰς βάθος τῆς σαρκὸς δι’ ἀραιότητα ἐξατμίζει τε τὰ προμαλαχθέντα ὑγρά, καὶ τὰ λεπτὰ αὐτῶν ἀποκρῖνον ἐξάγει μετὰ τοῦ πνεύματος.
Πότερον δεῖ μᾶλλον τοῦ θέρους παρασκευάζειν τὸ ἱδροῦν ἢ τοῦ χειμῶνος; ἢ τοῦ μὲν χειμῶνος συστελλόμενον ἐντὸς τὸ θερμὸν ἐκπέττει καὶ πνευματοῖ τὰ ἐν ἡμῖν ὑγρά, διὸ πάντων αὐτῶν ἢ τῶν πλείστων ἀναλισκομένων οὐδὲν δεῖται συγγενοῦς ἀποκρίσεως. τοῦ δὲ θέρους δι’ ἀραιᾶς τῆς σαρκὸς ἐκπίπτοντος τοῦ θερμοῦ ἧττον πέττεται τὰ ἐν ἡμῖν ὑγρά· διὸ δεῖται ἀπαντλήσεως. ἐμμείναντα γὰρ διὰ τὴν
Διὰ τί τῶν ἱδρώτων γινομένων ὑπὸ τῆς ἐντὸς θερμασίας ἢ ὑπὸ τῆς ἐκτὸς προσπιπτούσης, πρὸς ἐνίων ἱδρώτων φρίττομεν; ἢ διότι ὑπὸ μὲν τῆς ἐντὸς θερμασίας ὅταν ἐκπίπτωσιν ἐκ πολλοῦ τόπου εἰς ὀλίγον, συστελλομένοις πρὸς τὴν περιοχὴν παντελῶς τὰς τοῦ θερμοῦ περιόδους ἀποφράττουσιν, εἶτα ἡ φρίκη ἐγγίνεται; ἔτι τῆς σαρκὸς παντελῶς διαβρόχου γινομένης καὶ τοῦ θερμοῦ διεξιόντος. ἡ δὲ ἐκτὸς θερμασία προσπίπτουσα ἀραιοῖ τὸν χρῶτα πρῶτον· εἶτα τὸ ἐντὸς τῆς φύσεως θερμὸν ἀποκρινάμενον τὴν φρίκην ἐποίησεν.
Διὰ τί τῶν ἱδρώτων οἱ θερμοὶ κρίνονται βελτίους εἶναι τῶν ψυχρῶν; ἢ ὅτι πᾶς μὲν ἱδρὼς περιττώματός τινος ἔκκρισίς ἐστιν, εἰκὸς δὲ τὸ μὲν ὀλίγον περίττωμα ἐκθερμαίνεσθαι, τὸ δὲ πλεῖον μὴ ὁμοίως, ὥστε ὁ ψυχρὸς ἱδρὼς πολλοῦ περιττώματος ἂν εἴη σημεῖον· διὸ καὶ μακροτέρας τὰς νόσους δηλοῖ.
Διὰ τί τῶν ἱδρώτων διὰ θερμασίαν γινομένων πρὸς τὸ πολὺ πῦρ ἧττον ἱδροῦμεν; ἢ διότι ἤτοι σφόδρα θερμαινομένου τοῦ σώματος εἰς πνεύματα ὑγρὰ διαλύεται, ἢ
Διὰ τί τοῦ ἡλίου μᾶλλον θερμαίνοντος, ἐὰν μηδὲν περίβλημα ἔχωμεν, ... ἱδρῶτες γίνονται τοῖς ἱματίοις ἱματίοις εριστελλομένοις; καὶ περὶ τούτου ταὐτὰ ἐροῦμεν τῷ προτέρῳ.
Διὰ τί τῶν ὀξειῶν κινήσεων μᾶλλον θερμαίνειν δοκουσῶν, τῶν δὲ νωθρῶν ἧττον, αἱ πρὸς τὸ σιμὸν πορεῖαι νωθρότεραι οὖσαι ἱδρῶτάς τε μᾶλλον ἐκκρίνουσιν καὶ τὸ πνεῦμα προσιστᾶσιν, ὡς θερμαίνουσαι μᾶλλον τῶν κατάντων; ἢ ὅτι τοῖς βάρεσιν εἰς τὸ κάτω φέρεσθαι κατὰ φύσιν ἐστίν, εἰς δὲ τὸ ἄνω παρὰ φύσιν. ἡ οὖν τοῦ θερμοῦ φύσις ἡ φέρουσα ἡμᾶς πρὸς μὲν τὰ κατάντη οὐθὲν συμπονεῖ, πρὸς δὲ τὰ σιμὰ φορτηγοῦσα διατελεῖ. ὥστε διὰ μὲν τὴν τοιαύτην κίνησιν ἐκθερμαίνεται, καὶ μᾶλλον τοὺς ἱδρῶτας ἐκκρίνει, καὶ τὸ πνεῦμα προσίστησιν. συμβάλλεται δέ τι
Διὰ τί τῶν ἱδρώτων γινομένων, ὅσῳ ἂν ἐπιβάλληταί τις μᾶλλον, οὐχ οἱ τὰ πλεῖστα τῶν ἱματίων ἐπιβαλλόμενοι ἱδροῦσι; καὶ περὶ τούτου ταὐτὰ ἐροῦμεν τῷ ἐπάνω.
Διὰ τί τῶν σωμάτων ξηροτέρων ὄντων τοῦ θέρους ἢ τοῦ χειμῶνος, ἱδρωτικωτέρως διακείμεθα τοῦ θέρους; ἢ ὅτι τοῦ μὲν θέρους ἀραιῶν τῶν σωμάτων ὄντων τὸ τῆς φύσεως θερμὸν οὐ πολὺ κατέχεται; διαλύει οὖν τὰ ὑγρὰ εἰς πνεῦμα. τοῦ δὲ χειμῶνος πεπυκνωμένων ἐκτὸς τῶν σωμάτων, πολὺ κατειλημμένον τὸ τῆς φύσεως θερμὸν εἰς πνεῦμα
Διὰ τί οἱ ἀπὸ τοῦ αὐτομάτου γινόμενοι τοῖς ὑγιαίνουσιν ἱδρῶτες φαυλότεροι δοκοῦσιν εἶναι τῶν ὑπὸ τῶν πόνων; ἢ ὅτι οἱ μὲν πόνοι ἀπαντλοῦντες ἀεὶ τὸ περιττεῦον ὑγρὸν ξηροτέραν τὴν σάρκα παρασκευάζουσιν, ὥστε τὰς κοιλίας τῶν πόρων ὑγιεινὰς εἶναι καὶ τῇ τοῦ θερμοῦ ἠθίσει μηδεμίαν ἔμφραξιν γίνεσθαι, οἱ δ’ αὐτόματοι μὲν προσαγορευόμενοι ἱδρῶτες, γινόμενοι δ’ ἐξ ἀνάγκης, ὅταν ὑπὸ πλείονος ὑγρασίας συγχεομένων τῶν τῆς φύσεως πόρων τὰ θερμὰ μὴ παντελῶς καταλαμβάνηται, ἀλλ’ ἔτι ἀπομάχεσθαι καὶ ἐκκρίνειν αὐτὸ δύνηται, εὐλόγως νόσου σημεῖα φαίνεται. τότε γὰρ ὑπὸ πλείονος ὑγρασίας ἢ τοῦ συμμέτρου κατὰ φύσιν ψύχεται, ἥ τε σὰρξ δίομβρος γενομένη τὴν κακίστην πρὸς ὑγίειαν διάθεσιν λαμβάνει.
Διὰ τί τοῦ χειμῶνος ἱδρῶτες ἧσσον γίνονται, καὶ ἡμεῖς οὐχ ὁμοίως παρασκευάζειν βουλόμεθα, ὑγροτέρων ὄντων τῶν σωμάτων τοῦ χειμῶνος; ἢ ἧσσον μὲν ἱδροῦμεν, ὅτι τὰ ὑγρὰ τοῦ χειμῶνος πέπηγε καὶ συνέστηκε σφόδρα· δυσδιαλυτώτερα οὖν. οὐχ ὑπολαμβάνομεν δὲ δεῖν ἱδρωτοποιεῖσθαι τοῦ χειμῶνος, διότι ἡ τοιαύτη διάθεσις ὑγιεινή. ὁ δὲ τοὺς ἱδρῶτας ἐμποιῶν τήκει καὶ συγχεῖ τὴν ἕξιν· ἔτι τε καὶ ἀραιοτέραν τοῦ προσήκοντος ἐμποιῶν τό τε ἐντὸς θερμὸν ἀποκρίνων ἔλαττον ποιεῖ, ὥστε μὴ ὁμοίως δύνασθαι τῷ περιέχοντι ψυχρῷ ἀντιτετάχθαι· τό τε ἐκτὸς ὑγρὸν ῥᾳδιέστερον παρεμπεσεῖται τοῖς σώμασιν, ἀραιῶν τῶν πόρων διὰ τὰς ἱδρωτοποιίας 〈ὄντων〉.
Διὰ τί οἱ μεθύοντες θερμοῦ ὄντος τοῦ οἴνου δύσριγοί εἰσιν, καὶ τάχιστα ἁλίσκονται ὑπὸ πλευρίτιδος καὶ τῶν τοιούτων; ἢ διότι πολὺ ὑγρὸν ἐὰν ψυχθῇ, πολὺ ψυχρὸ γίνεται, ὥστε κρατεῖν τῆς φυσικῆς θερμότητος; γίνεται γὰρ ὅμοιον ὡσπερανεὶ ἐσθὴς βεβρεγμένη εἴη ὑγρῷ ψυχρῷ, οὕτως ἡ σὰρξ ἔνδοθεν.
Διὰ τί οὐχ οἱ σφόδρα μεθύοντες παροινοῦσιν, ἀλλ’ οἱ ἀκροθώρακες μάλιστα; ἢ ὅτι οὔθ’ οὕτως ὀλίγον πεπώκασιν ὥστε ὁμοίως ἔχειν τοῖς νήφουσιν, οὔθ’ οὕτως ὥστε διαλύεσθαι, ὅπερ πάσχουσιν οἱ πολὺ πεπωκότες; ἔτι οἱ μὲν νήφοντες μᾶλλον ὀρθῶς κρίνουσιν, οἱ δὲ σφόδρα μεθύοντες οὐδ’ ἐγχειροῦσι κρίνειν· οἱ δὲ ἀκροθώρακες κρίνουσι μὲν διὰ τὸ μὴ σφόδρα μεθύειν, κακῶς δὲ διὰ τὸ μὴ νήφειν, καὶ ταχὺ τῶν μὲν καταφρονοῦσιν, ὑπὸ τῶν δὲ ὀλιγωρεῖσθαι δοκοῦσιν.
Διὰ τί μᾶλλον κραιπαλῶσιν οἱ ἀκρατέστερον πίνοντες ἢ οἱ ὅλως ἄκρατον; πότερον διὰ τὴν λεπτότητα ὁ κεκραμένος μᾶλλον εἰσδύεται εἰς πλείους τόπους καὶ στενωτέρους, ὁ δὲ ἄκρατος ἧττον, ὥστε δυσεξαγωγότερος ὁ κεκραμένος; ἢ διότι ἐλάττω πίνουσιν ἄκρατον διὰ τὸ μὴ δύνασθαι, καὶ ἀπεμοῦσι μᾶλλον; ἔτι δὲ συμπέττει τὰ λοιπὰ θερμότερος ὤν, καὶ αὐτὸς αὑτὸν· ὁ δὲ ὑδαρὴς τοὐναντίον.
Διὰ τί τῶν οἰνοφλύγων τὸ σπέρμα οὐ γόνιμον ὡς ἐπὶ τὸ πολύ; ἢ ὅτι ἡ κρᾶσις τοῦ σώματος ἐξύγρανται; τὰ δὲ ὑγρὰ σπέρματα οὐ γόνιμα, ἀλλὰ τὰ συνεστῶτα καὶ πάχος ἔχοντα.
Διὰ τί οἱ οἰνόφλυγες τρέμουσιν, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν; ἔστιν δὲ ὁ μὲν οἶνος θερμαντικόν, ὁ δὲ τρόμος γίνεται μάλιστα ἀπὸ ψυχροῦ· διὸ οἱ ῥιγῶντες μάλιστα τρέμουσιν. πολλοῖς δ’ ἤδη χρωμένοις μόνον ἀκράτῳ τροφῆς χάριν τρόμοι ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς † φλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον. ἢ ὅτι γίνεται μὲν ὁ τρόμος διὰ κατάψυξιν, γίνεται δὲ ἢ περιισταμένου ἐντὸς τοῦ θερμοῦ διὰ τὸ ἐκτὸς ψῦχος, οἶον τοῦ χειμῶνος, ἢ σβεννυμένου τοῦ κατὰ φύσιν θερμοῦ, σβεννυμένου μὲν τῷ ἐναντίῳ, ἢ διὰ χρόνον, οἷον γῆρας, ἢ τῇ τοῦ ἀλλοτρίου θερμοῦ ὑπερβολῇ, ὃ συμβαίνει τῷ ἐν τῷ ἡλίῳ ἢ πυρὶ καιομένῳ. συμβαίνει δὲ τοῦτο καὶ τοῖς τῷ ἀκράτῳ οἴνῳ χρωμένοις. ὢν γὰρ θερμός τις, ὅταν ὑπερτείνηται
Διὰ τί οἱ μεθύοντες θερμοῦ ὄντος τοῦ οἴνου δύσριγοί εἰσι, καὶ τάχιστα ἁλίσκονται ὑπὸ πλευρίτιδος καὶ τῶν τοιούτων νόσων; ἢ ὅτι τὸ πολὺ ὑγρὸν ἐὰν ψυχθῇ, πολὺ ψυχρὸν γίνεται, ὥστε κρατεῖ τῆς φυσικῆς θερμότητος. πάντα δὲ τὰ ὑγρότερα θερμότερά ἐστι τὴν φύσιν. σημεῖον δέ· θερμαίνεται μὲν γὰρ τοῖς ἐκτός, ὑγραίνεται δὲ οὔ. εἰ δ’ ἧττόν ἐστι θερμά, καὶ ἀπολείπει δῆλον ὅτι θᾶττον αὐτὰ ἡ θερμότης ἢ ὑγρότης, ὥστε λειφθέντων ψυχρῶν ὑγρῶν
Διὰ τί οἱ μὲν παῖδες θερμοὶ ὄντες οὐ φίλοινοί εἰσι, Σκύθαι δὲ καὶ οἱ ἄνδρες οἱ ἀνδρεῖοι θερμοὶ ὄντες φίλοινοι; ἢ ὅτι οἱ μὲν θερμοὶ ὄντες καὶ ξηροί (ἡ γὰρ τοῦ ἀνδρὸς ἕξις τοιαύτη), οἱ δὲ παῖδες ὑγροὶ καὶ θερμοί. ἡ δὲ φιλοποσία ἐστὶν ἐπιθυμία ὑγροῦ τινός. ἡ οὖν ὑγρότης κωλύει διψητικοὺς εἶναι τοὺς παῖδας· ἔνδεια γάρ τις ἐστὶν ἡ ἐπιθυμία.
Διὰ τί μεθύοντες μᾶλλον διαισθανόμεθα τὰ ἁλυκὰ καὶ τὰ μοχθηρὰ ὕδατα, νήφοντες δὲ ἧττον; ἢ ὅτι τὸ οἰκεῖον ὑπὸ τοῦ οἰκείου ἐστὶν ἀπαθές, καὶ τὸ ὁμοίως διακείμενον, τὰ δὲ ἐναντία τῶν ἐναντίων ἐστὶν αἰσθητικώτατα. ὁ μὲν οὖν μεθύων γλυκεῖς ἐν αὑτῷ χυμοὺς ἔχει (τοιοῦτο γὰρ ὁ οἶνος δοκεῖ), καὶ τῶν φαύλων χυμῶν αἰσθητικώτερός ἐστιν, ὁ δὲ νήφων δριμεῖς καὶ ἁλυκούς. τῆς τροφῆς οὖν πεπεμμένης οἱ περιττωματικοὶ ἐπιπολάζουσιν. οὗτοί τε οὖν εἰσὶν ἀπαθεῖς ὑπὸ τῶν ὁμοίων, καὶ τὸν ἔχοντα ποιοῦσιν.
Διὰ τί τοῖς μεθύουσι σφόδρα κύκλῳ πάντα φαίνεται φέρεσθαι, καὶ ἤδη ἁπτομένης τῆς μέθης ἀθρεῖν τὰ πόρρω οὐ δύνανται; διὸ καὶ σημεῖον τῆς μέθης αὐτὸ ποιοῦνταί τινες. ἢ ὅτι κινεῖται ὑπὸ τῆς θερμότητος τοῦ οἴνου ἡ ὄψις πυκνάκις; διαφέρει οὖν οὐθὲν τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸ γὰρ ποιεῖ πρὸς τὸ φαίνεσθαι τὰ εἰρημένα. ἐπεὶ δὲ καὶ περὶ τὰ πλησίον ὄντα διαψεύδεσθαι τὴν ὄψιν συμβαίνει τῶν μεθυόντων, καὶ περὶ τὰ πόρρω μᾶλλον εἰκὸς ταῦτα πάσχειν. διόπερ ἐκεῖνα μὲν ὅλως οὐχ ὁρᾶται, τὰ δ’ ἐγγὺς οὐκ ἐν ᾧ τόπῳ ἐστὶν ὁρᾷ. κύκλῳ δὲ φαίνεται φέρεσθαι, καὶ οὐκ ἐγγὺς καὶ πόρρω, ὅτι εἰς μὲν τὸ πόρρω διά τε τὴν κύκλῳ κίνησιν ἀδυνατέρα ἐστὶ φέρεσθαι ἡ ὄψις. ἅμα γὰρ τἀναντία ποιεῖν οὐ ῥᾴδιον. ἔστι δὲ ἡ μὲν πόρρω ἐπιθυμία σφοδρά, ἡ δὲ κύκλῳ ἐν ᾧ τοὔνομα σημαίνει
Διὰ τί τοῖς μεθύουσιν ἐνίοτε πολλὰ φαίνεται τὸ ἓν ὁρῶσιν; ἢ καθάπερ εἴρηται, κινουμένης τῆς ὄψεως συμβαίνει μηθένα χρόνον τὴν αὐτὴν ἐπὶ ταὐτοῦ ἠρεμεῖν ὄψιν; τὸ δ’ ἐν ταὐτῷ χρόνῳ ἑτέρως ὁρώμενον ὀψιαίτερον εἶναι δοκεῖ· ἁφῇ γὰρ ὄψεως ὁρᾶται τὸ ὁρώμενον, ἅπτεσθαι δὲ πλείοσιν ἅμα τοῦ αὐτοῦ ἀδύνατον. ὄντος δὲ ἀναισθήτου τοῦ μεταξὺ χρόνου, ἐν ᾧ ἡ ὄψις ἥπτετο καὶ παρήλλαττεν τὸ ὁρώμενον, εἷς εἶναι δοκεῖ χρόνος ἐν ᾧ τε ἧπται καὶ παρήλλαχεν· ὥστ’ ἐν τῷ αὐτῷ χρόνῳ ταὐτοῦ πλειόνων ἁπτομένων ὄψεων πλείω δοκεῖ εἶναι τὰ ὁρώμενα, διὰ τὸ ταῦτα κατὰ τὸν αὐτὸν τρόπον ἀδύνατον εἶναι ἅπτεσθαι.
Διὰ τί οἱ μεθύοντες ἀφροδισιάζειν ἀδύνατοί εἰσιν; ἢ ὅτι δεῖ τινὰ τόπον ἐκθερμανθῆναι μᾶλλον τοῦ ἄλλου σώματος, τοῦτο δὲ ποιεῖν διὰ τὸ πλῆθος τῆς ἐν ὅλῳ τῷ σώματι θερμασίας ἀδυνατοῦσιν· ἀποσβέννυται γὰρ τὸ ὑπὸ τῆς κι νήσεως γινόμενον θερμὸν ὑπὸ τοῦ περιέχοντος μᾶλλον, ὅτι πολύ ἐστιν ἐν αὐτοῖς τὸ ὑγρὸν καὶ ἄπεπτον. ἔτι δὲ τὸ σπέρμα ἐκ τροφῆς, τροφὴ δὲ πᾶσα πέττεται· ἧς πληρωθέντες ὁρμητικοί εἰσι πρὸς τὰ ἀφροδίσια. διὸ καὶ κελεύουσί τινες πρὸς τὴν πρᾶξιν τὴν τοιαύτην ἀριστᾶν μὲν πολύ, δειπνεῖν
Διὰ τί ὁ γλυκὺς καὶ ὁ ἄκρατος καὶ ὁ κυκεὼν μεταξὺ διαπινόμενοι ἐν τοῖς πότοις νήφειν ποιοῦσιν; καὶ διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι; ἢ πάντων τὸ αὐτὸ αἴτιόν ἐστιν, ἡ παράκρουσις τοῦ ἐπιπολῆς θερμοῦ; τὸ γὰρ μεθύειν ἐστίν, ὅταν ᾖ τὸ θερμὸν ἐν τοῖς περὶ τὴν κεφαλὴν τόποις.
Διὰ τί τοῦ γλυκέως ἐπιπολαστικοῦ ὄντος, ἐάν τις μεθύων ἤδη ἐπιπίῃ γλυκύ, καταπέττεται ὁ ἐνυπάρχων οἶνος καὶ ἧττον ἐνοχλεῖ; ἢ ὅτι τὸ μὲν γλυκὺ λεαντικόν τέ ἐστι καὶ γλίσχρον (ἐμφράττει οὖν τοὺς πόρους), τὸ δὲ αὐστηρὸν τραχυντικόν· καὶ τὸ μὲν εὐπετῆ ποιεῖ τῷ θερμῷ τὴν ἀναφοράν, ὁ δὲ γλυκὺς στέγει αὐτό, τοὺς πόρους ἐμφράττων.
Διὰ τί ἀπὸ τοῦ κεκραμένου μέν, ἀκρατεστέρου δὲ ἕωθεν μᾶλλον πονοῦσι τὴν κεφαλὴν ἢ ἀπὸ τοῦ ἀκράτου; ἢ ὅτι ὁ μὲν ἄκρατος παχυμερὴς ὢν εἰς τοὺς περὶ τὴν κεφαλὴν πόρους στενοὺς ὄντας, αὐτὸς μὲν οὐκ εἰσπίπτει, ἡ δὲ δύναμις αὐτοῦ, ἡ ὀσμὴ καὶ θερμότης· ὁ δὲ κεκραμένος μιχθεὶς λεπτῷ τῷ ὕδατι αὐτὸς εἰσδύεται, ἔχων δὲ σῶμα, καὶ τῆς δυνάμεως πολὺ τῆς τοῦ ἀκράτου, δυσπεπτότερός ἐστιν. τά τε γὰρ ὑγρὰ πάντων δυσπεπτότατα, καὶ τὰ σώματα τῶν ἐν αὐτοῖς δυνάμεων.
Διὰ τί μᾶλλον δύνανται πιεῖν εἰς μέθην οἱ ἀγύμναστοι τῶν γεγυμνασμένων, καὶ ῥᾷον ἀπαλλάττουσιν; ἢ ὅτι οἱ ἔχοντες περίττωμα καὶ ὑγρὸν ἐν αὑτοῖς οὐρητικοὶ γίνονται·
Διὰ τί ὁ οἶνος καὶ τετυφωμένους ποιεῖ καὶ μανικούς; ἐναντία γὰρ ἡ διάθεσις· ὁ μὲν γὰρ μᾶλλον ἤδη ἐν κινήσει, ὁ δὲ ἧττον. ἢ ὥσπερ Χαιρήμων εἶπεν· τῶν χρωμένων γὰρ τοῖς τρόποις κεράννυται.
τἀναντία οὖν ποιεῖ οὐ ταὐτά, ἀλλὰ τὰ μὴ ὁμοίως ἔχοντα, ὥσπερ καὶ τὸ πῦρ τὰ μὲν ξηραίνει, τὰ δὲ ὑγραίνει, ἀλλ’ οὐ ταὐτά, καὶ τήκει τὸν κρύσταλλον καὶ πήγνυσι τοὺς ἅλας. καὶ ὁ οἶνος (ὑγρὸς γάρ ἐστι τὴν φύσιν) τοὺς μὲν βραδυτέρους ἐπιτείνει καὶ θάττους ποιεῖ, τοὺς δὲ θάττους ἐκλύει. διὸ ἔνιοι τῶν μελαγχολικῶν τῇ φύσει ἐν ταῖς κραιπάλαις ἐκλελυμένοι γίνονται πάμπαν. ὥσπερ γὰρ τὸ λουτρὸν τοὺς μὲν συνδεδεμένους τὸ σῶμα καὶ σκληροὺς εὐκινήτους ποιεῖ, τοὺς δὲ εὐκινήτους καὶ ὑγροὺς ἐκλύει, οὕτως ὁ οἶνος, ὥσπερ λούων τὰ ἐντός, ἀπεργάζεται τοῦτο.
Διὰ τί ἡ κράμβη παύει τὴν κραιπάλην; ἢ ὅτι τὸν
Διὰ τί μᾶλλον ἐμετιᾶν ποιεῖ ὁ ὑδαρὴς οἶνος ἢ τὸ ὕδωρ καὶ ὁ ἄκρατος; ἢ ὅτι ἐμεῖν μὲν μάλιστα ποιεῖ τὰ ἐπιπολαστικὰ καὶ ὅσα ἀηδῆ ἐστίν. ἔστι δὲ ὁ μὲν οἶνος κατακρουστικός, τὸ δὲ ὕδωρ λεπτὸν καὶ οὐκ ἀηδές. διὰ μὲν οὖν τὸ λεπτὸν καὶ οὐκ ἀηδὲς εἶναι κάτω διέρχεται ταχύ, διὰ δὲ τὸ μὴ ἀηδὲς οὐ ποιεῖ καρδιώττειν. ὁ δὲ κεκραμένος λίαν οὐκ ἔστι λεπτὸς ὥστε διαρρεῖν ταχύ, διὰ δὲ τὸ μικρὸν ἔχειν οἴνου ἀηδής ἐστιν· ταράττει γὰρ τὴν αἴσθησιν τῷ πλείους ἐν αὐτῇ κινήσεις ἐμποιεῖν, τήν τ’ ἀπὸ τοῦ οἴνου καὶ τοῦ ὕδατος· αἰσθηταὶ γὰρ ἄμφω γίνονται. ὁ δ’ εὔκρατος τὴν μὲν τοῦ ὕδατος αἴσθησιν ἀφανίζει, οἴνου δὲ μαλακοῦ ποιεῖ αἴσθησιν· διὸ ἡδέως πίνεται. ἀηδὴς δὲ ὢν ὁ ὑδαρὴς οἶνος ἐπιπολαστικός ἐστιν· τὸ δὲ τοιοῦτον ἐμετικόν ἐστιν.
Διὰ τί μεθύοντες μᾶλλον διαισθανόμεθα τὰ ἁλυκὰ
Διὰ τί τοῖς μεθύουσι σφόδρα κύκλῳ πάντα φαίνεται φέρεσθαι, καὶ ἤδη ἁπτομένης μᾶλλον τῆς μέθης ἀριθμεῖν τὰ πόρρω οὐ δύνανται; διὸ καὶ σημεῖον τῆς μέθης ποιοῦνται αὐτό τινες. ἢ ὅτι κινεῖται ὑπὸ τῆς θερμότητος τοῦ οἴνου ἡ ὄψις πυκνάκις; ὥσπερ οὖν ὅταν ὑποθῇ τις ὑπὸ τὸν ὀφθαλμόν, δύο φαίνεται, οὕτω καὶ τοῖς μεθύουσιν. οὐθὲν γὰρ διαφέρει, ἐὰν μὲν ὑποθῇ, κινῇ δὲ τὴν ὄψιν, οὐδ’ ἐὰν ἔξωθεν ἢ ἔσωθεν· ἀμφοτέρως γὰρ τὸ αὐτὸ πάσχει ἡ ὄψις. ὥστε οὐ δόξει μένειν τὸ ὁρώμενον, καὶ τὸ πόρρωθεν ἔτι μᾶλλον· ἔτι γὰρ ἧττον κρατεῖ ἀποτεινομένης τῆς ὄψεως, καὶ πλέον τὸ διάστημα ἐπὶ τῷ ἄκρῳ ποιεῖ ἡ ἐγγὺς αὕτη κίνησις. ἂν δὲ σφόδρα κινῆται καὶ ὁμαλῶς ἄνω καὶ κάτω, ἧττον κρατήσει τοῦ πόρρω. πάντα δὲ ἀποτεινόμενα κύκλῳ φέρεται, οἷον οἱ ὀϊστοὶ καὶ τὰ καταρτώμενα. καὶ ἡ ὄψις οὖν δι’ ἀσθένειαν ταὐτὸ πάσχει ὥσπερ ἂν εἰ πόρρω ἐφέρετο. διαφέρει δ’ οὐθὲν τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸ γὰρ ποιεῖ πρὸς τὸ φαίνεσθαι.
Διὰ τί, ὅταν ἀθρόως πίνωσι, ξηρότεραι αἱ κοιλίαι γίνονται, ὅτε δεῖ ὑγραίνεσθαι μᾶλλον ὑπὸ τοῦ πλείονος; ἢ ὅτι τοῦ μὲν πολλοῦ καὶ ἀθρόου οὐ κρατεῖ ἡ κοιλία, ἀλλ’ εἰς τὸν αὑτοῦ ἔρχεται τόπον ἀπαθές; ἔστιν δὲ ὑγροῦ τόπος ἀπέπτου
Διὰ τί μᾶλλον κραιπαλῶσιν οἱ εὔκρατον πίνοντες ἢ οἱ ἄκρατον; ἢ διὰ τὴν λεπτότητα εἰς πλείους τόπους ὁ κεκραμένος εἰσέρχεται, καθάπερ ἐν τοῖς ἱματίοις, καὶ ἔστι δυσεξαγωγότερος· τὸ δὲ ὕδωρ λεπτομερέστερον μέν, ἀλλ’ εὐέξοδον. ἢ διότι ἔλαττον πίνουσιν ἄκρατον διὰ τὸ μὴ δύνασθαι, καὶ μᾶλλον ἀπεμοῦσιν; ἔτι δὲ συμπέττει τὰ λοιπά. ταὐτὸ δ’ ἐστὶ πρόβλημα.
Διὰ τί ὑπὸ τοῦ ἀκράτου ἀποθνήσκουσιν, ἐάν τις προϊσχνάνας πολὺ πίῃ; καὶ μὴ προϊσχνάναντες δὲ πολλοὶ τῶν φιλοπότῶν ἀθρόον πολὺ πιόντες ξηροὶ γίνονται· δοκεῖ γὰρ ὅ τε οἶνος τῶν θερμῶν εἶναι τὴν φύσιν καὶ τὸν ζῆν, τὸ δὲ
Διὰ τί οἱ μεθύοντες ἀριδάκρυοι μᾶλλον; ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ γίνονται· ἀκρατεῖς οὖν εἰσίν, ὥστε ὑπὸ μικρῶν κινεῖσθαι.
Διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι; πάντων γὰρ ταὐτὸ αἴτιον ἡ κατάκρουσις, τουτέστιν ἐπιπολῆς. τὸ μὲν γὰρ μεθύειν ἐν τοῖς περὶ κεφαλὴν τόποις.
Διὰ τί τοῖς μεθύουσιν οὐκ ἐγγίνεται ὕπνος; ἢ ὅτι δεῖ πρὸς τοὺς ὕπνους ὑγρότητα ἐνυπάρχειν θερμήν; αὕτη γὰρ εὔπεπτος. ἂν δὲ μὴ ἐνῇ ὑγρότης ὀλίγη ἢ δύσπεπτος, οὐ γίνεται ὕπνος. διὸ ἐν τοῖς κόποις καὶ μετὰ τὰ σιτία καὶ τοὺς πότους ὑπνωτικώτατοι γίνονται ὑπὸ τῆς θέρμης. τοῖς δὲ μελαγχολικοῖς καὶ τοῖς μεγάλας πυρίας † ἀγρυπνία, τοῖς μὲν ὅτι κατέψυκται τὸ ὑγρόν, τοῖς δὲ ὅτι οὐκ ἔστιν ἢ ὀλίγον. φανερὸν οὖν ὅτι εἰς ταῦτα βλεπτέον καθ’ ἕτερον τῶν παθῶν.
Διὰ τί οἱ οἰνόφλυγες τρέμουσιν, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν; ἔστιν δὲ ὁ μὲν οἶνος θερμαντικός, ὁ δὲ τρόμος γίνεται μάλιστα ὑπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα τρέμουσιν. πολλοῖς δ’ ἤδη χρωμένοις μόνῳ ἀκράτῳ τροφῆς χάριν τρόμοι τε ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον. ἕτεροι δὲ τοῦτον τὸν τρόπον διαιτώμενοι, καὶ τρίψεσι χρώμενοι καὶ τροφῇ κρέασι, πρὸς ἀποπληκτικὰς ἀρρωστίας ἤλασαν· οἷς τρόμοι μὲν διὰ τὴν ἀκινησίαν ἧττον ἐνέπιπτον, πόνος δὲ ἰσχυρὸς καὶ τὸ μὴ δύνασθαι ἡσυχάζειν ἤδη. τοῦ μὲν τρόμου αἰτία ἡ ψυχρότης· φαίνονται γάρ, ὥσπερ εἴρηται, οἵ τε ῥιγῶντες τοῦτο πάσχοντες καὶ οἱ σφόδρα γέροντες.
Διὰ τί ὁ ἀκροθώραξ μᾶλλον παροινεῖ τοῦ μᾶλλον μεθύοντος καὶ τοῦ νήφοντος; ἢ ὅτι ὁ μὲν νήφων εὖ κρίνει, ὁ δὲ παντάπασιν μεθύων διὰ τὸ τὰς αἰσθήσεις ἐπιπεπλασμένας εἶναι, οὐ δυνάμενος τὸ βάρος φέρειν, οὐ κρίνει· οὐ κρίνων δὲ οὐ παροινεῖ. ὁ δὲ ἀκροθώραξ κρίνει τε καὶ διὰ τὸν οἶνον κακῶς κρίνει, ὥστε παροινεῖ· ὥσπερ καὶ Σάτυρον τὸν Κλαζομένιον ὄντα φιλολοίδορον, φεύγοντα δίκην, ἵνα ὑπὲρ τοῦ πράγματος λέγῃ καὶ μὴ λοιδορῆται, τὰ ὦτα ἐπέπλασαν, ἵνα μὴ ἀκούων εἰς λοιδορίαν τρέπηται· παυομένου δὲ τοῦ ἀντιδίκου ἀφεῖλον· μικρὰ δὲ ἀκούσας ἔτι λέγοντος οὐκ ἀπέσχετο, ἀλλὰ κακῶς ἔλεγεν, διὰ τὸ αἰσθάνεσθαι μὲν, κακῶς δὲ κρίνειν.
Διὰ τί πρὸς τὸν γλυκὺν οἶνον ἡδίω ὄντα οὐ γίνονται οἰνόφλυγες; ἢ ὅτι οὐκ ἴδιον χυμὸν ἔχει ὁ γλυκύς, ἀλλ’ ἀλλότριον; φιλόγλυκυς οὖν μᾶλλον ἢ φίλοινος ἔσται ὁ κεκρατημένος.
Διὰ τί οἱ οἰνόφλυγες ὑπὸ τοῦ ἡλίου θερμαινόμενοι μάλιστα χαίρουσιν; ἢ ὅτι δέονται πέψεως; ἔτι δὲ καὶ διὰ τὸ κατεψῦχθαι· διὸ καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἀποναρκώσεις τάχιστα μετὰ τοὺς πότους γίνονται.
Διὰ τί τοῖς μεθύουσιν ἐνίοτε πολλὰ φαίνεται τὸ ἓν ὁρῶσιν; ἢ ὅτι αἱ ἀρχαὶ τῶν ὄψεων ἔσω μὲν κινοῦνται ὑπὸ τοῦ οἴνου, καθάπερ ἡ ὅλη κεφαλή, κινουμένων δὲ τῶν ἀρχῶν
Διὰ τί τῶν μεθυόντων ἡ γλῶττα πταίει; πότερον ὅτι καθάπερ τὸ ὅλον σῶμα ἐν τῇ μέθῃ σφάλλεται, οὕτω καὶ ἡ γλῶττα σφαλλομένη πταίει καὶ οὐ δύναται τὴν λέξιν διαρθροῦν; ἢ σπογγώδης ἐστὶν ἡ τῆς γλώττης σάρξ· βρεχομένη οὖν ἐξαίρεται· τούτου δὲ συμβαίνοντος διὰ τὸ πάχος τὸ ἀπὸ τοῦ ὄγκου δυσκινητοτέρα οὖσα οὐ δύναται διακριβοῦν. ἢ διότι οὔτε ἐν τῷ ὑγρῷ δυνάμεθα λαλεῖν διὰ τὴν ἀπουσίαν τοῦ ἀέρος, οὔθ’ ὅταν εἰς τὸ στόμα λάβωμεν ὑγρόν; ἐν τῇ μέθῃ οὖν ἐν ὑγρῷ πολλῷ τῆς γλώττης οὔσης οὐκ ἀκριβοῦμεν τὸ δὲ μὴ ἀκριβοῦν ἐστὶ τὸ πταίειν. ἢ διότι ἐν ταῖς μέθαις ἡ ψυχὴ συμπαθὴς γινομένη πταίει; τῆς ψυχῆς οὖν τοῦτο πασχούσης εἰκὸς καὶ τὴν γλῶτταν ταὐτὸ πάσχειν· ἀπ’ ἐκείνης γὰρ ἡ τοῦ λέγειν ἀρχή. διὸ καὶ χωρὶς τῆς μέθης, ὅταν ἡ ψυχὴ πάθῃ τι, συμπάσχει καὶ ἡ γλῶττα, οἷον τῶν φοβουμένων.
Διὰ τί οἱ οἰνόφλυγες καὶ οἱ περὶ τὴν θάλατταν χαίρουσιν ἡλίῳ; ἢ διότι οἱ μὲν οἰνόφλυγες δέονται πέψεως, καὶ ἅμα συμβαίνει τινὰς τόπους κατεψῦχθαι; διὸ καὶ ἀποπληξίαι καὶ ἀποναρκώσεις μετὰ τοὺς πότους. οἱ δὲ θαλάττιοι διὰ τὸ ἀεὶ ἐν ὑγρῷ εἶναι τοῦτο ποιοῦσιν.
Διὰ τί οἱ μεθύοντες ἀδύνατοι ἀφροδισιάζειν; ἢ ὅτι δεῖ μᾶλλόν τινα τόπον ἐκθερμανθῆναι τοῦ ἄλλου σώματος,
Διὰ τί νέοι ὄντες ἐνουροῦσι μᾶλλον, ὅταν μεθυσθῶσιν, ἢ πρεσβύτεροι; ἢ διὰ τὸ θερμοὺς καὶ ὑγροὺς εἶναι πολὺ τὸ συρρυὲν γίνεται περίττωμα, διὰ τὸ μὴ ἀναλίσκειν τὸ σῶμα τὸ ὑγρόν, ὥστε ὑπερχεῖται· πρεσβυτέροις δὲ γινομένοις διὰ ξηρότητα τὴν ὑπερβολὴν ἀντισπᾷ τὸ σῶμα. ἢ ὅτι μᾶλλον ὑπνωτικώτεροί εἰσιν οἱ νέοι τῶν πρεσβυτέρων; διὸ τοὺς μὲν νέους καθύπνους ὄντας λανθάνει ἡ ὁρμὴ τοῦ οὔρου ἐκπίπτουσα πρὶν διεγερθῆναι, τοὺς δὲ πρεσβυτέρους οὔ, καθάπερ οὐδὲ τῶν ἔξωθεν κινήσεων οὐδὲν ἧττόν τι λανθάνει αὐτοὺς ἢ τοὺς νέους. δῆλον δέ· καὶ γὰρ αὐτοὶ οἱ νέοι ἐν τοῖς βαθυτάτοις ὕπνοις μάλιστα ἐνουροῦσιν.
Διὰ τί τὸ ἔλαιον πρὸς τὰς μέθας συμφέρει, καὶ τοῦ δύνασθαι πίνειν τὸ καταρροφεῖν; ἢ διότι οὐρητικόν ἐστι καὶ τῷ πόματι προοδοποιεῖ;
Διὰ τί ὁ ἀφροδισιάζων καὶ ὁ ἀποθνήσκων ἀναβάλλει τὰ ὄμματα, καθεύδων δὲ καταβάλλει; ἢ διότι ἄνωθεν τὸ θερμὸν ἐξιὸν ἀναστρέφει ἵνα περ ὁρμᾷ· ἐν δὲ τῷ ὕπνῳ κάτω συνάγεται, διὸ ῥέπει κάτω· συγκλείονται δὲ οἱ ὀφθαλμοὶ παρὰ τὸ μὴ ὑπάρχειν ἔτι νοτίδα.
Διὰ τί τῶν πλείοσιν ἀφροδισίοις χρωμένων ἐπιδηλότατα συνδίδωσι τὰ ὄμματα καὶ τὰ ἰσχία, τὰ μὲν ἐγγὺς ὄντα, τὰ δὲ πόρρω; πότερον ὅτι καὶ ἐν αὐτῇ τῇ συνουσίᾳ ἐπιδηλότατα συμπονεῖ ταῦτα τῇ ἐργασίᾳ συνιόντα περὶ
Διὰ τί καὶ οἱ ἀφροδισιάζοντες καὶ οἱ εὐνοῦχοι οὐ χρώμενοι ἀφροδισίοις ὁμῶς ἀμφότεροι τὰ ὄμματα πρὸς ὀξυωπίαν βλάπτονται; ἢ ὅτι τοῖς μὲν διὰ λαγνείαν, τοῖς δὲ διὰ τὴν πήρωσιν τὰ ἄνω ξηρὰ γίνεται μᾶλλον τοῦ δέοντος, ἐπιδηλότατα δ’ ἐν τούτοις, ὅσων τὸ ἔργον ἐστὶν ἀκριβές· ἡ δ’ ὄψις τοιοῦτον. κατασπωμένων δὲ τῶν ὑγρῶν τὰ ἄνω ξηραίνεται. ὁ μὲν οὖν ἀφροδισιασμὸς δῆλον ὅτι τοῦτο ποιεῖ· τοῖς δὲ εὐνούχοις τά τε σκέλη οἰδεῖ καὶ αἱ κοιλίαι εὔλυτοι ὡς κάτω μεθισταμένου τοῦ ὑγροῦ.
Διὰ τί ἄνθρωπος μόνον, ὅταν ἄρχηται δύνασθαι ἀφροδισιάζειν, ἡβᾷ, τῶν δὲ ἄλλων ζῴων ὅσα τρίχας ἔχει οὐθέν; ἢ ἐπειδὴ κατὰ τὰς ἡλικίας μεταβάλλει τὰ ζῷα εἰς τοὐναντίον; φωνή τε γὰρ βαρεῖα ἐξ ὀξείας γίνεται, καὶ δασύνεται ἐκ ψιλῶν· δῆλον οὖν ὡς καὶ τὰ ἐκ γενετῆς δασέα ζῷα ψιλοῖτ’ ἂν, οὐ δασύνοιτο, σπερματικὰ γινόμενα. οὐ πάσχει δὲ τοῦτο διὰ τὸ τὰ σπερμαίνοντα ξηρότερα γίνεσθαι καὶ
Διὰ τί ἡ ἀνυποδησία οὐ συμφέρει πρὸς ἀφροδισιασμούς; ἢ ὅτι τὸ μέλλον ἀφροδισιάζειν σῶμα δεῖ τὰ ἐντὸς θερμὸν εἶναι καὶ ὑγρόν; τοιοῦτον δὲ ἐν τοῖς ὕπνοις μᾶλλον ἢ ἐν τῷ ἐγρηγορέναι· διὸ καὶ ταχὺ καὶ ἄνευ ἐργασίας οἱ ἐξονειρωγμοὶ γίνονται, ἐγρηγοροῦσι δὲ μετὰ πόνου. ἅμα δὲ τὸ σῶμα τοιοῦτον καὶ οἱ πόδες ὑγρότεροι καὶ θερμότεροι· σημεῖον δέ, ὅτι καθευδόντων θερμοί, ὡς ἅμα τοῖς ἐντὸς οὕτως ἔχοντες. ἡ δ’ ἀνυποδησία τοὐναντίον ποιεῖ· ξηραίνει γὰρ καὶ ψύχει. ὥστ’, εἴτε ἀδύνατον μὴ θερμῶν ὄντων ἀφροδισιάσαι εἴτε χαλεπόν, ἀνάγκη ἀσύμφορον εἶναι πρὸς τὴν τῶν ἀφροδισίων χρῆσιν.
Διὰ τί ἐκλύεται μάλιστα τῶν ζῴων ἀφροδισιάσας ἄνθρωπος; ἢ διότι πλεῖστον προΐεται σπέρμα κατὰ λόγον τοῦ σώματος; διὰ τί δὲ πλεῖστον προΐεται; ἢ ὅτι ἥκιστα ἐκπονεῖ τὴν τροφὴν καὶ φύσει ὑγρὸν καὶ θερμόν ἐστι τῶν ζῴων μάλιστα; ὧν τὸ μὲν ποιεῖ σπέρμα πολύ, τὸ δὲ τὴν φύσιν σπερματικὴν ποιεῖ· καὶ γὰρ τὸ σπέρμα τοιοῦτόν ἐστιν, ἕως ἂν σῴζηται.
Διὰ τί τοῦ ἀφροδισιάζειν γινομένου διὰ θερμότητα, τοῦ δὲ φόβου ὄντος ψυκτικοῦ καὶ τοῦ ἀποθνήσκειν, ἐνίοις, ὅταν γένωνται ἐν τούτοις τοῖς πάθεσι, σπέρμα προέρχεται; ἢ ὅτι ψυχομένων ἐνίων τόπων ἕτεροι ὑποθερμαίνονται, τήν τε οἰκείαν ἔχοντες θερμότητα καὶ δεχόμενοι τὴν τῶν καταψυχομένων τόπων; ὥστε καταψυχομένων μὲν συμβαίνει, οὐ διὰ τὸ ψύχεσθαι μέντοι, ἀλλὰ καὶ διὰ τὸ θερμαίνεσθαι. δῆλον δὲ καὶ τῇ ὄψει· τῶν γὰρ φοβουμένων τὰ ἄνω λειφαιμεῖ, τὰ δὲ κάτω ὑγραίνεται, καὶ κοιλία καὶ κύστις λύεται. ὑπιὸν οὖν τὸ θερμὸν ἐν μὲν τῷ φόβῳ κάτω, ἐν δὲ
Διὰ τί οὐ δεῖ μὴ ὀργῶντα οὔτε ἀφροδισιάζειν οὔτε ἐμεῖν οὔτε πτάρνυσθαι οὔτε φῦσαν ἀφιέναι; ἢ ὅτι μὴ ὀργῶντες ὁμοίως ἔχομεν τοῖς ἐκ τῆς γῆς ἀνασπωμένοις, οἷς προσεκσπᾶταί τι ἀλλότριον ἢ ἐγκαταλείπεται ἀποσπασθέν; ἅπαν δὲ ὃ δεῖ μὲν ἐξαρθῆναι, κολοβὸν δὲ ὑπολείπεται,
Διὰ τί νήστεις θᾶττον ἀφροδισιάζουσιν; ἢ διότι οἱ πόροι κενώτεροι οἱ τοῦ σώματος νήστεσιν, πλήρεσι δὲ πλήρεις· κωλύουσιν οὖν τὴν εἰς τὸ σπέρμα ὑγρότητα διεξιέναι. δῆλον δὲ ἐπὶ τῆς κύστεως· οὐ γὰρ δύνανται πλήρους οὔσης ταχὺ ἀφροδισιάζειν.
Διὰ τί οἱ νέοι, ὅταν πρῶτον ἀφροδισιάζειν ἄρχωνται, αἷς ἂν ὁμιλήσωσι, μετὰ τὴν πρᾶξιν μισοῦσιν; ἢ διὰ τὸ μεγάλην γίνεσθαι τὴν μεταβολήν; τῆς γὰρ συμβαινούσης ὕστερον ἀηδίας μεμνημένοι, ὡς αἰτίαν ιἧ ἐπλησίασαν φεύγουσιν.
Διὰ τί οἱ ἱππεύοντες συνεχῶς ἀφροδισιαστικώτεροι γίνονται; ἢ ὅτι διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν ταὐτὸ πάσχουσιν ὅπερ ἐν τῇ ὁμιλίᾳ; διὸ καὶ τῇ τῆς ἐπεχούσης ἡλικίας ἐπιδόσει περὶ τὰ αἰδοῖα μείζω τὰ μόρια ταῦτα γίνεται. ἀεὶ οὖν τῇ κινήσει ταύτῃ χρωμένων εὔροα τὰ σώματα γίνεται καὶ προωδοπεποιημένα πρὸς τὸν ἀφροδισιασμόν.
Διὰ τί, ὅταν ἄρξωνται ἀφροδισιάζειν δύνασθαι, οἱ χρῶτες ὄζουσιν, πρότερον δ’ οὐκ ὄζουσι πρὸ ἥβης οὔτε οἱ ἄνδρες οὔτε αἱ γυναῖκες; ἢ ὅτι τὰ ἄπεπτα τούς τε χυμοὺς ἀεὶ χείρους
Διὰ τί, ἐὰν μὲν ἐκ τοῦ σπέρματος τοῦ ἡμετέρου γένηται τὸ ζῷον, τοῦτο ἡμέτερον ἔκγονόν ἐστιν, ἐὰν δὲ ἐξ ἄλλου τινὸς ἢ μέρους ἢ ἀποκρίσεως, οὐχ ἡμέτερον; γίνεται γὰρ σηπομένων πολλὰ καὶ ἐκ τοῦ σπέρματος. τί δὴ οὖν, ἐὰν μὲν τοιοῦτον οἷον ἡμεῖς, ἡμέτερον, ἐὰν δὲ ἀλλότριον, οὔ; ἢ γὰρ ἅπαντα προσήκει ἢ οὐθέν. ἢ πρῶτον μέν, ὅτι οὕτω μὲν ἐξ ἡμετέρου γίνεται, ἐκείνως δὲ ἐξ ἀλλοτρίου, ὅσα ἐξ ἀποκαθάρματος γίνεται καὶ ἐκκρίσεως; καὶ ὅλως οὐθὲν τῶν τοῦ ζῴου ζῷον γεννᾷ, ἀλλ’ ἢ τὸ σπέρμα. τὸ δὲ βλάπτον καὶ τὸ κακὸν οὐθενός ἐστιν οἰκεῖον, οὐδὲ τὸ ἀλλότριον· οὐ γὰρ ταὐτὸ τούτου τι εἶναι καὶ τούτου ἀλλότριον ἢ ἕτερον ἢ κακόν.
Διὰ τί ἐν τῷ ὕδατι ἧττον δύνανται ἀφροδισιάζειν οἱ ἄνθρωποι; ἢ ὅτι ἐν ὕδατι οὐδὲν τήκεται, ὅσα ὑπὸ πυρὸς
Διὰ τί τὸ ἀφροδισιάζειν ἥδιστον, καὶ πότερον ἐξ ἀνάγκης ἢ ἕνεκά τινος ὑπάρχει τοῖς ζῴοις; ἢ ἡδὺ μέν ἐστιν ἤτοι διὰ τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι τὸ σπέρμα, ὥσπερ τινές φασιν; ἢ καὶ ἀπὸ παντὸς μὲν μὴ ἀπιέναι, διὰ δὲ τοιούτου εἰς ὃ πάντες συντείνουσιν οἱ πόροι τῶν φλεβῶν; οὔσης οὖν τῆς ἡδονῆς ὁμοίας τῆς ἐν τῷ κνησμῷ, τοῦτο συμβαίνει γίνεσθαι ὥσπερ δι’ ὅλου τοῦ σώματος. ὁ δὲ κνησμὸς ἡδύς ἐστιν, ὑγροῦ ἔξοδος πνευματώδους ἐγκατακεκλεισμένου παρὰ φύσιν. ἡ δὲ γονὴ τοιούτου εἰς τὸ κατὰ φύσιν ἔξοδος. ἔστι δὲ καὶ ἐξ ἀνάγκης ἡδὺ καὶ ἕνεκά τινος, ἐξ ἀνάγκης μὲν ὅτι ἡ εἰς τὸ κατὰ φύσιν ὁδὸς ἡδύ ἐστιν, ἐὰν ιἦ αἰσθητή, ἕνεκα δέ τινος ἵνα γένεσις ᾖ ζῴων· διὰ γὰρ τὴν ἡδονὴν μᾶλλον ὁρμᾷ πρὸς τὴν μῖξιν τὰ ζῷα.
Διὰ τί ἡ λαγνεία πρὸς νοσήματ’ ἔνια τῶν ἀπὸ φλέγματος συμφέρει; ἢ ὅτι περιττώματός ἐστιν ἔξοδος, ὥστε συνεκκρίνεται πολλὴ περίττωσις; τὸ δὲ φλέγμα περίττωμα.
Διὰ τί τὰ ἀφροδίσια τὴν κοιλίαν ψύχει καὶ ξηραίνει; ἢ ψύχει μέν, ὅτι ἐκκρίνεται τὸ θερμὸν ἐν τῇ μίξει; ξηραινει δὲ καὶ ἡ μῖξις· ἐξατμίζεται γὰρ τοῦ θερμοῦ ἐξιόντος, ἐξέρχεται δὲ ψυχομένου. ἔτι καὶ ἡ θερμότης ἐν τῇ ὁμιλίᾳ ξηραίνει.
Διὰ τί, ὅσοις αἱ βλεφαρίδες ῥέουσι, λάγνοι; ἢ διὰ τὸ αὐτὸ καὶ διότι οἱ φαλακροί; ἔστι γὰρ μόρια ἄμφω ταῦτα τοῦ αὐτοῦ. ἔστι δὲ τὸ αἴτιον· ὁπόσαι πρεσβυτέρου γινομένου μὴ αὐξάνονται τῶν συγγενικῶν τριχῶν, ἅπασαι τοῦτο πάσχουσιν ἐν ταῖς λαγνείαις. κεφαλὴ γὰρ καὶ ὀφρὺς
Διὰ τί οὐρητιῶντες οὐ δύνανται ἀφροδισιάζειν; ἢ ὅτι πλήρεις γίνονται οἱ πόροι; τὸ δὲ πλῆρες ὑγροῦ οὐ δέχεται ἄλλο ὑγρόν.
Διὰ τί αἱ ἰξίαι τοὺς ἔχοντας κωλύουσι γεννᾶν, καὶ ἀνθρώπους καὶ τῶν ἄλλων ζῴων ὅ τι ἂν ἔχῃ; ἢ ὅτι ἡ ἰξία γίνεται μεταστάντος πνεύματος· διὸ καὶ ὠφελεῖ πρὸς τὰ μελαγχολικά. ἔστι δὲ καὶ ὁ ἀφροδισιασμὸς μετὰ πνεύματος
Διὰ τί οἱ ἀφροδισιάζοντες ἐκλύονται καὶ ἀσθενέστεροι γίνονται ὡς ἐπὶ τὸ πολύ; πότερον διὰ τὸ ἀπὸ πάντων ἔκκρισιν εἶναι τὸ σπέρμα, ὥστε οἷον οἰκοδομήματος αἱ ἁρμονίαι, καὶ τοῦ σώματος οὕτω σειομένη ἡ σύνθεσίς ἐστι τῷ ἀπεληλυθέναι τι, οἷον εἰ τὸ αἷμα ἐξέλθοι ἢ πᾶν ἢ τι ἄλλο μέρος. οὕτω σφόδρα ἐπίκαιρον τὸ ἐξιόν ἐστιν, καὶ ὃ ἐκ πολλῆς γίνεται τροφῆς ὀλίγον, οἷον τὸ ἀμύλιον ἐκ τοῦ σταιτός.
Διὰ τι οἱ ἀφροδισιάζοντες καὶ οὐρητιῶντες ἐντείνουσιν; ἢ ὅτι πληρουμένων τῶν πόρων ὑγρότητος, τὸ σπέρμα ὑπεξιὸν
Διὰ τί ἡ σύντασις γίνεται τοῦ αἰδοίου καὶ ἡ αὔξησις; ἢ διὰ δύο, διά τε τὸ βάρος ἐπιγίνεσθαι ἐν τῷ ὄπισθεν τῶν ὄρχεων αἴρεται (ὑπομόχλιον γὰρ οἱ ὄρχεις γίνονται) καὶ διὰ τὸ πνεύματος πληροῦσθαι τοὺς πόρους. ἢ τοῦ ὑγροῦ αὐξανομένου καὶ μεθισταμένου ἢ ἐξ ὑγροῦ γινομένου ὁ ὄγκος μείζων γίνεται; τὰ λίαν δὲ μεγάλα ἧττον αἴρεται διὰ τὸ πορρωτέρω τὸ βάρος τοῦ ὑπομοχλίου γίνεσθαι.
Διὰ τί οἱ ἀφροδισιάζοντες ἢ οἱ τοιοῦτοι δυσώδεις, οἱ δὲ παῖδες οὔ; καὶ τοῦ καλουμένου γράσου ὄζουσιν. ἢ τῶν πνευμάτων, ὥσπερ εἴρηται, τὰ μὲν τῶν παιδίων πέττει τὸ ὑγρὸν καὶ τοὺς ἱδρῶτας, οἱ δὲ τῶν ἀνδρῶν ἄπεπτοι;
Διὰ τί ἐν τῷ θέρει οἱ μὲν ἄνδρες ἧττον δύνανται ἀφροδισιάζειν, αἱ δὲ γυναῖκες μᾶλλον, καθάπερ καὶ ὁ ποιητὴς λέγει ἐπὶ τῷ σκολύμῳ μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες
. πότερον ὅτι οἱ ὄρχεις καθίενται μᾶλλον ἢ ἐν τῷ χειμῶνι; ἀνάγκη δέ, εἰ μέλλει ἀφροδισιάζειν, ἀνασπάσαι. ἢ ὅτι αἱ θερμαὶ φύσεις ἐν τῷ θέρει συμπίπτουσιν ὑπερβάλλοντος τοῦ θερμοῦ, αἱ δὲ ψυχραὶ θάλπουσιν; ἔστι δὲ ὁ μὲν ἀνὴρ ξηρὸς καὶ θερμός, ἡ δὲ γυνὴ ψυχρὰ καὶ ὑγρά. τοῦ μὲν ἀνδρὸς οὖν ἠμαύρωται ἡ δύναμις, τῶν δὲ θάλλει ἐπανισουμένη τῷ ἐναντίῳ.
Διὰ τί ἔνιοι ἀφροδισιαζόμενοι χαίρουσι, καὶ οἱ μὲν ἅμα δρῶντες, οἱ δ’ οὔ; ἢ ὅτι ἔστιν ἑκάστῃ περιττώσει τόπος
Διὰ τί μάλιστ’ αἰσχύνονται ὁμολογεῖν οἱ ἐπιθυμοῦντες ἀφροδισιάζεσθαι, ἀλλ’ οὐ πιεῖν οὐδὲ φαγεῖν οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν; ἢ ὅτι τῶν μὲν πλείστων ἀναγκαῖαι αἱ ἐπιθυμίαι, ἔνια δὲ καὶ ἀναιρεῖ τοὺς μὴ τυγχάνοντας· ἡ δὲ τῶν ἀφροδισίων ἐκ περιουσίας ἐστίν.
Διὰ τί οἱ μὲν ἄνδρες τοῦ χειμῶνος, αἱ δὲ γυναῖκες τοῦ θέρους ὁρμητικώτεραι πρὸς τὰ ἀφροδίσια; ἢ ὅτι οἱ μὲν ἄνδρες θερμοὶ μᾶλλον καὶ ξηροὶ τὰς φύσεις, αἱ δὲ γυναικες ὑγραὶ καὶ κατεψυγμέναι; τοῖς μὲν οὖν τὸ ὑγρὸν καὶ τὸ θερμὸν αὔταρκες πρὸς τὴν ὁρμὴν τοῦ χειμῶνος (ἡ δὲ τοῦ σπέρματος γένεσις ἐκ τούτων), ταῖς δὲ τὸ θερμὸν ἔλαττον καὶ τὸ ὑγρόν ἐστι πεπηγὸς διὰ τὴν ἔνδειαν τοῦ πυρός· τοῦτο δὲ θέρους. ταῖς μὲν οὖν σύμμετρον τὸ θερμόν, τοῖς δὲ πλέον τοῦ ἱκανοῦ· τὸ γὰρ ἄγαν πολὺ ἐκλύει τῆς δυνάμεως.
Διὰ τί ὅσοι θερμοὶ τὴν φύσιν, ἐὰν ἰσχυροὶ ὦσι καὶ εὐτραφεῖς, ἐὰν μὴ ἀφροδισιάσωσι, χολή τε προΐσταται αὐτοῖς πολλάκις καὶ ἔκπικρον ὑποχωρεῖ καὶ φλέγμα ἁλμυρὸν γίνεται, καὶ ἀλλοχροοῦσιν; ἢ ὅτι μετὰ τοῦ σπέρματος ἀεὶ περίττωμα συναπέρχεται; διὸ καὶ ἐνίοις τῶν πνευματικῶν ἰχθύων πλύντρου ὄζει ἡ γονή. ἀφροδισιάζουσι μὲν οὖν τοῦτο συναπέρχεται, ὥστ’ οὐ λυπεῖ· μὴ ἁπτομένοις δὲ τῆς ὁμιλίας τὸ περίττωμα ἐκπικροῦται ἢ ἁλμυρὸν γίνεται.
Διὰ τί ἀφροδισιαστικοὶ οἱ μελαγχολικοί; ἢ ὅτι πνευματώδεις, τὸ δὲ σπέρμα πνεύματος ἔξοδός ἐστιν. οἷς οὖν πολὺ τοιοῦτον, ἀνάγκη πολλάκις ἐπιθυμεῖν τούτους ἀποκαθαίρεσθαι· κουφίζονται γάρ.
Διὰ τί καὶ οἱ ὄρνιθες καὶ οἱ δασεῖς ἄνθρωποι λάγνοι; πότερον ὅτι ὑγρότητα ἔχουσιν πολλήν; ἢ οὔ (τὸ γὰρ θῆλυ ὑγρὸν μέν, ἀλλ’ οὐ δασύ), ἀλλ’ ὅτι ἀμφότεραι αἱ φύσεις πεπτικαὶ πολλῆς ὑγρότητος διὰ θερμότητα; σημεῖον δὲ αἱ τρίχες καὶ τὰ πτερά. ἢ ὅτι πολὺ τὸ ὑγρόν, καὶ κρατεῖται ὑπὸ τοῦ θερμοῦ; οὔτε γὰρ ἂν μὴ πολλῆς οὔσης τῆς ὑγρότητος
Διὰ τί, ἐὰν ἀφροδισιάζῃ ὁ ἄνθρωπος, οἱ ὀφθαλμοὶ ἀσθενοῦσι μάλιστα; ἢ δῆλον ὅτι ἀπολείποντος τοῦ ὑγροῦ τοῦτο
Διὰ τί μακροὶ μὲν ὄντες οἱ περίπατοι ἐν τοῖς ὁμαλέσιν κοπιαρώτεροί εἰσιν τῶν ἀνωμάλων, βραχεῖς δὲ ἀκοπώτεροι; ἢ ὅτι ἥ τε πολλὴ κίνησις ποιεῖ κόπον καὶ ἡ ἰσχυρά. τοιαύτη δὲ ἡ σπασματώδης, πολλὴ δὲ ἡ συνεχὴς καὶ μία. ἐν μὲν οὖν τοῖς ἀνάντεσιν, ἐὰν ᾖ μακρά, ἀνάπαυσις γίνεται ἡ μεταβολή, καὶ οὐ μακρὰ ἡ κίνησις, οὐδὲ ἵππων αὐτῶν, διὰ τὴν μεταβολήν· ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιότης τοῦ σχήματος οὐ διαλαμβάνει οὐδὲ ἀναπαύει τὰ μέρη, ἀλλὰ συνεργάζεται πρὸς τὸ συνεχῆ τὴν κίνησιν εἶναι. ὅταν δὲ ᾖ βραχεῖα, διὰ μὲν τὸ πλῆθος τῆς κινήσεως ἐν τοῖς ἐπιπέδοις οὐ γίνεται κόπος· ἐν δὲ τοῖς ἀνάντεσι διὰ τὸ τὴν μεταβολὴν ἰσχυρὰν γίνεσθαι καὶ ἐναντίαν, ὁτὲ μὲν ἄνω ὁτὲ δὲ κάτω, ποιεῖ κόπον. τοιαύτη δέ, ὡς φαμέν, ἐν τοῖς ἀνάντεσιν, ἐν δὲ τοῖς πεδινοῖς τοὐναντίον.
Δὶα τί τοῖς λειποψυχοῦσιν καὶ τοῖς ἐκ τῶν γυμνασίων διαλυομένοις ἐλάττους τε οἱ ὄγκοι καὶ ὀξύτεραι δοκοῦσιν εἶναι αἱ φωναί; ἢ ὅτι αἵ τε φωναὶ ἐλάττους φαινόμεναι ὀξύτεραι φαίνονται (σημεῖον δὲ ὅτι μιμούμενοι τοὺς πόρρωθεν ὀξὺ φθέγγονται) καὶ οἱ ὄγκοι ἐλάττους;
Διὰ τί ἡ γαστὴρ μόνον λεπτύνεται τῶν γυμναζομένων; ἢ ὅτι πλείστη ἡ πιμελὴ περὶ τὴν γαστέρα;
Διὰ τί τὸ πῖον τετριμμένον γίνεται τοῖς πονοῦσιν; ἢ διότι τὸ πῖον τήκεται θερμαινόμενον, ἡ δὲ κίνησις θερμαίνει, ἡ δὲ σὰρξ οὐ τήκεται.
Διὰ τί δὲ τὰ περὶ τὴν κοιλίαν πιότατα; πότερον ὅτι
Διὰ τί οἱ κόποι μᾶλλον παύονται, ὅταν τις τῷ ἐλαίῳ ὕδωρ συμμίξας ἀνατρίψηται; ἢ ὅτι μᾶλλον εἰσδύεται τὸ ἔλαιον μετὰ τοῦ ὕδατος; ἐὰν δὲ αὐτὸ καθ’ αὑτὸ ᾖ, οὐχ ὁμοίως παρεισδύνει διὰ τὸ ἐπιπολαστικὸν εἶναι. μᾶλλον οὖν μαλάττεται τὸ σῶμα εἰσδυομένου, ἐπεὶ τὸ ἔλαιόν ἐστι φύσει θερμόν, τὰ δὲ θερμὰ καὶ ξηραίνει καὶ σκληρύνει, πρὸς δὲ τοὺς κόπους ἀξύμφορόν ἐστιν ἡ ξηρασία καὶ ἡ σκληρότης· μετὰ δὲ τοῦ ὕδατος ἀνατριφθὲν ἧττον ξηραίνει.
Διὰ τί τοῖς κοπιῶσι προστάττουσιν ἐμεῖν, εἴπερ ὁ ἔμετος κοπῶδές ἐστιν; ἢ κόπος γίνεται ὀστῶν θλωμένων καὶ πιεζομένων καὶ κοπιωμένων, ταῦτα δὲ ὑπὸ τῶν ἐκτός τινος πάσχοι ἂν ἢ τῶν ἐν τῷ σώματι, καὶ τοῦτο διττῶς· ἢ γὰρ σαρκῶν ὑπερτεινουσῶν τὴν δύναμιν αὑτῶν, ἢ σώματος μιχθέντος συχνοῦ τῷ ἄλλῳ σώματι, χώραν οἰκείαν οὐκ ἔχοντος, οἷα τὰ περιττώματά ἐστιν. πάντα γὰρ τὰ ἐκτὸς ἡμῖν περιαπτόμενα βάρη κοπωδέστερα τῶν τοῦ σώματος μερῶν, κἂν τύχῃ σταθμῷ ὄντα αὐτῶν ἐλαφρότερα. σημεῖον δὲ τῶν εἰρημένων· οἱ γὰρ πλεῖον βεβρωκότες καὶ πεπωκότες, ἔλαττον
Διὰ τί κοπιαρώτερόν ἐστι τῷ βραχίονι τὸ διὰ κενῆς
Διὰ τί ἡ ταχυδρομία καὶ ἔπ’ ἀνθρώπου καὶ ἐπὶ τῶν ἄλλων ζῴων νοσηματικοὺς ποιεῖ τὰ περὶ τὴν κεφαλήν; καίτοι ὅλως ὁ δρόμος κατασπᾶν δοκεῖ κάτω τὰ περιττώματα, ὥσπερ ὁ περίπατος· διὸ καὶ παχύνονται τὰ σκέλη
Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις τόποις, θᾶττον δὲ βαδίζουσιν τὴν ὁμαλὴν ὁδὸν ἢ τὴν ἀνώμαλον; ἢ ὅτι ἀκοπώτερον μέν ἐστι τὸ μὴ ἀεὶ ἐν τῷ αὐτῷ σχήματι ποιεῖσθαι τὴν κίνησιν, ὃ συμβαίνει ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον; θᾶττον γὰρ πορεύονται, ὅτι ἧττον παρὰ φύσιν κινοῦνται. ἐν μὲν οὖν τῷ ὁμαλῷ μικρὰ ἡ ἄρσις καὶ θέσις καὶ πυκνή ἐστιν, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐναντίον. ἔστι δὲ τὸ αἴρειν παρὰ φύσιν· βίᾳ γάρ ἐστι πᾶσα ἄρσις. τὸ δὲ παρ’ ἑκάστην βάσιν γινόμενον μικρὸν πολὺ γίνεται παρὰ πολλάς.
Διὰ τί τὰ ἐπίπεδα κοπιαρώτερα ἐγκατακεῖσθαι τῶν κοίλων ἐστίν; ἢ διὰ τὸ αὐτὸ καὶ τὰ κυρτὰ τῶν ἐπιπέδων; ἐφ’ ἕνα γὰρ τόπον συναθροιζόμενον τὸ βάρος ἐν τῇ καθέδρᾳ ἢ κατακλίσει τῇ θλίψει ποιεῖ πόνον. τὸ μὲν οὖν κυρτὸν τοῦ εὐθέος, τοῦτο δὲ τοῦ κοίλου μᾶλλον τοιοῦτόν ἐστι· τὸ γὰρ σῶμα ἡμῶν ἐστὶ περιφερέστερον ἢ εὐθύτερον, τῶν δὲ τοιούτων κατὰ πλέον ἅπτεται τὰ κοῖλα ἢ τὰ ἐπίπεδα. διὰ ταῦτα δὲ καὶ τὰ ἐνδιδόντα τῶν μὴ ἐνδιδόντων ἀκοπώτερά ἐστι καὶ ἐγκατακλιθῆναι καὶ ἐνέζεσθαι.
Διὰ τί οἱ βραχεῖς περίπατοι κοπώδεις εἰσίν; ἢ ὅτι
Διὰ τί οἱ ἐπὶ τῶν ἵππων ὀχούμενοι, ὅσῳ ἂν μᾶλλον θέῃ ὁ ἵππος, τοσούτῳ μᾶλλον δακρύουσι τὰ ὄμματα; πότερον διὰ τὸ ψυχρότερον εἶναι τὸν ἀεὶ προσπίπτοντα ἀέρα, ὅσῳ ἂν ἐλάττω χρόνον ἅπτηται τοῦ σώματος, ὅπερ ἐπὶ τῶν γυμνῶν θεόντων συμβαίνει; τὸ δὲ ψῦχος δάκρυον ποιεῖ. ἢ διὰ τοὐναντίον; καὶ γὰρ τὸ θερμὸν ποιεῖ δακρύειν, οἷον ὁ ἥλιος· ἡ δὲ κίνησις θερμότητα ποιεῖ. ἢ διὰ τὴν ὑπὸ τοῦ ἀέρος πληγήν; ὡς γὰρ οἱ ἄνεμοι ταράττουσιν οἱ ἐξ ἐναντίας τὰ ὄμματα, οὕτως ὁ ἀὴρ προσπίπτων, ὅσῳ ἂν θᾶττον ἐλαύνῃ, τοσούτῳ μᾶλλον ποιεῖ πληγὴν μαλακήν.
Διὰ τί τὰ μὲν ἄλλα τριβόμενα σαρκοῦνται μέρη, ἡ δὲ γαστὴρ λεπτοτέρα γίνεται; ἢ οὐδὲ αὐτὴ ἐκ προσαγωγῆς, ἀλλὰ στιφροτέρα; οὐ μὴν ἀλλ’ οὐχ ὁμοίως γε καὶ ἡ σάρξ, διὸ καὶ τὸ πρόβλημά ἐστιν. ὅλως γὰρ ἐν τοῖς γυμνασίοις καὶ πόνοις μάλιστα λεπτύνεται ἡ γαστήρ. αἴτιον δ’ ὅτι τὰ πίονα θερμαινόμενα τήκεται, καὶ τὰ φύσει τάσιν ἔχοντα μᾶλλον. τὸ δὲ δέρμα ἐστὶ φύσει ἔχον τάσιν· ἀλλὰ διὰ τὸ πιαίνεσθαι τάχιστα ἀεί τινα ἔχει πιότητα, ἐὰν μὴ κάμνῃ τινὰ νόσον. αἴτιον δὲ τούτου ὅτι ἐγγύς ἐστιν τῆς τροφῆς. ἐπεὶ οὖν ὅλως ἡ πιμελὴ οὐκ ἔστιν φύσει, ἀλλ’ ἐπίκτητον, καὶ οὐ τῶν ἀναγκαίων μερῶν ὥσπερ ἡ σάρξ, καὶ ἡ τῶν γυμνασίων κίνησις καὶ ἡ τῆς τρίψεως θερμαίνουσαι τήκουσιν αὐτὴν καὶ τὴν τροφὴν ἐκπλεονάζουσαν νέμουσιν τοῖς ἄλλοις μορίοις. διὸ αἱ μὲν καθέδραι τὴν κοιλίαν πιαίνουσι, τὸ
Διὰ τί ἐκ τῶν μακρῶν καὶ σφοδρῶν ὁδῶν καὶ δρόμων, ὅταν στῇ τις ἐπ’ ἄκρων τῶν δακτύλων, σείονται τῶν ποδῶν αἱ πτέρναι καὶ σπᾶται κάτω προπετῶς; ἢ διὰ τὴν συνέχειαν καὶ σφοδρότητα τῆς κινήσεως οὐκ ἀναπαύεται ὁ σεισμὸς τῷ ἀνθρώπῳ τῶν νεύρων; τοῦ μὲν γὰρ ὅλου σώματος κρατεῖ ἡ ψυχὴ πολλάκις, μορίων δ’ οὔ, ὁπόταν πως κινηθῇ, οἷον καὶ καρδίας καὶ αἰδοίου. αἴτιον δ’ ὅτι πνεῦμα πολὺ περὶ τὰ νεῦρα ἐκκαίεται, ὃ οὐχ ἅμα ἐκψύχεται στάντι. τοῦτο οὖν σεῖον ὥσπερ ὑποσπῶν τῇ κινήσει κατασπᾶται καὶ τοῦ πορρωτάτω ἥκιστα ποιεῖ κρατεῖν· τοιοῦτον δὲ αἱ πτέρναι, οἷον τοῖς ὀργιζομένοις τὸ κάτω χεῖλος.
Διὰ τί οἱ μὴ σφόδρα συντόνως τρέχοντες ἐν τῷ ῥυθμῷ ἀναπνέουσιν; πότερον ὅτι πᾶς ῥυθμὸς ὡρισμένῃ μετρεῖται κινήσει, τοιαύτη δ’ ἐστὶν ἡ δι’ ἴσου οὖσα, ὅπερ οἱ τροχάζοντες ποιοῦσιν. ἅμα οὖν ἀρχόμενοι τροχάζειν ἀναπνέουσιν, ὥστε τὴν ἀναπνοὴν δι’ ἴσου γινομένην, διὰ τὸ τῇ ἴσῃ κινήσει μετρεῖσθαι, ῥυθμὸν ποιεῖν. ἢ ὅτι πᾶσα μὲν ἁπλῶς ἀναπνοὴ δι’ ἴσου γίνεται τοῖς κατὰ φύσιν αὐτῇ χρωμένοις καὶ μὴ κατέχουσιν; καθημένοις μὲν οὖν καὶ βαδίζουσι μετρίας οὔσης τῆς τοῦ σώματος κινήσεως, οὐκ εὔδηλος ὁ ῥυθμὸς γίνεται· συντόνως δὲ τρέχουσιν, οὐ παρακολουθούσης τῇ κινήσει τῆς αἰσθήσεως, οὐ δυνάμεθα συνορᾶν τὸν τῆς ἀναπνοῆς ῥυθμόν. ἐν δὲ τῷ μετρίως τροχάζειν μέτρον ἡ κίνησις αἰσθητὸν τῆς ἀναπνοῆς ποιοῦσα τὸν ῥυθμὸν δηλοῖ.
Διὰ τί ἐν τῷ τροχάζειν ἐκπνευματοῦσθαι δοκεῖ ἡμῖν ὁ ἀήρ; πότερον ὅτι κινούμενοι διὰ τοῦ τροχάζειν τὸν συνεχῆ
Διὰ τί μᾶλλον θέοντες ἢ βαδίζοντες πίπτουσιν; 〈ἢ〉 ὅτι μᾶλλον πρὶν κινεῖσθαι αἴρουσιν; τὸ γὰρ θέειν τοῦ βαδίζειν τούτῳ διαφέρει.
Διὰ τί ποτε ἀναβαίνοντες μὲν τὰ γόνατα πονοῦμεν, καταβαίνοντες δὲ τοὺς μηρούς; ἢ ὅτι ὅταν μὲν ἀναβαίνωμεν, ἀναρριπτοῦμεν ἄνω τὸ σῶμα, καὶ ἡ σπάσις πολλὴ τοῦ σώματος καὶ ἡ ἀπὸ τῶν γονάτων γίνεται, διὸ πονοῦμεν τὰ γόνατα· ἐν δὲ τοῖς κατάντεσι, διὰ τὸ ὑποφέρεσθαι τοῖς σκέλεσι, τοῖς μηροῖς ἀποστηριζόμενοι πονοῦμεν αὐτούς. εἶθ’ ἅπαν τὸ παρὰ φύσιν γινόμενον πόνον καὶ λύπην παρασκευάζει. ἔστι δὲ τὸ κατὰ φύσιν τοῖς μὲν γόνασιν ἡ εἰς τὸ πρόσθεν κλάσις, τοῖς δὲ μηροῖς ἡ εἰς τοὔπισθεν. ἐν μὲν οὖν τοῖς ἀνάντεσι τὰ γόνατα κλᾶται εἰς τοὔπισθεν διὰ τὸ ἀποστηρίζεσθαι βούλεσθαι, ἐν τοῖς κατάντεσι δ’ οἱ μηροὶ εἰς τοὔμπροσθεν κλῶνται διὰ τὸ προπετὲς ἡμῶν εἶναι τὸ σῶμα.
Διὰ τί ποτε ἐν ταῖς ὁδοῖς τῶν μηρῶν τὸ μέσον
Διὰ τί οἱ ὑγροὶ ταχὺ πνίγονται πονήσαντες καὶ ὑπὸ τοῦ καύματος; ἢ ὅτι ἐκθερμαινόμενον τὸ ὑγρὸν ἀὴρ γίνεται, καὶ κάει μᾶλλον τὸ πλέον; ὅταν οὖν μὴ δύνηται ὑπεξάγειν
Διὰ τί τὰ σύμμετρα τῶν σωμάτων κάμνει τε πολλάκις καὶ ἀπαλλάττει ῥᾷον; ἢ διὰ ταὐτὸ ἄμφω; ὁμαλὸν γὰρ τὸ σύμμετρον, τὸ δὲ ὁμαλὸν ὁμοπαθέστερον· ἐὰν οὖν τι πονήσῃ μέρος, εὐθὺς συμπονεῖ τὸ ὅλον. τὸ δὲ ἀσύμμετρον, ἅτε μᾶλλον ἀπηρτημένον, οὐ συναπολαύει τῶν μερῶν. κάμνει μὲν οὖν πολλάκις διὰ τοῦτο, ῥᾷον δὲ ἀπαλλάττει, ὅτι πᾶν κοινωνεῖ τὸ σῶμα· εἰς πλείω γὰρ διανεμόμενον τὸ πάθος γίνεται ἀσθενέστερον, ὥστε εὐαπαλλακτότερον. τὸ δὲ ἀσύμμετρον, ἅτε οὐ κοινωνοῦν τοῖς μέρεσιν, ἐλαττονάκις μὲν κάμνει, χαλεπώτερον δὲ ἀπαλλάττει· σφοδρὸν γὰρ τὸ πάθος.
Διὰ τί κοπιῶσι μὲν μᾶλλον ἐν τοῖς ὁμαλοῖς ἢ ἐν τοῖς ἀνωμάλοις, θᾶττον δὲ βαδίζουσιν τὴν ὁμαλὴν ἢ τὴν ἀνώμαλον; ἢ ὅτι ἀκοπώτατον μὲν τὸ μὴ ἀεὶ ... ἐν τῇ ἀνωμάλῳ πορείᾳ μᾶλλον, θᾶττον δὲ πορεύονται, ὅπου ἐν τῷ ἴσῳ χρόνῳ ἐλάττων ἡ ἀναφορά. ἐν μὲν οὖν τῷ ὁμαλεῖ μικρὰ ἡ ἄρσις καὶ πυκνή, ἐν δὲ τῷ ἀνωμάλῳ τοὐναντίον. τὸ δὲ παρ’ ἑκάστην βάσιν γινόμενον πολὺ γίνεται παρὰ πολλάς.
Διὰ τί καταβαίνοντες μὲν τὰ κατάντη τοὺς μηροὺς μάλιστα πονοῦμεν, ἀναβαίνοντες δὲ τὰς κνήμας; ἢ ὅτι ἀναβαίνοντες μὲν τῷ αἴρειν τὸ σῶμα; ἅπαν γὰρ γίνεται φορτίον
Διὰ τί πλείων δοκεῖ ἡ ὁδὸς εἶναι, ὅταν μὴ εἰδότες βαδίζωμεν πόση τις, ἢ ὅταν εἰδότες, ἐὰν τἆλλα ὁμοίως ἔχοντες τύχωμεν; ἢ ὅτι τὸ εἰδέναι πόση τὸ εἰδέναι ἐστὶ τὸν ἀριθμὸν αὐτοῦ· καὶ πλεῖον ἀεὶ τὸ ἀόριστον τοῦ ὡρισμένου; ὥσπερ οὖν εἰ ᾔδει ὅτι τοσήδε, πεπερασμένην ἀνάγκη εἶναι, οὕτω καὶ εἰ μὴ οἶδεν, ὡς ἀντιστρέφοντος παραλογίζεται ἡ ψυχή, καὶ φαίνεται εἶναι ἄπειρος. ἔτι τὸ ποσὸν ὡρισμένον καὶ τὸ ὡρισμένον ποσόν. ὅταν τοίνυν μὴ φαίνηται ὡρισμένον, ὥσπερ ἄπειρον φαίνεται εἶναι, διὰ τὸ τὸ πεφυκὸς ὡρίσθαι, ἐὰν μὴ ᾖ ὡρισμένον, ἄπειρον εἶναι, ὥστε καὶ τὸ φαινόμενον μὴ ὡρίσθαι φαίνεσθαι ἀνάγκη πως ἀπέραντον.
Διὰ τί τοὺς μηροὺς μᾶλλον ἢ τὰς κνήμας κοπιῶσιν; πότερον ὅτι ἐγγὺς τοῦ τόπου τοῦ ἔχοντος τὸ περίττωμα, ὥστε ἂν ὑπερβάλλῃ διὰ τὴν κίνησιν τῇ θερμότητι, συσπῶσιν οἱ μηροὶ μᾶλλον καὶ πλεῖον ἢ αἱ κνῆμαι; ἢ διὰ τὸ συμφυὲς
Διὰ τί ἐνίοις, ὅταν πονήσωσιν, ἕλκη ἐκφύουσιν; ἢ ὅταν τὸ σῶμα ἀκάθαρτον ιἦ, ἡ κίνησις θερμαίνουσα καὶ ἄλλα περιττώματα συνεξικμάζει μετὰ τοῦ ἱδρῶτος; παχέα δὲ ὄντα καὶ χυμοὺς ἔχοντα μοχθηρούς, ὀξεῖς καὶ πικροὺς καὶ ἁλμυρούς, τὰ περιττώματα ἐκκρίνεσθαι μὲν οὐ δύναται διὰ πάχος, ἐξαίρεται δὲ διὰ τῆς σαρκὸς καὶ ἐξελκοῖ διὰ πικρότητα τοῦ χυμοῦ.
Διὰ τί τοῖς ἐκ τῶν γυμνασίων καὶ φαρμακοποσιῶν οὐκ εὐθὺς προσφέρουσι τροφήν; ἢ διότι καθαίρεται τὸ σῶμα ἔτι, καὶ οὐκ ἀναπέπαυται πονοῦν, καὶ ἀποκέκριται τὰ περιττώματα;
Διὰ τί χαλεπώτερον θεῖν ἢ βαδίζειν; ἢ ὅτι πλεῖον φορτίον φέρει ὁ θέων; ὅταν γὰρ ιἦ μετέωρος, ἅπαν ἐφ’ ἑαυτῷ ἔχει. ὁ δὲ βαδίζων, οἷον οἱ ἐπὶ τοῖς τειχίοις ἀναπαυόμενοι, ἐπιθεὶς ἔχει ἐπὶ τῷ ἠρεμοῦντι.
Διὰ τί ἐκ τῶν γυμνασίων οὐ πεινῶσιν εὐθύς; πότερον διὰ τὴν ὑπόλειψιν τῆς συντήξεως, ἕως ἀντιπεφθῇ; ἢ διὰ τὸ πνεῦμα ὃ ποιεῖ ὁ πόνος ἐκ τοῦ ὑγροῦ; ἢ διὰ τὴν δίψαν ἣ γίνεται ἐκ τοῦ θερμαίνεσθαι πονοῦντας; πάντα γὰρ συμβαίνει ταῦτα.
Διὰ τί ἐξονειρωκτικοί εἰσιν οἱ κοπιῶντες καὶ φθισιῶντες; ἢ ὅτι ὅλως ἐξονειρωκτικοὶ οἱ θερμοὶ καὶ ὑγροί; τὸ γὰρ σπέρμα τοιοῦτόν ἐστι τὴν φύσιν. τὸ τοιοῦτο δὲ ἐξ οὕτω διακειμένων μάλιστα γίνεται, ὅταν ἡ ἀπὸ τοῦ ὕπνου θερμότης προσγένηται· μικρᾶς γὰρ ῥοπῆς τὰ σώματα δεῖται, καὶ ταύτης ἔσωθεν, ἀλλ’ οὐκ ἔξωθεν. οἱ δὲ φθισικοὶ καὶ κοπιῶντες οὕτω διάκεινται· οἱ μὲν γὰρ κοπιῶντες διὰ τὸν κόπον καὶ τὴν κίνησιν συντήγματος θερμοῦ πλήρεις εἰσίν, οἱ δὲ φθισικοὶ διὰ τὸν κατάρρουν καὶ τὴν γινομένην θέρμην ὑπὸ τῆς φλεγμασίας.
Διὰ τί τὸ ἀριστερὸν σκέλος χαλεπώτερον τρίβεσθαι ὑφ’ ἑαυτοῦ πολὺν χρόνον ἢ τὸ δεξιόν; ἢ ὅτι τοῖς δεξιοῖς πονεῖν δυνάμεθα; ἐν τοῖς δὲ παρὰ φύσιν ἡ τοῦ ἀριστεροῦ σκέλους τρῖψις ἐξεστραμμένως γίνεται. τὰ δὲ παρὰ φύσιν ποιούμενα χαλεπά. τῇ δὲ ἀριστερᾷ τὰ δεξιὰ οὐθὲν ἐπίδηλον διὰ τὸ μηθετέρως ἰσχύειν.
Διὰ τί ὑγιεινὸν τὸ τροφῆς μὲν ὑποστέλλεσθαι, πονεῖν δὲ πλείω; ἢ ὅτι τοῦ νοσεῖν αἴτιον περιττώματος πλῆθος; τοῦτο δὲ γίνεται ἢ διὰ τροφῆς ὑπερβολὴν ἢ διὰ πόνων ἔνδειαν.
Διὰ τί οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγίειαν, ἀλλ’ ἀραιοῦν; ὥσπερ γὰρ πόλις ὑγιεινὴ καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλαττα ὑγιεινὴ), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλλον ὑγιεινόν. δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηθὲν περίττωμα, ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι· καὶ δεῖ οὕτως ἔχειν τὰ σώματα ὥστε λαμβάνοντα εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν,
Διὰ τί κοπώδεις οἱ βραχεῖς τῶν περιπάτων; ἢ ὅτι πολλάκις συνίστανται καὶ οὐχ ὁμαλῶς κινοῦνται περὶ τὰς καμπάς; τὸ δὲ τοιοῦτον κοπῶδες.
Διὰ τὶ ἑστηκότες ἐν τῷ ἡλίῳ μᾶλλον θερμαίνονται ἢ κινούμενοι, καὶ ταῦτα τῆς κινήσεως θερμαντικῆς οὔσης; ἢ οὐ πᾶσα κίνησις θερμαίνει, ἀλλ’ ἐνία ψύχει, οἷον καὶ ἐπὶ τῶν τὰς χύτρας τὰς ἑψημένας φυσώντων καὶ κινούντων συμβαίνει. εἰ οὖν ἑστηκότι μὲν προσμένει τὸ θερμόν, προσμένον δὲ μᾶλλον θερμαίνει ἢ κινούμενον (ἀεὶ γὰρ τὸ σῶμα ἴδιον ἡμῶν ἀτμίδα τινὰ χλιαρὰν ἀφίησιν ἀφ’ ἑαυτοῦ, ἡ θερμαίνει τὸν ἐγγὺς ἀέρα ὥσπερ δαλὸς παρών), ἠρεμούντων μὲν ἡμῶν θερμὸς γίνεται ὁ περιέχων ἡμᾶς ἀὴρ διὰ τὰ εἰρημένα, κινουμένων δὲ πνεῦμα γίνεται, ὅ καταψύχει ἡμᾶς· πᾶν γὰρ πνεῦμα ψυχρόν ἐστιν.
Διὰ τί οἱ ἐπὶ τῶν ἵππων ὀχούμενοι, ὅσῳ ἂν θᾶττον θέῃ ὁ ἵππος, τοσούτῳ μᾶλλον δακρύουσι τὰ ὄμματα, καὶ οἱ πεζοί, ὅσῳ ἂν μᾶλλον τρέχωσιν; πότερον διὰ τὸ ψυχρὸν εἶναι τὸν προσπίπτοντα ἀέρα; τὸ γὰρ ψῦχος δακρύειν ποιεῖ· συστέλλον γὰρ καὶ πυκνοῦν τὴν σάρκα ἐκκαθαίρει τὸ ὑγρόν. ἢ διὰ τοὐναντίον; τὸ γὰρ θερμὸν ποιεῖ ἱδρῶτας, τὸ δὲ δάκρυον ἱδρώς τίς ἐστι. διὸ καὶ γίνονται ὑπὸ θερμασίας ἄμφω ταῦτα, καὶ ἁλυκά ἐστιν ὁμοίως. ἡ δὲ κίνησις θερμότητα ποιεῖ. ἢ διὰ τὴν ὑπὸ τοῦ ἀέρος πληγήν; ὡς γὰρ οἱ ἄνεμοι ταράττουσιν οἱ ἐξ ἐναντίας τὰ ὄμματα, οὕτω καὶ ὁ ἀὴρ ὁ προσπίπτων, ὅσῳ ἂν θᾶττον ἐλαύνῃ ἢ αὐτὸς τρέχῃ, τοσούτῳ μᾶλλον ποιεῖ πληγὴν μαλακήν, δι’ ἣν γίνεται δακρύειν, ἀραιουμένων τῶν τοῦ ὀφθαλμοῦ πόρων ὑπὸ τῆς πληγῆς· πᾶσα γὰρ πληγὴ διαιρετικόν ἐστιν ἢ θλαστικόν.
Διὰ τί δεῖ τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι, τοὺς δὲ χειμερινοὺς ἀλείμματι; ἢ τούτους μὲν διὰ τὰς φρίκας καὶ τὰς γινομένας μεταβολὰς θερμῷ δεῖ λύειν, ὃ ποιήσει ἀλεάζειν (τὸ δὲ ἔλαιον θερμὸν)· ἐν δὲ τῷ θέρει καθυγραίνειν.
Διὰ τί οἱ θέοντες εὐτόνως μάλιστα λαμβάνουσι σπάσματα, ὅταν τις θέουσιν αὐτοῖς ὑποστῇ; ἢ ὅτι ταῦτα μάλιστα διασπᾶται, ἃ εἰς τοὐναντίον τε καὶ ἰσχυρῶς ἕλκεται καὶ κινεῖται; ὅταν οὖν θέοντος καὶ σφοδρῶς ὠθουμένων τῶν μορίων εἰς τὸ πρόσθεν ὑποστῇ τις, συμβαίνει ἄμα ἀντισπᾶν εἰς τοὐναντίον, ἔτι φερομένων εἰς τοὔμπροσθεν, ὥστε ἡ
Διὰ τί τῶν περιπάτων οἱ κατὰ τὰς ὁδοὺς ἀκοπώτεροί εἰσιν οἱ ἀνώμαλοι τῶν εὐθέων; ἢ διὰ τὸ τὴν φορὰν ὀρθὴν εἶναι κατὰ φύσιν παντὶ τῷ σώματι; οἱ δ’ ἐν τοῖς ὁμαλοῖς τῶν ἀνωμάλων κοπιωδέστεροι· τοῖς γὰρ αὐτοῖς μέρεσι τοὺς πόνους παρέχουσιν, οἱ δ’ ἐν τοῖς ἀνωμάλοις διαμερίζουσι μᾶλλον εἰς ἅπαν τὸ σῶμα. αἱ δὲ ἀλέαι μᾶλλον ἰσχνοῦσι τῶν ἐν τοῖς ψύχεσιν· τοῖς γὰρ ἔξω μέρεσι πλείονα τὸν πόνον παρέχονται· διὸ καὶ τοὺς ἱδρῶτας ἐμποιοῦντες ἰσχναίνουσιν. οἱ δ’ ἐν τοῖς ψύχεσι στριφνοτέραν τὴν σάρκα ποιοῦσιν καὶ τῶν σιτίων ἐπιθυμητικωτέρους· τοῖς γὰρ ἔσω μέρεσιν τὴν αὔξησιν τοῦ θερμοῦ ποιοῦνται, καὶ δυσκινήτων γινομένων ὑπὸ τοῦ ψύχους τὸν μὲν ἔσω τόπον καθαίρουσι, τὴν θερμασίαν αὐξάνοντες ἐν αὐτῷ, τὴν δὲ σάρκα στερεὰν ποιοῦσιν, οὐ δυνάμενοι κρατεῖν διὰ πάσης αὐτῆς. ὁμοίως οἱ ἀνάντεις τῶν κατάντων ἐπιπονώτεροι καὶ ἰσχναντικώτεροι. οἱ μὲν γὰρ ἀνάντεις τὴν ὀσφὺν μάλιστα ποιοῦσι πονεῖν, οἱ δὲ κατάντεις τοὺς μηρούς· τοῖς γὰρ μηροῖς τὸ βάρος πᾶν ἐμπῖπτον κόπους εἴωθεν παρέχειν. ἄνω γὰρ παρὰ φύσιν ὑπὸ τοῦ θερμοῦ βίᾳ φερόμενος ἐκθερμαίνει. διὸ τούς τε ἱδρῶτας ἐμποιοῦσι, καὶ τὸ πνεῦμα μετεωρίζοντες ἰσχναίνουσιν, καὶ τὴν ὀσφὺν ὀδυνῶσιν· τὰ γὰρ σκέλη χαλεπῶς ἀναγόμενα τὴν ὀσφὺν κάμπτουσίν τε καὶ ἀνασπῶσιν, ὑφ’ ὧν ἀναγκάζονται μάλιστα πονεῖν. οἱ δ’ ἐν ἀντιτύποις περίπατοι τοῖς τε μυσὶ καὶ τοῖς τεταμένοις τῶν σκελῶν παρέχουσι κόπους·
Διὰ τί πρὸς τὰ σιμὰ χαλεπῶς βαδίζομεν; ἢ διότι πᾶσα πορεία ἐξ ἄρσεως καὶ θέσεως συντελεῖται; τὸ μὲν οὖν ἆραι παρὰ φύσιν, τὸ δὲ θεῖναι κατὰ φύσιν, τὸ δὲ προσθεῖναι μεσότης· ἐν δὲ τῷ πρὸς τὰ σιμὰ βαδίζειν πολὺ τὸ παρὰ φύσιν.
Διὰ τί οἱ ἀφ’ ἵππων ἧττον πίπτουσιν; ἢ διὰ τὸ φοβεῖσθαι φυλάττονται μᾶλλον;
Διὰ τί ἡ καθέδρα τοὺς μὲν παχύνει τῶν ἀνθρώπων, τοὺς δὲ ἰσχναίνει; πότερον 〈ὅτι〉 αἱ ἕξεις διαφέρουσιν; οἱ μὲν γὰρ θερμοί εἰσιν, οἱ δὲ ψυχροί. οἱ μὲν οὖν θερμοὶ παχύνονται (κρατεῖ γὰρ τὸ σῶμα τῆς τροφῆς διὰ τὴν θερμασίαν)· οἱ δ’ ἐψυγμένοι, διὰ τὸ δεῖσθαι ἐπεισάκτου θερμότητος καὶ τοῦτο πάσχειν μάλιστα τὸ σῶμα ὑπὸ τῶν κινήσεων, οὐ δύνανται πέττειν ἠρεμοῦντες. ἢ ὅτι οἱ μὲν περιττωματικοί εἰσι, καὶ δέονται κινήσεως ἣ ἀναλώσει ταῦτα, οἱ δὲ οὔ;
Διὰ τί δεῖ ποιεῖν διάτασιν τῶν μερῶν, ὃ ποιεῖ ὁ γυμναζόμενος; ἢ ὅτι δεῖ τῷ οἰκείῳ πνεύματι καθαίρεσθαι τοὺς πόρους;
Διὰ τί συγκεκαμμένον βέλτιον κατακεῖσθαι, καὶ πολλοί γε παραγγέλλουσιν τοῦτο καὶ τῶν ἰατρῶν; ἢ ὅτι ἀλεαίνουσα
Διὰ τὶ ἀνισταμένοις ἴλιγγος μᾶλλον γίνεται ἢ καθιζάνουσιν; ἢ διότι ἠρεμοῦσι τὸ ὑγρὸν εἰς ἓν μόριον ἀθρόον ἀποκλίνει; διὸ καὶ τὰ ὠμὰ ᾠὰ οὐ δύναται δινεῖσθαι, ἀλλὰ καταπίπτει. κινούμενον δὲ τὸ ὑγρὸν ὁμοίως ἔχει. ἀνίστανται μὲν
Διὰ τί ἐπὶ τὰ δεξιὰ κατακειμένοις μᾶλλον ἐπέρχεται ὕπνος; πότερον ὅτι ἐναντίως ἔχοντες ἐγρηγόρασιν καὶ καθεύδουσιν; ἐπεὶ οὖν ἐγρηγορότες ἐπὶ τὰ ἀριστερὰ κατάκεινται, τοὐναντίον ἔσται ἐπ’ ἄλλης ἀρχῆς καὶ τῆς ἐναντίας. ἢ ὅτι ἀκινησία ὁ ὕπνος; τὰ μὲν οὖν κινητικὰ μέρη δεῖ ἠρεμεῖν, τὰ δὲ δεξιὰ κινητικά. οὕτω δὲ κατακειμένων οἷον δέδεται ἀρχή τις ἐπεγερτική.
Διὰ τί ναρκῶσι; καὶ διὰ τί χεῖρας καὶ πόδας μᾶλλον; ἢ ὅτι κατάψυξίς ἐστιν ἡ νάρκη; διὰ στέρησιν γὰρ αἵματος γίνεται καὶ μετάστασιν. ἀσαρκότατα δὲ ταῦτα καὶ νευρωδέστατα, μάλιστα δὲ οἱ πόδες. ὥστε προοδοποιεῖται ὑπὸ τῆς φύσεως πρὸς τὸ καταψύχεσθαι ταχέως.
Διὰ τί κατακείμεθα μὲν ἐπὶ τὰ ἀριστερὰ ἡδέως, καθεύδομεν δὲ ἐπὶ τὰ δεξιὰ μᾶλλον; πότερον ὅτι ἀποστραφέντες πρὸς τὸ φῶς οὐ βλέπομεν; ἐν γὰρ τῷ σκότει θᾶττον ὕπνος λαμβάνει. ἢ διότι ἐγρηγόραμεν κατακείμενοι ἐπὶ τοῖς ἀριστεροῖς, καὶ αἱ χρήσεις ἡμῖν οὕτω πρόχειροι, ὥστε πρὸς τὸ
Διὰ τί τοῖς χασμωμένοις ἀντιχασμῶνται ὡς ἐπὶ τὸ πολύ; ἢ διότι, ἐὰν ἀναμνησθῶσιν ὀργῶντες, ἐνεργοῦσιν, μάλιστα δὲ τὰ εὐκίνητα, οἷον οὐροῦσιν. ἡ δὲ χάσμη πνεῦμα καὶ ὑγροῦ κίνησίς ἐστιν. πρόχειρον οὖν, ἐὰν μόνον νοήσῃ· ἔστι γὰρ πλησίον.
Διὰ τί, ἐὰν μέν τινα ἴδωμεν τὴν χεῖρα ἐκτείνοντα ἢ τὸν πόδα ἢ ἄλλο τι τῶν τοιούτων, οὐκ ἀντιποιοῦμεν τὸ αὐτό, ἐὰν δὲ χασμώμενον, ἀντιχασμώμεθα; ἢ οὐδὲ τοῦτο ἀεί, ἀλλ’ ἐὰν ὀργῶν τύχῃ τὸ σῶμα καὶ οὕτω διακείμενον ὥστε τὸ ὑγρὸν ἀναθερμαίνεσθαι; τότε γὰρ ἡ μνήμη τὴν κίνησιν ποιεῖ, ὥσπερ καὶ πρὸς ἀφροδίσια καὶ ἐδωδήν· τὸ γὰρ ποιῆσαν μνήμην εἶναι τὸ ἔχον ὁρμὴν πρὸς τὸ φαντασθὲν πάθος.
Διὰ τί, ἐπειδὰν πρὸς τὸ πῦρ στῶμεν, οὐρητιῶμεν, καὶ ἐὰν πρὸς ὕδωρ, οἷον ἐὰν πρὸς ποταμόν, οὐροῦσιν; ἢ ὅτι τὸ πᾶν
Διὰ τί ἀπὸ μὲν νόσων ἐνίων νοσοῦσιν οἱ πλησιάζοντες, ἀπὸ δὲ ὑγιείας οὐδεὶς ὑγιάζεται; ἢ ὅτι ἡ μὲν νόσος κίνησις, ἡ δὲ ὑγίεια ἠρεμία; ἡ μὲν οὖν κινεῖ, ἡ δ’ οὐθέν. ἢ διότι τὸ
Διὰ τί τῶν μὲν διὰ τῆς ἀκοῆς λυπηρῶν ἔνια φρίττειν ἡμᾶς ποιεῖ, οἷον πρίων ἀκονώμενος καὶ κίσηρις τεμνομένη καὶ λίθος ἀλούμενος, τὰ δὲ διὰ τῆς ὄψεως σημεῖα τῶν παθῶν αὐτὰ ἡμῖν τὰ πάθη ἐμποιεῖ; αἱμωδιῶμέν τε γὰρ τοὺς ὀξὺ ὁρῶντες ἐσθίοντας, καὶ τοὺς ἀπαγχομένους ἔνιοι ὁρῶντες ἐκψύχουσιν. ἢ διότι φωνὴ μὲν πᾶσα καὶ ψόφος πνεῦμά ἐστιν; τοῦτο δὲ εἰσδυόμενον ἡμῖν πέφυκεν κινεῖν. κινήσει δὲ μᾶλλον ἢ διὰ μέγεθος ἢ διὰ πληγὴν σφοδροτέραν, ποιοῦν ἢ ἀλλοιοῦν τι τῶν ἐν ἡμῖν. τὰ μὲν οὖν μεγάλα καὶ λεῖα πνεύματα τὸν τῆς αἰσθήσεως τόπον αὐτὸν κινεῖ, διὸ καὶ ἡδύνει τὰ τοιαῦτα· τὰ δὲ τραχέα, πληγὴν ποιοῦντα σφοδράν, σείει τε τὸν τόπον καὶ πόρρω διαδίδωσιν τῇ τῆς πληγῆς δυνάμει. διαδίδωσι δὲ καὶ τὰ ψυχρὰ πόρρω· δύναμις γάρ τίς ἐστιν ἡ ψυχρότης. αὕτη μὲν οὖν ὅτι φρίττειν ποιεῖ, εἴρηται. τὰ δὲ τραχέα τῷ πληγὴν ποιεῖν πυκνήν, προσκόπτοντα τῇ ἀρχῇ τῶν τριχῶν, ἀπωθεῖ αὐτὴν εἰς τοὐναντίον· ἀπωθουμένης δὲ ἀνάγκη τὴν κορυφὴν τῆς τριχὸς ἀνάπαλιν γίνεσθαι· διὸ συμβαίνει ἵστασθαι αὐτάς· πᾶσαι γὰρ νενεύκασι κάτω. ἡ δὲ φορὰ τοῦ διὰ τῆς ἀκοῆς πνεύματος εἰς τὸ σῶμα ἄνωθεν κάτω ἐστίν. ὄντων οὖν τραχέων τῶν εἰρημένων ψόφων, ἡ φρίκη γίνοιτ’ ἂν διὰ τὰ εἰρημένα. γίνονται δ’ αὗται μᾶλλον τῷ ἄλλῳ σώματι ἢ ἐν τῇ κεφαλῇ διὰ τὸ τὰς ἐνταῦθα τρίχας ἀσθενεστέρας εἶναι καὶ τὸ πάθος ἀσθενές. τῆς μὲν οὖν ἀκοῆς οὔσης ἀμβλυτέρας αἰσθήσεως ἢ τῆς ὄψεως, ἐπιπόλαια καὶ τὰ πάθη γίνεται ἀπ’ αὐτῆς· ἡ δὲ φρίκη τοιοῦτον, διὸ καὶ ἀπὸ πολλῶν καἱ ἀνομοίων γίνεται. τῆς δὲ ὄψεως ἐναργεστάτης οὔσης αἰσθήσεως, ἀνάλογον καὶ
Διὰ τί χασμησαμένοις ἀντιχασμῶνται, καὶ ὅταν οὐροῦντα ἴδωσιν, οὐροῦσι, καὶ μάλιστα τὰ ὑποζύγια; ἢ διὰ τὴν μνήμην; ὅταν γὰρ μνησθῇ, κινεῖται τοῦτο τὸ μέρος. τοῖς μὲν οὖν ἀνθρώποις, διὰ τὸ εὐαισθητοτέροις εἶναι, ἰδοῦσιν εὐθὺς συμβαίνει κινεῖσθαι καὶ ἀναμιμνήσκεσθαι· τοῖς δὲ ὑποζυγίοις οὐκ αὔταρκες τὸ ἰδεῖν, ἀλλὰ προσδέονται καὶ ἄλλης αἰσθήσεως· διὸ καὶ ὀσφρανθέντα, ὅτι εὐκινητοτέρα αὕτη ἡ αἴσθησις τοῖς ἄνευ λόγου. καὶ διὰ τοῦτο εἰς τὸν αὐτὸν τόπον ἅπαντα οὐρεῖ, οὗ ἂν τὸ πρῶτον οὐρήσῃ. τότε γὰρ μάλιστα κινοῦνται, ὅταν ὀσφρανθῶσιν· ὀσφραίνονται δ’, ὅταν πλησιάσωσιν.
Διὰ τί, ἐπειδὰν τεμνόμενόν τινα ἴδωμεν ἢ καιόμενον ἢ στρεβλούμενον ἢ ἄλλο τι τῶν δεινῶν πάσχοντα, συναλγοῦμεν τῇ διανοίᾳ; ἢ ὅτι ἡ φύσις ἡμῖν κοινὴ ἅπασιν; συνήλγησεν οὖν, ἐπειδάν τι τοιοῦτον ἴδῃ, τῷ πάσχοντι διὰ τὴν οἰκειότητα. ἢ ὅτι ὥσπερ αἱ ῥῖνες καὶ αἱ ἀκοαὶ λαμβάνουσί τινας ἀπορροίας κατὰ τὰς οἰκείας δυνάμεις, οὕτω καὶ ἡ ὄψις αὐτὸ πάσχει καὶ ἀπὸ τῶν ἡδέων καὶ λυπηρῶν;
Διὰ τί ἀπὸ φθίσεως καὶ ὀφθαλμίας καὶ ψώρας οἱ πλησιάζοντες ἁλίσκονται, ἀπὸ δὲ ὕδρωπος καὶ πυρετῶν καὶ ἀποπληξίας οὐχ ἁλίσκονται, οὐδὲ τῶν ἄλλων; ἢ ἡ μὲν ὀφθαλμία, ὅτι εὐκινητότατον ὁ ὀφθαλμός, καὶ μάλιστα ὁμοιοῦται τῷ ὁρωμένῳ τῶν ἄλλων, οἷον κινεῖται ἀπὸ κινουμένου ὥστε καὶ ἀντιβλέπων τεταραγμένῳ ταράττεται μάλιστα; ἡ δὲ φθίσις, ὅτι πνεῦμα φαῦλον ποιεῖ καὶ βαρύ, ταχιστα δὲ τὰ νοσήματα ταῦτα ἅπτεται πάντων, ὅσα τούτου φθειρομένου
Διὰ τί τὴν αἱμωδίαν παύει ἡ ἀνδράχνη καὶ ἅλες; ἢ ὅτι ἡ μὲν ὑγρότητά τινα ἔχει; φανερὰ δὲ αὕτη μασωμένοις τε, κἂν συντεθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης. τὸ δὴ γλίσχρον εἰσδυόμενον ἐξάγει τὸ ὀξύ. καὶ γὰρ ὅτι συγγενὴς ἡ ὀξύτης σημαίνει· ἔχει γάρ τινα ὀξύτητα ὁ χυλός. ὁ δὲ ἅλς συντήκων ἐξάγει καὶ τὴν ὀξύτητα. διὰ τί οὖν ἡ κονία καὶ τὸ νίτρον οὔ; ἢ ὅτι στύφει καὶ οὐ τήκει;
Διὰ τί οἱ ῥιγῶντες πελιδνοὶ γίνονται; ἢ διότι τὸ αἷμα πήγνυται διὰ τὸ ψῦχος, πηγνύμενον δὲ μελαίνεται διὰ τὴν ἀπουσίαν τοῦ θερμοῦ; τὸ δὲ λευκὸν τοῦ πυρός. διὸ καὶ τοῖς πρεσβύταις μάλιστα πελιοῦται ἡ σάρξ, ὅτι ἐλαχίστην ἔχει θερμότητα.
Διὰ τί οἱ ῥιγῶντες καθεύδειν οὐ δύνανται; 〈ἢ〉 διότι πάντες οἱ ῥιγῶντες μᾶλλον τὸ πνεῦμα κατέχουσιν, ὁ δὲ καθεύδων
Διὰ τί ἐν τῷ ψύχει ὀξύτεροι καὶ οἱ ἀσθενήσαντες καὶ οἱ λυπούμενοι καὶ οἱ ὀργιζόμενοι; ἢ στιφρότερον ποιεῖ τὸ καταψύχεσθαι;
Διὰ τί οἱ ἀθληταὶ δύσριγοι εὖ ἔχοντες; ἢ ὅτι καθαρὰ καὶ εὔπνους ἡ ἕξις καὶ ἀπίμελος; ἡ τοιαύτη δὲ εὐπαθεστάτη ὑπὸ τοῦ ἀέρος, ὅταν εὐδίοδός τε ᾐ καὶ μὴ ἔχῃ θερμότητα ἐν αὑτῇ· ἡ δὲ πιμελὴ θερμόν, ἂν μὴ δίυγρος.
Διὰ τί μάλιστα τὰ ἀκρωτήρια ῥιγῶσιν; ἢ διὰ στενότητα; καὶ οἱ πόροι ἐν αὐτοῖς στενοὶ ὄντες ὀλίγαιμοί εἰσιν, ὥστε καὶ ὀλιγόθερμοί εἰσιν· τὸ γὰρ αἷμα θερμόν.
Διὰ τί, ἐὰν μετέωροι ὦσιν οἱ πόδες, μᾶλλον ῥιγοῦσιν; πότερον ὑποπνεῖ μᾶλλον; ἢ ὅτι ἐν ἐλάττονι γίνεται τὸ αἷμα κάτω, ὥστε τὸ ἄλλο εὐψυκτότερον ἐκλείποντος τοῦ θερμοῦ;
Διὰ τί οἱ παχεῖς σφόδρα ῥιγοῦσι, τῆς πιότητος θερμῆς οὔσης; ἢ διὰ τὸ μέγεθος τοῦ πάχους τοῦ μὲν ἔσωθεν θερμοῦ πόρρω γίνονται τὰ ἔσχατα, τοῦ δὲ ἔξω ψυχροῦ τὰ ἐγγύς;
Διὰ τί πταρέντες καὶ οὐρήσαντες φρίττουσιν; ἢ ὅτι κενοῦνται αἱ φλέβες ἐν ἀμφοτέροις, κενωθέντων δὲ ὁ ἀὴρ εἰσέρχεται ψυχρός, ὁ ποιῶν φρίττειν.
Διὰ τί μάλιστα βουλιμιῶσιν ἐπὶ τῷ ψύχει, καὶ τοῦ χειμῶνος μᾶλλον ἢ τοῦ θέρους; ἢ διότι ἡ μὲν βουλιμία γίνεται
Διὰ τί οἱ γεγυμνασμένοι δυσριγότεροι τῶν ἀγυμνάστων; πότερον ὅτι τὸ πῖον ὑπὸ τῶν πόνων ἐξῄρηται, τοῦτο δὲ ἀλέαν παρέχει· θερμὸν γὰρ τὸ λιπαρόν. ἢ ὅτι εὐπνούστερα τὰ σώματα καὶ ἀραιότερα διὰ τὸ τὸ πῖον καὶ τὸ περίττωμα ἐξῃρῆσθαι, ὥστε οὐδὲν ἀποστέγειν τὸ ψῦχος; ἢ διὰ τὴν τῶν πόρων ἀποστόμωσιν τοῖς ἱδρῶσιν οἷον πολλαὶ θύραι ἐξῄρηνται;
Διὰ τί φρίττουσι καὶ τῷ θερμῷ καὶ τῷ ψυχρῷ προσχεόμενοι; ἄτοπον γὰρ τὰ ἐναντία τοῦ αὐτοῦ εἶναι αἴτια. ἢ διότι ὑπὸ μὲν τοῦ ψυχροῦ προσχεόμενοι τὸ ἐντὸς θερμὸν σβεννύμενον ποιεῖ τὴν φρίκην, ὑπὸ δὲ τοῦ θερμοῦ τὸ ἐκτὸς ψυχρὸν ἀντιπεριιστάμενον εἰς ἓν καὶ ἀθροιζόμενον τῇ φυγῇ ἔσω; ὥστε ὑπὸ τοῦ αὐτοῦ ἄμφω γίνεται, ἀλλ’ ὁτὲ μὲν ὑπὸ τοῦ ἔσω, ὁτὲ δὲ ὑπὸ τοῦ ἔξωθεν.
Διὰ τί φρίττουσιν αἱ τρίχες ἐν τῷ δέρματι; ἢ ὅταν συσπάσωσι τὸ δέρμα, εἰκότως ἐξανέστησαν· συσπῶσι δὲ καὶ ὑπὸ ῥίγους καὶ ὑπ’ ἄλλων παθῶν.
Διὰ τί ἐν τῇ τελευταίᾳ προέσει τοῦ οὔρου φρίττομεν; ἢ ὅτι ἐνόντος μὲν τοῦ ὑγροῦ θερμοῦ πλήρεις ἥ τε κύστις καὶ οἱ περὶ αὐτὴν πόροι, ἐξελθόντος δὲ ἀέρος ψυχροῦ ἐνέπλησεν· οὐδὲν γὰρ κενὸν δεῖ εἶναι, ἀλλ’ ἢ ἀέρος ἢ σώματος πλῆρες. ἅτε οὖν εἰσεληλυθότος ψυχροῦ ἀέρος εἰκότως φρίττειν συμβαίνει.
Διὰ τί τῶν ῥιγώντων ἡ γλῶττα, καθάπερ τῶν μεθυόντων, πταίει; πότερον ὑπὸ τοῦ ψύχους πηγνυμένη καὶ σκληρυνομένη δυσκίνητος γίνεται, τούτου δὲ συμβαίνοντος οὐ δύναται σαφηνίζειν; ἢ τῶν ἐκτὸς πυκνουμένων διὰ τὸ ψῦχος εἴσω συρρυὲν τὸ ὑγρὸν ἐξυγραίνει τὴν γλῶτταν, διόπερ οὐ δύναται ἡ γλῶττα τὸ αὑτῆς ποιεῖν, καθάπερ εἴρηται καὶ ἐπὶ τῶν μεθυόντων. ἢ διὰ τὸν ἀπὸ τοῦ ῥίγους τρόμον ἀτάκτου τῆς κινήσεως οὔσης οὐ δύναται τὰ λεγόμενα διαρθροῦν ἡ γλῶττα· διόπερ καὶ πταίει.
Διὰ τί τῶν ῥιγώντων ὀρθαὶ αἱ ἐν τῷ σώματι τρίχες γίνονται; ἢ διότι ἀπὸ τῆς καταψύξεως τὸ θερμὸν εἰς τὸν ἐντὸς τόπον ἀθροίζεται, ἐκλείποντος δ’ ἐκ τῆς σαρκὸς τοῦ
Διὰ τί τοῦ χειμῶνος τρέχοντες μᾶλλον ῥιγῶμεν ἢ ἑστῶτες; ἢ ὅτι ὁ ἀὴρ ὁ περὶ τὸ σῶμα ἑστώτων μέν, ἐπειδὰν ἅπαξ συνθερμανθῇ, οὐκέτι ἐνοχλεῖ, τρεχόντων δὲ ἀεὶ ἄλλος καὶ ἄλλος προσπίπτει ψυχρὸς ὤν, διόπερ μᾶλλον ῥιγῶμεν; ἔτι δὲ καὶ κινούμενος ψυχρότερος γίνεται ὁ ἀήρ· τοῦτο δὲ ἐν τῷ τρέχειν μάλιστα συμπίπτει.
Διὰ τί ὑποφαύσκοντος μᾶλλον ψῦχος [ἢ] ἐγγυτέρω τοῦ ἡλίου ὄντος; ἢ ὅτι πλείων 〈ὁ〉 χρόνος τῆς τοῦ ἡλίου ἀπουσίας, ὥστε μᾶλλον ἀπέψυκται ἡ γῆ; ἢ ὅτι πρὸς ἡμέραν ἡ δρόσος πίπτει ὥσπερ πάχνη, ταῦτα δὲ ψυχρά; ἢ καὶ ταῦτα πίπτει διὰ τὸ κρατεῖσθαι τὸ ἀναφερόμενον θερμόν, κρατεῖται δὲ διὰ τὴν τοῦ ἡλίου ἀπουσίαν· διὸ καὶ πλεῖον μὲν ἀπέχοντος οὐ πίπτει, ἐγγυτέρω δὲ ὄντος πίπτει καὶ πήγνυται· διότι μᾶλλον ἀπέψυκται ὁ τόπος, πλείω χρόνον τοῦ ἡλίου ἀπόντος. ἢ ὅτι πρὸς ἡμέραν μᾶλλον τὰ ἐκ νυκτῶν πνεύματα τῆς ψύξεως; ἢ ἡμῖν δοκεῖ μᾶλλον εἶναι ψῦχος διὰ τὸ πεπέφθαι τὰ σιτία; κενώτεροι δὲ ὄντες δυσριγότεροι. σημεῖον δὲ τὸ μετὰ τοὺς ἐμέτους μάλιστα ῥιγᾶν.
Διὰ τί πονοῦσιν, ὅταν ῥιγῶντας πρὸς τὸ πῦρ φέρωσιν· ὅταν δὲ κατὰ μικρὸν χλιαίνωσιν, οὔ; ἢ ὅτι ὅλως ἐκ τῶν ἐναντίων
Διὰ τί ψυχθέντες μᾶλλον ἀπὸ τῆς αὐτῆς θερμασίας καιόμεθα καὶ ἀλγοῦμεν; πότερον διὰ πυκνότητα στέγει ἡ σὰρξ τὸ προσπῖπτον θερμόν; διὸ μόλιβος ἐρίου θερμότερος. ἢ βίαιος γίνεται τοῦ θερμοῦ ἡ δίοδος διὰ τὸ πεπηγέναι ὑπὸ τοῦ ψύχους τοὺς πόρους.
Διὰ τί οἱ ὀργιζόμενοι οὐ ῥιγῶσιν; ἢ ὅτι ἡ ὀργὴ τῇ δειλίᾳ ἐναντίον καὶ ὁ θυμός; ἔστι δὲ ἡ μὲν ὀργὴ ἀπὸ τοῦ πυρός· πολὺ γὰρ τὸ πῦρ κατέχοντες εἴσω χλιαίνονται. μάλιστα δ’ ἔστιν ἐπὶ τῶν παιδίων καταμαθεῖν. οἱ μὲν γὰρ ἄνδρες βλάπτονται, τὰ δὲ παιδία πρῶτον μὲν τὸ πνεῦμα πολὺ ἀναλαμβάνουσιν, εἶτα ἐρυθριῶσιν· πολὺ γὰρ εἴσω ὂν τὸ θερμὸν καὶ ἐξυγραῖνον ἐρυθριᾶν ποιεῖ, ἐπεὶ εἴ τις αὐτοῖς πολὺ τοῦ ψυχροῦ προσχέοι, παύσοιντ’ ἂν ὀργιζόμενοι· κατασβεσθείη γὰρ ἂν αὐτῶν τὸ θερμόν. οἱ δὲ δειλοὶ καὶ φοβούμενο τοὐναντίον. ῥιγῶσίν τε γὰρ καὶ ψυχροὶ καὶ ὠχροὶ γίνονται ἐκλείπει γὰρ τὸ θερμὸν αὐτοῖς ἐκ τῶν ἐπιπολῆς τόπων.
Διὰ τί, ὅταν φρίξωμεν, αἱ τρίχες ὀρθαὶ ἵστανται; ἢ διὰ τὸ ἐν ὑγρῷ πεφυκέναι κατακεκλεῖσθαι; κρατεῖ γὰρ τοῦ ὑγροῦ τὸ βάθος τῆς τριχός. ἡ δὲ φρίκη γίνεται ὑπὸ τοῦ ψυχροῦ, τὸ δὲ ψῦχος κατὰ φύσιν πήγνυσι τὸ ὑγρόν. ὅταν οὖν μεταβάλλῃ τὸ ὑγρόν, ἐξ οὗ πεφύκασιν αἱ τρίχες, καὶ παγῇ, μεταβάλλειν εἰκὸς καὶ τὰς τρίχας. εἰς μὲν οὖν τοὐναντίον εἰ μεταβάλλουσιν, ἢ ἐν ταὐτῷ μένουσιν, ἢ ἐπικρατήσει πάλιν ἡ θρὶξ τοῦ ὑγροῦ· οὐκ εἰκὸς δὲ πεπηγότος καὶ πεπυκνωμένου τοῦ ὑγροῦ τὴν τρίχα τῷ βάρει κρατεῖν. εἰ δὲ μηδαμόσε κεκλίσθαι δυνατὸν τὴν τρίχα τῷ τὸ ὑγρὸν πεπηγέναι,
Διὰ τί οἱ ῥιγῶντες μάλιστα οὐ καθεύδουσιν; ἢ διότι ὁ ῥιγῶν μᾶλλον κατέχει τὸ πνεῦμα ἢ ἐκπνεῖ, ὁ δὲ καθεύδων ἐκπνεῖ ἢ εἰσπνεῖ; ἐναντίως οὖν ποιεῖ ἔχειν τὸ ῥῖγος τῷ καθεύδειν.
Διὰ τί τοὺς μώλωπας κωλύει τὰ νέοδαρτα δέρματα προστιθέμενα, καὶ μάλιστα κριῶν, καὶ ᾠὰ ἐπικαταγνύμενα; ἢ ὅτι ἄμφω κωλύει τὴν ἄθροισιν τοῦ ὑγροῦ καὶ τὴν ἔπαρσιν; τὸ γὰρ ἀφηλκωμένον ἕλκει ἐπαίρεται διὰ τὴν θερμασίαν· τά τε δὴ ᾠὰ διὰ τὴν γλισχρότητα κατακολλῶντα κωλύει ἐπαίρεσθαι, καθάπερ καὶ τὰ καύματα, ὥσπερ καὶ ἡ κόλλα, καὶ τὰ δέρματα τῇ τε γλισχρότητι προσκολλᾶται, καὶ ἅμα τῇ θερμότητι συμπέττει καὶ παύει τὴν φλεγμασίαν· οὐδὲ γὰρ ἀφαιροῦσιν ἡμερῶν τινῶν. ἐξάγειν δὲ βούλονται τὴν φλεγμασίαν καὶ οἱ τῷ ἁλὶ καὶ τῷ ὄξει τρίβοντες.
Διὰ τί ἐν μὲν τῷ ἄλλῳ σώματι αἱ οὐλαὶ μέλαιναι, ἐν δὲ τῷ ὀφθαλμῷ λευκαί; ἢ ὅτι ἐναντίαν χρόαν ἡ οὐλὴ
Διὰ τί ὁ νάρθηξ τὰ κύκλῳ τῆς πληγῆς ποιεῖ ἐρυθρά, τὸ δὲ μέσον λευκόν; πότερον ὅτι ἀποπιέζει τὸ αἷμα ἐκ τοῦ μέσου, καθὸ μάλιστα προσπίπτει περιφερὴς ὤν; ἢ ἔδει ἐπανιέναι διά γε τοῦτο πάλιν· ἀλλ’ αἵματος συνδρομὴ τὸ ἐρύθημά ἐστιν, συνδρομὴ δ’ εἰς τὸν πληγέντα τόπον.
Διὰ τί τῷ μὲν νάρθηκι σφόδρα τυπτόμενον τὸ μέσον τῆς σαρκὸς λευκὸν γίνεται, τὸ κύκλῳ δὲ ἐρυθρόν, ξύλῳ δὲ ἐρυθρότερον τὸ μέσον; ἢ ὅτι ὁ μὲν νάρθηξ διὰ κουφότητα, ἐὰν σφόδρα πατάξῃ, τὸ ἐπιπολῆς διεσκέδασεν αἷμα, ὥστε ὅθεν μὲν ἐξέλιπεν, λευκὸν φαίνεται, οὗ δὲ πλέον ἦλθεν, ἐρυθρότερον. οἰδησάσης δὲ τῆς πληγῆς, οὐ ταχέως ἀποκαθίσταται τὸ σκεδασθὲν αἷμα διὰ τὸ ὀλίγον τε εἶναι καὶ τὴν φορὰν εἰς τὸ πρόσαντες εἶναι· πλήθει γὰρ βιασθὲν δεῖ τὴν
Διὰ τί αἱ οὐλαὶ μέλαιναι τῶν σπληνιώντων; ἢ ὅτι αἷμα διεφθαρμένον ἔχουσιν διὰ τὴν ἐκ τοῦ σπληνὸς σύμμιξιν νοσώδους αἵματος καὶ ὑδαροῦς; ἡ μὲν οὖν οὐλὴ τὸ δέρμα
Πότερον ὅσα τοῦ αὐτοῦ αἴτια τὴν αὐτὴν ἔχει δύναμιν εἰς τὸ ποιεῖν, ἢ οὔ; λέγω δὲ οἷον ἐπεὶ τὰ ὑπώπια καὶ ὁ χαλκὸς ἐξαίρει καὶ ἡ ῥαφανὶς καὶ ὁ κύαμος διαμασώμενος καὶ ὁ πνεύμων καὶ ἡ ἄργιλος καὶ ἕτερ’ ἄττα, τῇ αὐτῇ δυνάμει, ἢ ὁ μὲν χαλκὸς τῷ ἰὸν εἶναι, τὸν δὲ ἰὸν φαρμακώδη, ὁ δὲ κύαμος καὶ ὁ πνεύμων καὶ ἡ ἄργιλος τῷ ἐπισπᾶν ἐφ’ αὑτὰ διὰ μανότητα, ἄλλα δὲ δι’ ἑτέρας αἰτίας; ἢ τὸ μὲν ἔσχατον ἐπὶ πάντων τῶν τοιούτων ταὐτό (πολλὰ γὰρ καὶ ἐναντία τούτοις, καθάπερ καὶ τὸ θερμὸν καὶ τὸ ψυχρόν), τὰ δὲ πρὸ τούτων οὐδὲν κωλύει ἕτερα.
Διὰ τί αἱ μὲν ἄλλαι οὐλαὶ μέλαιναι γίνονται, αἱ δὲ ἐν τῷ ὀφθαλμῷ λευκαί; ἢ διότι μεταβάλλουσιν ἐν ᾧ ἂν ὦσι πρός τὰς χροιάς, ἐν δὲ τῷ ὀφθαλμῷ μέλανι ὄντι γίνονται, ὥστε ἀνάγκη λευκὰς γίνεσθαι.
Διὰ τί ἀλγεινοτέρα ἡ πληγὴ τοῦ νάρθηκος ἢ ἐνίων σκληροτέρων, ἐάν τις κατὰ λόγον σκοπῇ τύπτων; εὐλογώτερον γὰρ τὴν τοῦ σκληροτέρου εἶναι ἀλγεινοτέραν μᾶλλον γὰρ
Διὰ τί ἡ θαψία καὶ ὁ κύαθος τὰ ὑπώπια παύει, ἡ μὲν ἀρχόμενα, ὁ δὲ ὕστερον, ἐναντία ὄντα; ὁ μὲν γὰρ κύαθος ψυχρος, ὥσπερ καὶ ὁ ποιντής φησι ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν
, ἡ δὲ θαψία θερμὸν καὶ καυστικόν. ἢ ὁ μὲν κύαθος ὥσπερ τοῖς μικροψυχοῦσι τὸ ὕδωρ; ἀπαντῶσα γὰρ ἡ ψύξις κωλύει ἐξιέναι τὸ θερμὸν ἐκ τοῦ αἵματος ἐξ ἐπιπολῆς διὰ τὴν πληγὴν συνδραμόντος, καὶ ὅταν ἐξέλθῃ τὸ θερμόν, πηγνυμένου. ὥσπερ γὰρ ἂν εἰ ἔξω ὄν πήγνυται, καὶ ἐγγὺς τοῦ ἔξω τὸ αἷμα, ὅταν ᾖ ὑπὸ τὸ δέρμα, κωλυθέντος διεξιέναι τοῦ θερμοῦ, διὰ τὴν ψυχρότητα τοῦ χαλκοῦ 〈οὐ〉 πήγνυται, ἀλλὰ πάλιν διαχεῖται καὶ ἐπανέρχεται ὅθεν συνέδραμεν. ἡ δὲ θαψία θερμὴ οὖσα τὸ αὐτὸ ποιεῖ· κωλύει γὰρ πήγνυσθαι θερμὴ οὖσα.
Διὰ τί τὰ ὑπώπια διαλύεται προσέχουσιν τὰ χαλκᾶ, οἷον κυάθους καὶ τὰ τοιαῦτα; ἢ διότι ψυχρὸν ὁ χαλκός ἐστιν; κωλύει οὖν τὸ θερμὸν ἐξιέναι ἐκ τοῦ συνιόντος αἵματος ὑπὸ τῆς πληγῆς, οὗ ἐξελθόντος ἐκ τοῦ ἐπιπολῆς γίνεται ὑπώπιον. διὸ καὶ ταχὺ δεῖ προστιθέναι πρὶν παγῆναι. καὶ ἡ θαψία δὲ μετὰ μέλιτος βοηθεῖ διὰ τὸ αὐτό· θερμὴ γὰρ οὖσα κωλύει ψύχεσθαι τὸ αἷμα.
Διὰ τί ποτε, ὅταν ἐν τῷ αὐτῷ τόπῳ πλεονάκις ἕλκος γένηται, ἡ οὐλὴ μέλαινα γίνεται; ἢ ὁπόταν γένηται ἕλκος, πᾶν ἀσθενές ἐστιν τοῦτο, καὶ ὅσῳ ἂν πλεονάκις, τοσούτῳ μᾶλλον· τὸ δὲ ἀσθενὲς κατεψυγμένον καὶ ὑγρότητος πλῆρες; διὸ καὶ μέλαν φαίνεται, εἰ τὰ μεγάλα ἕλκη καὶ
Διὰ τί ποτε πρὸς τὰ ὑπώπια τοὺς κυάθους προστιθέμμεθα; ἢ διότι, ὅταν πληγῶμεν, ὁ τόπος καταψύχεται, τὸ δὲ θερμὸν ὑποχωρεῖ. προστιθέμενος οὖν ὁ κύαθος, ψυχροῦ ὄντος τοῦ χαλκοῦ, διακωλύει τὸ θερμὸν ἐκπορεύεσθαι.
Διὰ τί ἐν ταῖς οὐλαῖς οὐ γίνονται τρίχες; ἢ ὅτι οἱ πόροι ἐπιτυφλοῦνται ἐξ ὧν αἱ τρίχες, καὶ παραλλάττουσιν;
Διὰ τί οἴδημα καὶ πελιώματα λαμβάνουσιν αἱ πληγαί; ἢ διότι κατὰ τοῦτον τὸν τόπον διασταλέντα τὰ ὑγρά, εἰς τοὺς πλησίον τόπους προσκόψαντα ἀποπάλλεται πάλιν καὶ τῇ κολλήσει τῶν ὑγρῶν συνήγαγεν; ἐὰν δὲ καὶ φλέβιά τινα ῥαγῇ, ὕφαιμος ἡ συνδρομὴ γίνεται.
Διὰ τί τὰ μὲν βήττει, τὰ δὲ οὔ, οἷον ἄνθρωπος μὲν βήττει, βοῦς δὲ οὔ; πότερον τῷ εἰς ἄλλο τι τρέπεσθαι τοῖς πλείστοις ζῴοις τὸ περίττωμα, ἀνθρώπῳ δὲ δεῦρο; ἢ ὅτι ἐγκέφαλον πλεῖστον καὶ ὑγρότατον ἔχει ὁ ἄνθρωπος, ἡ δὲ βὴξ καταρρέοντος γίνεται φλέγματος.
Διὰ τί ἀνθρώπῳ μόνῳ τῶν ζῴων αἷμα ῥεῖ ἐκ τῶν μυκτήρων; ἢ ὅτι ἐγκέφαλον ἔχει πλεῖστον καὶ ὑγρότατον, ἀφ’ οὗ αἱ φλέβες πληρούμεναι τοῦ περιττώματος διὰ τῶν πόρων προΐενται τὴν ῥύσιν; λεπτότερον γὰρ γίνεται τοῦ αἵματος τοῦ καθαροῦ τὸ νοσερόν, τοῦτο δέ ἐστι τὸ μιχθὲν τοῖς τοῦ ἐγκεφάλου περιττώμασιν, καὶ ἔστι καθάπερ ἰχώρ.
Διὰ τί τῶν ζῴων τὰ μὲν ὑπὸ σάρκα, τὰ δὲ κατὰ σάρκα πίονά ἐστιν, τὰ δὲ κατ’ ἀμφότερα; ἢ ὅσων μὲν πυκνὴ
Διὰ τί οἱ παῖδες καὶ αἱ γυναῖκες ἧττον ἔχουσι λεύκην τῶν ἀνδρῶν, καὶ τῶν μὲν γυναικῶν αἱ πρεσβύτιδες μᾶλλον; ἢ ὅτι ἡ λεύκη ἐστὶ πνεύματος ἔξοδος, ἔστι δὲ τὰ μὲν τῶν παίδων οὐκ εὔπνοα σώματα, ἀλλὰ πυκνά, καὶ τὰ τῶν γυναικῶν ἧττον ἢ τὰ τῶν ἀνδρῶν· εἰς τὰ καταμήνια γὰρ τρέπεται· δηλοῖ δὲ ἡ λειότης τὴν πυκνότητα τῆς σαρκός. τὰ δὲ τῶν πρεσβυτέρων καὶ τῶν γραῶν εὔπνοα· μόνα γάρ, ὥσπερ τὰ παλαιὰ οἰκοδομήματα, διεστῶσαν ἔχει τὴν σύνθεσιν τῶν μορίων.
Διὰ τί ἄνθρωπος μόνον ἴσχει λεύκην; πότερον ὅτι λεπτοδερμότατον τῶν ζῴων ἐστίν, ἄμα δὲ καὶ πνευματωδέστερον; σημεῖον δέ, ὅτι ἡ λεύκη ἐν τοῖς λεπτοδερμοτάτοις μάλιστα καὶ πρῶτον γίνεται μέρεσιν. ἢ διὰ ταῦτά τε, καὶ
Διὰ τί αἶγες μὲν καὶ πρόβατα ἀμέλγονται πλεῖστον γάλα, οὐ μέγιστον σῶμα ἔχοντα, ἄνθρωπος δὲ καὶ βοῦς ἔλαττον ὡς κατὰ λόγον; πότερον ὅτι εἰς τὸ σῶμα ἀναλίσκεται,
Διὰ τί τῶν ζῴων τὰ μέν, μεταβάλλοντα τὰ ὕδατα, μεταβάλλει τὰς χρόας καὶ ὅμοια γίνεται τοῖς ἐκεῖ, οἷον αἶγες, τὰ δὲ οὔ, οἷον ἄνθρωποι; καὶ ὅλως δὲ διὰ τί τὰ μὲν μεταβάλλει, τὰ δὲ οὔ, οἷον κόραξ οὐ μεταβάλλει; ἢ ὧν μὲν οὐ κρατεῖ ἡ φύσις τοῦ ὑγροῦ, ὥσπερ ἡ τῶν ὀρνέων (διὸ καὶ κύστιν οὐκ ἔχει), οὐ μεταβάλλει; καὶ διὰ τί οὐκ αὐτά, ἀλλὰ τὰ ἔκγονα μεταβάλλει; ἢ ὅτι ἀσθενέστερα τὰ νέα τῶν γεννησάντων;
Διὰ τί τὰ ἄρσενα μείζω τῶν θηλειῶν ὡς ἐπίπαν ἐστίν; πότερον ὅτι θερμότερα, τοῦτο δὲ αὐξητικόν; ἢ ὅτι ὁλόκληρα, τὰ δὲ πεπήρωται; ἢ ὅτι τὰ μὲν ἐν πολλῷ χρόνῳ τελειοῦται, τὰ δὲ ἐν ὀλίγῳ;
Διὰ τί τὰ μὲν ταχυτόκα τῶν ζῴων ἐστίν, τῶν δὲ πολυχρόνιος ἡ κύησις; ἢ ὅτι τὰ μακροβιώτερα βραδύτερον πέφυκεν τελειοῦσθαι; ἔστι δὲ βραδυτόκα τὰ μακρόβια. οὐ μέντοι τὰ μάλιστα, οἷον ἵππος ἀνθρώπου βραδυτοκώτερον μέν, ὀλιγοχρονιώτερον δέ. τούτου δὲ αἴτιον ἡ σκληρότης τῶν ὑστερῶν· ὥσπερ γὰρ ἡ ξηρὰ γῆ οὐ ταχὺ ἐκτρέφει, οὕτω καὶ ἡ τοῦ ἵππου ὑστέρα.
Διὰ τί τοῖς ἄλλοις ζῴοις τὰ ἔκγονα μᾶλλον τὰς
Διὰ τί οἱ λευκοὶ ἄνθρωποι καὶ ἵπποι ὡς ἐπὶ τὸ πολὺ γλαυκοί; ἢ διότι τριῶν χρωμάτων ὄντων τοῖς ὄμμασιν, μέλανος καὶ αἰγωποῦ καὶ γλαυκοῦ, τῷ τοῦ σώματος χρώματι καὶ τὸ τοῦ ὀφθαλμοῦ χρῶμα ἀκολουθεῖ, τοῦτο δέ ἐστι γλαυκότης.
Διὰ τίνα αἰτίαν οἱ νάνοι γίνονται; ἔτι δὲ μᾶλλον καθόλου, διὰ τί τὰ μὲν ὅλως μεγάλα, τὰ δὲ μικρά; εἶτα οὕτω σκεπτέον. δύο δὴ τὰ αἴτια· ἢ γὰρ ὁ τόπος ἢ ἡ τροφή. ὁ μὲν οὖν τόπος, ἐὰν ᾖ στενός, ἡ δὲ τροφή, ἐὰν ὀλίγη, ὥσπερ καὶ ἤδη γεγενημένων πειρῶνται μικροποιεῖν, οἷον οἱ τὰ κυνίδια τρέφοντες ἐν τοῖς ὀρτυγοτροφείοις. ὅσοις μὲν οὖν ὁ τόπος αἴτιος, οὗτοι πυγμαῖοι γίνονται. τὰ μὲν γὰρ πλάτη καὶ [τὰ] μήκη ἔχοντες γίνονται κατὰ τὸ τῶν τεκόντων μέγεθος, μικροὶ δὲ ὅλως. τούτου δὲ αἴτιον, ὅτι διὰ τὴν στενότητα τοῦ τόπου συγκλώμεναι αἱ εὐθεῖαι καμπύλαι γίνονται. ὥσπερ οὖν οἱ ἐπὶ τῶν καπηλείων γραφόμενοι μικροὶ μέν εἰσι, φαίνονται δ’ ἔχοντες πλάτη καὶ βάθη, ὁμοίως συμβαίνει καὶ τοῖς πυγμαίοις. ὅσοι δὲ διὰ τροφῆς ἔνδειαν ἀτελεῖς γίνονται, οὗτοι καὶ παιδαριώδη τὰ μέλη ἔχοντες φαίνονται. καὶ ἐνίους ἰδεῖν ἔστι μικροὺς μὲν σφόδρα, συμμέτρους δέ, ὥσπερ τὰ Μελιταῖα κυνίδια. αἴτιον δὲ ὅτι οὐχ ὡς ὁ τόπος ἡ φύσις ποιεῖ.
Διὰ τί τῶν ζῴων τὰ μὲν ἐξ ἀλλήλων γίνεται, τὰ δὲ ἔκ τινων συγκρινομένων ὁμοίως τῆς ἐξ ἀρχῆς γενέσεως αὐτοῖς ὑπαρξάσης; καθάπερ οἱ περὶ φύσεως λέγοντες λέγουσιν καὶ τὴν ἐξ ἀρχῆς γένεσιν τῶν ζῴων γενέσθαι, διὰ τὰς μεταβολὰς καὶ μετακινήσεις τοῦ κόσμου καὶ τοῦ παντὸς οὕτω μεγάλας· καὶ νῦν εἴπερ μέλλει πάλιν ἔσεσθαι, τοιαύτας τινὰς ὑπάρξαι δεῖ κινήσεις; ἡ μὲν γὰρ ἀρχὴ παντὸς ἔργου μέγιστον· ἥμισυ γάρ. τὸ δὲ σπέρμα ἀρχή. τῶν μὲν οὖν μικρῶν ὅσα γίνεται μὴ ἐξ ἀλλήλων, αἴτιον τοιαῦτα γενέσθαι ὥσπερ ἐξ ἀρχῆς ἐγεννήθησαν ἡ τοῦ σπέρματος μικρότης· τοῦ γὰρ ἐλάττονος καὶ ἡ ἀρχὴ ἐλάττων. ὥστε ἱκαναὶ καὶ αἱ τούτου μεταβολαὶ πρὸς τὸ γεννῆσαι αὐτῷ τὸ σπέρμα, ὅπερ συμβαίνει· γίνονται γὰρ ἐν ταῖς μεταβολαῖς μάλιστα. τοῖς δὲ μείζοσι μείζονος δεῖ καὶ μεταβολῆς.
Διὰ τί τὰ μὲν πολύτεκνα τῶν ζῴων, οἷον ὗς, κύων,
Διὰ τί ἐλάχιστον διάστημα τῶν ὀμμάτων ὁ ἄνθρωπος ἔχει τῶν ζῴων κατὰ μέγεθος; ἢ διότι μάλιστα κατὰ φύσιν ἔχει τῶν ἄλλων, ἡ δὲ αἴσθησις φύσει τὸ ἔμπροσθεν· ἐφ’ ὃ γὰρ ἡ κίνησις, τοῦτο δεῖ προορᾶν. ὅσῳ δ’ ἂν ᾖ πλεῖον τὸ διάστημα τῶν ὀμμάτων, τοσούτῳ μᾶλλον αἱ ὄψεις ἔσονται ἐν τῷ πλαγίῳ. εἰ οὖν ἔχειν δεῖ κατὰ φύσιν, ὅτι ὀλίγιστον δεῖ τὸ διάστημα εἶναι· οὕτω γὰρ εἰς τὸ πρόσθεν μάλιστα πορεύσεται. ἔτι δὲ τοῖς ἄλλοις ζῴοις, ἐπεὶ χεῖρας οὐκ ἔχουσιν, ἀναγκαῖον παρορᾶν εἰς τὰ πλάγια.
Διὰ τί τὰ ἄλλα ζῷα τὰ μὲν οὐκ ἐξονειρώττει, τὰ δὲ ὀλιγάκις; πότερον ὅτι οὐδὲν ὕπτιον κατάκειται, ἐξονειρώττει δὲ οὐδὲν μὴ ὕπτιον; ἢ ὅτι οὐκ ἐνυπνιάζει τὰ ἄλλα ὁμοίως, ὁ δὲ ἐξονειρωγμὸς μετὰ φαντασίας γίνεται.
Διὰ τί τῶν ζῴων τὰ μὲν κινεῖ τὴν κεφαλήν, τὰ δὲ οὐ κινεῖ; ἢ ὅτι ἔνια οὐκ ἔχει αὐχένα; διὸ ταῦτα οὐ κινεῖ τὴν κεφαλήν.
Διὰ τί ἄνθρωπος πτάρνυται τῶν ζῴων μάλιστα; πότερον ὅτι τοὺς πόρους εὐρεῖς ἔχει δἰ ὧν τὸ πνεῦμα καὶ ὀσμὴ εἰσέρχεται; τούτοις γὰρ πληρουμένοις πνεύματος πτάρνυται. ὅτι δὲ εὐρεῖς, σημεῖον ὅτι ἥκιστα ὀσφραντικὸν τῶν ἄλλων ζῴων· ἀκριβέστεροι δὲ οἱ λεπτότεροι. εἰ οὖν εἰς μὲν τοὺς εὐρεῖς πλέον καὶ πλεονάκις εἰσέρχεται τὸ ὑγρόν, οὗ πνευματουμένου ὁ πταρμὸς γίνεται, τοιούτους δὲ μάλιστα τῶν ζῴων οἱ ἄνθρωποι ἔχουσι, πλειστάκις ἂν πτάρνοιντο εἰκότως. ἢ ὅτι ἐλάχιστοι κατὰ τὸ μῆκος οἱ μυκτῆρες, ὥστε τὸ θερμανθὲν ὑγρὸν ταχὺ δύναται πνεῦμα γίνεσθαι. ἐν δὲ τοῖς ἄλλοις διὰ μῆκος καταψύχεται πρότερον.
Διὰ τί ἡ γλῶττα οὐδενὸς πιερὰ τῶν ζῴων; ἢ ὅτι τὸ πῖον πυκνόν, ἡ δὲ γλῶττα ἀραιὰ φύσει ἐστίν, ὅπως τοὺς χυμοὺς γνωρίζῃ;
Διὰ τί τὰ θήλεα συντάσει οὐρεῖ, τὰ δὲ ἄρρενα οὔ; ἢ ὅτι πορρώτερόν ἐστιν ἡ κύστις ἡ τῶν θηλειῶν, καὶ εἰς βάθος καὶ μῆκος; μεταξὺ γὰρ αὐτῶν ἡ μήτρα τῆς ἕδρας καὶ
Διὰ τί τῶν ζῴων ὅσα μὴ πέτεται, πάντα ἀποβάλλει τὰς χειμερινὰς τρίχας, πλὴν ὑός; καὶ γὰρ κύων ἀποβάλλει καὶ βοῦς. ἢ ὅτι θερμότατον ἡ ὗς ἐστίν καὶ ἐκ θερμοῦ πεφύκασιν αἱ τρίχες αὐτῇ; τοιοῦτον γάρ ἐστι τὸ λιπαρόν. τῶν μὲν οὖν ἄλλων ἢ διὰ τὸ ἀποψύχεσθαι τὸ ὑγρὸν ἀποπίπτουσιν, ἢ πέττειν τροφὴν οὐ δυναμένης τῆς οἰκείας θερμότητος, ἢ διὰ τὸ μηδὲν πάσχειν τὴν ὑγρότητα τὴν ἐν αὐτῇ, διὰ τὸ πέττεσθαι καλῶς τὴν τροφήν, οὐκ ἀποβάλλει τὰς τρίχας. ὁπότε γὰρ ἡ αἰτία τῆς ἀποβολῆς ἐστίν, ἱκανὴ ἡ πιότης κωλῦσαι. πρόβατα δὲ καὶ ἄνθρωποι διὰ πλῆθος καὶ πυκνότητα τῆς τριχὸς ἀπαθῆ ἐστίν. οὐ γὰρ διικνεῖται ἡ ψύξις εἰς βάθος, ὥστε πῆξαι τὴν ὑγρότητα ἢ πέψαι κωλῦσαι τὴν θερμότητα.
Διὰ τί τῶν μὲν προβάτων μαλακώτεραι αἱ τρίχες ἀναφύονται τιλλόμεναι, τῶν δὲ ἀνθρώπων σκληρότεραι; ἢ ὅτι τῶν μὲν προβάτων ἐκ τοῦ ἐπιπολῆς πεφύκασιν; διὸ καὶ ἀλύπως ἐκσπῶνται, μενούσης τῆς ἀρχῆς τῆς τροφῆς ἀδιαφθόρου, ἥ ἐστιν ἐν σαρκί. τὰ μὲν οὖν περιττώματα ἀνοιχθέντων ἐξατμίζει μᾶλλον, τὸ δὲ ἔριον σαρκὸς οἰκείαν τροφὴν λαμβάνει· σὰρξ δὲ μαλακοῖς καὶ γλυκέσι τρέφεται. αἱ δὲ τῶν ἀνθρώπων τρίχες ἐκ βάθους πεφυκυῖαι βίᾳ καὶ μετ’ ἀλγηδόνος ἐκσπῶνται. δῆλον δέ· ἐπισπῶνται γὰρ αἷμα. τραυματιζομένου οὖν τοῦ τόπου συμβαίνει αὐτὸν καὶ οὐλοῦσθαι. διὸ τέλος μὲν συμβαίνει γίνεσθαι τοῖς τιλλομένοις· ἕως δ’ ἂν ἀνίωσι τρίχες, σκληρὰς ἀνιέναι διὰ τὸ τὴν μὲν τροφώδη τῆς σαρκὸς ἐκλελοιπέναι πᾶσαν τροφήν, ἐκ περιττωμάτων δ’ αὐτὰς γίνεσθαι. σημεῖον δέ· τῶν μὲν γὰρ πρὸς μεσημβρίαν πάντων σκληραί εἰσιν αἱ τρίχες διὰ τὸ τὸ ἐκτὸς θερμὸν εἰς βάθος διικνούμενον
Διὰ τί αἱ μὲν τῶν προβάτων τρίχες ὅσῳ ἂν μακρότεραι ὦσι, σκληρότεραι γίνονται, αἱ δὲ τῶν ἀνθρώπων μαλακώτεραι; ἢ ὅτι αἱ τῶν προβάτων, οἵαν εἴρηται τροφὴν ἔχουσαι, μακρὰν τῆς ἀρχῆς ἀπαρτώμεναι ἀτροφώτεραί εἰσι, καὶ ῥᾳδίως ἐξ αὐτῶν ἐξατμίζεται ὑπὸ τοῦ
Διὰ τί οἱ ἄνθρωποι καὶ οἱ ὄρνιθες οἱ δασεῖς λάγνοι εἰσίν; ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ τὴν φύσιν εἰσί, δεῖ δὲ ἀμφοῖν πρὸς τὴν ὀχείαν. τὸ μὲν γὰρ θερμὸν ἐκκρίνει, τὸ δὲ ὑγρὸν ἐκκρίνεται. διὰ τὸ αὐτὸ δὲ καὶ οἱ χωλοὶ ἄνδρες· ἡ γὰρ τροφὴ αὐτοῖς ὀλίγη κάτω μὲν ἀφικνεῖται διὰ τὴν ἀναπηρίαν τῶν σκελῶν, εἰς δὲ τὸν ἐπάνω τόπον ἔρχεται πολλὴ καὶ εἰς σπέρμα συγκρίνεται.
Διὰ τί ὁ ἄνθρωπος χαίτην οὐκ ἔχει; ἢ διότι πώγωνα ἔχει, ὥστε ἡ ἐκεῖ ἀπελθοῦσα τροφὴ τῆς τοιαύτης περιττώσεως εἰς τὰς σιαγόνας ἔρχεται;
Διὰ τί πάντα τὰ ζῷα ἀρτίους τοὺς πόδας ἔχει; ἢ ὅτι οὐκ ἐνδέχεται κινεῖσθαι μὴ ἑστηκότος τινός, ἂν μὴ ἅλληται; ἐπεὶ τοίνυν ἐκ δυοῖν τινοῖν κίνησιν ἀνάγκη τῇ πορείᾳ εἶναι, ἔκ τε κινήσεως καὶ στάσεως, ταῦτα δὲ δύο καὶ ἄρτια ἤδη. καὶ τετράποδα, διότι πλείους· τοὺς μὲν γὰρ δύο κινεῖ, οἱ δὲ δύο ἑστήκασι, καὶ οἱ ἕξ· καὶ τὰ ἄλλα δὲ δύο ἔτι· τούτων δὲ τὸ μὲν κινεῖται, τὸ δὲ ἕστηκεν.
Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; ἢ διότι τοῖς μὲν ἄλλοις ζῴοις ἐστὶ τὸ δέρμα μέρος τῆς σαρκός, ἀνθρώπῳ δὲ καθάπερ πάθος σαρκός; δοκεῖ γὰρ αὐτοῖς τὸ ἐπιπολῆς καταψυχόμενον στερεώτερον γίνεσθαι, καθάπερ τῶν ἑφθῶν ἀλεύρων αἱ γραῖαι καλούμεναι. ἐπεὶ οὖν κἀκεῖναί εἰσιν ἄλευρον ἑφθόν, καὶ τὸ τοῦ ἀνθρώπου καλούμενον δέρμα σὰρξ ἂν εἴη τραυματισθέντος δὲ ἢ τριβέντος ἀνθρώπου μὲν τὴν σάρκα συμβαίνει πυκνοῦσθαι· διὸ ἠλλοιωμένης τῆς ἐπιπολῆς σαρκὸς οὐ τὴν αὐτὴν φύσιν λαμβάνει τὰ τραύματα ἧπερ καὶ ἐκ γενετῆς· ἀλλοιωθείσης δ’ αὐτῆς μὴ γίνεσθαι ἔτι τὸ ἐξ αὐτῆς οὐθὲν ἄτοπον, καθάπερ καὶ ἐκ τῶν ἀλωπεκιῶν καλουμένων· καὶ γὰρ αὗται τῆς ἐπιπολῆς σαρκὸς φθοραὶ καὶ ἀλλοιώσεις εἰσίν. τῶν δὲ ὑποζυγίων τριβέντων καὶ ὑγιαζομένων
Διὰ τί ἐν μὲν τοῖς ἄλλοις ζῴοις διαμένει ὁμοίως τὰ δίδυμα, θήλεος καὶ ἄρσενος ὄντος, ἐν δὲ τοῖς ἀνθρώποις οὔ; ἢ διότι τούτῳ ἀσθενῆ μάλιστα τὰ δίδυμα· μονοτόκον γάρ ἐστιν. ἐν δὲ τοῖς διδύμοις παρὰ φύσιν τὸ θῆλυ γίνεσθαι καὶ ἄρρεν, ὥστε ὃ μάλιστά ἐστι παρὰ φύσιν, τοῦτο καὶ ἀσθενέστατον.
Διὰ τί τοῖς μὲν ἵπποις καὶ τοῖς ὄνοις ἐκ τῶν οὐλῶν φύονται τρίχες, τοῖς δὲ ἀνθρώποις οὔ; ἢ διότι ἡ οὐλὴ κωλύει διὰ τὴν πύκνωσιν ἢ διὰ τὸ φθείρειν τὴν τροφήν; τοῖς μὲν οὖν ἀνθρώποις παντελῶς κωλύει διὰ τὴν ἀσθένειαν τῆς τριχός, τοῖς δὲ ἵπποις οὐκ ἐκώλυσεν, διέφθειρε δέ.
Διὰ τί τοῖς ζῴοις ἄρτιοι πόδες; ἢ ὅτι παντὸς μὲν τοῦ κινουμένου ἀνάγκη τι ἠρεμεῖν, συνέβαινεν δὲ περιττῶν ὄντων μὴ γίνεσθαι τοῦτο· ὅπερ κατὰ τὴν ἀντιστοιχίαν τῶν ποδῶν ἦν ἡ κίνησις.
Διὰ τί ἐλάττω χρόνον τὰ ζῷα καθεύδει ἢ ἐγρήγορεν, οὐ συνεχῶς δέ; ἢ διὰ τὸ μὴ ἅμα πᾶσαν πέττεσθαι τὴν περίττωσιν; ἀλλ’ ὅταν τι πεφθῇ, κουφισθὲν διεγείρεται. καὶ πλεονάκις δ’ ἐγείρονται, ὅσοις ψυχρὸς ὁ τόπος ὁ πέττων ἐστὶν τὴν περίττωσιν· ταχὺ γὰρ παύεται καὶ πολλάκις, ἡ δὲ διάπαυσις ἔγερσίς ἐστιν. ἡδὺ δέ, οὐδὲ εἰκός, διὰ τὸ ἀνάπαυσιν εἶναι φαίνεται. ἀλλ’ οὐδ’ ἐνταῦθα πλείω χρόνον ἡ ἀνάπαυσις γίνεται τῶν κατὰ φύσιν ἔργων· οὐδ’ εἰ τὸ ἐσθίειν ἥδιον τοῦ μή, ὅμως πλείω χρόνον ἐσθίουσιν ἢ ἀσιτοῦσιν.
Διὰ τί τῶν ζῴων τὰ μὲν εὐθὺς ἀκολουθεῖ τοῖς γεννήσασι, τὰ δ’ ὀψέ, οἷον ἄνθρωπος, ἢ μόλις, ἢ οὐδέποτε; ἢ διότι τὰ μὲν ταχὺ ἀπολαμβάνει τὸ γνωρίζειν, τὰ δ’ ὀψέ; καὶ τὰ μὲν ἀναίσθητα τοῦ ὠφελοῦντος, τὰ δὲ ἔχει αἴσθησιν. ὅσα μὲν οὖν ἄμφω ἔχει ταῦτα (λέγω δ’ οἷον καὶ αἴσθησιν
Διὰ τί λεύκη οὐ γίνεται τοῖς ἄλλοις ζῴοις; πότερον ὅτι τοῖς μὲν ἄλλοις νόσημα, τοῖς δὲ ἀνθρώποις γίνεται διάλευκα
Διὰ τί δὲ ἐν μὲν τῇ λεύκῃ πολιαὶ γίνονται, ὅπου δὲ πολιαί, οὐκ ἀεὶ λεύκη; ἢ διότι αἱ τρίχες ἐκ τοῦ δέρματός εἰσιν, ἡ δὲ πολιὰ ὥσπερ σαπρότης τις τῶν τριχῶν ἐστιν. ὅταν μὲν οὖν τὸ δέρμα κάμνῃ, ἀνάγκη καὶ τὴν τρίχα ἐξ ἐκείνου οὖσαν κάμνειν· ὅταν δὲ ἡ θρίξ, οὐκ ἀνάγκη τὸ δέρμα.
Διὰ τί τῶν ζῴων τὰ μὲν χαλεπά ἐστι μετὰ τὸν τόκον, οἷον κύων καὶ ὗς, τὰ δὲ οὐδὲν ἐπιδήλως, οἷον γυνή, πρόβατον; ἢ ὅτι ὅσα μὲν περιττωματικὰ πραέα; ἀπέρχεται γὰρ ἐν τῷ τόκῳ τὰ λυποῦντα. ὅσοις δὲ ἀπὸ τῶν εὖ ἐχόντων γίνεται ἡ ἀφαίρεσις, ...ὥστε ἡ ἰσχνότης ποιεῖ διὰ τὴν ἕξιν τὴν ὀργήν, ὥσπερ καὶ αἱ ἀλεκτορίδες οὐ τεκοῦσαι χαλεπαί, ἀλλ’ ἐπῳάζουσαι, διὰ τὴν ἀσιτίαν.
Διὰ τί οἱ εὐνοῦχοι τὰ μὲν ἄλλα εἰς τὸ θῆλυ διαφθειρόμενοι μεταβάλλουσιν· καὶ γὰρ φωνὴν θηλυκὴν ἴσχουσιν καὶ ὀξύτητα καὶ ἀναρθρίαν, καὶ οὕτω σφόδρα μεταπίπτουσιν ὡς καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰ ἐκτεμνόμενα. ἐναντίως δ’ οἱ ταῦροι καὶ οἱ κριοὶ τὰ κέρατα ἴσχουσι, διότι καὶ τὰ θήλεα ἐναντίως αὐτῶν ἔχει. διὸ οἱ μὲν μείζω ἐκτεμνόμενοι ἴσχουσιν, οἱ δὲ ἐλάττω. τὸ δὲ μέγεθος μόνον οἱ εὐνοῦχοι εἰς τὸ ἄρρεν μεταβάλλουσιν· μείζους γὰρ γίνονται. ἔστι δὲ τοῦτο τοῦ ἄρρενος· τὰ γὰρ θήλεα ἐλάττω ἐστὶ τῶν ἀρρένων. ἢ οὐδὲ τοῦτο εἰς τὸ ἄρρεν, ἀλλ’ εἰς τὸ θῆλυ; οὐ γὰρ εἰς πᾶν τὸ μέγεθος, ἀλλ’ εἰς τὸ μῆκος μόνον, τὸ δὲ ἄρρεν καὶ εἰς πλάτος καὶ εἰς βάθος· τότε γὰρ τετελείωται. ἔτι δὲ ὡς ἔχει τὸ θῆλυ πρὸς τὸ ἄρρεν, οὕτως αὐτοῦ τοῦ θήλεος ἡ παρθένος πρὸς τὴν γυναῖκα· ἡ μὲν γὰρ ἤδη γενναία, ἡ δὲ οὔ. εἰς τὴν τούτων οὖν μεταβάλλει· ἐπὶ μῆκος γὰρ ταύταις ἡ αὔξησις. διὸ καὶ Ὅμηρος εὖ τὸ μῆκος δ’ ἔπορ’ Ἄρτεμις ἁγνή,
ὡς διὰ τὴν παρθενίαν, ὅ εἶχε, δυναμένης δοῦναι. οὔκουν εἰς τὸ ἄρρεν κατὰ τὸ μέγεθος μεταβάλλει. οὐ γὰρ εἰς τὸ τέλειον μεταβάλλει. οἱ δὲ εὐνοῦχοι εἰς μέγεθος τὸ μῆκος ἐπιδιδόασιν.
Διὰ τί οἱ εὐνοῦχοι ἢ ὅλως οὐκ ἴσχουσιν ἢ ἧττον ἰξίας;
Διὰ τί μᾶλλον ἄνθρωπος πολλὰς φωνὰς ἀφίησιν, τὰ δὲ ἄλλα μίαν, ἀδιάφορα ὄντα τῷ εἴδει; καὶ τοῦ ἀνθρώπου μία φωνή, ἀλλὰ διάλεκτοι πολλαί.
Διὰ τί δὲ αὕτη ἄλλη, τοῖς δὲ ἄλλοις οὔ; ἢ ὅτι οἱ μὲν ἄνθρωποι γράμματα πολλὰ φθέγγονται, τῶν δὲ ἄλλων τὰ
Διὰ τί μόνον τῶν ἄλλων ζῴων ἄνθρωπος γίνεται ἰσχνόφωνον; πότερον ὅτι καὶ ἐνεόν, ἡ δὲ ἰσχνοφωνία ἐνεότης ἐστίν; ἀλλὰ δὴ καὶ οὐδ’ ὅλως πεπλήρωται τοῦτο τὸ μόριον. ἢ ὅτι κοινωνεῖ μᾶλλον λόγου, τὰ δ’ ἄλλα φωνῆς; ἔστι δὲ ἡ ἰσχνοφωνία οὐ κατὰ τὸ ὄνομα ἓν ἢ οὐδὲ συνεχῶς διεξιέναι.
Διὰ τί ἄνθρωπος γίνεται ἐκ γενετῆς χωλὸς μάλιστα τῶν ἄλλων ζῴων; πότερον ὅτι ἰσχυρὰ τῶν ἄλλων ἐστὶ σκέλη τῶν ζῴων; ὀστώδη γὰρ καὶ νευρώδη καὶ τετράποδα καὶ οἱ ὄρνιθες ἔχουσιν, οἱ δὲ ἄνθρωποι σαρκώδη· διὰ τὴν ἁπαλότητα οὖν θᾶττον πηροῦνται ἐν τῇ κινήσει. ἢ διότι μόνον τῶν ζῴων πολλοὺς ἔχει χρόνους τῆς γενέσεως; καὶ γὰρ ἑπτάμηνα καὶ ὀκτάμηνα καὶ δεκάμηνα γίνεται. τοῖς δ’ ἄλλοις εἷς χρόνος τῆς τελειώσεως γέγονεν οὐ διατρίψας· τοῖς δ’ ἀνθρώποις πολὺς ὁ χρόνος γίνεται τῆς ἐν πλήθει διατριβῆς, ὥστε κινουμένων διὰ τὸ ἁπαλὰ εἶναι καὶ θραύεται τὰ ἀκρωτήρια ἐν τῷ πλείονι χρόνῳ πλείω.
Διὰ τί οἱ εὐνοῦχοι ἑλκώδεις τὰς κνήμας ἴσχουσι καὶ σαπράς; πότερον ὅτι καὶ αἱ γυναῖκες, οἱ δ’ εὐνοῦχοι γυναικικοί; ἢ τοῦτο μὲν συμβέβηκεν, αἴτιον δὲ καὶ ταῖς γυναιξὶν ὅτι ἡ θερμότης κάτω ὁρμᾷ. δηλοῖ δὲ τὰ γυναικεῖα. διὸ οὐδὲ οἱ εὐνοῦχοι οὐδὲ γυναῖκες δασεῖς γίνονται, διὰ πολλὴν ὑγρότητα.
Διὰ τί τῶν ζῴων οὐθὲν λιθιᾷ ἀλλ’ ἢ ἄνθρωπος; ἢ ὅτι τῶν μὲν ὑποζυγίων καὶ τῶν πολυωνύχων οἱ πόροι τῆς κύστεως εὐρεῖς εἰσίν; ὅσα δὲ μὴ τὸ πρῶτον, ὕστερον δὲ ζῳοτοκεῖ
Διὰ τί οὐκ ἐρεύγεται τὰ ὑποζύγια, οὐδὲ οἱ βόες καὶ τὰ κερατοφόρα, οὐδὲ οἱ ὄρνιθες; ἢ διὰ ξηρότητα τῆς κοιλίας; ταχὺ γὰρ ἀναλίσκεται τὸ ὑγρὸν καὶ διηθεῖται· ἐμμένοντος δὲ καὶ πνευματουμένου γίνεται ὁ ἐρευγμός. τοῖς δὲ λοφούροις διὰ μῆκος τοῦ αὐχένος εἰς τὸ κάτω ὁρμᾷ τὸ πνεῦμα, διὸ καὶ ἀποψοφοῦσι μάλιστα. οἱ ὄρνιθες δὲ καὶ τὰ κερατοφόρα οὐ ποιεῖ οὐδέτερον. οὐδὲ ἐρεύγονται δὲ ὅσα μηρυκάζει, διὰ τὸ πολλὰς ἔχειν κοιλίας καὶ τὸν καλούμενον κεκρύφαλον· διὰ πολλῶν οὖν γίνεται καὶ ἄνω καὶ κάτω τῷ πνεύματι ἡ πορεία, καὶ φθάνει ἀναλισκόμενον τὸ ὑγρὸν πρὶν ἐμπνευματωθῆναι καὶ ποιῆσαι ἢ ἐρυγεῖν ἢ ψοφῆσαι.
Διὰ τί ὅσα μὲν ἥμερα τῶν ζῴων ἐστί, πάντως καὶ ἄγρια, ὅσα δὲ ἄγρια, οὐ πάντως ἥμερα; καὶ γὰρ ἄνθρωποί που φαίνονται ἄγριοι ὄντες καὶ κύνες ἐν Ἰνδοῖς καὶ ἵπποι καὶ
Διὰ τί τοῖς μὲν ἀνθρώποις οἱ ὀμφαλοὶ μεγάλοι γίνονται,
Διὰ τί τὰ μὲν τῶν ζῴων ἅπαξ ὀχεύεται, τὰ δὲ πολλάκις, καὶ τὰ μὲν ὥρᾳ ἔτους, τὰ δ’ ὅτε ἔτυχεν, ἄνθρωπος μὲν ἀεί, τὰ δὲ ἄγρια οὐ πολλάκις, καὶ ὗς μὲν ἄγριος ἅπαξ, ἥμερος δὲ πολλάκις; ἢ διὰ τὴν τροφὴν καὶ ἀλέαν καὶ πόνον; ἐν πλησμονῇ γὰρ Κύπρις. ἔπειτα τὰ αὐτὰ ἄλλοθι μὲν ἅπαξ τίκτει, ἄλλοθι δὲ πλεονάκις, οἷον τὰ πρόβατα ἐν Μαγνησίᾳ καὶ Λιβύῃ τίκτει δίς. τὸ δ’ αἴτιον ἡ πολυχρονία τοῦ τόκου· οὐ γὰρ ἐπιθυμεῖ ὅταν πλησθῇ, ὥσπερ οὐδὲ τροφῆς τὰ πλήρη. τὰ δὲ κυοῦντα ἧττον ὀχείας ἐπιθυμεῖ διὰ τὸ μὴ γίνεσθαι τὴν κάθαρσιν.
Διὰ τί τῶν ἀνθρώπων οἱ ἀραιοὺς ἔχοντες τοὺς ὀδόντας βραχύβιοι ὡς ἐπὶ τὸ πολύ; ἢ ὅτι σημεῖον τοῦ τὸ ὀστοῦν πυκνὸν εἶναι, ὡς ὁ ἐγκέφαλος ἀσθενὴς οὐκ εὐπνοῶν, ὥστε ὑγρὸς ὢν τὴν φύσιν ταχὺ σήπεται; καὶ γὰρ τὰ ἄλλα μὴ κινούμενα καὶ ἀπατμίζοντα. διὸ καὶ ἄνθρωπος τὴν κεφαλὴν δασύτατον, καὶ τὸ ἄρρεν τοῦ θήλεος μακροβιώτερον διὰ τὰς ῥαφάς. δεῖ δὲ ἰδεῖν καὶ ἐπὶ τῶν ἄλλων.
Διὰ τί δὲ ὅσοι τὴν διὰ τῆς χειρὸς τομὴν ἔχουσι δι’
Διὰ τί τῶν ζῴων ἄνθρωπος ἢ μόνον ἢ μάλιστα διαστρέφεται; ἢ ὅτι ἢ μόνον ἢ μάλιστα ληπτὸν ἐν τῇ νηπιότητι γίνεται, ὅτε καὶ διαστρέφεσθαι συμβαίνει πᾶσιν.
Διὰ τί τῶν ζῴων ἄνθρωπος μάλιστα καπνίζεται; ἢ ὅτι μάλιστα δακρύει, ἡ δὲ κάπνισις μετὰ δακρύου;
Διὰ τί ἵππος ἵππῳ χαίρει καὶ ἐπιθυμεῖ, ἄνθρωπος δὲ ἀνθρώπῳ, καὶ ὅλως δὲ τὰ συγγενῆ τοῖς συγγενέσι καὶ ὁμοίοις; οὐ γὰρ δὴ ὁμοίως ὅτι πᾶν ζῷον καλόν, ἡ δὲ ἐπιθυμία τοῦ καλοῦ. ἔδει οὖν τὸ καλὸν ἥδιον εἶναι. νῦν δὲ μᾶλλον οὐ πᾶν κάλλος ἡδύ, τὸ καλὸν † καὶ τὸ ἡδύ. οὐδὲ πᾶσιν ἡ ἡδονὴ ἢ τὸ καλὸν ἡδύ, οἷον φαγεῖν ἢ πιεῖν ἐστὶν ἥδιον ἑτέρῳ καὶ ἀφροδισιάσαι ἄλλῳ. διότι μὲν οὖν ἕκαστον τῷ συγγενεῖ μιγνύμενον μάλιστα καὶ ἥδιστα ἀφροδισιάζει, ἄλλο πρόβλημα· ὅτι δὲ καὶ κάλλιστον, οὐκ ἔστιν ἀληθές. ἀλλὰ ἡμεῖς τὸ εἰς τὴν συνουσίαν ἡδύ οἰόμεθα καλόν, ὅτι ἐπιθυμοῦντες χαίρομεν ὁρῶντες. καίτοι καὶ ἐπὶ τῶν ἄλλων ἐπιθυμιῶν ἔχει ὁμοίως· διψῶντες γὰρ ἥδιον ὁρῶσι τὸ πόμα. τὸ μὲν οὖν πρὸς χρείαν τινὰ καλόν, οὗ καὶ μάλιστα ἐπιθυμοῦμεν, τοῦτο δοκεῖ ἥδιστον εἶναι, τὸ δὲ
Διὰ τί ποτε τοῦ μὲν ἀνθρώπου τὰ ἔμπροσθεν δασύτερα τῶν ὄπισθέν ἐστι, τῶν δὲ τετραπόδων τὰ ὄπισθεν; ἢ ὅτι πάντα τὰ δίποδα τὰ ἔμπροσθεν ἔχει δασύτερα; οἱ γὰρ ὄρνιθες τὸν αὐτὸν τρόπον τοῖς ἀνθρώποις ἔχουσιν. ἢ τὰ ἀσθενέστερα μᾶλλον ἀεὶ σκεπάζειν ἡ φύσις εἴωθεν, ἀσθενὲς δὲ ἕκαστόν ἐστί τινα τρόπον. τῶν δὲ τετραπόδων ἁπάντων τὰ ὄπισθεν ἀσθενέστερά ἐστι τῶν ἔμπροσθεν διὰ τὸν τόπον· ὑπὸ γὰρ τῶν ψυχῶν καὶ καυμάτων μᾶλλον δυνατά ἐστι πάσχειν· τῶν δὲ ἀνθρώπων τὰ ἔμπροσθεν ἀσθενέστερά ἐστι καὶ τὸ αὐτὸ πέπονθεν.
Διὰ τί ἄνθρωπος μάλιστα τῶν ζῴων πτάρνυται; ἢ ὅτι καὶ κορυζᾷ μάλιστα; τούτου δ’ αἴτιόν ἐστιν ὅτι τοῦ θερμοῦ ὄντος περὶ τὴν καρδίαν καὶ πεφυκότος ἄνω φέρεσθαι τοῖς μὲν ἄλλοις ζῴοις ἡ κατὰ φύσιν αὐτοῦ φορά ἐστιν ἐπὶ τοὺς ὤμους, ἐντεῦθεν δὲ ἐξ ἀνακλάσεως σχιζόμενον τὸ μὲν ἐπὶ τὸν τράχηλον καὶ τὴν κεφαλὴν φέρεται αὐτοῦ, τὸ δὲ εἰς τὴν ῥάχιν καὶ τὴν ὀσφύν, διὰ τὸ ἐπὶ τῆς αὐτῆς εὐθείας εἶναι πάντα ταῦτα καὶ παρὰ τὴν βάσιν. φερόμενον δὲ ὁμοίως τὸ σῶμα καὶ τὰ ὑγρὰ μερίζει εἰς αὐτὰ ὁμαλῶς· ἕπεται γὰρ τὰ ὑγρὰ τῷ θερμῷ. διὸ οὐδὲ πάνυ κορυζᾷ τὰ τετράποδα ζῷα, οὐδὲ πτάρνυται· ὁ γὰρ πταρμὸς ἢ πνεύματος ἀθρόου φορά ἐστιν, ὑγρῶν ἐξατμιζόντων τι μᾶλλον τοῦ σώματος, ἢ ὑγρῶν ἀπέπτων. διὸ πρὸ τῶν κατάρρων γίνεται, ἅ οὐ συμβαίνει τοῖς ἄλλοις ζῴοις, διὰ τὸ τὴν τοῦ θερμοῦ φορὰν ὁμαλίζειν ἐν αὐτῷ εἰς τὸ πρόσθεν καὶ ὄπισθεν.
Διὰ τί τὰ θαλάττια ζῷα τῶν ἐν τῇ γῇ μείζω καὶ εὐτραφέστερά ἐστιν; ἢ ὅτι ὁ ἥλιος καταδαπανῶν τὰ περιέχοντα τὴν γῆν ἀφαιρεῖται τὴν τροφήν; διὸ καὶ τὰ κατακεκλειμένα εὐτραφέστερά ἐστιν. πάντων οὖν τούτων ἀπήλλακται τὰ θαλάττια ζῷα.
Διὰ τί ποτε τὰ μὲν ἄλλα ζῷα πλεονάκις τὴν ξηρὰν τροφὴν ἢ τὴν ὑγρὰν προσάγεται, ὁ δὲ ἄνθρωπος τὴν ὑγρὰν ἢ τὴν ξηράν; ἢ διότι φύσει ὁ ἄνθρωπος θερμότατον; πλείστης οὖν καταψύξεως δεῖται.
Διὰ τί οἱ εὐνοῦχοι οὐ γίνονται φαλακροί; ἢ ὅτι πολὺν ἔχουσι τὸν ἐγκέφαλον; τοῦτο δὲ συμβέβηκεν αὐτοῖς διὰ τὸ μὴ συγγίνεσθαι ταῖς γυναιξίν· ἡ γὰρ γονή ἐστιν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα διὰ τῆς ῥάχεως. διὰ τοῦτο δ’ οὖν δοκοῦσι καὶ οἱ βόες οἱ ἐκτομίαι μεγάλα τὰ κέρατα ἴσχειν, ὅταν ἐκτμηθῶσιν. δοκεῖ δὲ ἡ αὐτὴ αἰτία εἶναι καὶ ὅτι αἱ γυναῖκες καὶ οἱ παῖδες οὐκ εἰσὶ φαλακροί.
Διὰ τί τὰ μὲν εὐθὺς δύνανται δι’ αὑτῶν τρέφεσθαι μετὰ τὴν γένεσιν, τὰ δὲ οὔ; ἢ ὅσα ὀλιγοχρονιώτερα τῶν μνήμης δεκτικῶν; διὸ ἅπαντα καὶ τελευτᾷ θᾶττον.
Διὰ τί ποτε ὁ μὲν ἄνθρωπος πλείω τὴν ὑποχώρησιν
Διὰ τί ὄρνιθες καὶ ἄνθρωποι καὶ τῶν ζῴων τὰ ἀνδρεῖα σκληρότερα; ἢ ὅτι ὁ θυμὸς μετὰ θερμότητος; ὁ γὰρ φόβος κατάψυξις. ὅσων οὖν τὸ αἷμα ἔνθερμόν ἐστιν, καὶ ἀνδρεῖα καὶ θυμοειδῆ· τὸ δὲ αἷμα τροφή. ὅσα δὲ θερμῷ ἄρδεται τῶν φυομένων σκληρότερα πάντα.
Διὰ τί τέρατα τίκτουσιν μάλιστα τὰ τετράποδα τὰ μὴ μεγάλα, ἄνθρωπος δὲ καὶ τὰ μεγάλα ἧττον, οἷον ἵπποι καὶ ὄνοι; ἢ ὅτι πολύγονα ταῦτα, οἷον κύνες καὶ ὕες καὶ αἶγες καὶ πρόβατα, πολὺ μᾶλλον τῶν μεγάλων, ἐκείνων δὲ τὰ μὲν ὅλως μονοτόκα, τὰ δὲ ὡς ἐπὶ τὸ πολύ. τὰ δὲ τέρατα γίνεται ἐπαλλαττόντων τῶν σπερμάτων ἀλλήλοις καὶ συγχεομένων ἐν τῇ ἐξόδῳ τῆς γονῆς ἢ ἐν τῇ μίξει τῇ ἐν τῇ ὑστέρᾳ τῆς θηλείας. διὸ καὶ ὄρνιθες αὐτὰ ποιοῦσιν· τὰ γὰρ ᾠὰ δίδυμα τίκτουσι. τὰ δὲ τέρατα ἐκ τῶν διδύμων γίνεται, ὧν ἡ λέκιθος τῷ ὑμένι οὐ διαιρεῖται.
Διὰ τί ἡ κεφαλὴ δασεῖα τῶν ἀνθρώπων μᾶλλον τοῦ ἄλλου σώματος καὶ οὐ κατὰ λόγον, τοῖς δὲ ἄλλοις ζῴοις τοὐναντίον; ἢ ὅτι καὶ τῶν ἄλλων τὰ μὲν εἰς ὀδόντας ἐκδίδωσιν
Διὰ τί ἄνθρωπος μόνος τῶν ζῴων πολιὰς ἔχει; ἢ ὅτι τὰ μὲν πλεῖστα τῶν ζῴων ῥυάδα τὴν τρίχα ἀνὰ πᾶν ἔτος ἔχει, οἷον ἵππος, βοῦς, ἔνια δὲ ῥυάδα μὲν οὐκ ἔχει, βραχύβια δέ εἰσιν, καθάπερ πρόβατον καὶ ἄλλα· οὗ ἡ θρὶξ ὥσπερ οὐ γηράσκουσα οὐδὲ πολιοῦται. ὁ δὲ ἄνθρωπος οὐδὲ ῥυάδα ἔχει τὴν τρίχα, μακρόβιόν τέ ἐστιν, ὥστε ὑπὸ τοῦ χρόνου πολιοῦται.
Διὰ τί, ὅσοις τὰ ἀπὸ τοῦ ὀμφαλοῦ κάτω μείζονα ἢ
Διὰ τί τὰ μὲν γίνεται τῶν ζῴων οὐ μόνον ἐξ ἀλλήλων, ἀλλὰ καὶ αὐτόματα, τὰ δ’ ἐξ ἀλλήλων μόνον, οἷον ἄνθρωπος καὶ ἵππος; ἢ κἂν εἰ καὶ μὴ δι’ ἑτέρας αἰτίας, ἀλλ’ ὅτι τοῖς μὲν ὀλίγος ὁ χρόνος τῆς γενέσεως, ὥστε ἡ γεννητικὴ ὥρα 〈οὐχ〉ὑπερτείνει καὶ ἐνδέχεται γενέσθαι ἐν τῇ μεταβολῇ τῶν ὡρῶν, τῶν δὲ πολὺ ἡ γένεσις ὑπερτείνει· ἐνιαύσιοι γὰρ ἢ δεκάμηνοί εἰσιν· ὥστε ἀνάγκη . . . γίνεσθαι ἢ ἐξ ἀλλήλων γίνεσθαι.
Διὰ τί τῶν Αἰθιόπων οἱ μὲν ὀδόντες λευκοί, καὶ λευκότεροι ἢ τῶν ἄλλων, οἱ δὲ ὄνυχες οὐκέτι; ἢ οἱ μὲν ὄνυχες, ὅτι καὶ τὸ δέρμα μέλαν, καὶ μελάντερον ἢ τῶν ἄλλων, οἱ δὲ ὄνυχες ἐκ τοῦ δέρματος φύονται. οἱ δὲ ὀδόντες λευκοὶ διὰ τί; ἢ ὅτι ἐξ ὧν τὸ ὑγρὸν ἐξάγει ὁ ἥλιος ἄνευ τοῦ ἐπιβάπτειν, λευκαίνεται, οἷον καὶ τὸν κηρόν; τὸ μὲν οὖν δέρμα ἐπιβάπτει, τοὺς δὲ ὀδόντας οὐκ ἐπιβάπτει, ἀλλὰ τὸ ὑγρὸν διὰ τὴν ἀλέαν ἐξατμίζεται ἐξ αὐτῶν.
Διὰ τί τὰ μὲν ἀφαιρουμένης τῆς κεφαλῆς ἀποθνήσκει εὐθὺς ἢ ταχύ, τὰ δὲ οὔ; ἢ ὅσα ἄναιμα καὶ ὀλιγότροφα, τοῦτο πάσχει; οὔτε τροφῆς γὰρ δεῖται ταχύ, οὔτε ἐγχεῖται αὐτῶν τὸ θερμὸν ἐν τῷ ὑγρῷ, ὧν ἄνευ οὐχ οἷόν τε ζῆν τοῖς ἐναίμοις. τούτοις δὲ οἷόν τέ ἐστιν· ἀπνευστὶ ζῆν γὰρ δύνανται πολὺ μᾶλλον. ἡ δὲ αἰτία ἐν ἑτέροις εἴρηται.
Διὰ τί τῶν αἰσθήσεων ἐκ γενετῆς μάλιστα τὴν ἀκοὴν πηροῦνται; ἢ ὅτι ἀπὸ τῆς αὐτῆς ἀρχῆς εἶναι δόξειεν ἂν ἥ τε ἀκοὴ καὶ ἡ φωνή; ῥᾷστα δὲ δοκεῖ διαφθείρεσθαι ἡ διάλεκτος οὖσα εἶδος φωνῆς, καὶ χαλεπώτατα ἐπιτελεῖσθαι. σημεῖον δὲ ὅτι μετὰ τὸ γενέσθαι πολὺν χρόνον ἐνεοί ἐσμεν· τὸ μὲν γὰρ πρῶτον ὅλως οὐδὲ λαλοῦμεν οὐθέν, εἶτα ὀψέ ποτε ψελλίζομεν. διά τε τὸ τὴν διάλεκτον εὔφθαρτον εἶναι, τὴν αὐτὴν δὲ ἀρχὴν ἀμφοτέρων εἶναι καὶ τῆς διαλέκτου (φωνὴ γάρ τις καὶ τῆς ἀκοῆς ὥσπερ καὶ εἰ συμβεβηκότος), ῥᾷστα τῶν αἰσθήσεων φθείρεται, καὶ οὐ καθ’ αὑτὴν ἡ ἀκοή. τεκμήριον
Διὰ τί οἱ κωφοὶ πάντες διὰ τῶν ῥινῶν φθέγγονται; ἢ διὰ τὸ ἐγγὺς τοῦ ἐνεοὺς εἶναι; οἱ δὲ ἐνεοὶ λαλοῦσι διὰ τῶν ῥινῶν· ταύτῃ γὰρ αὐτῶν ἐκπίπτει τὸ πνεῦμα διὰ τὸ τῷ στόματι μεμυκέναι. μεμύκασι δέ, ὅτι οὐθὲν εἰς φωνὴν χρῶνται τῇ γλώττῃ.
Διὰ τί μεγαλόφωνοι πάντες εἰσὶν οἱ θερμοὶ τὴν φύσιν; ἢ ὅτι ἀνάγκη καὶ ἀέρα πολὺν καὶ ψυχρὸν ἐν τούτοις εἶναι; ἕλκει γὰρ θερμὸν πνεῦμα πρὸς ἑαυτὸ καὶ ἀέρα, καὶ πλείω τὸ πλεῖον. ἡ δὲ μεγάλη φωνὴ γίνεται ἐν τῷ πολὺν ἀέρα κινεῖν, καὶ ὀξεῖα ἐν τῷ ταχέως· βαρεῖα δὲ ἡ ἐν τῷ βραδέως.
Διὰ τί οἱ κωφοὶ πάντες διὰ τῶν ῥινῶν φθέγγονται; ἢ διὰ τὸ βιαιότερον πνεῖν τοὺς κωφούς; ἐγγὺς γὰρ τοῦ ἐνεοὶ εἶναι εἰσίν. διίσταται οὖν τῶν μυκτήρων ὁ πόρος ὑπὸ τοῦ πνεύματος· οἱ τοιοῦτοι δὲ διὰ ῥινῶν φθέγγονται.
Διὰ τί εὐηκοώτερα τὰ τῆς νυκτός; ἢ ὅτι μᾶλλον ἠρεμία διὰ τὴν τοῦ θερμοτάτου ἀπουσίαν; διὸ καὶ ὡς ἐπὶ τὸ πολὺ ἀταρακτότερα. ὁ γὰρ ἥλιος ὁ κινῶν.
Διὰ τί πόρρωθεν αἱ φωναὶ ὀξύτεραι δοκοῦσιν εἶναι; οἱ γοῦν μιμούμενοι τοὺς σφόδρα πόρρω ὄντας καὶ βοῶντας ὀξὺ φθέγγονται καὶ ὅμοιον τοῖς ἀπηχοῦσιν, καὶ τῆς ἠχοῦς ὀξύτερος φαίνεται ὁ ψόφος. ἔστι δὲ πόρρω· ἀνακλᾶται γάρ. οὐκοῦν ἐπεὶ ὀξὺ μὲν ἐν ψόφῳ τὸ ταχύ, βαρὺ δὲ τὸ βραδύ,
Διὰ τί αἱ νεηλιφεῖς οἰκίαι μᾶλλον ἠχοῦσιν; ἢ ὅτι μᾶλλον ἀνάκλασις γίνεται διὰ τὴν λειότητα; λειότεραι δὲ διὰ τὸ ἀρραγὲς καὶ τὸ συνεχές. δεῖ δὲ μὴ παντελῶς ὑγρὰν ἀλλ’ ἤδη ξηρὰν λαμβάνειν· ἀπὸ πηλοῦ γὰρ οὐκ ἔστιν ἀνάκλασις. διὰ ταῦτα δὲ καὶ τὰ κονιάματα μᾶλλον ἠχεῖ. συμβάλλεται δὲ ἴσως καὶ ἡ ἀκινησία τοῦ ἀέρος· ἀθρόος γὰρ ἰὼν μᾶλλον ἀποπλήττεται τὸν προσπίπτοντα.
Διὰ τί, ἐάν τις πίθον καὶ κεράμια κενὰ κατορύξῃ καὶ πωμάσῃ, μᾶλλον ἠχεῖ τὰ οἰκήματα, καὶ ἐὰν φρέαρ ἢ λάκκος ᾖ ἐν τῇ οἰκίᾳ; 〈ἢ〉 ὅτι ἐπεὶ ἀνάκλασις ἡ ἠχώ, δεῖ περιειλημμένον ἀθρόον εἶναι τὸν ἀέρα, καὶ ἔχειν πρὸς ὃ ἀνακλασθήσεται, προσπῖπτον πυκνὸν καὶ λεῖον; οὕτω γὰρ μάλιστα ἦχος γίνεται. τὸ μὲν οὖν φρέαρ καὶ ὁ λάκκος ἔχει τὴν στενότητα καὶ τὴν ἄθροισιν, οἱ δὲ πίθοι καὶ τὰ κεράμια καὶ τὴν πυκνότητα τῶν περιεχόντων, ὥστε ἐξ ἀμφοτέρων τὸ συμβαῖνον. καὶ γὰρ τὰ κοῖλα μᾶλλον ἠχεῖ· διὰ τοῦτο καὶ ὁ χαλκὸς μάλιστα τῶν ἄλλων. ὅτι δὲ κατορωρυγμένα, οὐθὲν ἄτοπον· ἡ γὰρ φωνὴ φέρεται κάτω οὐχ ἧττον. ὅλως δὲ πανταχῇ δοκεῖ καὶ κύκλῳ φέρεσθαι.
Διὰ τί δὲ μᾶλλον, ἐὰν κατορύξῃ τις, ἠχεῖ, ἢ ἐὰν μή;
Διὰ τί τὸ ὕδωρ τὸ ψυχρὸν ἐκ τοῦ αὐτοῦ ἀγγείου ἐκχεόμενον ὀξύτερον ποιεῖ τὸν ψόφον; ἢ ὅτι θάττων ἡ φορά; βαρύτερον γάρ. ἡ δὲ θάττων ὀξύτερον ποιεῖ τὸν ψόφον. τὸ δὲ θερμὸν καὶ τῇ μανότητι καὶ τῇ ἀναφορᾷ κουφίζει. παρόμοιον δὲ ὅτι καὶ αἱ δᾷδες καιόμεναι ἀσθενεστέραν τὴν πληγὴν ποιοῦσιν.
Διὰ τί τοῖς ἠγρυπνηκόσιν ἡ φωνὴ τραχυτέρα; ἢ διότι ὑγρότερον τὸ σῶμα διὰ τὴν ἀπεψίαν, καὶ οὐχ ἥκιστα περὶ τὸν ἄνω τόπον, διὸ καὶ βάρος ἐν τῇ κεφαλῇ· ὑγρότητός τε περὶ τὸν βρόγχον οὔσης ἀνάγκη καὶ τραχυτέραν εἶναι τὴν φωνήν. ἡ μὲν γὰρ τραχύτης διὰ τὴν ἀνωμαλίαν, ἡ δὲ βαρύτης διὰ τὴν ἔμφραξιν· βραδυτέρα γὰρ ἡ φορά.
Διὰ τί μετὰ τὰ σιτία τάχιστα ἀπορρήγνυται ἡ φωνή; ἢ ὅτι κοπτόμενος μὲν ὁ τόπος ἐκθερμαίνεται, θερμαινόμενος δὲ ἕλκει τὴν ὑγρότητα; πλείων δὲ αὕτη καὶ ἑτοιμοτέρα διὰ τὴν προσφοράν.
Διὰ τί οἱ κλαίοντες ὀξὺ φθέγγονται, οἱ δὲ γελῶντες βαρύ; ἢ ὅτι οἱ μὲν ὀλίγον κινοῦσι πνεῦμα δι’ ἀσθένειαν, οἱ δὲ σφοδρῶς, ὃ ποιεῖ ταχὺ φέρεσθαι τὸ πνεῦμα; τὸ δὲ ταχὺ ὀξύ· καὶ γὰρ ἀπὸ συντόνου τοῦ σώματος ῥιπτούμενον ταχὺ φέρεται. ὁ δὲ γελῶν τοὐναντίον διαλελυμένως· οἱ δὲ ἀσθενεῖς ὀξύ· ὀλίγον γὰρ ἀέρα κινοῦσιν· οἱ δὲ ἐπιπολῆς. ἔτι οἱ μὲν γελῶντες θερμὸν τὸ πνεῦμα ἀφιᾶσιν, οἱ δὲ κλαίοντες, ὥσπερ καὶ ἡ λύπη κατάψυξίς ἐστι τοῦ τόπου τοῦ περὶ τὰ στήθη,
Διὰ τί οἱ παῖδες καὶ τὰ ἄλλα τῶν ζῴων τὰ νέα ὀξύτερον φθέγγονται τῶν τελείων, καὶ ταῦτα τῆς ὀξύτητος σφοδρότητος οὔσης; ἢ ἡ φωνή ἐστιν ἀέρος κίνησις, καὶ ἡ θάττων ὀξυτέρα; ῥᾷον δὲ καὶ θᾶττον ὁ ὀλίγος τοῦ πολλοῦ κινεῖται ἀήρ. κινεῖται δὲ ἢ συγκρινόμενος ἢ διακρινόμενος ὑπὸ θερμοῦ. ἐπεὶ δὲ ἡ μὲν εἰσπνοή ἐστι ψυχροῦ εἰσαγωγή, συγκρίνοιτ’ ἂν ἐν αὐτῇ ὁ ἐν ἡμῖν ἀήρ· ἡ δὲ ἐκπνοή, θερμοῦ κινήσαντος ἀέρα, γίνοιτ’ ἂν [ἡ] φωνή· ἐκπνέοντες γάρ, οὐκ εἰσπνέοντες
Διὰ τί οἱ κλαίοντες ὀξὺ φθέγγονται, οἱ δὲ γελῶντες βαρύ; ἢ ὅτι οἱ μὲν κλαίοντες συντείνοντες καὶ συνάγοντες τὸ στόμα φωνοῦσιν; τῇ τε δὴ συντονίᾳ κινεῖται ταχὺ ὁ ἐν αὐτοῖς ἀὴρ, καὶ τῷ διὰ στενοῦ τοῦ στόματος φέρεσθαι θᾶττον φέρεται· δι’ ἄμφω οὖν ὀξεῖα γίνεται ἡ φωνή. οἱ δὲ γελῶντες ἀνέντες τὸν τόνον γελῶσι καὶ κεχηνότες. ἐκπέμποντες οὖν διὰ τοῦτ’ εὐρέως καὶ βραδέως τὸν ἀέρα εἰκότως βαρυφωνοῦσιν.
Διὰ τί οἱ ἄγονοι, οἷον παῖδες, γυναῖκες, καὶ οἱ ἤδη γέροντες καὶ οἱ εὐνοῦχοι, ὀξὺ φθέγγονται, οἱ δὲ ἄνδρες βαρύ; ἢ καθάπερ ἡ γραμμὴ καὶ τὰ ἄλλα λεπτὰ ἓν διάστημα ἔχει, τὰ δὲ παχέα πλείω, οὕτω καὶ ἡ λεπτὴ φωνὴ ἓν ἂν ἔχοι διάστημα. ῥᾷον δὲ καὶ ποιῆσαι καὶ κινῆσαι ἐστὶν ἓν ἢ πλείω. ἐχόντων οὖν τῶν προειρημένων πνεῦμα ἀσθενές, κινεῖ αὐτῷ ἀέρα ὀλίγον. ἐλάχιστος δέ ἐστιν ὁ ἓν διάστημα ἔχων, ὃς ἔσται λεπτὸς διὰ τὰ προειρημένα. καὶ ἡ ἀπ’ αὐτοῦ φωνὴ γινομένη τοιαύτη· ἡ δὲ λεπτὴ φωνὴ ὀξεῖά ἐστιν. οἱ μὲν οὖν ἄγονοι διὰ ταῦτα ὀξύφωνοί εἰσιν· οἱ δὲ ἄνδρες ἰσχύοντες τῷ πνεύματι πολὺν ἀέρα κινοῦσι, πολὺς δὲ ὢν βραδέως ἂν κινοῖτο καὶ βαρεῖαν φωνὴν ποιεῖ. ἐποίει γὰρ ἥ τε λεπτὴ καὶ ἡ ταχεῖα κίνησις ὀξεῖαν φωνήν, ὧν οὐδέτερον ἐπὶ τοῦ ἀνδρὸς συμβαίνει γίνεσθαι.
Διὰ τί αἱ φωναὶ βαρύτεραι ἡμῖν εἰσὶ τοῦ χειμῶνος; ἢ ὅτι παχύτερος ὁ ἀήρ ἐστι τότε, καὶ ὁ ἐν ἡμῖν καὶ ὁ ἐκτός; παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις γίνεται, ὥστε ἡ φωνὴ βαρυτέρα. ἔτι ὑπνωτικώτεροί ἐσμεν τοῦ χειμῶνος ἢ τοῦ θέρους, καὶ καθεύδομεν πλείω χρόνον· ἐκ δὲ τῶν ὕπνων βαρύτεροί ἐσμεν. ἐν ᾧ οὖν πλείονα χρόνον καθεύδομεν ἢ ἐγρηγόραμεν (οὗτος δέ ἐστιν ὁ χειμών), ἐν τούτῳ ἂν εἴημεν βαρυφωνότεροι ἢ ἐν ιὧ τοὐναντίον. τοῦ γὰρ μεταξὺ τῆς ἐγέρσεως ὄντος ὀλίγου χρόνου, ἡ ἐν τῷ ὕπνῳ ἕξις γινομένη διαμένει πρὸς τὴν καθύπνωσιν.
Διὰ τί ἐκ τῶν πότων καὶ τῶν ἐμέτων καὶ ἐν τοῖς ψύχεσι
Διὰ τί ἐγγύθεν μὲν ἡ βαρυτέρα μᾶλλον ἐξακούεται, πόρρωθεν δὲ ἧττον; ἢ διότι ἡ βαρυτέρα φωνὴ πλείω μὲν ἀέρα κινεῖ, οὐκ εἰς μῆκος δέ; πόρρωθεν μὲν οὖν ἧττον ἀκούομεν, διότι ἐπ’ ἔλαττον κινεῖται, ἐγγύθεν δὲ μᾶλλον, διότι πλείων ἡμῖν ἀὴρ πρὸς τὸ αἰσθητήριον προσπίπτει. ἡ δὲ ὀξεῖα πόρρω ἀκούεται, ὅτι λεπτοτέρα ἐστί, τὸ δὲ λεπτὸν τὴν εἰς μῆκος αὔξησιν ἔχει. λέγοι δ’ ἄν τις ὅτι καὶ θάττων ἐστὶν ἡ ποιοῦσα αὐτὴν κίνησις. εἴη δ’ ἂν τοῦτο, εἰ πυκνὸν μὲν στενὸν δ’ εἴη τὸ κινοῦν πνεῦμα τὸν ἀέρα. ὅ τε γὰρ ὀλίγος εὐκινητότερός ἐστιν ἀήρ (κινεῖται γὰρ ὀλίγος ὑπὸ τοῦ στενοῦ), καὶ τὸ πυκνὸν πλείους πληγὰς ποιεῖ, ἃ τὸν ψόφον ποιοῦσιν. ἰδεῖν δ’ ἔστι τοῦτο ἐπὶ τῶν ὀργάνων· αἱ γὰρ λεπτότεραι χορδαὶ ὀξύτεραί εἰσι, τῶν ἄλλων τῶν αὐτῶν ὑπαρχόντων αὐταῖς.
Διὰ τί ἡ φωνὴ ὀξυτέρα φαίνεται τοῖς μακροτέραν ἀφεστηκόσι, τοῦ ὀξέος ὄντος ἐν τῷ ταχέως φέρεσθαι; τὸ δὲ μακρότερον φερόμενον βραδύτερον κινεῖται. ἢ ὅτι ἡ ὀξύτης τῆς φωνῆς οὐ μόνον ἐστὶν ἐν τῷ ταχέως κινεῖσθαι, ἀλλὰ καὶ ἐν τῷ λεπτότατον ψόφον γίνεσθαι· τοῖς δὲ μακροτέραν ἀφεστηκόσιν ἀεὶ λεπτοτέρα ἡ φωνὴ ἀφικνεῖται διὰ τὴν ὀλιγότητα τοῦ ἀέρος τοῦ κινουμένου. μαραίνεται γὰρ ἡ κίνησις, μαραινόμενος δὲ ὁ ἀριθμὸς μὲν εἰς τὸ ἓν τελευτᾷ,
Διὰ τί καὶ οἱ γεγυμνασμένοι καὶ οἱ ἀσθενεῖς ὀξὺ φθέγγονται; ἢ ὅτι οἱ μὲν ἀσθενεῖς ὀλίγον ἀέρα κινοῦσιν, ὁ δὲ ὀλίγος τοῦ πλείονος θᾶττον φέρεται· οἱ δὲ γεγυμνασμένοι ἰσχυρῶς κινοῦσι τὸν ἀέρα, ὁ δὲ ἰσχυρῶς κινούμενος ἀὴρ θᾶττον φέρεται. τὸ δὲ ταχὺ ἐν φορᾷ ἐν φωνῇ ὀξύ ἐστιν.
Διὰ τί τοῖς μετὰ τὰ σιτία κεκραγόσιν ἡ φωνὴ διαφθείρεται;
Διὰ τί, εἴπερ ἡ φωνή ἐστιν ἀήρ τις ἐσχηματισμένος καὶ φερόμενος, διαλύεται πολλάκις τὸ σχῆμα, ἡ δὲ ἠχώ, ἣ γίνεται πληγέντος τοῦ τοιούτου πρός τι στερεόν, οὐ διαλύεται αὕτη, ἀλλὰ σαφῶς ἀκούομεν αὐτῆς; ἢ ὅτι ἀνάκλασίς ἐστιν, ἀλλ’ οὐ κατάκλασις; οὕτω δὲ τό θ’ ὅλον διαμένει, καὶ δύο
Διὰ τί τῶν μὲν ἄλλων ζῴων τὰ νέα καὶ νήπια ὀξύτερον φθέγγονται τῶν τελείων, οἱ δὲ μόσχοι βαρύτερον τῶν τελείων βοῶν; ἢ ὅτι ἐν ἑκάστῳ γένει τὸ νήπιον ὅμοιόν ἐστι τῷ ἐν αὐτῷ θήλει; τῶν βοῶν δὲ αἱ θήλειαι βαρύτερον φθέγγονται τῶν ἀρρένων, οἱ δὲ μόσχοι ταύταις ὁμοιότεροί εἰσιν ἢ τοῖς ἄρρεσιν· τὰ δὲ ἄλλα τοὐναντίον.
Διὰ τί, ὅταν ἀχυρωθῶσιν αἱ ὀρχῆστραι, ἧττον οἱ χοροὶ γεγώνασιν; ἢ διὰ τὴν τραχύτητα προσπίπτουσα ἡ φωνὴ οὐ πρὸς λεῖον τὸ [δὲ] ἔδαφος ἧττον γίνεται μία, ὥστ’ ἐλάττων; οὐ γὰρ συνεχής. ὥσπερ καὶ τὸ φῶς ἐπὶ τῶν λείων μᾶλλον 〈φαίνει〉 διὰ τὸ 〈μὴ〉 διαλαμβάνεσθαι τοῖς ἐμποδίζουσιν.
Διὰ τί ποτε ὁ ἅλς, ὅταν εἰς πῦρ ἐμβληθῇ, ψοφεῖ; ἢ ὅτι ὁ ἃλς ὑγρὸν ἔχει οὐ πολύ, ὃ ὑπὸ τοῦ θερμοῦ ἐκπνευματούμενον καὶ βίᾳ ἐκπῖπτον σχίζει τὸν ἅλα; τὸ δὲ σχιζόμενον ἅπαν ψοφεῖ.
Διὰ τί ποτε τῶν παιδίων ἔνια, πρὶν ἥκειν τὴν ἡλικίαν ἐν ᾗ σαφηνίζειν ὥρα αὐτοῖς, φθεγξάμενα καὶ σαφῶς εἰπόντα πάλιν ὁμοίως διάγουσιν, ἕως ἂν ἔλθῃ ὁ εἰωθὼς χρόνος; ἃ δὴ πολλοὶ τέρατα νομίζουσιν εἶναι. ἤδη δ’ ἔνια λέγεται καὶ εὐθὺς γινόμενα φθέγξασθαι. ἢ ὅτι ὡς μὲν ἐπὶ πολὺ τὰ πλείω τε τῶν γενομένων γίνεται κατὰ φύσιν,
Διὰ τί ἔνια ψοφεῖ καὶ κινεῖται ἐξαίφνης, οἷν τὰ κιβώτια, οὐδενὸς αἰσθητοῦ κινοῦντος; καίτοι κρεῖττον γέγονε τὸ κινοῦν τοῦ κινουμένου. ὁ δὲ αὐτὸς λόγος καὶ φθορᾶς καὶ γήρως· ὑπὸ ἀναισθήτου γὰρ φθείρεται τὰ λεγόμενα ὑπὸ
Διὰ τί οἱ χασμώμενοι ἧττον ἀκούουσιν; ἢ ὅτι τοῦ ἐξιόντος πνεύματος ἐν τῇ χάσμῃ πολὺ καὶ εἰς τὰ ὦτα χωρεῖ ἔσωθεν, ὥστε καὶ τῇ αἰσθήσει ἐπίδηλον εἶναι τὴν κίνησιν ἣν ποιεῖ περὶ τὴν ἀκοήν, μάλιστα δ’ ἐκ τῶν ὕπνων; ὁ δὲ ψόφος ἀὴρ ἢ πάθος ἀέρος ἐστίν. ἀντιπαίοντος οὖν τοῦ ἔσωθεν εἰσέρχεται ὁ ἔξωθεν ψόφος, καὶ ὑπὸ τῆς κινήσεως καὶ τοῦ ἔξωθεν ψόφου ἐκκρούεται ἡ κίνησις.
Διὰ τί ἰσχνόφωνοι παῖδες ὄντες μᾶλλον ἢ ἄνδρες; ἢ ὥσπερ καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν ἀεὶ ἧττον κρατοῦσι παῖδες ὄντες, καὶ ὅσοι ἐλάττους οὐ δύνανται βαδίζειν, ὁμοίως καὶ τῆς γλώττης οἱ νεώτεροι οὐ δύνανται; ἐὰν δὲ παντάπασι μικροὶ ὦσιν, οὐδὲ φθέγγεσθαι δύνανται ἀλλ’ ἢ ὥσπερ τὰ θηρία, διὰ τὸ μὴ κρατεῖν. εἴη δ’ ἂν οὐ μόνον ἐπὶ τοῦ ἰσχνοφώνου, ἀλλὰ καὶ τραυλοὶ καὶ ψελλοί. ἡ μὲν οὖν τραυλότης τῷ γράμματός τινος μὴ κρατεῖν, καὶ τοῦτο οὐ τὸ τυχόν, ἡ δὲ ψελλότης τῷ ἐξαίρειν τι, ἢ γράμμα ἢ συλλαβήν, ἡ δὲ ἰσχνοφωνία ἀπὸ τοῦ μὴ δύνασθαι ταχὺ συνάψαι τὴν ἑτέραν συλλαβὴν πρὸς τὴν ἑτέραν. ἅπαντα δὲ δι’ ἀδυναμίαν· τῇ γὰρ διανοίᾳ οὐχ ὑπηρετεῖ ἡ γλῶττα. ταὐτὸ δὲ τοῦτο καὶ οἱ μεθύοντες πάσχουσι καὶ οἱ πρεσβῦται· ἧττον δὲ πάντα συμβαίνει.
Διὰ τί ἡ φωνὴ τρέμει καὶ τῶν ἀγωνιώντων καὶ τῶν δεδιότων; ἢ ὅτι σείεται ἡ καρδία τοῦ θερμοῦ ἐξιόντος; ἀμφοτεράκις δὲ πάσχουσι τοῦτο· καὶ γὰρ τοῖς ἀγωνιῶσι συμβαίνει καὶ τοῖς φοβουμένοις. σειομένης δὲ οὐ γίνεται μία ἡ πληγή, ἀλλὰ πλείους, ὥσπερ ἡ τῶν παρανενευρισμένων χορδῶν.
Διὰ τί οἱ μὲν ἀγωνιῶντες βαρὺ φθέγγονται, οἱ δὲ φοβούμενοι ὀξύ; ἢ ὅτι τοῖς μὲν φοβουμένοις καταψύχεται ὁ τόπος ὁ περὶ τὴν καρδίαν, κάτω ὁρμῶντος τοῦ θερμοῦ, ὥστε ὀλίγον ἀέρα κινοῦσιν; ἡ γὰρ ἰσχὺς ἐν τῷ θερμῷ· τοῖς
Διὰ τί εὐηκοωτέρα ἡ νὺξ τῆς ἡμέρας ἐστίν; πότερον, ὥσπερ Ἀναξαγόρας φησί, διὰ τὸ τῆς μὲν ἡμέρας σίζειν καὶ ψοφεῖν τὸν ἀέρα θερμαινόμενον ὑπὸ τοῦ ἡλίου, τῆς δὲ νυκτὸς ἡσυχίαν ἔχειν ἅτε ἐκλελοιπότος τοῦ θερμοῦ, εἶναι δὲ μᾶλλον ἀκουστὸν μηθενὸς ὄντος ψόφου; ἢ ὅτι διὰ τοῦ κενωτέρου μᾶλλον ἀκουστόν ἐστιν ἢ διὰ τοῦ πλήρους; ἔστι δὲ τῆς μὲν ἡμέρας ὁ ἀὴρ πυκνὸς ἅτε πεπληρωμένος ὑπὸ τοῦ φωτὸς καὶ τῶν ἀκτίνων, τῆς δὲ νυκτὸς ἀραιότερος διὰ τὸ ἀπεληλυθέναι ἐξ αὐτοῦ τὸ πῦρ καὶ τὰς ἀκτῖνας, σώματα ὄντα. ἢ ὅτι τῆς μὲν ἡμέρας τὰ σώματα πρὸς πολλὰ τὴν διάνοιαν ἕλκει· διὸ οὐκ εὐκρινές ἐστι πρὸς τὴν ἀκοήν. καὶ τῷ πράττειν νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει.
νυκτὸς δὲ τῆς ὄψεως ἀργούσης καὶ τῆς διανοίας μᾶλλον ἠρεμούσης ὁ τῆς ἀκοῆς πόρος μᾶλλον ἀνεῳγμένος, καθάπερ τῆς ἡμέρας, δεκτικὸς μέν ἐστι τῶν ἤχων ὁμοίως, ἐξαγγελτικὸς δὲ μᾶλλον [ἢ] τῇ διανοίᾳ διὰ τὸ μήτε αὐτὴν ἐνεργεῖν, μήθ’ ὑπὸ τῆς ὄψεως παρενοχλεῖσθαι, καθάπερ καὶ τῆς ἡμέρας.
Διὰ τί οἱ ἄγονοι, οἷον παῖδες καὶ γυναῖκες καὶ οἱ ἤδη γέροντες καὶ οἱ εὐνοῦχοι, ὀξὺ φθέγγονται, οἱ δὲ ἄνδρες βαρύτερον; ἢ δι’ ἀσθένειαν τοῦ κινοῦντος μορίου τὸν ἀέρα; ὀλίγον γὰρ τὸ ἀσθενὲς κινεῖ, ὁ δὲ ὀλίγος ταχὺ φέρεται, τὸ δὲ ταχὺ φερόμενον ὀξύ. ἢ διότι ὁ πόρος ὁ πρῶτος, δι’ οὗ ἡ φωνὴ φέρεται, τοῖς μὲν ἀγόνοις μικρός, ὥστε ὀλίγον ἐξ αὐτοῦ τὸ ὠθοῦν τὸν ἀέρα, ὀλίγος δὲ ὢν ταχὺ φέρεται δι’ εὐρέος τοῦ ἄνω φάρυγγος· ἀκμάζουσι δὲ καὶ ἀνδρουμένοις διίσταται οὗτος, ὥσπερ καὶ ἐπὶ τοὺς ὄρχεις, ὥστε καὶ πλείων ἐστὶν ὁ ὠθούμενος. βραδύτερον οὖν διιὼν βαρὺς γίνεται.
Διὰ τί οἱ ἰσχνόφωνοι οὐ δύνανται διαλέγεσθαι μικρόν;
Διὰ τί δὲ ἀγωνιῶντες μὲν μᾶλλον ἰσχνόφωνοι γίνονται, ἐν δὲ ταῖς μέθαις ἧττον; ἢ ὅτι ἀποπληξίας ὅμοιόν ἐστι τὸ πάθος μέρους τινὸς τῶν ἐντός, ὃ ἀδυνατοῦσι κινεῖν, ἐμποδίζοντος διὰ τὴν κατάψυξιν; ὁ μὲν οὖν οἶνος φύσει θερμὸς ὢν λύει τὴν κατάψυξιν μᾶλλον, ἡ δὲ ἀγωνία ποιεῖ· φόβος γάρ τις ἡ ἀγωνία, ὁ δὲ φόβος κατάψυξις.
Διὰ τί ἔξωθεν εἰς τὰς οἰκίας εἴσω ἀκούεται μᾶλλον ἢ ἔσωθεν ἔξω; ἢ ὅτι ἔσωθεν ὁ ψόφος διὰ τὸ ἀχανὲς ἰέναι διασπᾶται, ὥστε οὐχ ἱκανὸν ἕκαστον μέρος ἀκουσθῆναι, ἢ ἧττον; ἔξωθεν δὲ ἔσω εἰς ἐλάττω τόπον καὶ ἀέρα ἑστῶτα ἡ φωνὴ βαδίζουσα ἀθρόα ἔρχεται, ὥστε μείζων οὖσα ἀκούεται μᾶλλον.
Διὰ τί οἱ ἰσχνόφωνοι μελαγχολικοί; ἢ ὅτι τὸ τῇ φαντασίᾳ ἀκολουθεῖν ταχέως τὸ μελαγχολικὸν εἶναί ἐστιν, οἱ δὲ ἰσχνόφωνοι τοιοῦτοι· προτερεῖ γὰρ ἡ ὁρμὴ τοῦ λέγειν τῆς δυνάμεως αὐτοῖς, ὡς θᾶττον ἀκολουθούσης τῆς ψυχῆς τῷ φανέντι. καὶ οἱ τραυλοὶ δὲ ὡσαύτως· βραχύτερα γὰρ τὰ μόρια ταῦτα τοῖς τοιούτοις. σημεῖον δέ· οἰνωμένοι γὰρ τοιοῦτοι γίνονται, ὅτε μάλιστα τοῖς φαινομένοις ἀκολουθοῦσι, καὶ οὐ τῷ νῷ.
Διὰ τί τὰ πράσα συμφέρει πρὸς εὐφωνίαν, ἐπεὶ καὶ τοῖς πέρδιξιν; ἢ ὅτι καὶ τὰ σκόροδα ἑφθὰ λεαίνει, τὰ δὲ πράσα γλισχρότητα ἔχει τινά; ῥυπτικὸν δὲ τοῦ φάρυγγος.
Διὰ τί τὰ μὲν ἄλλα ὀξύτερον φθέγγεται σφοδρότερα ὄντα, ὁ δὲ ἄνθρωπος ἀσθενῶν; ἢ διότι ἐλάττω κινεῖ ἀέρα, οὗτος δὲ ταχὺ διέρχεται, τὸ δὲ ταχὺ ὀξὺν ποιεῖ τὸν ψόφον.
Διὰ τί ἀκούουσι μᾶλλον κατέχοντες τὸ πνεῦμα ἢ ἐκπνέοντες; διὸ καὶ ἐν ταῖς θήραις παραγγέλλουσιν ἑαυτοῖς μὴ πνευστιᾶν. πότερον ὅτι τὸ αἰσθητικὸν ἄνω ἔρχεται αἰρομένων τῶν φλεβῶν; καθευδόντων γὰρ κάτω· διὸ καὶ μᾶλλόν τε ἐκπνέουσιν καθεύδοντες ἢ εἰσπνέουσι, καὶ ἀνήκοοί εἰσιν.
Διὰ τί θᾶττον μὲν ψοφοῦσι καὶ πηδῶσιν οἱ μικροὶ ἅλες, μείζω δὲ ψοφοῦσι καὶ πηδῶσιν οἱ μεγάλοι; ἢ διότι οἱ μὲν ταχὺ σχίζονται (οὐ γὰρ πολὺ ὃ δεῖ διελθεῖν τῷ πυρί) διὰ τὴν μικρότητα, οἱ δὲ βραδέως· μεῖζον γὰρ ἔργον τὸ μεῖζον διασχίσαι ἢ τὸ μικρόν. ψοφεῖ δὲ ὁ μὲν μικρὸς μικρόν, ἡ γὰρ πληγὴ μικρά, ὁ δὲ μείζων μεγάλα, μεγάλη γὰρ ἡ πληγή· ὁ δὲ ψόφος πληγή ἐστιν. καὶ πηδᾷ δὲ μᾶλλον τὸ ἰσχυρότερον, ἂν πληγείη· ἧττον γὰρ ἐνδίδωσιν.
Διὰ τί, ἐὰν εἰς πολὺ πῦρ ἐμβάλῃ τις τὸ αὐτὸ μέγεθος ἁλός, ἧττον ψοφεῖ ἢ οὐ ψοφεῖ; ἢ ὅτι φθάνει κατακαυθεὶς πρὶν σχισθῆναι; καίεται μὲν γὰρ τῷ τὸ ὑγρὸν ἀναλωθῆναι, ψοφεῖ δὲ τῷ σχισθῆναι.
Διὰ τί οἱ χασμώμενοι ἧττον ἀκούουσιν; ἢ ὅτι τὸ πνεῦμα ἐναπολαμβάνουσιν, τὸ δὲ ἀπολαμβανόμενον πνεῦμα
Διὰ τί τῆς φωνῆς, ἐπειδὴ ῥύσις τίς ἐστι, φύσιν ἐχούσης ἄνω φέρεσθαι, μᾶλλόν ἐστιν εὐήκοος ἄνωθεν κάτω ἢ κάτωθεν ἄνω; ἢ ὅτι ἡ φωνὴ ἀήρ τίς ἐστι μεθ’ ὑγροῦ· βαρυνόμενος οὖν οὗτος ὑπὸ τοῦ ὑγροῦ φέρεται κάτω καὶ οὐκ ἄνω· τοῦ γὰρ ὑγροῦ κατὰ φύσιν ἡ κάτω φορά. διὸ τοῖς κάτω μᾶλλον ἀκούεται. ἢ τοῦτο μὲν ὑπὸ τῆς τοῦ ζῴου φωνῆς μόνον γίνεται (αὕτη γὰρ μεθ’ ὑγροῦ), τὸ δὲ συμβαῖνόν ἐστι καὶ ἐπὶ τῶν ἄλλων ψόφων; καθάπερ οὖν ἡ ὄψις, ἐὰν μὲν ἄνωθεν κάτω προσπέσῃ, τὴν ἀνάκλασιν ἄνω ποιεῖται, κάτωθεν δὲ ἄνω προσπεσοῦσα ἀνεκλάσθη κάτω, τὸν αὐτὸν τρόπον ἡ φωνὴ ἡ φύσιν ἔχουσα ἄνω φέρεσθαι, προσκόψασα τῷ ἐξ ἐναντίας ἀέρι, βιάζεσθαι μὲν οὐ δύναται πλείονα ὄντα καὶ βαρύτερον, ἀνακλασθεὶς δὲ ὁ κινηθεὶς ἀὴρ ἐπὶ τοὐναντίον ἠνέχθη κάτω, διὸ καταχεόμενος ἀκούεται κάτω μᾶλλον. τοιοῦτο δὲ καὶ τὸ περὶ τὴν ἠχὼ συμβαῖνόν ἐστιν, ἀνάκλασις τῆς φωνῆς ἐπὶ τοὐναντίον.
Διὰ τί μεθυόντων μᾶλλον ἀπορρήγνυται ἡ φωνὴ ἢ νηφόντων; ἢ διὰ τὸ πεπληρῶσθαι ταχέως ἀπορρηγνύασι τὴν φωνήν; σημεῖον δὲ τούτου· οὔτε γὰρ οἱ χοροὶ μελετῶσιν
Διὰ τί ποτε τῶν ὀξυτέρων φωνῶν πορρώτερον ἀκούουσιν; ἢ διότι τὸ ὀξὺ ἐν φωνῇ ταχύ ἐστι, θᾶττον δὲ κινεῖται τὰ βίᾳ μᾶλλον φερόμενα, τὰ δὲ σφοδρότερον φερόμενα ἐπὶ πλέον φέρεται.
Διὰ τί κατέχοντες τὸ πνεῦμα μᾶλλον ἀκούομεν; ἢ ὅτι ἡ ἀνάπνευσις ψόφον τινὰ παρέχει. εἰκότως οὖν τότε μᾶλλον ἀκούομεν, ὅταν ἥττων ὁ ψόφος ᾖ ἥττων γὰρ ὁ ψόφος, ὅταν κατέχωμεν τὸ πνεῦμα.
Διὰ τί τὸ μὲν φῶς οὐ διέρχεται διὰ τῶν πυκνῶν, λεπτότερον ὂν καὶ πόρρω ὂν καὶ θᾶττον, ὁ δὲ ψόφος διέρχεται; ἢ διότι τὸ μὲν φῶς κατ’ εὐθεῖαν φέρεται, ὥστε ἂν ἀντιφράξῃ τι τὴν εὐθυωρίαν, ὅλως ἀποκέκλειται, ὁ δὲ ψόφος φέρεται καὶ οὐκ εὐθὺ διὰ τὸ πνεῦμα εἶναι; διὸ πανταχόθεν ψοφοῦντος ἀκούομεν, καὶ οὐ μόνον τῶν κατ’ εὐθυωρίαν τοῖς ὠσίν.
Διὰ τί ποτε οἱ μὲν γελῶντες βαρὺ φθέγγονται, οἱ δὲ κλαίοντες ὀξύ; ἢ διότι ἀπὸ τῶν συντόνων ὀξεῖα ἡ φωνή, τὸ δὲ ὀξύ ἐστιν ἀσθενές; ἄμφω δὲ ταῦτα μᾶλλον τοῖς κλαίουσιν ὑπάρχει· καὶ γὰρ συντέτανται μᾶλλον οἱ κλαίοντες καὶ ἀσθενέστεροί εἰσιν.
Διὰ τί, εἴπερ ἡ φωνὴ ἀήρ τις ἐσχηματισμένος ἐστί, καὶ φερομένη διαλύεται πολλάκις τὸ σχῆμα, ἡ δὲ ἠχώ, ἣ γίνεται πληγέντος τοῦ τοιούτου πρός τι στερεόν, οὐ διαλύεται,
Διὰ τί ἑνός τε καὶ πολλῶν φθεγγομένων ἅμα οὔτε ἴσος ὁ φθόγγος, οὔτε ἐπὶ πλεῖον γεγωνόσιν ὡς κατὰ λόγον εἰς τὸ πόρρω; ἢ ὅτι ἕκαστος τὸν καθ’ αὑτὸν ἀέρα προωθεῖ, ἀλλ’ οὐ τὸν αὐτόν, πλὴν ἐπὶ μικρόν; ὅμοιον δὴ συμβαίννει ὥσπερ ἂν εἰ πολλοὶ μὲν εἶεν οἱ βάλλοντες, ἕκαστος μέντοι λίθῳ ἑτέρῳ ἢ οἵ γε πλεῖστοι. οὔτε γὰρ ἐκεῖ πόρρω
Διὰ τί ἀγωνιῶντες μὲν βαρύτερον φθέγγονται, φοβούμενοι δὲ ὀξύτερον; καίτοι καὶ ἡ αἰδὼς φόβος τίς ἐστιν. ἢ διαφέρει πολὺ τὸ πάθος; οἱ μὲν γὰρ αἰδούμενοι ἐρυθριῶσιν (ἡ δὲ ἀγωνία αἰσχύνη τίς ἐστιν), οἱ δὲ φοβούμενοι ὠχριῶσιν. φανερὸν οὖν ὅτι τοῖς μὲν φοβουμένοις ἐκλείπει ἄνωθεν τὸ θερμόν, ὥστε κινεῖ ἀσθενὲς ὂν ὀλίγον ἀέρα τὸ πνεῦμα, τὸ δὲ ὀλίγον ταχὺ φέρεται, τὸ δὲ ταχὺ ἐν φωνῇ τὸ ὀξύ· τοῖς δὲ αἰδουμένοις ἄνω ἔρχεται τὸ θερμὸν περὶ τὰ στήθη. σημεῖον δὲ ὅτι γίνονται ἐξέρυθροι. πολὺν δὲ κινεῖ ἀέρα ἡ πολλὴ δύναμις, τὸ δὲ πολὺ βραδέως φέρεται, τὸ δὲ βραδὺ ἐν φωνῇ βαρύ.
Διὰ τί ἰσχνόφωνοι γίνονται; ἢ αἴτιον ἡ κατάψυξις τοῦ τόπου ᾧ φθέγγονται, καὶ ὥσπερ ἀποπληξία τοῦ μέρους
Διὰ τί μόνον τῶν ἄλλων ζῴων ἄνθρωπος γίνεται ἰσχνόφωνον; ἢ ὅτι λόγου κοινωνεῖ μόνον, τὰ δὲ ἄλλα φωνῆς; οἱ δὲ ἰσχνόφωνοι φωνοῦσι μέν, λόγον δὲ οὐ δύνανται συνείρειν.
Διὰ τί τοῦ μὲν χειμῶνος ὀξύτερον φθέγγονται καὶ νήφοντες, θέρους δὲ καὶ μεθύοντες βαρύτερον; ἢ ὅτι ὀξυτέρα μέν ἐστιν ἡ ταχυτέρα, ταχυτέρα δέ ἐστιν ἡ ἀπὸ συντεταμένου φωνή; τῶν δὲ νηφόντων καὶ ἐν τῷ χειμῶνι τὰ σώμματα συνέστηκε μᾶλλον ἢ μεθυόντων καὶ ἐν τῷ θέρει. τὸ γὰρ θερμὸν καὶ αἱ ἀλέαι διαλύουσι τὰ σώματα.
Διὰ τί ἡ φωνὴ ὕστατον τελειοῦται τοῖς ἀνθρώποις τῶν φθεγγομένων; ἢ διότι πλείστας ἔχει διαφορὰς καὶ εἴδη; τὰ γὰρ ἄλλα ζῷα ἢ οὐθὲν γράμμα ἢ ὀλίγα διαλέγονται. τὸ δὲ ποικιλώτατον καὶ πλείστας ἔχον διαφορὰς ἀνάγκη ἐν πλείστῳ χρόνῳ ἀποτελεῖσθαι.
Διὰ τί ἡ μὲν ὄψις οὐ διέρχεται διὰ τῶν στερεῶν, ἡ δὲ φωνὴ διέρχεται; ἢ ὅτι τῆς μὲν ὄψεως μία φορὰ ἡ κατ’ εὐθεῖαν (σημεῖον δὲ αἵ τε τοῦ ἡλίου ἀκτῖνες, καὶ ὅτι ἐξ ἐναντίας μόνον ὁρῶμεν), τῆς δὲ φωνῆς πολλαί; ἀκούομεν γὰρ πανταχόθεν. ὅταν οὖν κωλυθῇ κατ’ εὐθεῖαν ἐκπίπτειν διὰ τὸ μὴ κατ’ ἀλλήλους εἶναι τοὺς πόρους, ἀδυνατεῖ διορᾶν.
Διὰ τί γίνεται ἐλάττων μὲν ἡ φωνὴ ἐξαιρουμένων, ὁμοία δὲ τὸν χαρακτῆρα; ἢ ὅτι ἐμέμικτο αὐτοῖς; τὸ δὲ μεμιγμένον οὐ τῇ μέν ἐστι τῇ δὲ οὔ, ἀλλὰ πάντη. ὁμοίως οὖν πανταχόθεν ἐξαιρουμένων συνέρχεται ὁμοίως, ὥστ’ ἔλαττόν τε ἀνάγκη καὶ ὅμοιον εἶναι.
Διὰ τί ἰσχνόφωνοι γίνονται; πότερον διὰ θερμότητα
Διὰ τί τοῦ χειμῶνος αἱ φωναὶ βαρύτεραι; ἢ ὅτι παχύτερος ὁ ἀήρ, παχυτέρου δὲ ὄντος βραδυτέρα ἡ κίνησις, ὥσθ’ ἡ φωνὴ βαρυτέρα. ἢ διότι διὰ τῶν στενῶν βραδύτερον
Διὰ τί τὰ παιδία καὶ αἱ γυναῖκες καὶ οἱ εὐνοῦχοι καὶ οἱ γέροντες φθέγγονται ὀξύ; ἢ ὅτι θάττων κίνησίς ἐστιν ἡ ὀξυτέρα; ἔστι δὲ τὸ αὐτὸ πλείονος δυσκινητότερον, ὥστε οἱ ἐν ἀκμῇ πλείω συνεπισπῶνται τὸν ἀέρα· οὗτος οὖν βραδύτερον ἰὼν βαρυτέραν παρασκευάζει τὴν φωνήν. ἐν δὲ τοῖς παιδίοις καὶ εὐνούχοις διὰ τὸ ἐλάττω ἔχειν ἐναντίως. τρέμειν δὲ τοὺς πρεσβύτας οὐ δυναμένους κρατεῖν, ὥσπερ τοῖς ἀδυνάτοις καὶ παιδίοις, ὅταν μακρὸν ξύλον λάβωσιν ἀπ’ ἄκρου, τὸ ἕτερον ἄκρον σείεται διὰ τὸ μὴ κρατεῖν. (διὰ τοῦτο καὶ οἱ πρεσβῦται τρέμουσιν διὰ τὸ μηκέτι κρατεῖν). τὸ αὐτὸ δὲ ὑποληπτέον
Διὰ τί τῶν θυμιαμάτων ἧττον αἰσθάνονται πλησίον ὄντες; πότερον ὅτι ἀκρατεστέρα κερασθεῖσα ἡ ἀπόρροια τῷ ἀέρι ἡδίων, ὥσπερ ἡ σμύρνη τῶν ἰατρῶν; ἢ καὶ τοὐναντίον εἴη ἄν, ὥστε ἀφαιρεῖσθαι τὸ πῦρ τὴν ὀσμὴν διὰ τὸ καίειν; ἡ γὰρ ὀσμὴ θυμιωμένων. διὸ καὶ ἐπὶ τῶν ἀνθράκων οὐκ ὄζει, πορρώτερον δὲ καθαρώτερον φαίνεται καὶ λεπτότατον τοῦτο.
Διὰ τί αἱ ὀσμαὶ ἧττον εὐώδεις τῶν θυμιαμάτων καὶ τῶν ἀνθῶν ἐκ τοῦ ἐγγύς; πότερον ὅτι συναπέρχεται τῇ ὀσμῇ καὶ γῆς μόρια, ἅ προκαταφέρεται διὰ βάρος, ὥστε καθαρὰ πορρώτερον γένεται ἡ ὀσμή; ἢ οὔτε ἐγγὺς οὔσης τῆς ἀρχῆς πλεῖστον γίνεται τὸ ῥέον, οὔτε λίαν πόρρω; τὸ μὲν γὰρ οὔπω πολύ, τὸ δὲ διασπᾶται.
Λέγεται γὰρ ὡς εὐώδη γίνεται τὰ δένδρα εἰς ἅπερ ἂν ἡ ἶρις κατασκήψῃ. πότερον οὖν ἀληθές ἐστιν ἢ ψεῦδος; καὶ εἰ ἀληθές, διὰ τίν’ αἰτίαν εἴη τὸ συμβαῖνον; ὅτι μὲν
Διὰ τί τὰ ἄνθη καὶ τὰ θυμιώμενα πόρρωθεν μᾶλλον ἥδιον ὄζει, ἐγγύθεν δὲ τὰ μὲν ποωδέστερον, τὰ δὲ καπνωδέστερον; ἢ ὅτι ἡ ὀσμὴ θερμότης τίς ἐστιν καὶ τὰ εὐώδη θερμά, τὸ δὲ θερμὸν κοῦφον, ὥστε διὰ μὲν τοῦτο πορρωτέρω
Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα; ἢ ὅτι ἀναπίμπλησι πλείω ἀέρα ἢ ἡσυχάζοντα; διαπέμπεται οὖν ἡ ὀσμὴ θᾶττον οὕτω πρὸς τὴν αἴσθησιν ἡμῶν.
Διὰ τί τοῦ χειμῶνος ἧττον ὀσφραινόμεθα, καὶ ἐν τοῖς πάγεσιν ἥκιστα; ἢ ὅτι ὁ ἀὴρ ἀκινητότερός ἐστιν ἐν τῷ ψύχει; οὔκουν ἀφικνεῖται ὁμοίως ἡ κίνησις ἡ ἀπὸ τοῦ σώματος τοῦ τὴν ὀσμὴν ἔχοντος διὰ τὴν δυσκινησίαν τῆς ἀπορροῆς καὶ τοῦ ἀέρος ἐν ᾧ ἐστίν.
Διὰ τί δριμύτερον ὄζει τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός, καὶ μᾶλλον καὶ πλείω χρόνον τὴν αὑτῶν ὀσμὴν ἔχει ἐπὶ τῆς τέφρας θυμιώμενα; ἢ ὅτι ἀπεπτοτέρα ἐστὶν ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων. τὸ δὲ πῦρ ταχὺ πέττον αὐτῶν τὴν δύναμιν ἀλλοιοῖ τὴν ὀσμήν· ἡ γὰρ πέψις ἀλλοίωσίς ἐστιν τοῦ πεττομένου.
Διὰ τί ἥδιον ὄζει τῶν ῥόδων ὧν ὁ ὀμφαλὸς τραχύς
Διὰ τί αἱ ὀδμαὶ ἐγγύθεν ἧττον εὐώδεις καὶ θυμιαμάτων καὶ ἀνθῶν; ἢ ὅτι πλησίον μὲν συναποφέρεται τὸ γεῶδες, ὥστε κεραννύμενον ἀσθενεστέραν ποιεῖ τὴν δύναμιν, εἰς δὲ τὸ πόρρω καταφέρεται ἡ ὀσμή. διὰ ταῦτα δὲ καὶ τριφθέντα τὰ ἄνθη ἀπολλύουσι τὴν ὀσμήν.
Πότερον αἱ ὀσμαὶ καπνὸς ἢ ἀὴρ ἢ ἀτμίς; διαφέρει γάρ, ᾗ τὸ μὲν ὑπὸ τοῦ πυρός, τὸ δὲ καὶ ἄνευ τούτου γίνεται. καὶ πότερον ἀπὸ τῆς αἰσθήσεως τι πρὸς ἐκεῖνα ἢ ἀπ’ ἐκείνων πρὸς τὴν αἴσθησιν ἀφικνεῖται, ἀεὶ κινοῦν τὸν πλησίον ἀέρα; καὶ εἰ ἀπ’ ἐκείνων ἀπορρεῖ, ἔδει ἔλαττον γίνεσσθαι· καίτοι τὰ εὐωδέστατα ὁρῶμεν μάλιστα διαμένοντα.
Διὰ τί δριμύτερον ὄζει μᾶλλον τῶν ἀρωμάτων ἐπὶ τέφρας θυμιωμένων ἢ ἐπὶ τοῦ πυρός; ἢ διότι ἀπεπτοτέρα ἡ ὀσμὴ ἐπὶ τῆς τέφρας· διὸ καὶ πλείων; πολὺ οὖν καὶ τοῦ γεώδους συναναθυμιᾶται καὶ γίνεται καπνός· τὸ δὲ πῦρ φθάνει ἐκκάον τὸ γεῶδες αὐτῶν, ὥστε ἡ ὀσμὴ καθαρωτέρα
Διὰ τί τὰ εὐώδη οὐρητικὰ καὶ σπέρματα καὶ φυτά; ἢ ὅτι θερμὰ καὶ λεπτά, τὰ δὲ τοιαῦτα οὐρητικά; ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδδης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι τηκτικά. θερμὰ δὲ τὰ εὐώδη σπέρματα, διότι ὅλως ἡ ὀσμὴ διὰ θερμότητα γίνεται. ἀλλὰ τὰ δυσώδη ἄπεπτά ἐστιν· δεῖ δὲ μὴ μόνον θερμὰ εἶναι, ἀλλὰ
Διὰ τί ποτε οἱ κεκραμένοι τῶν οἴνων θᾶττον τῶν ἀκράτων ὄζουσιν; ἢ ὅτι ὁ κεκραμένος ἀσθενέστερος τοῦ ἀκράτου ἐστίν; τὸ δὲ ἀσθενέστερον ὑπὸ πάντων ἐξίσταται τοῦ ἰσχυροτέρου. εἶτα ὁ κεκραμένος ἐστὶν εὐπετέστερος τοῦ ἀκράτου. εὐπετέστερον δέ ἐστιν ὑπάρξαι ᾡτινιοῦν, καὶ ἐκλαβεῖν τι τῶν μὴ ὑπαρχόντων. ὁ μὲν οὖν ἄκρατος ὀσμώδης ἐστίν, ὁ δὲ κεκραμένος ἄνοσμος.
Διὰ τί τὸ μὲν οὖρον, ὅσῳ ἂν χρονίζηται ἐν τῷ σώματι, δυσωδέστερον γίνεται, ἡ δὲ κόπρος ἧττον; ἢ ὅτι ἡ μὲν ξηραίνεται μᾶλλον χρονιζομένη (τὸ δὲ ξηρὸν ἀσηπτότερον), τὸ δὲ οὖρον παχύνεται, πρόσφατόν τε ὂν ὁμοιότερον τῷ ἐξ ἀρχῆς ἐστὶ πόματι.
Διὰ τί τὰ δυσώδη τοῖς ἐδηδοκόσιν οὐ δοκεῖ ὄζειν; ἢ διὰ τὸ συντετρῆσθαι τὴν ὄσφρησιν τῷ στόματι κατὰ τὸν οὐρανὸν πλήρης ἡ αἴσθησις γίνεται ταχύ, καὶ τῆς τε ἔσω οὐκέθ’ ὁμοίως αἰσθάνεται (τὸ γὰρ πρῶτον αἰσθάνονται πάντες, ὅταν δὲ ἅψωνται, οὐκέτι, ὥσπερ συμφυοῦς) καὶ ἡ ἔξωθεν ἡ ὁμοία ἀφανίζεται ὑπὸ τῆς ἔσω.
Διά τί τριβόμενα τὰ ἄνθη δυσωδέστερα; ἢ διότι συμμίγνυται τῇ ὀσμῇ τὸ γεῶδες τὸ ἐν τῷ ἄνθει.
Διὰ τί τῶν μὲν ζῴων οὐθὲν εὐῶδές ἐστιν ἔξω τῆς παρδάλιος (αὕτη δὲ καὶ αὐτοῖς τοῖς θηρίοις· φασὶ γὰρ αὐτῆς τὰ θηρία ἡδέως ὀσμᾶσθαι), φθειρόμενα δὲ καὶ δυσώδη ἐστίν, τῶν δὲ φυτῶν πολλὰ καὶ φθειρόμενα καὶ αὐαινόμενα ἔτι μᾶλλον εὐώδη γίνεται; πότερον ὅτι τῆς δυσωδίας αἴτιον
Διὰ τί τὰ δυσώδη θερμὰ ὄντα μᾶλλον δυσώδη ἐστὶν ἢ ἐψυγμένα; ἢ ὅτι ἐστὶν ἡ ὀσμὴ ἀτμὸς καὶ ἀπορροή τις; ὅ τ’ οὖν ἀτμὸς ὑπὸ θερμοῦ γίνεται, καὶ ἡ ἀπορροή· κίνησις γάρ τίς ἐστιν, τὸ δὲ θερμὸν κινητικόν· τὸ δὲ ψυχρὸν τοὐναντίον στατικὸν καὶ συσταλτικόν, καὶ φορὸν δὲ κάτω, τὸ δὲ θερμὸν καὶ αἱ ὀσμαὶ πᾶσαι ἀνωφερεῖς διὰ τὸ ἐν ἀέρι τε εἶναι καὶ τὸ αἰσθητήριον αὐτῶν ἄνω εἶναι, μὴ κάτω· πρὸς γὰρ ἐγκέφαλον περαίνουσα ἡ ὀσμὴ αἴσθησιν ποιεῖ.
Διὰ τί, ἐάν τις σκόροδα φάγῃ, τὸ οὖρον ὄζει, ἄλλων δὲ ἐχόντων ἰσχυρὰν ὀσμὴν οὐκ ὄζει ἐδεσθέντων; πότερον,
Διὰ τί τὰ στόματα μηδὲν ἐδηδοκότων, ἀλλὰ νηστευσάντων ὄζει μᾶλλον (ὃ καλεῖται νηστείας ὄζει), φαγόντων δὲ οὔ, ὅτε ἔδει μᾶλλον; ἢ ὅτι κενουμένης τῆς κοιλίας θερμότερος ὁ ἀὴρ γινόμενος διὰ τὴν ἀκινησίαν σήπει τὸ πνεῦμα καὶ τὰ φλεγματώδη περιττώματα; ὅτι δὲ θερμότερος γίνεται, σημεῖον ὅτι καὶ δίψαν ποιεῖ ἡ νηστεία μᾶλλον. φαγόντων δὲ διὰ τὸ ἐλάττων εἶναι ἡ ὀσμὴ τῆς τῶν σιτίων παύεται· κρατεῖ γὰρ τῆς θερμότητος ἡ τῶν σιτίων θερμότης, ὥστε μηθὲν πάσχειν.
Διὰ τί ἡ μασχάλη δυσωδέστατος τῶν τόπων; πότερον ὅτι ἀπνούστατός ἐστιν; ἔστι δὲ ἡ δυσωδία ἐν τοῖς τοιούτοις μάλιστα, διὰ τὸ σῆψιν γίνεσθαι ὑπὸ τῆς ἡσυχίας τῆς πιότητος· ἢ διότι ἀκίνητος καὶ ἀγύμναστος.
Διὰ τί οἱ τοῦ γράσου ὄζοντες, ὅταν ἀλείφωνται μύρῳ, δυσωδέστεροι γίνονται; ἢ διότι τοῦτο ἐπὶ πολλῶν γίνεται, οἷον ὀξὺ καὶ γλυκὺ συμμιχθὲν τὸ ὅλον γλυκύτερον ἐγένετο. εἶτα πάντες ἱδρώσαντες δυσωδέστεροί εἰσι, τὸ δὲ μύρον θερμαντικόν ἐστιν· ἱδρῶτας οὖν παρασκευάζει.
Διὰ τί τῶν ἐγκύρτων καὶ κυφοτέρων δυσοσμοτέρα καὶ βαρυτέρα ἡ ὀσμὴ τοῦ πνεύματος; ἢ διότι συγκέκλεισται ὁ τόπος ὁ περὶ τὸν πνεύμονα καὶ ἀνέσπασται ἐκ τῆς εὐθυωρίας, ὥστε οὐκ εὔπνους, ἀλλὰ σήπεται ἡ ἱκμὰς καὶ τὸ πνεῦμα μᾶλλον εἴσω ἐγκατακλειόμενον;
Διὰ τί τὰ πολλὰ τῶν μύρων συνεξιδρῶσαι δυσώδη, ἔνια δὲ ἡδίω ἢ οὐ χείρω; ἢ ὅσα μὲν τῇ κινήσει ἢ τρίψει μεταβάλλοντα, χείρω τοιαῦτα, ὅσα δὲ μή, τοὐναντίον; ἔστι δὲ ἔνια τοιαῦτα, ὥσπερ καὶ τῶν ἀνθῶν, ἐξ ὧν γίνονται
Διὰ τί πάντα μᾶλλον ὄζει κινούμενα; ἢ διότι ἀναπίμπλησι τὸν ἀέρα; διαπέμπεται οὖν θᾶττον ἡ ὀσμὴ πρὸς τὴν αἴσθησιν.
Διὰ τί θηριώδεις τὰ ἔθη καὶ τὰς ὄψεις οἱ ἐν ταῖς ὑπερβολαῖς ὄντες ἢ ψύχους ἢ καύματος; ἢ διὰ τὸ αὐτό; ἡ γὰρ ἀρίστη κρᾶσις καὶ τῇ διανοίᾳ συμφέρει, αἱ δὲ ὑπερβολαὶ ἐξιστᾶσιν, καὶ ὥσπερ τὸ σῶμα διαστρέφουσιν, οὕτω καὶ τὴν τῆς διανοίας κρᾶσιν.
Διὰ τί ἐν τῷ Πόντῳ ὁ σῖτος ἐαθεὶς ἐν τῷ ψύχει πολλὰ ἔτη γίνεται ἄκοπος; ἢ ὅτι ἐξικμάζεται τὸ ἀλλότριον ὑγρὸν μετὰ τοῦ θερμοῦ, ὥσπερ ἐν ταῖς σταφυλαῖς; ἔνια μὲν γὰρ ὑπὸ τοῦ ψυχροῦ, ἔνια δὲ ἅμα τῷ θερμῷ.
Διὰ τί ἐν τῇ ψυχροτάτῃ ὥρᾳ οἱ καῦσοι μᾶλλον γίνονται; ἢ διότι ἀντιπεριίστησι τὸ ψῦχος εἴσω τὴν θερμότητα; ἐν δὲ τῷ θέρει τοὐναντίον συμβαίνει, τὰ εἴσω ψυχρότερα. ὁ δὲ καῦσος πυρετὸς τῶν ἔξω κατεψυγμένων τὰ ἔσω θερμότητι ὑπερβάλλει.
Διὰ τί οἱ Αἰθίοπες καὶ οἱ Αἰγύπτιοι βλαισοί εἰσιν; ἢ διότι ὑπὸ θερμοῦ, ὥσπερ καὶ τὰ ξύλα διαστρέφεται ξηραινόμενα, οὕτω καὶ τὰ τῶν ζῴων σώματα; δηλοῦσι δὲ καὶ αἱ τρίχες· οὐλοτέρας γὰρ ἔχουσιν, ἡ δὲ οὐλότης ἐστὶν ὥσπερ βλαισότης τῶν τριχῶν.
Διὰ τί ἐν τοῖς νοτίοις μᾶλλον θηλυτοκοῦσιν αἱ ὀχεῖαι; ἢ ὅτι τὸ πλεῖον ὑγρὸν βραδύτερον παχύνεται; ἐν δὲ τοῖς νοτίοις διὰ τὴν ὑγρότητα τῆς κράσεως ὑγρότερον τὸ σπέρμα γίνεται.
Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη
Διὰ τί οἱ μὲν ἐν τοῖς εὐπνόοις τόποις βραδέως γηράσκουσιν, οἱ δὲ ἐν τοῖς κοίλοις καὶ ἑλώδεσι ταχέως; ἢ τὸ γῆρας σηπεδών τίς ἐστιν, σήπεται δὲ τὸ ἠρεμοῦν, τὸ δὲ ἐν κινήσει ὂν ἢ ὅλως ἀσαπὲς ἢ ἧττον τοῦτο πάσχει, οἷον τὸ ὕδωρ. ἐν μὲν οὖν τοῖς ὑψηλοῖς διὰ τὴν εὔπνοιαν ὁ ἀὴρ ἐν κινήσει ἐστίν, ἐν δὲ τοῖς κοίλοις μένει. ἔτι δὲ ἐκεῖ μὲν διὰ τὴν κίνησιν ἀεὶ καθαρὸς ὁ ἀὴρ καὶ ἕτερος γίνεται, ἐν δὲ τοῖς ἑλώδεσι μένει.
Διὰ τί οἱ μὲν ἐν τοῖς θερμοῖς τόποις δειλοί εἰσιν, οἱ δὲ ἐν τοῖς ψυχροῖς ἀνδρεῖοι; ἢ ὅτι ἐναντίως τοῖς τόποις καὶ ταῖς ὥραις ἡ φύσις ἔχει, διὰ τὸ ὁμοίως ἐχόντων ἀνάγκῃ διακαίεσθαι ταχέως. ἀνδρεῖοι δέ εἰσιν οἱ τὴν φύσιν θερμοί, δειλοὶ δὲ οἱ κατεψυγμένοι. συμβαίνει δὲ τοὺς μὲν ἐν τοῖς θερμοῖς ὄντας κατεψῦχθαι, τοὺς δὲ ἐν τοῖς ψυχροῖς ἐκτεθερμάνθαι τὴν φύσιν. μεγάλοι δὲ ἄμφω εἰσίν, οἱ μὲν ἐν τοῖς ψυχροῖς διὰ τὴν ἐν αὐτοῖς σύμφυτον θερμότητα, οἱ δ’ ἐν τοῖς θερμοῖς διὰ τὴν ἐν τῷ τόπῳ· ἐν γὰρ τοῖς θερμοῖς καὶ ὑπὸ τοῦ θερμοῦ αὐξάνονται. τὸ δὲ ψῦχος πιλητικόν ἐστιν. ἅτε οὖν τῶν μὲν ἐν αὑτοῖς ἐχόντων τὴν ἀρχὴν τῆς αὐξήσεως σφοδράν, τῶν δὲ οὐ κωλυομένων ὑπὸ τῆς ἔξωθεν ψυχρότητος, εἰκότως ἐπὶ πολὺ τὴν αὔξησιν ἐπιδέχονται. οἱ δὲ περὶ ἡμᾶς ἧττον διὰ τὸ ἐλάττω τε ἔχειν τὴν ἀρχὴν ἐν αὑτοῖς, καὶ διὰ τὸ τοὺς ἐν τοῖς ψυχροῖς συμπιλεῖσθαι.
Διὰ τί μακρόβιοι μᾶλλόν εἰσιν οἱ ἐν τοῖς θερμοῖς τόποις οἰκοῦντες; ἢ διὰ τὸ ξηροτέραν ἔχειν τὴν φύσιν, τὸ δὲ ξηρότερον ἀσαπέστερον εἶναι καὶ πολυχρονιώτερον, τὸν δὲ θάνατον οἷον σῆψίν τινα εἶναι; ἢ διότι ὁ μὲν θάνατός ἐστι ψύξις τοῦ ἐντὸς θερμοῦ, καταψύχεται δὲ πᾶν ὑπὸ τοῦ περιέχοντος καὶ ψυχροτέρου; ἔστιν δὲ ὁ περιέχων ἀὴρ ἐν μὲν τοῖς ἀλεεινοῖς τόποις θερμός, ἐν δὲ τοῖς ψυχροῖς ψυχρός, ὥστε θᾶττον καὶ μᾶλλον φθείρει τὸ ἐν αὐτοῖς θερμόν.
Διὰ τί οἱ ἐν τοῖς θερμοῖς τόποις μακροβιώτεροι; ἢ ὅτι μᾶλλον τὸ θερμὸν καὶ τὸ ὑγρὸν σώζουσιν; ὁ γὰρ θάνατος ἡ τούτων φθορά.
Διὰ τί ἐν τοῖς ἑλώδεσι τόποις ὑπνωδέστεροι γινόμεθα; ἢ διότι κατεψυγμένοι μᾶλλον ἐν αὐτοῖς ἐσμέν, ἡ δὲ κατάψυξις ἡσυχία τις οὖσα παρασκευάζει ὕπνον, ὁ δὲ ὕπνος ἐν τῷ ἡσυχάζειν παραγίνεται.
Διὰ τί οἱ ἐν τοῖς πλοίοις εὔχροοι, ἐπὶ ὕδατος διαιτώμενοι, μᾶλλον τῶν ἐν τοῖς ἕλεσιν; ἢ ἡ ὥρα καὶ τὸ εὔπνουν αἴτιον; ὠχροὺς δὲ τὸ ὕδωρ ποιεῖ, ὅταν σήπηται, ὃ πάσχει δι’ ἀκινησίαν· διὸ ἐν τοῖς ἑλώδεσιν ὕπωχροι.
Διὰ τί ἐν τοῖς χειμερινοῖς χωρίοις πνίγη σφοδρὰ γίνεται πολλά, καὶ μᾶλλον ἢ ἐν τοῖς ἀλεεινοῖς; πότερον διὰ τὴν ὑγρότητα τοῦ ἀέρος; ἀπὸ γὰρ τῆς αὐτῆς θερμότητος ὕδωρ θερμότερον γίνεται τοῦ ἀέρος, ὥστε καὶ ὁ ἀὴρ ὑγρότερος τοῦ θερμοῦ. ἢ οὐδὲ ἔστι ξηρότερος ὁ ἀὴρ ἐν τοῖς τόποις τοῖς τοιούτοις, ἀλλὰ φαίνεται παρὰ τὸ ἐναντίον, ὥσπερ ὁ ἐκ νεφέλης ἥλιος παρὰ τὸ ἐκ τῆς σκιᾶς θιγγάνεσθαι.
Διὰ τί οἱ πρὸς μεσημβρίαν οἰκοῦντες μᾶλλόν εἰσι μελανόφθαλμοι; ἢ γλαυκὰ μέν ἐστι τὰ ὄμματα δι' ὑπερβολὴν τοῦ ἐντὸς θερμοῦ, μέλανα δὲ διὰ τὴν τούτου ἀπουσίαν,
Διὰ τί οἱ ἐν τοῖς θερμοῖς τόποις σοφώτεροί εἰσιν ἢ ἐν τοῖς ψυχροῖς; πότερον διὰ τὸ αὐτὸ δι’ ὅπερ καὶ οἱ γέροντες τῶν νέων; οἱ μὲν γὰρ διὰ τὴν ψυχρότητα τοῦ τόπου ἐπανιούσης τῆς φύσεως αὐτῶν θερμότεροί εἰσι πολύ, ὥστε λίαν μεθύουσιν ἐοίκασιν, καὶ οὐκ εἰσὶ ζητητικοί, ἀλλὰ ἀνδρεῖοι καὶ εὐέλπιδες· οἱ δὲ ἐν τοῖς ἀλεεινοῖς νήφουσι διὰ τὸ κατεψῦχθαι. πανταχοῦ δὲ οἱ φοβούμενοι τῶν θαρρούντων μᾶλλον ἐπιχειροῦσι ζητεῖν, ὥστε καὶ εὑρίσκουσι μᾶλλον. ἢ διὰ τὸ πολυχρονιώτερον τὸ γένος εἶναι τοῦτο, τοὺς δὲ ὑπὸ τοῦ κατακλυσμοῦ ἀπολέσθαι, ὥστε εἶναι καθάπερ νέους πρὸς γέροντας τοὺς ἐν τοῖς ψυχροῖς τόποις πρὸς τοὺς ἐν τοῖς θερμοῖς οἰκοῦντας.
Διὰ τί οἱ μὲν ἐν τοῖς θερμοῖς τόποις δειλοί εἰσιν, οἱ δὲ ἐν τοῖς ψυχροῖς ἀνδρεῖοι; ἢ ὅτι ἐναντίως τοῖς τόποις καὶ
Διὰ τί διάμετρος καλεῖται μόνη τῶν δίχα διαιρουσῶν τὰ εὐθύγραμμα ἡ ἐκ γωνίας εἰς γωνίαν ἀχθεῖσα γραμμή; ἢ ὅτι διάμετρος δίχα διαιρεῖ, καθάπερ τοὔνομα ὑποσημαίνει, οὐ φθείρουσα τὸ μετρούμενον; ἡ μὲν οὖν κατὰ τὰς συνθέσεις διαιροῦσα (λέγω δὲ τὰς γωνίας) διάμετρος ἔσται· οὐ γὰρ φθείρει, ἀλλὰ διαιρεῖ, καθάπερ οἱ τὰ στρατιωτικὰ σκεύη διαιροῦντες. ἡ δὲ κατὰ τὰς γραμμὰς σύνθετα τέμνουσα φθείρει· σύγκειται γὰρ τὸ εὐθύγραμμον κατὰ τὰς γωνίας.
Διὰ τί διάμετρος καλεῖται; ἢ ὅτι δίχα μόνη διαιρεῖ; ὥσπερ οὖν εἴ τις εἴποι διχάμετρός ἐστιν. καὶ διότι μόνη τῶν δίχα τοῦτο καλεῖται. ἢ ὅτι κατὰ μέλη ᾗ κέκαμπται μόνη διαιρεῖ, αἱ δὲ ἄλλαι κατὰ πλευράς;
Διὰ τί πάντες ἄνθρωποι, καὶ βάρβαροι καὶ Ἕλληνες, εἰς τὰ δέκα καταριθμοῦσι, καὶ οὐκ εἰς ἄλλον
† ὅτι ἡ γῆ κέντρον· ἀεὶ γὰρ ὅμοια τὰ φαινόμενα ἡμῖν σχήματα. δοκεῖ τοῦτο εἶναι, ἐὰν μὴ ἀπὸ τοῦ μέσου τις θεωρῇ, ἀλλ’ ὁτὲ μὲν τρίγωνα, ὁτὲ δὲ τραπέζια, ὁτὲ δὲ ἀλλοῖα ἐδόκει ἡ γῆ μέσον ἡμῖν, εἰ ἀπὸ τούτων ἔνι ἡμᾶς θεωρεῖν. οὔσης γὰρ σφαιροειδοῦς τῆς γῆς ταὐτὸ κέντρον τούτου καὶ τῆς γῆς ἔσται. ἡμεῖς δὲ ἐπάνω τῆς γῆς οἰκοῦμεν, ὥστε οὐκ ἀπὸ τούτου,
Διὰ τί τοῦ ἡλίου ὁμοτόνως φερομένου ἐν τῷ ἴσῳ χρόνῳ, οὐχ ἡ αὐτὴ αὔξησις καὶ φθίσις τῶν σκιῶν; ἢ ὅτι ἴσαι γίνονται αἱ γωνίαι πρὸς τὰ ὁρώμενα, αἱ ἀπὸ τῶν ἀκτίνων ὑπὸ ταῖς ἴσαις περιφερείαις; εἰ δ’ αὗται καὶ ἐμβαλλόμεναι ποιοῦσιν ἀκτῖνας ἐν τῷ τριγώνῳ, ὅπερ ἔχεται ὑπό τε τῆς πρώτης ἀκτῖνος καὶ τοῦ ὁρωμένου καὶ τῆς σκιᾶς. εἰ δ’ αἱ γωνίαι ἴσαι, ἀνάγκη τὴν πορρωτέρω γραμμὴν τοῦ ὁρωμένου μείζω εἶναι τῆς ἐγγυτέρω· τοῦτο γὰρ ἴσμεν. διῃρήσθω οὖν ἡ περιφέρεια εἰς ἴσα ὁσαοῦν πλήθει, ὁράσθω δὲ τὸ Θ. ὅταν οὖν ὁ ἥλιος ἐπὶ τοῦ Α προσλαβὼν τὸ Θ ποιήσῃ τινὰ σκιὰν ἐν τῷ Θ Α, ἀνάγκη δὴ τὴν ἀκτῖνα ἐπὶ τὸ Α πίπτειν. ὅταν δ’ ἔλθῃ ἐπὶ τὸ Β, ἡ ἀπὸ τοῦ Β ἀκτὶς ἐντὸς τῆς Θ Α πεσεῖται, καὶ ὅταν πάλιν ἐπὶ τὸ Γ μεταβῇ, ὡσαύτως· εἰ δὲ μή, εὐθεῖα εὐθείας διχῇ ἅψεται. ἐπεὶ οὖν ἴση ἡ Α Β τῇ Β Γ, καὶ αἱ γωνίαι αἱ ὑπὸ ταύτης αἱ πρὸς τῷ Δ ἴσαι ἔσονται· πρὸς τῷ κέντρῳ γάρ. εἰ δὲ τῇ τοῦ Δ, καὶ ἐν τῷ τριγώνῳ· κατὰ κορυφὴν γὰρ ταύταις. ὥστ’ ἐπεὶ εἰς ἴσα διαιρεῖται ἡ γωνία, μείζων ἔσται ἡ Δ Ε τῆς Ε Ζ τῇ Δ Θ. ὁμοίως δὲ καὶ αἱ ἄλλαι ἂς ποιοῦσιν αἱ ἀπὸ τῆς περιφερείας ἀκτῖνες. ἅμα δὲ δῆλον καὶ ὅτι κατὰ μεσημβρίαν ἐλαχίστην ἀναγκαῖον εἶναι τὴν σκιάν, καὶ ὅτι αἱ ἐπιδόσεις τότε ἐλάχσται. μάλιστα γὰρ καθ’ ἡμᾶς ὁ ἥλιος τῆς μεσημβρίας ἐστίν, καὶ πνῖγος γίνεται διά τε τὴν εἰρημένην αἰτίαν καὶ ὅτι ἀπνεύματος· ὅταν γὰρ διακρίνῃ τὸν πρὸς
Διὰ τί ὁ ἥλιος διὰ τῶν τετραπλεύρων διέχων οὐκ εὐθύγραμμα ποιεῖ τὰ σχήματα, ἀλλὰ κύκλους, οἷον ἐν ταῖς ῥίψεσιν; ἢ ὅτι ἡ τῶν ὄψεων ἔκπτωσις κῶνός ἐστιν, τοῦ δὲ κώνου κύκλος ἡ βάσις, ὥστε πρὸς ὃ ἂν προσπίπτωσιν αἱ τοῦ ἡλίου ἀκτῖνες, κυκλοτερεῖς φαίνονται. ἀναγκαῖον μὲν γάρ ἐστι καὶ τὸ ὑπὸ τοῦ ἡλίου σχῆμα ὑπ’ εὐθειῶν περιέχεσθαι, εἴπερ αἱ ἀκτῖνες εὐθεῖαι. ὅταν γὰρ εὐθεῖαι πρὸς εὐθεῖαν προσπίπτωσιν, εὐθύγραμμον ποιοῦσιν. ἐπὶ δὲ τῶν ἀκτίνων συμβαίνει τοῦτο· πρὸς εὐθεῖαν γὰρ προσπίπτουσι τὴν τοῦ ῥιπὸς γραμμήν, ᾗ διαλάμπουσι, καὶ αὗται εὐθεῖαί εἰσιν, ὥστε πρὸς εὐθεῖαν ἔσται ἡ ἔκπτωσις. ἀλλὰ διὰ τὸ ἀσθενεῖς εἶναι τὰς ἀποσχιζομένας ἀπὸ τῶν ὄψεων πρὸς τὰ ἄκρα τῶν εὐθειῶν, οὐχ ὁρᾶται τὰ ἐν ταῖς γωνίαις· ἀλλ’ ὅσον μὲν τῆς εὐθείας ἐνυπάρχει ἐν τῷ κώνῳ, ποιεῖ αὐτήν, τὸ δὲ λοιπὸν οὐ ποιεῖ, ἀλλὰ λανθάνουσιν αἱ ὄψεις ἐπιπίπτουσαι. πολλὰ γὰρ οὐχ ὁρῶμεν ἐφ’ ἃ διικνεῖται ἡ ὄψις, οἷον τὰ ἐν τῷ σκότει. ὅμοιον δὲ τούτῳ καὶ τὸ τὸ τετράγωνον πολυγωνοειδὲς φαίνεσθαι, ἐὰν δὲ πλέον ἀφιστῇ, κύκλον. ὄντος γὰρ κώνου τῆς τῶν ὄψεων ἐκπτώσεως, ἀφισταμένου τοῦ σχήματος εἰς τὸ πόρρω αἱ μὲν εἰς τὰς γωνίας ἀποσχιζόμεναι τῶν ὄψεων διὰ τὸ ἀσθενεῖς εἶναι καὶ ὀλίγαι οὐχ ὁρῶσι, πλέονος τοῦ ἀποστήματος γινομένου, αἱ δὲ εἰς τὸ μέσον προσπίπτουσαι, ἀθρόαι καὶ ἰσχυραὶ οὖσαι, διαμένουσιν. ἐγγὺς μὲν οὖν ὄντος τοῦ σχήματος δύναται
Διὰ τί τῆς σελήνης σφαιροειδοῦς οὔσης εὐθεῖαν ὁρῶμεν, ὅταν ᾖ διχότομος; ἢ ὅτι ἐν τῷ αὐτῷ ἐπιπέδῳ ἡ ὄψις γίνεται καὶ ἡ τοῦ κύκλου περιφέρεια, ἣν ὁ ἥλιος ποιεῖ προσβάλλων τῇ σελήνῃ; ὅτε δὲ τοῦτο γένοιτο, εὐθεῖα γραμμὴ ἐφαίνετο
Διὰ τί ὁ ἥλιος καὶ ἡ σελήνη σφαιροειδῆ ὄντα ἐπίπεδα φαίνεται; ἢ ὅτι πάντων ὅσων τὸ ἀπόστημα ἄδηλον, ὅτε πλεῖον ἢ ἔλαττον ἀφέστηκεν, ἐξ ἴσου φαίνονται; ὥστε καὶ ἐφ’ ἑνὸς μὲν μόρια δ’ ἔχοντος, ἂν μὴ τῇ χρόᾳ διαφέρῃ, ἀνάγκη τά μόρια ἐξ ἴσου φαίνεσθαι, τὸ δ’ ἐξ ἴσου ὁμαλὲς καὶ ἐπί-
Διὰ τί τὰς σκιὰς ποιεῖ ὁ ἥλιος ἀνίσχων καὶ δύνων μακράς, αἰρόμενος δὲ ἐλάττους, ἐπὶ τῆς μεσημβρίας δ’ ἐλαχίστας; ἢ ὅτι ἀνίσχων τὸ μὲν πρῶτον παράλληλον ποιήσει τὴν σκιὰν τῇ γῇ, καὶ ἄπειρον ὡς ἄνισον ὑπερτείνει, ἔπειτα μακράν· ἀεὶ δ’ ἐλάττω διὰ τὸ ἀεὶ τὴν ἀπὸ τοῦ ἀνωτέρου σημείου εὐθεῖαν ἐντὸς πίπτειν. γνώμων τὸ Α Β, ἥλιος οὗ τὸ Γ καὶ οὗ τὸ Δ· ἡ δὲ ἀπὸ τοῦ Γ ἀκτίς, ἐφ’ ἧς τὸ Γ Ζ, ἐξωτέρω
Διὰ τί αἱ ἀπὸ τῆς σελήνης σκιαὶ μείζους τῶν ἀπὸ τοῦ ἡλίου, ὅταν ἀπὸ τῆς αὐτῆς ὦσι καθέτου; ἢ διότι ἀνώτερος ὁ ἥλιος τῆς σελήνης; ἀνάγκη οὖν ἐντὸς πίπτειν τὴν ἀπὸ τοῦ ἀνωτέρω ἀκτῖνα. γνώμων ἐφ’ ᾧ Α Δ, σελήνη Β, ἥλιος Γ. ἡ μὲν οὖν ἀπὸ τῆς σελήνης ἀκτὶς Β Ζ, ὥστε ἔσται σκιὰ ἡ τὸ Δ Ζ· ἡ δὲ ἀπὸ τοῦ ἡλίου ἡ τὸ Γ Ε, ὥστε ἔσται σκιὰ ἐξ ἀνάγκης ἥττων· ἔσται γὰρ τὸ Δ Ε.
Διὰ τί ἐν ταῖς τοῦ ἡλίου ἐκλείψεσιν, ἐάν τις θεωρῇ διὰ κοσκίνου ἢ φύλλων, οἷον πλατάνου ἢ ἄλλου πλατυφύλλου, ἢ τοὺς δακτύλους τῆς ἑτέρας χειρὸς ἐπὶ τὴν ἑτέραν ἐπιζεύξας, μηνίσκοι αἱ αὐγαὶ ἐπὶ τῆς γῆς γίνονται; ἢ ὅτι ὥσπερ δι’ ὀπῆς ἐὰν λάμπῃ εὐγωνίου τὸ φῶς, στρογγύλον καὶ κῶνος γίνεται; αἴτιον δὲ ὅτι δύο γίνονται κῶνοι, ὅ τε ἀπὸ τοῦ ἡλίου πρὸς τὴν ὀπὴν καὶ ὁ ἐντεῦθεν πρὸς τὴν γῆν, καὶ συγκόρυφοι. ὅταν οὖν ἐχόντων οὕτως ἄνωθεν κύκλῳ ἀποτέμνηται, ἔσται μηνίσκος ἐξ ἐναντίας ἐπὶ τῆς γῆς τοῦ φωτός. ἀπὸ τοῦ μηνίσκου γὰρ τῆς περιφερείας γίνονται αἱ ἀκτῖνες, αἱ δὲ ἐν τοῖς δακτύλοις καὶ κοσκίνοις οἷον ὀπαὶ γίνονται· διὸ ἐπιδηλότερον γίνεται ἢ διὰ μεγάλων ὀπῶν. ἀπὸ δὲ τῆς σελήνης οὐ γίνονται, οὔτε ἐκλειπούσης οὔτε ἐν αὐξήσει οὔσης ἢ φθίσει, διὰ τὸ μὴ ἀκριβεῖς τὰς ἀπὸ τῶν ἄκρων αὐγὰς εἶναι, ἀλλὰ τῷ μέσῳ φαίνειν· ὁ δὲ μηνίσκος μικρὸν τὸ μέσον ἔχει.
Διὰ τί παρήλιος οὐ γίνεται οὔτε μεσουρανοῦντος
Διὰ τί τῆς σκιᾶς τὸ ἄκρον τοῦ ἡλίου τρέμειν φαίνεται; οὐ γὰρ δὴ διὰ τὸ φέρεσθαι τὸν ἥλιον· ἀδύνατον γὰρ κινεῖσθαι εἰς τἀναντία, ὁ δὲ τρόμος τοιοῦτος. ἔτι δὲ ἄδηλος ἡ μετάβασις, ὥσπερ καὶ τοῦ ἡλίου αὐτοῦ. ἢ διὰ τὸ κινεῖσθαι τὰ ἐν τῷ ἀέρι; καλεῖται δὲ ξύσματα. φανερὰ δὲ ἔσται ἐν ταῖς ἀκτῖσι ταῖς διὰ τῶν θυρίδων· ταῦτα γὰρ κινεῖται κἀν νηνεμίᾳ. ἔκ τε οὖν τῆς σκιᾶς εἰς τὸ φῶς ἔκ τε τοῦ φωτὸς εἰς τὴν σκιὰν φερομένων ἀεί, καὶ ὁ ὅρος ὁ κοινὸς τοῦ φωτὸς καὶ τῆς σκιᾶς φαίνεται κινούμενος παρεγγύς. ᾗ γὰρ οἷον σκιὰν ποιοῦσιν, ᾗ δὲ φῶς, ἑκατέρωθεν μεταβάλλονται ταῦτα. ὥστε ἡ σκιὰ φαίνεται κινεῖσθαι, οὐ κινουμένη αὐτὴ οὕτως, ἀλλ’ ἐκεῖναι.
Διὰ τί αἱ μὲν βάσεις τῶν πομφολύγων λευκαὶ ἐν τοῖς ὕδασι· καὶ ἐὰν ἐν ἡλίῳ τεθῶσι, σκιὰν οὐ ποιοῦσιν, ἀλλ’ ἡ μὲν ἄλλη πομφόλυξ σκιὰν ποιεῖ, ἡ δὲ βάσις οὐ ποιεῖ, ἀλλ’ ἡλίωται κύκλῳ. τὸ δὲ ἔτι θαυμασιώτερον, ὅτι οὐδ’ ἐάν τι τεθῇ ξύλον εἰς τὸ ὕδωρ ἐν τῷ ἡλίῳ, τέμνεται ὑπὸ τοῦ ὕδατος ταῦτα. ἢ οὐ γίνεται σκιά, ἀλλ’ ἡλίῳ διῄρηται ἡ σκιά; εἰ οὖν σκιά ἐστιν τὸ μὴ ὁρώμενον, καὶ ὑπὸ τοῦ ἡλίου
Διὰ τί αἱ πομφόλυγες ἡμισφαίρια; ἢ διὰ τὸ ὡς ἀπὸ κέντρου πρὸς τὸν ἀέρα φέρεσθαι ἄνω ὁμοίως πάντη; ἀνάγκη δὲ τοῦτο ἡμισφαίριον εἶναι. τὸ κάτω δὲ ἡμισφαίριον ἀποτέμνεται ὑπὸ τοῦ ἐπιπέδου τοῦ ὑδατώδους, ἐν ᾧ τὸ κέντρον ἐστίν.
Διὰ τί τοῖς ἄνισον τὸ βάθος ἔχουσι μεγέθεσιν, ἐάν τις τὸ κουφότερον κινῇ, κύκλῳ περιφέρεται τὸ βαλλόμενον, οἷον τοῖς μεμολιβδωμένοις ἀστραγάλοις συμβαίνει, ἐάν τις βάλλῃ τὸ κουφότερον πρὸς αὐτὸν στρέψας μέρος; ἢ ὅτι τὸ βαρύτερον ἀδύνατον ἰσοδρομεῖν τῷ κουφοτέρῳ, ἀπὸ τῆς αὐτῆς ἰσχύος ῥιφθέν; ἐπεὶ δὲ ἀνάγκη μὲν πάμπαν κινεῖσθαι,
Διὰ τί τὰ πίπτοντα ἐπὶ τὴν γῆν καὶ ἀφαλλόμενα ὁμοίας γωνίας ποιεῖ πρὸς τὸ ἐπίπεδον ἐφ’ ἑκάτερα τοῦ σημείου ᾧ ἥψατο τοῦ ἐπιπέδου; ἢ ὅτι πάντα μὲν φύσει φέρεται πρὸς ὀρθήν; τὰ μὲν οὖν εἰς ὁμαλὲς πεσόντα, τῇ καθέτῳ καὶ τῇ διαμέτρῳ προσκρούσαντα τῷ ἐπιπέδῳ, τοσαύτας ποιεῖ γωνίας ἀφαλλόμενα διὰ τὸ τὴν μὲν διάμετρον ἴσα διαιρεῖν· τὰ δὲ εἰς τὰ πλάγια πίπτοντα, οὐ τῇ καθέτῳ προσκρούοντα τῷ χωρίῳ, ἀλλὰ τῷ ἀνωτέρω τῆς καθέτου σημείῳ, συμβαίνει πάλιν ἀνωσθέντα ὑπὸ τοῦ πληγέντος τόπου εἰς τοὐναντίον φέρεσθαι, τὰ μὲν στρογγύλα, ὅτε ἐν αὐτῷ φερόμενα εἰς τοὐναντίον τῆς ἀπώσεως ἐξελίττεται, ἐάν τε ἠρεμῇ τὸ μέσον αὐτῶν ἐάν τε καὶ τόπον διαλλάττῃ· τὰ δ’
Διὰ τί ὁ μὲν κύλινδρος ὠσθεὶς εἰς εὐθύ τε φέρεται καὶ γράφει εὐθείας τοῖς ὁρίζουσιν αὐτὸν κύκλοις, ὁ δὲ κῶνος κύκλῳ περιφέρεται, τῆς κορυφῆς μενούσης, καὶ γράφει
Διὰ τί τῶν βιβλίων ἡ τομὴ οὖσα ἐπίπεδος καὶ εὐθεῖα, ἐὰν μέν τις τέμῃ παρὰ τὴν βάσιν, γίνεται εὐθεῖα ἀνελιττομένη, ἐὰν δὲ ἐγκλίνας, σκολιά; ἢ ὅτι συμβαίνει τῶν ἐν τῇ ἑτέρᾳ τομῇ κύκλων ἐν ταὐτῷ ἐπιπέδῳ ὄντων τὴν ἐγκεκλιμένην τομὴν μὴ παρακειμένην εἶναι, ἀλλ’ ἐν τῇ μὲν πλεῖον, τῇ δὲ ἔλαττον αὐτῆς ἀπέχειν, ὥστε ἐξελιττομένου οἱ μὲν ἐν ταὐτῷ ἐπιπέδῳ ὄντες κύκλοι, καὶ τὴν ἀρχὴν
Διὰ τί διαιρούμενα τὰ μεγέθη ἐλάττω φαίνεται πάντα τοῦ ὅλου; ἢ ὅτι διαιρούμενα μὲν ἀριθμὸν ἔχει πάντα, μεγέθει δὲ ἐλάττω ἐστὶ τοῦ ἑνός; τὸ μὲν γὰρ μέγα τῷ κατὰ συνέχειαν εἶναι καὶ ποσόν τι μέγα λέγεται, ὁ δὲ ἀριθμός τε πᾶς παντὸς μεγέθους ἀριθμοῦ μείζων. διόπερ εἰκὸς τὸ ὅλον διαιρεθέντων τῶν μερῶν μεῖζον φαίνεσθαι· τῶν αὐτῶν γὰρ ὄντων αὐτῶν τὸ μὲν ὅλον τὴν τοῦ μεγέθους ἔχει μᾶλλον φύσιν, συνεχὲς ὄν, τὰ δὲ μέρη τὴν τοῦ ἀριθμοῦ.
Τῶν περὶ τὴν κλεψύδραν συμβαινόντων τὸ μὲν ὅλον ἔοικεν αἴτιον εἶναι καθάπερ Ἀναξαγόρας λέγει· ὁ γὰρ ἀήρ ἐστιν αἴτιος, ἐναπολαμβανόμενος ἐν αὐτῇ, τοῦ μὴ εἰσιέναι τὸ ὕδωρ ἐπιληφθέντος τοῦ αὐλοῦ. οὐ μὴν ἀπλῶς γε αἴτιος κἂν γάρ τις αὐτὴν πλαγίαν ἐνῇ εἰς τὸ ὕδωρ, ἐπιλαβὼν τὸν αὐλόν, εἴσεισι τὸ ὕδωρ. διόπερ οὐ λέγεται ὑπ’ αὐτοῦ ἱκανῶς ᾗ αἴτιόν ἐστιν. ἔστι δὲ αἴτιον μέν, καθάπερ εἴρηται, ὁ ἀήρ· οὗτος δὲ ὠθούμενός τε καὶ καθ’ ἑαυτὸν φερόμενος καὶ μὴ βιαζόμενος ἐπ’ εὐθείας πέφυκεν φέρεσθαι, καθάπερ καὶ ἄλλα στοιχεῖα. πλαγίας μὲν οὖν βαφείσης τῆς κλεψύδρας, διὰ τῶν ἐναντίων τοῖς ἐν τῷ ὕδατι τρυπημάτων
Διὰ τί τὰ μόρια τῶν φυτῶν καὶ τῶν ζῴων, ὅσα μὴ ὀργανικά, πάντα περιφερῆ, τῶν μὲν φυτῶν τὸ στέλεχος καὶ οἱ πτόρθοι, τῶν δὲ ζῴων κνῆμαι, μηροί, βραχίονες, θώραξ τρίγωνον δὲ οὐδὲ πολύγωνον οὔτε ὅλον οὔτε μόριόν ἐστιν; πότερον, ὥσπερ Ἀρχύτας ἔλεγεν, διὰ τὸ ἐν τῇ κινήσει τῇ φυσικῇ
Διὰ τί ἐν τοῖς ἐσχάτοις ἀεὶ γίνεται περιφερῆ; ἢ ὅτι ἡ φύσις ἐκ τῶν ἐνδεχομένων πάντα ποιεῖ ὡς δυνατὸν ἄριστα καὶ κάλλιστα, τὸ δὲ σχῆμα τοῦτο κάλλιστον, τὸ αὐτὸ αὑτῷ ὁμοιότατον.
Διὰ τί, ἐὰν κύκλος ῥιφθῇ, τὸ μὲν πρῶτον εὐθεῖαν γράφει, παυόμενος δὲ ἕλικα, ἕως ἂν πέσῃ; ἢ εὐθεῖαν μὲν τὸ πρῶτον ὅτι ὁμοίως ἔνθεν καὶ ἔνθεν ὁ ἀὴρ ἀπορθοῖ; ἴσης
Διὰ τί τοῖς ἄνισον τὸ βάθος ἔχουσι μεγέθεσιν, ἐάν τις κουφότερον κινῇ τῶν μερῶν, κύκλῳ περιφέρεται τὸ βαλλόμενον, οἷον τοῖς μεμολιβδωμένοις ἀστραγάλοις συμβαίνει, ἐάν τις βάλλῃ τὸ κουφότερον πρὸς αὑτὸν στρέψας μέρος; ἢ ὅτι τὸ βαρύτερον ἀδύνατον ἰσοδρομεῖν τῷ κουφοτέρῳ ἀπὸ τῆς αὐτῆς ἰσχύος ῥιφθέν; ἐπεὶ δὲ ἀνάγκη μὲν κινεῖσθαι, ἐξ ἴσου δὲ καὶ ἐπ’ εὐθείας ἀδύνατον, ἀνάγκη εἰς τὸ ἐντὸς φερόμενον κύκλῳ φέρεσθαι· οἷον εἰ ὅλως τι ἦν αὐτοῦ ἀκίνητον διὰ βάρος ἐν μέσῳ, τὸ μὲν πρὸς τῷ ἀφιέντι εἰς τὸ πρόσθεν ἂν ἐκινήθη αὐτοῦ μέρος, τὸ δὲ ὑπ’ ἐκεῖνα πρὸς τὸν ἀφιέντα. ἐπεὶ δὲ κινεῖται μὲν τὸ πᾶν, ἔχει δὲ ἐν μέσῳ τὸ βάρος φερόμενον, ἀνάγκη ταὐτὸ τοῦτο ποιεῖν.
Διὰ τί τὰ φερόμενα ὅταν ἀντιπέσῃ, ἀφάλλεται εἰς τοὐναντίον ἢ πέφυκεν φέρεσθαι, καὶ πρὸς ὁμοίας γωνίας; ἢ ὅτι οὐ μόνον ἐκείνην φέρεται τὴν φορὰν ἣν φέρεται κατὰ τὸ οἰκεῖον μέρος, ἀλλὰ καὶ τὴν ὑπὸ τοῦ ἀφιέντος γινομένην; ἡ
Διὰ τί οἱ ἀσύμμετροι παρ’ ἀλλήλους θεωρούμενοι μείζους φαίνονται ἢ καθ’ αὑτοὺς μόνους; ἢ ὅτι τὸ σύμμετρόν ἐστιν
Διὰ τί ἐπὶ μῆκος μᾶλλον τὰ ζῷα καὶ τὰ φυτὰ φύεται; ἢ ὅτι τὸ μῆκος μὲν τρὶς αὔξεται, τὸ δὲ πλάτος δίς, τὸ δὲ βάθος ἅπαξ; ἔστι γὰρ μῆκος τὸ ἀπὸ τῆς ἀρχῆς πρῶτον, ὥστε μόνον τε αὔξεται, καὶ ἅμα τῷ πλάτει πάλιν γινόμενον, καὶ τρίτον ἅμα τῷ βάθει. τὸ δὲ πλάτος δίς, καθ’ ἑαυτό τε καὶ ἅμα τῷ μεγέθει.
Πῶς τὸ πρότερον καὶ τὸ ὕστερον δεῖ λαβεῖν; πότερον ὥσπερ ἡμῶν οἱ ἐπὶ Τροίας καὶ ἐκείνων οἱ πρὸ αὐτῶν καὶ ἀεὶ οἱ ἐπάνω πρότεροί εἰσιν; ἢ εἴπερ ἀρχή τίς ἐστιν καὶ μέσον καὶ τέλος τοῦ παντός, καὶ ὅταν γηράσκων τις ἐπὶ τὸ πέρας ἔλθῃ καὶ πάλιν ἐπαναστρέψῃ ἐπὶ τὴν ἀρχήν, τὰ δὲ ἐγγυτέρω τῆς ἀρχῆς πρότερα, τί κωλύει ἡμᾶς ἐν τῷ πρὸς τὴν ἀρχὴν εἶναι μᾶλλον; εἰ δὲ τοῦτο, κἂν πρότεροι εἴημεν. ὥσπερ ἐπὶ τοῦ οὐρανοῦ καὶ ἑκάστου τῶν ἄστρων φορᾷ κύκλος τίς ἐστιν, τί κωλύει καὶ τὴν γένεσιν καὶ τὴν ἀπώλειαν τῶν φθαρτῶν τοιαύτην εἶναι, ὥστε πάλιν ταῦτα γίνεσθαι καὶ φθείρεσθαι; καθάπερ καὶ φασὶ κύκλον εἶναι τὰ ἀνθρώπινα. τὸ μὲν δὴ τῷ ἀριθμῷ τοὺς αὐτοὺς ἀξιοῦν εἶναι ἀεὶ τοὺς γινομένους εὔηθες, τὸ δὲ τῷ εἴδει μᾶλλον ἄν τις ἀποδέξαιτο· ὥστε κἂν αὐτοὶ πρότεροι εἴημεν, καὶ θείη ἄν τις τὴν τοῦ εἱρμοῦ τάξιν τοιαύτην εἶναι, ὡς πάλιν ἐπανακάμπτειν ἐπὶ τὴν ἀρχὴν καὶ συνεχὲς ποιεῖν καὶ ἀεὶ κατὰ ταὐτὰ ἔχειν. τοὺς γὰρ ἀνθρώπους φησὶν Ἀλκμαίων διὰ τοῦτο ἀπόλλυσθαι, ὅτι οὐ δύνανται τὴν ἀρχὴν τῷ τέλει προσάψαι, κομψῶς εἰρηκώς, εἴ τις ὡς τύπῳ φράζοντος αὐτοῦ ἀποδέχοιτο καὶ μὴ διακριβοῦν ἐθέλοι τὸ λεχθέν. εἰ δὴ κύκλος ἐστίν, τοῦ δὲ κύκλου μήτε ἀρχὴ μήτε πέρας, οὐδ’ ἂν πρότεροι εἶεν τῷ ἐγγυτέρω τῆς ἀρχῆς εἶναι, οὔθ’ ἡμεῖς ἐκείνων οὔτ’ ἐκεῖνοι ἡμῶν.
Διὰ τί τοὺς μέν, ἐὰν ἄρξωνται ἀναγινώσκειν, ὕπνος λαμβάνει καὶ μὴ βουλομένους, τοὺς δὲ βουλομένους προεγρηγορέναι, ὅταν λάβωσι τὸ βιβλίον ...; ἢ ὅσοις μέν εἰσι πνευματικαὶ κινήσεις διὰ ψυχρότητα φύσεως ἢ μελαγχολικῶν χυμῶν, δι’ οὓς περίττωμα γίνεται πνευματικὸν ἄπεπτον διὰ ψυχρότητα, τούτοις ὅταν μὲν κινῆται ἡ διάνοια καὶ μὴ νοήσῃ ἐπιστήσασά τι, ἐκκρούεται τῇ ἑτέρᾳ κινήσει οὔσᾳ καταψυκτικῇ, διὸ μᾶλλον καθεύθουσιν. ὅταν δὲ ἐρείσωσι πρός τι ἐν τῇ διανοίᾳ, ὅπερ ἡ ἀνάγνωσις ποιεῖ, κινοῦνται ὑπὸ τῆς θερμαντικῆς κινήσεως οὐκ ἐκκρουομένης ὑπ’ οὐδενός, ὥστε οὐ δύνανται καθεύδειν. τῶν δὲ κατὰ φύσιν ἐχόντων ὅταν στῇ πρὸς ἓν ἡ διάνοια καὶ μὴ μεταβάλλῃ πολλαχῇ ἰσχυροτάτη οὖσα, ἴσχεται καὶ τὰ ἄλλα ὅσα ἐστὶ περὶ τὸν τόπον τοῦτον, ὧν ἠρέμησις ὁ ὕπνος ἐστίν. ὅταν δὲ στῇ καὶ οἷον κοπιάσῃ ὁ νοῦς, βαρύνει τὴν κεφαλὴν ὢν ἐν αὐτῇ καὶ ποιεῖ τὸν ὕπνον. κινουμένης δὲ τῆς ψυχῆς κατὰ φύσιν οὐ καθεύδει· ζῇ γὰρ τότε μάλιστα. τὸ δ’ ἐγρηγορέναι τοῦ ζῆν αἴτιόν ἐστιν ἢ τὸ καθεύδειν.
Διὰ τί οἱ ἐριστικοὶ λόγοι γυμναστικοί εἰσιν; ἢ ὅτι ἔχουσι τὸ νικᾶν ἢ ἡττᾶσθαι πυκνόν. φιλονείκους οὖν εὐθὺς ποιοῦσιν· καὶ γὰρ νικῶντες διὰ τὸ χαίρειν προάγονται μᾶλλον ἐρίζειν καὶ ἡττώμενοι ὡς ἀναμαχούμενοι. καὶ οἱ ἐν τοῖς ἄλλοις ἀγῶσι ταὐτό· διὸ καὶ μαχόμενοι καὶ ἥττους ὄντες πολλάκις οὐ βούλονται διαλύεσθαι.
Διὰ τί τοῖς παραδείγμασι χαίρουσιν οἱ ἄνθρωποι ἐν ταῖς ῥητορείαις καὶ τοῖς λόγοις μᾶλλον τῶν ἐνθυμημάτων; ἢ ὅτι τῷ τε μανθάνειν χαίρουσι καὶ τῷ ταχύ· ῥᾷον δὲ διὰ τῶν παραδειγμάτων καὶ τῶν λόγων μανθάνουσιν· ἃ γὰρ ἴσασιν,
Διὰ τί ῥήτορα μὲν καὶ στρατηγὸν καὶ χρηματιστὴν λέγομεν δεινόν, αὐλητὴν δὲ καὶ ὑποκριτὴν οὐ λέγομεν; ἢ ὅτι τῶν μὲν ἡ δύναμις ἄνευ πλεονεξίας (ἡδονῆς γὰρ στοχαστική ἐστι), τῶν δὲ πρὸς τὸ πλεονεκτεῖν· ῥήτωρ γὰρ καὶ στρατηγὸς
Διὰ τί τὸν φιλόσοφον τοῦ ῥήτορος οἴονται διαφέρειν; ἢ ὅτι ὁ μὲν τί ἐστιν ἀδικία, ὁ δὲ ὡς ἄδικος ὁ δεῖνα, καὶ ὁ μὲν ὅτι τύραννος, ὁ δὲ οἷον ἡ τυραννίς.
Διὰ τί, ἅπερ ἄν τινες προέλωνται, ἐνδιατρίβουσι τούτοις ἐνίοτε φαύλοις οὖσι μᾶλλον ἢ ἐν τοῖς σπουδαιοτέροις. οἷον θαυματοποιὸς ἢ μῖμος ἢ συρικτὴς μᾶλλον ἢ ἀστρονόμος ἢ ῥήτωρ εἶναι ἂν βούλοιτο ὁ ταῦτα προελόμενος. ἢ ὅτι βούλονται μὲν ἔνιοι τὰ σπουδαιότατα μεταχειρίζεσθαι, διὰ δὲ τὸ μὴ πιστεύειν ἑαυτοῖς ὡς δυνησομένοις, διὰ τοῦτο οὐ πράττουσιν; ἢ ὅτι ἐν οἷς οἴεται ἕκαστος κρατιστεύειν, ταῦτα προαιρεῖται· ὃ δὲ αἱρεῖται, καὶ ἐπὶ τοῦτ’ ἐπείξεται, νέμων τὸ πλεῖστον ἡμέρας αὐτῷ μέρος, ἵνα αὐτὸς αὑτοῦ τυγχάνῃ κράτιστος ὤν. ὅ τι δὲ ἄν τινες ἐξ ἀρχῆς προέλωνται καὶ οἷς ἂν συνεθισθῶσιν, οὐδὲ κρίνειν ἔτι δύνανται τὰ βελτίω· διέφθαρται γὰρ ἡ διάνοια διὰ φαύλας προαιρέσεις.
Διὰ τί τοὺς μέν, ἂν ἄρξωνται ἀναγιγνώσκειν, ὕπνος λαμβάνει καὶ μὴ βουλομένους, τοὺς δὲ [οὐ] βουλομένους ποεῖ δύνασθαι,
Διὰ τί ἐν τοῖς ἐριστικοῖς οὐκ ἔνεστιν ἀδολεσχία; ἢ ὅτι συλλογισμός ἐστι φαινόμενος, ἐν ὀλίγοις δὲ ὁ συλλογισμός· καὶ ἐὰν μηκύνῃ, χρόνου γινομένου ὁ παραλογισμὸς δῆλος, καὶ ἔστιν ὃ ἔδωκεν ἀναλαβεῖν.
Διὰ τί ποτε τῶν ἱστοριῶν ἥδιον ἀκούομεν τῶν περὶ ἓν συνεστηκυιῶν ἢ τῶν περὶ πολλὰ πεπραγματευμένων; ἢ διότι
Διὰ τί ἡδόμεθα ἀκούοντες τὰ μήτε λίαν παλαιὰ μήτε κομιδῇ νέα; ἢ διότι τοῖς μὲν πόρρω ἀφ’ ἡμῶν ἀπιστοῦμεν, ἐφ’ οἷς δὲ ἀπιστοῦμεν οὐχ ἡδόμεθα· τὰ δὲ ὥσπερ ἔτι αἰσθανόμεθα, καὶ περὶ τούτων ἀκούοντες οὐχ ἡδόμεθα.
Διὰ τί οἱ πονοῦντες καὶ οἱ ἀπολαύοντες αὐλοῦνται; ἢ ἵνα οἱ μὲν ἧττον λυπῶνται, οἱ δὲ μᾶλλον χαίρωσιν.
Διὰ τί πορρωτέρω ὁ αὐτὸς τῇ αὐτῇ φωνῇ γεγωνεῖ μετ’ ἄλλων ᾄδων καὶ βοῶν ἢ μόνος; ἢ ὅτι τὸ ἀθρόως τι ποιεῖν ἢ θλίβειν ἢ ὠθεῖν οὐ τοσαυταπλάσιόν ἐστιν ὅσος ὁ ἀριθμός, ἀλλ’ ὥσπερ ἡ γραμμὴ ἡ δίπους οὐ διπλάσιον ἀλλὰ τετραπλάσιόν τι γράφει, οὕτως τὰ συντιθέμενα πλέον ἰσχύει κατὰ τὸν ἀριθμὸν ἢ ὅταν ᾖ διῃρημένα. ἀθρόων οὖν ὄντων μία γίνεται ἡ τῆς φωνῆς ἰσχὺς καὶ ἅμα ὠθεῖ τὸν ἀέρα, ὥστε πολλαπλάσιον προϊέναι· καὶ γὰρ ἡ ἐκ πάντων φωνὴ μιᾶς ἑκάστης πολλαπλάσιος.
Διὰ τί τὴν παρυπάτην ᾄδοντες μάλιστα ἀπορρήγνυνται, οὐχ ἧττον ἢ τὴν νήτην καὶ τὰ ἄνω, μετὰ δὲ διαστάσεως πλείονος; ἢ ὅτι χαλεπώτατα ταύτην ᾄδουσι, καὶ αὕτη ἀρχή; τὸ δὲ χαλεπὸν διὰ τὴν ἐπίτασιν καὶ πίεσιν τῆς φωνῆς· ἐν τούτοις δὲ πόνος· πονοῦντα δὲ μᾶλλον διαφθείρεται.
Διὰ τί δὲ ταύτην χαλεπῶς, τὴν δὲ ὑπάτην ῥᾳδίως;
Διὰ τί ἥδιον ἀκούουσιν ᾀδόντων ὅσα ἂν προεπιστάμενοι τυγχάνωσι τῶν μελῶν, ἢ ὧν μὴ ἐπίστανται; πότερον ὅτι μᾶλλον δῆλος ὁ τυγχάνων ὥσπερ σκοποῦ, ὅταν γνωρίζωσι τὸ ᾀδόμενον; τοῦτο δὲ ἡδὺ θεωρεῖν. ἢ ὅτι ἡδὺ τὸ μανθάνειν; τούτου δὲ αἴτιον ὅτι τὸ μὲν λαμβάνειν τὴν ἐπιστήμην, τὸ δὲ χρῆσθαι καὶ ἀναγνωρίζειν ἐστίν. ἔτι καὶ τὸ σύνηθες ἡδὺ μᾶλλον τοῦ ἀσυνήθους.
Διὰ τί ἡ παρακαταλογὴ ἐν ταῖς ᾠδαῖς τραγικόν; ἢ διὰ τὴν ἀνωμαλίαν; παθητικὸν γὰρ τὸ ἀνωμαλὲς καὶ ἐν μεγέθει τύχης ἢ λύπης. τὸ δὲ ὁμαλὲς ἔλαττον γοῶδες.
Διὰ τί οἱ ἀρχαῖοι ἑπταχόρδους ποιοῦντες ἁρμονίας τὴν ὑπάτην, ἀλλ’ οὐ τὴν νήτην κατέλιπον; πότερον τοῦτο ψεῦδος (ἀμφοτέρας γὰρ κατέλιπον, τὴν δὲ τρίτην ἐξῄρουν) ἢ οὔ; ἀλλ’ ὅτι ἡ βαρυτέρα ἰσχύει τὸν τῆς ὀξυτέρας φθόγγον,
Διὰ τί ἡ βαρεῖα τὸν τῆς ὀξείας ἰσχύει φθόγγον; ἢ ὅτι μεῖζον τὸ βαρύ; τῇ γὰρ ἀμβλείᾳ ἔοικεν, τὸ δὲ 〈ὀξὺ〉 τῇ ὀξείᾳ γωνίᾳ.
Διὰ τί ἥδιον τῆς μονῳδίας ἀκούομεν, ἐάν τις πρὸς αὐλὸν ἢ λύραν ᾄδῃ; καίτοι πρὸς χορδὰς καὶ τὸ αὐτὸ μέλος ᾄδουσιν ἀμφοτέρως· εἰ γὰρ ἔτι μᾶλλον τὸ αὐτό, πλέον ἔδει πρὸς πολλοὺς αὐλητάς, καὶ ἔτι ἥδιον εἶναι. ἢ ὅτι τυγχάνων δῆλος τοῦ σκοποῦ μᾶλλον, ὅταν πρὸς αὐλὸν ἢ λύραν; τὸ δὲ πρὸς πολλοὺς αὐλητὰς ἢ λύρας πολλὰς οὐχ ἥδιον, ὅτι ἀφανίζει τὴν ᾠδήν.
Διὰ τί, εἰ ἡδίων ἡ ἀνθρώπου φωνὴ ἡ ἄνευ λόγου ᾄδοντος, οὐχ ἡδίων ἐστὶν οἷον τερετιζόντων, ἀλλ’ αὐλὸς ἢ λύρα; ἢ οὐδ’ ἐκεῖ, ἐὰν μὴ μιμῆται, ὁμοίως ἡδύ; οὐ μὴν ἀλλὰ καὶ διὰ τὸ ἔργον αὐτό. ἡ μὲν γὰρ φωνὴ ἡδίων ἡ τοῦ ἀνθρώπου, κρουστικὰ δὲ μᾶλλον τὰ ὄργανα τοῦ στόματος. διὸ ἥδιον ἀκούειν ἢ τερετίζειν.
Διὰ τί ἡ ἀπηχοῦσα ὀξυτέρα; ἢ ὅτι ἔλλατον, ἀσθενεστέρα γινομένη;
Διὰ τί τῶν χορδῶν ἡ βαρυτέρα ἀεὶ τὸ μέλος λαμβάνει;
Διὰ τί ἐν τῇ διὰ πασῶν τοῦ μὲν ὀξέος ἀντίφωνον γίνεται τὸ βαρύ, τούτου δὲ τὸ ὀξὺ οὔ; ἢ ὅτι μάλιστα μὲν ἐν ἀμφοῖν ἐστὶν τὸ ἀμφοῖν μέλος, εἰ δὲ μή, ἐν τῷ βαρεῖ· μεῖζον γάρ.
Διὰ τί λανθάνει τὸ διὰ πασῶν, καὶ δοκεῖ ὁμόφωνον εἶναι, οἷον ἐν τῷ φοινικίῳ καὶ ἐν τῷ ἀνθρώπῳ; τὰ γὰρ ἐν τοῖς ὀξέσιν ὄντα οὐχ ὁμόφωνα, ἀλλ’ ἀνάλογον ἀλλήλοις διὰ πασῶν. ἢ ὅτι ὥσπερ ὁ αὐτὸς εἶναι δοκεῖ φθόγγος, διὰ τὸ ἀνάλογον ἰσότης ἐπὶ φθόγγων; τὸ δὲ ἴσον τοῦ ἑνός. ταὐτὸ δὲ τοῦτο καὶ ἐν ταῖς σύριγξιν ἐξαπατῶνται.
Διὰ τί οἱ μὲν νόμοι οὐκ ἐν ἀντιστρόφοις ἐποιοῦντο, αἱ δὲ ἄλλαι ᾠδαὶ αἱ χορικαί; ἢ ὅτι οἱ μὲν νόμοι ἀγωνιστῶν ἦσαν, ὧν ἤδη μιμεῖσθαι δυναμένων καὶ διατείνεσθαι ἡ ᾠδὴ ἐγίνετο μακρὰ καὶ πολυειδής; καθάπερ οὖν καὶ τὰ ῥήματα, καὶ τὰ μέλη τῇ μιμήσει ἠκολούθει ἀεὶ ἕτερα γινόμενα. μᾶλλον γὰρ τῷ μέλει ἀνάγκη μιμεῖσθαι ἢ τοῖς ῥήμασιν. διὸ καὶ οἱ διθύραμβοι,
Διὰ τί ἥδιον τὸ ἀντίφωνον τοῦ συμφώνου; ἢ ὅτι μᾶλλον διάδηλον γίνεται τὸ συμφωνεῖν ἢ ὅταν πρὸς τὴν συμφωνίαν ᾄδῃ; ἀνάγκη γὰρ τὴν ἑτέραν ὁμοφωνεῖν, ὥστε δύο πρὸς μίαν φωνὴν γινόμεναι ἀφανίζουσι τὴν ἑτέραν.
Διὰ τί 〈διὰ〉 πέντε οὐκ ᾄδουσιν ἀντίφωνα; ἢ ὅτι οὐχ ἡ αὐτὴ ἡ σύμφωνος 〈ἐν〉 τῇ συμφωνίᾳ, ὥσπερ ἐν τῷ διὰ πασῶν; ἐκείνη γὰρ 〈ἡ βαρεῖα〉ἐν τῷ βαρεῖ ἀνάλογον, ὡς ἡ ὀξεῖα ἐν τῷ ὀξεῖ. ὥσπερ οὖν ἡ αὐτή ἐστιν ἅμα καὶ ἄλλη. αἱ δὲ ἐν τῷ διὰ πέντε καὶ
Διὰ τί ἡ διὰ πασῶν συμφωνία ᾄδεται μόνη; μαγαδίζουσι
αντιφώνοις τοῦτο μόναις ὑπάρχει; ἢ ὅτι μόναι ἴσον ἀπέχουσι τῆς μέσης; ἡ οὖν μεσότης ὁμοιότητά τινα ποιεῖ τῶν φθόγγων, καὶ ἔοικεν ἡ ἀκοὴ λέγειν ὅτι ἡ αὐτὴ καὶ ὅτι ἀμφότεραι ἔσχαται.
Διὰ τί, ἐὰν μέν τις τὴν μέσην κινήσῃ ἡμῶν ἁρμόσας τὰς ἄλλας χορδὰς καὶ χρῆται τῷ ὀργάνῳ, οὐ μόνον ὅταν κατὰ τὸν τῆς μέσης γένηται φθόγγον, λυπεῖ καὶ φαίνεται ἀνάρμοστον, ἀλλὰ καὶ κατὰ τὴν ἄλλην μελῳδίαν· ἐὰν δὲ τὴν λιχανὸν ἤ τινα ἄλλον φθόγγον, τότε φαίνεται διαφέρειν μόνον, ὅταν κἀκείνῃ τις χρῆται; ἢ εὐλόγως τοῦτο συμβαίνει;
Διὰ τί τῶν ᾀδόντων οἱ βαρύτερον ᾄδοντες τῶν ὀξὺ ᾀδόντων, ἐὰν ἀπᾴδωσι, μᾶλλον κατάδηλοι γίνονται; ὁμοίως δὲ καὶ τῷ ῥυθμῷ οἱ ἐν τῷ βραδυτέρῳ πλημμελοῦντες κατάδηλοι μᾶλλον. πότερον ὅτι πλείων ὁ χρόνος ὁ τοῦ βαρέος, οὗτος δὲ μᾶλλον αἰσθητός; ἢ ὅτι ἐν πλείονι χρόνῳ πλείω αἴσθησιν παρέχει, τὸ δὲ βαρὺ καὶ ὀξὺ λανθάνει διὰ τὸ τάχος.
Διὰ τί οἱ πολλοὶ μᾶλλον ᾄδοντες τὸν ῥυθμὸν σώζουσιν ἢ οἱ ὀλίγοι; ἢ ὅτι μᾶλλον πρὸς ἕνα τε καὶ ἡγεμόνα βλέπουσι, καὶ βραδύτερον ἄρχονται, ὥστε ῥᾷον τοῦ αὐτοῦ τυγχάνουσιν; ἐν γὰρ τῷ τάχει ἡ ἁμαρτία πλείων.
Διὰ τί διπλασία ἡ νήτη τῆς ὑπάτης; ἢ πρῶτον μὲν ὅτι ἐκ τοῦ ἡμίσεος ἡ χορδὴ ψαλλομένη καὶ ὅλη συμφωνοῦσι
Διὰ τί, ἐάν τις ψήλας τὴν νήτην νήτην ἐπιλάβῃ, ἡ ὑπάτη μόνη δοκεῖ ἀντηχεῖν; ἢ ὅτι συμφυὴς μάλιστα γίνεται τῷ φθόγγῳ ὁ ἀπὸ ταύτης ἦχος διὰ τὸ σύμφωνος εἶναι; τῷ οὖν συναυξάνεσθαι τῷ ὁμοίῳ φαίνεται μόνος, οἱ δὲ ἄλλοι διὰ μικρότητα ἀφανεῖς.
Διὰ τί μέση καλεῖται ἐν ταῖς ἁρμονίαις, τῶν δὲ ὀκτὼ οὐκ ἔστι μέσον; ἢ ὅτι ἑπτάχορδοι ἦσαν αἱ ἁρμονίαι τὸ παλαιόν, τὰ δὲ ἑπτὰ ἔχει μέσον.
Διὰ τί ἐπὶ τὸ ὀξὺ ἀπᾴδουσιν οἱ πλεῖστοι; πότερον ὅτι
Διὰ τί τὸ ἀκουστὸν μόνον ἦθος ἔχει τῶν αἰσθητῶν; καὶ γὰρ ἐὰν ἦ ἄνευ λόγου μέλος, ὅμως ἔχει ἦθος· ἀλλ’ οὐ τὸ χρῶμα οὐδὲ ἡ ὀσμὴ οὐδὲ ὁ χυμὸς ἔχει. ἢ ὅτι κίνησιν ἔχει μονονουχί, ἥν ὁ ψόφος ἡμᾶς κινεῖ; τοιαύτη μὲν γὰρ καὶ τοῖς ἄλλοις ὑπάρχει· κινεῖ γὰρ καὶ τὸ χρῶμα τὴν ὄψιν· ἀλλὰ τῆς ἑπομένης τῷ τοιούτῳ ψόφῳ αἰσθανόμεθα κινήσεως. αὕτη δὲ ἔχει ὁμοιότητα ἔν τε τοῖς ῥυθμοῖς καὶ ἐν τῇ τῶν φθόγγων τάξει τῶν ὀξέων καὶ βαρέων, οὐκ ἐν τῇ μίξει. ἀλλ’ ἡ συμφωνία οὐκ ἔχει ἦθος. ἐν δὲ τοῖς ἄλλοις αἰσθητοῖς τοῦτο οὐκ ἔστιν. αἱ δὲ κινήσεις αὗται πρακτικαί εἰσιν, αἱ δὲ πράξεις ἤθους σημασία ἐστίν.
Διὰ τί νόμοι καλοῦνται οὓς ᾄδουσιν; ἢ ὅτι πρὶν ἐπίστασθαι γράμματα, ᾖδον τοὺς νόμους, ὅπως μὴ ἐπιλάθωνται,
Διὰ τί οἱ ῥυθμοὶ καὶ τὰ μέλη φωνὴ οὖσα ἤθεσιν ἔοικεν, οἱ δὲ χυμοὶ οὔ, ἀλλ’ οὐδὲ τὰ χρώματα καὶ αἱ ὀσμαί; ἢ ὅτι κινήσεις εἰσὶν ὥσπερ καὶ αἱ πράξεις; ἤδη δὲ ἡ μὲν ἐνέργεια ἠθικὸν καὶ ποιεῖ ἦθος, οἱ δὲ χυμοὶ καὶ τὰ χρώματα οὐ ποιοῦσιν ὁμοίως.
Διὰ τί οὐδὲ ὑποδωριστὶ οὐδὲ ὑποφρυγιστὶ οὐκ ἔστιν ἐν τραγῳδίᾳ χορικόν; ἢ ὅτι οὐκ ἔχει ἀντίστροφον. ἀλλ’ ἀπὸ σκηνῆς· μιμητικὴ γάρ.
Διὰ τί οἱ περὶ Φρύνιχον ἦσαν μᾶλλον μελοποιοί; ἢ διὰ τὸ πολλαπλάσια εἶναι τότε τὰ μέλη ἐν ταῖς τραγῳδίαις τῶν μέτρων;
Διὰ τί διὰ πασῶν καλεῖται, ἀλλ’ οὐ κατὰ τὸν ἀριθμὸν δι’ ὀκτώ, ὥσπερ καὶ διὰ τεττάρων καὶ διὰ πέντε; ἢ ὅτι ἑπτὰ ἦσαν αἱ χορδαὶ τὸ ἀρχαῖον. εἶτ’ ἐξελὼν τὴν τρίτην Τέρπανδρος τὴν νήτην προσέθηκεν, καὶ ἐπὶ τούτου ἐκλήθη διὰ πασῶν, ἀλλ’ οὐ δι’ ὀκτώ· ἑπτὰ γὰρ ἦν.
Διὰ τί εὐαρμοστότερον 〈ἀπὸ τοῦ ὀξέος〉 ἐπὶ τὸ βαρὺ ἢ ἀπὸ τοῦ βαρέος ἐπὶ τὸ ὀξύ; πότερον ὅτι τὸ 〈μὲν〉 ἀπὸ τῆς ἀρχῆς γίνεται ἄρχεσθαι; ἡ γὰρ μέση καὶ ἡγεμὼν 〈καὶ〉 ὀξυτάτη τοῦ τετραχόρδου. τὸ δὲ οὐκ ἀπ’ ἀρχῆς, ἀλλ’ ἀπὸ τελευτῆς. ἢ ὅτι τὸ βαρὺ ἀπὸ τοῦ ὀξέος γενναιότερον καὶ εὐφωνότερον;
Διὰ τί δὶς μὲν δι’ ὀξειῶν καὶ δὶς διὰ τεττάρων οὐ συμσυμφωνεῖ, δὶς διὰ πασῶν δέ; ἢ ὅτι οὐ δὶς δι’ ὀξειῶν οὐδὲ δὶς διὰ τεττάρων .. . ἐστὶν, τὸ δὲ διὰ τεττάρων καὶ διὰ πέντε ...
Διὰ τί ἡ διὰ πασῶν καλλίστη συμφωνία; ἢ ὅτι ἐν
Διὰ τί, ἐὰν μὲν ἡ μέση κινηθῇ, καὶ αἱ ἄλλαι χορδαὶ ἠχοῦσι φθεγγόμεναι, ἐὰν δὲ αὖ ἡ μὲν μένῃ τῶν δ’ ἄλλων τις κινηθῇ, κινηθεῖσα μόνη φθέγγεται; ἢ ὅτι τὸ ἡρμόσθαι ἐστὶν ἁπάσαις, τὸ δὲ ἔχειν πως πρὸς τὴν μέσην ἁπάσαις, καί ῃ τάξις ἡ ἑκάστης ἤδη δι’ ἐκείνην; ἀρθέντος οὖν τοῦ αἰτίου τοῦ ἡρμόσθαι καὶ τοῦ συνέχοντος οὐκέτι ὁμοίως φαίνεται ὑπάρχειν. μιᾶς δὲ ἀναρμόστου οὔσης, τῆς δὲ μέσης μενούσης, εὐλόγως τὸ κατ’ αὐτὴν ἐκλειπόμενον· ταῖς γὰρ ἄλλαις ὑπάρχει τὸ ἡρμόσθαι.
Διὰ τί τοῦ ἐν φωνῇ ὀξέος ὄντος κατὰ τὸ ὀλίγον, τοῦ δὲ βαρέος κατὰ τὸ πολύ (τὸ μὲν γὰρ βαρὺ διὰ τὸ πλῆθος βραδύ, τὸ δὲ ὀξὺ δι’ ὀλιγότητα ταχύ), ἔργον μᾶλλον ᾄδειν τὰ ὀξέα ἢ τὰ βαρέα, καὶ ὀλίγοι τὰ ἄνω δύνανται ᾄδειν, καὶ οἱ νόμοι ὄρθιοι καὶ οἱ ὀξεῖς χαλεποὶ ᾆσαι διὰ τὸ ἀνατεταμένοι εἶναι; καίτοι ἔλαττον ἔργον τὸ ὀλίγον κινεῖν ἢ τὸ πολύ, ὥστε καὶ ἀέρα. ἢ οὐ ταὐτό γε ὀξύφωνον εἶναι φύσει καὶ τὸ ὀξὺ ιιιἄδειν, ἀλλὰ φύσει μὲν ὀξύφωνα ἅπαντα δι’ ἀσθένειαν τῷ μὴ δύνασθαι πολὺν κινεῖν ἀέρα, ἀλλ’ ὀλίγον, ὁ δ’ ὀλίγος ταχὺ φέρεται, ἐν δὲ τῷ ιιιἄδειν τὸ ὀξὺ δυνάμεως σημεῖον. τὸ μὲν γὰρ σφοδρῶς φερόμενον ταχὺ φέρεται,
Διὰ τί ῥυθμῷ καὶ μέλει καὶ ὅλως ταῖς συμφωνίαις χαίρουσι πάντες; ἢ ὅτι ταῖς κατὰ φύσιν κινήσεσι χαίρομεν κατὰ φύσιν; σημεῖον δὲ τὸ τὰ παιδία εὐθὺς γενόμενα χαίρειν αὐτοῖς. διὰ δὲ τὸ ἔθος τρόποις μελῶν χαίρομεν. ῥυθμῷ δὲ χαίρομεν διὰ τὸ γνώριμον καὶ τεταγμένον ἀριθμὸν ἔχειν καὶ κινεῖν ἡμᾶς τεταγμένως· οἰκειοτέρα γὰρ ἡ τεταγμένη κίνησις φύσει τῆς ἀτάκτου, ὥστε καὶ κατὰ φύσιν μᾶλλον. σημεῖον δέ· πονοῦντες γὰρ καὶ πίνοντες καὶ ἐσθίοντες τεταγμένα σώζομεν καὶ αὔξομεν τὴν φύσιν καὶ τὴν δύναμιν, ἄτακτα δὲ φθείρομεν καὶ ἐξίσταμεν αὐτήν·
Διὰ τί ἥδιόν ἐστι τὸ σύμφωνον τοῦ ὁμοφώνου; ἢ καὶ τὸ μὲν ἀντίφωνον σύμφωνόν ἐστι διὰ πασῶν; ἐκ παίδων γὰρ 〈καὶ〉 νέων καὶ ἀνδρῶν γίνεται τὸ ἀντίφωνον, οἳ διεστᾶσι τοῖς
Διὰ τί ἥδιον ἀκούουσιν ᾀδόντων ὅσα ἂν προεπιστάμενοι τύχωσι τῶν μελῶν, ἢ ἐὰν μὴ ἐπιστῶνται; πότερον ὅτι μᾶλλον δῆλός ἐστιν ὁ τυγχάνων ὥσπερ σκοποῦ, ὅταν γνωρίζωσι τὸ ᾀδόμενον; γνωριζόντων δὲ ἡδὺ θεωρεῖν. ἢ ὅτι συμπαθής ἐστιν ὁ ἀκροατὴς τῷ τὸ γνώριμον ᾄδοντι; συνᾴδει γὰρ αὐτῷ. ᾄδει δὲ πᾶς γεγηθὼς ὁ μὴ διά τινα ἀνάγκην ποιῶν τοῦτο.
Διὰ τί δὶς μὲν δι’ ὀξειῶν ἢ δὶς διὰ τεττάρων οὐ συμφωνεῖ, δὶς διὰ πασῶν δέ; ἢ ὅτι τὸ μὲν διὰ πέντε ἐστὶν ἐν ἡμιολίῳ λόγῳ, τὸ δὲ διὰ τεττάρων ἐν ἐπιτρίτῳ; ὄντων δὲ ἡμιολίων δυοῖν ἑξῆς ἀριθμῶν ἢ ἐπιτρίτων οἱ ἄκροι πρὸς ἀλλήλους οὐδένα λόγον ἕξουσιν· οὔτε γὰρ ἐπιμόριοι οὔτε πολλαπλάσιοι ἔσονται. τὸ δὲ διὰ πασῶν, ἐπειδή ἐστιν ἐν διπλασίῳ λόγῳ. δὶς τούτου γινομένου, ἐν τετραπλασίῳ λόγῳ ἂν εἶεν οἱ ἄκροι πρὸς ἀλλήλους. ὥστ’ ἐπεὶ συμφωνία εὔλογον ἐχόντων φθόγγων πρὸς ἀλλήλους ἐστίν, λόγον δὲ οἱ μὲν τὸ δὶς διὰ πασῶν διάλειμμα ἔχοντες πρὸς ἀλλήλους φθόγγοι ἔχουσιν, οἱ δὲ τὸ δὶς διὰ τεττάρων ἢ δὶς διὰ πέντε οὐκ ἔχουσιν, οἱ μὲν δὶς διὰ πασῶν σύμφωνοι εἶεν ἄν, οἱ δ’ ἕτεροι οὔ, διὰ τὰ εἰρημένα.
Διὰ τί, ἐάν τις ψήλας τὴν νήτην ἐπιλάβῃ, ἡ ὑπάτη μόνη δοκεῖ ὑπηχεῖν; ἢ ὅτι ἡ νεάτη λήγουσα καὶ μαραινομένη ὑπάτη γίνεται; σημεῖον δὲ τὸ ἀπὸ τῆς ὑπάτης τὴν
Διὰ τί ἥδιον τῆς μονῳδίας ἐστὶν ἐάν τις πρὸς αὐλὸν ἢ λύραν ᾄδη; ἢ ὅτι πᾶν τὸ ἥδιον μιχθὲν ἡδίονι ἕν ἐστιν; ὁ δὲ αὐλὸς ἡδίων τῆς λύρας, ὥστε καὶ ἡ ᾠδὴ τούτῳ μιχθεῖσα ἢ λύρᾳ ἡδίων ἂν εἴη, ἐπεὶ τὸ μεμιγμένον τοῦ ἀμίκτου ἥδιόν ἐστιν, ἐὰν ἀμφοῖν ἅμα τὴν αἴσθησίν τις λαμβάνῃ. οἶνος γὰρ ἡδίων τοῦ ὀξυμέλιτος διὰ τὸ μεμῖχθαι μᾶλλον αὑτοῖς τὰ ὑπὸ τῆς φύσεως μιχθέντα ἢ ὑφ’ ἡμῶν. ἔστι γὰρ καὶ οἶνος ὁ μικτὸς ἐξ ὀξέος καὶ γλυκέος χυμοῦ. δηλοῦσι δὲ καὶ αἱ οἰνώδεις ῥοαὶ καλούμεναι. ἡ μὲν οὖν ᾠδὴ καὶ ὁ αὐλὸς μίγνυνται αὑτοῖς δι’ ὁμοιότητα (πνεύματι γὰρ ἄμφω γίνεται)· ὁ δὲ τῆς λύρας φθόγγος, ἐπειδὴ οὐ πνεύματι γίνεται ἢ ἧττον αἰσθητὸν ἢ ὁ τῶν αὐλῶν, ἀμικτότερός ἐστι τῇ φωνῇ· ποιῶν δὲ διαφορὰν τῇ αἰσθήσει ἧττον ἡδύνει, καθάπερ ἐπὶ τῶν χυμῶν εἴρηται. ἔτι ὁ μὲν αὐλὸς πολλὰ τῷ αὑτοῦ ἤχῳ καὶ τῇ ὁμοιότητι συγκρύπτει τῶν τοῦ ᾠδοῦ ἁμαρτημάτων, οἱ δὲ τῆς λύρας φθόγγοι ὄντες ψιλοὶ καὶ ἀμικτότεροι τῇ φωνῇ, καθ’ ἑαυτοὺς θεωρούμενοι καὶ ὄντες αὐτοῖς συμφανῆ ποιοῦσιν τὴν τῆς ᾠδῆς ἁμαρτίαν, καθάπερ κανόνες ὄντες αὐτῶν. πολλῶν δὲ ἐν τῇ ᾠδῇ ἁμαρτανομένων, τὸ κοινὸν ἐξ ἀμφοῖν ἀναγκαῖον χεῖρον γίνεσθαι.
Διὰ τί τῶν μὲν ὀκτὼ μέση καλεῖται, τῶν δὲ ὀκτὼ
Διὰ τί οἱ πολλοὶ ιιιᾄδοντες σώζουσι μᾶλλον τὸν ῥυθμὸν ἢ οἱ ὀλίγοι; ἢ ὅτι μᾶλλον πρὸς ἕνα τε καὶ ἡγεμόνα βλέπουσι, καὶ βραδύτερον ἄρχονται, ὥστε ῥᾷον τοῦ αὐτοῦ τυγχάνουσιν; ἐν μὲν γὰρ τῷ τάχει πλείων γίνεται ἡ ἁμαρτία. συμβαίνει δὲ τῷ ἡγεμόνι προσέχειν τοὺς πολλούς· ἰδιαζόμενος δὲ οὐδεὶς ἂν αὐτῶν διαλάμψειεν ὑπεράρας τὸ πλῆθος. ἐν δὲ τοῖς ὀλίγοις μᾶλλον διαλάμπουσιν· διὸ καθ’ αὑτοὺς ἐν αὐτοῖς μᾶλλον ἀγωνίζονται ἢ πρὸς τὸν ἡγεμόνα.
Διὰ τί ἐπὶ τὸ ὀξὺ ἀπᾴδουσν οἱ πλεῖστοι; ἢ ὅτι ῥᾷον
Διὰ τί οἱ ἀρχαῖοι ἑπταχόρδους ποιοῦντες τὰς ἁρμονίας
Διὰ τί οἱ ἐν τραγῳδίᾳ χοροὶ οὔθ’ ὑποδωριστὶ οὔθ’ ὑποφρυγιστὶ ᾄδουσιν; ἢ ὅτι μέλος ἥκιστα ἔχουσιν αὗται αἱ ἁρμονίαι, οὗ δεῖ μάλιστα τῷ χορῷ; ἦθος δὲ ἔχει ἡ μὲν ὑποφρυγιστὶ πρακτικόν, διὸ καὶ ἐν [τε] τῷ Γηρυόνῃ ἡ ἔξοδος καὶ ἡ ἐξόπλισις ἐν ταύτῃ πεποίηται, ἡ δὲ ὑποδωριστὶ μεγαλοπρεπὲς καὶ στάσιμον, διὸ καὶ κιθαρῳδικωτάτη ἐστὶ τῶν ἁρμονιῶν. ταῦτα δ’ ἄμφω χορῷ μὲν ἀνάρμοστα, τοῖς δὲ ἀπὸ σκηνῆς οἰκειότερα. ἐκεῖνοι μὲν γὰρ ἡρώων μιμηταί· οἱ δὲ ἡγεμόνες τῶν ἀρχαίων μόνοι ἦσαν ἥρωες, οἱ δὲ λαοὶ ἄνθρωποι, ὧν ἐστὶν ὁ χορός. διὸ καὶ ἁρμόζει αὐτῷ τὸ γοερὸν καὶ ἡσύχιον ἦθος καὶ μέλος· ἀνθρωπικὰ γάρ ταῦτα μὲν ἔχουσιν αἱ ἄλλαι ἁρμονίαι, ἥκιστα δὲ αὐτῶν ἡ φρυγιστί· ἐνθουσιαστικὴ γὰρ καὶ βακχική. κατὰ μὲν οὖν ταύτην πάσχομέν τι· παθητικοὶ δὲ οἱ ἀσθενεῖς μᾶλλον τῶν δυνατῶν
Διὰ τί τῶν τὴν συμφωνίαν ποιούντων φθόγγων ἐν τῷ βαρυτέρῳ τὸ μαλακώτερον; ἢ ὅτι τὸ μέλος τῇ μὲν αὑτοῦ φύσει μαλακόν ἐστι καὶ ἠρεμαῖον, τῇ δὲ τοῦ ῥυθμοῦ μίξει τραχὺ καὶ κινητικόν; ἐπεὶ δὲ ὁ μὲν βαρὺς φθόγγος μαλακὸς καὶ ἠρεμαῖός ἐστιν, ὁ δὲ ὀξὺς κινητικός, καὶ τῶν ταὐτὸ μέλος ἐχόντων εἴη ἂν μαλακώτερος ὁ βαρύτερος ἐν ταὐτῷ μέλει μᾶλλον· ἦν γὰρ τὸ μέλος αὐτῷ μαλακόν.
Διὰ τί ἴσων πίθων καὶ ὁμοίων, ἐὰν μὲν ὁ ἕτερος κενὸς ᾖ, ὁ δὲ ἕτερος εἰς τὸ ἥμισυ διάμεστος, διὰ πασῶν συμφωνεῖ ἡ ἠχώ; ἢ ὅτι διπλασία γίνεται καὶ ἡ ἐκ τοῦ ἡμίσεος τῆς ἐκ τοῦ κενοῦ; τί γὰρ διαφέρει τοῦτο ἢ ἐπὶ τῶν συρίγγων; δοκεῖ γὰρ ἡ θάττων κίνησις ὀξυτέρα εἶναι, ἐν δὲ τοῖς μείζοσι
Διὰ τί τὸ ἁλυκὸν ὕδωρ τὰ μὲν σέλινα δέχεται, τὸ δὲ πράσον οὔ; ἢ ὅτι τοῦ μὲν ἀσθενεῖς αἱ ῥίζαι, τοῦ δὲ ἰσχυραί; τὸ δὲ ἰσχυρότερον ἀπαθέστερον.
Διὰ τί λέγεται μίνθην ἐν πολέμῳ μήτ’ ἔσθιε μήτε φύτευε;
ἢ ὅτι καταψύχει τὰ σώματα; δηλοῖ δὲ ἡ τοῦ σπέρματος φθορά. τοῦτο δὲ ὑπεναντίον πρὸς ἀνδρείαν καὶ θυμὸν ταὐτὸν ὄν τῷ γένει.
Διὰ τί ἔνια ἄνθος ἔχοντα ἄκαρπά ἐστιν, οἷον σίκυος καὶ κολόκυνθα καὶ ῥόα; ἢ οὐκ ἄκαρπα, ἀλλὰ ταῦτα καρπός ἐστιν; περικάρπιον γοῦν ἐστι τὸ ἀνθοῦν, ὁ δὲ σίκυος περικάρπιον.
Διὰ τί τῶν φυομένων τὰ μὲν ἑψανά, τὰ δὲ ὠμὰ βρωτά; ἢ ὅσων οἱ χυμοὶ μὴ εὐθὺς ἐδώδιμοι, τούτων πυρωθέντων γλυκύτεροι γίνονται ὑπὸ τοῦ θερμοῦ, ὅσων δὲ εὐθύς, καὶ ὠμὰ ἐδώδιμα;
Διὰ τί τὰ μὲν ἑψανά, τὰ δὲ ὀπτανά; ἢ ὅτι τὰ μὲν ὑγρότερα οὐ τοσοῦτον, τὰ δὲ ξηρότερα οὐ μᾶλλον ξηρανθῆναι δεῖ; ἑψόμενα δὲ πάντα ὑγρότερα καὶ μαλακώτερα. τὰ δὲ ἧττον ὑγρὰ ἂν πυρωθῇ, γίνεται ξηρά.
Διὰ τί δὲ τὰ μὲν ἄβρωτά ἐστι, τὰ δὲ βρωτά; ἢ διὰ τοὺς χυμούς; ὅσα γὰρ καὶ ὠμὰ ἀπέπτους ἔχει καὶ πυρούμενα μὴ μεταβάλλει, ἄβρωτα. ὅσων δὲ βρωτὸς μὲν ὁ χυμὸς ἰσχυρότερος δέ, ταῦτα ἡδύσματά ἐστιν· τὰ γὰρ ἐν μικρῷ ἔχοντα πολλὴν δύναμιν τῶν βρωτῶν ἡδυντικὰ τῶν ἐν πολλῷ.
Διὰ τίνα αἰτίαν τὰ μὲν μέχρι σπέρματος τῶν φυτῶν ζῇ, εἶτα ἐνεγκόντα
Διὰ τί σελίνου, ἐάν τις περιορύξας μέχρι κάτω πρὸς τὰς ῥίζας περιβάλλῃ τῶν καχρυδίων, εἶτα ἄνωθεν τὴν γῆν, καὶ οὕτως ἄρδῃ, παμμεγέθεις γίνονται αἱ ῥίζαι; ἢ διότι τὸ καχρύδιον θερμὸν ὂν καὶ σομφὸν κατέχει μὲν σύνολκον τὴν τροφὴν καὶ οὐ προΐεται ἄνω, πέττει δὲ θερμὸν ὄν, ὥστε πολλὴν τὴν αὔξησιν γίνεσθαι;
Διὰ τί, ἐάν τις τὰς κολοκύνθας εὐθὺς μικρὰς οὔσας κρύψῃ τῇ γῇ ἢ τοὺς σικύους, μείζους γίνονται; ἢ διότι τὰ πνεύματα καὶ ὁ ἥλιος ξηραίνοντα ἀφαιροῦνται τὴν αὔξησιν, καὶ τοὺς ὄγκους ἐλάττους μὲν ποιοῦσιν πάντων, στιφροτέρους δέ, ὥσπερ καὶ τῶν δένδρων τά τε ἐν προσηνέμοις καὶ ἑλώδεσιν καὶ τὰ ἐν κοίλοις καὶ ἐφύδροις (τὰ μὲν γὰρ μεγάλα γίνονται καὶ σομφά, τὰ δὲ μικρὰ καὶ πυκνά)·
Διὰ τί τὰ σπέρματα τῶν δριμέων φυτῶν δριμύτερά ἐστιν ἢ αἱ ῥίζαι καὶ τὰ φύλλα; ἢ διότι ἐκ τοῦ σπέρματος γίνεται ἅπαντα, καὶ εἰς τὰ ἄλλα δίδοται μέρη ἐκ τούτου, οἱονεὶ ἐνυπάρχοντα, ὥς φασί τινες, καὶ οἱ χυμοὶ καὶ αἱ ὀσμαί, ἐπεὶ καὶ αἱ ὀσμαὶ ἴδιοι γίνονται ἅμα τοῖς σπέρμασιν ἅπασιν. εἰ οὖν ἐκ τούτου καὶ τοῖς ἄλλοις ἡ δριμύτης ὑπάρχει, εὔλογον καὶ αὐτὸ ὑπάρχειν μάλιστα.
Διὰ τί αἱ ῥαφανῖδες αἱ λεπταὶ δριμύτεραι; ἢ ὅτι αἱ μείζους διὰ τὸν χρόνον πεπεμμέναι μᾶλλον;
Διὰ τί ἡ κάππαρις οὐκ ἐθέλει ῥᾳδίως ἐν τοῖς ἐργασίμοις γίνεσθαι χωρίοις (πολλοὶ γὰρ πεπείρανται καὶ ῥίζας μεταφέροντες καὶ σπέρματα καταβάλλοντες· ἐνιαχοῦ γὰρ λυσιτελεῖ μᾶλλον τῶν ῥόδων), ἀλλὰ φύεται μάλιστα ἐπὶ τῶν τάφων, ὅτι ἀβατώτατος ὁ τόπος ἐστίν. περὶ δὲ δὴ τούτου καὶ ὅσα ἄλλα τοιαῦτα, δεῖ λαβεῖν ὅτι οὐχ ἅπαντα ἐκ τῆς αὐτῆς ὕλης γίνεται οὐδ’ αὔξεται, ἀλλ’ ἔνια ἐξ ἄλλων φθορᾶς καὶ ἐξ ἀρχῆς γίνεται καὶ αὐξάνεται, οἷον οἱ φθεῖρες καὶ αἱ τρίχες ἐν τῷ σώματι διαφθειρομένης τῆς τροφῆς, καὶ ἀεὶ τὸ χεῖρον ἔχοντος. ὥσπερ οὖν καὶ τῶν ἐν σώματι ἔνια γίνεται ἐκ περιττώματος τροφῆς, τοῦτο δ’ ἐστὶν ἀπεψία, καὶ οὗ μὴ ἐδύνατο κρατῆσαι ἡ φύσις, τὰ μὲν προχειρότατα
Διὰ τί, ἐάν τις ῥαφανίδων, ὅταν μάλιστα ἀκμάζωσι τοῦ χειμῶνος, ἀποτεμὼν τὰ φύλλα περισάξῃ τὴν γῆν καὶ καταπατήσῃ ὥστε ἀποστέγειν τὸ ὕδωρ, αὗται ἐν τῷ θέρει γίνονται ἄπλετοι τὸ πάχος; ἢ ὅτι τοῦ μὲν μὴ φθείρεσθαι τὸ περισεσάχθαι αἴτιον, κωλῦον τὸ ὕδωρ σήπειν; ἡ δὲ τροφή, ἢν ἄνω ἀφίει εἰς τὸν βλαστόν, εἰσέρχεται εἰς αὐτήν, ὥστε ἀνάγκη αὐτὴν μείζω γίνεσθαι ἢ ἀφιέναι παραβλαστάνουσαν ἄλλας ῥίζας, ὥσπερ τὰ κρόμμυα; καὶ γὰρ ταῦτα, ἐὰν μή τις ἐκτίλῃ ἐπέτεια, ἀλλ’ ἐάσῃ τὸν χειμῶνα, πολλαπλάσια γίνεται. τὰ μὲν οὖν κρόμμυα τῶν παραβλαστανόντων ἐστίν, ἡ δὲ ῥάφανος οὔ, ὥστε ἀνάγκη αὐτὴν γίνεσθαι παχεῖαν διὰ τὸ πᾶσαν λαμβάνειν τὴν τροφήν.
Διὰ τί, ἐάν τις σικύους ἢ κολοκύνθας περὶ φρέαρ φυτεύσας, ὅταν ὡραῖοι ὦσι, καθεὶς εἰς τὸ φρέαρ ἀποστεγάσῃ, γίνονται δι’ ἔτους χλωροί; ἢ διότι ἥ τε ἀπὸ τοῦ ὕδατος ἀτμὶς ψύχουσα κωλύει ξηραίνεσθαι καὶ παρέχει θάλλοντα, καὶ
Διὰ τί ἀρδεύουσιν ἕωθεν ἢ νυκτὸς ἢ δείλης; πότερον ἵνα μὴ ὁ ἥλιος ἀναλώσῃ; ἢ ὅτι, ἐαν ᾖ θερμὸν τὸ ὕδωρ, διαφθείρει τὰ ἀρδόμενα;
Διὰ τί τὰ εὐώδη οὐρητικά, καὶ σπέρματα καὶ φυτά; ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά· ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδης, ἐπεὶ καὶ τὰ μὴ εὐώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά. θερμὰ δὲ τὰ εὐώδη σπέρματα, διότι ὅλως ἡ ὀδμὴ διὰ θερμότητά τινα γίνεται· ἀλλὰ τὰ δυσώδη ἄπεπτά ἐστιν. δεῖ δὲ μὴ μόνον εἶναι θερμά, ἀλλὰ καὶ εὔπεπτα, εἰ ἔσται οὐρητικά, ὅπως συγκατιόντα λεπτύνῃ τὰ ὑγρά.
Διὰ τί θᾶττον ἐκκαυλεῖ τῶν λαχάνων τὰ ἐκ παλαιοτέρου σπέρματος, οἷον τριετοῦς ἢ διετοῦς, ἢ τὰ ἐκ τῶν προσφά των; ἢ ὅτι ὡς ἐπὶ τῶν ζῴων θᾶττον σπέρμα φέρει τὸ ἀκμάζον, οὕτω καὶ τῶν σπερμάτων τὰ μὲν λίαν παλαιὰ ἐξίκμασται τὴν δύναμιν, τὰ δὲ ἀσθενέστερα διὰ τὸ ἔτι ἔχειν περίττωμα μὴ οἰκεῖον, τὰ δὲ μέσα τῷ χρόνῳ ἰσχυρότατα
Διὰ τί πήγανον κάλλιστον καὶ πλεῖστον γίνεται ἐάν τις ἐκφυτεύσῃ εἰς συκῆν; ἐκφυτεύεται δὲ περὶ τὸν φλοιὸν καὶ περιπλάττεται πηλῷ. ἢ ὅτι θερμότητος δέονται αἱ ῥίζαι τοῦ πηγάνου καὶ ἀλέας (διὸ καὶ τὴν τέφραν ἐάν τις περιβάλλῃ, ὀνίνανται), ἡ δὲ συκῆ θερμή ἐστιν. δηλοῖ δὲ καὶ ὁ
Διὰ τί ἔνια τῶν φυτῶν ἀεὶ κενὸν φέρει τὸν καυλόν; ἢ ὧν ἀνάγκη ἄλλο φύειν;
Διὰ τί ἐν τῇ Ἀττικῇ οἱ μὲν ἄλλοι καρποὶ γλυκύτατοι γίνονται, τὸ δὲ θύμον δριμύτατον; καίτοι καὶ τοῦτο καρπός τίς ἐστιν... ὥστε οὐ πολὺ ὑγρὸν τὰ φυόμενα ἔχει. ὅσα μὲν οὖν φύσει γλυκέα ἐστὶν διὰ μετριότητα τοῦ ἐνυπάρχοντος ὑγροῦ, ὅταν ἀπάγῃ ὁ ἥλιος τὸ πλεῖστον, τὸ ὑπολειπόμενον ῥᾳδίως πέττεται· τὸ γὰρ πολὺ ἔργον πεπάνθαι, τὸ δὲ μέτριον ῥᾷον. ὥστε γίνονται οἱ φύσει γλυκεῖς γλυκύτεροι ἐν δὲ τοῖς φύσει ξηροῖς τε καὶ μὴ γλυκέσι καρποῖς λείπεται δι’ ὀλιγότητα τὸ οἰκεῖον, τοῦτο δ’ ἐστὶν ἥκιστα γλυκύ·
Διὰ τί γλήχων καὶ τὰ λείρια καὶ τὰ κρόμμυα τὰ κρεμάμενα ὑπὸ τὰς τροπὰς ἀνθεῖ; ἢ ἐνυπάρχει αὐτοῖς τροφὴ ἄπεπτος, ἢ τοῦ μὲν χειμῶνος οὐ πέττεται διὰ τὸ ψῦχος, ὑπὸ δὲ τροπὰς πεττομένης διὰ τὴν ὥραν ἡ αὔξησις γίνεται; αὕτη δὲ διὰ τὸ μὴ ἔχειν ἐπίρρυσιν ταχὺ μαραίνεται. οὐ γάρ τινα ἔχουσα ἀρχὴν οὐδέ τινα ἐπίρρυσιν ἀποξηραίνεται, ὥσπερ Σκύθαις διὰ τὸ πολλὴν τὴν χιόνα γίνεσθαι συμβαίνει τὸν σῖτον μένειν καὶ ταχὺ ἀνατρέχειν.
Διὰ τί τὸ κρόμμυον μόνον οὕτως περιττῶς δάκνει τὼ ὀφθαλμώ (διὸ καὶ τοὔνομά φασι τοῦτ’ ἔχειν αὐτό, ὡς τὴν κόρην ποιεῖν συμμύειν), ἡ δὲ ὀρίγανος οὔ, οὐδ’ ἄλλα δριμέα ὄντα; καὶ γὰρ τὸ ἀνάρρινον μᾶλλον δάκνον οὐ ποιεῖ ὁμοίως δακρύειν προσφερόμενον, τὸ δὲ 〈κρόμμυον〉 προσφερόμενον καὶ τρωγόμενον. ἢ ὅτι διαφοραὶ πολλαὶ ἀκολουθοῦσιν ἑκάστοις τῶν δριμέων, ἃ ποιεῖ τὴν ἰδίαν ἑκάστου δύναμιν; τὸ μὲν οὖν ἀνάρρινον διὰ τὸ θερμότερον εἶναι ξηραντικώτερόν ἐστι τῆς γινομένης ὑπ’ αὐτοῦ συντήξεως, ἐπεὶ ποιεῖ γε δάκρυον ἐσθίοντι· προσφερόμενον δὲ οὔ, ὅτι οὐκ ἀπατμίζει ἀπ’ αὐτοῦ λεπτόν τι· ξηρότερον γάρ ἐστι καὶ θερμότερον. ἡ δὲ ὀρίγανος
Διὰ τί τὰ μύρτα ἐν τῇ χειρὶ θλιβέντα γλυκύτερα ἡμῖν δοκεῖ εἶναι τῶν μὴ τεθλιμμένων; ἢ καθάπερ καὶ αἱ ῥᾶγες τετρυγημέναι τῶν βοτρύων γλυκύτεραί εἰσιν ἢ τῶν ἀτρυγήτων; ὑπὸ γὰρ τοῦ γλεύκους ὄντος φύσει ἡδέος αἱ μὲν τετρυγημέναι ῥᾶγες ὥσπερ ἐοίκασιν ἡδυσμέναι (ἀνάπλεῳ γάρ εἰσι καὶ ἔξωθεν), αἱ δ’ ἐπὶ τῶν βοτρύων ἀνήδυστοι. ὁμοίως οὖν καὶ ἐπὶ τῶν μύρτων φύσει γλυκέων καὶ τὴν γλυκύτητα ἐχόντων ἐντός. ὥσπερ αἱ ῥᾶγες οὖν, ὅταν θλιφθῇ, ἀναπίμπλαται ἀπὸ τῆς ἐντὸς γλυκύτητος καὶ ἔξωθεν διαφαίνεται γλυκύτερα ὄντα.
Διὰ τί τῶν τε μύρτων τὰ ἐλάττω ἀπυρηνότερά ἐστι, καὶ ἐν τοῖς φοίνιξι καὶ ἐπὶ τῶν βοτρύων, ἔνθα δ’ αἱ μικραὶ ῥᾶγες οὐκ ἔχουσιν ἢ ἐλάττους πυρῆνας; ἢ διὰ τὸ ἀτελέστερα εἶναι οὐκ ἔχει ἀποκεκριμένον; τέλος γὰρ ὁ πυρὴν ἔχει τὸ σπέρμα. διὰ τοῦτο δὲ καὶ ἐλάττους εἰσίν, ὡς ὄντα παραφυάδες καὶ ἀτελῆ. καὶ ἧττον δὲ γλυκέα τῶν ἐχόντων πυρῆνας· ἀπεπτότερα γάρ ἐστιν, ἡ δὲ πέψις τελείωσίς ἐστιν.
Διὰ τί τῶν περικαρπίων τὰ μὲν πικρότερα τὰ πρὸς
Διὰ τί ἔνια βλαστάνει οὐκ ἐν τῇ γῇ ὄντα, ἀλλ’ ἐκτετμημένα, τὰ δὲ κείμενα, οἷον οἱ τῶν κρίνων καυλοὶ καὶ σκόροδα καὶ κρόμμυα; ἢ ὅτι ἔχουσι τροφὴν ἅπαντα ἐν αὑτοῖς, ἀλλ’ οὐκ ἐν ἀφωρισμένῳ τόπῳ οὐθὲν φυτόν; [ἡ περιουσία οὖν ἐστὶ τῆς τροφῆς ἡ ποιοῦσα βλαστάνειν. δῆλον δέ· καὶ γὰρ καὶ αἱ σκίλλαι καὶ οἱ βολβοὶ ταὐτὸ ποιοῦσιν.] (αὔξεται δ’ ἕκαστον οὐ τῷ ἔχειν, ἀλλ’ ὅταν πεφθῇ καὶ διανεμηθῇ. ἔχει μὲν οὖν καὶ ἔμπροσθεν,) αὔξεται δέ, ὅταν ἡ ὥρα ἔλθῃ ἐν ᾖ τοῦτο γίνεται πεττούσης ὥρας, οἷον καὶ τὰ τῶν κροκοδείλων ᾠά. συνεχὲς δὲ οὐκέτι, ὅτι οὐκ ἐπιρρεῖ ἄλλη τροφή.
Διὰ τί ποτε τὰ σκόροδα καὶ τὰ κρόμμυα ὅσῳ ἂν ξηρότερα φυτεύηται, τοσούτῳ βελτίω γίνεται, τὰ δὲ ἄλλα χείρω; ἢ ὅτι πάντα τὰ τοιαῦτα μάλιστα ὑγρασίας ἐστὶ πλήρη; εὔκρατα οὖν γίνεται τοῦτον τὸν τρόπον φυτευθέντα. καὶ ὅτι ἧττον σήπεται, ὅταν ξηρανθέντα φυτευθῇ.
Διὰ τί ποτε τὰ σκόροδα καὶ τὰ κρόμμυα μόνα τῶν φυτῶν κείμενα βλαστάνει; ἢ διότι ὑγρασίας ἐστὶ πλήρη καὶ τροφῆς; ἡ περιουσία οὖν ἐστὶ τῆς τροφῆς ἡ ποιοῦσα βλαστάνειν.
Διὰ τί τὰ τῷ ψυχρῷ ὕδατι ἀρδόμενα γλυκύτερα ἢ τὰ τῷ θερμῷ; πότερον ὅτι ἐγκατακλειόμενον τὸ θερμὸν ἁλμυρώτερον, ὥσπερ καὶ τὸ ἁλμυρώτερον θερμότερον, τὸ δὲ γλυκὺ ἐναντίον, ὥσπερ ψυχρόν. τροφὴ δὲ τοῖς λαχάνοις τὸ ὑγρόν, καὶ οἱ χυμοὶ ἐντεῦθεν.
Διὰ τί τὰ σκόροδα ὄζει μᾶλλον ἐγκαυλοῦντα ἢ νέα ὄντα; ἢ ὅτι νέων μὲν ὄντων ἔτι πολὺ ὑγρὸν ἀλλότριον ἐνὸν ἀφαιρεῖται τὴν δύναμιν αὐτῶν; ὅταν δὲ πεπανθῇ, ἐκκεκριμένου ἤδη τούτου, τότε τὴν οἰκείαν ἔχει ὀδμήν. αὕτη δέ ἐστι φύσει δριμεῖα. ὁμοίως δὲ καὶ οἱ ἄλλοι καρποὶ οἱ πρόσφατοι ὄντες ὑδαρέστεροι. διὸ καὶ τὰ κρόμμυα ἧττον δριμέα τὰ νεώτερα.
Διὰ τί τῶν μυρρινῶν μὲν μὴ τεταριχευμένων τὰ μύρτα ἀπορρεῖ μᾶλλον τῶν φύλλων, ταριχευομένων δὲ τῷ φύκει τὰ μὲν φύλλα ἀπορρεῖ, τὰ δὲ μύρτα οὐκ ἀπορρεῖ; ἢ ἀταριχεύτων μὲν ὄντων οὕτως ἔχει διὰ τὴν φύσιν; ὅταν γὰρ πεπανθῇ, ἀπορρεῖν πέφυκεν τὰ μύρτα. τοῦτο δὲ οὐ συμβαίνει κειμένων, ἀλλὰ μόνον κωλύει ἡ ἰκμὰς τοῦ φύκους μεταβάλλειν τὸ ἐν τῷ μύρτῳ ὑγρόν. τὰ δὲ φύλλα ἀποπίπτει
Διὰ τί οἱ σίκυοι πέπονες ἄριστοι γίνονται ἐν τοῖς ἑλώδεσι πεδίοις οὖσιν ἐνύγροις , οἷον περὶ Ὀρχομενὸν καὶ ἐν Αἰγύπτῳ; δοκεῖ δ’ ἔνυδρος αὕτη ἡ χώρα εἶναι. ἔστι δὲ τὰ ἑλώδη ἔνυδρα· οἱ δὲ σίκυες αὐτοὶ ὑγρότεροι· διὸ καὶ οἱ κηπαῖοι φαῦλοι εἰσίν. πότερον ὅτι εἰς βάθος διὰ σκληρότητα τῆς γῆς ἀναγκάζονται φυτεύεσθαι; ἡ γὰρ πηλώδης καὶ πεδιὰς
Διὰ τί τὸ πήγανον δυσώδεις τοὺς ἱδρῶτας ποιεῖ, καὶ ἔνια τῶν μύρων; ἢ ὅτι ὅσων ἐν τῇ ὀσμῇ βαρύτης ἔνι καὶ δριμύτης, ταῦτα κεραννύμενα ταῖς περιττωματικαῖς ὑγρότησι κακωδεστέραν ποιεῖ τὴν ὀσμήν;
Διὰ τί τὸ πήγανον βασκανίας φασὶ φάρμακον εἶναι; ἢ διότι βασκαίνεσθαι δοκοῦσι λάβρως ἐσθίοντες; ἢ ὑφορώμενοί τινας δυσχερείας καὶ περὶ τὰ προσφερόμενα ὑπόπτως ἔχοντες; ἐπιλέγουσι γοῦν, ὅταν τῆς αὐτῆς τραπέζης ἰδίᾳ τι προσφέρωνται, μεταδιδόντες, ἵνα μὴ βασκάνῃς με.
ἅπαντες οὖν μετὰ ταραχῆς τῶν βρωμάτων προσοίσονται τὸ διδόμενον ὑγρὸν ἢ σιτίον, ὑφ’ ὧν ἢ καταλαμβανομένων ἢ ἀπεμουμένων μετεωρισθέντα τὰ σιτία συνεξέπεσεν καὶ τὰ πνεύματα ὑπὸ τῶν ὑγρῶν καὶ πόνους καὶ στρόφους παρέχει. τὸ πήγανον οὖν προεδεσθέν, θερμαντικὸν ὂν τῇ φύσει, ἠραίωσε τὸ δεχόμενον ἀγγεῖον τὰ σιτία καὶ τὸ ἄλλο σῶμα. διὸ ἐξίεσθαι τὸ ἐγκαταλαμβανόμενον πεῦμα συμβαίνει.
Διὰ τί ἡ ὀρίγανος ἐμβαλλομένη τῷ γλεύκει γλυκὺν ποιεῖ τὸν οἶνον; ἐμβάλλονται δὲ δύο κοτύλαι εἰς τὸν ἀμφορέα. ἢ ὅτι ἐξαίρει δι’ ὧν ἡ αὐστηρότης γίνεται, τὸ ὑδατῶδες καὶ τὸ τρυγῶδες ἀναδεχομένη τῇ ξηρότητι εἰς ἑαυτήν; σημεῖον δὲ ὅτι ἐκ τούτων τὸ αὐστηρόν· οἱ γὰρ οἶνοι ἧττον μαλακοί, ἐὰν ὕδωρ παραχεθῇ, καὶ ἐὰν ἐν τῇ τρυγὶ πλείω
Διὰ τί αἱ μέλαιναι μυρρίναι πυκνοφυλλότεροί εἰσι τῶν λευκῶν μυρρινῶν; ἢ ὅτι ἀγριώτεραι τὸ γένος; σημεῖον δὲ ὅτι γίνονται ἐν τοῖς ἀγροῖς καὶ ἥκιστα μεταβάλλουσιν ὑπὸ τῆς ἐπιμελείας. τὰ δὲ ἄγρια πάντα πυκνοφυλλότερα· διὰ γὰρ τὸ ἧττον πέττειν τὸν καρπὸν εἰς τὰ φύλλα ἡ τροφὴ τρέπεται.
Διὰ τί ἡ πτισάνη καὶ τὸ ἄλευρον ἐλαίου ἐπιχεομένου λευκότερα γίνεται; καίτοι τὸ ἔλαιον πυρρόν. ἢ ὅτι πέφυκεν μιγνύμενον τῷ ὑγρῷ ἀφρίζειν; τοῦτο δὲ ἡ λευκότης. ἡ δὲ μῖξις τρίψει καὶ κινήσει. μίγνυται δὲ μᾶλλον τοῖς σωματικοῖς· ἐν δὲ τοῖς ἑψήμασι τοῦτο συμβαίνει, διὸ καὶ λευκότερα ποιεῖ.
Διὰ τί ἡ ἐκ τοῦ πυροῦ τροφὴ μάλιστα ἁρμόττει τοῖς σώμασιν καὶ μᾶλλον τρόφιμος ἢ ἡ ἐκ τῶν κριθῶν; ἢ διότι μετρίαν ἔχει γλισχρότητα; δεῖ δὲ τὴν τροφὴν ἔχειν τοῦτο· προσφῦναι γὰρ δεῖ καὶ προσκολληθῆναι τῷ σώματι· οὗ αἴτιον τὸ γλίσχρον. ἀλλὰ ψαθυρώτερον· διὸ αἱ τετριμμέναι σφόδρα μᾶζαι τροφιμώτεραι τῶν ἀτρίπτων.
Διὰ τί τῶν μὲν ἀλεύρων τὰ πρῶτα, τῶν δὲ ἀλφίτων τὰ τελευταῖα λαμπρότερα; ἢ διότι τὸ μὲν καπυρὸν ὂν περιθραύεται, τὸ δὲ μαλακὸν ἐνθλίβεται; λαμπρότατον δὲ ἐν ἀμφοτέροις τὸ ἐντός.
Διὰ τί οἱ ἄρτοι λευκότεροι φαίνονται ψυχροὶ ὄντες ἢ θερμοί; ἢ διὰ τὴν αὐτὴν αἰτίαν τρόπον τινὰ καὶ τὸ ἔλαιον λευκότερον τοῦ προσφάτου τὸ παλαιόν; αἴτιον γὰρ τῆς μελανίας τὸ ὕδωρ, τοῦτο δὲ ἐν ἀμφοτέροις πλεῖον προσφάτοις οὖσιν· χρονιζομένοις δὲ διὰ τὸ ἐξατμίζειν λείπεται ἔλαττον τὸ ἐπιπολῆς. ἐξατμίζει δὲ τοῦ μὲν ἐλαίου ἢ ὁ χρόνος ἢ ὁ ἥλιος· ἐκ δὲ τῶν ἄρτων ψυχομένων τὸ θερμὸν ἐξιὸν ψυχρῶν μὲν ὄντων ἐξελήλυθεν, ἐν δὲ θερμοῖς οὖσιν ἔτι ἔνεστιν.
Διὰ τί οἱ ἄναλοι ἄρτοι πλείονα σταθμὸν ἔχουσιν τῶν ἡλισμένων, τῶν ἄλλων αὐτοῖς ἴσων ὑπαρχόντων; εἰκὸς δὲ ἦν τοὐναντίον· οἱ γὰρ ἅλες πρόσκεινταί τε καὶ βαρύτεροι τοῦ ὕδατός εἰσιν. ἢ ὅτι ξηραίνουσιν οἱ ἅλες; διὸ καὶ σώζεται ἄσηπτα τὰ ταριχευόμενα· ἀναλίσκεται γὰρ καὶ ἀναξηραίνεται τὸ ὑγρὸν ὑπ’ αὐτῶν, ὃ σήπεται ὑπὸ τοῦ θερμοῦ. καὶ ἐν τῷ ἄρτῳ οὖν ἀναλίσκεται
Διὰ τί οἱ μὲν ψυχροὶ ἄρτοι ἀναβρεχθέντες, εἰ ἅψονται ἀλλήλων, οὐ συνέχονται, οἱ δὲ θερμοί; ἢ ὅτι οἱ μὲν ψυχροὶ μετὰ τῆς ἀτμίδος ἀφιᾶσι τὸ ἐν αὑτοῖς γλίσχρον ὑγρόν, οὗ ἐξελθόντος οὐ κολλῶνται (τὸ γὰρ ὕδωρ ᾧ ἐβρέχθησαν ψαθυρώτερόν ἐστιν), οἱ δὲ θερμοὶ ἔχουσί τινα γλισχρότητα. ὅταν μὲν οὖν βεβρεγμένων αὐτῶν ἡ ἀτμὶς ἐξίῃ, τὸ μὲν θερμὸν διαπνεῖ διὰ λεπτότητα, τὸ δὲ κολλῶδες συνεξιὸν αὐτῷ καὶ μιγνύμενον τῷ ὑγρῷ προσέρχεσθαι ποιεῖ ἐν αὐτοῖς. μιγνύμενον τῷ ὐγρῷ προσέρχεσθαι ποιεῖ ἐν αὐτοῖς.
Διὰ τί τῶν ἀλεύρων τὰ ἄλφιτα λαμπρότατά ἐστιν, τῶν δὲ ἀλφίτων τὰ τελευταῖα; ἢ ὅτι τὸ μὲν ἄλφιτον καπυρὸν ὂν περιθραύεται, οἷον μάλιστα πάσχει πλεῖστον χρόνον κοπτόμενον, τὸ δὲ μαλακὸν καὶ λεπτὸν ἄλευρον, ὅ ἐστιν ἐντὸς τοῦ πυροῦ, ἐκθλίβεται πρῶτον. λαμπρότατον δέ ἐστιν ἐν ἀμφοτέροις τὸ ἐντός.
Διὰ τί ἡ μὲν μᾶζα ὅσῳ ἂν μᾶλλον τριφθῇ, δυσδιαχωρητοτέρα γίνεται, ὁ δὲ ἄρτος εὐδιαχωρητότερος; ἢ διὰ τὸ τριφθῆναι σφόδρα τὸ σταῖς μικρότερον γίνεται; τὸ γὰρ γλίσχρον τοιοῦτόν ἐστιν, ὑπὸ δὲ τοῦ πυρὸς πάντοθεν ἐξῄρηται τὸ ὑγρὸν τοῦ ἄρτου, ὥστε ψαθυρώτερον γίνεται τοῦ ὑγροῦ ἐξαιρεθέντος ὅλως, ὅσῳ ἂν μᾶλλον τριφθῇ, διὰ τὸ ἐν τῇ τρίψει μικρομερέστερον γεγονέναι· τὸ δὲ ψαθυρὸν εὐπεπτότερόν ἐστιν. ἡ δὲ μᾶζα ὅσῳ ἂν μᾶλλον τριφθῇ, γλισχροτέρα γίνεται τοῦ ὑγροῦ μεμιγμένου· τὸ δὲ γλίσχρον οὐκ εὐδιαίρετον. τὰ δὲ τοιαῦτα δύσπεπτά ἐστιν· δεῖ γὰρ τὸ πεφθησόμενον διαιρεθῆναι εἰς μικρά.
Διὰ τί ἡ μὲν μᾶζα τριβομένη ἐλάττων γίνεται, τὸ δὲ σταῖς μεῖζον; ἢ ὅτι τὸ μὲν ἄλφιτον βρεχθὲν καὶ τριβόμενον συνίζει τῇ τοῦ ὑγροῦ κολλήσει διὰ τὸ ἀραιὸν εἶναι καὶ χονδρόν, τὸ δὲ ἄλευρον μετεωρίζεται διὰ τὸ πυκνὸν σφόδρα εἶναι; τὰ γὰρ πυκνὰ τριβόμενα θερμαίνεται, θερμαινόμενα δὲ καὶ πνευματούμενα μετεωρίζεται, καθάπερ καὶ ἡ σάρξ.
Διὰ τί δὲ πυρούμενον τὸ σταῖς μεῖζον γίνεται ἢ ἡ
Διὰ τί τοῦ μέλιτος κολλητικωτέρου ὄντος ἢ τοῦ ὕδατος, τὸ τῷ μελικράτῳ φυραθὲν ἄλευρον ψαθυρώτερον γίνεται, ὅταν ἑψηθῇ ἢ ὀπτηθῇ, ἢ τὸ τῷ ὕδατι; ἢ διότι τὸ μὲν ὑπὸ τοῦ πυρὸς πήγνυται καὶ συνίσταται, [τὸ ὕδωρ], τὸ δὲ μέλι συνιστᾷ μέν, ἀλλ’ ἐπιξηραίνει διὸ μᾶλλον ψαθυρὸν ποιεῖ ἡ γὰρ ψαθυρότης ὑπὸ ξηρασίας γίνεται.
Διὰ τί οἱ δίπυροι ἄρτοι ψυχθέντες οὐ γίνονται σκληροί; ἢ ὅτι ἔχει τινὰ ἐν αὑτῷ ὁ πυρὸς γλυκὺν καὶ γλίσχρον χυμόν, ὅς ἐστιν αὐτοῦ καθάπερ ψυχή; σημεῖον δέ· ξηραινόμενος μὲν γὰρ ὅλως κενοῦται, νοτιῶν δὲ ἐκφύεται. τοῦ οὖν χυμοῦ τούτου ἐνυπάρχοντος καὶ ἐν τῷ ἀλεύρῳ καὶ μάλιστα τῷ καθαρωτάτῳ, σταιτὸς γενομένου τοῦ ἀλεύρου καὶ τριβομένου συμβαίνει αὐτό. σημεῖον δέ· ἑψόμενον γὰρ διαχωρητικώτερον γίνεται. ὀπτωμένου μὲν οὖν τὸ πρῶτον τοῦ ἄρτου, τὸ ψαθυρὸν καὶ ἐλαφρὸν τοῦ δὲ ὑγροῦ τοῦ ἐκ τοῦ ἄρτου ἀπατμίζει, καὶ τοῦ ἀλεύρου τὸ ἀχυρωδέστατον ἀποκαίεται. ἐξαιρεθέντος δὲ καὶ τριβομένου πάλιν τοῦ σταιτός, τό τε τοῦ ἀλεύρου λειότατον καὶ τοῦ ὑγροῦ γλισχρότατον λειπόμενα μίγνυται μᾶλλον ἑαυτοῖς, διά τε τὸ τοιαῦτα καὶ μᾶλλον γεγονέναι, καὶ διὰ τὴν πύρωσιν· βαφῇ γὰρ ἡ μῖξις αὐτῶν ὁμοία γίνεται, ὥστε γίνεσθαι τὸ ὕστερον τριφθὲν σταῖς ὅμοιον τῷ ἑψομένῳ ἀλεύρῳ. καὶ γὰρ ἐκεῖνο, τριφθέντος τοῦ σταιτὸς καὶ λειφθέντος τοῦ λεπτοτάτου ἀλεύρου καὶ τοῦ γλισχροτάτου ὑγροῦ, πυρωθὲν κολλῶδες γίνεται καὶ ἀνεξίκμαστον· τό τε γὰρ γλίσχρον δυσδιαίρετον, καὶ τὸ πυκνὸν οὐθὲν δι’ αὑτοῦ προΐεται. ὑγρότατον οὖν τοῦτο, καὶ
Διὰ τί τῆς τροφῆς καὶ τῆς ξηρᾶς καὶ τῆς ὑγρᾶς ἐνίοις δυνάμεθα πολὺν χρόνον χρῆσθαι, οἷον τῇ γινομένῃ τροφῇ ἐξ ἀλφίτων καὶ ἀλεύρων καὶ τοῖς οἴνοις τοῖς αὐστηροῖς καὶ ὕδατι, τοῖς δὲ οὐ δυνάμεθα, καὶ ταῦτα ἡδίοσιν οὖσιν; ἢ ὅτι τὰ μέν ἐστι τῶν προσφερομένων ἐπιπολαστικὰ καὶ τρόφιμα, ὥστε καὶ ὅταν κενωθῶσιν, τῆς πρώτης τροφῆς ἀναλωθείσης ἔτι ἔνεστιν ἐν τῷ σώματι πολλὴ δύναμις, ὡς
Διὰ τί τὰ αὐτὰ συνεθιζομένοις τε ἡδέα φαίνεται καὶ λίαν συνεχῶς προσφερομένοις οὐχ ἡδέα; τὸ δὲ ἔθος ἐστὶν τὸ πολλάκις καὶ συνεχῶς τι ποιεῖν. ἢ ὅτι τὸ μὲν ἔθος ἕξιν δεκτικήν τινος ἐν ἡμῖν ποιεῖ, οὐ πλήρωσιν, τὸ δὲ συνεχῶς προσφέρεσθαί τι πληροῖ τὴν ἐπιθυμίαν, καὶ καθάπερ αἴτιον; ἔστι γάρ τι καὶ ἡ ἐπιθυμία. αἱ μὲν οὖν ἕξεις γυμναζόμεναι αὔξονται καὶ ἐπιδιδόασιν· τὰ δὲ ἀγγεῖα σαττόμενα οὐδὲν μείζω γίνεται. διόπερ τὸ μὲν ἔθος ὂν γυμνάσιον αὔξει τὴν δεκτικὴν ἕξιν· τὸ δὲ συνεχῶς προσφερόμενον σάττει μὲν καὶ πληροῖ τὴν ἐπιθυμίαν, ἧς πληρωθείσης οὐκέτι προσιέμεθα, αὔξει δὲ οὐθὲν αὐτὴν διὰ τὰ προειρημένα ἐπὶ τῆς σάξεως. ἔτι τὸ ἔθος οὐ τῷ ἀεὶ ἡδύνειν ἡδύ ἐστι (λυπεῖ γὰρ καὶ τὰ τοιαῦτα ἐάν τις συνεχῶς ποιῇ), ἀλλὰ τῷ τὴν ἀρχὴν τοῦ ἔργου ἡδέως ἡμᾶς προσίεσθαι, καὶ πλείω χρόνον δύνασθαι ταὐτὸν ποιεῖν ἢ ἀσυνήθεις ὄντας. ἐν ᾧ οὖν καὶ τοῦτο λυπεῖ ἡδὺ ὄν, ἐν ταὐτῷ καὶ τὰ ἄλλα ἡδέα. συνεχῶς γὰρ γινόμενα ἢ προσφερόμενα ἀμφότερα λυπεῖ.
Διὰ τί τὸ μὲν σταῖς γίνεται τριβόμενον λευκόν, ἡ δὲ μᾶζα μελαντέρα; πότερον ὅτι ξηραίνεται μᾶλλον τὸ ἐπιπολῆς ἐν τῷ ἀλφίτῳ, οἷον ἐν ὑγρῷ θερμόν, ὃ ποιεῖ τὴν
Διὰ τί τὰ ἄλφιτα μᾶλλον τῷ ὕδατι συμμένει φυρώμενα ἢ τῷ ἐλαίῳ, ὄντι γλισχροτέρῳ; καίτοι κολλητικώτερον τὸ γλίσχρον, τὸ δὲ ἔλαιον τοῦ ὕδατος γλισχρότερον. ἢ ὅτι λεπτότερον τὸ ὕδωρ, ὥστε εἰσέρχεται εἰς ἅπαν καὶ μαλακὰ ποιεῖ, συμφύεταί τε μᾶλλον καὶ συνθλίβεται πρὸς ἄλληλα, καίτοι θλιβόμενα καὶ χωρὶς τῆς τρίψεως.
Διὰ τί οἱ ἄτριπτοι ἄρτοι καὶ οἱ σφόδρα τετριμμένοι ῥήγνυνται; ἢ ὅτι οἱ μὲν ἄτριπτοι διὰ τὸ ἀσύνδετοι εἶναι; ἡ γὰρ τρῖψις συνδεῖ· προωδοποίηνται οὖν τῷ ῥήγνυσθαι. ἔτι ἀμιγὲς καὶ πολὺ ἔχουσιν τὸ ὑγρόν. οἱ δὲ τετριμμένοι σφόδρα λίαν εἰσὶ ξηροὶ διὰ τὸ ὀλίγον ἔχειν ὑγρόν· θερμαινομένων γὰρ πᾶν ἐξέρχεται. ὥστε ἄμφω διὰ τὸ πολὺ ὑγρὸν ἐξιέναι ῥήγνυνται· πολὺ γὰρ ἐν μὲν τοῖς ἀτρίπτοις ἀπλῶς ἔνεστιν, ἐν δὲ τοῖς τετριμμένοις πρὸς τὸ ὑπόλοιπον.
Διὰ τί κουφότερον τὸ φύραμα γίνεται ἢ ἄμφω, τό τε ὑγρὸν καὶ τὸ ἄλφιτον; πότερον ὅτι μιγνυμένων πνεῦμα συγκατακλείεται; ἢ ὅτι ὑπὸ τοῦ θερμοῦ τοῦ ἐν τοῖς ἀλφίτοις ἐξατμίζεται τοῦ ὕδατος, ὥστε ἔλαττον γίνεται τὸ μεμιγμένον; ὁ δὲ ἀήρ, εἰ καὶ μίγνυται, οὐθὲν ἂν κουφότερον ποιοῖ· ἔχει γὰρ βάρος καὶ ὁ ἀὴρ ἐν τῷ ἀέρι.
Διὰ τί μετὰ τοῦ ἀλφίτου πινόμενον τὸ γάλα καὶ ὁ γλυκὺς φαίνεται γλυκύτερα; πότερον οὖν παρὰ τὸ μὴ γλυκὺ μᾶλλον φαίνεται; τὸ γὰρ ἄλφιτον οὐ γλυκύ. ἢ ὅτι ἐνδιατρίβει τὸ ἄλφιτον ἔχον γλυκύτητα, ὥστε πλείονι χρόνῳ ἡ αἴσθησις.
Διὰ τί ἧττον ἄκρατον φαίνεται τὸ αὐτὸ πόμα μετὰ τοῦ ἀλφίτου πινόμενον; πότερον ἢ ὅτι κεράννυσιν ἄλλο ἔχον μετ’ ἄλλου; ἢ ὅτι ἀντιφράττει τῷ πόματι καὶ ἀφανίζει, ἀντισπῶν εἰς αὑτό;
Διὰ τί ὁ χόνδρος πλεῖον ὕδωρ δέχεται ἢ οἱ πυροὶ ἐξ ὧν ὁ τοιοῦτος ἐγένετο χόνδρος; ἢ ὅτι ἄλευρά πώς ἐστιν ὁ χόνδρος, τὰ δὲ ἄλευρα πλεῖον δέχεται. καὶ γὰρ γίνεται ὁ ὄγκος πλείων ἢ ὁ τῶν πυρῶν· σέσακται γὰρ καὶ τὰ ἐν τοῖς πυροῖς. τὰ δὲ πλείω χωρεῖ πλεῖον. καὶ τοῦτο καὶ ὅτι ἔχει θερμότητα καὶ τὰ ἄλευρα καὶ ὁ χόνδρος. τὸ δὲ θερμὸν καὶ ἕλκει μᾶλλον τὸ ὑγρόν, καὶ ἐξαναλίσκει ἐξατμίζον.
Διὰ τί τὸ ἄλευρον τριβόμενον μεῖζον πολὺ γίνεται ἢ τὸ ἄλφιτον κατὰ λόγον; ἢ ὅτι τὸ μὲν πολὺ ὕδωρ δέχεται, τὸ δὲ ὀλίγον; διὰ τί δὲ δέχεται πλεῖον; μᾶλλον γὰρ εἰκὸς τὸ ἄλφιτον πεπύρωται γάρ, τὸ δὲ ἄπυρον· μᾶλλον δὲ ξηρὸν τὸ πεπυρωμένον. ἢ διότι τρῖψιν μᾶλλον δέχεται τὸ ἄλευρον; τούτου δὲ αἴτιον τὸ μικρομερέστερον εἶναι. ὥσπερ οὖν ὁσαπλάσιον δυνάμει ἐστὶ τῇ μικρότητι, τοσαυταπλάσιον δέχεται τὸ ὕδωρ. κόλλῃ γὰρ χρῆται τῷ ὕδατι, ὥσπερ καὶ Ἐμπεδοκλῆς μετήνεγκεν ἐν τοῖς Φυσικοῖς εἰπὼν ἄλφιτον ὕδατι κολλήσας
. καὶ ἀναλίσκει πολὺ διὰ τοῦτο.
Διὰ τί δὲ καὶ πεπυρωμένον τὸ σταῖς μεῖζον γίνεται ἢ ἡ μᾶζα; ἢ ὅτι ἔχει ὑγρὸν οὐ κεχωρισμένον, ὥστε ἐξιέναι θερμαινόμενον, οὐ πνεῦμα γινόμενον, καὶ οὐ δυνάμενον ἐξιέναι ὁμοίως καὶ ἐν τῇ μάζῃ διὰ τὴν πυκνότητα τοῦ σταιτός (πυκνὸν γὰρ τὸ ἐκ μικρομερεστέρων), αἴρει [οὖν] καὶ ποιεῖ τὸν
Διὰ τί οἱ περὶ τὴν τῶν σίτων ἐργασίαν, οἱ μὲν περὶ τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς πυροὺς εὐεκτικοί; ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς, διόπερ καὶ αἱ ἀπόρροιαι;
Διὰ τί ὁ ἄρτος, ἐὰν μέν τις αὐτὸν ὀπτᾷ, σκληρότερος γίνεται, ἐὰν δέ τις αὐτὸν χλιαίνῃ, ὑγρότερος ἄχρι τινός; ἢ ὅτι ὀπτωμένου αὐτοῦ τὸ ὑγρὸν ἐκπορεύεται; σκληρότερος οὖν γίνεται· ἐπιθερμαινομένου δὲ τὸ ὑγρὸν συσταθὲν διαχεῖται ὑπὸ τοῦ πυρός, διὸ ὑγρότεροι γίνονται.
Διὰ τί τὰ μὲν ἄλευρα ψυχόμενα ἧττον σάττεται, τὰ δὲ ἄλφιτα μᾶλλον; ἢ ὅτι τὰ μὲν μικρομερῆ οὐ διαλείπει χώραν, καὶ τὰ βαρέα τῇ θλίψει τὰ πλείω ἐλάττω κατέχει τὸ ἴσον; τὰ μὲν οὖν ἄλφιτα ἁδρά ἐστιν. ψυχόμενα οὖν ἐλάττω γίνεται, ὥστε τὸ ἔλαττον συμπιέζει τὸ πλέον. τὰ
Διὰ τί τὴν ὀπώραν ὕστερον ἢ πρότερον φαγοῦσιν οὐκ ἀνάλογον τοῖς αὐτοῖς ὁ ὄγκος τῆς πληρώσεως γίνεται; ἢ ὅτι βαρυτέρα ἐστὶν ἡ ὀπώρα πολύ τῶν σιτίων. δηλοῖ δὲ τὰ σῦκα. ἐὰν ὕστατα βρωθῇ· τελευταῖα γὰρ ἐμεῖται. ἐὰν
Διὰ τί τῶν γλυκέων ὄντων ὁμοιοτέρων ἡμῖν ἢ τῶν δριμέων, θᾶττον πληρούμεθα ὑπὸ τῶν γλυκέων; εἰκὸς δὲ ἦν ἧττον· ὑπὸ γὰρ τῶν ὁμοίων ἧττον ἦν εἰκὸς πληροῦσθαι. ἢ ὅτι οὐχ ὁμοίως τό τε ἀγγεῖον πληροῦται ταχύ, ἐξ οὗ πληρούμεθα, καὶ τὸ τρεφόμενον, ἀλλ’ ἐνίοτε ἡ μὲν κοιλία πλήρης ἐστίν, οἷον τῶν διψώντων, τὸ δὲ δίψος οὐδὲν ἧττόν ἐστιν. οὐ γὰρ τῷ ταύτην εἶναι πλήρη παυόμεθα διψῶντες, ἀλλὰ τῷ ἕκαστον τῶν τοῦ σῶματος τὸ αὑτῷ οἰκεῖον ἐσπακέναι, καὶ ὅταν ἐκεῖνα ἀπολάβῃ ἱκανῶς, τότε παυόμεθα διψῶντες. καὶ πεινῶντες δὲ ὡσαύτως.
Διὰ τί θᾶττον πληρούμεθα ἀπὸ τῶν γλυκέων ἢ ἀπὸ τῶν δριμέων; ἢ ὅτι θᾶττον παυόμεθα ἐπιθυμοῦντες τῶν γλυκέων; ἢ ὡς μὲν ἡ κοιλία πληροῦται, οὕτω καὶ ἡμεῖς ὑπὸ τῶν γλυκέων; οὐχ ὁμολογεῖται· ὅτι δὲ ἡ ἐπιθυμία θᾶττον ὑπ’ αὐτῶν πληροῦται, τοῦτ’ ἂν εἴη λεκτέον. ἢ ὅτι ἡ μὲν ἐπιθυμία, ὡς ἀπλῶς εἰπεῖν, ἔστι μὲν ἔνδεια, καὶ ὅταν μηκέτι ἔχωμεν τροφὴν ἢ ὀλίγην; τὰ μὲν οὖν δριμέα οὐκ ἔστι τρόφιμα, ἀλλὰ τροφὴν μὲν ὀλίγην ἔχει, τὸ δὲ περίττωμα πολύ. εἰκότως οὖν πολλὰ ταῦτα ζητοῦμεν ἐσθίειν, καὶ οὐκ ἐμπιπλάμεθα αὑτῶν τὴν ἐπιθυμίαν, διὰ τὸ ἔτι προσδεῖσθαι τροφῆς, ταῦτα δὲ μὴ ἔχειν τροφήν. τὰ δὲ γλυκέα ἅπαντά ἐστι τροφή, καὶ ἀπὸ μικρῶν τοιούτων πολλὴν λαμβάνει τὸ σῶμα. ὅταν οὖν ἀπολάβῃ πολλὴν τροφήν, οὐκέτι δύναται ἐσθίειν διὰ τὸ μὴ ὑποφέρειν. εἰκότως οὖν θᾶττον ὑπὸ τῶν γλυκέων πληρούμεθα.
Διὰ τί τὰ περικάρπια καὶ τὰ κρέα, καὶ ὅσα τοιαῦτα
Διὰ τί μετὰ τὰ σαπρὰ τῶν περικαρπίων ὁ οἶνος πικρὸς φαίνεται πινόμενος; ἢ ὅτι τὴν πικρότητα ἔχει ἡ σαπρότης ἡ τοιαύτη; τὸ οὖν ἐπιμένον ἐπὶ τῇ γλώττῃ, μιγνύμενον τῷ πόματι καὶ διαχεόμενον πικρὸν ποιεῖ τὸ πόμα. αὐτὸ δὲ καθ’ αὑτὸ ἧττον φαίνεται ἐσθιόμενον διὰ τὸ πολλῶν ἅπτεσθαι καὶ εἰς μικρὰ διανενεμῆσθαι τὸν τοιοῦτον χυμόν.
Διὰ τί τὰ τραγήματα ἐδεστέον; ἢ ἕνεκα τοῦ πιεῖν ἱκανόν; οὐ γὰρ μόνον ποτέον τῆς δίψης χάριν τῆς ἐπὶ τοῖς σιτίοις, ἀλλὰ καὶ μετὰ τὸ σιτίον.
Διὰ τί τὰ ὀπτὰ κάρυα ψυχθέντα χείρω γίνεται, καὶ ὁ ἄρτος δὲ καὶ ὁ βάλανος καὶ πολλὰ τῶν τοιούτων, θερμανθέντα δὲ πάλιν βελτίω; ἢ διότι ψυχθέντος μὲν πέπηγεν ὁ χυμός, ἀναχλιανθέντος δὲ πάλιν χεῖται; ἡ δὲ ἡδονὴ γίνεται διὰ τὸν χυμόν.
Διὰ τί ἐπὶ τῇ ἀπολαύσει τῆς ὀπώρας, οἷον σύκων καὶ τῶν τοιούτων, ἢ οἶνον ἄκρατον δεῖ ἐπιπίνειν ἢ ὕδωρ; ταῦτα δὲ ἐναντία. ἢ ὅτι ἡ ὀπώρα καὶ θερμή ἐστι καὶ ὑγρὰ διὰ τὴν γένεσιν; ἔχει γὰρ πολὺ πῦρ καὶ ὑγρότητα, ὥστε διὰ μὲν τὸ πῦρ οἷον ζέσιν ποιεῖ ὁ χυμὸς εἴσω, ὅπερ ἔξω τὸ γλεῦκος ποιεῖ. ἧττον δὲ ἔχει δύναμιν καὶ τὰ ἄλλα τὰ ἀκρόδρυα. τὸ δὲ τῆς ὑγρότητος πλῆθος ἀπεψίαν ποιεῖ. τὸ μὲν οὖν ὕδωρ διὰ τὴν ψυχρότητα σβεννύει τὴν ζέσιν, ὁ δὲ οἶνος διὰ τὴν θερμότητα ὡς ἐπὶ τὸ πολύ· ὥσπερ γὰρ πῦρ
Διὰ τί τῶν ἰσχάδων γλυκύταται αἱ δίχα ἐσχισμέναι, οὔτε δὲ αἱ πολυσχιδεῖς οὔτε αἱ ἀσχιδεῖς; ἢ διότι ἐκ μὲν τῶν πολυσχιδῶν διαπέπνευκεν καὶ ἐξίκμακεν μετὰ τοῦ ὑγροῦ τὸ πλεῖστον τοῦ γλυκέος, ἐν δὲ ταῖς μεμυκυίαις πλεῖον τὸ ὑδατῶδές ἐστι διὰ τὸ μὴ ἠτμικέναι. αἱ δὲ ἐσχισμέναι μέν, μὴ εἰς πολλὰ δέ, ἀμφοτέρων τούτων ἐκτός εἰσι τῶν παθημάτων.
Διὰ τί ταῖς καμίνοις ψυχόμενα τὰ σῦκα σκληρότερα
Διὰ τί παρὰ τὰ στρυφνὰ ὁ οἶνος καὶ τὸ ὕδωρ φαίνεται γλυκύτερα, οἷον ἐάν τις βαλάνους ἢ μύρτα ἤ τι τῶν τοιούτων διατράγῃ; ἢ εἰκότως, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων; πᾶν γὰρ τὸ αὐτὸ παρὰ τὸ ἐναντίον μᾶλλον φαίνεται, οἱ δὲ τῶν ἐναντίων χυμοὶ ἀντικείμενοί πώς εἰσιν. ἢ ὅτι, καθάπερ ἐπὶ τῶν βαπτομένων, ὑπὸ τῶν στρυφνῶν ἡ γλῶττα προδιεργάζεται καὶ τοὺς πόρους ἀνοίγεται, ὥστε μᾶλλον διιέναι τὸ γλυκύ; καὶ γὰρ τὰ βαπτόμενα τούτου ἕνεκεν προβρέχουσιν ἐν τοῖς στρυφνοῖς, τῷ διεργασθὲν μᾶλλον δέχεσθαι τὴν βαφήν.
Διὰ τί τὰ γλυκέα ἧττον δοκεῖ γλυκέα εἶναι θερμὰ ὄντα ἢ ὅταν ψυχθῇ; πότερον ὅτι ἅμα δύο αἰσθήσεις γίνονται ἀμφοῖν, ὥστε ἡ τοῦ θερμοῦ ἐκκρούει τὴν ἑτέραν; ἢ ὅτι
Διὰ τί ποτε τὰ ἄχυρα τὰ μὲν σκληρὰ πέττει, τὰ δὲ πεπεμμένα οὐ σήπει; ἢ ὅτι τὰ ἄχυρα θερμόν τε καὶ ὁλκόν ἐστιν; τῇ μὲν οὖν θερμότητι πέττει, τῷ δὲ ὁλκὸν εἶναι τὸν ἰχῶρα τὸν σηπόμενον δέχεται· διὸ οὐ σήπει.
Διὰ τί τὰ σῦκα μαλακὰ καὶ γλυκέα ὄντα λυμαίνεται τοὺς ὀδόντας; ἢ διὰ τὴν γλισχρότητα προσέρχεται τοῖς οὔλοις, καὶ παρεμπίπτει διὰ τῶν ὀδόντων εἰς τὰ διὰ μέσου διὰ τὸ μαλακὰ εἶναι, καὶ σῆψιν ποιεῖ ταχέως ἅτε θερμὰ ὄντα; τάχα δὲ ἴσως καὶ διὰ τὴν σκληρότητα τῶν κεγχρα· μίδων ἐν τῇ τούτων κατεργασίᾳ πονοῦσι ταχέως οἱ ὀδόντες.
Διὰ τί τὸ κῦμα οὐκ ἐπιγελᾷ ἐν τοῖς βαθέσι πελάγεσιν, ἀλλ’ ἐν τοῖς μικροῖς καὶ βραχέσιν; ἢ ὅτι τὸ μικρὸν ὑγρὸν φερόμενον μᾶλλον διαιρεῖται ὑπὸ τοῦ πνεύματος ἢ τὸ πολύ;
Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέμων; ἢ ὅτι πρὸς τῇ ἀρχῇ τοῦ πνεύματος ἡ θάλαττα ὠσθεῖσα
Διὰ τί τὰ πλοῖα γέμειν δοκεῖ μᾶλλον ἐν τῷ λιμένι ἢ ἐν τῷ πελάγει, καὶ θεῖ δὲ θᾶττον ἐκ τοῦ πελάγους πρὸς τὴν γῆν ἢ ἀπὸ τῆς γῆς εἰς τὸ πέλαγος; ἢ ὅτι τὸ πλέον ὕδωρ ἀντερείδει μᾶλλον ἐκ τοῦ ὀλίγου, ἐν δὲ τῷ ὀλίγῳ δέδυκεν διὰ τὸ κρατεῖν αὐτοῦ μᾶλλον; ὠθεῖ γὰρ κάτωθεν τὸ ὕδωρ ἄνω. ἐν μὲν οὖν τῷ λιμένι ὀλίγη ἐστὶν ἡ θάλασσα, ἐν δὲ τῷ πελάγει βαθεῖα. ὥστε καὶ ἄγειν πλέον δόξει ἐν τῷ λιμένι καὶ κινήσεται χαλεπώτερον διὰ τὸ δεδυκέναι μᾶλλον καὶ ἧττον ἀντερείδειν τὸ ὕδωρ. ἐν τῷ πελάγει δὲ τἀναντία τούτων ἐστίν.
Διὰ τί, ὅταν τι ῥιφθῇ εἰς τὴν θάλατταν κυμαίνουσαν, οἷν ἡ ἄγκυρα, γαλήνη γίνεται; ἢ διότι ἵσταται ἡ θάλαττα τῷ φερομένῳ, μεθ’ οὗ ἀὴρ συγκαταφέρεται, ὃς ἐπ’ εὐθείας κάτω φερόμενος καὶ ἐνταῦθα ἐπισπασθεὶς συνεπισπᾶται τὸ ἐκ πλαγίου κινοῦν τὴν θάλατταν; ὁ δὲ κλύδων τῆς θαλάττης οὐκ ἄνωθεν κάτω γίνεται ἀλλ’ ἐπιπολῆς· οὗ λήξαντος γαλήνη γίνεται. ἔτι συνιοῦσα ἡ θάλασσα εἰς τὰ διαστάντα τῷ φερομένῳ δίνην ποιεῖ. ἡ δὲ δίνη κύκλῳ φέρεται. ἐπεὶ δὲ ἡ εὐθεῖα τοῦ κύκλου κατὰ σημεῖον ἅπτεται, τὰ δὲ κύματα ἐπ’ εὐθείας λοξῆς φέρεται, συμβαίνοι ἂν αὐτὰ τοῦ ἐξωτάτου τῆς δίνης κατὰ σημεῖον ἅπτεσθαι, διά τε τὰ εἰρημένα καὶ διὰ τὴν τῆς δίνης φοράν, ἢ προσιοῦσα ἀπωθεῖται αὐτά. ἀκύμου δὲ ὄντος τοῦ κατ’ αὐτὴν τόπου, γαλήνην ἐν τῇ ῥήξει αὐτῆς συμβαίνει γίνεσθαι, ὅτι συγκαταβὰς ὁ ἀὴρ τῷ ἐνεχθέντι κάτω, ἀναφερόμενος καὶ ὠθῶν ἄνω τὴν θάλατταν καθάπερ πομφολυγοῖ αὐτήν· ἡ γὰρ πομφόλυξ ὑγροῦ ὑπ’ ἀέρος κάτωθεν ἀνωθουμένου ἐστίν. πομφόλυξ δὲ πᾶσα λεία καὶ γαληνός ἐστιν. σημεῖα δὲ τῶν εἰρημένων
Διὰ τί ἐνίοτε πλοῖα θέοντα ἐν τῇ θαλάττῃ εὐδίας καταπίνεται
Διὰ τί ἡ θάλαττα λευκοτέρα ἡ ἐν τῷ Πόντῳ ἢ ἡ ἐν τῷ Αἰγαίῳ; πότερον διὰ τὴν ἀνάκλασιν τῆς ὄψεως τὴν γινομένην ἀπὸ τῆς θαλάττης εἰς τὸν ἀέρα; ὁ μὲν γὰρ περὶ τὸν Πόντον ἀὴρ παχὺς καὶ λευκός, ὥστε καὶ τῆς θαλάττης ἡ ἐπιφάνεια τοιαύτη φαίνεται, ὁ δὲ ἐν τῷ Αἰγαίῳ κυανοῦς
Διὰ τί ἡ θάλαττα τοῦ ποτίμου ὕδατος ἧττον ψυχρά,
Διὰ τί θάλαττα εὐδιοπτοτέρα τοῦ ποτίμου, παχυτέρα οὖσα; λεπτότερον γὰρ τὸ πότιμον τοῦ ἁλμυροῦ. ἢ οὐ τὸ λεπτὸν αἴτιον, ἀλλ’ εὐθυωρίαι τῶν πόρων πλεῖσται καὶ μέγισταί εἰσιν; τὸ μὲν οὖν πότιμον πυκνὸν διὰ λεπτομέρειάν ἐστιν, τὸ δὲ ἁλμυρὸν μεγάλα ἔχει τὰ διάκενα. ἢ ὅτι καθαρώτερον ἡ θάλαττα; γῆ μὲν γὰρ οὐκ ἔστιν, ἡ δὲ ἄμμος βαρεῖα οὖσα ὑφίσταται. τὰ δὲ πότιμα γεώδη. αὐτὴ δὲ ἐν τῷ μεταξὺ φερομένη ἀναθολοῦται ταχύ.
Διὰ τί ἐν τοῖς βορείοις εὐδιοπτοτέρα ἡ θάλαττα ἢ ἐν τοῖς νοτίοις; ἢ ὅτι ἐν τῇ γαλήνῃ χρῶμα ἔχει ἡ θάλαττα; λιπαρὸν γὰρ ἔνεστιν ἐν τῷ ἁλμυρῷ χυμῷ. σημεῖον δέ· ἐκκρίνεται γὰρ ἔλαιον ἐν ταῖς ἀλέαις. εὐδίας οὖν οὔσης καὶ ἀλεεινοτέρας τῆς θαλάττης διὰ κουφότητα, ἐπανθεῖ ἄνω ὁ τοιοῦτος χυμός. τοῖς δὲ βορείοις ἧττον διὰ τὸ ψῦχος. ἔστιν δὲ τὸ ὕδωρ εὐδιοπτότερον τοῦ ἐλαίου· τὸ γὰρ ἔλαιον χρῶμα ἔχει, τὸ δὲ ὕδωρ ἄχροον παρεμφαινόμενον σαφεστέραν ποιεῖ τὴν ἔμφασιν.
Διὰ τί λουσάμενοι τῇ θαλάττῃ θᾶττον ξηραίνονται, βαρυτέρᾳ οὔσῃ τῶν ποτίμων; ἢ ὅτι παχυτέρα καὶ γεώδης ἡ θάλαττα; ὀλίγον οὖν ἔχουσα τὸ ὑγρὸν ξηραίνεται θᾶττον.
Διὰ τί τὰ κύματα ἀνεμώδη; ἢ ὅτι σημεῖά ἐστι πνεύματος ἐσομένου; ἔστι γὰρ τὸ πνεῦμα σύνωσις ἀέρος. ἢ διὰ τὸ ἀεὶ προωθεῖσθαι γίνεται; προωθεῖ δὲ οὐ συνεχές πω ὂν τὸ πνεῦμα, ἀλλὰ ἀρχόμενον. τὸ μὲν δὴ πρῶτον ὥσπερ προεμαράνθη, ἄλλο δὲ τοῦτο προέωσε καὶ ἄλλην πυκνότητα ἤγαγεν καὶ ἀπεμαράνθη. ὥστε δῆλον, ὅταν ἤδη τὸ προωθούμενον παρῆ, ὅτι ἥξει καὶ τὸ κινοῦν· ἀρχόμενον γὰρ τοῦτο ποιεῖ.
Διὰ τί τὸ κῦμα προεκπίπτει τοῦ πνεύματος; ἢ ὅτι οὐχ ἅμα παύεται τὸ
Διὰ τί ἐν τῇ θαλάττῃ μᾶλλον νεῖν δύνανται ἢ ἐν τοῖς ποταμοῖς; ἢ ὅτι ὁ νέων ἀεὶ ἐπιστηριζόμενος ἐν τῷ ὕδατι νεῖ, ἐν δὲ τῷ σωματωδεστέρῳ μᾶλλον ἀποστηρίζεσθαι δυνάμεθα, σωματωδέστερον δέ ἐστι τὸ θαλάττιον ὕδωρ τοῦ ποταμίου· παχύτερον γάρ ἐστι καὶ μᾶλλον ἀντερείδειν δυνάμενον.
Διὰ τί ποτε ἐν τῇ θαλάττῃ πλείω χρόνον διατελεῖν δύνανται ἢ ἐν τῷ ποταμῷ; ἢ διότι τὸ ποτάμιον ὕδωρ λεπτόν ἐστιν; μᾶλλον οὖν παρεισδυόμενον πνίγει.
Διὰ τί ἡ μὲν θάλαττα κάεται, τὸ δὲ ὕδωρ οὔ; ἢ κάεται μὲν κἀκεῖνο, ἡ δὲ θάλαττα ἧττον σβέννυσι τὸ πῦρ διὰ τὸ λιπαρωτέρα εἶναι; σημεῖον δὲ ὅτι λιπαρωτέρα· ἀπὸ γὰρ τῶν ἀλῶν ἔλαιον ἀφαιρεῖται. ἢ καὶ ἧττον δύνανται οἱ πόροι ἁρμόττειν τῷ πυρὶ διὰ τὸ παχύτεροι εἶναι, καὶ μᾶλλόν γε δή, ἅτε καὶ τῶν ἀλῶν ἐνυπαρχόντων; ὥσπερ οὖν τὸ ξηρὸν τοῦ ὑγροῦ ἧττον σβεστικόν, καὶ τὸ ξηρὸν μᾶλλον κατὰ λόγον καυστικόν ἐστιν καὶ ἕτερον ἑτέρου μᾶλλον, τῷ ἐγγυτέρω τοῦ θερμοῦ εἶναι, τὸ ξηρότερον δὲ τῇ θαλάττῃ· ἄμφω δὲ ταῦτα μᾶλλον ὑπάρχει.
Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν; ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν ἐν ἀναπεπταμένοις τόποις, οἱ δὲ ποταμοὶ ἐν στενοῖς; ἡ μὲν οὖν ἀπὸ τῆς θαλάττης αὔρα εἰς πολὺν τόπον σκίδναται, ὥστε εἶναι ἀσθενής, ἡ δὲ ἀπὸ τῶν ποταμῶν ἀθρόως φέρεται καὶ μᾶλλον ἰσχύει, διὸ μᾶλλον εἰκότως φαίνεται ψυχρά. ἢ οὐ τοῦτό ἐστιν αἴτιον, ἀλλ’ οἱ μὲν ποταμοὶ ψυχροί εἰσιν, ἡ δὲ θάλαττα οὔτε θερμὴ οὔτε ψυχρά; γίνεται δὲ ἡ αὒρα καὶ ἡ ἀναπνοὴ θερμαινομένων ἢ ψυχομένων
Διὰ τί ἐν τοῖς μείζοσι πελάγεσι βραδύτερον καθίσταται κύματα ἢ ἐν τοῖς βραχέσιν; ἢ ὅτι ἐκ τῆς πολλῆς κινήσεως βραδύτερον καθίσταται πᾶν ἢ ἐκ τῆς ὀλίγης; ἐν δὲ τοῖς μεγάλοις πελάγεσι πλείων ἡ ἄμπωτις γίνεται ἢ ἐν τοῖς βραχέσιν. οὐθὲν οὗν ἄλογον τὸ πλεῖον βραδύτερον καθίστασθαι.
Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ ψυχρὸν μὲν οὐ πότιμον. θερμαινόμενον δὲ μᾶλλον γίνεται πότιμον, καὶ θερμὸν δὲ ὂν καὶ ἀποψυχόμενον; ἢ διότι εἰς τὸ ἐναντίον ἀπὸ τοῦ ἐναντίου πέφυκεν μεταβάλλειν; ἔστι δὲ τὸ πότιμον τῷ ἁλμυρῷ ἀντικείμενον· καὶ θερμαινομένου μὲν ἀφέψεται τὸ ἁλμυρόν, ψυχομένου δὲ ὑφίσταται.
Διὰ τί τὰ πρὸς τῇ θαλάττῃ ὡς ἐπὶ τὸ πολὺ ὕδατα γλυκέα ὕδατα] ἀλλ’ οὐχ ἁλμυρά; ἢ διὰ τὸ ποτιμώτερα διηθούμενα γίνεσθαι; διηθεῖται δὲ τὸ ἐγγύτερον τῆς θαλάττης μᾶλλον.
Διὰ τί τὸ ἁλμυρὸν ὕδωρ οὐκ ἀπόρρυτόν ἐστιν; ἢ διότι τὸ μὲν βαρὺ στάσιμον; τὸ δὲ ἁλμυρὸν βαρύ· διὸ καὶ τὰ θερμὰ μόνα τῶν ἁλμυρῶν ὑδάτων ἀπόρρυτά ἐστιν. ἔχει
Διὰ τί ἐν τῇ Λιβύῃ ἐὰν ὀρύξῃ τις παρὰ τὴν θάλατταν, τὸ πρῶτον πότιμον, εἶθ’ ἁλμυρὸν γίνεται ταχύ, ἐν δὲ τοῖς ἄλλοις τόποις ἧττον ποιεῖ τοῦτο; πότερον ὅτι τὸ μὲν πρῶτον τὸ ὑπάρχον ὕδωρ ἐν τῷ τόπῳ καὶ τὸ πεπεμμένον ὑπὸ τῆς γῆς ἐστιν, ὅταν δὲ χρονισθῇ, ἡ θάλαττα προσδιηθουμένῃ διὰ τὸ πρόσφατον εἶναι ποιεῖ ἁλμυρώτερον; ἐν δὲ τοῖς ἄλλοις ἢ οὐκ ἔχει ἢ πολὺ ὕδωρ διὰ τὸ μὴ ξηραίνεσθαι τὸν τόπον.
Διὰ τί τοὺς ἅλας θᾶττον τήκει τὸ ἁλμυρὸν ὕδωρ ἢ τὸ πότιμον; ἢ διότι τὸ μὲν τήκεσθαί ἐστι τὸ ὑπὸ τοῦ ὑγροῦ ἢ θερμοῦ εἰσιόντος διαιρεῖσθαι, ὥστε ὑγρὸν εἶναι; οὐ τήκει δὲ ἢ τὰ ὅλως μὴ δυνάμενα εἰσιέναι, ἢ τὰ οὕτως ὥστε μὴ θιγγάνειν. μόλις δὲ τήκει τὰ ῥᾳδίως διεξιόντα· τὰ δ’ ἐπιόντα βιαζόμενα, ταῦτα τάχιστα διαιρεῖ. οὐκ εἰσέρχεται δὲ τὰ λίαν μεγαλομερῆ· ὑπερέχει γὰρ τῶν πόρων. τὰ δὲ μικρομερέστερα διέρχεται οὐ ψαυόμενα. ἔστι δὲ τὸ μὲν πότιμον λεπτόν, τὸ δὲ ἁλμυρὸν παχύτερον, ὥστε τὸ μὲν ῥᾳδίως διὰ λεπτότητα διαδῦνον μόλις τήκει, τὸ δὲ εἰσέρχεται μέν, ἧττον δὲ διὰ τὸ μεγαλομερέστερον εἶναι διαιρεῖ, καὶ βιάζεται θᾶττον.
Διὰ τί τὸ ὕδωρ ἧττον φαίνεται λευκόν, ἐὰν κινῆται, οἷον καὶ ἡ φρίκη; διὸ καὶ Ὅμηρος ἀρχομένου φησὶ τοῦ μελάνει δέ τε πόντος ὑπ’ αὐτοῦ
. ἢ διὰ δύο αἰτίας, ἐγγύθεν μὲν τῆς ὄψεως οὔσης, διὰ τὸ διιέναι τὴν ὄψιν μᾶλλον ἠρεμοῦντος, κινουμένου δὲ μὴ εὐθυπορεῖν· τὸ δὲ διαφανὲς λευκὸν φαίνεται. δι’ οὗ γὰρ μὴ διέρχεται ἡ ὄψις, μέλαν φησὶν εἶναι. διὸ καὶ ὁ ἀὴρ πόρρωθεν μέλας φαίνεται, ὁ δὲ ἐγγὺς λευκός, καὶ θαλάττης τὸ μὲν ἐγγὺς λευκόν, τὸ δὲ πόρρωθεν κυανοῦν καὶ μέλαν. πόρρωθεν δέ, κινουμένης πως τῆς ὄψεως, καὶ τῷ διανακλᾶσθαι ἀθρόον τὴν ὄψιν, ἐὰν ἠρεμῇ πρὸς τὸ φῶς, κινουμένου δὲ μὴ δύνασθαι.
Διὰ τί ἐν τοῖς βαθέσι πελάγεσι τὸ κῦμα οὐκ ἐπιγελᾷ, ἀλλ’ ἐν τοῖς μικροῖς; πότερον ὅτι τὸ μικρὸν φερόμενον ὕδωρ διαιρεῖται ὑπὸ τοῦ ἀέρος μᾶλλον ἢ τὸ πολύ; διὸ θραύεται πατάξαν μᾶλλον. ἐν μὲν οὖν τῷ βαθεῖ πολὺ τὸ κινούμενον, ἐν δὲ τῷ βραχεῖ ὀλίγον.
Διὰ τί οἱ πρὸς νότον τόποι ἁλυκώτερα τὰ ὕδατα ἔχουσιν; ἢ διὰ τὸ τὴν θάλατταν ὑπὸ νότου ὠθεῖσθαι ὑπὸ τὴν γῆν κεράννυται;
Διὰ τί τῶν ὑδάτων τὸ ἁλμυρὸν ἐπὶ τῷ γλυκεῖ οἴνῳ μᾶλλον ἐπιπολάζει ἢ ἐπὶ τῷ αὐστηρῷ; πότερον ὅτι μᾶλλον ἔχει γῆν ὁ γλυκύς, ὥσπερ ἡ ἀσταφίς; ἢ ὅτι βαρύτερος καὶ γλισχρότερος ὁ γλυκύς, ὥσθ’ ἧττον μίγνυται, μὴ μιγνύμενος δὲ ἐφίσταται.
Διὰ τί ὅλως ἐφίσταται γεῶδες ὄν; ἡ γὰρ οἰκεία φορὰ κάτω. πότερον ὅτι μᾶλλον ἔχει γῆν ὁ γλυκύς; ἢ διὰ τὴν
Διὰ τί τὰ κύματα πρότερον φοιτᾷ ἐνίοτε τῶν ἀνέμων; ἢ διότι καὶ τελευτᾷ ὕστερον; τὸ γὰρ πρῶτον πνεῦμα ὡσανεὶ προδιαλύεται τοῦ ὠσθέντος κύματος· ἀφικνεῖται δὲ οὐκ αὐτὸ τὸ πρῶτον ὠσθέν, ἀλλ’ ἀεὶ ἡ ὧσις γίνεται τοῦ ἐχομένου.
Διὰ τί αἱ κυματωδέστεραι γαῖ στερραὶ γίνονται πολλάκις οὕτως σφόδρα ὥσπερ ἠδαφισμέναι; καὶ ἡ μὲν κυματώδης γῆ στερεά, ἡ δὲ ἄπωθεν χαῦνος. ἢ διότι ἡ μικρὰ ἄμμος οὐ πόρρωθεν ἐκβάλλεται ὑπὸ τοῦ κύματος, ἀλλὰ ἡ μείζων μᾶλλον; ὥσπερ καὶ τῇ χειρὶ βάλλειν πόρρω οὐ τὸ ἐλάχιστον μάλιστα δυνατόν. ἔπειτα πολλῶν κυκωμένων τα ἐλάχιστα ἐμπίπτοντα πυκνοῖ. ἡ δὲ τοῦ κύματος λωφῶντος κίνησις ἐδαφίζει, κινεῖ δὲ οὐκέτι. διὰ μὲν οὖν τὸ μὴ τὰ μικρότατα πόρρω δύνασθαι πηδᾶν, ἐκ μικρῶν σφόδρα συντέθειται· διὰ δὲ τὸ πολλάκις κινεῖσθαι συνεχὲς γίνεται πιπτούσης ἄμμου, ἕως ἂν συναρμόσῃ· διὰ δὲ τὸ κῦμα τὸ τελευταῖον ἐδαφίζεται, καὶ τὸ ἠρέμα ὑγρὸν συγκολλᾷ. ἡ δὲ πόρρω ξηρά τε οὖσα διίσταται, καὶ ἐκ μειζόνων ἐστὶ λιθιδίων καὶ ἀνεδάφιστος.
Διὰ τί τῆς θαλάσσης τὰ ἄνω τῶν ἐν τῷ βάθει ἁλμυρώτερα καὶ θερμότερα; ὁμοίως δὲ καὶ ἐν τοῖς φρέασι τοῖς ποτίμοις τὸ ἐπιπολῆς ἁλμυρώτερον τοῦ εἰς βάθος· καίτοι ἔδει τὸ κατωτέρω· βαρύτερον γὰρ τὸ ἁλμυρόν. ἢ διότι ὁ ἥλιος καὶ ὁ ἀὴρ ἀνάγει ἀεὶ τὸ ἐλαφρότατον ἀπὸ τῶν
Διὰ τί τῆς θαλάττης τὰ πρὸς τῇ γῇ γλυκύτερά ἐστιν; ἢ διότι ἐν τῇ κινήσει μᾶλλόν ἐστιν; κινούμενον δὲ τὸ ἁλμυρὸν γλυκύτερον γίνεται. ἢ ὅτι καὶ ἐν τῷ βάθει ἁλμυρώτερόν
Διὰ τί ἡ θάλαττα μόνον τῶν ὑδάτων κάεται, τὰ δὲ πότιμα καὶ ποτάμια οὔ; πότερον ὅτι γῆν πολλὴν ἔχει; δηλοῦσι δὲ οἱ ἅλες. ἢ διότι λιπαρά; δηλοῖ δὲ τὸ ἐν τοῖς ἅλασιν ὑφιστάμενον ἔλαιον.
Διὰ τί ἐν ταῖς λίμναις ἄμμος οὐ γίνεται ἢ ἧττον ἢ ἐν τῇ θαλάττῃ καὶ τοῖς ποταμοῖς; ἢ ὅτι ἐν τῇ θαλάττῃ πέτραι γίνονται, καὶ ἡ γῆ ἐκκέκαυται μάλιστα; ἡ δὲ ἄμ μος ἐστὶ πέτρα ἐψηγμένη εἰς μικρὰ καὶ ἐλάχιστα μόρια. ψήχεται δὲ διὰ τὴν πληγὴν τῶν κυμάτων. ἐν δὲ ταῖς λίμναις οὐ γίνονται ὁμοίως πέτραι καθαραί, οὐδὲ θραύονται ὁμοίως διὰ τὸ μὴ γίνεσθαι κύματα ὁμοίως. ἐν δὲ τοῖς ποταμοῖς μᾶλλον, ὅτι τὴν μὲν γῆν καταφέρουσιν, τὰς δὲ πέτρας τῇ πληγῇ θραύουσιν.
Διὰ τί, ὅταν ἡ λίμνη ἢ κοπάσῃ ἢ ξηρὰ γένηται, ἀποκάεται ὁ σῖτος ἐν τῷ πεδίῳ μᾶλλον; πότερον ὅτι τὸ ὑγρὸν τὸ ἐν τῇ λίμνῃ ἀπατμίζον τῇ ἀτμίδι θερμαίνει τὸν ἀέρα, ὥστε ἐλάττους καὶ ἀσθενεστέρους ποιεῖ τοὺς πάγους ἢ ἐν τοῖς κοίλοις καὶ προσελώδεσι τόποις; ἢ ἐκ τῆς γῆς, ὥσπερ λέγεται, τὰ ψύχη ἄρχεται καὶ λανθάνει εἰσδυόμενα ξηρᾶς οὖν οὔσης τῆς λίμνης, διὰ πλείονος τόπου ἡ ψυχρότης πλείων προσπίπτουσα πήγνυσι καὶ ἀποκάει μᾶλλον. ἐν δὲ ταῖς τοιαύταις χώραις τὰ ψύχη κάτωθεν γίνεται, ὥσπερ καὶ δοκεῖ. καίτοι ἡ γῆ θερμὴ τοῦ χειμῶνος· ἀλλὰ διὰ τὸ ἔφυγρον εἶναι κατέψυκται τὸ ἐπιπολῆς θερμὸν τὸ ἐν τῇ γῇ. τὸ γὰρ ὑγρὸν οὔτε οὕτω πόρρω ἐστὶν ὥστε μὴ ψύχεσθαι, διὰ τὴν ἐνοῦσαν θερμότητα ἐν τοῖς ὑγροῖς, οὔτε οὕτως ὀλίγον ὥστε μηθὲν ἰσχύειν, διὰ τὸ διάβροχον εἶναι τὴν γῆν. οἷον οὖν διά τὴν ψύξιν αὐτοῦ συμβαίνει ἐπὶ κρυστάλλου περιπατεῖν καὶ οἰκεῖν.
Διὰ τί ἡ θάλαττα ἁλμυρὰ καὶ πικρά ἐστιν; ἢ ὅτι ἐν τῇ θαλάττῃ πλείους εἰσὶν οἱ χυμοί; καὶ γὰρ τὸ ἁλμυρὸν καὶ τὸ πικρὸν ἅμα φαίνεται.
Διὰ τί τὰ ἐν τῇ θαλάττῃ ὄστρακα καὶ λίθοι στρογγύλα γίνεται; ἢ ὅτι ὁμοίως περιθραυόμενα τὰ ἔσχατα εἰς
Διὰ τί ἐνιαχοῦ, ἐάν τις ὀρύξῃ παρὰ τὴν θάλατταν, τὸ μὲν πρῶτον πότιμόν ἐστιν ὕδωρ, εἶθ’ ἁλμυρὸν γίνεται; ἢ ὅτι αὐτῆς ἐστὶν τῆς θαλάττης τῆς διηθούσης ὑπὸ τὴν γῆν τὸ ὕδωρ; εἰκότως οὖν τὸ πρῶτόν ἐστι γλυκύ· ἐλαφρότερον γάρ ἐστι τὸ γλυκὺ τοῦ ἁλυκοῦ, καὶ ἡ θάλαττα ἔχει τι τοῦ
Διὰ τί ἡ θάλαττα οὖσα βαρυτέρα τοῦ ποτίμου ὕδατος μᾶλλόν ἐστιν εὐδίοπτος; πότερον ὅτι λιπαρωτέρα; τὸ δὲ ἔλαιον ἐπιχυθὲν ποιεῖ μᾶλλον εὐδίοπτον. ἔχουσα δὲ ἐν αὑτῇ λίπος εἰκότως μᾶλλον εὐδίοπτός ἐστιν. ἢ οὐχ ἅπαν τὸ ἐλαφρότερον καὶ εὐδιοπτότερον; αὐτὸ γὰρ τὸ ἔλαιον ἐλαφρότερον τοῦ ὕδατος, εὐδιοπτότερον δὲ οὔ. ἢ οὐκ εὐδιοπτότερόν ἐστιν, ἀλλὰ φαίνεται; τὸ γὰρ πότιμον ὕδωρ ἀπὸ τῆς γῆς ἢ ἀπὸ ῥευμάτων ἐστίν, ἡ δὲ πηγὴ συναφίησι μετὰ τοῦ ὕδατος καὶ γῆν, ὥστε τῷ μὴ καθαρὰ εἶναι τὰ ῥεύματα συγκατάγει τὴν γῆν καὶ ἰλύν. αὕτη οὖν ἐστὶν ἡ αἰτία τοῦ ἧττον εἶναι εὐδίοπτον.
Διὰ τί οἱ νέοντες ἐν τῇ θαλάττῃ λαπαροὶ γίνονται; εἰ γὰρ ὅτι πονοῦσι, καὶ οἱ τροχιζόμενοι ἰσχυρὸν πονοῦσι πόνον καὶ οὐ λαπάττονται. ἢ ὅτι οὐ πᾶς πόνος ποιεῖ λάπαξιν, ἀλλ’ ὁ μὴ ποιῶν σύντηξιν; ἡ δὲ ἐν τῇ θαλάττῃ διατριβὴ καὶ ὅλως δοκεῖ βρωτικωτέρους ποιεῖν καὶ λαπαρούς· θερμή τε γάρ ἐστι καὶ ξηρὰ ἡ ἀπ’ αὐτῆς ἀτμίς.
Διὰ τί πᾶσα λίμνη πότιμος οὖσα πλύνει καὶ ῥύπτει τὰ ἱμάτια; πλύνει μὲν γὰρ τὸ γλυκύ, ῥύπτει δὲ τὸ πικρόν, ἄμα δὲ οὐχ οἷόν τε ἔχειν ταῦτα. ἢ οὐ τῷ πικρὸν εἶναι οὐθὲν ῥύπτει, ἀλλ’ ἡ γλισχρότης ῥυπτικόν; διὸ καὶ τὰ ἀκροκώλια καὶ ὅσα μυξώδη τοιαῦτα, ὥστε καὶ τῶν πικρῶν
Διὰ τί τὸ γαληνίζον τῆς θαλάττης λευκὸν φαίνεται, τὸ δὲ κατάφορον μέλαν; ἢ ὅτι τὸ ἧττον ὁρώμενον μελάντερον μᾶλλον φαίνεται; ἧττον δὲ φαίνεται τὸ κινούμενον τοῦ ἠρεμοῦντος. ἢ διότι τὸ μὲν διαφαινόμενον λευκόν, τὸ δὲ μὴ διαφαινόμενον μέλαν; ἧττον δὲ διαφαίνεται τὸ κινούμενον.
Διὰ τί τὸ θερμὸν ὕδωρ, ἐὰν ἐπικεχρισμένοι ὦσιν ἐλαίῳ, ἧττον θερμόν ἐστι καταχεόμενον, τοῦ ἐλαίου θερμοῦ ὄντος; ἢ διὰ τὸ λεαίνειν ὀλισθαίνει καὶ ἧττον ἐνδύνει;
Διὰ τί τὰ ὕδατα ἐν τοῖς φρέασι μετὰ μεσημβρίαν γίνεται τοῦ θέρους θερμά; ἢ διότι τηνικαῦτα ἤδη κεκράτηκεν τὸ θερμὸν τὸν ἀέρα; πρὸ μεσημβρίας δὲ τὸ θερμὸν λύει τε τὸ ψυχρὸν καὶ παύει· οὐχ ἅμα δὲ πέπαυται καὶ κρατεῖ. ἀλλ’ ὅταν ἐπιχρονίσῃ.
Διὰ τί τὸ ὕδωρ θερμότερον ἐνίοτε τῆς φλογὸς γινόμενον οὐ κατακάει τὰ ξύλα, ἡ δὲ φλὸξ κατακάει; ἢ ὅτι ἡ μὲν φλὸξ λεπτομερές, καὶ τὸ ἀπ’ αὐτῆς πνεῦμα, τὸ δὲ
Διὰ τί τὸ μὲν ὕδωρ τὸ ζέον οὐ τήκει, ἡ δὲ κοιλία τήκει; πότερον ὅτι τὸ μὲν θερμὸν τὸ ἐν τῇ κοιλίᾳ εἰσέρχεται διὰ λεπτότητα, τὸ δὲ ὕδωρ οὐκ εἰσέρχεται διὰ παχύτητα; ἢ διότι καὶ τὰ ἄλλα κωλύει τήκεσθαι τὸ ὑγρόν; οὐθὲν γὰρ ἐν ὑγρῷ τήκεται. ἐν δὲ τῇ κοιλίᾳ τὸ ὑγρὸν εἰς τὴν κύστιν ὑπονοστοῦν οὕτω λύει.
Διὰ τί τῶν ἀγγείων ὁ πυθμὴν οὐ κάει ἐνόντος τοῦ ὕδατος καὶ ζέοντος, ἀλλὰ καὶ φέρουσι τοῦ πυθμένος ἐχόμενοι, ἐξαιρεθέντος δὲ κάει; ἢ ὅτι σβέννυται τὸ ἐγγινόμενον θερμὸν ἐν τῷ πυθμένι ὑπὸ τοῦ ὕδατος; διὸ καὶ οὐ τήκεται τὰ τηκτά, ἂν μὴ ψόφος ἐμπέσῃ.
Διὰ τί οὐχ ὑπερζεῖ τοῦ χειμῶνος ὁμοίως καὶ τοῦ θέρους τὸ ὕδωρ, οὐ μόνον ὁμοίως θερμαινόμενον, ἀλλὰ καὶ μᾶλλον καὶ ὁμοίως θερμὸν ὄν, καὶ ἔτι μᾶλλον; ἢ διότι ἡ
Διὰ τί τὸ μὲν θερμὸν ὕδωρ ῥυτιδοῖ, τὸ δὲ πῦρ θερμὸν ὂν οὔ; ἢ ὅτι τὸ μὲν πῦρ ποιεῖ πνεῦμα, ὥστε ὀγκοῖ; περιτείνεται γὰρ τὸ δέρμα. ἡ δὲ κάμψις ῥυτίς ἐστιν.
Διὰ τί τῶν ἀγγείων οἱ πυθμένες θερμαινομένου τοῦ ὕδατος, ἕως ἂν ᾖ ψυχρὸν τὸ ὕδωρ, θερμότεροί εἰσιν; ἢ διότι ψυχροῦ μὲν ἔτι ὄντος τοῦ ὕδατος ἐγκατακλείεται τὸ θερμὸν καὶ ἀντιπεριίσταται εἴσω, κωλυόμενον ἐξιέναι, ὅταν δὲ διαθερμανθῇ τὸ ἐνὸν ὕδωρ, οὐκέτι ἀποστέγοντος, ἀλλὰ διαπνέοντος καὶ ἐλάττονος γινομένου τοῦ πυρὸς ψυχρότερος γίνεται ὁ πυθμήν, ὁμοίως ὥσπερ καὶ τὰ βαλανεῖα· καὶ γὰρ ταῦτα τοῦ χειμῶνος θερμότερα ἢ τοῦ θέρους διὰ τὸ ἐγκατακλείεσθαι τὸ θερμὸν ἐν τῷ χειμῶνι μᾶλλον ἢ ἐν τῷ θέρει ὑπὸ τοῦ περιέχοντος ἀέρος ὄντος ψυχροῦ.
Διὰ τί τὸ μὲν ὕδωρ ζέον οὐκ ἐκπαφλάζει, τὸ δὲ ἔτνος καὶ ἡ φακῆ; καίτοι κουφότερον τὸ ὕδωρ τούτων, τὰ δὲ κοῦφα ῥᾷον ῥῖψαι πόρρω. ποιεῖ δὲ καὶ τὸ ἀργύριον ταὐτό, καὶ τοῦτο καθαιρόμενον· διὸ οἱ ἐν τῷ ἀργυροκοπείῳ καλλύνοντες κερδαίνουσιν· τὸ γὰρ διαρριπτούμενον συγκαλλύνοντες λαμβάνουσι τὰ λείψανα. ἢ διότι ποιεῖ μὲν τὸν ἐκπαφλασμὸν τὸ θερμὸν ἐξατμίζον καὶ βιαζόμενον τὰ ἀντικραύοντα τῇ κατὰ φύσιν αὑτοῦ φορᾷ; τὸ μὲν οὖν ὕδωρ διὰ κουφότητα καὶ λεπτότητα οὐκ ἀποβιάζεται, ὥστε οὐκ ἀθροίζεται πολὺ θερμόν, ἀλλὰ πρὶν ἁλισθῆναι φθάνει διακόψαν τὸ ἀεὶ προσελθόν. τὰ δὲ ἔχοντα ἐν αὑτοῖς σῶμα, οἷον τὰ ῥοφήματα ἢ ὁ ἄργυρος, διὰ βάρος τὸ σωματοειδὲς ἔχοντα πολύ, καὶ ἀνταπωθοῦντα διὰ τὸ ἀποβιάζεσθαι βίᾳ, ἐξιόντος ἀποσφαιρίζεται ᾗ ἂν κρατήσῃ τὸ θερμόν· οὐ γὰρ δίεισι διὰ πυκνότητα, ἀλλὰ κρατεῖ, ἕως ἂν ὑπὸ τοῦ ἐπιρρέοντος θερμοῦ ἀπορριφθῇ. γίνεται δὲ πληγή, οὐκ ὦσις, διὰ τὸ ταχὺ φέρεσθαι τὸ θερμὸν κάτωθεν ἄνω.
Διὰ τί τὰ μὲν ὀλίγον χρόνον ἐν τῷ θερμῷ βρεχόμενα ἀνοιδεῖ, τὰ δὲ πολὺν συμπίπτει καὶ γίνεται ῥυσά; ἢ διότι τὸ θερμὸν ἐκ πεπηγότος ὑγρὸν ποιεῖ, ἐκ δὲ ὑγροῦ πνεῦμα, τὰ δὲ πυκνὰ ἀραιοῖ; τὸ μὲν οὖν πρῶτον θερμαῖνον τὰ πεπηγότα ὑγρότερα ποιεῖ, καὶ ἐξ ὑγρῶν πνευματοποιοῦν
Διὰ τί ὑπὸ τῶν θερμῶν ὑδάτων μᾶλλον ἢ ὑπὸ τῶν ψυχρῶν πήγνυνται λίθοι; πότερον ὅτι τῇ τοῦ ὑγροῦ ἐκλείψει γίνεται λίθος, μᾶλλον δὲ ὑπὸ τοῦ θερμοῦ ἢ τοῦ ψυχροῦ ἐκλείπει τὸ ὑγρόν, καὶ ἀπολιθοῦται δὴ διὰ τὸ θερμόν, καθάπερ καὶ Ἐμπεδοκλῆς φησὶ τάς τε πέτρας καὶ τοὺς λίθους καὶ τὰ θερμὰ τῶν ὑδάτων γίνεσθαι. ἢ τὸ θερμὸν ἀπολιθοῖ· καὶ ὑπὸ τοῦ ψυχροῦ δὲ λιθοῦται διὰ τὸ τὴν ὑπερβολὴν τοῦ πάγου τὸ ὑγρὸν ἀναλίσκουσαν σκληρύνειν; δῆλον οὖν ἐκ τῆς ὑπερβολῆς καὶ τὸ ἀπλῶς.
Διὰ τί ἐν τῷ θερμῷ ὕδατι, ἐὰν τὸν πόδα ἔχῃ τις, ἠρεμοῦντος μὲν ἧσσον δοκεῖ εἶναι θερμόν, ἐὰν δὲ κινηθῇ, θερμότερον; ἢ ὥσπερ καὶ ἐπὶ τοῦ σώματος, ἐὰν ἐν τῷ πνεύματι τροχάζῃ τις, ἀεὶ ὁ προϊστάμενος ἀὴρ ψυχρότερος· εἰς δὲ τὸ πορρώτερον εἰσιὼν μᾶλλον ἀσθάνεται.
Διὰ τί ἐν τῷ ἡλίῳ μᾶλλον ἢ τῇ σκιᾷ τὰ θερμὰ ψύχεται; πότερον ὅτι τὸ θερμὸν τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος φθείρεται; ἢ ὅτι ἐν μὲν τῇ σκιᾷ τὸ ψυχρὸν περιεστηκὸς θλίβει τὸ ἐνὸν θερμὸν καὶ οὐκ ἐᾷ ἐπεξιέναι, ὅπερ καὶ τοῖς θνήσκουσι ποιεῖ τὸ ψυχρὸν προχεόμενον· ἐγκατακλείει γὰρ τὸ θερμὸν καὶ κωλύει ἐξιέναι· καὶ ὅλως τοῦ χειμῶνος ἅπασι συμβαίνει τὰ ἔσωθεν θερμότερα· ἐν δὲ τῷ ἡλίῳ οὐδενὸς ἀντιφράττοντος φέρεται καὶ θᾶττον ἀπολείπει.
Διὰ τί τὸ ἐν τῷ ἡλίῳ θερμαινόμενον ὕδωρ ὥστε λούεσθαι
Διὰ τί τὸ ἐν τῷ ἡλίῳ θερμανθὲν ὕδωρ οὐκ ἀγαθόν; ἢ ὅτι τὰ ψυχόμενα ῥιγοῦν ποιεῖ;
Διὰ τί τὰ ἐν Μαγνησίᾳ καὶ τὰ ἐν Ἀταρνεῖ θερμὰ πότιμά ἐστιν; ἢ διότι ἐμβάλλει ὕδωρ πλεῖον ἀπορρέοντι τῷ θερμῷ, οὗ ἡ μὲν ἁλμυρότης ἀφανίζεται, ἡ δὲ θερμότης διαμένει;
Διὰ τί ἐν Μαγνησίᾳ τὰ θερμὰ τοῦ μὲν θερμὰ εἶναι ἐπαύσατο, ἁλμυρὸν δὲ ἦν τὸ ὕδωρ; ἢ πλεῖον ἐπεχύθη ἅμα ψυχρὸν ἐπὶ τὰς πηγὰς ἀλλότριον, καὶ ἐναπέσβεσε τὴν θερμότητα; ἡ δὲ γῆ ἁλμυρὰ μὲν ἦν, θερμὴ δὲ οὔ, διὰ τὸ πλῆθος τοῦ ὕδατος τοῦ ἐμβάλλοντος. ὅμοιον οὖν συνέβη τῷ διὰ τῆς τέφρας ὕδατι ἠθουμένῳ· καὶ γὰρ τοῦτο διὰ θέρμης ἠθούμενον ἐκείνην μὲν καταψύχει, καὶ αὐτὸ ψυχρὸν γίνεται, ἁλμυρόν τε καὶ πικρὸν διὰ τὴν τέφραν ἐστίν. ἐπεὶ δὲ τὸ προσιὸν ἠλλοτριωμένον ἐστίν, δι’ ἄλλην αἰτίαν ἐκράτησεν ἡ θερμότης ἐνοῦσα ἐν τῇ γῇ τῆς ψυχρότητος τοῦ ὕδατος δι’ ὀλιγότητα, καὶ ἐγένετο πάλιν θερμά.
Διὰ τί τὰ ὅλα τῶν θερμῶν ὑδάτων ἁλμυρά; ἢ διότι τὰ πολλὰ διὰ γῆς ἠθεῖται στυπτηριώδους (δηλοῖ δὲ ἡ ὀσμὴ αὐτῶν) κεκαυμένης δέ; ἡ δὲ τέφρα πάντων ἁλμυρὰ καὶ
Διὰ τί τὰ θερμὰ λουτρὰ ἱερά; ἢ ὅτι ἀπὸ τῶν ἱερωτάτων γίνονται, θείου καὶ κεραυνοῦ;
Διὰ τί ἐν τοῖς ἀσκοῖς τοῖς πεφυσημένοις ἐναπολαμβανόμενα τὰ μέλη πόνον παρέχει; πότερον διὰ τὴν πίεσιν τοῦ ἀέρος; ὥσπερ γὰρ οὐδὲ τοῖς ἔξωθεν πιέζουσι τὸν ἀσκὸν ἐνδίδωσιν ὁ ἀήρ, ἀλλ’ ἀπωθεῖ, οὕτω καὶ τὰ ἐντὸς ἐναπολαμβανόμενα θλίβει ὁ ἀήρ. ἢ διότι βίᾳ κατέχεται καὶ πεπίληται; ἔξω οὖν πάντῃ ὁρμῶν κατὰ φύσιν προσαπερείδεται πρὸς τὸ ἐντὸς ἀπειλημμένον σῶμα.
Διὰ τί ἐν τοῖς ἕλεσι τοῖς παρὰ τοὺς ποταμοὺς γίνονται οἱ καλούμενοι βούμυκοι, οὓς μυθολογοῦσιν ταύρους ἱεροὺς
Διὰ τί ὁ ἀὴρ οὐχ ὑγρός, ἁπτόμενος τοῦ ὕδατος; τῶν γὰρ ἄλλων οὐθὲν ὅ τι οὐχ ὑγρόν, ἂν ἅψηται. ἢ διότι τὸ ἔσχατον αὐτῶν ἅμα, τὸ δὲ ἐπίπεδον ἑκατέρου οὐχ ἕτερον; τὰ μὲν οὖν ἄλλα βαρύτερα, ὁ δὲ ἀὴρ οὐ ῥέπει κατωτέρω τοῦ ἐσχάτου. ἅπτεται μὲν οὖν, ὅτι οὐθὲν μεταξύ, οὐ βρέχεται δέ, ὅτι ἀεὶ ἄνωθεν τοῦ ὕδατος.
Διὰ τί μέσων νυκτῶν καὶ μεσημβρίας μάλιστα εὐδία γίνεται; ἢ διότι ἡ νηνεμία ἐστὶν ἀέρος στάσις, ἕστηκε δὲ μάλιστα ὅταν κρατῇ ἢ κρατῆται, μαχόμενος δὲ κινεῖται. κρατεῖ μὲν οὖν μάλιστα μέσων νυκτῶν, κρατεῖται δὲ μεσημβρίας· τοτὲ μὲν γὰρ ὁ ἥλιος πορρωτάτω, τοτὲ δὲ ἐγγυτάτω γίνεται. ἔτι ἄρχεται τὰ πνεύματα ἢ περὶ ἕω ἢ περὶ δυσμάς, λήγει δὲ τὸ μὲν ἕωθεν, ὅταν κρατηθῇ, τὸ δὲ ἀπὸ δυσμῶν, ὅταν παύσηται κρατῶν. συμβαίνει οὖν τὰ μὲν μεσημβρίας παύεσθαι, τὰ δὲ μέσων νυκτῶν.
Διὰ τί ὑποφαυσκούσης ἕω καὶ ἤδη πρωΐ μᾶλλόν ἐστι ψῦχος ἢ τῆς νυκτός, ἐγγυτέρω ὄντος τοῦ ἡλίου ἡμῶν; ἢ ὅτι πρὸς ἡμέραν δρόσος καὶ πάχνη πίπτει, ταῦτα δέ ἐστι ψυχρά· ὥσπερ οὖν ῥανθέντος τοῦ παντὸς τόπου ὑγρῷ ψυχρῷ γίνεται κατάψυξις.
Διὰ τί ἐν τῷ Πόντῳ καὶ ψύχη μάλιστα καὶ πνίγη; ἢ διὰ τὴν παχύτητα τοῦ ἀέρος; τοῦ μὲν γὰρ χειμῶνος οὐ δύναται διαθερμαίνεσθαι, τοῦ θέρους δὲ, ὅταν θερμανθῇ, κάει
Διὰ τί τῆς νυκτὸς αἰθρία μᾶλλον ἢ μεθ’ ἡμέραν; ἢ καὶ τοῦ πνεύματος καὶ τῆς ταραχῆς ὁ ἥλιος αἴτιος; ταῦτα γὰρ κινήσεώς τινος γενομένης συμβαίνει γίνεσθαι. αἴτιον τοίνυν τὸ θερμόν. ὅταν οὖν τοῦτο μὴ παρῇ, ἠρεμεῖ τὸ πᾶν, καὶ αἰρομένου τοῦ ἡλίου μᾶλλον ἢ τοὐναντίον· καὶ τὸ μήποτ’ ἀπ’ ἠπείρου
τοῦτ’ ἐστίν, ὅτι οὗ πλείστη κίνησις, ἐκεῖ ἥκιστα ἄν τι μένοι καὶ συσταίη, μὴ ὁμαλοῦ ὄντος καὶ κρατοῦντος τοῦ συνισταμένου. τοῦ μὲν δὴ χειμῶνος ἡ θάλαττα τοιοῦτον, τοῦ δὲ θέρους ἡ γῆ.
Διὰ τί, ὅταν διαχυθῇ τὸ ὑγρὸν εἰς ἀσκούς, οὐ μόνον τὸ ὑγρὸν δέχεται ὁ πίθος μετὰ τῶν ἀσκῶν, ἀλλὰ καὶ ἄλλο προσλαμβάνει; ἢ ὅτι ἐν τῷ ὑγρῷ ἐνυπάρχει ὁ ἀήρ; οὗτος οὖν ὅταν μὲν ἐν τῷ πίθῳ ἐνῇ, οὐ δύναται ἐκκρίνεσθαι διὰ τὸ μέγεθος τοῦ πίθου· ἐκ γὰρ τοῦ μείζονος χαλεπώτερον ἐκθλῖψαι ὁτιοῦν καὶ ὑγρὸν καὶ πνεῦμα, ὥσπερ καὶ ἐκ τῶν σπόγγων. ὅταν δὲ μερίζηται εἰς μικρά, ἐκθλίβεται ἐκ τοῦ ἀσκοῦ μετὰ τοῦ ἐνόντος, ὥσθ’ ἡ τοῦ ἀέρος χώρα κενὴ γίνεται. διὸ καὶ τοὺς ἀσκοὺς καὶ ἔτι ἄλλο ὑγρὸν δέχεται ὁ πίθος. καὶ μᾶλλον ἐπὶ τοῦ οἴνου τοῦτο γίνεται, ὅτι πλείων ἀὴρ ἐν τῷ οἴνῳ ἔνεστιν ἢ ἐν τῷ ὕδατι. ὅμοιον δὲ τούτῳ καὶ τὸ ταὐτὸ ἀγγεῖον τήν τε κονίαν καὶ τὸ ὕδωρ χωρεῖν ἅμα. ὅσον ἑκάτερον χωρὶς ἐγχεόμενον. ἔοικεν γὰρ πολλὰ εἶναι τὰ διάκενα τῆς τέφρας. ἅτε οὖν λεπτότερον τὸ ὕδωρ διαδύνει μᾶλλον καὶ συσσάττει ἤδη, ὥστε πυκνοῦσθαι, καὶ διὰ τὸ παρ’ ἕκαστον τῶν μερῶν εἶναι τὴν σάξιν (μᾶλλον γὰρ σάττεται κατὰ μικρὸν σαττόμενον ἅπαν ἢ ἀθρόον), τούτου δὲ γινομένου ὑποκαταβαίνειν τὴν κονίαν· ἅμα δὲ καὶ ἡ τέφρα εἰς αὑτὴν δέχεται τὸ ὑγρὸν διὰ τὸ ἔχειν κοιλίας. ἡ
Διὰ τί ὁ ἀὴρ παχύτερος ὢν τοῦ φωτὸς διέρχεται διὰ τῶν στερεῶν; ἢ διότι τὸ μὲν φῶς κατ’ εὐθεῖαν φέρεται μόνον, διὸ καὶ διὰ τῶν ἀραιῶν οὐ διορᾷ ἡ ὄψις, οἷον κισήριδος; ἐπαλλάττουσιν γὰρ οἱ πόροι· ἀλλ’ οὐκ ἐν τῇ ὑάλῳ, ὁ δὲ ἀὴρ οὐ κωλύεται διὰ τὸ μὴ εὐθυπορεῖν οὗ διέρχεται.
Διὰ τί ὁ ἀὴρ ψυχρὸς μὲν γίνεται διὰ τὸ ἅπτεσθαι τοῦ ὕδατος, δίυγρος δὲ οὔ, κἂν σφόδρα τις φυσᾷ εἰς τὸ ὕδωρ ὥστε κυμαίνειν, ὅτι δὲ ψυχρός, δηλοῖ μεθιστάμενος· ψύχει γὰρ ἀπὸ τῶν ὑδάτων. ἢ ὅτι ψυχρὸς μὲν πέφυκεν εἶναι καὶ θερμός, ὥστε μεταβάλλει τῇ ἁφῇ οὗ ἄν τινος ἅπτηται, ὑγρὸς δὲ οὐκέτι διὰ τὸ κουφότερος εἶναι· καὶ οὐδέποτε εἰς τὸ βάθος τοῦ ὕδατος ἔρχεται, ἀλλ’ ἀεὶ τοῦ ἐπιπέδου ἅπτεται,
Διὰ τί ὁ ἐκ τῶν πομφολύγων καὶ κάτωθεν ἀνιὼν οὐ διερὸς ἐξέρχεται; ἢ διότι οὐκ ἐπιμένει τὸ ὑγρόν, ἀλλ’ ὀλισθαίνει τὸ ὕδωρ; τὸ δ’ ἐπὶ τῇ πομφόλυγι καὶ ἔλαττόν ἐστιν ἢ ὥστε διερεῖν.
Διὰ τί ὁ ἀὴρ οὐκ ἀναπίμπλησι, τὸ δὲ ὕδωρ; καὶ εἰς τὸν ἀέρα γὰρ μετατιθέμενον διερόν. ἢ ὅτι ὥσπερ οὐδὲ ὁ λίθος; οὐ γὰρ πᾶν ἐστὶν ἀναπληστικόν, ἀλλὰ τὸ γλίσχρον ἢ ὑγρόν.
... ἢ ὅτι ὁ ἀὴρ ἄνω φέρεται; ὁ γὰρ ἀσκὸς ὅταν μὲν κενὸς ᾖ κάτω φέρεται, ὅταν δὲ φυσηθῇ, ἄνω ἐπιμένει διὰ τὸ τοῦτον ἀναφέρειν. εἰ δὲ ὁ ἀὴρ ἀνακουφίζει καὶ κωλύει κάτω φέρεσθαι, διὰ τί βαρύτεροι γίνονται φυσηθέντες; καὶ πῶς, ὅτε μὲν βαρύτερός ἐστιν, ἐπιμένει, κουφότερος δὲ γενόμενος καταφέρεται;
Διὰ τί ὁ ἀὴρ ... οὐκ ἄνω φέρεται; εἰ γὰρ τὰ πνεύματα
Διὰ τί τὸ ἀφ’ ἕω ψυχρότερον ἢ τὸ ἀφ’ ἑσπέρας; ἢ ὅτι τὸ μὲν ἐγγύτερον μέσων νυκτῶν, τὸ δὲ μεσημβρίας; ἔστι δὲ ἡ μεσημβρία θερμότατον διὰ τὸ εἶναι ἐγγύτατον ἡλίου, αἱ δὲ μέσαι νύκτες ψυχρότεραι διὰ τὸ ἐναντίον.
Διὰ τί αἱ νύκτες τῶν ἡμερῶν ἐν ταῖς ἀλέαις πνιγηρότεραι; ἢ διὰ τὴν ἄπνοιαν; οἱ γὰρ ἐτησίαι καὶ πρόδρομοι τὰς νύκτας ἧττον πνέουσιν.
Διὰ τί τὰ ἐν τοῖς ἀσκοῖς ἄσηπτα φυσηθεῖσιν, καὶ ἐν τοῖς περιπωματιζομένοις; ἢ διότι σήπεται μὲν κινούμενα, ἅπαντα δὲ τὰ πλήρη ἀκίνητα, ταῦτα δὲ πλήρη.
Διὰ τί τῆς αἰθρίας μᾶλλον ψῦχος γίνεται ἢ ἐπινεφέλων ὄντων; τὰ δὲ ἄστρα καὶ ὁ οὐρανὸς θερμός. ἢ ὅτι οὐθὲν ἀποστέγει ἐν τῇ αἰθρίᾳ τὴν ἀτμίδα, ἀλλὰ διαχεῖται ἐν δὲ τοῖς ἐπινεφέλοις ἀποστέγεται; καὶ βορείων γε ἢ νοτίων διὰ τὸ αὐτό· ὁ μὲν γὰρ νότος ἄγει τὸ τοιοῦτον, ὁ δὲ ἀπωθεῖ. καὶ ἀτμίζειν δὲ φαίνεται βορείοις μᾶλλον ἢ νοτίοις, καὶ χειμῶνος ἢ θέρους. ἢ παρὰ τὸ ἀνόμοιον; ἢ ὅτι θερμοῦ ψυχομένου ἐστὶν ἡ ἀτμίς;
Διὰ τί ἀὴρ ὁ ἐλάττων θερμότερος τοῦ πλείονος; αἱ γὰρ στενοχωρίαι ἀλεεινότεραι. ἢ διότι κινεῖται μᾶλλον ὁ πολύς, ἡ δὲ κίνησις ποιεῖ ψυχρόν; σημεῖον δὲ τούτου, ὅτι κινούμενα ψύχεται τὰ θερμά.
Διὰ τί ὕδωρ μὲν καὶ γῆ σήπεται, ἀὴρ δὲ καὶ πῦρ οὐ σήπεται; ἢ ὅτι θερμότατον γίνεται τὸ σηπόμενον ἅπαν, πυρὸς δὲ οὐδὲν θερμότερον; ἢ ὅτι ψυχθῆναι δεῖ πρότερον, τὸ δὲ πῦρ ἀεὶ θερμόν, ὁ δὲ ἀὴρ πυρὸς πλήρης. σήπεται δὲ οὐδὲν θερμόν, ἀλλὰ ψυχθέν· γῆ δὲ καὶ ὕδωρ καὶ ἀὴρ καὶ θερμὰ καὶ ψυχρὰ γίνεται.
Διὰ τί τὰ ἐπινέφελα ἀλεεινότερα τῶν αἰθρίων; πότερον ὡς οἱ ἀρχαῖοι ἔλεγον ὅτι τὰ ἄστρα ψυχρά; ἢ λίαν τοῦτό γε ἄτοπον, ἀλλὰ διότι ἀτμίζει; ἐπισημαντέον δὲ ὅτι ἐν νηνεμίᾳ ἡ δρόσος καὶ ἡ πάχνη γίνεται. ὅταν μὲν οὖν αἰθρία ᾖ, διαπνεῖ τὸ θερμόν, ὑφ’ οὑ ἀνάγεται τὸ ὑγρόν, ὥστε ψυχρὸς ὁ ἀήρ· διὸ καὶ δροσίζει ἀφιέμενον τὸ ὑγρὸν
Διὰ τί ἐν τοῖς ὑψηλοῖς τῶν οἴκων ὁ ἀὴρ διευριπίζει, καὶ μάλιστα ταῖς εὐδίαις; ἢ διότι ὁ ἀὴρ πολύκενός τίς ἐστι τὴν σύγκρισιν. ὅταν οὖν ἄρξηται εἴσω ῥεῖν, συγχωρεῖ ὁ ἐν τῷ οἰκήματι ἀὴρ καὶ συστέλλεται. τούτου δὲ συμπίπτοντος τῷ χρόνῳ πολυκενώτερος γίνεται ὁ ἔξωθεν. καὶ χώραν πολλὴν ἴσχει. εἰς ταύτην οὖν τὴν χώραν πίπτει ὁ ἐκ τοῦ οἰκήματος ἀήρ, ὢν πλησίον, καὶ φέρεται εἰς ταύτην τὴν χώραν διὰ τὸ κρέμασθαι καὶ τὴν τοῦ κενοῦ φύσιν μὴ δύνασθαι ἀντιστηρίζειν. κατὰ πολλὰ δὲ αὐτοῦ μέρη τούτου συμβαίνοντος, ἕπεται αὐτῷ ὁ πλησίον διὰ τὴν πρόσοψιν· εἶτα πολλοῦ ἔξωθεν φερομένου ὁ μὲν ἔσω τόπος πολύκενος γίνεται, ὁ δὲ ἔξω πυκνότερος, καὶ πάλιν ἔξωθεν εἴσω φέρεται. καὶ ταῦτα ἀλλάσσονται.
Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ’ ἑαυτὸν ἄγει τὰ νέφη; ἢ ὅτι ἀφ’ ὑψηλοτέρων τόπων πνεῖ; ἔστι γὰρ τὰ πρὸς ἕω ὑψηλότερα τῶν πρὸς ἑσπέραν. σημεῖον δὲ τὸ τῆς πρὸς ἑσπέραν θαλάττης μέγεθος καὶ βάθος. πνέων δὲ ἄνωθεν εἰς τοὐναντίον γραμμὴν ποιεῖ τῇ φορᾷ τὰ κοῖλα πρὸς τὴν γῆν ἔχουσαν. προσπίπτων δέ, ὡς εἴρηται, τοῖς πρὸς ἑσπέραν τῆς γῆς τόποις, καὶ συστέλλων τὰ νέφη διὰ τὸ
Διὰ τί βορέαι μὲν ἐτήσιοι γίνονται, νότοι δὲ οὔ; ἢ γίνονται μὲν καὶ νότοι, ἀλλ’ οὐ συνεχεῖς, ὅτι πόρρω ἡμῶν ἡ ἀρχὴ τοῦ νότου ἐστίν, ὑπὸ δὲ τῷ βορέᾳ οἰκοῦμεν; ἔτι οἱ μὲν ἐτησίαι βορέαι καθεστηκότος τοῦ ἀέρος πνέουσιν (θέρους
Διὰ τί νότος πνεῖ μετὰ πάχνην; ἢ διότι ἡ μὲν πάχνη γίνεται πέψεως γινομένης, μετὰ δὲ τὴν πέψιν καὶ τὴν ἀποκάθαρσιν ἡ μεταβολὴ εἰς τοὐναντίον γίνεται; ἐναντίον δὲ τῷ βορρᾷ νότος ἐστίν. διὰ ταὐτὸ δὲ καὶ μετὰ τὴν χιόνα πνεῖ νότος. ὅλως δὲ καὶ ἡ χιὼν καὶ ἡ χάλαζα καὶ τὸ ὕδωρ καὶ πᾶσα ἡ τοιαύτη ἀποκάθαρσις πέψεως
Διὰ τί αἱ τροπαὶ πνέουσιν; ἢ διὰ τὸ αὐτὸ ὃ καὶ οἱ εὔριποι ῥέουσιν; μέχρι γὰρ τοῦ ῥεῖν καὶ ἡ θάλαττα φέρεται καὶ ὁ ἀήρ· εἶθ’ ὅταν ἀντιπέσῃ καὶ μηκέτι δύνηται τὰ ἀπόγεια προάγειν διὰ τὸ μὴ ἰσχυρὰν ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως καὶ φορᾶς, πάλιν ἀνταποδίδωσιν.
Διὰ τί αἱ τροπαὶ ἐκ τῆς θαλάττης εἰσίν; ἢ ὅτι ἡ θάλαττα πλησίον; ἢ ὅτι ἐναντίον ἐστὶ τῇ ἀπογείᾳ ἡ τροπαία, καὶ ἔστιν ἡ τροπαία οἷον ἀναστροφὴ ἀπογείας. ἡ δὲ ἀπογεία τὸ ἐκ τῆς γῆς πρὸς τὴν θάλατταν πνεῦμα γινόμενον, ἡ δὲ τροπαία ἡ τούτου παλίρροια. ὥστε ἀνάγκη ἐκ θάλαττης εἶναι. [ἢ ἡ θάλαττά ἐστι] διὰ τὸ εἰς τὴν θάλατταν ἀθροισθῆναι τὸν ῥυέντα ἀέρα; τοῦ δὲ μὴ εἰς τὴν γῆν τοῦτο συνίστασθαι καὶ τοῦ ἀνακάμπτειν ἀπιὸν αἴτιον ὅτι ἡ θάλαττα ἐν κοίλῳ ἐστίν· ὁ δὲ ἀήρ, ὥσπερ τὸ ὕδωρ, ῥεῖ ἀεὶ εἰς τὸ κοιλότατον.
Διὰ τί οἱ ἐκνεφίαι ὕδατος γενομένου θᾶττον παύονται; ἢ ὅτι αἱ κοιλίαι συμπίπτουσιν τοῦ νέφους, ὕδατος γενομένου, ἐν αἷς ἡ ἀρχὴ τοῦ πνεύματος συνίσταται;
Διὰ τί οὐχ οἱ αὐτοὶ ἄνεμοι πανταχοῦ ὑέτιοί εἰσιν; ἢ ὅτι οὐχ οἱ αὐτοὶ πανταχοῦ πρὸς ὄρη ἀντιπνέουσιν, ἀλλ’ ἕτεροι κεῖνται πρὸς ἕτερα ὄρη; οἷον γὰρ πρὸς ἀνάντη μόλις ῥεόντων, ἐνταῦθα ὑφίσταται μᾶλλον τὰ νέφη, οὗ ἀδυνατεῖ ἔτι προωθεῖν αὐτὰ ἄνεμος. ὑφιστάμενα δὲ καὶ πιεζόμενα ῥήγνυται.
Διὰ τί αἱ μὲν καθαραὶ δύσεις εὐδιεινὸν σημεῖον, αἱ δὲ τεταραγμέναι χειμερινόν; ἢ ὅτι χειμὼν γίνεται συνισταμένου καὶ πυκνουμένου τοῦ ἀέρος; ὅταν μὲν οὖν κρατῇ ὁ ἥλιος, διακρίνει καὶ αἰθριάζει αὐτόν, ὅταν δὲ κρατῆται, ἐπινεφῆ ποιεῖ. ἐὰν μὲν οὖν ἰσχυρὰ ᾖ ἡ σύστασις, εὐθὺς ἡμέρας γίνεται χειμών· ἐὰν δὲ ἀσθενεστέρα, μὴ παντάπασιν δὲ κρατουμένη, τὸ συνιστάμενον ἐξωθεῖται πρὸς τὰς δύσεις. ἐνταῦθα δὲ μένει διὰ τὸ παχύτατον εἶναι τὸν περὶ τὴν γῆν ἀέρα τοῦ χειμῶνος. ταχὺ δὲ συνίσταται καὶ ὁ ἄλλος διὰ τὸ ἔχειν ἀρχὴν καὶ ἔρεισμα, ὃ δέξεται καὶ ἀθροίσει τὸ προσιὸν καθάπερ ὄρθρος· ὥσπερ γὰρ ἐν τροπῇ ἑνὸς ἀντιστάντος καὶ οἱ ἄλλοι μένουσιν, οὕτω καὶ ἐπὶ τοῦ ἀέρος. διὸ ταχὺ καὶ ἐξαίφνης ἐνίοτε γίνεται καὶ ἐπινέφελα. ὅταν οὖν αἱ δύσεις τεταραγμέναι ὦσι, σημεῖόν ἐστιν ἰσχυρὸν ὅτι οὐ κεκράτηκεν ὁ ἥλιος τῆς συστάσεως, πολὺν χρόνον ἐναντιούμενος αὐτῇ, ὥστε εἰκότως ἔστι συστῆναι πλέον. καὶ ἧττον δέ ἐστι φοβερόν, ὅταν προχειμάσαντος ἢ ὅταν ἐξ εὐδίας τοῦτο συμβῇ. ἐκείνως μὲν γὰρ ἔοικεν ὥσπερ ὑπόλειμμά τι εἶναι, οὕτω δὲ ἀρχὴ συστάσεως.
Διὰ τί λέγεται οὔ ποτε νυκτερινὸς βορέας τρίτον ἵκετο φέγγος
; ἢ διότι ἀσθενῆ τὰ πνεύματα τὰ ἀπὸ τῆς ἄρκτου, ὅταν ᾖ νυκτερινά; σημεῖον γὰρ ὅτι οὐ πολὺς ὁ κινηθεὶς ἀήρ. τὸ τηνικαῦτα πνεῦσαι, ὅτε ὀλίγη θερμότης ὑπῆρχεν· ἡ δὲ ὀλίγη ὀλίγον ἐκίνει ἀέρα. τελευτᾷ δὲ ἐν τρισὶ πάντα, καὶ τὰ ἐλάχιστα ἐν τῇ πρώτῃ τριάδι, ὥστε καὶ τοῦτο τὸ πνεῦμα.
Διὰ τί ὁ βορέας πυκνότερον πνεῖ ἢ ὁ νότος; ἢ ὅτι ὁ
Διὰ τί ὁ νότος ἧττον μετὰ χειμερινὰς νύκτας πνεῖ ἢ μεθ’ ἡμέρας; ἢ ὅτι καὶ τῆς νυκτὸς ὁ ἥλιος ἐγγύς ἐστι τῇ πρὸς νότον χώρᾳ, καὶ ἀλεεινότεραι αἱ νύκτες ἐκεῖ ἢ πρὸς ἄρκτον αἱ ἡμέραι; ὥστε πολὺς κινεῖται ὁ ἀήρ, καὶ οὐθὲν ἐλάττων ἢ μεθ’ ἡμέραν· ἀλλ’ αἱ θερμότεραι ἡμέραι κωλύουσι μᾶλλον πνεῖν, ξηραίνουσαι τὰς ὑγρότητας.
Διὰ τί ἐπὶ κυνὶ ὁ νότος πνεῖ, καὶ τοῦτο ὥσπερ τι ἄλλο γίνεται τεταγμένως; ἢ διότι θερμὰ τὰ κάτω, τοῦ ἡλίου πόρρω ὄντος, ὥστε πολλὴ ἡ ἀτμὶς γίνεται; καὶ πολλοὶ δὴ ἔπνεον,
Διὰ τί ἐπὶ Ὠρίωνι γίνονται αἰόλοι μάλιστα αἱ ἡμέραι καὶ ἀκαιρίαι τῶν πνευμάτων; ἢ ὅτι ἐν μεταβολῇ ἀεὶ πάντα ἀοριστεῖ μάλιστα, ὁ δ’ Ὠρίων ἀνατέλλει μὲν ἐν ἀρχῇ ὀπώρας, δύνει δὲ χειμῶνος, ὥστε διὰ τὸ μήπω καθεστάναι μίαν ὥραν, ἀλλὰ τὴν μὲν γίνεσθαι, τὴν δὲ παύεσθαι, διὰ ταῦτα ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα εἶναι διὰ τὸ ἐπαμφοτερίζειν τὰ ἐξ ἑκατέρας. καὶ χαλεπὸς δὴ λέγεται καὶ δύνων καὶ ἀνατέλλων ὁ Ὠρίων διὰ τὴν ἀοριστίαν τῆς ὥρας· ἀνάγκη γὰρ ταραχώδη εἶναι καὶ ἀνώμαλον.
Διὰ τί ὁ νυκτερινὸς βορέας τριταῖος λήγει; πότερον ὅτι ἀπὸ μικρᾶς καὶ ἀσθενοῦς ἀρχῆς, ἡ τρίτη δὲ κρίσιμος; ἢ ὅτι ἀθρόος ἡ ἔκρυσις, ὥσπερ τῶν ἐκνεφιῶν; ταχεῖα οὖν ἡ παῦλα.
Διὰ τί βορέαι πλεῖστοι πνέουσι τῶν ἀνέμων; ἢ διὰ τὸ πρὸς τούτῳ τὴν οἰκουμένην τῷ τόπῳ ὑποκεῖσθαι ὄντι ὑψηλῷ
Διὰ τί οἱ νότοι πνέουσι μὲν χειμῶνος καὶ ἔαρος ἀρχομένου
Διὰ τί ὁ νότος δυσώδης; ἢ ὅτι ὑγρὰ καὶ θερμὰ ποιεῖ τὰ σώματα, ταῦτα δὲ σήπεται μάλιστα; οἱ δὲ ἐκ τῆς θαλάττης νότοι ἀγαθοὶ φυτοῖς· ἐκ θαλάττης γὰρ αὐτοῖς προσπίπτει. καὶ τῆς Ἀττικῆς τῷ Θριασίῳ πεδίῳ αἴτιον, διότι ἀπεψυγμένος ἀφικνεῖται. αἱ δ’ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος θερμῆς μὲν, ἀλλοτρίας δέ.
Διὰ τί ἄνεμος γίνεται πρὸ τῶν ἐκλείψεων ὡς τὰ πολλά, ἀκρόνυχον μὲν πρὸ τῶν μεσονυκτίων ἐκλείψεων, μεσονύκτιον δὲ πρὸ τῶν ἑώων; ἢ διότι ἀμαυροῦται τὸ θερμὸν τὸ ἀπὸ τῆς σελήνης διὰ τὸ πλησίον ἤδη φορὰν εἶναι, ἐν ᾧ γενομένῳ ἔσται ἡ ἔκλειψις; ἀνιεμένου οὖν ᾧ κατείχετο ὁ ἀὴρ καὶ ἠρέμει, πάλιν κινεῖται καὶ γίνεται πνεῦμα τῆς ὀψιαίτερον ἐκλείψεως ὀψιαίτερον.
Διὰ τί ὁ νότος οὐκ ἀρχόμενος, ἀλλὰ λήγων ὑέτιος; πότερον ὅτι πόρρωθεν συνάγει τὸν ἀέρα; γίνεται δὲ συνιστάντος τὸ ὕδωρ, συνίσταται δὲ ὕστερον ἢ ἄρχεται. ἢ ὅτι ἀρχομένου θερμός ἐστιν ὁ ἀὴρ ἔτι διὰ τὸ ἐκ τοιούτου ἐληλυθέναι, ἐπιχρονιζόμενος δὲ ψυχθεὶς συνίσταται μᾶλλον εἰς ὕδωρ.
Διὰ τί ὁ νότος, ὅταν μὲν ἐλάττων ᾖ, αἴθριός ἐστιν, ὅταν δὲ μέγας, νεφώδης καὶ χρονιώτερος; πότερον, ὥσπερ τινὲς λέγουσιν, διὰ τὴν ἀρχήν; ἐὰν μὲν γὰρ ἀπ’ ἐλάττονος, αἴθριος, ἐὰν δὲ ἀπὸ πλείονος ὁρμήσῃ, νεφελώδης. ἢ ὅτι ἐλάττων ἀρχόμενός ἐστιν, ὥστε οὐ πολὺν ἀέρα ὠθεῖ, ἐπὶ ἀρχομένου γε νότου καὶ λήγοντος βορέαο
.
Διὰ τί προΐεται τοῦ χειμῶνος ἀπὸ τῆς ἕω τὰ πνεύματα, τοῦ θέρους δὲ καὶ ἀφ’ ἑσπέρας; ἢ ὅτι ὅταν μηκέτι κρατῇ ὁ ἥλιος, ἀφιέμενος ὁ ἀὴρ ῥεῖ; δύνων τε οὖν καταλείπει νέφη, ἀφ’ ὧν οἱ ζέφυροι· καὶ ὅσον ἂν ἐπαγάγῃ ἐκείνοις τοῖς ἐν τῷ κάτω ἡμισφαιρίῳ οἰκοῦσιν, ἑωθινὸν πνεῦμα γίνεται. τἀναντία δέ, ὅταν δύνῃ ἐν τῷ κάτω μέρει, ἐκείνοις τε ζεφύρους ποιήσει καὶ ἐνταῦθα ἑωθινὸν πνεῦμα ἀπὸ τοῦ ἑπομένου ἀέρος αὐτῷ. διὰ τοῦτο κἂν καταλάβῃ ἄλλον ἄνεμον, μείζων γίνεται αἰρομένου, ὅτι προσέθηκεν.
Διὰ τί οἱ κύνες τὰ ἴχνη ἥκιστα εὑρίσκουσιν ζεφύρου πνέοντος; ἢ διότι μάλιστα συγχεῖ διὰ τὸ συνεχέστατος εἶναι τῶν ἀνέμων καὶ μάλιστα ὑπὸ τὴν γῆν πνεῖν;
Διὰ τί, ὅταν ἀστέρες διάττωσιν, ἀνέμου σημεῖον; ἢ ὅτι ὑπὸ τοῦ πνεύματος φέρονται, καὶ πρότερον ἐκεῖ γίνεται πνεῦμα ἢ παρ’ ἡμῖν; διὸ καὶ ἀφ’ οὗ ἂν τόπου φέρωνται οἱ ἀστέρες, ἐν τούτῳ καὶ τὸ πνεῦμα γίνεται.
Διὰ τί μεγίστας νεφέλας τῶν ἀνέμων ὁ ζέφυρος ἄγει; ἢ διότι ἐκ πελάγους πνεῖ καὶ κατὰ τὴν θάλατταν; ἐκ πολλοῦ οὖν καὶ συνάγει.
Διὰ τί οἱ ἐπὶ τέλει ἄνεμοι μέγιστοι; ἢ ὅτι ὅταν ἀθρόοι ἐκπνεύσωσιν, ὀλίγον τὸ θερμόν;
Διὰ τί, ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ, ὕδωρ γίνεται; ἢ ὅτι καθ’ ὃν ἂν ᾖ ὁ ἥλιος τόπον τοῦ κόσμου, τὰ ἐντεῦθεν πνεύματα κινεῖ; διὸ καὶ ἡ τῶν πνευμάτων περίστασις κατὰ τὴν τοῦ ἡλίου φορὰν γίνεται. ἐπεὶ δ’ ἡ ἰσημερία μεθόριόν ἐστι χειμῶνος καὶ θέρους, ὅταν συμβῇ τὸν ἥλιον κατὰ τὴν ἡμῖν φαινομένην ἰσημερίαν ὑπερβεβληκέναι ἢ ἐκλείπειν τοῦ ἀκριβοῦς ὅρου καὶ εἶναι μᾶλλον ἐν τοῖς χειμερίοις, συμβαίνει τοὺς ἐκ τούτου τοῦ μέρους ἀνέμους πνεῖν, ὧν ἐστὶ πρῶτος λίψ, ὢν ὑγρὸς φύσει. ὄντος δὲ τοῦ ἡλίου μᾶλλον ἐν τῷ χειμερίῳ μέρει τοῦ κόσμου, καὶ κινοῦντος τὰ ἐν αὐτῷ πνεύματα, τὰ χειμῶνος ἔργα συμβαίνει γίνεσθαι· τούτων δέ ἐστιν ὁ ὄμβρος. ἔτι δὲ ἐπειδὴ ἡ ἰσημερία ἐστὶν καθάπερ χειμὼν καὶ θέρος ἰσοκρατές, ἐὰν ὁποτερῳοῦν αὐτῶν τι προστεθῇ, εὔσημον τὴν ῥοπὴν ποιεῖ, καθάπερ ἐπὶ τῶν
Διὰ τί ὁ νότος καὶ ὁ εὖρος θερμότεροι ὄντες τῶν ἐναντίων, ὁ μὲν τοῦ βορέου, ὁ δὲ τοῦ ζεφύρου, ὑδατωδέστεροί εἰσιν; καίτοι διὰ ψυχρότητα ὕδωρ ἐξ ἀέρος γίνεται. οὐ γὰρ διὰ τὸ ἀπωθεῖν τὸν βορέαν ἐντεῦθεν γίνεται τὰ νέφη· ὁ γὰρ ζέφυρος καὶ ὁ εὖρος ἀπάγουσιν ἄμφω (ὁμοίως γὰρ πλάγιοι), καὶ οἱ ἄλλοι δὲ πάντες, ὅθεν πνέουσιν. πότερον ὅτι ἀντιπεριίσταται τὸ ψυχρὸν εἴσω μᾶλλον, ὅταν ᾖ ἔξω τὸ θερμὸν μᾶλλον; ἢ ἔστι μέν τι καὶ διὰ τὸ ὅθεν πνέουσιν, αἰθρίους εἶναι; καὶ γὰρ εὖρος ἀπ’ ἠοῦς ἐστίν. ἥδε δὲ ἡ χώρα πρὸς ἑσπέραν κεῖται, καὶ ζέφυρος. ἀλλὰ καὶ διότι πρότερον ἀρχομένου τε νότου
. οἱ δὲ μείζους ψυχρότεροι. ὥστε πηγνύει ὕστερον τὰ νέφη. ἢ διὰ τοῦτο ὑδατωδέστερος ἢ ἀρχόμενος;
Διὰ τί οἱ ἄνεμοι ξηραίνουσι ψυχροὶ ὄντες; ἢ διότι ἀτμίζειν ποιοῦσιν οἱ ψυχρότεροι; διὰ τί δὲ μᾶλλον ἢ ὁ ἥλιος; ἢ διότι ἀπάγουσι τὴν ἀτμίδα, ὁ δὲ ἥλιος καταλείπει; ὑγραίνει μὲν οὖν μᾶλλον, ξηραίνει δὲ ἧττον.
Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφ’ ἑαυτὸν ἄγει τὰ νέφη, ὥσπερ καὶ ἡ παροιμία λέγει ἕλκων ἐφ’ αὑτὸν ὥσπερ καικίας νέφος
. οἱ γὰρ ἄλλοι, ὅθεν ἂν πνέωσιν, ἐνταῦθα ἀναστέλλουσιν. πότερον αἴτιον ὅτι ἅμα ὁ ἐναντίος πνεῖ; ἢ οὐκ ἂν ἐλάνθανεν, ἀλλὰ πέφυκεν τὸ πνεῦμα κύκλου γραμμὴν φέρεσθαι; οἱ μὲν οὖν ἄλλοι περὶ τὴν γῆν πνέουσιν·
Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν; ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν
Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν ἀνέμων, καὶ οἷον καὶ Ὅμηρος ἐν τῷ Ἠλυσίῳ πεδίῳ, ἀλλ’ αἰεὶ ζεφύροιο διαπνείουσιν ἀῆται
; ἢ πρῶτον μὲν ὅτι ἔχει τὴν τοῦ ἀέρος κρᾶσιν; οὔτε γὰρ θερμὸς ὥσπερ οἱ ἀπὸ μεσημβρίας καὶ ἕω, οὔτε ψυχρὸς ὥσπερ οἱ ἀπὸ τῆς ἄρκτου ἀλλ’ ἐν μεθορίῳ ἐπὶ τῶν ψυχρῶν καὶ θερμῶν πνευμάτων· γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνά εως αὐτῶν κοινωνεῖ, διὸ καὶ εὔκρατός ἐστι καὶ πνεῖ ἔαρος μάλιστα. ἔτι τὰ πνεύματα περιίσταται ἢ εἰς τἀναντία ἢ ἐπὶ τὰ δεξιά. μετὰ οὖν τὸν βορέαν πνέων (ἐπὶ δεξιὰ γὰρ ὁ τόπος) εὐδοκιμεῖ, ὥσπερ παρὰ χαλεπὸν πρᾶος. καὶ ἅμα ὅταν ἀποχειμάσῃ, εὐδία εἴωθεν γίνεσθαι ὡς ἐπὶ τὸ πολύ. ὁ δὲ βορέας χειμέριος
Διὰ τί ἐπὶ κυνὶ νότος πνεῖ; ἢ ὅτι ἐπὶ πᾶσι μὲν σημαίνει τοῖς ἄστροις δυομένοις ἢ ἐπιτέλλουσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τούτῳ; δῆλον ὅτι πεύματα μάλιστα ἐπὶ τούτῳ καὶ μετ’ αὐτόν. ἐπεὶ δὲ πνίγει, καὶ πνεύματα εἰκότως ἐπ’ αὐτῷ τὰ θερμότατα κινεῖται· ὁ δὲ νότος θερμός ἐστιν. ἐπεὶ δὲ - χρόνος.
Διὰ τί ὁ ζέφυρος πρὸς τὴν δείλην πνεῖ, πρωῒ δὲ οὔ; ἢ αἴτιος μέν ἐστιν ὡς ἐπὶ τὸ πολὺ τῶν πνευμάτων ὁ ἥλιος ἀνατέλλων καὶ δύνων; ὅταν γὰρ ὑγρὸν ὄντα τὸν ἀέρα διαθερμαίνων πέττῃ καὶ διακρίνῃ, εἰς πνεῦμα διακρίνει· ἐὰν δὲ ᾖ πνευματώδης ὁ ἀήρ, ἔτι μᾶλλον ἐκπνευματοῦται ὑπὸ τοῦ ἡλίου. ὅταν μὲν οὖν ἐπ’ ἀνατολῇ ᾖ ὁ ἥλιος, πόρρω ἐστὶ τοῦ ζεφύρου· ἀπὸ γὰρ δυσμῶν πνεῖ. ὅταν δὲ περὶ τὸ δύνειν ἤδη, τότε διακεκριμένον ἐστὶ τὸ πνεῦμα τελέως. ἀπὸ δὲ μέσου ἡμέρας καὶ πρὸς τὴν δείλην συμμετρότατα ἔχει πρὸς τὸ διαθερμᾶναι καὶ διακρῖναι. διὰ ταῦτα δὲ καὶ ὁ ἀπηλιώτης πρωῒ ἄρχεται πνεῖν· τοῦ γὰρ ὑπὲρ γῆς ἀέρος τῆς νυκτὸς ἐξυγραινομένου καὶ τῇ γῇ πλησιάσαντος διὰ βάρος, ἕωθεν διακρίνων αὐτὸν ὁ ἥλιος τὸν καθ’ αὑτὸν κινεῖ
Διὰ τί αἰρομένου τοῦ ἡλίου καὶ αὐξάνεται καὶ πίπτει τὰ πνεύματα; ἢ ὅτι τὸ πνεῦμά ἐστιν ἤτοι τοῦ ἀέρος ἢ τοῦ ἀναχθέντος ὑγροῦ κίνησις; αὕτη δὲ ὅταν μὲν ἐλάττων ᾖ, ταχὺ καταναλίσκεται ὑπὸ τοῦ ἡλίου, ὥστε οὐ γίνεται πνεῦμα· ὅταν δὲ πλείων, κινεῖται μᾶλλον τοῦ ἡλίου ἀνατείλαντος· ὁ γὰρ ἥλιος ἀρχὴ τῶν κινήσεών ἐστιν.
Διὰ τί ὁ ζέφυρος τῆς δείλης πνεῖ; ἢ ἅπαντα τὰ πνεύματα τοῦ ἡλίου διαχέοντος τὸ ὑγρὸν γίνεται; πρότερον γὰρ συνεστηκός, ὅταν ἡ τοῦ θερμοῦ δύναμις πλησιάζῃ, ἐξάπτει. ὁ δὲ ζέφυρος ἀφ’ ἑσπέρας πνεῖ. εἰκότως οὖν τῆς δείλης γίνεται· τότε γὰρ ὁ ἥλιος εἰς τὸν τόπον αὐτοῦ ἀφικνεῖται. καὶ ὁ βορέας καὶ ὁ νότος διὰ τοῦτο πλειστάκις πνέουσιν, ὅτι τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου κρατούμενον κατ’ εὐθυωρίαν ἥκιστα δύναται διαμένειν, ἀλλὰ μᾶλλον ἐκ τοῦ πλαγίου.
Πότερον τὸ πνεῦμα ἀπὸ πηγῆς τινὸς φέρεται ὥσπερ τὸ ὕδωρ, καὶ ταύτης οὐκ ἔστιν ἀνωτέρω αὐτὸ ἐνεχθῆναι, ἢ οὔ; καὶ πότερον ἀπὸ ἑνὸς σημείου ἢ ἀπὸ πλείονος τόπου; ἔνια μὲν οὖν ἐστὶν ὅμοια, ἃ καὶ ἐπὶ τῶν ὑδάτων φαίνεται συμβαίνειν τό τε γὰρ ὕδωρ, ὅταν εἰς τὸ κάταντες φέρηται, θᾶττον ῥεῖ ἢ ὅταν ἐν τῷ ἐπιπέδῳ καὶ ὁμαλοῦ λιμνάζῃ. ὁμοίως δὲ καὶ τὰ πνεύματα· ἐπὶ μὲν γὰρ τοῖς ἄκροις καὶ τοῖς ὑψηλοῖς ἀεὶ ἐν κινήσει ὁ ἀήρ, ἐν δὲ τοῖς κοίλοις πολλάκις ἠρεμεῖ καὶ ἄπνοια γίνεται. ἔτι ἐπὶ τοῖς σφόδρα ὑψηλοῖς ὄρεσιν οὐ
Διὰ τί ποτε τοῦ μὲν νότου πνέοντος ἡ θάλαττα κυανέα γίνεται, τοῦ δὲ βορέου ζοφώδης; ἢ ὅτι ὁ βορέας ἧττον τὴν θάλατταν ταράττει, τὸ δὲ ἀταρακτότερον ἅπαν μέλαν φαίνεται.
Διὰ τί οἱ νότοι μικρὰ μὲν πνέοντες οὐ ποιοῦσιν ἐπίνεψιν [ἤτοι συνέφειαν], μεγάλοι δὲ γενόμενοι ἐπινεφοῦσιν; ἢ διότι μικροὶ μὲν πνέοντες οὐ δύνανται πολλὰ νέφη ποιεῖν; ὀλίγον οὖν τόπον κατίσχουσιν. ὅταν δὲ μεγάλοι γένωνται, πολλὰ ἀπωθοῦσι, διὸ καὶ δοκοῦσι μᾶλλον ἐπινεφεῖν.
Διὰ τί ὁ μὲν βορέας ἀρχόμενος μέγας, λήγων δὲ μικρός, ὁ δὲ νότος ἀρχόμενος μὲν μικρός, λήγων δὲ μέγας; ἢ ὅτι ὁ μὲν βορέας ἐγγὺς ἡμῶν, ὁ δὲ νότος πόρρω; ὁ μὲν οὖν ὅταν ἄρξηται, εὐθὺς παρ’ ἡμῖν, τοῦ δὲ ἅτε διὰ πολλοῦ χρόνου ἡ ἀρχὴ διασκεδάννυται, καὶ πρὸς ἡμᾶς μικρὸν ἐξικνεῖται αὐτῆς τὸ πρῶτον· τῆς δὲ τελευτῆς τοῦ μὲν αἰσθανόμεθα, τοῦ δὲ ὅλως οὐκ αἰσθανόμεθα. ὥστε εἰκότως ὁ μὲν ἀσθενὴς παυόμενος (ἀσθενὴς γὰρ ἡ τελευτὴ πάντων), ὁ δὲ οὔ· τῆς γὰρ τελευτῆς οὐκέτι αἰσθανόμεθα αὐτοῦ.
Διὰ τί οὗ μὲν κόλποι εἰσί, τροπαῖαι γίνονται, οὗ δὲ ἀναπεπταμένα πελάγη, οὐ γίνονται; ἢ διότι εἰς μὲν τοὺς κόλπους ῥέον οὐ διασπᾶται τὸ πνεῦμα μᾶλλον, ἀλλ’ ἀθρόον ἐπὶ τὸ πολὺ φέρεται, ἐν δὲ τοῖς ἀναπεπταμένοις ἐξ ἀρχῆς τε αἱ ἀπογέαι εὐθύς διασπῶνται μᾶλλον, καὶ ὅταν ῥέωσι, ταὐτὸ πάσχουσι διὰ τὸ πολλαχῇ ἐξεῖναι ὁρμῆσαι· ἔστι γὰρ ἡ τροπαία ἀπόγεος ἀνάκλασις.
Διὰ τί λέγεται ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο
; ἢ διότι ὁ μὲν βορέας, διὰ τὸ ὑποικεῖν ἡμᾶς αὐτῷ καὶ εἶναι τὴν οἴκησιν πρὸς ἄρκτον, εὐθὺς μέγα πνεῖ; ἅμα γὰρ ἄρχεται καὶ πάρεστι. διὸ παυόμενος ἡδὺ πνεῖ· τότε γὰρ ἀσθενὴς πνεῖ. ὁ δὲ νότος διὰ τὸ πόρρωθεν ὕστερον μείζων ἀφικνεῖται.
Διὰ τί ἐν τοῖς νοτίοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώτερον οἱ ἄνθρωποι; ἢ διότι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται, διατηκόμενον διὰ τὴν ἀλέαν, καὶ ἐκ πνεύματος κούφου ὑγρὸν βαρὺ· εἶτα ἡ δύναμις ἀτονεῖ.
Διὰ τί ἐν τοῖς βορείοις βρωτικώτεροι ἢ ἐν τοῖς νοτίοις; ἢ διότι ψυχρότερα τὰ βόρεια;
Διὰ τί ὁ νότος οὐ πνεῖ κατ’ αὐτὴν τὴν Αἴγυπτον τὰ πρὸς θάλατταν, οὐδ’ ὅσον ἡμέρας δρόμον καὶ νυκτός· τὰ δὲ ὑπὲρ Μέμφεως καὶ ἀποσχόντι δρόμον ἡμέρας καὶ νυκτὸς λαμπρός· καὶ πρὸς ἑσπέραν οὐ πνεῖ, ὅσον δύο ἡμερῶν καὶ νυκτῶν δρόμον, τὰ δὲ πρὸς ἕω λίβες πνέουσιν; ἢ διότι κοίλη τὰ κάτω ἡ Αἴγυπτός ἐστιν· διὸ ὑπερπίπτει αὐτῆς, ἄνω δὲ καὶ πόρρω ὑψηλότεροι οἱ τόποι.
Διὰ τί ὁ νότος ἀρχόμενος μὲν μικρός ἐστι, λήγων δὲ μείζων γίνεται, ὁ δὲ βορέας ἀνάπαλιν, διὸ καὶ ἡ παροιμία λέγεται εὖ πλεῖν ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο
, ἢ
Διὰ τί λέγεται εἰ δ’ ὁ νότος βορέαν προκαλέσσεται, αὐτίκα χειμῶν
; ἢ διότι ὁ νότος τοιοῦτός ἐστιν οἷος νεφέλας καὶ ὕδωρ πολὺ συναίρειν; ὅταν οὖν τοιαύτης τῆς καταστάσεως εἰ βορρᾶς πηλὸν καταλήψεται, αὐτίκα χειμών
. ὁ δὲ πηλὸς καὶ ὅλως τὰ ὕδατα ὑπὸ τοῦ νότου ἢ μάλιστα ἢ πλειστάκις γίνεται.
Διὰ τί ἐπὶ μὲν τῷ νότῳ ταχὺς ὁ βορέας, ἐπὶ δὲ τούτῳ ὁ νότος οὐ ταχὺς ἐπιπίπτει; ἢ ὅτι τῷ μὲν ἐγγύθεν, τῷ δὲ πόρρωθεν ἡ ἄφιξις; ἡ γὰρ οἴκησις πρὸς βορέαν ἡμῶν.
Διὰ τί τὰ πνεύματα ψυχρά ἐστιν, ὄντα ἀπὸ τῆς τοῦ θερμοῦ συγκινήσεως; ἢ οὐ πάντως ἡ ὑπὸ τοῦ θερμοῦ κίνησις θερμὴ γίνεται, ἐὰν μὴ τρόπον τινὰ γίνηται; ἀλλ’ ἐὰν μὲν ἀθρόως ἐμπίπτῃ, καίει αὐτὸ τὸ ἀφιὲν θέρμῃ. ἐὰν δὲ διὰ στενοῦ καὶ κατὰ μικρόν, αὐτὴ μὲν θερμή, ὁ δὲ ὑπὸ τούτου κινούμενος ἀήρ, οἷος ἄν ποτε τυγχάνῃ προϋπάρχων, τοιαύτην καὶ τὴν κίνησιν ἀπετέλεσεν, ὥσπερ καὶ ἐπὶ τοῦ σώματος. φασὶ γὰρ ἐκ τοῦ αὐτοῦ θερμὸν καὶ ψυχρὸν ἡμᾶς πνεῖν, τοῦτο δὲ οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ἐξιὸν θερμὸν ἀεί. σημεῖον δὲ
Διὰ τί οἱ νότοι ἐν τῇ Λιβύῃ ψυχροί, ὥσπερ παρ’ ἡμῖν οἱ βορέαι; ἢ πρῶτον μὲν διὰ τὸ ἐγγυτέρω εἶναι ἡμῖν τε κἀκείνοις τὰς ἀρχὰς τῶν πνευμάτων. εἰ γάρ, ὥσπερ εἴπομεν, διὰ στενοῦ γίνεται τὰ πνεύματα, τοῖς ἐγγυτέρω ψυχρότερα ἔσται διὰ τὴν σφοδρότητα τῆς κινήσεως· εἰς
Διὰ τί οἱ νότοι οἱ ξηροὶ καὶ μὴ ὑδατώδεις πυρετώδεις. ἢ ὅτι ὑγρότητα θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι τοῖς σώμασιν; εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει, τοῦτο δ’ ἐστὶ πυρετῶδες; ὁ γὰρ πυρετὸς ὑπ’ ἀμφοτέρων τούτων ἐστὶν ὑπερβολῆς. ὅταν
Διὰ τί οἱ ἐτησίαι ταὐτὴν δὴ τὴν ὥραν ἀεὶ καὶ τοσοῦτοι πνέουσιν; καὶ διὰ τί ληγούσης τῆς ἡμέρας λήγουσι καὶ τῆς νυκτὸς οὐ πνέουσιν; ἢ τοῦτο μὲν διὰ τὸ τὴν χιόνα τηκομένην παύεσθαι ὑπὸ τοῦ ἡλίου πρὸς ἑσπέραν καὶ τὴν νύκτα; ὅλως δὲ πνέουσιν, ὅταν ὁ ἥλιος κρατεῖν καὶ λύειν ἄρξηται τὸν πρὸς βορέαν πάγον. ἀρχομένου μὲν οὖν οἱ πρόδρομοι, ἤδη δὲ λυομένου οἱ ἐτησίαι.
Διὰ τί ὁ ζέφυρος λειότατός τε τῶν ἀνέμων καὶ ψυχρός, καὶ δύο ὥρας πνεῖ μάλιστα, ἔαρ τε καὶ μετόπωρον, καὶ πρὸς ἑσπέραν τῆς ἡμέρας, καὶ ἐπὶ τὴν γῆν μάλιστα; ἢ ψυχρὸς μὲν διὰ τὸ πνεῖν ἀπὸ τῆς θαλάττης καὶ πεδίων ἀναπεπταμένων; ἧττον μὲν οὖν ψυχρὸς τοῦ βορέου διὰ τὸ ἀφ’ ὕδατος πνευματουμένου καὶ μὴ χιόνος πνεῖν· ψυχρὸς δὲ διὰ τὸ μετὰ χειμῶνα, ἄρτι τοῦ ἡλίου κρατοῦντος, πνεῖν καὶ μετοπώρου, ὅτε οὐκέτι κρατεῖ ὁ ἥλιος οὐ γὰρ ὥσπερ ἐν γῇ ὑπομένει τὴν εἵλην, ἀλλὰ πλανᾶται διὰ τὸ ἐφ’ ὑγροῦ βεβηκέναι. καὶ ὁμαλὸς διὰ τὸ αὐτό· οὐ γὰρ ἀπὸ ὀρέων πνεῖ, οὐδὲ βίᾳ τηκομένου, ἀλλὰ ῥᾳδίως ὥσπερ δι’ αὐλῶνος ῥέων. τὰ μὲν γὰρ πρὸς βορέαν καὶ νότον ὀρεινά· πρὸς ἑσπέραν δὲ οὔτε ὄρος οὔτε γῆ ἐστίν, ἀλλὰ τὸ Ἀτλαντικὸν πέλαγος, ὥστε ἐπὶ τῆς γῆς φέρεται. καὶ πρὸς ἑσπέραν δὲ τῆς ἡμέρας πνεῖ διὰ τὸν τόπον· τότε γὰρ ὁ ἥλιος πλησιάζει τῷ τόπῳ. καὶ τῆς νυκτὸς παύεται διὰ τὸ ἐκλείπειν τὴν τοῦ ἡλίου κίνησιν.;
Διὰ τί, ὅταν ὁ εὖρος πνεῖ, μείζω φαίνεται τὰ πάντα ἢ ὅτι ζοφωδέστατον τὸν ἀέρα ποιεῖ;
Διὰ τί τὸν μὲν χειμῶνα πρωΐ ἀπὸ τῆς ἕω τὰ πνεύματα πνεῖ, τὸ δὲ θέρος δείλης καὶ ἀπὸ δυσμῶν ἡλίου; ἢ
Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν ἀνέμων; ἢ ὅτι ἐν μεθορίῳ ἐστὶ τῶν θερμῶν καὶ ψυχρῶν πνευμάτων, γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνάμεως αὐτῶν κοινωνεῖ· διὸ εὔκρατός ἐστιν. ὁ δὲ ἀπηλιώτης ἧττον κοινωνεῖ, ὢν ἐν τῷ μέσῳ τῶν αὐτῶν. ἀπηλιώτης μὲν γὰρ πνέων τὰ πρὸς νότον πνεύματα κινεῖ (ἐνταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ
Διὰ τί ἄλλοις ἄλλοι τῶν ἀνέμων ὑέτιοι, οἷον ἐν μὲν τῇ Ἀττικῇ καὶ ταῖς νήσοις ὁ Ἑλλησποντίας, ἐν Ἑλλησπόντῳ δὲ ὁ βορέας καὶ ἐν Κυρήνῃ, περὶ Λέσβον δὲ νότος; ἢ ὅπου ἂν ἄθροισις νεφῶν, ἐνταῦθα ὕδωρ; ἐνταῦθα γὰρ ἡ πύκνωσις ἀθροίζεται, ὅπου ἂν προκαθίζεσθαι ἔχῃ. διὸ καὶ ἐν τοῖς ὄρεσι μᾶλλον ὕει ἢ ὅπου ἂν τὸ πλῆθος ὑπεξάγειν δύνηται· περικαταλαμβανόμενον γὰρ πυκνοῦται· δεῖ δὲ τοῦτο γενέσθαι. καὶ ἐν ταῖς εὐδίαις μᾶλλον ὕει. ἐν Ἑλλησπόντῳ
Διὰ τί λέγεται μή ποτ’ ἀπ’ ἠπείρου δείσῃς νέφος ἀλλ’ ἀπὸ πόντου χειμῶνος, θέρεος δὲ ἀπ’ ἠπείροιο μελαίνης
; ἢ διότι τοῦ μὲν χειμῶνος ἡ θάλαττα θερμοτέρα, ὥστε εἰ τι συνέστη, δῆλον ὅτι ἀπ’ ἀρχῆς ἰσχυρᾶς συνέστηκεν· ἐλύθη γὰρ ἂν διὰ τὸ ἀλεεινὸν εἶναι τὸν τόπον. τοῦ δὲ θέρους ἡ μὲν θάλαττα ψυχρά, καὶ τὰ πόντια πνεύματα, ἡ δὲ γῆ θερμή, ὥστε εἴ τι ἀπὸ τῆς γῆς φέρεται, διὰ μείζονος ἀρχῆς συνέστη· διελύθη γὰρ ἄν, εἰ ἀσθενὲς ἦν.
Διὰ τί ἐν τῇ Ἀρκαδίᾳ ὑψηλῇ οὔσῃ τὰ μὲν πνεύματα
Διὰ τί, ἂν ἕωθεν πνεῖν ἄρξηται, διημερεύει μᾶλλον; ἢ διότι ἀρχομένου τοῦ ἡλίου σφοδροτάτη ἡ φορά, διὸ ἐκτείνεται τοιαύτη οὖσα. σημεῖον δὲ ὅτι ἰσχυρὰ ἡ σύστασις.
Διὰ τί βορέας τὴν ἡμέραν μὲν λαμπρός, τὴν δὲ νύκτα πίπτει; ἢ διότι γίνεται ἀπὸ πεπηγότος ὑετοῦ, ὅταν ἀναθυμιᾶται διὰ τὸν ἥλιον; πίπτει δὲ νυκτός, ὅτι οὐχ ἡ αὐτὴ γένεσις, ἀλλὰ τοὐναντίον ποιεῖ· τὰς γὰρ νύκτας ἐκπνεῖ, τὰς δὲ ἡμέρας ἧττον.
Διὰ τί τὰ ἀράχνια τὰ πολλὰ ὅταν φέρηται, πνεύματός ἐστι σημεῖα; πότερον ὅτι ἐργάζεται ὁ ἀράχνης ἐν ταῖς εὐδίαις, φέρεται δὲ διὰ τὸ ψυχόμενον τὸν ἀέρα συνιέναι πρὸς τὴν γῆν, τὸ δὲ ψύχεσθαι ἀρχὴ χειμῶνος· σημεῖον οὖν ἡ φορὰ τῶν ἀραχνίων. ἢ ὅτι μετὰ τὰ ὕδατα καὶ τοὺς χειμῶνας γίνεται τῶν ἀραχνίων ἀθρόα ἡ φορά, ἐν ταῖς εὐδίαις ἐργαζομένων, διὰ τὸ ἐν τῷ χειμῶνι μὴ φαίνεσθαι:
Διὰ τί οἱ βορέαι μεγάλοι τοῦ χειμῶνος ἐν τοῖς ψυχροῖς
Διὰ τί οἱ φοβούμενοι τρέμουσιν; ἢ διὰ τὴν κατάψυξιν; ἐκλείπει γὰρ τὸ θερμὸν καὶ συστέλλεται· διὸ καὶ αἱ κοιλίαι λύονται τοῖς πολλοῖς.
Διὰ τί οὖν καὶ διψῶσιν ἔνιοι, καθάπερ οἱ μέλλοντες κολάζεσθαι; οὐ γὰρ ἔδει καταψυχομένων. ἢ οὐκ ἐν ταὐτῷ τόπῳ ἡ κατάψυξις καὶ ἡ θερμότης, ἀλλ’ ἡ μὲν ἐν τῷ ἐπιπολῆς, ἔνθεν ἐκλείπει τὸ θερμόν, ἡ δὲ ἐν τῷ ἐντός, ὥστε ἐκθερμαίνει; σημεῖον δὲ καὶ τὸ λύεσθαι τὰς κοιλίας. ἀναξηραινομένου δὴ τοῦ κυρίου τόπου τὸ δίψος. ὅμοιον δὲ ἔοικεν ὥσπερ τοῖς ἠπιαλοῦσιν, οἳ ἅμα τῷ ῥιγοῦν διψῶσιν· οὐδὲ γὰρ ὁ αὐτὸς οὐδ’ ἐκεῖ τόπος ψύχεται καὶ θερμαίνεται.
Διὰ τί ἐν μὲν τοῖς θυμοῖς εἰς τὸ ἐντὸς ἀθροιζομένου τοῦ θερμοῦ διάθερμοι καὶ θαρραλέοι, ἐν δὲ τοῖς φόβοις ἀνάπαλιν; ἢ οὐκ εἰς τὸν αὐτὸν τόπον, ἀλλὰ τοῖς μὲν ὀργιζομένοις περὶ τὴν καρδίαν, διὸ καὶ θαρρητικοὶ καὶ ἐν ἐρυθήματι καὶ πνεύματος πλήρεις, ἄνω τῆς φορᾶς οὔσης , τοῖς δὲ φοβουμένοις κάτω συμφευγόντων τοῦ αἵματος καὶ τοῦ θερμοῦ, διὸ καὶ ἡ λύσις τῶν κοιλιῶν· ἐπεὶ καὶ ἡ τῆς καρδίας πήδησις οὐχ ὁμοία, ἀλλὰ τοῖς μὲν ὡς ἂν διὰ τὴν ἔκλειψιν πυκνὴ καὶ νυγματώδης, τοῖς δὲ ὡς ἂν ἀθροιζομένου πλείονος θερμοῦ· διὸ καὶ τὸ ἀναζεῖν καὶ τὸ ὀρίνεσθαι τὸν θυμὸν καὶ ταράττεσθαι, καὶ ὅσα τοιαῦτα λέγουσιν οὐ κακῶς, ἀλλ’ οἰκείως.
Διὰ τί οἱ ἀνδρεῖοι ὡς ἐπὶ τὸ πολὺ φίλοινοι; ἢ ὅτι οἱ ἀνδρεῖοι θερμοί, ἡ δὲ θερμότης περὶ τὰ στήθη. ἐνταῦθα γὰρ καὶ ὁ φόβος φαίνεται, γινόμενος κατάψυξίς τις. ὥστε 〈τοῖς μὲν〉 περὶ τὴν καρδίαν ἧττον μὲν μένει, τοῖς δὲ πηδᾷ ψυχομένη. ὅσοι οὖν τὸν πνεύμονα ἔχουσιν ἔναιμον, θερμὸν ἔχουσι τοῦτον ὥσπερ οἰνωμένοι, ὥστε οὐ ψύχει ἡ φαντασία τοῦ δεινοῦ. οἱ δὲ τοιοῦτοι καὶ φιλοπόται· ἥ τε γὰρ τοῦ ποτοῦ ἐπιθυμία διὰ τὴν τούτου τοῦ μορίου θερμότητά ἐστιν (εἴρηται δὲ περὶ αὐτοῦ ἐν ἄλλοις) καὶ τοῦ παυστικοῦ ἡ ἐπιθυμία. ὁ δὲ οἶνος θερμὸς μὲν τὴν φύσιν, παύει δὲ τὴν δίψαν μᾶλλον τοῦ ὕδατος, καὶ μάλιστα τῶν αὐτῶν· δι’ ἣν αἰτίαν, εἴρηται ἐν ἄλλοις. διὸ καὶ οἱ ἐν
Διὰ τί μάλιστα τὴν ἀνδρείαν τιμῶσιν αἱ πόλεις, οὐ βελτίστην οὖσαν τῶν ἀρετῶν; ἢ ὅτι διατελοῦσιν ἢ πολεμοῦντες ἢ πολεμούμενοι, αὕτη δὲ ἐν ἀμφοῖν χρησιμωτάτη ἐστίν· τιμῶσι δὲ οὐ τὰ βέλτιστα, ἀλλὰ τὰ αὑτοῖς βέλτιστα.
Διὰ τί οἱ φοβούμενοι μάλιστα τρέμουσι τὴν φωνὴν καὶ τὰς χεῖρας καὶ τὸ
Διὰ τί οἱ φοβούμενοι τρέμουσι, καὶ μάλιστα τὴν φωνὴν καὶ τοῦ σώματος τὰς χεῖρας καὶ τὸ κάτω χεῖλος; ἢ διότι ἐκ τούτου τοῦ τόπου ἐκλείπει τὸ θερμὸν ἐν ᾧ ἡ φωνή; τὸ δὲ χεῖλος καὶ τὰς χεῖρας, ὅτι εὐκινητότατα καὶ ἥκιστα ἔναιμα. καὶ προΐενται μὲν τὴν χολήν, συσπῶσι δὲ τὰ αἰδοῖα, προΐενται μὲν διὰ τὸ συντήκειν τὸ καταβαῖνον θερμόν, ἀνασπῶσι δέ, ὅτι ἔξωθεν φόβος· εἰς τοὐναντίον οὖν ἡ φυγή.
Διὰ τί οἱ φοβούμενοι καὶ διψοῦσιν καὶ ῥιγοῦσιν; ταῦτα
Διὰ τί τοῦ τε φόβου λύπης τινὸς ὄντος καὶ τῆς ἀλγηδόνος, οἱ μὲν ἀλγοῦντες ἀναβοῶσιν, οἱ δὲ φοβούμενοι σιωπῶσιν; ἢ οἱ μὲν ἀλγοῦντες κατέχουσι τὸ πνεῦμα (διὸ ἀθρόον ἐξιὸν μετὰ βοῆς ἐξέρχεται), τῶν δὲ φοβουμένων κατέψυκται τὸ σῶμα καὶ τὸ θερμὸν κάτω ἐνήνεκται, ὃ ποιεῖ πνεύματα. ᾗ οὖν ἐνήνεκται μάλιστα, ἐνταῦθα καὶ ποιεῖ αὐτά. διὸ καὶ ἀποψοφοῦσιν οἱ φοβούμενοι. ἡ δὲ φωνή ἐστι φορὰ πνεύματος ἄνω πως καὶ διά τινων γινομένη. τοῦ δὲ τοὺς ἀλγοῦντας κατέχειν τὸ πνεῦμα αἴτιον, ὅτι ταῖς ἐνυπαρχούσαις ἡμῖν βοηθείαις φύσει εὐθὺς πάντες παθόντες ἄνευ λογισμοῦ χρώμεθα, καθάπερ καὶ τὰ ἄλλα ζῷα· τὰ μὲν γὰρ κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξιν ἀμύνεται. πρὸς δὲ τὰ ἀλγήματα πάντα ἢ τὰ πλεῖστα βοηθεῖ ἡ θερμότης. ὃ ποιεῖ ὁ κατέχων τὸ πνεῦμα· θερμαίνει γὰρ καὶ ἐκπέττει τὸ ἄλγημα, συστέλλων ἐντὸς τὸ θερμὸν τῷ πνεύματι.
Διὰ τί τοῖς φοβουμένοις αἱ κοιλίαι λύονται καὶ οὐρητιῶσιν; ἢ τὸ θερμὸν τὸ ἐν ἡμῖν ἐστὶν ὥσπερ ζῷον; τοῦτ’ οὖν φεύγει ὅ τι ἂν φοβηθῇ. ἔξωθεν οὖν γινομένων τῶν τε ὑπὸ τῆς ἀγωνίας φόβων καὶ τῶν τοιούτων, καὶ ἐκ τῶν ἄνωθεν εἰς τὰ κάτω καὶ ἐκ τῶν ἐπιπολῆς εἰς τὰ ἐντός, ἐκθερμαινόμενοι
Διὰ τί οἱ φοβούμενοι συσπῶσιν τὰ αἰδοῖα; εἰκὸς γὰρ ἦν τοὐναντίον, τοῦ θερμοῦ εἰς τοῦτον τὸν τόπον ἀθροιζομένου τῶν φοβουμένων, ἀνίεσθαι αὐτά. ἢ οἱ φοβούμενοι σχεδὸν ἅπαντες ὥσπερ ῥιγοῦντές εἰσιν; ἐκλελοιπότος οὖν ἐκ τῶν ἐπιπολῆς τοῦ θερμοῦ συσπῶσιν. διὸ καὶ βομβυλίζουσιν οἱ δεινῶς δεδιότες. δοκεῖ δὲ συσπᾶν τὸ ἐπιπολῆς καὶ τὸ δέρμα τῶν ῥιγούντων, ἅτε τοῦ θερμοῦ ἐκκεκριμένου· διὸ καὶ φρίττουσιν. συσπᾶται δὲ καὶ ἡ ὄσχεα τοῦ αἰδοίου ἄνω, καὶ συνεφέλκονται καὶ οἱ ὄρχεις αὐτοῖς συστελλομένων. θᾶττον δὲ φαίνεται ἐπὶ τῶν ἀφροδισίων· ὁ γὰρ φόβος ἐκκρίνει, καὶ πολλοῖς τῶν ἀγωνιώντων καὶ τῶν περιφόβων συγκινεῖ ἡ τῆς γονῆς πρόεσις.
Διὰ τί ἔνιοι κάμνουσιν, ὅταν ἐθισθέντες ἀκολάστως ζῆν μὴ ἀκολάστως διαιτῶνται. οἷον Διονύσιος ὁ τύραννος, ἐπεὶ ἐν τῇ πολιορκίᾳ ἐπαύσατο πίνων ὀλίγον τινὰ χρόνον, εὐθὺς ἐφθισίασεν, ἕως πάλιν εἰς τὴν μέθην μετέβαλεν. ἢ μέγα μέν τι καὶ τὸ ἔθος ἐστὶν ἑκάστοις· φύσις γὰρ ἤδη γίνεται. καθάπερ ἂν ἰχθὺς ἐν ἀέρι ἢ ἄνθρωπος ἐν ὕδατι διατελῶν φαύλως ἂν ἴσχοι, οὕτω καὶ οἱ τὰ ἔθη μεταβάλλοντες χαλεπῶς ἀπαλλάττουσιν, καὶ τὸ πάλιν εἰς τὰ εἰωθότα ἐλθεῖν σωτηρία γίνεται αὐτοῖς ὥσπερ εἰς φύσεως κατάστασιν. ἔτι δὲ καὶ συντηκτικοὶ γίνονται, εἰωθότες τροφῇ χρῆσθαι δαψιλεῖ
Διὰ τί κατὰ δύο μόνας αἰσθήσεις ἀκρατεῖς λέγομεν, οἷον ἁφὴν καὶ γεῦσιν; ἢ διὰ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις; ἅτε οὖν κοιναὶ οὖσαι ἀτιμόταταί εἰσι, διὸ καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοί εἰσιν. ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον εἶναι φαμέν, διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι.
Διὰ τί ἀκρατεῖς λέγονται κατὰ τὰς ἐπιθυμίας μόνον, οὔσης τῆς ἀκρασίας καὶ περὶ τὴν ὀργήν; ἢ ὅτι ἀκρατὴς μέν ἐστιν ὁ παρὰ τὸν λόγον τι πράττων καὶ ἀκρασία ἡ παρὰ τὸν λόγον ἀγωγή, εἰσὶ δὲ αἱ μὲν ἐπιθυμίαι ὡς ἐπίπαν εἰπεῖν παρὰ τὸν λόγον, αἱ δὲ ὀργαὶ μετὰ λόγου, οὐχ ὡς κελεύσαντος τοῦ λόγου, ἀλλ’ ὡς δηλώσαντος τὸν προπηλακισμὸν ἢ τὴν αἰτίαν.
Διὰ τί τὴν μὲν ἐγκράτειαν καὶ σωφροσύνην ἐπὶ τῶν νέων καὶ πλουσίων μάλιστα ἐξετάζομεν, τὴν δὲ δικαιοσύνην ἐπὶ τῶν πενήτων; ἢ ὅτι οὗ μάλιστα δεῖταί τις, εἰ τούτου ἀπέχεται, μᾶλλον θαυμάζοιτ’ ἂν ἢ τῶν ἐναντίων; ὁ μὲν οὖν πένης εὐπορίας δεῖται, ὁ δὲ νέος καὶ πλούσιος ἀπολαύσεως.
Διὰ τί ἧττον ἀνέχονται διψῶντες ἢ πεινῶντες; πότερον ὅτι λυπηρότερον; σημεῖον δὲ τοῦ λυπηροτέρου, ὅτι ἥδιον τὸ διψῶντα πιεῖν ἢ πεινῶντα φαγεῖν. τὸ δὲ ἐναντίον τῷ ἡδεῖ λυπηρότερον. ἢ διότι μᾶλλον δεῖται τὸ θερμὸν τοῦ ὑγροῦ ἢ τὸ ξηρὸν ᾧ ζῶμεν; ἢ ὅτι δυοῖν ἡ δίψα ἐπιθυμία, ποτοῦ καὶ τροφῆς, ἡ δὲ πεῖνα ἑνὸς μόνον, τροφῆς;
Διὰ τί ἧττον καρτεροῦμεν διψῶντες ἢ πεινῶντες; ἢ διότι λυπούμεθα μᾶλλον; σημεῖον δὲ τῆς λύπης ἡ ἡδονὴ σφοδροτέρα. εἶτα ὁ μὲν διψῶν δυοῖν ἐνδεής, τροφῆς καὶ καταψύξεως (ἄμφω γὰρ ἔχει τὸ ποτόν), ὁ δὲ πεινῶν θατέρου μόνον.
Διὰ τί οἱ κατὰ τὴν τῆς ἁφῆς ἢ γεύσεως ἡδονήν, οὗ ἂν ὑπερβάλλωσιν, ἀκρατεῖς λέγονται; οἵ τε γὰρ περὶ τὰ
Διὰ τί ἧττον κατέχουσι τὸν γέλωτα παρόντων τῶν γνωρίμων; ἢ ὅταν σφόδρα ἐξηρμένον ᾖ τι, εὐκίνητόν ἐστιν; ἡ δ’ εὔνοια εἰπεῖν μᾶλλον γελοῖον, ὥστε κινεῖ.
Διὰ τί μείζονος ὄντος ἀδικήματος, ἐάν τις βλάπτῃ εἰς τὸ μεῖζον ἀγαθόν, τῆς δὲ τιμῆς οὔσης μείζονος ἀγαθοῦ, ἡ τῶν χρημάτων ἀδικία μᾶλλον δοκεῖ, καὶ οἱ ἄδικοι μᾶλλον εἶναι δοκοῦσι περὶ τὰ χρήματα; ἢ διότι αἱροῦνται τὰ χρήματα μᾶλλον τῆς τιμῆς, καὶ πᾶσίν ἐστι κοινότατον, ἡ δὲ τιμὴ ὀλίγοις, καὶ ὀλιγάκις συμβαίνει ἡ χρῆσις αὐτῆς.
Διὰ τί παρακαταθήκην δεινότερον ἀποστερεῖν ἢ δάνειον; ἢ ὅτι αἰσχρὸν ἀδικεῖν φίλον. ὁ μὲν οὖν τὴν παρακαταθήκην ἀποστερῶν φίλον ἀδικεῖ· οὐδεὶς γὰρ παρακατατίθεται μὴ πιστεύων. οὗ δὲ τὸ χρέος, οὐ φίλος· οὐ γὰρ δανείζει, ἐὰν ᾖ φίλος, ἀλλὰ δίδωσιν. ἢ ὅτι μεῖζον τὸ ἀδίκημα· πρὸς γὰρ τῇ ζημίᾳ καὶ τὴν πίστιν παραβαίνει, δι’ ἥν, εἰ καὶ μηδὲν ἕτερον. δεῖ ἀπέχεσθαι τοῦ ἀδικεῖν. ἔτι τὸ μὴ τοῖς ἴσοις ἀμύνεσθαι φαῦλον· ὁ μὲν οὖν ἔδωκεν ὡς φίλῳ, ὁ δὲ ἀπεστέρησεν ὡς ἐχθρόν· ὁ δὲ δανείζων οὐχ ὡς φίλος ἔδωκεν. ἔτι τῶν μὲν ἡ δόσις φυλακῆς καὶ ἀποδόσεως χάριν, τῶν δὲ καὶ ὠφελείας· ἧττον δὲ ἀγανακτοῦμεν ἀποβάλλοντες, εἰ κέρδος θήρεύομεν,
Διὰ τί ἐνίοις δικαστηρίοις τοῖς γένεσι μᾶλλον ἢ ταῖς διαθήκαις ψηφιοῦνται; ἢ ὅτι γένους μὲν οὐκ ἔστι καταψεύσασθαι, ἀλλὰ τὸ ὂν ἀποφαίνειν· διαθῆκαι δὲ πολλαὶ ψευδεῖς ἤδη ἐξηλέγχθησαν οὖσαι.
Διὰ τί ἡ πενία παρὰ τοῖς χρηστοῖς τῶν ἀνθρώπων μᾶλλον ἢ παρὰ τοῖς φαύλοις ἐστίν; ἢ διὰ τὸ ὑπὸ πάντων μισεῖσθαι καὶ ἐξελαύνεσθαι πρὸς τοὺς ἐπιεικεῖς καταφεύγει, οἰομένη μάλιστα παρὰ τούτοις σωτηρίας τυχεῖν καὶ διαμεῖναι· εἰ δὲ πρὸς πονηροὺς ἔλθοι, οὐκ ἂν διαμεῖναι ἐν τῇ αὐτῇ δυνάμει αὐτούς, ἀλλ’ ἢ κλέπτειν ἢ ληΐζεσθαι, ὧν γινομένων οὐκ ἂν ἔτι εἶναι αὐτὴν παρ’ αὐτοῖς. ἢ ὅτι τοὺς ἐπιεικεῖς οἴεται τῶν ἀνθρώπων ἄριστα ἂν αὐτῇ χρῆσθαι, καὶ ἥκιστα ἂν ὑβρισθῆναι ὑπ’ αὐτῶν. καθάπερ οὖν τὰς τῶν χρημάτων παρακαταθήκας πρὸς τοὺς ἐπιεικεῖς τιθέμενα, οὕτω καὶ αὐτὴ ὑπὲρ αὐτῆς διατάττεται. ἢ ὅτι θήλεια οὖσα ἀπορωτέρα ἐστίν, ὥστε τῶν ἐπιεικῶν δεῖται. ἢ ὅτι αὐτὴ κακὸν οὖσα πρὸς τὸ κακὸν οὐκ ἂν ἔλθοι. εἰ γὰρ τὸ κακὸν ἕλοιτο, παντάπασιν ἂν δυσίατον εἴη.
Διὰ τί οὐχ ὁμοίως αἱ ἀδικίαι μείζους περὶ τὰ ῥήματα καὶ τὰ ἄλλα, οἷον ὁ μικρὸν εἰπὼν οὐκ ἂν καὶ τὸ ἀπόρρητον εἴποι, ἀλλ’ ὁ ἕνα προδοὺς καὶ πόλιν, ὥσπερ ὁ ὀβολὸν ἀποστερήσας καὶ τάλαντον; ἢ ὅτι ἀπὸ μείζονος ἀδικίας ἔνια ἐλάττω ἐστὶ δι’ ἀδυναμίαν.
Διὰ τί παρακαταθήκην αἰσχρὸν ἀποστερῆσαι μικρὰν ἢ πολὺ δανεισάμενον; ἢ ὅτι ὁ τὴν παρακαταθήκην ἀποστερῶν
Διὰ τί ἄνθρωπος μάλιστα παιδείας μετέχων ζῴων ἀπάντων ἀδικώτατόν ἐστιν; ἢ ὅτι πλείστου λογισμοῦ κεκοινώνηκεν; μάλιστα οὖν τὰς ἡδονὰς καὶ τὴν εὐδαιμονίαν ἐξήτακεν· ταῦτα δ’ ἄνευ ἀδικίας οὐκ ἔστιν.
Διὰ τί ὁ πλοῦτος ὡς ἐπὶ τὸ πολὺ παρὰ τοῖς φαύλοις μᾶλλον ἢ τοῖς ἐπιεικέσιν ἐστίν; ἢ διότι τυφλὸς ὢν τὴν διάνοιαν οὐ δύναται κρίνειν οὐδὲ αἱρεῖσθαι τὸ βέλτιστον;
Διὰ τί δικαιότερον εἶναι νενόμισται τοῖς τετελευτηκόσιν ἢ τοῖς ζῶσιν ἐπαμύνειν; ἢ ὅτι οἱ μὲν ζῶντες δύναιντ’ ἂν ἑαυτοῖς ἐπαρκέσαι, ὁ δὲ τετελευτηκὼς οὐκέτι;
Διὰ τί ὑγιαίνοντι μὲν ὁ συνὼν οὐδὲν ὑγιέστερος γίνεται, οὐδὲ ἰσχυρῷ ἢ καλῷ εἰς τὰς ἕξεις ἐπιδίδωσιν οὐθέν, δικαίῳ δὲ καὶ σώφρονι καὶ ἀγαθῷ; ἢ διότι τὰ μὲν ἀμίμητα, τὰ δὲ μιμητὰ τῇ ψυχῇ; ἀγαθὸς δὲ τῇ ψυχῇ ὑγιὴς δὲ τῷ σώματι· ἐθίζεται οὖν χαίρειν ὀρθῶς καὶ λυπεῖσθαι. ὁ δὲ ὑγιεῖ συνὼν οὐκέτι· οὐ γὰρ ἐν τῷ τισὶ χαίρειν ἢ μὴ ὁ ὑγιής· οὐθὲν γὰρ τούτων ποιεῖ ὑγίειαν.
Διὰ τί δεινότερον γυναῖκα ἀποκτεῖναι ἢ ἄνδρα; καίτοι βέλτιον τὸ ἄρρεν τοῦ θήλεος φύσει. ἢ διότι ἀσθενέστερον, ὥστε ἐλάττω ἀδικεῖ. ἢ ὅτι οὐ νεανικὸν τὸ ἰσχυρίζεσθαι πρὸς τὸ πολὺ ἧττον;
Διὰ τί ποτε τῷ φεύγοντι ἐν τῷ δικαστηρίῳ τὴν δεξιὰν στάσιν διδόασιν; ἢ ὅτι ἐπανισοῦν βούλονται; πλεονεκτοῦντος οὖν τοῦ διώκοντος τὴν στάσιν τῷ φεύγοντι διδόασιν. εἶθ’ ὡς
Διὰ τί ποτε, ὅταν καὶ τῷ φεύγοντι καὶ τῷ διώκοντι φαίνωνται αἱ ψῆφοι ἴσαι, ὁ φεύγων νικᾷ; ἢ ὅτι ὁ μὲν φεύγων ἐν τῷ ἀγῶνι μόνον ἀκήκοεν αὐτοῦ πρὸς ἃ δεῖ αὐτὸν ἀπηγορεῖσθαι, καὶ τοὺς μάρτυρας παρασχέσθαι πρὸς 〈τὸ〉 τὰ κατηγορημένα ἔχεσθαι, εἴ τι μέλλουσιν ὠφελήσειν; οὐ ῥᾴδιον δὲ τὸ μαντεύσασθαί τινα ὧν δεῖ αὐτὸν παρασκευάσασθαι ἢ μάρτυρας ἢ ἄλλο τεκμήριον ὅτι οὐθὲν ἀδικεῖ. τῷ δὲ διώκοντι ἔστιν ὅπως βούλεται, καὶ πρὸ τοῦ τὴν δίκην κλητεύσασθαι, ἐνστήσασθαι τὸ πρᾶγμα, καὶ ἤδη κεκληκότα, πλασάμενον ὅ τι βούλεται πιθανόν, κατηγορεῖν αὐτοῦ. ὁρῶν δὴ κατὰ πάντα ταῦτα ἐλαττούμενον ὁ νομοθέτης τὸν φεύγοντα, προσέθετο τῷ φεύγοντι ὅ τι ἂν οἱ δικασταὶ ἀμφιδοξήσωσιν. ἀλλὰ μὴν καὶ τοῦτ’ ἄν τις ἴδοι. ἐν γὰρ τοῖς φόβοις ὄντες πολλὰ παραλιμπάνουσιν ὧν αὐτοὺς ἔδει εἰπεῖν ἢ πρᾶξαι, οἱ δὲ φεύγοντες ἀεὶ ἐν μείζοσι κινδύνοις ὡς ἐπὶ τὸ πολὺ τυγχάνουσιν ὄντες, ὥστ’ εἰ παραλιμπάνουσιν ὧν δεῖ αὐτούς, εἴπερ ἐξισοῦνται τοῖς δικαίοις, δῆλον ὅτι εἰ μὴ παρελίμπανον, ἐκράτουν ἄν. ἔτι δὲ ἕκαστος ἡμῶν μᾶλλον ἂν προέλοιτο τοῦ
Διὰ τί ποτε, ἐὰν μέν τις ἐκ βαλανείου κλέψῃ ἢ ἐκ παλαίστρας ἢ ἐξ ἀγορᾶς ἢ τῶν τοιούτων τινός, θανάτῳ ζημιοῦται, ἐὰν δέ τις ἐξ οἰκίας, διπλοῦς τῆς ἀξίας τοῦ κλέμματος ἀποτίνει; ἢ ὅτι ἐν μὲν ταῖς οἰκίαις φυλάξαι ὁπωσοῦν ἔστιν· καὶ γὰρ ὁ τοῖχος ἰσχυρὸς καὶ κλεῖς ἐστίν, καὶ οἰκέταις τοῖς ἐν τῇ οἰκίᾳ πᾶσιν ἐπιμελές ἐστιν ὅπως σώζηται τὰ ἐνόντα. ἐν δὲ τῷ βαλανείῳ, καὶ ἐν τοῖς οὕτω κοινοῖς οὖσιν ὥσπερ τὸ βαλανεῖον, ῥᾴδιον τῷ βουλομένῳ κακουργεῖν· οὐδὲν γὰρ ἰσχυρὸν ἔχουσι πρὸς τὴν φυλακὴν οἱ τιθέντες ἀλλ’ ἢ
Διὰ τί ἐν τοῖς δικαστηρίοις ἐὰν ἴσαι γένωνται ψῆφοι τοῖς ἀντιδίκοις, ὁ φεύγων νικᾷ; ἢ ὅτι ὁ φεύγων ὑπὸ τοῦ
Διὰ τί ἐπὶ μὲν κλοπῇ θάνατος ἡ ζημία, ἐπὶ δὲ ὕβρει, μείζονι οὔσῃ ἀδικίᾳ, τίμησις τί χρὴ παθεῖν ἢ ἀποτῖσαι; ἢ διότι τὸ μὲν ὑβρίζειν ἀνθρώπινόν ἐστι πάθος, καὶ πάντες πλέον ἢ ἔλαττον αὐτοῦ μετέχουσι, τὸ δὲ κλέπτειν οὐ τῶν ἀναγκαίων; καὶ ὅτι ὁ κλέπτειν ἐπιχειρῶν καὶ ὑβρίζειν ἂν προέλοιτο.
Διὰ τί πάντες ὅσοι περιττοὶ γεγόνασιν ἄνδρες ἢ κατὰ φιλοσοφίαν ἢ πολιτικὴν ἢ ποίησιν ἢ τέχνας φαίνονται μελαγχολικοὶ αὐτὰρ ἐπεὶ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο, ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων
. καὶ ἄλλοι δὲ πολλοὶ τῶν ἡρώων ὁμοιοπαθεῖς φαίνονται τούτοις. τῶν δὲ ὕστερον Ἐμπεδοκλῆς καὶ Πλάτων καὶ Σωκράτης καὶ ἕτεροι συχνοὶ τῶν γνωρίμων. ἔτι δὲ τῶν περὶ τὴν ποίησιν οἱ πλεῖστοι. πολλοῖς μὲν γὰρ τῶν τοιούτων γίνεται νοσήματα ἀπὸ τῆς τοιαύτης κράσεως τῷ σώματι, τοῖς δὲ ἡ φύσις δήλη ῥέπουσα πρὸς τὰ πάθη. πάντες δ’ οὖν ὡς εἰπεῖν ἀπλῶς εἰσί, καθάπερ ἐλέχθη, τοιοῦτοι τὴν φύσιν. δεῖ δὴ λαβεῖν τὴν αἰτίαν πρῶτον ἐπὶ παραδείγματος προχειρισαμένους. ὁ γὰρ οἶνος ὁ πολὺς μάλιστα φαίνεται παρασκευάζειν τοιούτους οἵους λέγομεν τοὺς μελαγχολικοὺς εἶναι, καὶ πλεῖστα ἤθη ποιεῖν πινόμενος, οἷον ὀργίλους, φιλανθρώπους, ἐλεήμονας, ἰταμούς· ἀλλ’ τοιούτων οὐδέν. ἴδοι δ’ ἄν τις ὅτι παντοδαποὺς ἀπεργάζεται, οἴτη καί μέ φησι δακρυπλώειν βεβαρημένον οἴνῳ
. καὶ γὰρ ἐλεήμονές ποτε γίνονται καὶ ἄγριοι καὶ σιωπηλοί· ἔνιοι γὰρ αὖ ἀποσιωπῶσι, καὶ μάλιστα τῶν μελαγχολικῶν ὅσοι ἐκστατικοί. ποιεῖ δὲ καὶ φιλητικοὺς ὁ οἶνος· σημεῖον δὲ ὅτι προάγεται ὁ πίνων καὶ τῷ στόματι φιλεῖν, οὓς νήφων οὐδ’ ἂν εἷς φιλήσειεν ἢ διὰ τὸ εἶδος ἢ διὰ τὴν ἡλικίαν. ὁ μὲν οὖν οἶνος οὐ πολὺν χρόνον ποιεῖ περιττόν, ἀλλ’ ὀλίγον, ἡ δὲ φύσις ἀεί, ἕως τις ἂν ᾖ· οἱ μὲν γὰρ θρασεῖς, οἱ δὲ σιωπηλοί, οἱ δὲ ἐλεήμονες, οἱ δὲ δειλοὶ γίνονται φύσει. ὥστε δῆλον ὅτι διὰ τὸ αὐτὸ ποιεῖ ὅ τε οἶνος καὶ ἡ φύσις ἑκάστου τὸ ἦθος· πάντα γὰρ κατεργάζεται τῇ θερμότητι ταμιευόμενα. ὅ τε δὴ χυμὸς καὶ ἡ κρᾶσις ἡ τῆς μελαίνης χολῆς πνευματικά ἐστιν· διὸ καὶ τὰ πνευματώδη πάθη καὶ τὰ ὑποχονδριακὰ μελαγχολικὰ οἱ ἰατροί φασιν εἶναι. καὶ ὁ οἶνος δὲ πνευματώδης τὴν δύναμιν. διὸ δή ἐστι τὴν φύσιν ὅμοια ὅ τε οἶνος καὶ ἡ κρᾶσις. δηλοῖ δὲ ὅτι πνευματώδης ὁ οἶνός ἐστιν ὁ ἀφρός· τὸ μὲν γὰρ ἔλαιον θερμὸν ὄν οὐ ποιεῖ
Διὰ τί κατ’ ἐνίας μὲν τῶν ἐπιστημῶν ἕξιν ἔχειν λέγομεν, κατ’ ἐνίας δὲ οὔ; ἢ καθ’ ὅσας εὑρετικοί ἐσμεν, ἕξιν ἔχειν λεγόμεθα; τὸ γὰρ εὑρίσκειν ἀπὸ ἕξεως.
Διὰ τί τῶν ζῴων ὁ ἄνθρωπος φρονιμώτατον; πότερον ὅτι μικροκεφαλώτατον κατὰ λόγον τοῦ σώματος; ἢ ὅτι ἀνωμάλως ἐλάχιστον; διὰ γὰρ τοῦτο καὶ μικροκέφαλον, καὶ αὐτῶν οἱ τοιοῦτοι μᾶλλον τῶν μεγαλοκεφάλων φρονιμώτεροι.
Διὰ τί δοκεῖ ἡμῖν πλείων εἶναι ἡ ὁδός, ὅταν μὴ εἰδότες πόση τίς ἐστι βαδίζωμεν, μᾶλλον ἢ ὅταν εἰδότες, ἐὰν τὰ ἄλλα ὁμοίως τύχωμεν ἔχοντες; ἢ ὅτι τὸ εἰδέναι πόση, ἐστὶν εἰδέναι ἀριθμόν; τὸ γὰρ ἄπειρον καὶ ἀναρίθμητον ταὐτόν, καὶ πλέον ἀεὶ τὸ ἄπειρον τοῦ ὡρισμένου. ὥσπερ οὖν
Διὰ τί πρεσβύτεροι μὲν γινόμενοι μᾶλλον νοῦν ἔχομεν, νεώτεροι δὲ ὄντες θᾶττον μανθάνομεν; ἢ ὅτι ὁ θεὸς ὄργανα ἐν ἑαυτοῖς ἡμῖν δέδωκε δύο, ἐν οἷς χρησόμεθα τοῖς ἐκτὸς ὀργάνοις, σώματι μὲν χεῖρα, ψυχῇ δὲ νοῦν. ἔστι γὰρ καὶ ὁ νοῦς τῶν φύσει ἐν ἡμῖν ὥσπερ ὄργανον ὑπάρχων· αἱ δὲ ἄλλαι ἐπιστῆμαι καὶ τέχναι τῶν ὑφ’ ἡμῶν ποιητῶν εἰσίν, ὁ δὲ νοῦς τῶν φύσει. καθάπερ οὖν τῇ χειρὶ οὐκ εὐθὺς γενόμενοι χρώμεθα βέλτιστα, ἀλλ’ ὅταν ἡ φύσις αὐτὴν ἐπιτελέσῃ (προϊούσης γὰρ τῆς ἡλικίας ἡ χεὶρ μάλιστα δύναται ἀποτελεῖν τὸ ἑαυτῆς ἔργον), τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς τῶν φύσει οὐκ εὐθὺς ἀλλ’ ἐπὶ γήρως ἡμῖν μάλιστα παραγίνεται καὶ τότε ἀποτελεῖται μάλιστα, ἢν μὴ ὑπό τινος πηρωθῇ, καθάπερ καὶ τὰ ἄλλα τὰ φύσει ὑπάρχοντα. ὕστερον δὲ τῆς τῶν χειρῶν δυνάμεως ὁ νοῦς παραγίνεται ἡμῖν, ὅτι καὶ τὰ τοῦ νοῦ ὄργανά ἐστι τῶν τῆς χειρός. ἔστι γὰρ νοῦ μὲν ὄργανον ἐπιστήμη (τούτῳ γάρ ἐστι χρήσιμος, καθάπερ αὐλοὶ αὐλητῇ), χειρῶν δὲ πολλὰ τῶν φύσει ὄντων· ἡ δὲ φύσις αὐτή γε ἐπιστήμης πρότερον, καὶ τὰ ὑπ’ αὐτῆς γινόμενα. ὧν δὲ τὰ ὄργανα πρότερα, καὶ τὰς δυνάμεις πρότερον εἰκὸς
Διὰ τί ἀνθρώπῳ πειστέον μᾶλλον ἢ ἄλλῳ ζῴῳ; πότερον ὥσπερ Πλάτων Νεοκλεῖ ἀπεκρίνατο, ὅτι ἀριθμεῖν μόνον ἐπίσταται τῶν ἄλλων ζῴων; ἢ ὅτι θεοὺς νομίζει μόνον; ἢ ὅτι μιμητικώτατον; μανθάνειν γὰρ δύναται διὰ τοῦτο.
Διὰ τί οὐ χαίρομεν θεώμενοι οὐδὲ ἐλπίζοντες ὅτι τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας, οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐθέν, εἰ μὴ τῇ θεωρίᾳ, αὕτη δὲ ὁμοίως ἐστὶν ἡδεῖα κἂν εἰ τρισὶν ὀρθαῖς ἢ πλείοσιν ἴσας ἔσχεν. ἀλλ’ ὅτι Ὀλυμπίᾳ ἐνικῶμεν, καὶ περὶ τῆς ναυμαχίας τῆς ἐν Σαλαμῖνι, χαίρομεν καὶ μεμνημένοι καὶ ἐλπίζοντες τοιαῦτα, ἀλλ’ οὐ τἀναντία τοῖς τοιούτοις, [ἢ] ὅτι ἐπὶ μὲν τοῖς τοιούτοις χαίρομεν ὡς γενομένοις ἢ οὖσιν, ἐπὶ δὲ τοῖς κατὰ φύσιν ὡς κατὰ ἀλήθειαν θεωρίας ἡδονήν, ὡς ἔχει, μόνην ἡμῖν ποιεῖν, τὰς δὲ πράξεις τὴν ἀπὸ τῶν συμβαινόντων ἀπ’ αὐτῶν. ἀνομοίων οὖν οὐσῶν τῶν πράξεων, καὶ τὰ ἀποβαίνοντα ἀπ’ αὐτῶν γίνεται τὰ μὲν λυπηρά, τὰ δὲ ἡδέα· φεύγομεν δὲ καὶ διώκομεν καθ’ ἡδονὴν καὶ λύπην ἅπαντα.
Διὰ τί μέχρι ὑγιείας πραγματεύονται οἱ ἰατροί; ἰσχναίναι γάρ, εἶτα ἐκ τούτου ξηραίνει, εἶτα ὑγείαν ἐποίησεν, εἶτα ἐνταῦθα ἔστη. πότερον οὐκ ἔστι δυνατὸν ἐκ τούτου γενέσθαι ἄλλο; ἢ εἰ δυνατόν, ἄλλης ἐπιστήμης, καὶ ἔσται ὅ τις
Διὰ τί τὸν φιλόσοφον τοῦ ῥήτορος οἴονται διαφέρειν; ἢ ὅτι ὁ μὲν φιλόσοφος περὶ αὐτὰ τὰ εἴδη τῶν πραγμάτων διατρίβει, ὁ δὲ περὶ τὰ μετέχοντα, οἷον ὁ μὲν τί ἐστιν ἀδικία, ὁ δὲ ὡς ἄδικος ὁ δεῖνα, καὶ ὁ μὲν τί ἡ τυραννίς, ὁ δὲ οἷόν τι ὁ τύραννος.
Διὰ τί οἱ Διονυσιακοὶ τεχνῖται ὡς ἐπὶ τὸ πολὺ πονηροί εἰσιν; ἢ ὅτι ἥκιστα λόγου σοφίας κοινωνοῦσι διὰ τὸ περὶ τὰς ἀναγκαίας τέχνας τὸ πολὺ μέρος τοῦ βίου εἶναι, καὶ ὅτι ἐν ἀκρασίαις τὸ πολὺ τοῦ βίου εἰσίν, τὰ δὲ καὶ ἐν ἀπορίαις; ἀμφότερα δὲ φαυλότητος παρασκευαστικά.
Διὰ τί οἱ ἐξ ἀρχῆς τῆς μὲν κατὰ τὸ σῶμα ἀγωνίας ἆθλόν τι προὔταξαν, σοφίας δὲ οὐθὲν ἔθηκαν; ἢ ὅτι ἐπιεικῶς δεῖ τοὺς κριτάς, ἃ περὶ διάνοιάν ἐστιν, ἢ μηθὲν χείρους τῶν
Διὰ τί ἄλλο νοεῖ καὶ ποιεῖ ἄνθρωπος μάλιστα; ἢ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη; ἢ ὅτι ὁ μὲν νοῦς πολλῶν ἐστίν, ἡ δὲ ὄρεξις ἑνός; ὁ μὲν οὖν ἄνθρωπος τῷ νῷ τὰ πλεῖστα ζῇ, τὰ δὲ θηρία ὀρέξει καὶ θυμῷ καὶ ἐπιθυμίᾳ.
Διὰ τί φρόνιμοί τινες κτώμενοι οὐ χρώμενοι διατελοῦσιν; πότερον ὅτι τῷ ἔθει χρῶνται; ἢ διὰ τὸ ἐν ἐλπίδι ἡδύ;
.... ὅτι ἡ αἴσθησις καὶ ἡ διάνοια τῷ ἠρεμεῖν τὴν ψυχὴν ἐνεργεῖ· ὃ καὶ ἡ ἐπιστήμη δοκεῖ εἶναι, ὅτι τὴν ψυχὴν ἵστησιν·
Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρμῶν; ἢ ὅτι ἀναπνοὴ ταύτῃ γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρῖψιν· ὁ δὲ πταρμὸς διὰ πλῆθος
Διὰ τί τῷ ἑνὶ ὀφθαλμῷ ἀκριβέστερον ὁρῶσιν ἢ τοῖν δυοῖν; ἢ ὅτι πλείους οὖσαι κινήσεις τοῖν δυοῖν γίνονται, οἷον τοῖς διεστραμμένοις; οὔκουν μία ἡ κίνησις, τοῦ δὲ ἑνὸς ἁπλῆ. ἧττον οὖν ὁρῶσιν ἀκριβέστερον.
Διὰ τί ὀργιζόμενοι μὲν τοὺς ὀφθαλμοὺς μάλιστα ἐπιδιδόασι πρὸς τὸ ἐρυθριᾶν, αἰσχυνόμενοι δὲ τὰ ὦτα ἢ διότι οἱ μὲν καταψύχονται ἐν τῇ αἰδοῖ (ἐν ὀφθαλμοῖς γὰρ αἰδώς) ἀντιβλέπειν οὐ δύνανται; καὶ ἡ δειλία κατάψυξίς τίς ἐστιν ἐνταῦθα. μεθίσταται δὲ εἰς τοὐναντίον τῷ ἔμπροσθεν τὸ ὄπισθεν. τὰ δὲ ὦτα ἀντίκειται· διὸ καὶ μάλιστα ἐρυθριῶσιν αἰσχυνόμενοι. ἐν δὲ τῷ κνήθεσθαι ἐπὶ τὸ αἰσθητικώτερον καὶ κινητικώτερον ἡ βοήθεια ὡς ἀδικουμένου· φοβουμένοις γὰρ ἐνταῦθα ἐκλείπει μάλιστα.
Διὰ τί θατέρου καταληφθέντος ὀφθαλμοῦ ὁ ἕτερος ἀτενίζει μᾶλλον; ἢ διότι ἐκ ταὐτοῦ ἤρτηνται αἱ ἀρχαὶ τῶν ὀφθαλμῶν; θατέρου οὖν κινουμένου καὶ ἡ κοινὴ ἀρχὴ κινεῖται, ἐκείνης δὲ κινουμένης καὶ ὁ ἕτερος. ληφθέντος οὖν θατέρου ἡ κίνησις κινήσει αὐτόν, ὥστε δύναται ἀτενίζειν μᾶλλον.
Διὰ τί οἱ ἐκ γενετῆς τυφλοὶ οὐ γίνονται φαλακροί; ἢ ὅτι πημαίνει τὰ ὄμματα ὑγρότης οὖσα πολλὴ ἐν τῷ περὶ τὴν κεφαλὴν τόπῳ; διὸ τῶν ῥευματικῶν εἰς τοὺς ὀφθαλμοὺς τάς τε περὶ τοὺς κροτάφους φλέβας κάουσι, πυκνοῦντες τοὺς τῶν ὑγρῶν πόρους, καὶ ξύουσι τὴν κεφαλήν, διατέμνοντες τὸ ἐν αὐτῇ δέρμα. ἐπεὶ οὖν πημαίνει τοὺς ὀφθαλμοὺς τὸ ἐν αὐτῇ περίττωμα γινόμενον, κωλύοι ἂν αὑτοὺς ταὐτὸ τοῦτο ἐξ ἀρχῆς γίνεσθαι, πλέον συνιστάμενον ἐν αὐτῇ. ἐπεὶ δὲ ἐκ περιττωμάτων θρὶξ φύεται, τοῦτο δὲ ἐν τῇ τῶν τυφλῶν κεφαλῇ ἐκ γενετῆς ἐστὶ πολύ, εἰκότως οὐκ εἰσὶ φαλακροί.
Διὰ τί οἱ ἐξόφθαλμοι καπνίζονται μᾶλλον; ἢ ὅτι τάχιστα προσπίπτει προέχοντα;
Διὰ τί εἰς μὲν τὰ δεξιὰ ἀμφοτέρας τὰς ὄψεις ἅμα διαστρέφειν δυνάμεθα, καὶ εἰς τὰ ἀριστερὰ καὶ πρὸς τὴν ῥῖνα, καὶ εἰς τὸ ἀριστερὸν δὲ ἢ τὸ δεξιὸν τὴν ἑτέραν, ἅμα δὲ εἰς τὸ δεξιὸν καὶ ἀριστερὸν ἀδυνατοῦμεν; ὁμοίως δὲ καὶ εἰς τὸ κάτω καὶ εἰς τὸ ἄνω· ἅμα μὲν γὰρ ἐπὶ ταὐτὸ δυνάμεθα, χωρὶς δὲ οὔ. ἢ ὅτι αἱ ὄψεις δύο οὖσαι ὅμως ἐξ ἑνὸς συνήρτηνται;
Διὰ τί οἱ μύωπες μικρὰ γράμματα γράφουσιν; ἄτοπον γὰρ τὸ μὴ ὀξὺ ὁρῶντας ποιεῖν ἔργον ὀξὺ ὁρώντων. πότερον ὅτι μεγάλα φαίνεται τὰ μικρά, ἐὰν ᾖ ἐγγύς· οἱ δὲ προσάγοντες γράφουσιν; ἢ διὰ τὸ συνάγοντας τὰ βλέφαρα γράφειν; δι’ ἀσθένειαν γὰρ τῆς ὄψεως, ἂν μὲν ἀναπεπταμένοις
Διὰ τί ὀφθαλμιάσαντες ἔνιοι ὀξύτερον ὁρῶσιν; ἢ διὰ τὸ ἀποκεκαθάρθαι τὰ ὄμματα; πολλάκις γὰρ ἡ ἔξω πυκνότης ἀποστέγει τὴν ὄψιν, ἀποδακρύσαντι δὲ λύεται. διὸ καὶ τὸ ἀποδάκνεσθαι συμφέρει, οἷον κρόμμυον· θάτερον δὲ πολέμιον, οἷον ὀρίγανον.
Διὰ τί τῇ μιᾷ ὄψει ἀπαθέστεροι; ἢ διότι ἔλαττον ἡ ψυχὴ πάσχει, ὥστε ἔλαττον τὸ πάθος.
Διὰ τί τοῖς διισταμένοις δύο φαίνεται; ἢ διότι οὐκ ἀφικνεῖται ἐπὶ τὸ αὐτὸ σημεῖον ἑκατέρου τῶν ὀμμάτων ἡ κίνησις; ὥσπερ οὖν δύο ὁρᾶν τὸ δὶς ὁρᾶν οἴεται ἡ ψυχή. ὅμοιον καὶ ἐπὶ τῶν δακτύλων τῆς ἐπαλλάξεως· δύο γὰρ τὸ ἓν δοκεῖ ὡς δὶς ἁπτομένῃ ἑνί.
Διὰ τί οὐ διαφέρουσιν αἱ αἰσθήσεις αἱ ἐν τοῖς δεξιοῖς τῶν ἀριστερῶν, ἐν δὲ τοῖς ἄλλοις πᾶσι κρείττω τὰ δεξιά; πότερον διὰ τὸ ἔθος, ὅτι εὐθὺς ὁμοίως ἀμφοῖν ἐθιζόμεθα αἰσθάνεσθαι; τὰ δὲ δεξιὰ τῷ ἔθει δοκεῖ διαφέρειν, ἐπεὶ ἐθισθεῖσιν ἀμφιδέξιοι γίνονται. ἢ ὅτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν τί ἐστι, τὰ δὲ δεξιὰ διαφέρει τῷ ποιητικώτερα εἶναι καὶ ἀπαθέστερα τῶν ἀριστερῶν.
Διὰ τί ἐν μὲν τοῖς ἄλλοις κρείττω τὰ δεξιά, ἐν δὲ ταῖς αἰσθήσεσιν ὅμοια; ἢ διότι ταῦτα μὲν ὁμοίως ἐθιζόμεθα κατ’ ἀμφότερα τῷ ἔθει; ἔτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν
Διὰ τί τὸ γυμνάζεσθαι ἀσύμφορον πρὸς ὀξυωπίαν; ἢ ὅτι ξηρὸν ποιεῖ τὸ ὄμμα ἡ γυμνασία, ὥσπερ καὶ τὸ ἄλλο σῶμα; ἡ δὲ ξηρότης σκληρύνει τὸ δέρμα πᾶν, ὥστε καὶ τὸ ἐπὶ τῇ κόρῃ. διὸ καὶ οἱ πρεσβῦται οὐκ ὀξὺ ὁρῶσιν· καὶ γὰρ τῶν γερόντων σκληρόδερμα, ἅμα δὲ καὶ ῥυσά, ὥστε ἐπικαλύπτεται ἡ ὄψις.
Διὰ τί οἱ μύωπες βλέπουσι μὲν οὐκ ὀξύ, γράφουσι δὲ μικρά; καίτοι τὸ μικρὸν ὀξὺ βλέποντος καθορᾶν ἐστίν. ἢ διότι ἀσθενῆ ἔχοντες τὴν ὄψιν συνάγουσι τὰ βλέφαρα εἰς μικρόν; ἀθρόα γὰρ ἐξιοῦσα ἡ ὄψις μᾶλλον ὁρᾷ, ἀναπεπταμένου δὲ τοῦ ὄμματος διασπᾶται. διὰ μὲν οὖν τὴν ἀσθένειαν συνάγουσι εἰς μικρὸν τὸ βλέφαρον διὰ δὲ τὸ ἐκ μικροῦ ὁρᾶν μικρὸν
Διὰ τί οἱ μύωπες συνάγοντες τὰ βλέφαρα ὁρῶσιν; ἢ δι’ ἀσθένειαν τῆς ὄψεως, ὥσπερ καὶ οἱ πρὸς τὰ πόρρω τὴν χεῖρα προσάγοντες, οὕτω καὶ τὰ βλέφαρα πρὸς τὰ ἐγγὺς προστίθενται ὥσπερ χεῖρα; τοῦτο δὲ ποιοῦσιν, ἵνα ἀθροωτέρα ἡ ὄψις ἐξίῃ, δι’ ἐλάττονος ἐξιοῦσα, καὶ μὴ εὐθὺς ἐξ ἀναπεπταμένου ἐξιοῦσα διασπασθῇ, ὁρᾷ δὲ ἡ πλείων μεῖζον.
Διὰ τί εἰς τὸ πλάγιον κινοῦσι τὸν ὀφθαλμὸν οὐ φαίνεται δύο τὸ ἕν; ἢ ὅτι ἐπὶ τῆς αὐτῆς γίνεται γραμμῆς ἡ ἀρχή; δύο δὲ φαίνεται ταύτης μεταβαλλούσης ἄνω ἢ κάτω. εἰς δὲ πλάγιον οὐδὲν διαφέρει, ἐὰν μὴ ἅμα καὶ ἄνω. τί δὴ ἐπὶ μὲν τῆς ὄψεώς ἐστιν ὥστε φαίνεσθαι τὸ ἓν δύο, ἄν πως τεθῶσιν οἱ ὀφθαλμοὶ πρὸς ἀλλήλους, ἐπὶ δὲ τῶν ἄλλων
Διὰ τί τοῦ μὲν ἄλλου σώματος τὰ ἀριστερὰ ἀσθενέστερα, τῶν δὲ ὀφθαλμῶν οὔ, ἀλλ’ ὁμοίως ὀξύ; ἢ ὅτι τὰ μὲν δεξιὰ τῷ ποιητικὰ εἶναι διαφέρουσιν, τῷ δὲ παθητικὰ οὐ διαφέρουσιν; αἱ δὲ ὄψεις παθητικαί.
Διὰ τί τῇ ὄψει πρὸς μὲν τὰ ἄλλα ἀτενίζοντες χεῖρον διατιθέμεθα, πρὸς δὲ τὰ χλωρὰ καὶ ποώδη, οἷον λάχανα καὶ τὰ τούτοις ὅμοια, βέλτιον; ἢ ὅτι πρὸς μὲν τὸ λευκὸν καὶ μέλαν ἥκιστα δυνάμεθα ἀτενίζειν (ἄμφω γὰρ λυμαίνεται τὴν ὄψιν), τὰ δὲ τοιαῦτα τῶν χρωμάτων μέσον ἔχει τούτων· διὸ μετρίως τῆς ὄψεως διατιθεμένης οὐδὲ ἐξαδυνατοῦμεν αὐτῇ, βέλτιον δὲ διατιθέμεθα. τάχα δὲ ἴσως καθάπερ ἐπὶ τῶν σωμάτων σφοδρότερον πονοῦντες χεῖρον ἔχομεν, τὸ μέσον δὲ βέλτιστα διατίθησιν, τὸν αὐτὸν τρόπον καὶ τὴν ὄψιν. πρὸς μὲν γὰρ στερεὰ ἀτενίζοντες πονοῦμεν αὐτήν, πρὸς δὲ τὰ ὑγρὰ μηδενὸς ἀντιφράττοντος οὐ διαπονοῦμεν. τὰ δὲ χλωρὰ στερεά τε μετρίως, καὶ ὑγρὸν ἐν αὐτοῖς ἱκανόν. διὸ βλάπτει τε οὐθέν, καὶ διαναγκάζει τὴν ὄψιν πρὸς τούτοις εἶναι διὰ τὸ τὴν τοῦ χρώματος κρᾶσιν σύμμετρον ἔχειν πρὸς τὴν ὄψιν.
Διὰ τί τὰ μὲν ἄλλα ἀμφοτέροις τοῖς ὀφθαλμοῖς μᾶλλον ὁρῶμεν, τὰ δὲ εὐθὺ τὸ ἐπὶ τῶν στίχων τῷ ἑνὶ προσάγοντες πρὸς τὰ γράμματα μᾶλλον καθορῶμεν; ἢ ἀμφότεραι
Διὰ τί ὁ καπνὸς τοὺς ὀφθαλμοὺς μᾶλλον δάκνει; ἢ ὅτι μόνοι ἀσθενέστατοι; ἀεὶ γὰρ τὰ ἔσω τοῦ σώματος ἀσθενέστατα. σημεῖον δὲ ὅτι καὶ τὸ ὄξος καὶ ἕκαστον τῶν δριμέων τὴν μὲν ἔξω σάρκα οὐ δάκνει, τὴν δὲ ἐντός, ὅτι ἀραιότατον τοῦ σώματος καὶ μάλιστ’ ἔχει πόρους· αἱ γὰρ ὄψεις διά τινων πόρων ἐκπίπτουσιν, ὥστε τὸ ἔσω δηκτικώτατον ἀπὸ τῆς σαρκὸς ἀποπίπτει. ὁμοίως δὲ καὶ τὸ κρόμμυον, καὶ ὅσα ἄλλα δάκνει τοὺς ὀφθαλμούς. τὸ δὲ ἔλαιον μάλιστα τῶν ὑγρῶν, ὅτι λεπτομερέστατον· τοιοῦτον δ’ ὂν εἰσδύνει διὰ τῶν πόρων· τὸ δ’ ὄξος ἐν φαρμάκῳ τῇ ἄλλῃ σαρκί.
Διὰ τί ὁ ὀφθαλμὸς μόνον τοῦ σώματος, ἀσθενέστατος ὤν, οὐ ῥιγοῖ; ἢ ὅτι πίων ἐστὶν ὁ ὀφθαλμός, σαρκὸς δὲ οὐθέν; τὰ δὲ τοιαῦτα ἄριγά ἐστιν. οὐ γὰρ δὴ ὅτι γε πῦρ ἐστὶν ἡ ὄψις, διὰ τοῦτο οὐ ῥιγοῖ· οὐ γὰρ τοιοῦτόν γέ ἐστι τὸ πῦρ ὥστε θερμαίνειν.
Διὰ τί δάκρυα, ἐὰν μὲν κλαίοντες ἀφίωμεν, θερμά ἐστιν, ἐὰν δὲ πονοῦντες τοὺς ὀφθαλμοὺς δακρύωμεν, ψυχρά; ἢ ὅτι τὸ μὲν ἄπεπτον ψυχρόν, τὸ δὲ πεπεμμένον θερμόν; ἡ δὲ μαλακία ὅλως πᾶσά ἐστιν ἐξ ἀπεψίας, καὶ τῶν τοὺς ὀφθαλμοὺς πονούντων ἄπεπτόν ἐστι τὸ δάκρυον· διὸ ψυχρόν. διὰ τοῦτο καὶ οἱ ἰατροὶ οἴονται σημεῖον εἶναι μεγάλης νόσου τοὺς ψυχροὺς ἱδρῶτας, τοὺς δὲ θερμοὺς τοὐναντίον ἀπαλλακτικούς. ὅταν μὲν γὰρ ᾖ τὸ περίττωμα πολύ, οὐ δύνανται τὸ ἐντὸς θερμὸν πέττειν, ὥστε ἀνάγκη ψυχρὸν εἶναι· ὅταν δὲ ὀλίγον, κρατεῖ. γίνονται δὲ ἐκ τῶν περιττωμάτων αἱ ἀρρωστίαι.
Διὰ τί ποτε εὐκινήτων ὄντων τῶν δεξιῶν μερῶν ὁ
Διὰ τί ἀμφότεροι κατὰ ἀσθένειάν τινα τῶν ὀφθαλμῶν διακείμενοι, ὅ τε μύωψ καὶ ὁ πρεσβύτης, ὁ μὲν ἐγγὺς προσάγει, ἄν τι βούληται ἰδεῖν, ὁ δὲ πόρρω ἀπάγει; ἢ ὅτι οὐχ ὁμοία ἡ ἀσθένεια παρέπεται αὐτοῖς; ὁ μὲν γὰρ πρεσβύτης
Διὰ τί τῶν ζῴων ἄνθρωπος ἢ μόνον ἢ μάλιστα διαστρέφεται; ἢ ὅτι ἢ μόνον ἢ μάλιστα ἐπίληπτον ἐν τῇ νεότητι γίνεται, ὅτε καὶ διαστρέφεσθαι συμβαίνει πᾶσιν;
Διὰ τί οἱ ἄνθρωποι μόνοι τῶν ἄλλων ζῴων τὰ ὄμματα διαστρέφονται; πότερον διὰ τὸ ἐλάχιστον διάστημα εἶναι τῶν ὀμμάτων, καὶ ἐπ’ εὐθείας, ὥστε εὔδηλον σφόδρα γίνεται τὸ μὴ κατωρθωμένον. ἢ διότι τῶν ἄλλων μονόχροα τὰ ὄμματά ἐστι μᾶλλον· εἰ δ’ ἦν ἓν χρῶμά τι τοῦ ὄμματος, οὐκ ἦν διαστροφή. ἢ διότι μόνοι ἐν τῷ γένει ἐπίληπτοι γίνονται τῶν ζῴων, ἡ δ’ ἐπίληψις διαστροφὴν ποιεῖ, ὅταν γένηται, ὥσπερ καὶ τῶν ἄλλων μορίων· ἀλλ’ ἐνίοις ὀψὲ παντελῶς γίνεται ἡ διαστροφή, ὅσοις τὸ ἀρρώστημα.
Διὰ τί πρὸς τὸν λύχνον καὶ πρὸς τὸν ἥλιον προστησάμενοι τὴν χεῖρα πρὸ τοῦ φωτὸς μᾶλλον ὁρῶμεν; ἢ ὅτι τὸ ἀπὸ τοῦ ἡλίου καὶ λύχνου φῶς προσπῖπτον μὲν ἡμῶν πρὸς τὴν ὄψιν ἀσθενεστέραν ποιεῖ δι’ ὑπερβολήν; φθείρει γὰρ αὐτὰ καὶ τὰ συγγενῆ τῇ ὑπερβολῇ. εἰρχθέντα δὲ ὑπὸ τῆς χειρὸς τὴν μὲν ὄψιν οὐ πημαίνει, τὸ δὲ ὁρώμενον ὁμοίως ἐστὶν ἐν φωτί. διὸ ἡ μὲν μᾶλλον δρᾷ, τὸ δὲ ὁρώμενον οὐδὲν ἧττον ὁρᾶται.
Διὰ τί χεὶρ μὲν καὶ ποὺς διαφορὰν ἔχει πρὸς [τὰ] δεξιὰ 〈καὶ〉 τὰ ἀριστερά, ὄμμα δὲ καὶ ἀκοὴ οὔ; ἢ ὅτι τὰ στοιχεῖα τὰ εἰλικρινῆ ἀδιάφορα, ἐν δὲ τοῖς ἐκ τῶν στοιχείων ἡ διαφορά; αὗται δὲ αἱ αἰσθήσεις εἰσὶν ἐξ εἰλικρινῶν, ἡ μὲν ὄψις πυρός, ἡ δ’ ἀκοὴ ἀέρος.
Διὰ τί τὰ ὦτα ὄντα ἀναιμότατα τοῦ προσώπου, ὅταν αἰσχύνωνται, ἐρυθριᾷ μάλιστα; πότερον ὅτι εἰς τὸ κενὸν μάλιστα πορεύεσθαι πέφυκεν τὸ ἀλλότριον ὑγρόν, ὥστε ὅταν διαλυθῇ ὑπὸ τῆς θερμότητος, ἣ γίνεται αἰσχυνομένοις, συνέρχεται εἰς ταῦτα; ἢ διότι ἐπὶ τοῖς κροτάφοις ἐπίκεινται,
Διὰ τί τὰ ὦτα ἐν τῇ θαλάττῃ ῥήγνυται τοῖς κολυμβῶσιν;
Διὰ τί οἱ κολυμβηταὶ σπόγγους περὶ τὰ ὦτα καταδοῦνται; ἢ ἵνα ἡ θάλαττα βίᾳ ἰοῦσα μὴ ῥηγνύῃ τὰ ὦτα. οὕτω μὲν γὰρ οὐ γίνεται, ὥσπερ ἀφῃρημένων, πλήρη.
Διὰ τί ὁ ἐν τοῖς ὠσὶ ῥύπος πικρός ἐστιν; ἢ διότι ὁ ἱδρώς ἐστι σαπρός; ἔστιν οὖν ἁλμυρὸν σαπρόν. τὸ δὲ σαπρὸν ἁλμυρὸν πικρόν.
Διὰ τί οἱ σπογγεῖς διατέμνονται τὰ ὦτα καὶ τοὺς μυκτῆρας; ἢ ὅπως εὐπνούστεροι ὦσι; ταύτῃ γὰρ ἐξιέναι δοκεῖ τὸ πνεῦμα. ἀνατέμνουσι δὲ καὶ τὸν τόπον καὶ πρὸς εὔπνοιαν· πονεῖν γὰρ δή φασι μᾶλλον αὐτοὺς ἐν τῇ δυσπνοίᾳ τῷ μὴ δύνασθαι προΐεσθαι θύραζε· ὅταν δὲ ὥσπερ ἐξεράσωσι, κουφίζονται. ἄτοπον οὖν εἰ μὴ δύνανται τυγχάνειν ἀναπνοῆς καταψύξεως χάριν· ἀλλ’ ἔοικε τοῦτο ἀναγκαιότερον εἶναι. ἢ εὐλόγως ὁ πόνος πλείων κατέχουσιν, ὀγκουμένων καὶ διατεινομένων; φαίνεται δὲ καὶ αὐτόματός τις εἶναι φορὰ τοῦ πνεύματος ἔξω· εἰ δὲ καὶ εἴσω, σκεπτέον. ἔοικεν δέ. ὁμοίως γὰρ ἀναπνοὴν ποιοῦσι τοῖς κολυμβηταῖς λέβητα καταφέντες. οὐ πίμπλαται γὰρ οὗτος τοῦ ὕδατος, ἀλλὰ τηρεῖ τὸν ἀέρα. μετὰ βίας γὰρ ἡ κάθεσις. ὀρθὸν γὰρ ὁτιοῦν παρεγκλιθὲν εἰσρεῖ
Διὰ τί ἔνιοι τὰ ὦτα σκαλεύοντες βήττουσιν; ἢ ὅτι ἐπὶ
Διὰ τί τὸ ἀριστερὸν οὖς θᾶττον συμφύεται ὡς ἐπὶ τὸ
Διὰ τί τοῖς μὲν αἰσχυνομένοις ἄκρα τὰ ὦτα ἐπιφοινίσσεται, τοῖς δὲ ὀργιζομένοις οἱ ὀφθαλμοί; ἢ ὅτι ἡ μὲν αἰδὼς ἐν ὀφθαλμοῖς κατάψυξίς τις μετὰ φόβου, ὥστε εἰκότως ἀπολείπει τὸ θερμὸν τοὺς ὀφθαλμούς· χωριζόμενον δὲ εἰς τὸν δεκτικώτατον φέρεται τόπον. τοιοῦτος δὲ ὁ ἐν τοῖς ἄκροις τῶν ὤτων· ὁ γὰρ ἄλλος ὀστώδης. ὀργιζομένοις δ’ ἐπανέρχεται τὸ θερμόν. μάλιστα δὲ γίνεται φανερὸν ἐν τοῖς ὀφθαλμοῖς διὰ τὴν χρόαν οὖσαν λευκήν.
Διὰ τί ὁ ἦχος ὁ ἐν τοῖς ὠσίν, ἐάν τις ψοφήσῃ, παύεται; ἢ διότι ὁ μείζων ψόφος τὸν ἐλάττω ἐκκρούεται;
Διὰ τί, ἐὰν εἰς τὸ οὖς ὕδωρ ἐγχυθῇ, ἔλαιον προσεγχέονται, οὐ δυναμένου τοῦ ἐνόντος ὑγροῦ ἐξελθεῖν δι’ ἄλλου ὑγροῦ; πότερον διὰ τὸ ἐπιπολῆς γίνεσθαι τὸ ἔλαιον τοῦ ὕδατος, καὶ διὰ γλισχρότητα αὐτοῦ ἔχεσθαι τὸ ὕδωρ ἐξιόντος τοῦ ἐλαίου, ἵνα συνεξίῃ τὸ ὕδωρ; ἢ ἵνα ὀλισθηροῦ τοῦ ὠτὸς γενομένου ἐξέλθῃ τὸ ὕδωρ; τὸ γὰρ ἔλαιον λεῖον ὂν ποιεῖ ὀλισθαίνειν
Διὰ τί ἧττον ὦτα ῥήγνυται τοῖς κολυμβῶσιν, ἐὰν προεγχέωσιν εἰς τὰ ὦτα τὸ ἔλαιον; ἢ τοῦ μὲν ῥήγνυσθαι τὰ ὦτα εἴρηται πρότερον ἡ αἰτία, τὸ δὲ ἔλαιον ἐγχυθὲν εἰς τὰ ὦτα τὴν ὕστερον θάλατταν ἀπολισθαίνειν ποιεῖ, καθάπερ ἐπὶ τῶν ἔξω τοῦ σώματος συμβαίνει τοῖς ἀληλιμμένοις. ὀλισθαίνουσα δὲ πληγὴν οὐ ποιεῖ εἰς τὸ ἐντὸς τοῦ ὠτός, διόπερ οὐ ῥήγνυσιν.
Διὰ τί τῶν ὤτων ἀναίμων ὄντων μάλιστα οἱ αἰσχυνόμενοι ἐρυθριῶσιν; ἢ ἕκαστον εἰς τὸ κενὸν ἑκάστου μάλιστα φέρεται; δοκεῖ δὲ τοῦ αἰσχυνομένου ἄνω θερμὸν φέρεσθαι τὸ αἷμα. εἰς οὖν τὸ κενώτατον ἐρυθριᾶν ποιεῖ. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν γνάθων. ἔτι δὲ καὶ ὅτι λεπτότατον τὸ δέρμα τὸ περιτεταμένον, μάλιστα δὴ φαίνεται δι’ αὐτά.
Διὰ τί οὐδεὶς χασμώμενος τὸ οὖς σκαλεύει; ἢ ὅτι ὅτε χασμᾶται, ἐμφυσᾶται καὶ ἡ μῆνιγξ, δι’ ἧς ἀκούει; σημεῖον δέ ἥκιστα γὰρ ἀκούουσι χασμώμενοι. τὸ γὰρ πνεῦμα, ὥσπερ καὶ κατὰ τὸ στόμα. καὶ εἰς τὰ ὦτα ἐντὸς πορευόμενον, ἐξωθεῖται
Διὰ τί ὁ πταρμὸς λυγμὸν μὲν παύει, ἐρυγμὸν δὲ οὐ παύει; ἢ διότι οὐ τοῦ αὐτοῦ τόπου τὸ πάθος ἑκάτερον, ἀλλ’ ὁ μὲν ἐρυγμὸς κοιλίας, ὁ δὲ λυγμὸς τοῦ περὶ τὸν πνεύμονα κατάψυξις καὶ ἀπεψία πνεύματος καὶ ὑγροῦ; κοινωνοῦσιν δ’ οἱ περὶ τὸν ἐγκέφαλον τόποι τῷ πνεύμονι, οἷον τοῖς ὠσίν. φανερὸν δέ· ἅμα γὰρ ἐνεοὶ καὶ κωφοὶ γίνονται, καὶ αἱ νόσοι ἀντιπεριίστανται αἱ τοῦ ὠτὸς εἰς τὰ τοῦ πνεύμονος πάθη. ἐνίοις δὲ σκαλεύουσι τὸ οὖς βῆχες ἐγγίνονται. τὸ δὲ περὶ τὸν πταρνύμενον τόπον εἶναι τῆς ῥινὸς κοινωνίαν τῷ πνεύμονι δηλοῖ ἡ ἀναπνοὴ κοινὴ οὖσα. ὥστε πτάρνυται μὲν θερμαινομένου αὐτοῦ· τῷ δὲ συμπάσχειν ὁ κάτω τόπος, ἐν ᾧ ἐστὶν ὁ λυγμός. ἡ δὲ θερμασία πέττει. διὸ ὄξος τε παύει λυγμὸν καὶ ἡ ἀπνευστία, ἐὰν ἠρεμαία ᾖ ἡ λύγξ. ἐκθερμαίνει γὰρ τὸ πνεῦμα κατεχόμενον, ὥστε καὶ ἐν τῷ πταρμῷ ἡ ἀντικατάσχεσις γενομένη τοῦ πνεύματος τοῦτο ποιεῖ, καὶ οἰκείως ἡ ἔκπνευσις γίνεται, καὶ ἐκ τοῦ ἄνω τόπου· ἀδύνατον γὰρ πτάρειν μὴ ἐκπνέοντα. ἡ οὖν ὁρμὴ ῥήγνυσι τὸ ἐγκατειλημμένον πνεῦμα, ὃ ποιεῖ τὸν λυγμόν.
Διὰ τί, ἐάν τις μέλλων πτάρνυσθαι τρίψῃ τὸν ὀφθαλμόν, ἧττον πτάρνυται; ἢ διότι τὸ ποιοῦν τὸν πταρμὸν θερμότης τίς ἐστιν, ἡ δὲ τρῖψις θερμότητα ποιεῖ, ἣ διὰ τὸ πλησίον εἶναι τῶν ὀφθαλμῶν τὸν τόπον ᾧ πτάρνυται, ἀφανίζει τὴν ἑτέραν, ὥσπερ τὸ ἔλαττον πῦρ ὑπὸ τοῦ πλείονος μαραινόμενον.
Διὰ τί δὶς πτάρνυται ὡς ἐπὶ τὸ πολύ, καὶ οὐχ ἅπαξ
Διὰ τί πρὸς τὸν ἥλιον βλέψαντες πτάρνυνται μᾶλλον; ἢ διότι κινεῖ θερμαίνων· καθάπερ οὖν πτεροῖς θιγγάνοντες. ἀμφότεροι γὰρ τὸ αὐτὸ ποιοῦσιν· τῇ γὰρ κινήσει θερμαίνοντες ἐκ τοῦ ὑγροῦ θᾶττον πνεῦμα ποιοῦσιν. τούτου δὲ ἡ ἔξοδος πταρμός.
Διὰ τί λύγγα παύει πταρμὸς καὶ πνεύματος ἐπίσχεσις καὶ ὄξος; ἢ ὁ μὲν πταρμός, ὅτι ἀντιπερίστασίς ἐστι τοῦ κάτω πνεύματος, ὥσπερ αἱ ἄνω φαρμακεῖαι πρὸς τὴν κάτω κοιλίαν; ἡ δὲ ἀπνευστία τὰς ἀσθενεῖς λύγγας, ὅτι ἡ μικρὰ ὁρμὴ τοῦ πνεύματος ἡ ἀνιοῦσα, ὥσπερ περὶ τὴν βῆχα, ἐάν τις κατάσχῃ, παύεται, οὕτω καὶ ἐνταῦθα καὶ κατέσπασε καὶ κατέπνιξε καὶ συναπεβιάσατο. τὸ δὲ ὄξος παύει, ὅτι τὸ περιεστὸς ὑγρὸν καὶ κωλῦον ἀπερυγεῖν ἐπνευμάτωσεν τῇ θερμασίᾳ. ἔστι γὰρ ἐρυγμὸς μέν, ὅταν πνευματωθῇ τὸ ἐν τῇ ἄνω κοιλίᾳ ὑγρὸν καὶ πεφθῇ, ἡ δὲ λύγξ, ὅταν ὑπὸ ὑγροῦ κατέχηται πνεῦμα περιττὸν περὶ τὸν πνευματικὸν τόπον. τοῦτο γὰρ ὁρμῶν καὶ μὴ δυνάμενον διακόψαι σπασμὸν ποιεῖ, ὁ δὲ σπασμὸς οὗτος καλεῖται λύγξ. καὶ διὰ τοῦτο ῥιγώσαντας λὺγξ λαμβάνει, ὅτι τὸ ψῦχος τὸ ὑγρὸν ποιεῖ συστὰν ἐκ τοῦ πνεύματος ἔτι· περιλαμβανόμενον δὲ τὸ ἄλλο πηδᾷ· οὗ ἡ κίνησις λυγμός ἐστιν.
Διὰ τί ἐνίοις ὕδωρ ψυχρὸν προσχέομεν καὶ πρὸς τὸ πρόσωπον, ἡνίκα αἷμα ῥεῖ ἐκ τῶν μυκτήρων; ἢ ἀντιπεριίσταται εἴσω τὸ θερμόν; ἂν οὖν ἐπιπολῆς τύχῃ αἷμα, ἐξυγραίνει μᾶλλον.
Διὰ τί τὸν μὲν πταρμὸν θεὸν ἡγούμεθα εἶναι, τὴν δὲ
Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρμῶν; ἢ ὅτι ἀνάπνοια ταύτῃ γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τρῖψιν, ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρότητος. ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος, ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί. διὰ ταῦτα δὴ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός.
Διὰ τί τῶν μὲν ἄλλων πνευμάτων αἱ ἔξοδοι, οἷον φύσης καὶ ἐρυγμοῦ, οὐχ ἱεραί, ἡ δὲ τοῦ πταρμοῦ ἱερά; πότερον ὅτι τριῶν τόπων ὄντων, κεφαλῆς καὶ θώρακος καὶ τῆς κάτω κοιλίας, ἡ κεφαλὴ θειότατον; ἔστι δὲ φῦσα μὲν ἀπὸ τῆς κάτω κοιλίας πνεῦμα, ἐρυγμὸς δὲ τῆς ἄνω, ὁ δὲ πταρμὸς τῆς κεφαλῆς. διὰ τὸ ἱερώτατον οὖν εἶναι τὸν τόπον καὶ τὸ πνεῦμα τὸ ἐντεῦθεν ὡς ἱερὸν προσκυνοῦσιν. ἢ ὅτι ἅπαντα τὰ πνεύματα σημαίνει τοὺς εἰρημένους τόπους βέλτιον ἔχειν ὡς ἐπὶ τὸ πολύ; μὴ διαχωρούντων γὰρ κουφίζει τὸ πνεῦμα διεξιόν,
Διὰ τί ἄνθρωπος πτάρνυται μάλιστα τῶν ἄλλων ζῷων;
Διὰ τί οἱ μὲν ἀπὸ μέσων νυκτῶν ἄχρι μέσης ἡμέρας οὐκ ἀγαθοὶ πταρμοί, οἱ δὲ ἀπὸ μέσης ἡμέρας ἄχρι μέσων νυκτῶν; ἢ ὅτι ὁ μὲν πταρμὸς μᾶλλον δοκεῖ ἐπισχεῖν τοὺς ἀρχομένους καὶ ἐν τῇ ἀρχῇ; διὸ ὅταν μέλλωσιν ἀρχομένοις συμβῆναι, μάλιστα ἀποτρεπόμεθα τοῦ πράττειν. ἡ μὲν οὖν [καὶ] ἠὼς καὶ τὸ ἀπὸ μέσων νυκτῶν οἷον ἀρχή τις· διὸ εὐλαβούμεθα πτάρειν, μὴ κωλύσωμεν ὡρμημένον. πρὸς δείλης δὲ καὶ ἐπὶ μέσας νύκτας οἷον τελευτή τις καὶ ἐναντίον ἐκείνῳ, ὥστε ἐν τῷ ἐναντίῳ ταὐτὸν αἱρετέον.
Διὰ τί οἱ πρεσβῦται χαλεπῶς πτάρνυνται; πότερον οἱ πόροι συμπεπτώκασιν δι’ ὧν τὸ πνεῦμα; ἢ ὅτι αἴρειν τὰ ἄνω οὐκέτι δυνάμενοι ῥᾳδίως, εἶτα βίᾳ ἀφιᾶσι κάτω;
Διὰ τί, ἐάν τις ἀπνευστιάζῃ, ἡ λὺγξ παύεται; ἢ διότι ἡ μὲν ὑπὸ καταψύξεως γίνεται (διὸ καὶ οἱ φοβούμενοι καὶ οἱ ῥιγοῦντες λύζουσιν), κατεχόμενον δὲ τὸ πνεῦμα ἐκθερμαίνει τὸν ἐντὸς τόπον;
Διὰ τί οἱ κωφοὶ ἐκ τῶν μυκτήρων διαλέγονται ὡς ἐπὶ τὸ πολύ; ἢ ὅτι ὁ πνεύμων ἐστὶ τούτοις πεπονηκώς; τοῦτο γάρ
Διὰ τί μόνον ὁ πταρμὸς ἡμῖν καθεύδουσιν οὐ γίνεται, ἀλλ’ ὡς εἰπεῖν ἅπαντα ἐγρηγορόσιν; ἢ ὅτι ὁ μὲν πταρμὸς γίνεται καὶ ὑπὸ θερμοῦ τινος κινήσαντος τὸν τόπον τοῦτον ἀφ’ οὗ γίνεται· διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον, ὅταν βουλώμεθα πτάρειν· 〈ἢ〉 ὅτι καθευδόντων ἡμῶν ἀντιπεριίσταται τὸ θερμὸν ἐντός. διὸ καὶ γίνεται τὰ κάτω θερμὰ τῶν καθευδόντων, καὶ τὸ πνεῦμα τὸ πολὺ αἴτιόν ἐστιν τοῦ ἐξονειρώττειν ἡμᾶς. εἰκότως οὖν οὐ πταρνύμεθα· ἀπαλλαγέντος γὰρ τοῦ θερμοῦ τοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκεν τὸ ἐνταῦθα ὑγρόν, οὗ ἐξαιρουμένου γίνεται ὁ πταρμός, καὶ τὸ συμβαῖνον πάθος εἰκὸς μὴ γίνεσθαι. ἀποψοφοῦσι δὲ μᾶλλον ἢ πτάρνυνται καὶ ἐρεύγονται καθεύδοντες ἢ ἐγρηγορότες, ὅτι ἐκθερμαινομένου τοῦ περὶ τὴν κοιλίαν τόπου ἐν τοῖς ὕπνοις μᾶλλον ἐκπνευματοῦσθαι συμβαίνει τὰ περὶ αὐτὴν ὑγρά, πνευματούμενα δὲ εἰς τοὺς ἔγγιστα τόπους φέρεσθαι. ἐνταῦθα γὰρ καὶ συναπωθεῖται ὑπὸ τοῦ ἐν τῷ ὕπνῳ γινομένου πνεύματος, καθεκτικώτερος γάρ ἐστιν ἢ προετικώτερος ὁ καθεύδων τοῦ πνεύματος, διὸ καὶ συστέλλει τὸ θερμὸν ἐντός. ὁ δὲ κατέχων τὸ πνεῦμα ὠθεῖ κάτω αὐτό· παρὰ φύσιν γάρ ἐστι τῷ
Διὰ τί πτάραντες καὶ οὐρήσαντες φρίττουσιν; ἢ ὅτι κενοῦνται αἱ φλέβες ἀμφοτέροις τούτοις τοῦ πρότερον ἐνυπάρχοντος ἀέρος θερμοῦ, κενωθέντων δὲ ἄλλος ἀὴρ ἔξωθεν εἰσέρχεται ψυχρότερος τοῦ προϋπάρχοντος ἐν ταῖς φλεψίν· τοιοῦτος δ’ εἰσιὼν ποιεῖ φρίττειν.
Διὰ τί τοὺς λυγμοὺς οἱ πταρμοὶ παύουσιν; ἢ ὅτι ὁ λυγμὸς οὐχ ὥσπερ οἱ ἐρυγμοὶ ἀπὸ τῆς τὰ σιτία δεχομένης κοιλίας ἐστίν, ἀλλ’ ἀπὸ τοῦ πνεύματος, συμβαίνει δὲ μάλιστα
Διὰ τί οἱ οὐλότριχες, καὶ οἷς ἐπέστραπται τὸ τρίχιον,
Διὰ τί οἱ μανοὺς ἔχοντες τοὺς ὀδόντας οὐ μακρόβιοι; ἢ ὅτι τὰ μακρόβια πλείους ἔχουσιν, οἷον τὰ ἄρσενα τῶν θηλειῶν. ἄνδρες γυναικῶν, πρόβατα προβάτων. οἱ οὖν ἀραιόδοντες ὥσπερ ἂν ἐλάττονας ἔχουσιν ὀδόντας ἐοίκασιν.
Διὰ τί οἱ ὀδόντες ἰσχυρότεροι τῶν σαρκῶν ὄντες ὅμως τοῦ ψυχροῦ αἰσθάνονται μᾶλλον; ἢ ὅτι ἐπὶ τοὺς πόρους προσπεφύκασιν, ἐν οἷς ὀλίγον ὂν τὸ θερμὸν ταχὺ ὑπὸ τοῦ ψυχροῦ κρατούμενον ποιεῖ τὴν ἀλγηδόνα;
Διὰ τί τοῦ ψυχροῦ μᾶλλον αἰσθάνονται οἱ ὀδόντες ἢ τοῦ θερμοῦ, ἡ δὲ σὰρξ τοὐναντίον; πότερον ὅτι ἡ μὲν σὰρξ τοῦ μέσου καὶ εὔκρατος, οἱ δὲ ὀδόντες ψυχροί, ὥστε τοῦ ἐναντίου μᾶλλον αἰσθητικοί; ἢ διότι λεπτῶν πόρων εἰσίν, ἐν οἷς μικρὸν τὸ θερμόν, ὥστε ταχὺ πάσχουσιν ὑπὸ τοῦ ἐναντίου; ἡ δὲ σὰρξ θερμή, ὥστε οὐδὲν πάσχει ὑπὸ τοῦ ψυχροῦ, τοῦ δὲ θερμοῦ ταχὺ αἰσθάνεται· ὥσπερ γὰρ πῦρ ἐπὶ πυρὶ γίνεται.
Διὰ τί ἡ γλῶττα σημαντικὸν πολλῶν; καὶ γὰρ τῶν πυρετῶν ἐν τοῖς ὀξέσι νοσήμασιν, καὶ ἐὰν χάλαζαι ἐνῶσιν· καὶ τῶν ποικίλων προβάτων ποικίλαι. ἢ ὅτι ὑγρότητος δεκτικόν, καὶ ἐπὶ τῷ πνεύμονι ἐπίκειται, οὗ ἡ ἀρχὴ ἐπὶ τῶν πυρετῶν.
Διὰ τί ἡ γλῶττα γλυκεῖα μὲν οὐ γίνεται, πικρὰ δὲ καὶ ἁλμυρὰ καὶ ὀξεῖα; ἢ ὅτι διαφθοραὶ ταῦτ’ ἐστίν, τῆς δὲ φύσεως οὐκ αἰσθάνεται;
Διὰ τί ὅσας ἂν χρόας ἔχῃ τὸ δέρμα, τοσαύτας ἔχει καὶ ἡ γλῶττα; πότερον ὅτι ἓν μέρος ἐστὶν ὥσπερ ἄλλο τι τῶν ἔξωθεν, ἀλλ’ ἐντὸς περιείληπται; διὰ δὲ τὸ λεπτὸν εἶναι ταύτῃ τὸ δέρμα καὶ ἡ μικρὰ ποικιλία ἐμφαίνεται. ἢ διότι τὸ ὕδωρ ἐστὶν ὃ ποιεῖ μεταβάλλειν τὰς χρόας; ἡ δὲ γλῶττα μάλιστα πάσχει ὑπὸ τοῦ πόματος.
Διὰ τί ἐκ τοῦ στόματος καὶ θερμὸν καὶ ψυχρὸν πνέουσιν; φυσῶσι μὲν γὰρ ψυχρόν, ἀάζουσι δὲ θερμόν. σημεῖον δὲ ὅτι θερμαίνει, ἐὰν πλησίον προσαγάγῃ τις τοῦ στόματος τὴν χεῖρα ἢ ἀμφοτέρως ὁ ἀὴρ κινούμενος ψυχρός· ὁ δὲ φυσῶν κινεῖ τὸν ἀέρα οὐκ ἀθρόως, ἀλλὰ διὰ στενοῦ τοῦ στόματος· ὀλίγον οὖν ἐκπνέων πολὺν κινεῖ τὸν θύραθεν, ἐν ᾧ τὸ θερμὸν ὂν τὸ ἐκ τοῦ στόματος οὐ φαίνεται δι’ ὀλιγότητα. ὁ δὲ ἀάζων ἀθρόον ἐκπνεῖ· διὸ θερμόν. ἔστι γὰρ φυσασμοῦ τῷ διαφέρειν τῇ συστροφῇ· ὁ δ’ ἀασμὸς ἀθρόου ἔκπνευσις.
Διὰ τί, ἐὰν σφόδρα καὶ ἀθρόον ἐκπνεύσωσιν, ἀδυνατοῦσι πάλιν ἐκπνεῦσαι; ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τοῦ ἀναπνεῦσαι· ἀδυνατοῦσι γὰρ δὶς ἐφεξῆς ποιεῖν αὐτὸ. ἢ ὅτι τὸ μὲν δίωσίς τίς ἐστι, τὸ δὲ συναγωγὴ τόπου· ἃ ἄχρι τινός ἐστι
Διὰ τί ἑτέρου τόπου ὄντος ᾗ τὰ σῖτα καὶ τὸ ποτὸν διεξέρχεται καὶ ᾗ ἀναπνέομεν, ἐὰν μείζω ψωμὸν καταπίωμεν, πνιγόμεθα; οὐδὲν δὴ ἄτοπον· οὐ γὰρ μόνον ἐάν τι ἐμπέσῃ εἰς τὸν τόπον τοῦτον, ἀλλὰ κἂν ἔτι φραχθῇ, οὕτως μᾶλλον πνιγόμεθα. ταῦτα δὲ παράλληλά ἐστιν, καθ’ ὅ τε τὰ σιτία δεχόμεθα καὶ καθ’ ὃ ἀναπνέομεν. ὅταν οὖν ἐμπέσῃ μείζων ψωμός, καὶ ἡ ἀναπνοὴ συμφράττει, ὥστε μὴ εἶναι τῷ πνεύματι ἔξοδον.
Διὰ τί, ὅσοι τὴν διὰ χειρὸς τομὴν ἔχουσι δι’ ὅλης, μακροβιώτατοι; ἢ διότι τὰ ἄναρθρα βραχύβια καὶ ἀσθενῆ; σημεῖον δὲ τῆς μὲν ἀσθενείας τὰ νέα, τῆς δὲ βραχυβιότητος τὰ ἔνυγρα. δῆλον ἄρα ὅτι τὰ ἠρθρωμένα τοὐναντίον. τοιαῦτα δέ, ὧν καὶ τὰ φύσει ἄναρθρα μάλιστα ἤρθρωται. τῆς δὲ χειρὸς τὸ ἔσω ἀναρθρότατον.
Διὰ τί ἐν τῷ μακρὸν ἀναπνεῖν ἑλκόντων μὲν εἴσω τὸ
Διὰ τί ἀναπνέομεν; ἢ καθάπερ τὸ ὑγρὸν εἰς πνεῦμα διαλύεται, οὕτως καὶ τὸ πνεῦμα εἰς τὸ πῦρ; τὸ τῆς φύσεως οὖν θερμὸν ὅταν τὸ πολὺ τοῦ πνεύματος πῦρ ποιήσῃ, ἀλγηδόνα ἐμποιεῖ, τοῖς δὲ πόροις καὶ ὄγκον· διόπερ ἐξωθοῦμεν τὸ πῦρ, συμπιπτόντων τῶν πόρων καὶ καταψυχομένων ἀλγηδόνες γίνονται· ἕλκομεν οὖν τὸ πνεῦμα πάλιν. εἶτα ἀνοίξαντες τοῦ σώματος τοὺς πόρους καὶ βοηθήσαντες, πάλιν γίνεται
Διὰ τί μᾶλλον φρίττομεν ἑτέρου θιγόντος πως ἢ αὐτοὶ ἡμῶν; ἢ ὅτι αἰσθητικωτέρα ἡ ἁφὴ τοῦ ἀλλοτρίου ἢ ἡ τοῦ οἰκείου; τὸ γὰρ συμφυὲς ἀναίσθητον. καὶ φοβερώτερον τὸ λάθρᾳ καὶ ἐξαπιναίως γινόμενον, ὁ δὲ φόβος κατάψυξις· ἡ δὲ ἀλλοτρία ἁφὴ πρὸς τὴν οἰκείαν ἄμφω ταῦτα ἔχει. καὶ ὅλως δὲ παθητικὸν ἕκαστον πέφυκεν ἢ μᾶλλον ἢ μόνον ὑπ’ ἄλλου ἢ ὑφ’ αὑτοῦ, οἷον καὶ ἐπὶ τοῦ γαργαλίζεσθαι συμβαίνει.
Διὰ τί γαργαλίζονται τὰς μασχάλας καὶ τὰ ἐντὸς τῶν ποδῶν; ἢ διὰ τὴν λεπτότητα τοῦ δέρματος; καὶ ὧν ἀσυνήθης ἡ ἁφή, οἷον τούτων καὶ τοῦ ὠτός;
Διὰ τί φρίττομεν οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντες; ἢ ὅτι οὐδ’ ἐπὶ τοῖς αὐτοῖς πάντες ἡδόμεθα, ὥσπερ οὐδὲ λυπούμεθα ἐπὶ τοῖς αὐτοῖς πάντες; ὁμοίως δὴ οὐ φρίττομεν ἐπὶ τοῖς αὐτοῖς· ἔστι γὰρ ἡ αὐτὴ κατάψυξίς τις. διὸ οἱ μὲν τοῦ ἱματίου δακνομένου
Διὰ τί τοῦ μὲν θέρους ὄντος θερμοῦ, τοῦ δὲ χειμῶνος ψυχροῦ,
Διὰ τί φρίττουσιν αἱ τρίχες ἐν τῷ δέρματι; ἢ ὅταν σπάσωσιν τὸ δέρμα, εἰκότως ἐξανέστησαν; συσπῶσι δὲ καὶ ὑπὸ ῥίγους καὶ ὑπ’ ἄλλων παθῶν.
Διὰ τί αὐτὸς αὑτὸν οὐθεὶς γαργαλίζει; ἢ ὅτι καὶ ὑπ’ ἄλλου ἧττον, ἐὰν προαίσθηται, μᾶλλον δ’, ἂν μὴ ὁρᾷ; ὥσθ’ ἥκιστα γαργαλισθήσεται, ὅταν μὴ λανθάνῃ τοῦτο πάσχων. ἔστιν δὲ ὁ γέλως παρακοπή τις καὶ ἀπάτη. διὸ καὶ τυπτόμενοι εἰς τὰς φρένας γελῶσιν· οὐ γὰρ ὁ τυχὼν τόπος ἐστὶν ᾧ γελῶσιν. τὸ δὲ λαθραῖον ἀπατητικόν. διὰ τοῦτο καὶ γίνεται ὁ γέλως καὶ οὐ γίνεται ὑπ’ αὐτοῦ.
Διὰ τί ποτε τὰ χείλη μάλιστα γαργαλιζόμεθα; ἢ διότι δεῖ τὸ γαργαλιζόμενον μὴ πρόσω τοῦ αἰσθητικοῦ εἶναι; ἔστι δὲ τὰ χείλη περὶ τὸν τόπον τοῦτον μάλιστα. διὰ τοῦτο δὲ γαργαλίζεται τὰ χείλη τῶν περὶ τὴν κεφαλὴν τόπων, ἅ ἐστιν εὔσαρκα, εὐκινητότατα οὖν μάλιστά ἐστιν.
Διὰ τί, ἐάν τις τὸν περὶ τὰς μασχάλας τόπον κνήσῃ, ἐκγελῶσιν, ἐὰν δέ τινα ἄλλον, οὔ; ἢ διὰ τί πτερῷ τὰς ῥῖνας κνήσαντες πτάρνυνται; ἢ τόποι εἰσὶ τῶν φλεβίων, ὧν ἢ καταψυχομένων ἢ τοὐναντίον πασχόντων ὑγραίνεται, ἢ εἰς πνεῦμα ἐκ τοῦ ὑγροῦ διαλύεται; ὥσπερ ἐὰν τὰς ἐπὶ τοῦ τραχήλου πιέσῃ τις φλέβας, καθεύδουσιν. ἡ μὲν ἡδονὴ θερμασία τίς ἐστιν· τοῦτο δέ, ὅταν πλέον τὸ πνεῦμα ἐγγένηται, ἀθρόον ἔξω ἀφίεμεν. ὡσαύτως καὶ ἐπὶ πταρμῷ τῷ πτερῷ διαθερμάναντες καὶ κνήσαντες διελύσαμεν εἰς πνεῦμα· πλέονος δὲ γενομένου ἐξεώσαμεν.
Διὰ τί μετὰ τὰ σιτία φρίττομεν πολλάκις; ἢ ὅτι ψυχρὰ εἰσπορευόμενα ἀπὸ πρώτης κρατεῖ μᾶλλον τοῦ φυσικοῦ θερμοῦ ἢ κρατεῖται;
Διὰ τί τὸ περιαγόμενον ἐναλλὰξ τοῖς δακτύλοις δύο φαίνεται; ἢ διότι δυσὶν αἰσθητηρίοις ἁπτόμεθα; τοῖς γὰρ ἐντὸς τῶν δακτύλων, κατὰ φύσιν ἔχοντες τὴν χεῖρα, ἀμφοτέροις οὐ δυνατὸν εἰπεῖν.
Διὰ τί τοῦ προσώπου τὰς εἰκόνας ποιοῦνται; πότερον ὅτι τοῦτο δηλοῖ ποῖοί τινες; ἢ ὅτι μάλιστα γινώσκεται;
Διὰ τί τὸ πρόσωπον ἰδίουσι μάλιστα, ἀσαρκότατον ὄν; p.
Διὰ τί ἐν τῷ προσώπῳ μάλιστα οἱ ἴονθοι; ἢ διότι μανὸς ὁ τόπος καὶ ὑγρότητα ἔχει; σημεῖον δὲ ἥ τε τῶν τριχῶν ἔκφυσις καὶ ἡ τῶν αἰσθήσεων δύναμις· ὁ δὲ ἴονθος ὥσπερ ἐξάνθημα ὑγρότητός τινος ἀπέπτου.
Διὰ τί ἀεὶ τοῦ σώματος ῥέοντος, καὶ τῆς ἀπορροῆς γινομένης ἐκ τῶν περιττωμάτων, οὐ κουφίζεται τὸ σῶμα, ἐὰν μὴ ἰδίῃ; ἢ διότι ἐλάττων ἡ ἔκκρισις γίνεται; ὅταν γὰρ ἐξ ὑγροῦ μεταβάλῃ εἰς ἀέρα, πλέον γίνεται ἐξ ἐλάττονος· τὸ γὰρ διακρινόμενον πλέον, ὥστε ἐν πλείονι χρόνῳ ἡ ἔκκρισις.
Διὰ τί δὲ τοῦτο; ἢ διότι δι’ ἐλαττόνων πόρων ἡ ἔξοδός ἐστιν; τὸ γὰρ γλίσχρον καὶ τὸ κολλῶδες μετὰ μὲν τοῦ ὑγροῦ ἐκκρίνεται διὰ τὴν κατάμιξιν, μετὰ δὲ τοῦ πνεύματος ἀδυνατεῖ. μάλιστα δὲ τοῦτ’ ἐστὶ τὸ λυποῦν. διὸ καὶ οἱ ἔμετοι τῶν ἱδρώτων κουφίζουσι μᾶλλον, ὅτι συνεξάγουσι τοῦτο, ἅτε παχύτεροι καὶ σωματωδέστεροι ὄντες. ἢ καὶ ὅτι τῇ μὲν σαρκὶ πόρρω οὗτος ὁ τόπος, ἐν ᾧ τὸ γλίσχρον καὶ τὸ
Διὰ τί αἱ τρίψεις σαρκοῦσιν; ἢ ὅτι αὐξητικώτατον τῶν ἐν τῷ σώματι τὸ θερμόν ἐστιν; τοῦ μὲν γὰρ ἐνυπάρχοντος μείζους οἱ ὄγκοι γίνονται διὰ τὸ ἀεὶ αὐτὸ ἐν κινήσει εἶναι καὶ εἰς τὸ ἄνω φέρεσθαι καὶ πνευματοῦν τὰ ἐν
Διὰ τί ψυχθέντες ἀπὸ τῆς αὐτῆς θερμασίας καιόμεθα μᾶλλον καὶ ἀλγοῦμεν; πότερον διὰ τὴν πυκνότητα στέγει ἡ σὰρξ τὸ προσπῖπτον θερμόν; διὸ μόλιβδος ἐρίου θερμότερος. ἢ βίαιος γίνεται τοῦ θερμοῦ ἡ δίοδος διὰ τὸ πεπηγέναι ὑπὸ ψυχροῦ τὸ σῶμα;
Διὰ τί αἱ ξηροτριβίαι στερεὰν τὴν σάρκα παρασκευάζουσιν; ἢ ὅτι διὰ τὴν τρῖψιν τῆς θερμασίας ἐπιγινομένης τὸ ὑγρὸν καταναλίσκεται. πρὸς δὲ τούτοις ἡ σὰρξ τριβομένη πυκνοῦται· ἅπαντα δὲ ὅσα πλείονος τρίψεως τυγχάνει πυκνοῦται καὶ στερεὰ γίνεται. θεωρῆσαι δὲ τὸ τοιοῦτον ἔστιν ἐπὶ πολλῶν· τὸ γὰρ σταῖς ἢ πηλὸς ἢ ἄλλο τι τῶν τοιούτων, ἐὰν μὲν ὕδωρ ἐπιχέας ἕλκῃς, ὑγρὰ καὶ κλυδῶντα διαμένει, ἐὰν δὲ πλείω τρῖψιν προσαγάγῃς, πυκνοῦταί τε καὶ στερεοῦται ταχέως καὶ γλίσχρα γίνεται.
Διὰ τί αἱ τρίψεις μᾶλλον σαρκοῦσι τῶν δρόμων; ἢ ὅτι οἱ μὲν δρόμοι περιψύχουσιν τὴν σάρκα καὶ οὐ δεκτικὴν
Διὰ τί τὸν μὲν κηρὸν καὶ τοὔλαιον λευκαίνει ὁ ἥλιος, τὴν δὲ σάρκα μελαίνει; ἢ ὅτι τὰ μὲν λευκαίνει ἀπάγων τὸ ὕδωρ, φύσει γὰρ τὸ ὑγρὸν μέλαν διὰ τὴν μῖξιν τοῦ γεώδους [ὕδατος], τὴν δὲ σάρκα ἐπικαίει;
Διὰ τί οἱ ἁλιεῖς καὶ πορφυρεῖς καὶ ἁπλῶς οἱ τὴν θάλατταν ἐργαζόμενοι πυρροί εἰσιν; πότερον ὅτι ἡ θάλαττα θερμὴ καὶ αὐχμώδης ἐστὶ διὰ τὴν ἅλμην; τὸ δὲ τοιοῦτον πυρρὰς ποιεῖ τὰς τρίχας, καθάπερ ἥ τε κονία καὶ τὸ ἀρσενικόν. ἢ τὰ μὲν ἐκτὸς γίνονται θερμότεροι, τὰ δ’ ἐντὸς περιψύχονται διὰ τὸ βρεχομένων αὐτῶν ἀεὶ ξηραίνεσθαι ὑπὸ τοῦ ἡλίου τὰ πέριξ; τούτων δὲ τοῦτο πασχόντων αἱ τρίχες ξηραινόμεναι λεπτύνονται καὶ πυρροῦνται. καὶ πάντες δὲ οἱ πρὸς ἄρκτον πυρρότριχες καὶ λεπτότριχές εἰσιν.
Διὰ τί οἱ μὲν ἐν ἱματίῳ δρόμοι καὶ ἡ τοῦ ἐλαίου εἰς ἱμάτιον χρῖσις ἄχρους ποιεῖ, οἱ δὲ γυμνοὶ δρόμοι εὔχρους; ἢ ὅτι ἡ μὲν εὔπνοια εὔχροιαν ποιεῖ, ἡ δὲ κατάπνιξις τοὐναντίον. διὰ δὴ τὸ συνθερμαινόμενον τὸ ἐπιπολῆς ὑγρὸν
Διὰ τί ἡ εὔπνοια εὔχρους ποιεῖ; ἢ ὅτι ἄχροια ἔοικεν εἶναι οἷον σῆψίς τις χρωτός; ὅταν οὖν τὸ ἐπιπολῆς ὑγρὸν καὶ θερμὸν ᾖ. τοῦτο συμβαίνει καὶ χλωρὸν γίνεσθαι, ἐὰν μὴ ψυχθῇ καὶ ἀποπνεύσῃ τὸ θερμόν.
Διὰ τί οἱ μὲν ἱδρώσαντες ἐκ τῶν γυμνασίων εὔχροοί εἰσιν εὐθύς, οἱ δὲ ἀθληταὶ ἄχροοι; ἢ διότι ὑπὸ μὲν τοῦ μετρίου πόνου τὸ θερμὸν ἐκκάεται καὶ ἐπιπολάζει, ὑπὸ δὲ τῶν πολλῶν ἐξηθεῖται μετὰ τοῦ ἱδρῶτος καὶ τοῦ πνεύματος, ἀραιουμένου τοῦ σώματος ἐν τῷ πονεῖν; ὅταν μὲν οὖν ἐπιπολάσῃ τὸ θερμόν, εὔχροοι γίνονται, καθάπερ οἵ τε θερμαινόμενοι καὶ αἰσχυνόμενοι· ὅταν δὲ ἐκλίπῃ, ἄχροοι. οἱ μὲν οὖν ἰδιῶται μέτρια γυμνάζονται, οἱ δὲ ἀθληταὶ πολλά.
Διὰ τί μᾶλλον καίονται ὑπὸ τοῦ ἡλίου οἱ καθεζόμενοι τῶν γυμναζομένων; ἢ ὅτι οἱ ἐν κινήσει ὄντες ὥσπερ ῥιπίζονται ὑπὸ τοῦ πνεύματος διὰ τὸ κινεῖν τὸν ἀέρα, οἱ δὲ καθήμενοι οὐ πάσχουσι τοῦτο;
Διὰ τί ὁ μὲν ἥλιος ἐπικάει, τὸ δὲ πῦρ οὔ; ἢ διότι λεπτότερός ἐστιν ὁ ἥλιος, καὶ μᾶλλον δύναται διαδύεσθαι εἰς τὴν σάρκα; τὸ δὲ πῦρ, ἐὰν καὶ ἐπικαύσῃ, ἄνω μόνον ποιεῖ τὸ χρῶμα, τὰς φοῖδας καλουμένας· εἴσω δὲ οὐκ εἰσδύεται.
Διὰ τί τὸ πῦρ οὐ ποιεῖ μέλανας, ὁ δὲ ἥλιος ποιεῖ· p τὸν δὲ κέραμον ποιεῖ, ὁ δὲ ἥλιος οὔ; ἢ οὐχ ὁμοίως ἑκάτερον ποιεῖ, ἀλλ’ ὁ μὲν ἐπικάων τὴν χρόαν μελαίνει, τὸ δὲ πῦρ τὸν κέραμον ἀναπιμπλᾷ, ᾗ ἀναφέρει ἀσβόλῳ. τοῦτο δ’ ἔστι λεπτῆς μαρίλης, ἀποθραυομένων ἅμα καὶ καομένων τῶν ἀνθράκων. τοὺς δὲ ἀνθρώπους ὁ μὲν ἥλιος μελαίνει, τὸ δὲ πῦρ οὔ, ὅτι τοῦ μὲν μαλθακὴ ἡ θερμότης, καὶ διὰ μικρομέρειαν δύναται τὸ δέρμα αὐτὸ κάειν· ὥστε διὰ μὲν τὸ τῆς σαρκὸς μὴ ἅπτεσθαι οὐκ ἀλγεινόν, διὰ δὲ τὸ κάειν μέλαν ποιεῖ. τὸ δὲ πῦρ ἢ οὐχ ἅπτεται ἢ εἴσω διέρχεται, ἐπεὶ μέλανα καὶ τὰ πυρίκαυστα γίνεται, ἀλλ’ οὐ μόνον ἐκεῖνον τὸν τόπον κάει οὗ ἡ χροιά.
Διὰ τί οἱ γηράσκοντες μελάντεροι γίνονται; ἢ ὅτι πᾶν σηπόμενον μελάντερον γίνεται, πλὴν εὐρῶτος; τοῦτο δ’ ἐστὶ γῆρας καὶ σαπρότης. ἔτι ἐπειδὴ τὸ αἷμα ξηραινόμενον μελάντερον γίνεται, εἰκότως ἂν μελάντεροι εἶεν οἱ πρεσβύτεροι· τοῦτο γάρ ἐστι τὸ χρῷζον ἡμῶν τὰ σώματα φυσικῶς.
Διὰ τί περὶ τὴν τῶν σίτων ἐργασίαν, οἱ μὲν περὶ τὰς κριθὰς ἄχροοι γίνονται καὶ καταρροϊκοί, οἱ δὲ περὶ τοὺς πυροὺς εὐεκτικοί; ἢ διότι εὐπεπτότερος ὁ πυρὸς τῆς κριθῆς, ὥστε καὶ αἱ ἀπόρροιαι;
Διὰ τί ὁ μὲν ἥλιος τὸ μὲν ἔλαιον λευκαίνει, τὴν δὲ σάρκα μελαίνει; ἢ ὅτι τοῦ μὲν ἐλαίου ἀπάγει τὸ γεῶδες; τοῦτο δὲ ἦν τὸ μέλαν, ὥσπερ τὸ γεῶδες τοῦ οἴνου. τὴν δὲ σάρκα μελαίνει, ὅτι κάει· τὸ γὰρ γεῶδες καόμενον ἅπαν γίνεται μέλαν.