Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts section.
Ἐν δὲ τῷ Ἰσσικῷ κόλπῳ καὶ περὶ Ῥωσσὸν Συριάνδος· πνεῖ δὲ ἀπὸ τῶν Συρίων πυλῶν, ἃς διέστηκεν ὅ τε Ταῦρος καὶ Ταυρόσια ὄρη. Ἐν δὲ τῷ Τριπολιτικῷ κόλπῳ Μαρσεύς, ἀπὸ Μάρσου κώμης. Ἐν δὲ Προκοννήσῳ καὶ ἐν Τέῳ καὶ ἐν Κρήτῃ καὶ Εὐβοίᾳ καὶ Κυρήνῃ Ἑλλησποντίας.
Μάλιστα δὲ ἐνοχλεῖ τόν τε τῆς Εὐβοίας Καφηρέα καὶ τὸν Κυρηναῖον λιμένα, καλούμενον δὲ Ἀπολλωνίαν· πνεῖ δὲ ἀφʼ Ἑλλησπόντου. Ἐν δὲ Σινώπῃ
Εὖρος. Οὖτος ἐν μὲν Αἰγαῖς τας κατὰ Συρίαν Σκοπελεὺς καλεῖται ἀπὸ τοῦ Ῥωσίων σκοπέλου, ἐν δὲ Κυρήνη Καρβας ἀπὸ τῶν Καρβανῶν τῶν κατὰ Φοινίκην· διὸ καὶ τὸν αὐτὸν Φοινικίαν καλοῦσί τινες. Εἰσὶ δὲ οἳ καὶ Ἀπηλιώτην νομίζουσιν εἶναι.
Ὀρθόνοτος. Τοῦτον οἱ μὲν Εὖρον, οἱ δὲ Ἀμνέα προσαγορεύουσιν. Νότος δὲ ὁμοίως παρὰ πᾶσι καλεῖται· τὸ δὲ ὄνομα διὰ τὸ νοσώδη εἶναι· ἔξω δὲ κάτομβρον, κατʼ ἀμφότερα δὲ νότον. Λευκόνοτος ὁμοίως· τὸ δὲ ὄνομα ἀπὸ τοῦ συμβαίνοντος· λευκαίνεται γὰρ. . . .
Δίψ, Καὶ οὗτος τὸ ὄνομα ἀπὸ Λιβύης, ὅθεν πνεῖ. Ζέφυρος. Καὶ οὗτος τόδε τὸ ὄνομα διὰ τὸ ἀφʼ ἑσπέρας πνεῖν. Ἡ δὲ ἑσπέρα . . . Ἰάπυξ. Οὗτος ἐν Τάραντι Σκυλητῖνος ἀπὸ χωρίου Σκυλαντίμου. Κατὰ δὲ οραλεοντο Φρυγίας. Ὑπὸ δέ τινων Φαραγγίτης· πνεῖ γὰρ ἔκ τινος φάραγγος τῶν κατὰ τὸ Πηγαῖον.
Παρὰ πολλοῖς δὲ Ἀργέστης. Θρᾳκίας κατὰ μὲν Θρᾴκην Στρυμονίας (πνεῖ γὰρ ἀπὸ τοῦ Στρυμόνος ποταμοῦ), κατὰ δὲ τὴν Μεγαρικὴν Σκίρρων ἀπὸ τῶν Σκιρρωνίδων πετρῶν, ἐν δὲ Ἰταλίᾳ καὶ Σικελίᾳ Κίρκας διὰ τὸ πνεῖν ἀπὸ τοῦ Κιρκαίου.
Ἐν δὲ Εὐβοίᾳ καὶ Λέσβῳ Ὀλυμπίας, τὸ δὲ ὄνομα ἀπὸ τοῦ Πιερικοῦ Ὀλύμπου· ὀχλεῖ δὲ Πυρραίους. Ὑπογέγραφα δέ σοι καὶ τὰς θέσεις αὐτῶν, ὡς κεῖνται καὶ πνέουσιν, ὑπογράψας τὸν τῆς γῆς κύκλον, ἵνα καὶ πρὸ ὀφθαλμῶν σοι τεθῶσιν.