Text encoded in accordance with the latest EpiDoc standards
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
This pointer pattern extracts chapters and sections
This pointer pattern extracts chapters
Ἀναξίμανδρος ὁ Μιλήσιος, ἀκουστὴς Θάλεω, πρῶτος ἐτόλμησε τὴν οἰκουμένην
ἐν πίνακι γρά
Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην διηγεῖσθαι
τὴν Ἑλλάδα, καὶ ταύτης Δελφοὐς, τὸν ὄμφαλον γὰρ ἔχειν τῆς γῆς. Πρῶτος δὲ
Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιον
τὸ μῆκος τοῦ πλάτους ἔχουσα. Συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ
Περιπατητικός. Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους· ὁ δὲ Ἐρατοσθένης
πλεῖον τοῦ διπλοῦ. Κράτης δὲ ὡς ἡμικύκλιον· Ἵππαρχος δὲ τραπεζοειδῆ·
Ἄλλοι οὐροειδῆ· Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονο
Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι· Λιβύης δὲ καὶ
Ἀσίας ὁ Νεῖλος, οἱ δὲ Ἰσθμὸν τὸν ἀπὸ Σαρβωνίδος λίμνης καὶ Ἀραβίου
κόλπου. Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι
Ἐκλήθησαν δὲ Ἤπειροι ἄπειροί τινες οὖσαι δι᾿ ἄγνοιαν . Ἀσία δὲ ἀπὸ τοῦ
ἄσσον εἶναι τοῖς ἀπ᾿ Εὐρώπης ἀπιοῦσι καὶ πεζῇ, καὶ νήσοις στιχηδὸν
κειμέναις, ὧν Εὐβοία, Ἄνδρος, Τῆνος, Μύκονος, Ἰκαρία, Σάμος, Μυκάλη. Ἡ
δὲ Εὐρώπη ἀπὸ τοῦ Εὔρου ὠνομάσθη. Λιβύη ὑφ᾿ Ἑλλήνων ἦν ἄγνωστος πάνυ·
ἀπὸ δὲ ἔθνους ἐπισήμου Φοινικῶς ὠνομάσθησαν
Δικαίαρχος δἐ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν, ἀλλὰ τομῇ εὐθείᾳ ἀκράτῳ, ἀπὸ στηλῶν διὰ Σαρδοῦς, Σικελίας, Πελοποννήσου, Ἰωνίας, Καρίας, Λυκίας, Παμφυλίας, Κιλικίας, καὶ Ταύρου, ἑξῆς ἕως Ἰμάου ὄρους. Τῶν τοίνυν τόπων τὸ μὲν Βόρειον, τὸ δὲ Νότιον ὀνομάζει.
Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης, ἀπὸ δὲ
Ἰσημερινῆς δύσεως Ζέφυρος, ἀπὸ δὲ μεσημβρίας Νότος, ἀπὸ δὲ ἄρκτου
Ἀπαρκτίας, ἀπὸ δὲ τροπῆς θερινῆς Καικίας. Ἑξῆς δὲ ἀπ᾿ Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης, καὶ ἀπὸ χειμερινῆς Εὖρος. Δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς Λίψ,
καὶ ἑξῆς πάλιν ἀπὸ δύσεως Ἰσημερινῆς Ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς
Ἀργέστης ἤτοι Ὀλυμπίας. εἶτα Νότος καὶ Ἀπαρκτίας ἀντιπνέοντες· γίνονται
οὖν ὀκτώ. Bernardus
Τιμοσθένης δὲ, ὁ γράψας τοὺς περίπλους, δώδεκά φησι, προστιθεὶς μέσον
Ἀπαρκτίου καὶ Καικίου Βορέαν, Εὔρου δὲ καὶ Νότου Φοίνικα τὸν καὶ
Εὐρόνοτον, μέσον δὲ Νότου καὶ Λιβὸς τὸν Λευκόνοτον ἤτοι Λιβόνοτον, μέσον
δὲ Ἀπαρκτίου καὶ Ἀργέστου Θρασκίαν, ἤτοι Κίρκιον ὑπὸ τῶν περιοίκων. Ἔθνη
δὲ οἰκεῖν τὰ πέρατα, κατ᾿ Ἀπηλιώτην Βακτριανοὺς, κατ᾿ Εὖρον Ἰνδοὺς, κατὰ
Φοίνικα Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ Νότον τὴν ὑπὲρ Αἴγυπτον
Αἰθιοπίαν, κατὰ Λευκόνοτον τοὺς ὑπὲρ Σύρτεις Γαράμαντας, κατὰ Λίβα
Αἰθίοπας καὶ δυσμικοὺς ὑπὲρ Μαυροὺς, κατὰ Ζέφυρον Στήλας καὶ ἀρχὰς
Λιβύης καὶ Εὐρώπης, κατ᾿ Ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν· κατὰ δὲ
Θρασκίαν τοὺς ὑπὲρ Θράκην Σκύθας· κατὰ δὲ Βοῤῥᾶν Πόντον, Μαιῶτιν,
Σαυρόματας· κατὰ Καικίαν Κασπίαν θάλασσαν καὶ Σάκας.
Ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵εʹ, ἡ δὲ μικρὰ σταδίων ͵αχʹ· τὸ δὲ στόμα τοῦ Ἀδρίου, ὃ καλοῦσι τινὲς Ἰώνιον πέλαγος, ἔχει διάπλουν σταδίων ͵αψʹ, ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.
Διαδέχεται τὸ Αἰγαῖον Ἑλλήσποντος, λήγων εἰς Ἄβυδον καὶ Σηστόν, εἶτα ἡ
Προποντὶς λήγει εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενὰ, ἀφ᾿ ὧν ὁ
Πόντος ἄρχεται· εἶτα ἡ Μαιῶτις λίμνη. Πάλιν δὲ ἀπ᾿ ἀρχῆς Εὐρώπης καὶ
Λιβύης, Ἰβηρικὸν τὸ ἀπὸ Στηλῶν εἰς Πυρήνην τὸ ὄρος· Λιγυστικὸν δὲ τὸ ἕως
τῶν τῆς Τυῤῥηνίας περάτων· Σαρδῶον δὲ τὸ ὑπὲρ Σαρδὼ, νεῦον πρὸς Λιβύην
κάτω· Τυῤῥηνικὸν δὲ τὸ μέχρι Σικελίας ἀρχόμενον ἀπὸ τῶν Λιγυστικῆς
ἄκρων. εἶτα Λιβυκὸν, εἶτα Κρητικὸν καὶ Σικελικὸν, καὶ Ἰώνιον, καὶ
Ἀδριατικὸν ἀνακεχυμένον ἐκ τοῦ Σικελικοῦ πελάγους, ὃν
Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους, ἀπὸ Τανάϊδος ποταμοῦ ἐκβολῶν ἕως Ἡρακλείων στηλῶν, σταδίων μυριάδων ἓξ καὶ ͵θψθʹ· τῆς δὲ Λιβύης ἀπὸ Τίγγιος ἕως στόματος Κανωβικοῦ σταδίων μυριάδων δύο καὶ ͵θσνβʹ. τῆς δὲ Ἀσίας, ἀπὸ Κανώβου ἕως Τανάϊδος ποταμοῦ μετὰ τῶν κόλπων, ὁ παράπλους σταδίων μυριάδων δʹ καὶ ριαʹ. ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ᾿ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγʹ καὶ ͵θοβʹ. συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων ͵θʹ. τὸ δὲ στόμα ὁ Κιμμέριος Βόσπορος σταδίων οηʹ.
ὁ δὲ Πόντος σταδίων δισμυρίων ͵γπγʹ. ὁ δὲ Θράκιος Βόσπορος τὰ στενὰ, ὅπη
Δαρεῖος
Ἡ δὲ Περσικὴ Θάλασσα κυκλοτερὴς οὖσα, συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας, περίμετρον ἔχει μυριάδων δύο σταδίων. Ἔστι δὲ τὸ μεταξὺ Ἀραβίας καὶ Καρμανίας στόμα σταδίων υʹ.
Ἡ δὲ Ὑρκανία, ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους δʹ.
Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀφ᾽ Ἡρώων πόλεως
παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος, τῆς ἐπὶ θήρας, σταδίων ͵θʹ͵
τὸ μῆκος. Τὰ δὲ κατὰ Δείρην στενὰ σταδίων ξʹ. ἔνθεν ἑξῆς πλοῦς σταδίων
͵ϛφʹ. τὸ δὲ λοιπὸν οὐ πλεῖται παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ᾽Ωκεανοῦ
σταδίων ηʹ. τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπ᾿ Ἐλανίτου μυχοῦ σταδίων
μυριάδων ͵Δʹ. αὐτὴ δὲ ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν κα
Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ. καὶ ͵ηφμθʹ. οὕτως. Ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ. καὶ ͵αψκεʹ. οὕτως. Ἀπὸ Γάγγου ἐπ' ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛʹ. Ἀπ' Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων ͵ετʹ. ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ. εἰς Μυρίανδρον σταδίων τοϛʹ.
Ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκʹ. οὕτως. Ἀπὸ
Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου στάδια ͵αυʹ. ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον
στάδια ͵γτʹ. ἐπὶ δὲ Χελιδωνίας διὰ Παμφυλίου πελάγους
Καὶ ἄλλως. Ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων δʹ. καὶ ͵ατνʹ. Ἀπ'
Εὐφράτου εἰς Μάζακα Καππαδόκων στάδια ͵βφνʹ. Ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας
τῆς παρορίας καὶ μεγάλης Καρίας ἕως Ἐφέσου στάδιοι ͵γτκʹ. Ὁμοῦ ἀπὸ
Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδως δʹ. καὶ ζσκʹ. Ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον
διὰ τοῦ Αἰγαίου στάδια ͵αχʹ. ἐπ' Ἰσθμὸν στάδια ͵αψʹ. ἀπ' Ἰσθμοῦ διὰ
Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ. ἐπὶ Λευκάδα στάδια ψʹ. ἐπὶ
Κορκύραν στάδια ψʹ. ἐπ' Ἀκροκεραύνια ὄρη στάδια ͵αξʹ. ἐπὶ Βρεντήσιον
στάδια ψ. Ἀπὸ Βρεντησίου πεζῇ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ. Ἀπὸ Ῥώμης
ἐπὶ τὰς Ἄλπεις
Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ τὴν Μερόην
σταδίων ͵ηʹ. Ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων ͵αʹ. Ἀπὸ δὲ
Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων ͵ηνϛʹ. Τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ
Τανάϊδος ἀγνοεῖται εἰς Βοῤῥᾶν. Οὕτως. Ἀπ' Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου
στάδια ͵δφʹ. Ἐπὶ τὸ Θοάντιον δεξιὸν παραπλέοντι Ῥόδον στάδια υʹ. Ἐπὶ
Tῆλον στάδια φξʹ. Ἐπὶ Λακτῆρα τῆς Κώας στάδια τκʹ. Ἐπὶ Δρέπανον Κώας
στάδια ρʹ. Ἐπ' Ἀρκίτην νῆσον στάδια σλʹ. Ἐπὶ Κορσίας ρʹ.
Καὶ ἄλλως ἀπὸ Ῥόδου, εἰς Κνίδον στάδια ψʹ. Εἰς Κῶ στάδια σʹ. Εἰς Σάμον στάδια ωʹ. Εἰς Χίον στάδια ψνʹ. Εἰς Μιτυλήνην στάδια φκʹ. Εἰς Τένεδον στάδια τνʹ. Εἰς Σίγειον ρʹ. Ἐπὶ τὸ στόμα Πόντου ͵βφʹ. Ἐπὶ Κάραμβιν στάδια ͵βωʹ. Εἰς στόμα Μαιώτιδος ͵βφʹ. Ἐπὶ Τάναϊν ποταμὸν ͵βσʹ. Ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάϊδος στάδιων μυρίων ͵ηχηʹ.
Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ' ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρ'
Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων
ρηʹ.
Κέρκινα νῆσος μῆκος ἔχει στάδια οʹ. πλάτος δ' ὅπου δὲ στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θήνης, ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. Τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινίτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ. πλάτος δὲ στάδια κεʹ.
ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγιτίδος ὁ διάπλους στάδια χʹ. ὅσον τῆς μικρᾶς Σύρτιδος λέγεται τὸ στόμα. Ἡ δὲ Μῆνιγξ μῆκος σταδίων χʹ. πλάτος σταδίων ρπʹ. Μεγάλαι δ' εἰσὶν περὶ αὐτὴν παλίῤῥοιαι.
Κεφαλληνία νῆσος τετράπολις, μῆκος σταδίων υʹ. Εἰσὶ δὲ καὶ ἐν τῷ Ἀδρίᾳ
νῆσοι παρὰ τὴν Ἰλλυρίδα, ὧν
Πελοπονήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια ͵ηχκζʹ.
χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια ͵δʹ. Μῆκος δὲ ἀπὸ Μαλέας
ἕως Αἰγαίου στάδια ͵αυʹ. Ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου, κόλποις
μεγάλοις τεμνομένη. Συνάγεται μὲν εἰς τὸν Κορίνθιον Ἰσθμὸν, πλάτος
σταδίων μʹ. Ἀπὸ τοῦ Κορινθίου κόλπου καὶ Σαρωνικοῦ ἐπὶ τὸ Σκύλλαιον
ἄκρον ἐξ εὐωνύμων ἔνθα πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος ἱερά. Εἶτα ὁ
Ἑρμιονικὸς κόλπος. Ἑξῆς δὲ ὁ Ἀργολικὸς κόλπος μέχρι Μαλέας ἄκρου, ὃ πολὺ
προπέπτωκεν εἰς πέλαγος. Ἑξῆς δὲ μετὰ Μαλέαν Λακωνικὸς κόλπος ἕως
Ταινάρου ἐκ δεξιῶν, ὃς περιορίζει ἐξ εὐωνύμων τὸν Μεσσενιακὸν κόλπον, οὗ
ἐκ δεξιῶν Ἀκρίτας ἄκρα. Εἶτα προπέπτωκεν ἄκρον Ἰχθὺς, καθ' ὃν κεῖται
Ζάκυνθος, καὶ ἕτερον ὁ Χελωνάτας. τελευταῖον δὲ ἄκρον Ἄραξος
ἀντιπρόσωπον Ἀκαρνανίᾳ. μεθ' ὃν ὁ Κορινθιακὸς ἀναχεῖται κόλπος, ζʹ
σταδίων συγκλει
Αἴγινα νῆσος προμήκης στάδια ρξʹ. ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ. Ἡ Κείος ρκʹ. Τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία. Ἐκ δεξιῶν δὲ αἱ Σποράδες. ἡ δὲ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται· παρατείνει δὲ Βοιωτίδα, Φωκίδα, Λοκροὺς, ἐκ δὲ θατέρου ἐπί πόσον καὶ τῇ Ἀττικῇ. Ἔστι γὰρ μακρὰ, διὸ Μάκρις ὠνομάσθη, μῆκος σταδίων ͵αψʹ.
Ἡ δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ· περίμετρος δὲ αὐτῆς σταδίων
͵δρʹ. μῆκος ͵βτʹ. κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ
Λακωνικῆς. Κύπρος βύρσῃ τὸ σχῆμα ὁμοῖα, περίπλους στάδια ͵γυκʹ. μῆκος δὲ
͵ατʹ. Ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα Βορέου σταδίων ͵γωʹ. Ῥόδου
περίμετρος στάδια ͵ατʹ.