Text encoded in accordance with the latest EpiDoc standards
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
This pointer pattern extracts chapters and sections
This pointer pattern extracts chapters
Ἀναξίμανδρος ὁ Μιλήσιος ἀκουστὴς Θάλεω πρῶτος ἀπετόλμησε τὴν οἰκουμένην
ἐν πίνακι γράψαι, μεθ’ ὅν Ἑκαταῖος
Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην δ’ ἡγεῖσθαι
τὴν Ἑλλάδα καὶ ταύτης Δελφούς· τὸν ὀμφαλὸν γὰρ ἔχειν τῆς γῆς. πρῶτος δὲ
Δημόκριτος πολύπειρος ἀνὴρ συνεῖδεν ὅτι προμήκης ἐστὶν ἡ γῆ ἡμιόλιον τὸ
μῆκος τοῦ πλάτους ἔχουσα. συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ περιπατητικός.
Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους, ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ
διπλοῦ, Κράτης δὲ ὡς ἡμικύκλιον, Ἵππαρχος δὲ τραπεζοειδῆ, ἄλλοι
Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι, Λιβύης δὲ καὶ Ἀσίας ὁ Νεῖλος· οἱ δ’ ἰσθμὸν τὸν ἀπὸ Σερβωνίδος λίμνης καὶ Ἀραβίου κόλπου· Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι Φᾶσιν ποταμὸν καὶ τὸν ἕως Κασπίας ἰσθμόν, οἱ δ’ ὕστερον νεώτεροι Μαιῶτιν λίμνην καὶ Τάναϊν ποταμόν.
Ἐκλήθησαν δ’ ἤπειροι ἄπειροί τινες οὖσαι δι’ ἄγνοιαν· Ἀσία δ’ ἀπὸ τοῦ ἆσσον ἰέναι τοῖς ἀπ’ Εὐρώπης ἀπιοῦσι καὶ πεζῆ καὶ νήσοις στιχηδὸν κειμέναις· Εὔβοια Ἄνδρος Τῆνος Μύκονος Ἰκαρία Σάμος Μυκάλη· ἡ δὲ Εὐρώπη ἀπὸ τοῦ εὔρους ὠνομάσθη· Λιβύη δ’ ὑφ’ Ἑλλήνων ἦν ἄγνωστος πάνυ, ἀπὸ δὲ ἔθνους ἐπισήμου ✝Φοίνικες ὠνομάσθησαν πλέοντες· ὠκεανὸς δὲ διὰ τὸ ὠκέως ἀνύειν κύκλῳ τὴν γῆν.
Δικαίαρχος δ’ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν ἀλλὰ τομῇ εὐθείᾳ εὐκράτῳ ἀπὸ Στηλῶν διὰ Σαρδοῦς Σικελίας Πελοποννήσου Ἰωνίας Καρίας Λυκίας Παμφυλίας Κιλικίας καὶ Ταύρου ἑξῆς ἕως Ἰμάου ὄρους· τῶν τοίνυν τόπων τὸ μὲν βόρειον τὸ δὲ νότιον ὀνομάζει.
Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης, ἀπὸ δὲ
ἰσημερινῆς δύσεως ζέφυρος, ἀπὸ δὲ μεσημβρίας νότος, ἀπὸ δὲ ἄρκτου
ἀπαρκτίας· ἀπὸ δὲ τροπῆς θερινῆς καικίας, ἑξῆς δὲ ἀπὸ ἰσημερινῆς
ἀνατολῆς ἀπηλιώτης καὶ ἀπὸ χειμερινῆς εὖρος· δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως
χειμερινῆς λίψ, καὶ ἑξῆς πάλιν ἀπὸ δύσεως ἰσημερινῆς ζέφυρος, ἀπὸ δὲ
δύσεως θερινῆς ἀργέστης ἤτοι Ὀλυμπίας
Τιμοσθένης δὲ ὁ γράψας τοὺς περίπλους δώδεκά φησι προστιθεὶς μέσον
ἀπαρκτίου καὶ καικίου βορέαν, εὔρου δὲ καὶ νότου φοίνικα τὸν καὶ
εὐρόνοτον, μέσον δὲ νότου καὶ λιβὸς τὸν λευκόνοτον ἤτοι λιβόνοτον, μέσον
δὲ ἀπαρκτίου καὶ ἀργέστου θρασκίαν ἤτοι κίρκιον ὑπὸ τῶν περιοίκων
καὶ δυσμικοὺς ὑπὲρ Μαύρους, κατὰ ζέφυρον Στήλας καὶ ἀρχὰς Λιβύης καὶ
Εὐρώπης, κατὰ ἀργέστην Ἰβηρίαν τὴν νῦν Ἱσπανίαν, κατὰ δὲ θρασκίαν δὲ βορρᾶν Πόντον Μαιῶτιν Σαρμάτας, κατὰ καικίαν Κασπίαν
θάλασσαν καὶ Σάκας.
ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵ε, ἡ δὲ μικρὰ σταδίων ͵αχ. τὸ δὲ στόμα
τοῦ Ἀδρίου ὃ καλοῦσί τινες Ἰόνιον πέλαγος ἔχει διάπλουν σταδίων ͵αψ ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ
Κεραύνια ὄρη τῆς Ἠπείρου.
διαδέχεται τὸ Αἰγαῖον
Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους ἀπὸ Τανάιδος ποταμοῦ ἐκβολῶν ἕως
Ἡρακλείων στηλῶν σταδίων μυριάδων ἓξ καὶ ͵θψθ, τῆς δὲ Λιβύης ἀπὸ Τιγγὸς
ἕως στόματος Κανωβικοῦ σταδίων μυριάδων δύο καὶ ͵θσνβ, τῆς δ’ Ἀσίας ἀπὸ
Κανώβου ἕως Τανάιδος ποταμοῦ μετὰ τῶν κόλπων ὁ παράπλους σταδίων
μυριάδων δ καὶ ρια. ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ’ ἡμᾶς οἰκουμένης
σταδίων μυριάδων ιγ καὶ, ͵θοβ συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς
περίμετρος σταδίων ͵θ, ο
ὁ δὲ Πόντος σταδίων ͵γτν· ὁ δὲ Θράκιος Βόσπορος τὰ στενὰ ὅπῃ Δαρεῖος ἔζευξεν ἐπὶ Σκύθας τὴν σχεδίαν σταδίων ἕξ.
Ἡ δὲ Περσικὴ θάλασσα κυκλοτερὴς οὖσα συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας περίμετρον ἔχει μυριάδων δύο σταδίων· ἔστι δὲ τὸ μεταξὺ στόμα Ἀραβίας καὶ Καρμανίας σταδίων υ.
Ἡ δὲ Ὑρκανία ἤτοι Κασπία θάλασσα μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ
προμήκης, ἐστὶ σταδίων δισμυρίων δισχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ δίαρμα σταδίους ͵α.
Ὁ δὲ Ἀράβιος κόλπος στενὸς ὢν καὶ προμήκης ἄρχεται ἀπὸ Ἡρώων πολίτου
μυχοῦ παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος τῆς ἐπὶ θήρας σταδίων
͵θ τὸ μῆκος,
[τὰ δὲ κατὰ Δειρὴν στενὰ σταδίων ξ]
Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛ καὶ
͵ηφμε οὕτως· ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ
σταδίων μυριάδων τεσσάρων καὶ χιλίων ψκε οὕτως· ἀπὸ Γάγγου ἐπὶ ἐκβολὰς
Ἰνδοῦ ποταμοῦ σταδίων δισ
μυρίων ͵ϛ, ἀπὸ Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων πεντακισχιλίων τριακοσίων,
ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων ν, εἰς Μυρίανδρον σταδίων τοε,
ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκ οὕτως· ἀπὸ
Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου σταδίων χιλίων τετρακοσίων, ἐπὶ Ἀκάμαντα
τὸ ἀκρωτήριον στάδιοι ͵ατ, ἐπὶ δὲ Χελιδονίας διὰ Παμφυλίου πελάγους
στάδια ͵α↑, εἰς Πάταρα στάδια ω, ὠς εἰς ῾Ρόδον
στάδια ψ, εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου στάδια ✝ρμ, ἐπὶ Ταίναρον στάδια
͵α↑ν, ἐπὶ Πάχυνον Σικελίας στάδια ͵δ, ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους
στάδια ͵αφκ, ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια ͵αω,
ἐπὶ Γάδειρα ὑπερπλεύ
καὶ ἄλλως· ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων τεσσάρων καὶ χιλίων
τν, ἀπὸ Εὐφράτου εἰς Μάζακα Καππαδοκῶν στάδια ͵α↑ν, ἀπὸ δὲ Μαζάκων διὰ
Φρυγίας τῆς παρορίου καὶ μεγάλης
Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ Μερόην σταδίων
͵ε, ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων ͵α
, ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων ✝͵ανϛ (τὰ γὰρ ἄνω τῶν ἐκβολῶν
τοῦ Τανάιδος ἀγνοεῖται εἰς βορρᾶν) οὕτως· ἀπὸ Ἀλεξανδρείας εἰς Λίνδον
Ῥόδου στάδια ͵δφ, ἐπὶ τὸ Θοάντιον δεξιὸν παραπλέοντι ῾Ρόδον στάδια υ,
ἐπὶ Τῆλον στάδια ρξ, ἐπὶ Λακτῆρα τῆς Κῴας στάδια ρκ, ἐπὶ Δρέπανον Κῴας
στάδια ρ, ἐπὶ Ἀρκίτιν νῆσον στάδια σλ, ἐπὶ Κορσίας ρ, ἐπὶ Σαμίων Ἄμπελον
στάδια λ, ἐπὶ τὸ ✝Αἰγαῖον Ἄργεννον διὰ τοῦ Αἰγαίου στάδια φ, ἐπὶ τὸ
Ἐρυθραῖον Κορυναῖον στάδια σο, ἐπὶ Φλίον ἄκρον Χίου στάδια ν, ἐπὶ
Μελανέα ἄκρον Λέσβου στάδια υν, ἐπὶ Σίγριον Λέσβου στάδια φ, εἰς Τένεδον
νῆσον στάδια υν, εἰς Σίγειον στάδια ρ, ἐπὶ στόμα Πόντου στάδια ͵βφ, ἐπὶ
Κάραμβιν στάδια ͵βω, ἐπὶ στόμα Μαιώτιδος στάδια ͵βφ, ἐπὶ Τάναϊν στάδια
͵βσ.
ἄλλως, ἀπὸ πόλεως εἰς πόλιν, ἀπὸ Ἀλεξανδρείας εἰς Ῥόδον στάδια ͵δχο, εἰς
Κνίδον στάδια ψ, εἰς Κῶ στάδια σ, εἰς Σάμον στάδια ω, εἰς Χίον στάδια
ψν, εἰς
Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ’ ἡμᾶς νήσων τὰς περιμέτρους λαβόντες παρὰ Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρκ, πλάτος σταδίων ιϛ· ὁ δὲ καθ’ ῾Ηρακλείους στήλας πορθμὸς στενότατός ἐστι σταδίων π· ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι Πιτυοῦσσαι ἡ μείζων καὶ οἰκουμένη σταδίων τ μῆκος, ἡ δὲ ἐλάττων σταδίων ρ· τῶν δὲ Γυμνασίων ἃς Καρχηδόνιοι Βαλιαρίας καλοῦσιν (οἱ γὰρ σφενδονηταὶ οὕτω καλοῦνται οἱ Βαλιαρεῖς) ἡ μείζων μῆκος σταδίων ͵ασ, πλάτος σταδίων υ, ἡ ἐλάττων σταδίων τ. αἱ δὲ Στοιχάδες αἱ φερώνυμοι ἑξῆς ἐπ’ εὐθείας κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων αἱ μὲν μείζους τρεῖς δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. ἡ δὲ Σαρδὼ ἔχει σχῆμα ὡς ποδὸς ἴχνος μεσόκοιλος τὸ μῆκος ͵βσ· Κύρνος ἐγγὺς Σαρδοῦς πολλῷ δὲ ἀγενεστέρα ἔλαττον ἢ ἥμισυ τοῦ Σαρδοῦς μήκους ἔχει· ἀφετήριον δ’ εἰς Σαρδὼ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας, τὸ δὲ δίαρμα σταδίων ͵ασ. τῆς Σιλεκίας κατὰ Τιμοσθένην περίμετρος σταδίων ͵δψμ, σχῆμα τρίγωνον σκαληνοειδές, δίαρμα δ’ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιβ πορθμῷ· πλευρὰ νήσου ἀπὸ Πελώρου εἰς Πάχυνον στάδια ͵ατξ, ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια ͵αχ· κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια ͵αφ· ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια ͵αφ.
Κέρκινα νῆσος μῆκος
ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγῖτιν ὁ διάπλους στάδια χ, ὅσον
τῆς μικρᾶς λέγεται Σύρτιδος τὸ στόμα, ἡ δὲ Μῆνιγξ μῆκος σταδίων χ πλάτος
σταδίων ρπ, μεγάλαι δ’ εἰσὶ περὶ
Κεφαλληνία νῆσος τετράπολις μῆκος σταδίων υ. εἴσι δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα ὧν ἐπισημότεραι Ἴσση καὶ ἡ μέλαινα Κόρκυρα καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.
Πελοποννήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια ͵εχκζ,
χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια ͵δ· μῆκος δὲ ἀπὸ Μαλέας ἕως
Αἰγίου στάδια ͵αυ· ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου κόλποις μεγάλοις
τεμνομένη· συνάγεται μὲν εἰς τὸν Κορινθίων ἰσθμὸν πλάτος σταδίων μ ἀπὸ
τοῦ Κορινθίου κόλπου καὶ Σαρωνικοῦ
Αἴγινα νῆσος προμήκης στάδια ρξ ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς· Σαλαμὶς μῆκος σταδ. ο· ἡ Κεία ρκ. τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία· ἐκ δεξιῶν δ’ αἱ Σποράδες. ἡ δ’ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται, παρατείνει δὲ Βοιωτίδα Φωκίδα Λοκρούς, ἐκ δὲ θατέρου ἐπί ποσον καὶ τῇ Ἀττικῇ, ἔστι γὰρ μακρά, διὸ Μάκρις ὠνομάσθη· μῆκος σταδίων ͵αψ.
ἡ δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ, περίμετρος δὲ αὐτῆς σταδίων ͵δρ μῆκος ͵βτ, κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ Λακωνικῆς. Κύπρος βύρσῃ τὸ σχῆμα ὁμοία, περίπλους στάδια ͵γυκ, μῆκος δὲ ͵ατ· ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα βορέου σταδίων ͵γω. ῾Ρόδου περίμετρος στάδια ͵ατ. Κῶ περίμετρος στάδια φν. Σάμος στάδια χλ. Ἰκαρία δέ ἐστι μακρὰ τραχεῖα, μῆκος σταδίων τ. Χίου περίμετρος στάδια χξ. Λέσβου περίμετρος στάδ. ͵αρ.