Text encoded in accordance with the latest EpiDoc standards
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture.
This pointer pattern extracts chapters and sections
This pointer pattern extracts chapters
Ἀναξίμανδρος ὁ Μιλήσιος, ἀκουστὴς Θάλεω, πρῶτος ἐτόλμησε τὴν οἰκουμένην
ἐν πίνακι γράψαι. Μεθ᾿ ὃν Ἑκαταῖος ὁ Μιλήσιος, ἀνὴρ πολυπλανὴς,
Οἱ μὲν οὖν παλαιοὶ τὴν οἰκουμένην ἔγραφον στρογγύλην, μέσην διηγεῖσθαι
τὴν Ἑλλάδα, καὶ ταύτης Δελφοὺς, τὸν ὄμφαλον γὰρ ἔχειν τῆς γῆς. Πρῶτος δὲ
Δημόκριτος πολύπειρος ἀνὴρ συνῇδεν, ὅτι προμήκης ἐστὶν ἡ γῆ, ἡμιόλιος τὸ
μῆκος τοῦ πλάτους ἔχουσα. Συνῄνεσε τούτῳ καὶ Δικαίαρχος ὁ Περιπατητικός.
Εὔδοξος δὲ τὸ μῆκος διπλοῦν τοῦ πλάτους. ὁ δὲ Ἐρατοσθένης πλεῖον τοῦ
διπλοῦ. Κράτης δὲ ὡς ἡμικύκλιον. Ἵππαρχος δὲ τραπεζοειδῆ. Ἄλλοι
οὐροειδῆ. Ποσειδώνιος δὲ ὁ Στωϊκὸς σφενδονοειδῆ καὶ μεσοπλατὸν ἀπὸ Νότου
εἰς Βοῤῥᾶν, στενὴν πρὸς Ἑὼ καὶ Δύσιν, τὰ πρὸς Εὖρον δ᾿ ὁμοίως πλατύτερα
πρὸς τὴν Ἰνδικήν.
Ὅροι ἠπείρων· Εὐρώπης μὲν καὶ Λιβύης αἱ Ἡρακλέους στῆλαι· Λιβύης δὲ καὶ
Ἀσίας ὁ Νεῖλος, οἱ δὲ Ἰσθμὸν τὸν ἀπὸ Σαρβωνίδος λίμνης καὶ Ἀραβίου
κόλπου. Ἀσίας δὲ καὶ Εὐρώπης οἱ μὲν ἀρχαῖοι
Ἐκλήθησαν δὲ Ἤπειροι ἄπειροί τινες οὖσαι δι᾿
Δικαίαρχος δἐ ὁρίζει τὴν γῆν οὐχ ὕδασιν, ἀλλὰ τομῇ εὐθείᾳ ἀκράτῳ, ἀπὸ
στηλῶν διὰ Σαρδοῦς, Σικελίας, Πελοποννήσου, Ἰωνίας, Καρίας, Λυκίας,
Παμφυλίας, Κιλικίας καὶ
Ἄνεμοι δὲ πνέουσιν ἀπὸ μὲν Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης, ἀπὸ δὲ Ἰσημερινῆς δύσεως Ζέφυρος, ἀπὸ δὲ μεσημβρίας Νότος, ἀπὸ δὲ ἄρκτου Ἀπαρκτίας. Ἀπὸ δὲ τροπῆς θερινῆς Καικίας. Ἑξῆς δὲ ἀπ᾿ Ἰσημερινῆς ἀνατολῆς Ἀπηλιώτης, καὶ ἀπὸ χειμερινῆς Εὖρος. Δυσμικοὶ δὲ ἀπὸ μὲν δύσεως χειμερινῆς Λίψ, καὶ ἑξῆς πάλιν ἀπὸ δύσεως Ἰσημερινῆς Ζέφυρος, ἀπὸ δὲ δύσεως θερινῆς Ἀργέστης ἤτοι Ὀλυμπίας. εἶτα Νότος καὶ Ἀπαρκτίας ἀντιπνέοντες· γίνονται οὖν ὀκτώ.
Τιμοσθένης δὲ, ὁ γράψας τοὺς περίπλους, δώδεκά φησι, προστιθεὶς μέσον
Ἀπαρκτίου καὶ Καικίου Βορέαν, Εὔρου δὲ καὶ Νότου Φοίνικα τὸν καὶ
Εὐρόνοτον, μέσον δὲ Νότου καὶ Λιβὸς τὸν Λευκόνοτον ἤτοι Λιβόνοτον, μέσον
δὲ Ἀπαρκτίου καὶ Ἀργέστου
Θρασκίαν, ἤτοι Κίρκιον ὑπὸ τῶν περιοίκων. Ἔθνη δὲ οἰκεῖν τὰ
πέρατα κατ᾿ Ἀπηλιώτην Βακτριανοὺς, κατ᾿ Εὖρον Ἰνδοὺς, κατὰ Φοίνικα
Ἐρυθρὰν θάλασσαν καὶ Αἰθιοπίαν, κατὰ Νότον τὴν ὑπὲρ Αἴγυπτον Αἰθιοπίαν.
Ἔστι δὲ ἡ μεγάλη Σύρτις σταδίων ͵εʹ, ἡ δὲ μικρὰ σταδίων ͵αχʹ, τὸ δὲ στόμα τοῦ Ἀδρίου, ὃ καλοῦσί τινὲς Ἰώνιον πέλαγος, ἔχει διάπλουν σταδίων ͵αψʹ. ἀπὸ ἄκρας Ἰαπυγίας ἐπὶ Κεραύνια ὄρη τῆς Ἠπείρου.
Διαδέχεται τὸ Αἰγαῖον Ἑλλήσποντος, λήγων εἰς Ἄβυδον καὶ Σηστὸν, εἶτα ἡ
Προποντὶς λήγει εἰς Χαλκηδόνα καὶ Βυζάντιον, ἔνθα τὰ στενὰ, ἀφ᾿ ὧν ὁ
Πόντος ἄρχεται· Eἶτα ἡ Μαιῶτις λίμνη.
Ἔστι δὲ ὁ τῆς Εὐρώπης παράπλους, ἀπὸ Τανάϊδος ποταμοῦ ἐκβολῶν ἕως
Ἡρακλείων
στηλῶν, σταδίων μυριάδων ἓξ καὶ ͵θψθʹ. τῆς δὲ Λιβύης ἀπὸ Τίγγιος ἕως στόματος Κανωβικοῦ σταδίων μυριάδων δύο καὶ θ͵σνβʹ. τῆς δὲ Ἀσίας, ἀπὸ Κανώβου ἕως Τανάϊδος ποταμοῦ μετὰ τῶν κόλπων, ὁ παράπλους σταδίων μυριάδων δʹ καὶ ριαʹ. ὁμοῦ παράλιος σὺν κόλποις τῆς καθ᾿ ἡμᾶς οἰκουμένης σταδίων μυριάδων ιγʹ καὶ θ͵οβʹ, συμμετρουμένης τῆς Μαιώτιδος λίμνης, ἧς περίμετρος σταδίων θ͵. τὸ δὲ στόμα ὁ Κιμμέριος Βόσπορος σταδίων οηʹ.
ὁ δὲ Πόντος σταδίων δυσμυρίων Γ͵πγʹ, ὁ δὲ Θράκιος Βόσπορος τὰ στενὰ, ὅπη Δαρεῖος ἔζευξεν ἐπὶ Σκύθας τὴν σχεδίαν, σταδίων ϛʹ.
Ἡ δὲ Περσικὴ Θάλασσα κυκλοτερὴς οὖσα, συνάγουσα τὸ στόμα ἄκρῳ Καρμανίας καὶ Ἀραβίας, περίμετρον ἔχει μυριάδων δύο σταδίων. Ἔστι δὲ τὸ μεταξὺ Ἀραβίας καὶ Καρμανίας στόμα σταδίων υʹ.
Ἡ δὲ Ὑρκανία, ἤτοι Κασπία θάλασσα, μηνοειδὴς οὖσα, κατὰ δέ τινας καὶ
προμήκης, ἐστὶ σταδίων δισμυρίων διχιλίων· τοῦ δὲ στόματος ἔχει τὸ
δίαρμα σταδίους δʹ.
Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀφ᾽ Ἡρώων πόλεως
παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος, τῆς ἐπὶ θῆρας, σταδίων θʹ͵
τὸ μῆκος.
Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ
καὶ ͵ηφμθʹ οὕτως. Ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ
κόλπῳ σταδίων μυριάδων δʹ, καὶ ͵αψκεʹ. οὕτως. Ἀπὸ Γάγγου ἐπ' ἐκβολὰς
Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛʹ. Ἀπ' Ἰνδοῦ ἕως Κασπίων πύλων μυρίων ε͵τʹ, ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ, εἰς Μυρίανδρον σταδίων τοεʹ.
Ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ϛ͵ωκʹ, οὕτως. Ἀπὸ
Μυριάνδρου ἐπὶ Κλείδας Κύπρου στάδια α͵υʹ, ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον
στάδια γ͵τʹ, ἐπὶ δὲ Χελιδονίας διὰ Παμφυλίου πελάγους στάδια α͵τʹ. εἰς
Πάταρα στάδια ωʹ. ὡς εἰς ῾Ρόδον στάδια ψʹ. εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου
στάδια ρμʹ. ἐπὶ Ταίναρον στάδια ͵αυνʹ. ἐπὶ Πάχυνον Σικελίας στάδια Δ͵.
ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια α͵φκʹ. ἐπὶ δὲ Κάραλιν Σαρδοῦς
διὰ Τυρσηνικοῦ πελάγους στάδια β͵ωʹ. ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνήσιας
νήσους στάδια μύρια. Ἀπὸ Γαδείρων δὲ, διὰ ἱεροῦ ἀκρωτηρίου καὶ Ἀρτάβρων
λιμένος, στάδιοι γ͵Ϡλβʹ, ὁμοῦ γίγνονται μυριάδες ζʹ καὶ β͵υοζʹ.
Καὶ ἄλλως. Ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων δʹ καὶ α͵τνʹ. Ἀπ'
Εὐφράτου εἰς Μάζακα Καππαδόκων στάδια ͵βφνʹ. Ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας
τῆς παρορίας καὶ μεγάλης Καρίας ἕως Ἐφέσου στάδιοι ͵γτκʹ. Ὁμοῦ ἀπὸ
Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδως δʹ καὶ ζσκʹ. Ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον
διὰ τοῦ Αἰγαίου στάδια α͵χʹ. ἐπ' Ἰσθμὸν στάδια α͵ψʹ. ἀπ' Ἰσθμοῦ διὰ
Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκʹ. ἐπὶ Λευκάδα στάδια ψʹ. ἐπὶ
Κορκύραν στάδια ψʹ. ἐπ' Ἀκροκεραύνια ὄρη στάδια α͵ξʹ. ἐπὶ Βρεντήσιον
στάδια ψʹ. Ἀπὸ Βρεντησίου πεζῆ ὁδεύοντι ἕως Ῥώμης στάδια ͵βωπʹ.
Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ τὴν
Εἰς Τένεδον νῆσον στάδια υνʹ. Εἰς Σίγειον στάδια ρʹ. Ἐπὶ στόμα Πόντου στάδια β͵φʹ. Ἐπὶ Κάραμβιν στάδια β͵ωʹ. Ἐπὶ στόμα Μαιώτιδος στάδια β͵φʹ. Ἐπὶ Τάναϊν στάδια β͵χοʹ.
Καὶ ἄλλως ἀπὸ Ῥόδου, εἰς Κνίδον στάδια ψʹ. Εἰς Κῶ στάδια σʹ. Εἰς Σάμον στάδια ωʹ. Εἰς Χίον στάδια ψνʹ. Εἰς Μιτυλήνην στάδια φκʹ. Εἰς Τένεδον στάδια τνʹ. Εἰς Σίγειον ρʹ. Ἐπὶ τὸ στόμα Πόντου β͵φʹ. Ἐπὶ Κάραμβιν στάδια β͵ωʹ. Εἰς στόμα Μαιώτιδος β͵φʹ. Ἐπὶ Τάναϊν ποταμὸν β͵σʹ. Ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάϊδος σταδίων μυρίων η͵χηʹ.
Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ' ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρ'
Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων.
καθ' Ἡρακλέους στήλας πορθμὸς στενότατός ἐστι σταδίων πʹ.
δίαρμα δ᾿ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιαʹ πορθμὸν, πλευρὰ νήσου ἀπὸ πελώρου εἰς Πάχυνον στάδια α͵λζʹ. ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια α͵χʹ. κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια α͵ψʹ. ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια α͵χʹ.
Κέρκινα νῆσος μῆκος ἔχει στάδια οʹ. πλάτος δ' ὅπου στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θήνης, ἡ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. Τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινῖτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ. πλάτος δὲ στάδια κεʹ.
Ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγιτίδος ὁ διάπλους στάδια χʹ, ὅσον τῆς μικρᾶς Σύρτιδος λέγεται τὸ στόμα. Ἡ δὲ Μήνιγξ μῆκος σταδίων χʹ, πλάτος σταδίων ρπʹ. Μεγάλαι δ' εἰσὶν περὶ αὐτὴν παλίῤῥοιαι.
Κεφαλληνία νῆσος τετράπολις μῆκος σταδ. υʹ.
λαινα Κορκύρα, καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.
Πελοπονήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια η͵χκζʹ.
χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια δ͵. Μῆκος δὲ ἀπὸ Μαλέας ἕως
Αἰγαίου στάδια α͵υʹ. Ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου, κόλποις
μεγάλοις τεμνομένη. Συνάγεται μὲν εἰς τὸν Κορίνθιον Ἰσθμὸν πλάτος
σταδίων μʹ.
καρνανίᾳ. μεθ' ὃν ὁ Κορινθιακὸς ἀναχεῖται κόλπος ζʹ σταδίων, συγκλειόμενος στόματι κατὰ Τορίασον ἄκρον, ὅ ἐστι τῆς Πελοποννήσου, τὸ δ' Ἀντίῤῥιον Λοκρίδος. Ἀπὸ Ταινάρου ἐπὶ Φυκοῦντα Λιβύης τὸ δίαρμα στάδια Γ͵.
Αἴγινα νῆσος προμήκης στάδια ρξʹ ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ. Ἡ Κείος ρκʹ. Τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία. Ἐκ δεξιῶν δὲ αἱ Σποράδες. ἡ δὲ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται, παρατίνει δὲ Βοιωτίδα, Φωκίδα, Λοκροὺς, ἐκ δὲ θατέρου ἐπί πόσον καὶ τῇ Ἀττικῇ. Ἔστι γὰρ μακρὰ, διὸ Μάκρις ὠνομάσθη, μῆκος σταδίων α͵ψʹ.
Ἡ δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ· περίμετρος δὲ αὐτῆς σταδίων
δ͵ρʹ. μῆκος β͵τʹ. κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ
Λακωνικῆς.
μῆκος δὲ α͵τʹ. Ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα Βορέου
σταδίων ͵Γωʹ.