Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts sections
ἀρχὴ δὲ ποτέρα συναφή τις καὶ οἷον κοινωνία πρὸς ἄλληλα τοῖς τε νοητοῖς καὶ τοῖς τῆς
φύσεως, ἢ οὐδεμία, ἀλλ᾽ ὥσπερ ἑκάτερα κεχωρισμένα συνεργοῦντα δέ πως εἰς
εἰ μὲν γὰρ ἐν τοῖς μαθηματικοῖς μόνοις τὰ νοητὰ καθάπερ τινές φασιν, οὔτ᾽ ἄγαν εὔσημος ἡ συναφὴ τοῖς αἰσθητοῖς, οὔθ᾽ ὅλως ἀξιοχρέα φαίνεται παντός· οἷον γὰρ μεμηχανημένα δοκεῖ δι᾽ ἡμῶν εἶναι σχήματά τε καὶ μορφὰς καὶ λόγους περιτιθέντων, αὐτὰ δὲ δι᾽ αὐτῶν οὐδεμίαν ἔχειν φύσιν. εἰ δὲ μὴ οὐχ ὥστε συνάπτειν τοῖς τῆς φύσεως ὥστ᾽ ἐμποιῆσαι καθάπερ ζωὴν καὶ κίνησιν αὐτοῖς. οὐδὲ γὰρ αὐτὸς ὁ ἀριθμὸς ὅνπερ δὴ πρῶτον καὶ κυριώτατόν τινες τιθέασιν.
εἰ δὲ ἑτέρα τις οὐσία προτέρα καὶ κρείττων ἐστὶ ταύτην πειρατέον λέγειν, πότερον μία τις κατ᾽ ἀριθμὸν ἢ κατʼ εἶδος ἢ κατὰ γένος. εὐλογώτερον δ᾽ οὖν ἀρχῆς φύσιν ἔχουσαν ἐν ὀλίγοις εἶναι καὶ περιττοῖς εἰ μὴ ἄρα καὶ πρώτοις καὶ ἐν τῷ πρώτῳ. τίς δʼ οὖν αὕτη καὶ τίνες, εἰ πλείους, πειρατέον ἐμφαίνειν ἁμωσγέπως εἴτε κατ᾽ ἀναλογίαν εἴτε κατʼ ἄλλην ὁμοίωσιν. ἀνάγκη δʼ ἴσως δυνάμει τινὶ καὶ ὑπεροχῇ τῶν ἄλλων λαμβάνειν ὥσπερ ἂν εἰ τὸν θεόν· θεία γὰρ ἡ πάντων ἀρχὴ διʼ ἧς ἅπαντα καὶ ἔστι καὶ διαμένει. τάχα μὲν οὖν ῥᾴδιον τὸ οὕτως ἀποδοῦναι, χαλεπὸν δὲ σαφεστέρως ἢ πειστικωτέρως.
τοιαύτης δʼ οὔσης τῆς ἀρχῆς ἐπείπερ συνάπτει τοῖς αἰσθητοῖς ἡ δὲ φύσις ὡς ἁπλῶς
εἰπεῖν ἐν κινήσει καὶ τοῦτʼ αὐτῆς τὸ ἴδιον, δῆλον ὡς αἰτίαν θετέον ταύτην τῆς κινήσεως·
ἐπεὶ δʼ ἀκίνητος καθʼ αὐτὴν φανερὸν ὡς οὐκ ἂν εἴη τῷ κινεῖσθαι τοῖς τῆς φύσεως αἰτία
ἀλλὰ λοιπὸν ἄλλῃ τινὶ δυνάμει κρείττονι καὶ προτέρᾳ· τοιαύτη δʼ ἡ τοῦ ὀρεκτοῦ φύσις, ἀφʼ
ἧς ἡ κυκλικὴ ἡ συνεχὴς
μέχρι μὲν δὴ τούτων οἷον ἄρτιος ὁ λόγος ἀρχήν τε ποιῶν μίαν πάντων καὶ τὴν ἐνέργειαν καὶ τὴν οὐσίαν αποδιδούς, ἔτι δὲ μὴ διαιρετὸν μηδὲ ποσόν τι λέγων ἀλλ᾽ ἁπλῶς ἐξαίρων εἰς κρείττω τινὰ μερίδα καὶ θειοτέραν οὕτω γὰρ μᾶλλον ἀποδοτέον ἢ τὸ διαιρετὸν καὶ μεριστὸν ἀραιρετέον· ἅμα γὰρ ἐν ὑψηλοτέρῳ τε καὶ ἀληθινωτέρῳ λόγῳ τοῖς λέγουσιν ἡ ἀπόφασις.
τὸ δὲ μετὰ ταῦτ᾽ ἤδη λόγου δεῖται πλείονος περὶ τῆς ἐφέσεως, ποία καὶ τίνων. ἐπειδὴ πλείω τὰ κυκλικὰ καὶ αἱ φοραὶ τρόπον τινὰ ὑπεναντίαι, καὶ τὸ ἀνήνυτον καὶ οὗ χάριν ἀφανές. εἴτε γὰρ ἓν τὸ κινοῦν, ἄτοπον τὸ μὴ πάντα τὴν αὐτήν· εἴτε καθ᾽ ἕκαστον ἕτερον αἵ τ᾽ ἀρχαὶ πλείους ὥστε τὸ σύμφωνον αὐτῶν εἰς ὄρεξιν ἰόνκ τῶν τὴν ἀρίστην οὐδαμῶς φανερόν.
τὸ δὲ κατὰ τὸ πλῆθος τῶν σφαιρῶν τῆς αἰτίας μείζονα ζητεῖ λόγον· οὐ γὰρ ὅ γε τῶν ἀστρολόγων. ἄπορον δὲ καὶ πῶς ποτὲ φυσικὴν ὄρεξιν ἐχόντων οὐ τὴν ἠρεμίαν διώκουσιν ἀλλὰ τὴν κίνησιν. τί οὖν ἅμα τῇ μιμήσει φασὶν ἐκεῖνο ὅσοι τε τὸ ἓν καὶ ὅσοι τοὺς ἀριθμοὺς λέγουσιν; καὶ γὰρ αὐτοὶ τούς ἀριθμούς φασι τὸ ἕν. εἰ δὴ ἔφεσις, ἄλλως τε καὶ τοῦ ἀρίστου, μετὰ ψυχῆς. εἰ μή τις λέγοι καθ᾽ ὁμοιότητα καὶ διαφορὰν ἔμψυχα εἶναι τὰ κινούμενα. ψυχὴ δ᾽ ἅμα δοκεῖ καὶ κίνησις ὑπάρχειν ζωὴ γὰρ τοῖς ἔχουσιν, ἀφ᾽ ἧς καὶ αἱ ὁρέξεις πρὸς ἕκαστον, ὥσπερ καὶ τοῖς ζώοις, ἐπεὶ καὶ αἱ αἰσθήσεις καίπερ ἐν τῷ πάσχειν οὖσαι δι᾽ ἑτέρων ὅμως ἔμψυχοι γίγνονται.
εἰ δ᾽ οὖν τῆς κυκλικῆς αἴτιον τὸ πρῶτον οὐ τῆς ἀρίστης ἂν εἴη· κρείττων γὰρ ἡ τῆς ψυχῆς
καὶ πρώτη δὴ καὶ μάλιστα ἡ τῆς διανοίας ἀφ᾽ ἧς καὶ ἡ ὄρεξις. τάχα δὲ καὶ τοῦτ᾽ ἄν τις
ἐπιζητήσειε αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾽ αὐτῇ τε θαλάσσῃ.
ἀλλὰ λοιπὸν ὥσπερ
ἄδεκτόν τι καὶ ἀσύνθετον εἶναι.
τάχα δὲ πρότερον ζητήσειεν ἄν τις πῶς ἔχει, πότερα μέρη ταῦτα ἢ οὐ μέρη τοῦ οὐρανοῦ, καὶ εἰ μέρη, πῶς μέρη. νῦν γὰρ οἷον ἀπεωσμένα τῶν ἐντιμοτάτων οὐ μόνον κατὰ τὰς χώρας ἀλλὰ καὶ κατὰ τὴν ἐνέργειαν, εἴπερ ἡ κυκλικὴ τοιαύ1η. συμβαίνει γὰρ οἷον κατὰ συμβεβηκὸς ὑπὸ τῆς κυκλικῆς περιφορᾶς καὶ εἰς τοὺς τόπους καὶ εἰς ἄλληλα τὰς μεταβολάς. εἰ δὲ καὶ τὸ ἄριστον ἀπὸ τοῦ ἀρίστοῦ κάλλιον ἄν τι παρὰ τοῦ πρώτου δέοι τῆς κυκλοφορίας, εἰ μὴ ἄρ᾽ ἐκωλύετο τῷ μὴ δύνασθαι δέχεσθαι. τὸ γὰρ δὴ πρῶτον καὶ θειότατον πάντα τὰ ἄριστα βουλόμενον. τάχα δὲ τοῦτο μὲν οἷον ὑπέρβατόν τι καὶ ἀζήτητον. ἀξιοῖ γὰρ ὁ τοῦτο λέγων ἅπανθ᾽ ὅμοια, καὶ ἐν τοῖς ἀρίστοις εἶναι μικράν τινα ἢ μηδεμίαν ἔχοντα διαφοράν.
τόδε δ᾽ ἄν τις ἴσως ἀπορήσειε πρὸς αὐτὸν τὸν πρῶτον οὐρανὸν ἀναφέρων πότερον ἡ
περιφορὰ τῆς οὐσίας ἐστὶν αὐτοῦ καὶ ἅμα τῷ πεπαῦσθαι φθείροιτ᾽ ἂν, ἢ εἴπερ ἐφέσει τινὶ
καὶ ὀρέζει κατὰ συμβεβηκὸς· εἰ μὴ ἄρα σύμφυτον αὐτῷ τὸ ὀρέγεσθαι καὶ οὐδὲν κωλύει
τοιαῦτ᾽ ἄττα τῶν ὄντων ὑπάρχειν. ἴσως δ᾽ ἂν εἴη καὶ ἀφελόντα τὴν ὄρεξιν ὑπὲρ αὐτῆς τῆς
κινήσεως ἀπορεῖν εἰ ἀφαιρεθεῖσα φθείροι ἂν τὸν οὐρανόν. καὶ τοῦτο μὲν ὥσπερ ἑτέρων
λόγων. ἀπὸ δ᾽ οὐν ταύτης ἢ τούτων τῶν ἀρχῶν ἀξιώσειεν ἄν τις. τάχα δὲ καὶ ἀπὸ τῶν ἄλλων
ἀρ
καθάπερ καὶ οἱ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ποιοῦντες. τοὺς γὰρ ἀριθμοὺς γεννήσαντες καὶ τὰ ἐπίπεδα καὶ τὰ σώματα σχεδὸν τἆλλα παραλείπουσι πλὴν ὅσον ἐφαπτόμενοι καὶ τοσοῦτο μόνον δηλοῦντες ὅτι τὰ μὲν ἀπὸ τῆς ἀορίστου δυάδος οἷον τόπος καὶ κενὸν καὶ ἄπειρον, τὰ δ᾽ ἀπὸ τῶν ἀριθμῶν καὶ τοῦ ἑνὸς οἷον ψυχὴ καὶ ἄλλ᾽ ἄττα, χρόνον δ᾽ἅμα καὶ οὐρανὸν καὶ ἕτερα δὴ πλείω· τοῦ δ᾽ οὐρανοῦ πέρι καὶ τῶν λοιπῶν οὐδεμίαν ἔτι ποιοῦνται μνείαν. ὡσαύτως δ᾽ οὐδὲ οἱ περὶ Σπεύσιππον οὐδὲ τῶν ἄλλων οὐθεὶς πλὴν Ξενοκράτης· οὗτος γὰρ ἀπόντα πως περιτίθησι περὶ τὸν κόσμον ὁμοίως αἰσθητὰ καὶ νοητὰ καὶ μαθηματικὰ καὶ ἔτι δὴ τὰ θεῖα.
πειρᾶται δὲ καὶ Ἑστιαῖος μέχρι τινὸς, οὐχ ὥσπερ εἴρηται περὶ τῶν πρώτων μόνον. Πλάτων μὲν οὖν ἐν τῷ ἀνάγειν εἰς τὰς ἀρχὰς δόξειεν ἄν ἅπτεσθαι τῶν ἄλλων εἰς τὰς ἰδέας ἀνάπτων, ταύτας δ᾽ εἰς τοὺς ἀριθμοὺς, ἐκ δὲ τούτων εἰς τὰς ἀρχὰς, εἶτα κατὰ τὴν γένεσιν μέχρι τῶν εἰρημένων. οἱ δὲ τῶν ἀρχῶν μόνον. ἔνιοι δὲ καὶ τὴν ἀλήθειαν ἐν τούτοις· τὰ γὰρ ὄντα μόνον περὶ τὰς ἀρχάς. συμβαίνει δὲ τοὐναντίον ἢ ἐν ταῖς ἄλλαις μεθόδοις· ἐν ἐκείνοις γὰρ τὰ μετὰ τὰς ἀρχὰς ἰσχυρότερα καὶ οἷον τελεώτερα τῶν ἐπιστημῶν· τάχα δὲ καὶ εὐλόγως. ἔνθα μὲν γὰρ τῶν ἀρχῶν ἐν δὲ ταῖς λοιπαῖς ἀπὸ τῶν ἀρχῶν ἡ ζήτησις.
πῶς δέ ποτε χρὴ καὶ ποίας τὰς ἀρχὰς ὑποθέσθαι τάχ᾽ ἂν ἀπορήσειέ τις, πότερον ἀμόρφους
καὶ οἷον δυναμικὰς ὥσπερ
οἷον γὰρ ἐξ ἀντικειμένων τὴν ἅπασαν οὐσίαν. ἄλογον δὲ κἀκεῖνο δόξειεν ἂν εἰ ὁ μὲν
ὅλος οὐρανὸς καὶ ἕκαστα τῶν μερῶν ἅπαντ᾽ ἐν τάξει καὶ λόγῳ καὶ μορφαῖς καὶ δυνάμεσι καὶ
περιόδοις, ἐν δὲ ταῖς ἀρχαῖς μηθὲν τοιοῦτον ἀλλ᾽ ὥσπερ σάρξ εἰκῆ κεχυμένων ὁ κάλλιστος,
φησὶν Ἡράκλειτος, ὁ κόσμος. καὶ κατὰ τοὐλάχιστον δ᾽ ὡς εἰπεῖν λαμβάνουσιν ὁμοίως ἐν
ἀψύχοις καὶ ἐμψύχοις. ὡρισμέναι γὰρ ἑκάστων αἱ φύσεις ὡς εἰπεῖν καίπερ αὐτομάτως
γινομένων, τὰς δ᾽ ἀρχὰς ἀορίστους εἶναι. χαλεπὸν δὲ πάλιν αὐτὸ
ἐν δὲ ταῖς ἀρχαῖς ὅθεν δὴ καὶ ὁ πρῶτος λόγος εἰκότως ἄν τις καὶ
ἐπιποθεῖ δέ τινα καὶ τὰ τοιάδε λόγον πῶς ποτὲ τῶν ὄντων ὁ μερισμὸς εἰς ὕλην καὶ μορφήν· πότερον ὡς τὸ μὲν ὂν τὸ δὲ μὴ ὂν, δυνάμει μὲν ὂν καὶ ἀγόμενον εἰς ἐνέργειαν; ἢ ὂν μὲν, ἀόριστον δὲ καθάπερ ἐν ταῖς τέχναις, ἡ δὲ γένεσις τῆς οὐσίας ἕνεκα τὸ μορφοῦσθαι κατὰ τοὺς λόγους. ἀλλ᾽ οὕτω γ᾽ εἰς μὲν τὸ βέλτιον τάχ᾽ ἂν ἡ μετάβασις εἴη, τὸ δ᾽ εἶναι οὐθὲν ἂν ἦττον ἀληθὲς ὑπάρχοι κατ᾽ αὐτὴν — οὐ γὰρ ἂν οὐδὲ γίγνοιτο μὴ ὑπαρχούσης —, ἀλλὰ τὸ μήτε τόδε μήτε ποιὸν μήτε ποσὸν, ὡς ἀόριστον τοῖς εἴδεσι δύναμιν δέ τιν᾽ ἔχον. ὅλως δὲ κατ᾽ ἀναλογίαν ληπτέον ἐπὶ τὰς τέχνας καὶ εἴ τις ὁμοιότης ἄλλη.
δόξειε δ᾽ ἂν καὶ τοῦτ᾽ ἔχειν ἀπορίαν, εἴ μὴ ἄρα περιεργίαν τοῦ ζητεῖν τί δή ποτε ἡ
φύσις καὶ ἡ ὅλη δ᾽ οὐσία τοῦ παντὸς ἐν ἐναντίοις ἐστὶ,
τὸ δὲ ὂν ὅτι πολλαχῶς φανερόν· ἡ γὰρ αἴσθησις καὶ τὰς διαφορὰς θεωρεῖ καὶ τὰς αἰτίας ζητεῖ· τάχα δ᾽ ἀληθέστερον εἰπεῖν ὡς ὑποβάλλει τῇ διανοίᾳ, τὰ μὲν ἁπλῶς ζητοῦσα, τὰ δ᾽ ἀπορίαν ἐργαζομένη δι᾽ ἧς κἂν μὴ δύνηται προβαίνειν ὅμως ἐμφαίνεταί τι φῶς ἐν τῷ μὴ φωτὶ ζητούντων ἐπὶ πλέον. τὸ ἐπίστασθαι ἄρα οὐκ ἄνευ διαφορᾶς τινός. εἴτε γὰρ ἕτερα ἀλλήλων διαφορά τις· ἔν τε τοῖς καθόλου πλειόνων ὄντων τῶν ὑπὸ τὰ καθόλου διαφέρειν ἀνάγκη καὶ ταῦτα, ἐάν τε γένη τὰ καθόλου ἐάν τε εἴδη.
σχεδὸν δὲ καὶ ἐπιστήμη πᾶσα τῶν ἰδίων· ἣ τε γὰρ οὐσία καὶ τὸ τί ἦν εἶναι καθ᾽
ἕκαστον ἴδιον, τά τε θεωρούμενα καθ᾽ αὑτὰ καὶ οὐ κατὰ συμβεβηκὸς
ταὐτὸ δ᾽ ἐπιστάμεθα καὶ οὐσίᾳ
πλεοναχῶς δ᾽ ὄντος τοῦ ἐπίστασθαι πῶς ἕκαστον μεταδιωκτέον ἀρχὴ καὶ μέγιστον ὁ
οἰκεῖος τρόπος, οἷον τὰ πρῶτα καὶ νοητὰ καὶ τὰ κινητὰ καὶ ὑπὸ τὴν φύσιν, αὐτῶν δὲ τούτων
τὰ ἐν ἀρχῇ καὶ
ἔχει δὲ καὶ αὐτὰ τὰ μαθήματα διαφορὰν καίπερ ὁμογενῆ πως ὄντα, διῄρηται δ᾽ ἱκανῶς. εἰ δὲ καὶ ἔνια γνωστὰ τῷ ἄγνωστα εἶναι, καθάπερ τινές φασιν, ἴδιος ἂν ὁ τρόπος εἴη, διαιρέσεως δέ τινος δεῖται· τάχα δ᾽ ἐφ᾽ ὧν ἐνδέχεται κατ᾽ ἀναλογίαν οἰκειότερον λέγειν ἢ αὐτῷ τῷ ἀγνώστῳ, καθάπερ εἴ τις τῷ ἀοράτῳ τὸ ὁρατόν. πόσοι δ᾽ οὖν τρόποι καὶ ποσαχῶς τὸ εἰδέναι πειρατέον διελεῖν.
ἡ δ᾽ ἀρχὴ πρὸς αὐτὰ ταῦτα καὶ πρῶτον τὸ ἀφορίσαι τί τὸ ἐπίστασθαι. χαλεπώτερον δ᾽ ἂν δόξειεν· οὐ γὰρ οἷόν τε καθόλου καὶ κοινόν τι λαβεῖν ἐν τοῖς πλεοναχῶς λεγομένοις. ἐπεὶ καὶ τοῦτ᾽ἄπορον ἢ οὐ ῥᾴδιόν γε εἰπεῖν μέχρι πόσου καὶ τίνων ζητητέ᾽ον αἰτίας ὁμοίως ἔν τε τοῖς αἰσθητοῖς καὶ νοητοῖς· ἡ γὰρ εἰς τὸ ἄπειρον ὁδὸς ἐν ἀμφοῖν ἀλλοτρία καὶ ἀναιροῦσα τὸ φρονεῖν. ἀρχὴ δὲ τρόπον τινὰ ἄμφω. τάχα δ᾽ ἡ μὲν ἡμῖν ἡ δ᾽ ἁπλῶς, ἢ τὸ μὲν τέλος ἡ δ᾽ ἡμετέρα τις ἀρχή.
μέχρι μὲν οὖν τινὸς δυνάμεθα δι᾽ αἰτίου θεωρεῖν ἀρχὰς ἀπὸ τῶν αἰσθήσεων λαμβάνοντες.
ὅταν δὲ ἐπ᾽ αὐτὰ τὰ ἄκρα καὶ πρῶτα μεταβαίνωμεν οὐκέτι δυνάμεθα, εἴτε διὰ τὸ μὴ ἔχειν
αἰτίαν εἴτε διὰ τὴν ἡμετέραν ἀσθένειαν ὥσπερ πρὸς τὰ φωτεινότατα βλέπειν. τάχα δ᾽ ἐκεῖνο
ἀληθέστερον
χαλεπὴ δὲ καὶ εἰς αὐτὸ τοῦθ᾽ ἡ σύνεσις καὶ ἡ πίστις, ἐπεὶ καὶ ἄλλως μέγα καὶ πρὸς τὰς καθ᾽ ἕκαστα πραγματείας ἀναγκαῖον καὶ μάλιστα τὰς μεγίστας, ἐν τίνι ποιητέον τὸν ὅρον, οἷον περί τε τῆς φύσεως καὶ περὶ τὰς ἔτι προτέρας. οί γὰρ ἀπάντων ζητοῦντες λόγον ἀναιροῦσι λόγον ἅμα δὲ καὶ τὸ εἰδέναι. μᾶλλον δ᾽ ἀληθέστερον εἰπεῖν ὅτι ζητοῦσιν ὧν οὐκ ἔστιν οὐδὲ πέφυκεν ὅσοι τὸν οὐρανὸν ἀΐδιον ὑπολαμβάνουσιν.
ἔτι δὲ τὰ κατὰ τὰς φορὰς καὶ τὰ μεγέθη καὶ τὰ σχήματα καὶ τὰς ἀποστάσεις καὶ ὅσα ἄλλα ἀστρολογία δείκνυσι, τούτοις κατάλοιπον τά τε πρῶτα κινοῦντα καὶ τὸ τίνος ἕνεκα λέγειν καὶ τίς ἡ φύσις ἑκάστου καὶ ἡ πρὸς ἄλληλα θέσις καὶ ἡ τοῦ σύμπαντος οὐσία καὶ ὑποβαίνοντι δὴ πρὸς τὰ ἄλλα καθ᾽ ἕκαστον τῶν εἰδῶν ἡμέρων ἄχρι ζώων καὶ φυτῶν. εἰ οὖν ἀστρολογία συνεργεῖ μὲν οὐκ ἐν τοῖς πρώτοις δὲ τῆς φύσεως, ἕτερα τὰ κυριώτατ᾽ ἂν εἴη καὶ πρότερα· καὶ γὰρ δὴ καὶ ὁ τρόπος ὡς οἴονταί τινες οὐ φύσικὸς ἢ οὐ πᾶς. καίτοι τό γε κινεῖσθαι καὶ ἁπλῶς τῆς φύσεως οἰκεῖον καὶ μάλιστα τοῦ οὐρανοῦ. διὸ εἰ ἡ ἐνέργεια τῆς οὐσίας ἑκάστου καὶ τὸ καθ᾽ ἕκαστον ὅταν ἐνεργῇ καὶ κινεῖται καθάπερ ἐν τοῖς ζώοις καὶ φυτοῖς. εἰ δὲ μὴ, ὁμώνυμα, δῆλον ὅτι κἂν ὁ οὐρανὸς ἐν τῇ περιφορᾷ κατὰ τὴν οὐσίαν εἴη, χῶριζόμενος δὲ καὶ ἠρεμῶν ὁμώνυμος· οἷον γὰρ ζωή τις ἡ περιφορὰ τοῦ παντός.
ἆρ᾽ οὖν εἴ γε μηδ᾽ ἐν τοῖς ζώυις τὴν ζωὴν ἢ ὡδὶ ζητητέον, οὐδ᾽ ἐν τῷ οὐρανῷ καὶ τοῖς
οὐρανίοις τὴν φορὰν ἢ τρόπον τινὰ ἀφωρισμένον; συνάπτει δέ πως ἡ νῦν ἀπορία καὶ πρὸς τὴν
ὑπὸ τοῦ ἀκινήτου κίνησιν. ὑπὲρ δὲ τοῦ πάνθ᾽ ἕνεκά του καὶ μηθὲν μάτην, ἄλλως θ᾽ ὁ
ἀφορισμὸς οὐ ῥᾴδιος
τίνος γὰρ ἕνεκα αἱ ἔφοδοι καὶ ἀνάρροιαι θαλάττης ἢ τίνος αἰ προχωρήσεις ἢ ἀναξηράνσεις τῆς ὑγρότητος καὶ ὅλως πρὸς ἄλλοτ᾽ ἄλλο μεταβολαὶ καὶ φθοραὶ καὶ γενέσεις, ἢ αἱ μὲν ἐν αὐτῇ τῇ γῇ ἀλλοιώσεις καὶ μεταβολαὶ γίγνονται πρὸς ἄλλοτ᾽ ἄλλο μεθισταμένων; καὶ ἕτερα δ᾽οὐκ ὀλίγα παρόμοια τούτοις. ἔστι δ᾽ ἐν αὐτοῖς τοῖς ζώοις τὰ μὲν ὥσπερ μάταια καθάπερ τοῖς ἄρρεσιν οἱ μαστοὶ καὶ τοῖς θήλεσιν ἡ πρόεσις εἴπερ μὴ συμβάλλεται, καὶ πώγωνος δ᾽ ἐνίοις ἢ ὅλως τριχῶν ἔκφυσις ἔν τισι τόποις· ἔτι δὲ κεράτων μεγέθη καθάπερ τῶν ἐλάφων· τοῖς δὲ καὶ λελωβημένοις κινήσει τε καὶ παραιωρήσει καὶ ἐπιπροσθήσει τῶν ὀμμάτων· καὶ ὡς ἔνια δὴ βίᾳ ἢ παρὰ φνσιν ὥσπερ ὁ ἐρωδιὸς ὀχεύει καὶ τὸ ἡμερόβιον ζῇ καὶ ἕτερα οὐκ ὀλίγα λάβοι τις ἂν τοιαῦτα.
καὶ τὸ μέγνστον δὴ καὶ μάλιστα δοκοῦν περὶ τὰς τροφὰς καὶ γενέσεις τῶν ζώων· οὐθενὸς γὰρ ταῦθ᾽ ἕνεκα ἀλλὰ συμπτώματα καὶ δι᾽ ἑτέρας ἀνάγκας. ἔδει γὰρ εἴπερ τούτων χάριν ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως. ἔτι δ᾽ἐν τοῖς φυτοῖς καὶ μᾶλλον τοῖς ἀψύχοις ὡρισμένην τιν᾽ ἔχουσι φύσιν, ὥσπερ δοκοῦσι καὶ μορφαῖς καὶ εἴδεσι καὶ δυνάμεσι, τίνος ἕνεκα ταῦτα ζητήσειεν ἄν τις. αὐτὸ γὰρ τοῦτο ἄπορον τὸ μὴ ἔχειν λόγον καὶ ταῦτ᾽ ἐν ἑτέροις μὴ ποιοῦσι προτέροις καὶ τιμιωτέροις. ἦ καὶ ἔοικεν ὁ λόγος ἔχειν τι πιστὸν ὡς ἄρα τῷ αὐτομάτῳ ταῦτα καὶ τῇ τοῦ ὅλου περιφορᾷ λαμβάνει τινὰς ἰδέας ἢ πρὸς ἄλληλα διαφοράς.
εἰ δὲ μὴ τοῦθ᾽ ἕνεκά του, καὶ εἰς τὸ ἄριστον ληπτέον τινὰς ὅρους καὶ οὐκ
ὡσαύτως δὲ καὶ ὅσα κόσμου χάριν ᾖ τὸ κακόν. οὐκ εἰ
ἀοριστία δὲ μόνον καὶ οἷον ὕλης εἴδη καθάπερ τὰ τῆς φύσεως ἀμαθεστάτου. εἰ γὰρ καὶ οἱ
περὶ τῆς ὅλης οὐσίας λέγοντες ὥσπερ Σπεύσιππος σπάνιόν τι τὸ τίμιον ποιεῖ τὸ περὶ τὴν
τού μέσου χώραν· τὰ δ᾽ ἄκρα καὶ ἑκατέρωθεν. τὰ μὲν οὖν ὄντα καλῶς ἔτυχεν ὄντα.
Πλάτων δὲ καὶ οἱ Πυθαγόρειοι μακρὰν τὴν ἀπόστασιν ἐπιμιμεῖσθαί γε θέλειν ἅπαντα·
καίτοι καθάπερ ἀντίθεσίν τινα ποιοῦσι τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνός· ἐν ᾗ καὶ τὸ
ἄπειρον καὶ τὸ ἄτακτον καὶ πᾶσα ὡς εἰπεῖν ἀμορφία καθ᾽ αὑτήν. ὅλως δὲ οὐχ οἷόν τε ἄνευ
ταύτης τὴν τοῦ ὅλου φύσιν, ἀλλ᾽ οἷον ἰσομοιρεῖν ἢ καὶ ὑπερέχειν τὰς ἑτέρας ἢ καὶ τὰς
ἀρχὰς ἐναντίας. διὸ καὶ οὐδὲ τὸν θεὸν, ὅσοι τῷ θεῷ τὴν αἰτίαν ἀνάπτουσι, δύνασθαι πάντ᾽
εἰς τὸ ἄριστον ἄγειν, ἀλλ᾽ εἴπερ ἐφ᾽ ὅσον ἐνδέχεται· τάχα δ᾽ οὐδ᾽ ἂν προέλοιτ᾽ εἰπερ
ἀναιρεῖσθαι συμβήσεται τὴν ὅλην οὐσίαν ἐξ
φαίνεται δὲ καὶ ἐν τοῖς πρώτοις ἐπιθεωρούμενα πολλὰ καὶ ὡς ἔτυχεν οἷον τὰ περὶ τὰς τῆς γῆς λεχθέντα μεταβολάς· οὔτε γὰρ τὸ βέλτιον οὔτε τὸ τίνος χάριν ἀλλ᾽ εἴπερ ἀνάγκῃ τινὶ κατακολουθεῖν· πολλὰ δὲ καὶ ἐν τῷ ἀέρι τοιαῦτα καὶ ἐν ἄλλοις. μάλιστα δ᾽ ἂν δόξειεν ἔχειν τὴν τάξιν τῶν μὲν αἰσθητῶν τὰ οὐράνια τῶν δ᾽ ἄλλων εἰ μὴ ἄρα καὶ πρότερα τούτων τὰ μαθηματικά· εἰ γὰρ καὶ μὴ πᾶν ἀλλ᾽ ἐν τούτοις πλέον τὸ τεταγμένον· πλὴν εἴ τις τοιαύτας λαμβάνοι τὰς μορφὰς οἵας Δημόκριτος ὑποτίθεται τῶν ἀτόμων. ἀλλὰ δὴ τούτων μὲν πέρι σκεπτέον. ὃ δ᾽ ἐξ ἀρχῆς ἐλέχθη πειρατέον τινὰ λαμνβάνειν ὅρον καὶ ἐν τῇ φύσει καὶ ἐν τῇ τοῦ σύμιπαντος οὐσίᾳ καὶ τοῦ ἕνεκά του καὶ τῆς εἰς τὸ βέλτιον ὁρμῆς. αὕτη γὰρ ἀρχὴ τῆς τοῦ σύμπαντος θεωρίας, ἐν τίσι τὰ ὄντα καὶ πῶς ἔχει πρὸς ἄλληλα