Lace 0.6.0. Lace copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
This pointer pattern extracts chapter and section
This pointer pattern extracts chapter
Ἐπεὶ δʼ ἑκάστου τόπος ἴδιος ὑποκεῖται καὶ τοῦθʼ ὥσπερ τῆς οὐσίας, ἀπὸ τούτου ὡς ἁπλῶς εἰπεῖν καὶ αἱ διαφοραὶ καὶ αἱ δυνάμεις αἱ καθʼ ἕκαστον εἰπεῖν, οἷον πρῶτον ἡ τοῦ μεγέθους καὶ σμικρότητος, καὶ ψυχρότητος καὶ θερμότητος, καὶ πλήθους καὶ ὀλιγότητος καὶ τῶν ἄλλων τῶν πλείστων. Ὑπάρχει δὲ ταὐτὰ τὰ δʼ ἐναντία τοῖς ἐναντίοις, ἀμφότερα δʼ εὐλόγως. Οἷον τῷ βορέᾳ καὶ τῷ νότῳ· μεγάλοι μὲν γὰρ ἄμφω καὶ πλεῖστον χρόνον πνέουσι διὰ τὸ συνωθεῖσθαι πλεῖστον ἀέρα πρὸς ἄρκτον καὶ μεσημβρίαν, πλαγίων ὄντων πρὸς τὴν τοῦ ἡλίου φορὰν τὴν ἀπʼ ἀνατολῶν ἐπὶ δυσμάς· ἐξωθεῖται γὰρ ἐνταῦθα τῇ τοῦ ἡλίου δυνάμει, διὸ καὶ πυκνότατος καὶ συννεφέστατος ὁ ἀήρ. Ἀθροιζομένου δʼ ἐφʼ ἑκάτερα πολελοῦ καὶ πλείων ἡ ῥύσις καὶ συνεχεστέρα γίνεται πλεονάκις, ἀφʼ ὧν τά τε μεγέθη, καὶ ἡ συνέχεια καὶ τὸ πλῆθος αὐτῶν καὶ ἄλλο τοιοῦτόν ἐστιν.
Ἡ δὲ ψυχρότης καὶ θερμότης ἐμφανέσταται δόξαιεν ἂν εἶναι διὰ τοὺς τόπους γινόμεναι· ψυχρὰ γὰρ τὰ πρὸς ἄρκτον τὰ δὲ πρὸς μεσημβρίαν ἀλεεινὰ, τὸ δʼ ἀφʼ ἑκατέρων ῥέον ὅμοιον. Ἅμα γὰρ καὶ ἧττον ἀναπεπταμένον τὸ σύνεγγυς καὶ μὴ ἀναπεπταμένη ἡ φορὰ, τὸ δὲ διὰ στενοῦ καὶ σφοδροτέρως φερόμενον ψυχρότερον, τὸ δ' εἰς τὸ πόρρω διακεχυμένον μᾶλλον καὶ ἀνειμένον. Διὸ καὶ ὁ νότος ἐκεῖ ψυχρότερος ἢ παρʼ ἡμῖν, ὡς δέ τινές φασι καὶ μᾶλλον ἢ βορέας. Ποιεῖ δέ τι καὶ ἡ μεταβολὴ πρὸς φαντασίαν ἀλεεινοῦ προϋπάρχοντος τοῦ τόπου.
Καὶ τοῦτο μὲν κοινὸν ὡς εἰπεῖν πᾶσι. Τὸ δʼ ὑέτιον καὶ αἴθριον ἑκατέρου καὶ τὸ κυματῶδες καὶ ἄκυμον καὶ πυκνὸν καὶ συνεχὲς καὶ ἀνωμαλὲς καὶ ὅμαλον, ἔτι δὲ τὸ μέγεθος τοῦ μὲν ἀρχομένου τοῦ δὲ λήγοντος πρὸς τὴν ἀπόστασιν τῶν τόπων ἀποδίδοται μᾶλλον. Ὅθεν μὲν γὰρ ἕκαστος πνεῖ παρʼ ἐκείνοις αἴθριος, ὅποι δʼ ἀπωθεῖ τὸν ἀέρα παρʼ ἐκείνοις ἐπινεφὴς καὶ ὑέτιος. Διόπερ ὁ μὲν βορέας καὶ μᾶλλον οἱ ἐτησίαι τοῖς πρὸς μεσημβρίαν καὶ ἀνατολὴν οἰκοῦσιν ὑέτιοι ὁ δὲ νότος καὶ ἁπλῶς εἰπεῖν οἱ ἐξ ἐκείνου τοῦ τόπου πνέοντες τοῖς πρὸς ἄρκτον.
Οὐ μικρὰ δʼ ἐνταῦθα ἀλλὰ μεγίστη ῥοπὴ τὸ τὰς χώρας ὕψος ἔχειν, ὅπου ἂν προσκόψῃ τὰ νέφη καὶ λάβῃ στάσιν, ἐνταῦθα καὶ ὕδατος γένεσις. Διὸ καὶ τῶν σύνεγγυς τόπων ἄλλοι παρʼ ἄλλοις ὑέτιοι τῶν ἀνέμων. Ἀλλὰ περὶ μὲν ὑδάτων ἐν ἑτέροις εἴρηται διὰ πλειόνων. Ἐκ τῆς αὐτῆς δʼ αἰτίας καὶ ὁ μὲν βορέας εὐθὺς ἀρχόμενος μέεγας ὁ δὲ νότος λήγων, ὅθεν καὶ ἡ παροιμία συμβουλεύει τὰ περὶ τοὺς πλοῦς. Ὁ μὲν γὰρ εὐθὺς οἷον ἐπίκειται τοῖς περὶ ἄρκτον οἰκοῦσιν ὁ δὲ μακρὰν ἀφέστηκε· χρονιωτέρα δʼ ἡ τῶν ἄπωθεν ἀπορροὴ καὶ ὅταν ἀθροισθῇ πλῆθος. Τοῖς γὰρ περὶ Αἴγυπτον καὶ τοὺς τόπους ἐκείνους ἀνάπαλιν ὁ νότος ἀρχόμενος μέγας, ὅθεν καὶ τὴν παροιμίαν ἐναντίως λέγουσιν.
Ὡσαύτως δὲ καὶ τὸ πυκνὸν καὶ ἄκυμον καὶ συνεχὲς καὶ ὁμαλὲς ἐκείνοις ὁ νότος ποιεῖ μᾶλλον· ἀεὶ γὰρ τοῖς ἐγγὺς ἕκαστος τοιοῦτος τοῖς δὲ πόρρω καὶ ἀνωμαλὴς
Αἴτιον δʼ ὅτι διὰ μὲν τὸ μέγεθος πολὺν ἀέρα κινεῖ τοῦτον δὲ φθάνει ἐκπηγνὺς πρὶν ἀπῶσαι· παγέντα δὲ μένει τὰ νέφη διὰ βάρος· εἰς τὰ ἔξω
Τὸ δὲ μὴ πνεῖν κατʼ αὐτὴν τὴν Αἴγυπτον
Τὸ δὲ τὸν βορέαν ἐπιπνεῖν τῷ νότῳ, τὸν δὲ νότον μὴ τῷ βορέᾳ, πρὸς ἐκείνην τὴν αἰτίαν ἀνακτέον τὴν μερίζουσαν ἑκάτερα κατὰ τοὺς τόπους· παρʼ ἡμῖν γὰρ τοῦτο συμβαίνει καὶ ὅλως τοῖς ὑπὸ τὴν ἄρκτον οἰκοῦσιν, τοῖς δὲ πρὸς μεσημβρίαν ἀνάπαλιν. Αἴτιον δʼ ἀμφοῖν τὸ αὐτό· τοῖς μὲν γὰρ ὁ βορέας τοῖς δʼ ὁ νότος πλησίον, ὥστʼ εὐθὺς ἀρχόμενοι ποιοῦσιν αἴσθησιν, εἰς δὲ τὰ πόρρω βραδέως δικνοῦνοται.
Πλείστων δʼ ὄντων ὥσπερ εἴρηται βορείων καὶ νοτίων ἑκατέρων οἷον τάξις, ἐν οἷς χρόνοις μάλιστα πνέουσι κατὰ λόγον
Ὅθεν καὶ τὸ θαυμαζόμενον ὡς οὐκ ὂν διὰ τί βορέαι μὲν ἐτησίαι γίνονται νότοι δʼ οὐ γίνονται, φαίνεταί πως συμβαίνειν. Οἱ γὰρ ἠρινοὶ νότοι καθάπερ ἐτησίαι τινές εἰσιν οὓς
Τοῦ δὲ ἅμα τῇ καταφορᾷ τοῦ ἡλίου λήγειν καὶ νύκτωρ μὴ πνεῖν αἴτιον τὸ τὴν χιόνα τηκομένην παύεσθαι δυομένου καὶ νύκτωρ μὴ τήκεσθαι δεδυκότος. Οὐ μὴν ἀλλʼ ἐνίοτε πνέουσιν ὅταν πλείων ἡ τῆξις γένηται· καὶ γὰρ τῆς ἀνωμαλίας αἴτιον τοῦτο ὑποληπτέον. Ὁτὲ μὲν γὰρ μεγάλοι καὶ συνεχεῖς ὁτὲ δὲ ἐλάττους καὶ διαλείποντες πνέουσι διὰ τὸ τὰς τήξεις ἀνωμαλεῖς γίνεσθαι. Κατὰ δὲ τὴν ὕλην ἡ φορά. καὶ τῷ σύνεγγυς ἢ πόρρω καὶ ἄλλαις τοιαύταις διαφοευ ραῖς συμβαίνειν.
Εἰ δʼ οὖν ἀληθὲς, ὁ λέγουσιν ἄλλοι τε καὶ οἱ περὶ Κρήτην, ὡς ἄρα νῦν μείζονες οἱ χειμῶνες καὶ χιὼν πλείων πίπτει, τεκμήρια φέροντες ὡς τότε μὲν ᾠκεῖτο τὰ ὄρη καὶ ἔφερε καρπὸν καὶ τὸν σιτηρὸν καὶ τὸν δενδρίτην πεφυτευμένης καὶ διειργασμένης τῆς χώρας· ἔστι γὰρ πεδία ἐν τοῖς ἰδαίοις ὄρεσιν εὐμεγέθη καὶ ἐν τοῖς ἄλλοις ὧν νῦν οὐδʼ ὁτιοῦν γεωργοῦσι διὰ τὸ μὴ φέρειν, τότε δʼ ὥσπερ εἴρηται καὶ ἐπῴκουν, ὅθεν καὶ ἡ νῆσος πλήρης ἦν ἀνθρώπων, ὄμβρων μὲν γενομένων κατʼ ἐκεῖνον τὸν χρόνον πολωλῶν χιόνων δὲ καὶ χειμώνων μὴ γινομένων, — εἰ δʼ ἔστιν ἀληθῆ ταῦτα, ὅπερ λέγουσιν, ἀναγκαῖον καὶ τοὺς ἐτησίας εἶναι πλείους.
Εἰ δὲ ποτʼ ἐξέλιπον καὶ Ἀρισταῖος αὐτοὺς ἀνεκαλέσατο θύσας τὰς ἐν Κέῳ θυσίας τῷ Διὶ καθάπερ μυθολογοῦσι, κάτομβρα μὲν ἂν εἴη τὰ ἐπιχειμέρια οὐχ ὁμοίως οὐδὲ χιονώδη. Ταῦτα δʼ εἴ τινα ἔχει διαλλαγὴν εἴτε τεταγμένην εἴτʼ ἄτακτον εἴη ἂν καὶ τῶν πνευμάτων παῦλα καὶ μεταλλαγὴ κατὰ τοὺς αὐτοὺς χρόνους. Ἄτοπον δʼ ἂν δόξειεν εἰ μὴ καὶ τοῖς πρὸς μεσημβρίαν εἴη τοιαύτη τις ἐπικουο ρία κατὰ τὸ ἔτος· πολλῷ γὰρ ἐκπυρώτερος ὁ τόπος ἐκεῖνος. Δῆλον οὖν τοῦτο πλὴν εἰς
Εἰ δὲ πάντων τῶν πνευμάτων ἡ αὐτὴ καὶ ὑπὸ τῶν αὐτῶν γένεσις τῷ τι παραλαβεῖν, ὁ ἥλιος ἂν ὁ ποιῶν εἴη. Τάχα δʼ οὐκ ἀληθὲς καθόλου εἰπεῖν ἀλλʼ ὡς ἡ ἀναθυμίασις, οὗτος δʼ ὡς συνεργῶν. Ἀλλʼ ὁ ἥλιος δοκεῖ καὶ κινεῖν ἀνατέλλων καὶ καταπαύειν τὰ πνεύματα· διὸ καὶ ἐπαυξάνεται καὶ πίπτει πολλάκις. Οὐ καθόλου δὲ τοῦτʼ ἀληθὲς, ἀλλʼ ἐφʼ ὧν γε συμβαίνει ταύτην ὑποληπτέον τὴν αἰτίαν. Ὅταν μὲν γὰρ ἔλαττον ᾖ τὸ ἀνηγμένον ὑγρὸν, τούτου κατακρατῶν ἐξανήλωσε καὶ κατέπαυσεν ὁ ἥλιος, ὅταν δὲ πλέον συμπαρώρμησε καὶ σφοδροτέραν ἐποίησε τὴν κίνησιν.
Ἐνίοτε δὲ καὶ ἅμα τῇ δύσει κατέπαυσεν ἀφελόμενος τὴν ἀπʼ αὐτοῦ κίνησιν ἣν ἔδωκεν. Ταύτην δὲ δῆλον ὡς ἔχειν τινὰ δεῖ συμμετρίαν ὥστε μήτʼ ἐξαναλίσκεσθαι μήτʼ ἐξ αὐτῆς δύνασθαι κινεῖσθαι πλείω χρόνον. Ἔνια δὲ καὶ δύνοντος τοῦ ἡλίου πνεῖν οὐδὲν κωλύει μᾶλλον οἷον ὅσα κατέχεται τῇ θερμότητι καὶ ὥσπερ ἀναξηραίνεται καὶ ἐκκαίεται. Διὰ τοῦτο γὰρ καὶ ἐν μεσημβρίᾳ μάλιστʼ ἀπνεύματοι, παρεγκλίναντος δὲ τοῦ ἡλίου πνευματωδέστεραι.
Ποιεῖ δὲ καὶ ἡ σελήνη ταὐτὰ πλὴν οὐχ ὁμοίως· οἷον γὰρ ἀσθενὴς ἥλιός ἐστι. Διὸ καὶ νύκτωρ δεινότεραι καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμερινώτεραι. Συμβαίνει δ' οὖν ὁτὲ μὲν ἀνατέλλοντος τοῦ ἡλίου τὰ πνεύματα ἐπαίρεσθαι ὁτὲ δὲ λήγειν· καὶ ἐπὶ τῆς δύσεως ὁμοίως· ὁτὲ μὲν γὰρ κατέπαυσεν ὁτὲ δὲ ὥσπερ ἀφῆκεν. Εἰ δέ ποτε καὶ κατὰ σύμπτωμα γίνοιτο ταῦτα, καθάπερ καὶ τὰ ἐπὶ τῶν ἄστρων ἀνατολαῖς καὶ δύσεσιν, ἐπισκεπτέον, τοῦτʼ ἂν εἴη.
Καὶ ἀπὸ τῆς αὐτῆς αἰτίας καὶ διὰ μέσων νυκτῶν καὶ μεσημβρίας ἄπνοιαι γίνονται καὶ μάλιστα· συμβαίνει γάρ ποτε μὲν κρατεῖν ποτὲ δὲ κρατεῖσθαι τὸν ἀέρα τὸν τοιοῦτον ὑπὸ τοῦ ἡλίου· καὶ μέσων μὲν νυκτῶν κρατεῖ, πορρωτάτω γὰρ ὁ ἥλιος τότε· μεσημβρίας δὲ κρατεῖται· κρατῶν δὲ καὶ κρατούμενος ἕστηκεν, ἡ δὲ στάσις νηνεμία. Συμβαίνει δὲ καὶ τὰς καταπαύσεις γίνεσθαι τῶν πνευμάτων κατὰ λόγον· ἄρχεται μὲν γὰρ ἢ περὶ ἕω ἢ περὶ δυσμάς· λήγει δὲ τὰ μὲν ἕωθεν ὅταν κρατηθῇ κρατεῖται δὲ κατὰ μεσημβρίαν, τὰ δʼ ἀπὸ δυσμῶν ὅταν παύσηται κρατῶν, τοῦτο δὲ γίνεται μέσων νυκτῶν.
Εἰ δέ τινες θαυμάζουσιν ὡς ἄλογον ὅτι τὰ πνεύματα ψυχρά ἐστιν ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως καὶ ἁπλῶς τοῦ θερμοῦ γινόμενα ψεῦδος τὸ φαινόμενον αὐτοῖς ἄλογον· οὔτε γὰρ ἁπλῶς ἀλλʼ ὡς συναιτίῳ προσαπτέον οὔτε πάντως ἡ ὑπὸ τοῦ θερμοῦ κίνησις θερμὴ καὶ πυρώδης ἀλλʼ ἐὰν τρόπον τινὰ γίνηται. Ἀθρόως μὲν γὰρ ἐκπίπτουσα καὶ συνεχὴς αὐτῷ τῷ ἀφιέντι θερμή. Κατὰ μικρὸν δὲ καὶ διὰ στενοῦ τινὸς αὐτὴ μὲν θερμὴ ὁ δʼ ὑπὸ ταύτης κινούμενος ἀὴρ ὁποῖος ἄν ποτε τυγχάνῃ προϋπάρχων τοιαύτην καὶ τὴν κίνησιν ἀποδίδωσιν.
Παράδειγμα δὲ ἱκανὸν τὸ ἐκ τῶν στομάτων ἀφιέμενον, ὅ φασιν εἶναι θερμὸν καὶ ψυχρὸν οὐκ ἀληθῇ λέγοντες, ἀλλʼ ἀεὶ μὲν θερμόν ἐστι, διαφέρει δὲ τῇ προέσει καὶ ἐκπτώσει. Χανόντων μὲν γὰρ καὶ ἀθρόον ἀφιέντων θερμὸν, ἐὰν δὲ διὰ στενοῦ σφοδρότερον φερόμενον ὠθῇ τὸν πλησίον ἀέρα κἀκεῖνος τὸν ἐχόμενον, ψυχρῶν ὄντων καὶ ἡ πνοὴ καὶ ἡ κίνησις γίνεται ψυχρά. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τῶν πνευμάτων συμβαίνει· διὰ στενοῦ γὰρ οὔσης τῆς πρώτης κινήσεως αὐτὸ μὲν τὸ πρῶτον οὐ ψυχρὸν, τὸ δʼ ὑπὸ τούτου κινούμενον ὡς ἂν ἔχον τυγχάνῃ πρὸς θερμότητα καὶ ψυχρότητα, ψυχροῦ μὲν ὄντος ψυχρὸν θερμοῦ δὲ θερμόν. Καὶ διὰ τοῦτο θέρους μὲν θερμὰ χειμῶνος δὲ ψυχρὰ τὰ πνεύματα. Καθʼ ἑκατέραν γὰρ τὴν ὥραν τοιοῦτος ὁ ἀήρ.
Φανερὸν δʼ ὅπου διὰ τὴν μὲν καὶ θερισταὶ πολλάκις ἀποθνήσκουσιν ὑπὸ τῶν τοιούτων πνευμάτων ἐν τοῖς πεδίοις καὶ ἐν τοῖς πνιγηροῖς τόποις, τὰ μὲν αὐτοῦ συνεργαζομένου τοῦ συνυπάρχοντος ἀέρος τὰ δὲ τοῦ διαφόρου διὰ τὴν πνοὴν καὶ τὴν πρόσπτωσιν
Ὅτι δὲ οὔτʼ αὐτὸς ὑπʼ αὐτοῦ μόνον κινούμενος ὁ ἀὴρ οὔθʼ ὑπὸ τοῦ θερμοῦ κρατούμενος ταύτην φέρεται τὴν φορὰν κἀκεῖθεν δῆλον· εἰ μὲν γὰρ ὑφʼ αὑτοῦ διὰ τὸ ψυχρὸς εἶναι φύσει καὶ ἀτμιδώδης κάτω ἂν ἐφέρετο, εἰ δʼ ὑπὸ τοῦ θερμοῦ ἄνω· τοῦ γὰρ πυρὸς κατὰ φύσιν αὕτη ἡ φορά. Νῦν δʼ ὥσπερ ἐξ ἀμφοῖν μικτὴ διὰ τὸ μηδʼ ἕτερον κρατεῖν.
Τούτῳ μὲν οὖν καθόλου τῷ κοινῷ, ὅτι ὁποῖος ἂν ὁ ἀὴρ ἢ ἡ ἀναθυμίασις καθʼ ἑκάστους ᾖ τόπους οὕτως ἕξει καὶ τὰ πνεύματα τῇ ψυχρότητι, καὶ τάδε συμμαρτυρεῖ. Ὅσα γὰρ ἀπὸ ποταμῶν ἢ λιμνῶν πάντα ψυχρὰ διὰ τὴν ὑγρότητα τοῦ ἀέρος· ἀποψύχεται γὰρ ἀπολείποντος τοῦ ἡλίου καὶ ἅμα παχύτερος ὁ ἀτμὸς, καὶ ἔτι
Καὶ διὰ τοῦτο πολλάκις ἔγκοιλοι καὶ εὐσκεπεῖς τινὲς ὄντες τόποι τῶν ἔξω πνευμάτων ὑπὸ τῶν ἐγχωρίων εἰσὶ ψυχροί· τὸ γὰρ ἀναχθὲν ὑπὸ τοῦ ἡλίου μένειν οὔτε πεφυκὸς οὔτε δυνάμενον φέρεται καὶ ποιεῖ πνοήν. Ὅθεν αἵ τε ἀπὸ τῶν ποταμῶν καὶ λιμνῶν αὖραι καὶ ὅλως αἱ ἀπόγειαι πνέουσιν ἕωθεν ἀποψυχομένης τῆς ἀτμίδος διὰ τὴν ἀπόλειψιν τοῦ θερμοῦ· τὴν γὰρ αὔραν ταύτην αὐτὴν γίνεσθαι κατὰ λόγον ἐστὶ διά τε τἆλλα καὶ διὰ τὴν εὐδίαν. Καὶ ὅταν ψεκάδια καὶ ὑετοὶ μέτριοι γίνωνται μᾶλλον πνέουσι· προσγίνεται γὰρ ὕλη τότε πανταχοῦ καὶ μᾶλλον αἱ ἀπόγειαι γίνονται μετὰ τοῦτο.
Ἀπὸ μόνου δὲ τοῦ Νείλου δοκοῦσιν οὐκ ἀποπνεῖν αὖραι ἢ ἐλάχισται διότι θερμὸς ὁ τόπος καὶ ἐξ οὗ καὶ εἰς ὃν ῥεῖ· αἱ δʼ αὖραι πυκνουμένου τοῦ ὑγροῦ εἰσί. Διὸ καὶ οὐδʼ ἀπὸ τῶν ἐν Λιβύῃ ποταμῶν οὐδʼ ἀφʼ ἑνὸς αὖραι οὐδαμῶς· ἅπαντες γὰρ θερμοί. Τοῦτο δὲ δῆλον ὅτι οὐδʼ ἀπὸ τῶν περὶ Βαβυλῶνα καὶ Σοῦσα καὶ ὅλως πρὸς τοὺς ἐμπύρους τόπους. Καίτοι φασί γε θαυμαστῶς καταψύχεσθαι τὸν ἀέρα πρὸς τὴν ἕω. Τοῦτο μὲν οὖν ἐπισκεπτέον. Τάχα γὰρ ἀποψύχεται μὲν, οὐ δύναται δὲ πορρωτέρω προϊέναι καὶ ποιεῖν αὔραν, ἐμπύρων εὐθὺ τῶν ὑποδεχομένων ὄντων τόπων,
Ἀπὸ γοῦν τῆς ἀπογείας καὶ τῆς τοιαύτης αὔρας καὶ αἱ τροπαὶ γίνονται συναθροισθέντος τοῦ ὑγροῦ ἀέρος· ἡ γὰρ τροπὴ καθάπερ παλιμπνοή τίς ἐστι πνεύματος ὥσπεο ἐν τοῖς εὐρίποις τῶν ὑγρῶν·
Γίνεται δὲ καὶ ἀνάκλασίς τις τῶν ἀνέμων ὥστʼ ἀντιπνεῖν αὑτοῖς, ὅταν ὑψηλοτέροις τόποις προσπνεύσαντες ὑπερᾶραι μὴ δύνωνται. Διὸ ἐνιαχοῦ τὰ νέφη τοῖς πνεύμασιν ὑπεναντία φέρεται καθάπερ περὶ Αἰγειὰς τῆς Μακεδονίας βορέου πνέοντος πρὸς τὸν βορέαν. Αἴτιον δʼ ὅτι τῶν ὀρῶν ὄντων ὑψηλῶν τῶν τε περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν τὰ πνεύματα προσπίπτοντα καὶ οὐχ ὑπεραίροντα τούτων ἀνακλᾶται πρὸς τοὐναντίον, ὥστε καὶ τὰ νέφη κατώτερα ὄντα φέρουσιν ἐναντίως. Συμβαίνει δὲ καὶ αὐτὸ τοῦτο παρʼ ἄλλοις.
Ἐνιαχοῦ δὲ καὶ ὑπʼ αὐτοὺς τοὺς ἐτησίας ἀντίπνοιαι γίνονται τῷ βορέᾳ διὰ τὴν περίκλασιν ὥστε καὶ ἐναντιοδρομεῖν τὰ πλοῖα, καθάπερ καὶ περὶ τὸν πόρον τὸν ἐκ Χαλκίδος εἰς Ὀρωπὸν, οὓς δὴ καλοῦσι παλιμβορέας. Γίνεται δὲ τοῦτο σχεδὸν ὅταν ὦσι λαμπρότατοι· τότε γὰρ μάλιστα δύνανται ὡς πορρωτάτω διατείνειν ὅταν πλῆθος ᾖ τὸ ἀντικόπτον. Ἐνιαχοῦ δὲ διὰ τὸ προσκόπτειν σχίζεσθαι συμβαίνει τὸν ἄνεμον ὥστε τὸ μὲν ἐκεῖσε τὸ δὲ δεῦρο ῥεῖν καθάπερ καὶ τὸ ὕδωρ ὑπὸ μιᾶς πηγῆς καὶ τῆς αὐτῆς ῥέον.
Ἁπλῶς δὲ οἱ τόποι πολλὰς ποιοῦσι τῶν πνευμάτων μεταβολὰς, ἄλλας τε καὶ τὸ σφοδρότερα καὶ ἠρεμέστερα γίνεσθαι, καθάπερ ἐὰν διὰ στενοῦ καὶ ἀχανοῦς πνέῃ. Σφοδρότερον γὰρ ἀεὶ καὶ λἀμο πρότερον τὸ διὰ τοῦ στενοῦ καθάπερ ὕδατος ῥεῖθρον· ἐκβιάζεται γὰρ καὶ διωθεῖ μᾶλλον ἀθρόον. Διὸ καὶ ἐν τοῖς ἄλλοις ἀπνοίας οὔσης ἐν τοῖς στενοῖς ἀεὶ πνεῦμα· μένειν γὰρ ὁ ἀὴρ οὐ δύναται διὰ τὸ πλῆθος, ἡ δὲ τούτου κίνησις ἄνεμος. Ὅθεν καὶ ἐν τοῖς στενωποῖς ὅταν κατακλεισθῶσι καὶ συμπέσωσι λαμπροὶ πνέουσι, καὶ ἐν ταῖς πύλαις, καὶ αἱ θυρίδες ἕλκουσιν ἀεὶ καὶ πνοὴν παρέχουσι. Πάντων γὰρ τούτων καὶ τῶν τοιούτων ἡ αὐτὴ καὶ μία τις ἡ εἰρημένη αἰτία.
Πάλιν δʼ ἔνιοι τόποι διὰ τὴν κοιλότητα καὶ διὰ τὸ περιέχεσθαι μείζοσιν ἐγγὺς ὄντες γε ἢ ἐγγυτέρω ἑτέρων ταῖς ἀρχαῖς ὅλως ἀποπνεύματοι τυγχάνουσιν. Οἱ δὲ πορρωτέρω πνευματώδεις· ὥσπερ καὶ περὶ Θετταλίαν καὶ Μακεδονίαν συμβαίνει κατὰ τοὺς ἐτησίας· οὐ γὰρ πνέουσι παρʼ αὐτοῖς ὡς εἰπεῖν, ἐν δὲ ταῖς νήσοις λαμπροὶ ταῖς μακρὰν ἀπηρτημέναις. Αἴτιον δὲ τὸ τὰς χώρας κοίλας καὶ ἐπισκεπεῖς εἶναι, ταῖς δὲ νήσοις οὐδὲν ἐπίπροσθεν τῆς φορᾶς. Κωλύονται δὲ καὶ οὗτοι καὶ ὅλως πᾶς ἄνεμος πνεῖν ἢ διὰ τὴν ἀπόστασιν, οὐ γὰρ δύνανται διατείνειν εἰς τὸ πορρωτέρω διὰ τὸ
Ὅτι δὲ συμβαίνει κατὰ τὴν ὥραν τοὺς ἐτησίας ἐπαίρεσθαι καὶ τὴν τροπαίαν πνεῖν περὶ Μακεδονίαν ὥσπερ σύμπτωμα θετέον. Πανταχοῦ γὰρ τῆς μεσημβρίας ἀπολήγει τὰ πνεύματα διὰ τὸν ἥλιον, ἅμα δὲ τῇ δείλῃ πάλιν αἴρεται. Συμβαίνει δὲ κατὰ τὸν αὐτὸν καιρὸν τήν τε τροπαίαν πρὸς ταῖς ἀπογείαις αὔραις καὶ τοὺς ἐτησίας ἐπαίρεσθαι πάλιν· οὐ γὰρ δὴ τὴν ἀνάκλασιν τὴν ἀπὸ τοῦ Ὀλύμπου καὶ τῆς Ὄσσης τῶν ἐτησίων αἰτιατέον ἢν μὴ * ἑρμηνεύουσιν ἢ μέτριοι παντελῶς. Τὰ μὲν οὖν συμπτώματα πειρατέον ἅπασι διαιρεῖν.
Ἐκεῖνο δʼ ἂν δόξειεν ἄτοπον καὶ παράλογον εἶναι διὰ τί τῶν ὑψηλῶν τόπων τὰ μὲν προσήνεμα πάντα ἀπνεύματα τυγχάνει τὰ δʼ ἐπισκεπῆ πνευματώδη, καὶ οὐ μετρίως ἀλλὰ σφοδρῶς· οἷον ἐν Πλαταιαῖς τῆς Βοιωτίας κειμέναις πρὸς τὸν βορέαν ὁ μὲν βορέας εὐδιεινὸς, ὁ δὲ νότος μέγας καὶ χειμερινὸς καὶ ἐπιπροσθοῦντος τοῦ Κιθαιρῶνος. Καὶ πάλιν παρὰ μὲν τὰ κοῖλα τῆς Εὐβοίας ὑπὸ τοὺς ἐτησίας τροπαῖαι παραθέουσιν, ἐν Καρύστῳ δὲ τηλικοῦτοι πνέουσιν ὥστε ἐξαίσιον εἶναι μέγεθος.
Ἔτι δὲ τῆς Κουριάδος ἐν τῷ καλουμένῳ Φαιστῷ κειμένῳ πρὸς νότον ὑψηλῷ καὶ ἀποτόμῳ θαυμαστόν τι κῦμα μὲν εἰσπίπτει, πνεῦμα δʼ οὐκ ἔστιν ἀλλὰ καὶ τὰ πλοῖα προσορμίζονται τοῖς λειωτοῖς ἀλιμένων ὄντων τῶν τόπων τῶν πλησίον, καὶ τὰ συμβαίνοντα θεωρεῖν ἐστί. Αἴτιον δὲ τοῦ μὲν μὴ διικνεῖσθαι τὸ πνεῦμα πρὸς τὴν γῆν τὸ μὴ ὑπάγειν τὸν ἀέρα μηδὲ ῥεῖν, ὅπερ συμβαίο νει διὰ τὸ ὕψος πρὸς κα
Τὰ δὲ πρὸς βορέαν καὶ ὅλως κατʼ ἀνέμους ἐπισκεπῆ διὰ τοῦτο πνευματωδέστερα, διότι συμβαίνει συναθροιζόμενον ἐπὶ τὸ ὕψος οἷον· ὑπερχεῖσθαι τὸ πνεῦμα καὶ ἐμπίπτειν ἀθρόον· ἧ γὰρ ἂν ἐπιβρίσῃ ταύτῃ κατέρρηξεν ἀληθῶς ἀθρόον. Γίνονται δὲ καὶ αἱ καταιγίδες ἐν τοῖς τοιούτοις· συστροφαὶ γὰρ ἐνταῦθα καὶ ἀθροισμὸς πνεύματος. Ὥσθʼ ὅταν ἐκραγῇ καθάπερ πληγὴν ἐποίησεν. Ἴσχυρὸν γὰρ τὸ ἀθρόον καὶ συνεχὲς ὥσπερ καὶ ἐπὶ τῶν τυφώνων. Ἃ μὲν οὖν διὰ τοὺς τόπους συμβαίνει ταῦτα καὶ τοιαῦτα τυγχάνει. Πολλὰ δʼ ἐστὶ καὶ πολλαχοῦ περὶ ὧν ἑκάστου τῆς ἱστορίας λέγειν.
Τὰ δὲ τοιάδε κοινὰ πάντων τῶν ἀνέμων οἷον ὅσα σημειώδη καθʼ ἕκαστον ἐν τῷ μέλλειν· ὁ γὰρ ἀὴρ ἀχλυούμενος κατὰ πυκνότητα καὶ μανότητα ἢ κατὰ θερμότητα καὶ ψύξιν ἢ κατʼ ἄλλην τινὰ τοιαύτην διάθεσιν ἐξεδήλωσεν ἀεὶ τὴν ἐπιοῦσαν πνοήν· ὁμοιοπαθῆ γὰρ τὰ κατὰ τὸν ἀέρα καὶ προτερεῖ τῶν ἀνέμων εἰς τὴν ἡμετέραν αἴσθησιν. Ὡσαύτως δὲ καὶ ἐπὶ
Κοινὰ δὲ καὶ τὰ τοιαῦτα πλειόνων οἷον ἀστέρων τε διᾳττόντων καὶ παρηλίων φάσις καὶ ἀπομάρανσις ἢ ῥῆξις καὶ εἴ τι τοιοῦθʼ ἕτερον. Πρότερον γὰρ ὁ ἀὴρ ὁ ἄνω τῷ πάσχειν ἀποδηλοῖ τὴν τῶν πνευμάτων φύσιν. Ἔτι δὲ τὸ ἐπὶ τέλει μεγίστους εἶναι, καὶ γὰρ τοῦτο κοινὸν πλείοσιν· ὅταν γὰρ ἀθρόον ἐμπνεύσωσι μικρὸν γίγνεται τὸ λοιπόν. Τὰ μὲν οὖν τοιαῦτα καθάπερ εἴρηται κοινά πως τῆς οὐσίας.
Ἐστι δὲ τὰ καθʼ ἕκαστον ἴδια κατὰ τὴν ἑκάστου φύσιν καὶ θέσιν, ὧν τὰ μὲν τοῖς τόποις μερίζεται καθʼ οὓς καὶ πρὸς οὓς αἱ πνοαὶ, τὰ δὲ ταῖς ἀρχαῖς ἀφʼ ὧν, τὰ δὲ ἄλλοις τοιούτοις. Ἰδιώτατα δʼ οὖν ὡς εἰπεῖν τὰ περὶ τὸν καικίαν
καὶ τὰ περὶ τὸν ζέφυρόν ἐστιν. Ὁ μὲν γὰρ καικίας
μόνος ἐφʼ αὑτὸν ἄγει τὰ νέφη καθάπερ καὶ ἡ παροιμία λέγει, "ἕλκων ἐφʼ αὑτὸν ὥστε καικίας νέφη".
Ὁ δὲ ζέφυρος λειότατος τῶν ἀνέμων καὶ πνεῖ δείλης καὶ ἐπὶ τὴν γῆν καὶ ψυχρὸς, τῶν ἐνιαυσίων ἐν δυοῖν μόνον ὥραις, ἐαρινῇ καὶ μετοπώρου. Πνεῖ δʼ ἐνιαχοῦ μὲν χειμέριος, ὅθεν καὶ ὁ ποιητὴς δυσαῆ προσηγόρευσεν. Ἐνιαχοῦ δὲ μέτριός ἐστι καὶ μαλακὸς διὸ καὶ Φιλόξενος ἡδεῖαν αὐτοῦ πεποίηκε τὴν πνοήν.
Αἴτιον δὲ τῷ μὲν καικίᾳ διότι πέφυκε κυκλοτερεῖ φέρεσθαι γραμμῇ ἧς τὸ κοῖλον πρὸς τὸν οὐρανὸν καὶ οὐκ ἐπὶ τὴν γῆν ἐστὶν ὥσπερ τῶν ἄλλων διὰ τὸ κάτωθεν πνεῖν· πνέων δʼ ἐπὶ τὴν ἀρχὴν οὕτως ἐφʼ αὑτὸν ἄγει τὰ νέφη· πρὸς ὁ γὰρ ἡ πνοὴ καὶ τῶν νεφῶν ἐντεῦθεν
Ὁ δὲ ζέφυρος ψυχρὸς μὲν διὰ τὸ πνεῖν ἀφʼ ἑσπέρας ἀπὸ θαλάττης καὶ πεδίων ἀναπεπταμένων, καὶ ἔτι μετὰ χειμῶνα τοῦ ἦρος ἄρτι τοῦ ἡλίου κρατοῦντος καὶ μετοπώρου πάλιν ὅτʼ οὐκέτι κρατεῖ. Τοῦ δὲ βορέου ἧττον ψυχρὸς διὰ τὸ ἀφʼ ὕδατος πνευματουμένου καὶ μὴ χιόνος πνεῖν. Οὐ συνεχὴς δὲ διὰ τὸ μὴ κρατεῖσθαι τὸ γινόμενον πνεῦμα· οὐ γὰρ ὥσπερ ἐν γῇ
Ἄγει δὲ καὶ νεφέλας μεγίστας ὅτι ἐκ πελάγους πνεῖ καὶ κατὰ θάλατταν ὥστε ἐκ πολλοῦ συνάγειν. Κειὁ μέριος δὲ καὶ δυσαὴς διὰ τὰ πρότερον εἰρημένα· μετὰ γὰρ χειμῶνα πνεῖ ψυχροῦ ἔτι τοῦ ἀέρος ὄντος· ἐπεὶ ὁ μετοπωρινὸς οὐ τοιοῦτος εἰ μὴ τῷ μεγέθει λαμβάνομεν τὸ χειμέριον· ἐν γὰρ τοῖς συνεχέσι τόποις μέγας πνεῖ καθάπερ καὶ οἱ ἄλλοι. Καὶ ληπτέον ἴσως οὕτω τὸ χειμέριον, οὐχ ὡς πᾶσιν· εἰ μὴ ἄρα καὶ παραλλάττοντές τινες ποιοῦνται τὴν προσηγορίαν τὸν θρασκίαν ζέφυρον καλοῦντες· χειμέριος γὰρ οὗτος. Ἀλλὰ ταῦτα ἐπισκεπτέον.
Ἡ δὲ ὁμαλότης καὶ λειότης ὅταν ᾖ ποιεῖ τινὰ χάριν κατὰ τὴν κίνησιν καὶ φορὰν, ὥσθʼ ὅτου τοιοῦτος ἐνταῦθα καὶ ἡδύς, Ὅτι δὲ τοὺς καρποὺς οὓς μὲν φθείρει οὓς δὲ τρέφει καθόλου μὲν ἐκεῖνο ἀληθὲς εἰπεῖν ὁ καὶ κατὰ τῶν ἄλλων κοινὸν, ὅτι τρέφει μὲν ὅπου ψυχρὸς πνεῖ τοῦ θέρους, ἀπόλλυσι δὲ ὅπου θερμός. Καὶ πάλιν τοῦ χειμῶνος καὶ τοῦ ἦρος ὁμοίως ὅπου μὲν ψυχρὸς ἀπόλλυσιν, ὅπου δὲ θερμὸς τρέφει καὶ σώζει ἐναντίαν ταῖς ὥραις τὴν πνοὴν ἔχων Τοῦτο δʼ ἐστὶν ὅταν ἐκ θαλάττης ἦ· θερμὴ γὰρ αὕτη χειμῶνος, θέρους δὲ ψυχρά. Διὰ τοῦτο δὲ καὶ ὁ νότος ἐνιαχοῦ τοιοῦτος ὥσπερ καὶ ἐν Ἄργει, καὶ ὁ βορέας δὲ παρʼ ἄλλοις.
Τὸ μὲν οὖν ἁπλοῦν καὶ κοινὸν ὥσπερ ἐλέχθη τοῦτο. Τὰ δὲ καθʼ ἑκάστους τόπους ἐκ τῆς θέσεως δεῖ καὶ τῶν ἄλλων τῶν συμβαινόντων ἀνασκοπεῖν καὶ θεωρεῖν· εὑρήσεις γὰρ σχεδὸν ἐν ταύταις ταῖς αἰτίαις τὴν διαφοράν· οἷον τῆς Ἰταλίας ἡ μὲν Λοκρὶς καὶ ἡ ταύτῃ συνεχὴς εὐθηνεῖ τῷ ζεφύρῳ διὰ τὸ ἐκ τῆς θαλάττης προσπίπτειν. Ἄλλη δέ τις οὐχ ὁμοίως, ἔνιαι δὲ καὶ βλάπτονται. Καὶ πάλιν τῆς Κρήτης ἡ μὲν Γορτύνη τρέφεται, κεῖται γὰρ ἀναπεπταμένη καὶ προσβάλλει αὐτῇ ἐκ τοῦ πελάγους· ἑτέρα δέ τις ἀπόλλυται πρὸς ἣν ἐκ τῆς γῆς καὶ ὀρῶν τινῶν προσπίπτει.
Φθείρει δὲ καὶ τὰ ἐν τῷ μαλακῷ κόλπῳ πάντα καὶ τὰ ἐπέτεια καὶ τὰ τῶν δένδρων καὶ τῆς Θεσσαλίας περὶ τὸν πιέριον· ἀμφοτέρων δὲ τῶν τόπων ἡ αὐτὴ φύσις καὶ τὰ περιέχονθʼ ὅμοια· κεῖνται μὲν γὰρ ἄμφω πρὸς ἀνατολὴν, περιέχονται δʼ ὄρεσιν ὑψηλοῖς, ὁ μὲν τῆ Οἴτῃ καὶ τοῖς συνεχέσιν
Ὅλως γὰρ ὃ πολλάκις λέγεται τοῦτʼ ἀληθὲς ὅτι μέγα συμβάλλεται διʼ ὧν ἂν πνέῃ καὶ ὅθεν εἰς τε τἆλλα καὶ εἰς θερμότητα καὶ εἰς ψυχρότητα. Διὰ τοῦτο γὰρ καὶ ὁ νότος ψυχρὸς οὐχ ἧττον τοῦ βορέου κατὰ τὴν παροιμίαν, ὅτι διὰ τὸν ἀέρα κατεψυγμένον ἔτι καὶ ὑγρὸν ὑπὸ τοῦ χειμῶνος τοιαύτην ἀνάγκη τὴν πνοὴν προσπίπτειν οἷος ἂν ὁ ἀὴρ ᾖ. Ὁ δὲ βορέας ὁ ἐπὶ τὸν πηλὸν
Ἡ μὲν
Διὰ τοῦτο καὶ ἐὰν λάβῃ πνέοντα ἄλλον ἄνεμον μείζων γίνεται διότι προσέθηκεν. Ὥσπερ
Οἱ δὲ νυκτερινοὶ βορέαι τριταῖοι πίπτουσιν, ὅθεν ἡ παροιμία λέγεται ὡς, "οὔποτε νυκτερινὸς βορέας τρίτον ἵκετο φέγγος", διότι ἀσθενῆ τὰ πνεύματα γίνεται τὰ ἀπὸ τῆς ἄρκτου νύκτωρ ἀρξάμενα· φανερὸν γὰρ ὡς
Τάχα δὲ κἀκεῖνο τοῦ βορέου
Ἐπεὶ δὲ πρὸς τὰς χώρας ἑκάστοις καὶ τοὺς τόπους ἐπινεφῆ καὶ αἰθρίαι. Διὰ τοῦτο καὶ τῶν ἐν παροιμίᾳ λεγομένων πρός τινας τόπους ἔνια, ὥσπερ
Ἐνιαχοῦ δὲ καθάπερ τάξις τίς ἐστι τῶν πνευμάτων ὥστε θάτερον μετὰ θάτερον πνεῖν ἐὰν μένῃ τινὰ χρόνον. Τάχα δὲ οὐδὲ τὸ ὅλον ἄτοπον τό γε τοιοῦτο, εἴπερ ἡ περίστασις ἀεὶ τῶν ἀνέμων εἰς τοὺς ἐφεξῆς, πάλιν μεταβάλλειν εἰς τοὺς ἐναντίους. Δύο γὰρ οὗτοι τρόποι μεταλλαγῆς ἢ περισταμένων ἢ ἐκπνευσάντων τελέως. Ὧν ἡ μὲν κατὰ τὴν περίστασιν * εὖρος εἰς τοὺς ἐφεξῆς, γὰρ ἐγγυτάτω αὕτη μετάβασις ἐν ᾗ καὶ ἀναστρέφει πολλάκις ἐπὶ τὸν αὐτὸν ὅταν ὑπὸ χειμῶνος ἀοριστία τις ᾖ, — ἡ δὲ κατὰ τὴν μεταβολὴν εἰς τοὺς ἐναντίους.
Καὶ ὅλως οὕτω πέφυκεν ἐπὶ πάντων καὶ ἐπὶ τούτων ἡ ἀνταπόδοσις καὶ οἷον ἡ ἀντίρροια κατὰ λόγον, ὁ περὶ τὰς ἀπογείας ὑπάρχει πρὸς τὰς τροπαίας. Αὕτη δὲ πολαο λαχοῦ καθάπερ ἐφήμερός ἐστι τάξις τῆς μεταβολῆς. Ἐνιαχοῦ δʼ οὐ τροπαία τὸ ἀντιπνέον ἀλλʼ ἕτερόν τι πνεῦμα πελάγιον ὥσπερ καὶ περὶ τὸν παμφυλικὸν κόλπον. Ἕωθεν μὲν γὰρ δύρις καλούμενος ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἰδύρου πνεῖ μέγας καὶ πολὺς, ἐπιπνεῖ δʼ αὐτῷ νότος καὶ εὖρος· ὅταν δʼ ἀντικόψωσιν ἀλλήλοις κύματός τε μέγεθος αἴρεται συνωθουμένης τῆς θαλάττης καὶ πρηστῆρες πολλοὶ πίπτουσιν ὑφʼ ὧν καὶ τὰ πλοῖα ἀπόλλυνται.
Τὸ γὰρ ὅλον ὅπου τοιαύτη σύγκρουσις γίνεται τῶν ἀνέμων, καὶ κυμάτων μέγεθος αἴρεται καὶ χειμὼν γίνεται πολὺς, ὥσπερ ὅταν ἀντιπνεόντων ἀλλήλοις μάχεσθαι φῶσι τοὺς ἀνέμους. Ἐπεὶ κἀκεῖνο κατὰ λόγον ἐστὶν, ὅταν ἐπιπέσωσιν ἀλλήλοις μήπω τελέως ἐκπεπνευκόσι τὸν χειμῶνα ποιεῖν· οἷον γὰρ ὕλην παρέθηκε θάτερος θατέρῳ. Μᾶλλον δὲ τοῦτʼ ἐμφανὲς ἐπὶ τοῦ βορέου· χειμεριώτερος γὰρ οὗτος καὶ εὐθὺ τὴν προσενεχθεῖσαν ἔπηξεν ὕλην. Ὡσαύτως δὲ καὶ ὁ νότος ἐξύγρανε καὶ ὑδατώδη ἐποίησεν. Ἐνιαχοῦ δὲ καὶ τοὺς νιφετοὺς δοκεῖ ποιεῖν ὥσπερ καὶ περὶ τὸν Πόντον καὶ τὸν Ἑλλήσποντον, ὅταν ὁ βορέας οὕτω γένηται ψυχρὸς ὥστε πήξας κατέχειν· οὐ μὴν ἀλλά γε τὸ πλεῖον διέπηξεν ἢ εἰς ὕδωρ διέλυσεν.
Καὶ αὗται μὲν οἷον χειμεριναί τινες ἐπίπνοιαι καὶ ἀντικόψεις. Αἱ δʼ ἐπʼ Ὠρίωνος ἀνατολῇ καὶ δύσει τῶν πνευμάτων ἀκρισίαι συμβαίνουσιν ὅτι ἐν μεταβολαῖς ἀεὶ πάντα μάλιστα πέφυκεν ἀοριστεῖν. Ὁ δ' Ὠρίων ἀνατέλλει μὲν ἐν ἀρχῇ ὀπώρας δύνει δʼ ἐν ἀρχῇ χειμῶνος, ὥστε διὰ τὸ μήπω καθεστάναι μηδεμίαν ὥραν, τῆς μὲν γιγνομένης τῆς δὲ παυομένης, ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα καὶ ἄκριτα εἶναι διὰ τὸ ἐπαμο φοτερίζειν ἐξ ἑκατέρας, ὅθεν δὴ καὶ χαλεπὸς λέγεται καὶ δύνων καὶ ἀνατέλλων εἶναι διὰ τὴν ἀοριστίαν τῆς ὥρας· ἀνάγκη γὰρ ταραχώδη καὶ ἀνωμαλῆ εἶναι.
Καὶ ταῦτα μὲν οὖν καὶ ὅσα ἄλλα τοιαῦτα περὶ τὸν ἀέρα καὶ τὸν ὅλον οὐρανὸν συμβαίνει· τὰ
Καὶ πάλιν ξηροὶ καὶ μὴ ὑδατώδεις ὄντες οἱ νότοι πυρετώδεις· ὑγρότητα γὰρ ἐν τοῖς σώμασι θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι θερμοὶ φύσει καὶ ὑγροὶ ὄντες. Ἡ δὲ τοιαύτη διάθεσις πυρετώδης· ὁ γὰρ πυρετὸς ἐξ ἀμφοῖν τούτοιν ὑπερβολῆς ἐστίν· ὅταν
Καὶ τῶν καρπῶν δὲ καὶ τῶν ἄλλων τῶν τοιούτων ὁμοίως· ἅπαντα γὰρ εἰς τὴν ὑγρότητα καὶ διάχυσιν καὶ τὴν πυκνότητα καὶ σύστασιν καὶ ὅσα ἄλλα τῆς συστοιχίας ἑκατέραν ἀναχθήσεται. Καὶ ἐπὶ τῶν ἀψύχων δʼ ὡσαύτως, οἷον αἱ ῥηγνύμεναι χορδαὶ καὶ οἱ ψόφοι τῶν κεκολλημένων καὶ ὅσα ἄλλα συμβαίνει διυγραινομένων καὶ ἀνιεμένων
Ἁπλῶς δὲ τὰ μὲν τοιαῦτα σχεδὸν ἐμφανεῖς ἔχει τὰς αἰτίας οἷον ἀπὸ ἀρχῆς ἀνάλογον ἔχοντα τὸ ἐφεξῆς· ἐκεῖνο δʼ ἐν ἀπορίᾳ καὶ ζητήσει μᾶλλον γίνεται, καθʼ ἑκάτερον ὂν, οἷον εἰ μὴ σκληρότης μηδὲ ξηρότης μηδὲ πυκνότης τοῖς βορείοις ἀλλὰ τὰ ἐναντία, καὶ ἐπὶ τοῦ νότου ὡσαύτως· τὸ γὰρ παράλογον αἰτίαν ἐπιζητεῖ, τὸ δʼ εὔλογον καὶ ἄνευ αἰτίας συγχωροῦσιν οἱ ἄνθρωποι· δεινοὶ γὰρ προσθεῖναι τὸ ἐλλιπές.
Ὅτι δὲ ψυχροὶ ὄντες οἱ ἄνεμοι ξηραίνουσι καὶ θᾶττον
Τὸ δὲ μὴ πνεῖν νότον λαμπρὸν ἐν Αἰγύπτῳ μηδʼ ἡμέρας δρόμον ἀπέχοντι καὶ νυκτὸς ψεῦδος. Δασύνειν δὲ τὸν οὐρανὸν μάλιστα
Ἐν Σικελίᾳ δὲ καικίαν οὐ καλοῦσιν ἀλλʼ ἀπηλιώτην· δοκεῖ δʼ οὐχ ὁ αὐτὸς εἶναί τισιν ἀλλὰ διαφέρειν, ὅτι ὁ μὲν δασύνει τὸν οὐρανὸν ὁ δʼ οὔ. Ἀρογέστην δὲ οἱ μὲν οὖν ὀλυμπίαν, οἱ δὲ σκίρωνα καλοῦσιν, οἱ