Lace v. 0.6.21 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
τὸν δὲ γυναικείων μελέων πλέξαντά ποτ’ ὠιδὰς
ἡδὺν Ἀνακρείοντα Τέως εἰς Ἑλλάδ’ ἀνῆγεν,
συμποσίων ἐρέθισμα, γυναικῶν ἠπερόπευμα,
αὐλῶν ἀντίπαλον, φιλοβάρβιτον, ἡδύν, ἄλυπον.
οὔ ποτέ σου φιλότης γηράσεται οὔτε θανεῖται,
ἔστ’ ἂν ὕδωρ οἴνωι συμμειγνύμενον κυλίκεσσιν
παῖς διαπομπεύηι, προπόσεις ἐπὶ δεξιὰ νωμῶν,
παννυχίδας θ’ ἱερὰς θήλεις χοροὶ ἀμφιέπωσιν,
πλάστιγξ θ’ ἡ χαλκοῦ θυγάτηρ ἐπ’ ἄκραισι καθίζηι
κοττάβου ὑψηλαῖς κορυφαῖς Βρομίου ψακάδεσσιν.
κότταβος . . . καθιστάμεθα
. κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον,
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα,
εἶτα δ’ ὄχος Σικελὸς κάλλει δαπάνηι τε κράτιστος,
* * *
Θεσσαλικὸς δὲ θρόνος, γυίων τρυφερωτάτη ἕδρα·
εὐναίου δὲ λέχους 〈ἔξοχα〉 κάλλος ἔχει
Μίλητός τε Χίος τ’ ἔναλος πόλις Οἰνοπίωνος.
Τυρσηνὴ δὲ κρατεῖ χρυσότυπος φιάλη
καὶ πᾶς χαλκὸς ὅτις κοσμεῖ δόμον ἔν τινι χρείαι.
Φοίνικες δ’ εὗρον γράμματ’ ἀλεξίλογα,
Θήβη δ’ ἁρματόεντα δίφρον συνεπήξατο πρώτη,
φορτηγοὺς δ’ ἀκάτους Κᾶρες ἁλὸς ταμίαι.
τὸν δὲ τροχὸν γαίας τε καμίνου τ’ ἔκγονον εὗρε
κλεινότατον κέραμον, χρήσιμον οἰκονόμον,
ἡ τὸ καλὸν Μαραθῶνι καταστήσασα τρόπαιον.
καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω
Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις·
οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείωι·
νῦν δ’ ἐν ἰαμβείωι κείσεται οὐκ ἀμέτρως.
γνώμη δ’ ἥ σε κατήγαγ’, ἐγὼ ταύτην ἐν ἅπασιν
εἶπον καὶ γράψας τοὖργον ἔδρασα τόδε.
σφραγὶς δ’ ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι κεῖται.
ATN. x 432D προπόσεις δὲ τὰς γινομένας ἐν τοῖς συμποσίοις Λακεδαιμονίοις οὐκ ἦν ἔθος ποιεῖν οὐδὲ φιλοτησίας διὰ τούτων πρὸς ἀλλήλους ποιεῖσθαι. δηλοῖ δὲ ταῦτα Κ. ἐν τοῖς Ἐλεγείοις·
καὶ τόδ’ ἔθος Σπάρτηι μελέτημά τε κείμενόν ἐστι
ἑξῆς τε πάλιν φησίν·
πίνειν τὴν αὐτὴν οἰνοφόρον κύλικα,
μηδ’ ἀποδωρεῖσθαι προπόσεις ὀνομαστὶ λέγοντα,
μηδ’ ἐπὶ δεξιτερὰν χεῖρα κύκλωι θιάσου
* * *
ἄγγεα Λυδὴ χεὶρ εὗρ’ Ἀσιατογενής.
καὶ προπόσεις ὀρέγειν ἐπὶ δεξιὰ, καὶ προκαλεῖσθαι
ἐξονομακλήδην, ὧι προπιεῖν ἐθέλει.
εἶτ’ ἀπὸ τοιούτων πόσεων γλώσσας τε λύουσιν
εἰς αἰσχροὺς μύθους, σῶμά τ’ ἀμαυρότερον
τεύχουσιν· πρὸς δ’ ὄμμ’ ἀχλὺς ἀμβλωπὸς ἐφίζει·
λῆστις δ’ ἐκτήκει μνημοσύνην πραπίδων·
νοῦς δὲ παρέσφαλται· δμῶες δ’ ἀκόλαστον ἔχουσιν
ἦθος· ἐπεισπίπτει δ’ οἰκοτριβὴς δαπάνη.
οἱ Λακεδαιμονίων δὲ κόροι πίνουσι τοσοῦτον,
ὥστε φρέν’ εἰς ἱλαρὰν ἐλπίδα πάντας ἄγειν
εἴς τε φιλοφροσύνην γλῶσσαν μέτριόν τε γέλωτα·
τοιαύτη δὲ πόσις σώματί τ’ ὠφέλιμος
γνώμηι τε κτήσει τε· καλῶς δ’ εἰς ἔργ’ Ἀφροδίτης
πρός θ’ ὕπνον ἥρμοσται, τὸν καμάτων λιμένα,
πρὸς τὴν τερπνοτάτην τε θεῶν θνητοῖς Ὑγίειαν,
καὶ τὴν Εὐσεβίης γείτονα Σωφροσύνην.
αἱ γὰρ ὑπὲρ τὸ μέτρον κυλίκων προπόσεις παρὰ χρῆμα
τέρψασαι λυποῦσ’ εἰς τὸν ἅπαντα χρόνον
ἡ Λακεδαιμονίων δὲ δίαιθ’ ὁμαλῶς διάκειται,
ἔσθειν καὶ πίνειν σύμμετρα πρὸς τὸ φρονεῖν
καὶ τὸ πονεῖν εἶναι δυνατούς· οὐκ ἔστ’ ἀπότακτος
ἡμέρα οἰνῶσαι σῶμ’ ἀμέτροισι πότοις.
μηδὲν ἄγαν
, ὅπερ Χίλωνι ἀνατιθέασιν. ὡς ἦν Λακεδαιμόνιος Χίλων σοφός. ὃς τάδ’ ἔλεξε·
μηδὲν ἄγαν· καιρῶι πάντα πρόσεστι καλά.
πλοῦτον μὲν Σκοπαδῶν, μεγαλοφροσύνην δὲ Κίμωνος,
νίκας δ’ Ἀρκεσίλα τοῦ Λακεδαιμονίου.
ἐκ μελέτης πλείους ἢ φύσεως ἀγαθοί.
Eponym von Tenedos vgl. Konon 28
φεῦ· οὐδὲν δίκαιόν ἐστιν ἐν τῶι νῦν γένει.
οὐδεὶς γὰρ ἡμᾶς 〈ὅστις〉 ἐξαιρήσεται.
οἳ γῆν ἔχουσ’ Εὐβοΐδα πρόσχωρον πόλιν.
ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου·
ὁ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν,
τῶι δ’ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων
πολλῶν κεκλῆσθαι βούλεται πάτωρ δόμοις.
ἄλλωι δ’ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν
λέγοντι πείθειν τοὺς πέλας τόλμηι κακῆι.
οἱ δ’ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν
ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη.
ἐγὼ 〈δὲ〉 τούτων οὐδενὸς χρηίζω τυχεῖν,
δόξαν δὲ βουλοίμην ἂν εὐκλείας ἔχειν.
Ζεύς, ὡς λέλεκται
ἀναφορά, τῆς ἀληθείας ὕπο
βεβαίωσις): οὗτος ὁ στίχος ἐν δυσὶν εὕρηται δράμασιν Εὐριπίδου, ἔν τε τῶι λεγομένωι Πειρίθωι καὶ ἐν τῆι Σοφῆι Μελανίππηι. ὧν καὶ τὰς ὑποθέσεις καὶ τὰ χωρία οὐκ ἄκαιρον ἐκθεῖναι τοῖς ἀσπαζομένοις τὴν πολυμάθειαν. ἡ μὲν οὖν τοῦ Πειρίθου ὑπόθεσίς ἐστιν αὕτη· Πειρίθους ἐπὶ τῆι Περσεφόνης μνηστείαι μετὰ Θησέως εἰς Ἅιδου καταβὰς τιμωρίας ἔτυχε τῆς πρεπούσης· αὐτὸς μὲν γὰρ ἐπὶ πέτρας ἀκινήτωι καθέδραι πεδηθεὶς δρακόντων ἐφρουρεῖτο χάσμασιν, Θησεὺς δὲ τὸν φίλον ἐγκαταλιπεῖν αἰσχρὸν ἡγούμενος βίου εἵλετο τὴν ἐν Ἅιδου ζωήν. ἐπὶ τὸν Κέρβερον δὲ Ἡρακλῆς ἀποσταλεὶς ὑπὸ Εὐρυσθέως τοῦ μὲν θηρίου βίαι περιεγένετο, τοὺς δὲ περὶ Θησέα χάριτι τῶν χθονίων θεῶν τῆς παρούσης ἀνάγκης ἐξέλυσεν μιᾶι πράξει καὶ τὸν ἀνθιστάμενον χειρωσάμενος καὶ παρὰ θεῶν χάριν λαβὼν καὶ δυστυχοῦντας ἐλεήσας φίλους. εἰσάγεται γοῦν ἐν τούτωι τῶι δράματι Αἰακὸς πρὸς Ἡρακλέα λεγῶν·
ἔα, τί χρῆμα; δέρκομαι σπουδῆι τινα
εἶτα Ἡρακλῆς πρὸς αὐτόν (Nauck FT p. 547. Eur. fr. 591]:
δεῦρ’ ἐγκονοῦντα καὶ μάλ’ εὐτόλμωι φρενί.
εἰπεῖν δίκαιον, ὦ ξέν(ε), ὅστις ὢν τόπους
4 εἰς τούσδε χρίμπτηι καὶ καθ’ ἥντιν’ αἰτίαν.
οὐδεὶς ὄκνος πάντ’ ἐκκαλύψασθαι λόγον·
ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δ’ Ἡρακλῆς,
θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός.
ἐμῆι γὰρ ἦλθε μητρὶ κεδνὸν εἰς λέχος
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.
ἥκω δὲ δεῦρο πρὸς βίαν Εὐρυσθέως
ἀρχαῖς ὑπείκων, ὅς μ’ ἔπεμψ(ε) Ἅιδου κύνα
ἄγειν κελεύων ζῶντα πρὸς Μυκηνίδας
πύλας, ἰδεῖν μὲν οὐ θέλων, ἆθλον δέ μοι
ἀνήνυτον τὸν δῶκεν ἐξηνυκέναι.
τοιόνδ’ ἰχνεύων πρᾶγος Εὐρώπης κύκλωι
Ἀσίας τε πάσης ἐς μυχοὺς ἐλήλυθα.
ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον
χάσμ’ εὐφήμως προχέωμεν.
ἀκάμας . . . πόλον
. καὶ τὸν Ἀτλάντιον φρουρῶν πόλον
, ὡς αὐτοῦ τε περιπολουμένου καὶ δι’ αὐτοῦ πάντων ἐρχομένων.
ἀκάμας τε Χρόνος περί τ’ ἀενάωι
Ἄτλας δὲ ὁ μὴ πάσχων πόλος δύναται μὲν εἶναί καὶ ἡ ἀπλανὴς σφαῖρα, βέλτιον δὲ ἴσως αἰῶνα ἀκίνητον νοεῖσθαι.
ῥεύματι πλήρης φοιτᾶι τίκτων
αὐτὸς ἑαυτόν, δίδυμοί τ’ Ἄρκτοι
ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς
τὸν Ἀτλάντειον τηροῦσι πόλον.
σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίωι
ῤύμβωι πάντων φύσιν ἐμπλέξανθ’,
ὃν περὶ μὲν φῶς, περὶ δ’ ὀρφναία
νὺξ αἰολόχρως ἄκριτός τ’ ἄστρων
ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει.
ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκεν, τὰ δ’ ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ὧι καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους.
αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις.
ὁ πρῶτος εἰπὼν οὐκ ἀγυμνάστωι φρενί
ἔρριψεν, ὅστις τόνδ’ ἐκαίνισεν λόγον,
ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη.
τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου·
τὸν μὲν γὰρ οὐδεὶς ἂν διατρέψαι ποτέ
ῥήτωρ δύναιτο, τὸν δ’ ἄνω τε καὶ κάτω
λόγοις ταράσσων πολλάκις λυμαίνεται.
οὐκ οὖν τὸ μὴ ζῆν κρεῖσσόν ἐστ’ ἢ ζῆν κακῶς:
Ἄφιδνε Γαίας υἱὲ τῆς ἀμήτορος
.
ἦν . . . γένος
. τό τ’ ἀστερωπὸν οὐρανοῦ σέλας χρόνου . . . σοφοῦ
ἦν χρόνος, ὅτ’ ἦν ἄτακτος ἀνθρώπων βίος
καὶ ὀλίγα προσδιελθὼν ἐπιφέρει
καὶ θηριώδης ἰσχύος θ’ ὑπηρέτης,
ὅτ’ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν
οὔτ’ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο.
κἄπειτά μοι δοκοῦσιν ἄνθρωποι νόμους
θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ἦι
〈ὁμῶς ἁπάντων〉 τήν θ’ ὕβριν δούλην ἔχηι·
ἐζημιοῦτο δ’ εἴ τις ἐξαμαρτάνοι.
ἔπειτ’ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι
ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίαι,
λάθραι δ’ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ
〈πρῶτον〉 πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ [γνῶναι]
〈θεῶν〉 δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως
εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθραι
πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί 〈τι〉.
ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο,
ὡς ἔστι δαίμων ἀφθίτωι θάλλων βίωι,
νόωι τ’ ἀκούων καὶ βλέπων, φρονῶν τ’ ἄγαν
προσέχων τε ταῦτα, καὶ φύσιν θείαν φορῶν,
ὃς πᾶν τὸ λεχθὲν ἐν βροτοῖς ἀκούσεται,
〈τὸ〉 δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται.
ἐὰν δὲ σὺν σιγῆι τι βουλεύηις κακόν,
τοῦτ’ οὐχὶ λήσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν
〈ἄγαν〉 ἔνεστι. τούσδε τοὺς λόγους λέγων
διδαγμάτων ἥδιστον εἰσηγήσατο
ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγωι.
ναίειν δ’ ἔφασκε τοὺς θεοὺς ἐνταῦθ’, ἵνα
μάλιστ’ ἂν ἐξέπληξεν ἀνθρώπους λέγων,
ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς
καὶ τὰς ὀνήσεις τῶι ταλαιπώρωι βίωι,
ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵν’ ἀστραπάς
κατεῖδεν οὔσας, δεινὰ δὲ κτυπήματα
βροντῆς, τό τ’ ἀστερωπὸν οὐρανοῦ δέμας,
Χρόνου καλὸν ποίκιλμα τέκτονος σοφοῦ,
ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος,
ὅ θ’ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται.
τοίους δὲ περιέσεισεν ἀνθρώποις φόβους,
δι’ οὓς καλῶς τε τῶι λόγωι κατώικισεν
τὸν δαίμον(α) οὗ〈τος〉 κἀν πρέποντι χωρίωι,
τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν.οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα
θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος.
μετὰ τὴν σκιὰν τάχιστα γηράσκει χρόνος.
ὅστις δὲ τοῖς φίλοισι πάντα πρὸς χάριν
πράσσων ὁμιλεῖ, τὴν παραυτίχ’ ἡδονήν
ἔχθραν καθίστησ’ εἰς τὸν ὕστερον χρόνον.
δεινὸν δ’ ὅταν τις μὴ φρονῶν δοκῆι φρονεῖν.
σοφῆς δὲ πενίας σκαιότητα πλουσίαν
κρεῖσσον σύνοικόν ἐστιν ἐν δόμοις ἔχειν;
Hierher gehören vermutlich B 53-73.
ὁμολογοῦνται δ’ οἱ Θετταλοὶ πολυτελέστατοι τῶν Ἑλλήνων γεγενῆσθαι περί τε τὰς ἐσθῆτας καὶ τὴν δίαιταν· ὅπερ αὐτοῖς αἴτιον ἐγένετο καὶ τοῦ κατὰ τῆς Ἑλλάδος ἐπαγαγεῖν τοὺς Πέρσας, ἐζηλωκόσι τὴν τούτων τρυφὴν καὶ πολυτέλειαν
. ἱστορεῖ δὲ περὶ τῆς πολυτελείας αὐτῶν καὶ Κ. ἐν τῆι Πολιτείαι αὐτῶν.
ἐκ γὰρ πατρὸς καὶ μητρὸς ἐκπονουμένων σκληρὰς διαίτας οἱ γόνοι βελτίονες
ὁ μὲν Χῖος καὶ Θάσιος ἐκ μεγάλων κυλίκων ἐπὶ δεξιά, ὁ δ’ Ἀττικὸς ἐκ μικρῶν ἐπὶ δεξιά, ὁ δὲ Θετταλικὸς ἐκπώματα προπίνει ὅτωι ἂν βούλωνται μεγάλα. Λακεδαιμόνιοι δὲ τὴν παρ’ αὑτῶι ἕκαστος πίνει, ὁ δὲ παῖς ὁ οἰνοχόος 〈ἐπιχεῖ〉 ὅσον ἂν ἀποπίηι.
χωρὶς δὲ τούτων τὰ σμικρότατα ἐς τὴν δίαιταν, ὑποδήματα ἄριστα Λακωνικὰ 〈καὶ〉 ἱμάτια φορεῖν ἥδιστα καὶ χρησιμώτατα· κώθων Λακωνικὸς ἔκπωμα ἐπιτηδειότατον εἰς στρατείαν καὶ εὐφορώτατον ἐν γυλιῶι· οὗ δὲ ἕνεκα στρατιωτικόν, 〈δηλώσω· στρατιώτηι〉 πολλάκις ἀνάγκη ὕδωρ πίνειν οὐ καθαρόν. πρῶτον μὲν οὖν τὸ μὴ λίαν κατάδηλον εἶναι τὸ πόμα· εἶτα ἄμβωνας ὁ κώθων ἔχων ὑπολείπει τὸ οὐ καθαρὸν ἐν αὑτῶι.
κλίνη Μιλησιουργής
Κ. φησὶν ἐν τῆι Λακεδαιμονίων πολιτείαι.
ἀναπηδήσαντες εἰς ὕψος πρὸ τοῦ κατενεχθῆναι ἐπὶ γῆν παραλλαγὰς πολλὰς τοῖς ποσὶν ἐποίουν, ὃ δὴ θερμαϋστρίζειν ἔλεγον.
αἰσθέσθαι
φωνῆι τὸν Ἱπποκράτην κατὰ τῆς γνώμης
. . . γνώμης
ὀνόματος εἰπὼν ὡς ἐπὶ τῶν παλαιῶν ἐν ἴσωι τῶι νοῦ
ἢ διανοίας
, εἰ μὴ καὶ ἐννοήσεως
, ἐλέγετο. πολλῶν οὖν ὄντων εἰς τοῦτο μαρτυρίων ὀλίγα παραθήσομαι. Κ. μὲν ἐν τῶι πρώτωι Ἀφορισμῶι τάδε γράφει· μήτε ἃ τῶι ἄλλωι σώματι αἰσθάνεται μηδὲ ἃ τῆι γνώμηι γιγνώσκει
. καὶ πάλιν· γιγνώσκουσιν οἱ ἄνθρωποι εἰθισμένοι ὑγιαίνειν τῆι γνώμηι.
εἰ δ’ αὐτὸς ἀσκήσειας, ὅπως γνώμηι ἔσηι ἱκανός, ἥκιστα ἂν οὕτως ὑπ’ αὐτῶν ἂν ἀδικηθείης
καὶ πολλάκις ἐν τῶι αὐτῶι· καὶ ἐν τῶι δευτέρωι δὲ τῶν Ὁμιλιῶν ἀντιδιαιρῶν
ὀρσότης
ἀντὶ τοῦ ὁρμή παράσημον.
δυσάνιος δέ ἐστιν, ὅστις ἐπὶ τοῖς σμικροῖς ἀνιᾶται, καὶ ἐπὶ τοῖς μεγάλοις μᾶλλον ἢ οἱ ἄλλοι ἄνθρωποι ἢ πλείω χρόνον.
δοκεῖ δ’ ἔμοι γε
, σκληρότερος ἂν ἐγένετο ὁ λόγος καὶ μᾶλλον Κριτίου ἔδοξεν ἂν εἶναι ἤ τινος τῶν τοιούτων.
ὅσοι μὲν τοὺς τοιούτους ἐγλέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν
, Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν 〈ἂν〉 εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν.
βέβαιον μὲν οὐδέν, εἰ μὴ τό τε καταθανεῖν γενομένωι καὶ ζῶντι μὴ οἷόν τε ἐκτὸς ἄτης βαίνειν
.
τῶι τῶν Πυθίων ἀγῶνι
.
ἐπὶ τό γε [ἐπὶ τὸ] χρηστοὺς εἶναι
.
Die Sprüche in Ryssel’s graeco-syr. Sammlung