Text encoded in accordance with the latest EpiDoc standards (January 2014)
lege p. 76, 9 Ματιαν
„ „ 87, 26 βιαιοθανασίας
„ „ 107, 9 τῆς
„ „ 124, 6 Ἀνακτόρων
„ „ 124, 9 Χαρίτων
„ „ 142, 5 βλάβας
„ „ 144, 24 νυναικοποεπωδέστεοον
„ „ 153, 13 δωδεκατημοοίω
„ „ 161, 8 νυκτιρέμβους
„ „ 166, 3 τρυφητάς
„ „ 173, 19 εὐποοσκοπώτεορ
„ „ 183, 13 Καρκίνῳ
„ „ 200, 15 ὑδοωπικῶν
Τάδε ἔνεστιν ἐν τῷ α΄ βιβλίῳ κεφάλαια Κλαυδίου Πτολεμαίου τῶν πρὸς Σύρον ἀποτελεσματικῶν.
α΄. προοίμιον.
β΄. ὅτι καταληπτὴ ἡ δι’ ἀστρονομίας γνῶσις καὶ μέχρι τίνος.
γ΄. ὅτι καὶ ὠφέλιμος.
δ΄. περὶ τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως.
ε΄. περὶ ἀγαθοποιῶν καὶ κακοποιῶν.
ς΄. περὶ ἀρρενικῶν καὶ θηλυκῶν.
ζ΄. περὶ νυκτερινῶν καὶ ἡμερινῶν.
η΄. περὶ τῆς δυνάμεως τῶν πρὸς τὸν ἥλιον σχηματισμῶν.
θ΄. περὶ τῆς τῶν ἀπλανῶν ἀστέρων δυνάμεως.
ι΄. περὶ τῶν ὡρῶν τοῦ ἔτους.
ια΄. περὶ τῆς τῶν τεσσάρων γωνιῶν δυνάμεως.
ιβ΄. περὶ τροπικῶν καὶ ἰσημερινῶν καὶ στερεῶν καὶ δισώμων ζῳδίων
ιγ΄. περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων
ιδ΄. περὶ τῶν συσχηματιζομένων δωδεκατημορίων.
ιε΄. περὶ τῶν προστασσόντων καὶ ὑπακουόντων ὁμοίως ζῳδίων
ις΄. περὶ τῶν βλεπόντων καὶ ἰσοδυναμούντων ἀλλήλοις.
ιζ΄. περὶ τῶν ἀσυνδέτων.
ιη΄. περὶ οἴκων ἑκάστου ἀστέρος.
ιθ΄. περὶ τριγώνων.
κ’. περὶ ὑψωμάτων.
κα΄. περὶ ὁρίων διαθέσεως.
κβ΄. περὶ τόπων καὶ μοιρῶν ἑκάστου.
κγ΄. περὶ προσώπων καὶ λαμπηνῶν καὶ τῶν τοιούτων.
κδ΄. περὶ συναφῶν καὶ ἀπορροιῶν καὶ τῶν ἄλλων δυνάμεων.
Τῶν τὸ δι’ ἀστρονομίας προγνωστικὸν τέλος παρασκευαξόντων,
τῶν κινήσεων ἡλίου τε καὶ σελήνης καὶ ἀστέρων πρὸς
ἀλλήλους τε καὶ τὴν γῆν καταλαμβανόμεθα, δευτέρου
δέ, καθ’ ὃ διὰ τῆς φυσικῆς τῶν σχηματισμῶν αὐτῶν
περὶ δὲ τοῦ δευτέρου καὶ μὴ ὡσαύτως αὐτοτελοῦς ἡμεῖς ἐν τῷ
παρόντι ποιησόμεθα λόγον κατὰ τὸν ἁρμόζοντα φιλοσοφίᾳ
τρόπον καὶ ὡς ἄν τις φιλαλήθει μάλιστα χρώμενος
σκοπῷ μήτε τὴν κατάληψιν αὐτοῦ παραβάλλοι τῇ τοῦ
πρώτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος βεβαιότητι, τὸ ἐν πολ-
πᾶν μὲν τὸ δυσέφικτον παρὰ τοῖς πολλοῖς εὐδιάβλητον ἔχει φύσιν, ἐπὶ δὲ τῶν
προκειμένων δύο καταλήψεσιν αἱ μὲν τῆς προτέρας διαβολαὶ
τυφλῶν ἂν εἶεν παντελῶς, αἱ δὲ τῆς δευτέρας εὐπροφασίστους
ἔχουσι τὰς ἀφορμὰς (ἢ γὰρ τὸ ἐπ’ ἐνίων
δυσθεώρητον ἀκαταληψίας τελείας δόξαν παρέσχεν ἢ τὸ
τῶν γνωσθέντων δυσφύλακτον καὶ τὸ τέλος ὡς ἄχρηστον
διέσυρε), πειρασόμεθα διὰ βραχέων πρὸ τῆς κατὰ μέρος
ὑφηγήσεως τὸ μέτρον ἑκατερου τοῦ τε δυνατοῦ καὶ τοῦ
χρησίμου τῆς τοιαύτης προγνώσεως ἐπισκέψασθαι, καὶ
πρῶτον τοῦ δυνατοῦ.
Ὅτι μὲν τοίνυν διαδίδοται καὶ διικνεῖταί τις δύναμις
ἀπὸ τῆς αἰθερώδους καὶ ἀϊδίου φύσεως ἐπὶ πᾶσαν τῆν
περίγειον καὶ δι’ ὅλων μεταβλήτην, τῶν ὑπὸ τὴν σελήνην
πρώτων στοιχείων πυρὸς καὶ ἀέρος περιεχομένων μὲν
καὶ τρεπομένων ὑπὸ τῶν κατὰ τὸν αἰθέρα κινήσεων, περιεχόντων
δὲ καὶ συντρεπόντων τὰ λοιπὰ πάντα, γῆν καὶ
ὕδωρ καὶ τὰ ἐν αὐτοῖς φυτὰ καὶ ζῷα, πᾶσιν ἂν ἐναργέστατον
καὶ δι’ ὀλίγων φανείη.
ὅ τε γὰρ ἥλιος διατίθησί
πως ἀεὶ μετὰ τοῦ περιέχοντος πάντα τὰ περὶ τὴν γῆν,
οὐ μόνον διὰ τῶν κατὰ τὰς ἐτησίους ὥρας μεταβολῶν
πρὸς γονὰς ζῴων καὶ φυτῶν καρποφορίας καὶ ῥύσεις
ὑδάτων καὶ σωμάτων μετατροπάς, ἀλλὰ καὶ διὰ τῶν καθ’
ἑκάστην ἡμέραν περιόδων θερμαίνων τε καὶ ὑγραίνων καὶ
ξηραίνων καὶ ψύχων τεταγμένως τε καὶ ἀκολούθως τοῖς
πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν γινομένοις ὁμοιοτρόποις
σχηματισμοῖς.
ἤ τε σελήνη πλείστην ὡς περιγειοτάτη διαδίδωσιν
ἡμῖν ἐπὶ τὴν γῆν τὴν ἀπόρροιαν, συμπαθούντων
αὐτῇ καὶ συντρεπομένων τῶν πλείστων καὶ ἀψύχων καὶ
ἐμψύχων καὶ ποταμῶν μὲν συναυξόντων καὶ συμμειούν-
των τοῖς φωσὶν αὐτῆς τὰ ῥεύματα, θαλασσῶν δὲ συντρεπουσῶν
ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι τὰς ἰδίας
ὁρμάς, φυτῶν δὲ καὶ ζῴων ἢ ὅλων ἢ κατά τινα μέρη
αἴ τε τῶν ἀστέρων τῶν τε ἀπλανῶν καὶ τῶν πλανωμένων πάροδοι πλείστας ποιοῦσιν ἐπισημασίας τοῦ περιέχοντος καυματώδεις καὶ πνευματώδεις καὶ νιφετώδεις, ὑφ’ ὧν καὶ τὰ ἐπὶ τῆς γῆς οἰκείως διατίθεται.
ἤδη δὲ καὶ οἱ πρὸς ἀλλήλους αὐτῶν συσχηματισμοί, συνερχομένων πως καὶ (??)
συγκιρναμένων τῶν διαδόσεων, πλείστας καὶ ποικίλας
μεταβολὰς ἀπεργάζονται, κατακρατούσης μὲν τῆς τοῦ
ἡλίου δυνάμεως πρὸς τὸ καθόλου τῆς ποιότητος τεταγμένης,
συνεργούντων δὲ ἢ ἀποσυνεργούντων κατά τι
ὅτι δὲ τούτων οὕτως θεωρουμένων οὐ μόνον τὰ ἤδη συγκραθέντα
διατίθεσθαί πως ὑπὸ τῆς τούτων κινήσεως ἀναγκαῖον,
ἀλλὰ καὶ τῶν σπερμάτων τὰς ἀρχὰς καὶ τὰς πληροφορήσεις
διαπλάττεσθαι καὶ διαμορφοῦσθαι πρὸς τὴν
οἰκείαν τοῦ τότε περιέχοντος ποιότητα, πᾶσιν ἂν δόξειεν
ἀκόλουθον εἶναι.
οἱ γοῦν παρατηρητικώτεροι τῶν γεωργῶν καὶ τῶν νομέων ἀπὸ τῶν κατὰ τὰς ὀχείας καὶ τὰς
τῶν σπερμάτων καταθέσεις συμβαινόντων πνευμάτων
στοχάζονται τῆς ποιότητος τῶν ἀποβησομένων· καὶ ὅλως
τὰ μὲν ὁλοσχερέστερα καὶ διὰ τῶν ἐπιφανεστέρων συσχηματισμῶν
ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἐπισημαινό-
τὰ
μὲν ἐκ μείζονάς τε δυνάμεως καὶ ἁπλουστέρας τάξεως
καὶ παρὰ τοῖς πάνυ ἰδιώταις, μᾶλλον δὲ καὶ παρ’ ἐνίοις
τῶν ἀλόγων ζῴων, ὡς τῶν ὡρῶν καὶ τῶν πνευμάτων τὰς
ἐτησίους διαφοράς (τούτων γὰρ ὡς ἐπίπαν ὁ ἥλιος αἴτιος),
τὰ δὲ ἧττον οὕτως ἔχοντα παρὰ τοῖς ἤδη κατὰ τὸ ἀναγκαῖον
ταῖς παρατηρήσεσιν ἐνειθισμένοις, ὡς τοῖς ναυτιλ-
ὑπὸ τῶν τῆς σελήνης ἢ καὶ τῶν ἀπλανῶν ἀστέρων
πρὸς τὸν ἥλιον συσχηματισμῶν.
παρὰ μέντοι τὸ μήτε αὐτῶν τούτων τοὺς χρόνους καὶ τοὺς τόπους ὑπὸ ἀπειρίας, ἀκριβῶς δύνασθαι κατανοεῖν μήτε τὰς τῶν πλανωμένων ἀστέρων περιόδους πλεῖστον καὶ αὐτὰς συμβαλλομένας τὸ πολλάκις αὐτοῖς σφάλλεσθαι συμβαίνει.
τί δὴ οὖν
κωλύει τὸν ἠκριβωκότα μὲν τάς τε πάντων τῶν ἀστέρων
καὶ ἡλίου καὶ σελήνης κινήσεις, ὅπως αὐτὸν μηδενὸς τῶν
σχηματισμῶν μήτε ὁ τόπος μήτε ὁ χρόνος λανθάνῃ, διειληφότα
δὲ ἐκ τῆς ἔτι ἄνωθεν συνεχοῦς ἱστορίας ὡς ἐπίπαν
αὐτῶν τὰς φύσεις, κἄν μὴ τὰς κατ’ αὐτὸ τὸ ὑποκείμενον
ἀλλὰ τάς γε δυνάμει ποιητικάς, οἷον ὡς τὴν τοῦ ἡλίου
ὅτι θερμαίνει καὶ τὴν τῆς σελήνης ὅτι ὑγραίνει, καὶ ἐπὶ
τῶν λοιπῶν ὁμοίως, ἱκανὸν δὲ πρὸς τοιαῦτα ὄντα φυσικῶς
ἅμα καὶ εὐστόχως ἐκ τῆς συγκράσεως πάντων τὸ
δύνασθαι δὲ καὶ καθ’ ἕνα ἕκαστον τῶν ἀνθρώπων τήν τε καθόλου ποιότητα
τοιόνδε ἀσύμμετρον καὶ πρόσφορον πρὸς κάκωσιν;
ἀλλὰ γὰρ τὸ μὲν δυνατὸν τῆς τοιαύτης καταλήψεως διὰ τούτων καὶ τῶν ὁμοίων ἔστι συνιδεῖν. ὅτι δὲ εὐπροφασίστως
μέν, οὐ προσηκόντως δὲ τὴν πρὸς τὸ ἀδύνατον
ἔσχε διαβολήν, οὕτως ἂν κατανοήσαιμεν. πρῶτον μὲν γὰρ
τὰ πταίσματα τῶν μὴ ἀκριβούντων τὸ ἔργον πολλὰ ὄντα
ὡς ·έν μεγάλῃ καὶ πολυμερεῖ θεωρίᾳ καὶ τοῖς ἀληθευομένοις
τὴν τοῦ ἐκ τύχης παρέσχε δόξαν, οὐκ ὀρθῶς· τὸ
γὰρ τοιοῦτον οὐ τῆς ἐπιστήμης ἀλλὰ τῶν μεταχειριζομέ-
νων ἐστὶν ἀδυναμία.
ἔπειτα καὶ οἱ πλεῖστοι τοῦ πορίζειν ἕνεκεν ἑτέραν τέχνην τῷ ταύτης ὀνόματι καταξιοπιστευόμενοι
τοὺς μὲν ἰδιώτας ἐξαπατῶσι πολλὰ προλέγειν δο-
καταγινώσκειν, οὐδὲ τοῦτο δεόντως· οὐδὲ γὰρ φιλοσοφίαν
ἀναιρετέον, ἐπεί τινες τῶν προσποιουμένων αὐτὴν
ἀλλ’ ὅμως ἐναργές ἐστιν ὅτι κἂν
φύσιν καὶ τὴν πρὸς τὸ μέγεθος τῆς ἐπαγγελίας
ἀσθένειαν.
καθόλου γάρ, πρὸς τῷ τὴν περὶ τὸ ποιὸν τῆς
ὕλης θεωρίαν πᾶσαν εἰκαστικήν εἶναι καὶ οὐ διαβεβαιωτικὴν
καὶ μάλιστα τὴν ἐκ πολλῶν ἀνομοίων συγκιρναμένην,
ἔτι καὶ τοῖς παλαιοῖς τῶν πλανωμένων συσχηματισμοῖς,
ἀφ’ ὧν ἐφαρμόζομεν τοῖς ὡσαύτως ἔχουσι τῶν
νῦν τὰς ὑπὸ τῶν προγενεστέρων ἐπ’ ἐκείνων παρατετηρημένας
προτελέσεις, παρόμοιοι μὲν δύνανται γίνεσθαι
μᾶλλον ἢ ἦττον καὶ οὗτοι διὰ μακρῶν περιόδων,
ἀπαράλλακτοι
δὲ οὐδαμῶς, τῆς πάντων ἐν τῷ οὐρανῷ μετὰ τῆς
γῆς κατὰ τὸ ἀκριβὲς συναποκαταστάσεως, εἰ μή τις κενοδοξοίη
περὶ τὴν τῶν ἀκαταλήπτων κατάληψιν καὶ γνῶσιν,
ἢ μηδόλως ἢ μὴ κατά γε τὸν αἰσθητὸν ἀνθρώπῳ
χρόνον ἀπαρτιζομένης, ὡς διὰ τοῦτο καὶ τὰς προρρήσεις
ἀνομοίων ὄντων τῶν ὑποκειμένων παραδειγμάτων ἐνίοτε
διαμαρτάνεσθαι.
περὶ μὲν οὖν τὴν ἐπίσκεψιν τῶν κατὰ τὸ
περιέχον γινομένων συμπτωμάτων τοῦτ’ ἂν εἴη μόνον τὸ
δυσχερές, καὶ μηδεμιᾶς ἐνταῦθα συμπαραλαμβανομένης
αἰτίας τῇ κινήσει τῶν οὐρανίων.
περὶ δὲ τὰς γενεθλιαλογίας
καὶ ὅλως τὰ κατ’ ἰδίαν τῆς ἑκάστου συγκράσεως
ἕκαστον εἰς τὴν καθόλου τοῦ οἰκείου μορφώματος
διατύπωσιν οἷον ἀνθρώπου καὶ ἵππου καὶ. τῶν ἄλλων.
οἵ τε τόποι τῆς γενέσεως οὐ μικρὰς ποιοῦνται περὶ τὰ
συνιστάμενα παραλλαγάς.
καὶ τῶν σπερμάτων γὰρ κατὰ γένος ὑποκειμένων τῶν αὐτῶν, οἷον ἀνθρωπίνων, καὶ
τῆς τοῦ περιέχοντος καταστάσεως τῆς αὐτῆς, παρὰ τὸ
τῶν χωρῶν διάφορον πολὺ καὶ τοῖς σώμασι καὶ ταῖς
ψυχαῖς οἱ γεννώμενοι διήνεγκαν· πρὸς δὲ τούτοις αἵ τε
τροφαὶ καὶ τὰ ἔθη πάντων τῶν προκειμένων ἀδιαφόρων
ὑποτιθεμένων συμβάλλονταί τι πρὸς τὰς κατὰ μέρος τῶν
πολλὴν ἀπορίαν δύναται παρέχειν τοῖς ἐπὶ τῶν τοιούτων οἰομένοις ἀπὸ μόνης τῆς
προσῆκον ἂν εἴη μήτε ἐπειδὴ διαμαρτάνεσθαί ποτε τὴν
τὸ δυνατόν, μήτ’ αὖ πάλιν πάντα ἡμῖν αἰτεῖν παρ’ αὐ-
τῆς, ἀλλὰ ἀνθρωπίνως καὶ ἐστοχασμένως συμφιλοκαλεῖν
καὶ ἐν οἷς οὐκ ἦν ἐπ’ αὐτῇ τὸ πᾶν ἐφοδιάζειν καὶ ὥσπερ
τοῖς ἰατροῖς ὅταν ἐπιζητῶσί τινα καὶ περὶ αὐτῆς τῆς
νόσου καὶ περὶ τῆς τοῦ κάμνοντος ἰδιοτροπίας, οὐ μεμψόμεθα
λέγοντες, οὕτως καὶ ἐνταῦθα τὰ γένη καὶ τὰς χώρας
καὶ τὰς τροφὰς ἢ καί τινα τῶν ἤδη συμβεβηκότων
μὴ ἀγανακτεῖν ὑποτιθεμένους.
Τίνα μὲν οὖν τρόπον δυνατὸν γίνεται τὸ δι᾿ ἀστρονομίας
προγνωστικὸν καὶ ὅτι μέχρι μόνων ἂν φθάνοι
τῶν τε κατ’ αὐτὸ τὸ περιέχον συμπτωμάτων καὶ τῶν ἀπὸ
τῆς τοιαύτης αἰτίας τοῖς ἀνθρώποις παρακολουθούντων
ταῦτα δ’ ἂν εἴη περί τε τὰς ἐξαρχῆς ἐπιτηδειότητας
δυνάμεων καὶ πράξεων σώματος καὶ ψυχῆς καὶ τὰ κατὰ
καιροὺς αὐτῶν πάθη πολυχρονιότητας τε καὶ ὀλιγοχρονιότητάς,
ἔτι δὲ καὶ ὅσα τῶν ἔξωθεν κυρίαν τε καὶ φυ-
λοιπὸν δ’ ἂν εἴη τῶν προκειμένων τὴν κατὰ τὸ χρήσιμον ἐπίσκεψιν
διὰ βραχέων ποιήσασθαι πρότερον διαλαβοῦσι, τίνα τρόπον
καὶ πρὸς τί τέλος ἀφορῶντες τὴν αὐτοῦ τοῦ χρησίμου
δύναμιν ἐκδεξόμεθα. εἰ μὲν γὰρ πρὸς τὰ τῆς ψυχῆς
ἀγαθά, τί ἂν εἴη συμφορώτερον πρὸς εὐπραγίαν καὶ χαρὰν
καὶ ὅλως εὐαρέστησιν τῆς τοιαύτης προγνώσεως, καθ’
ἢν τῶν τε ἀνθρωπίνων καὶ τῶν θείων γινόμεθα συνορατικοί;
εἰ δὲ πρὸς τὰ τοῦ σώματος, πάντων ἂν μᾶλλον ἡ τοιαύτη κατάληψις ἐπιγινώσκοι τὸ οἰκεῖόν τε καὶ πρόσ
καὶ περὶ πάσης φιλοσοφίας τὸ αὐτὸ τοῦτο φάσκειν·
οὐδενὸς γὰρ τῶν τοιούτων ἐστὶν ὅσον τὸ ἐφ’ ἑαυτῇ περιποιητική.
ἀλλ᾿ οὔτ’ ἐκείνης διὰ τοῦτ’ ἂν οὔτε ταύτης
καταγινώσκοιμεν δικαίως, ἀφέμενοι τοῦ πρὸς τὰ μείζω
συμφέροντος.
ὅλως δ’ ἂν ἐξετάζουσι φανεῖεν ἂν οἱ τὸ ἄχρηστον τῆς καταλήψεως ἐπιμεμφόμενοι πρὸς οὐδὲν τῶν κυριωτάτων
ἀφορῶντες, ἀλλὰ πρὸς αὐτὸ τοῦτο μόνον, ὅτι τῶν πάντη
πάντως ἐσομένων ἡ πρόγνωσις περισσή, καὶ τοῦτο δὲ
ἁπλῶς πάνυ καὶ οὐκ εὖ διειλημμένως. πρῶτον μὲν γὰρ
δεῖ σκοπεῖν,
ὅτι καὶ ἐπὶ τῶν ἐξ ἀνάγκης ἀποβησομένων
καὶ εὐσταθείας ἕκαστα τῶν ἐπερχομένων ἀποδέχεσθαι·
ἔπειθ’ ὅτι μηδ’ οὕτως ἅπαντα χρὴ νομίζειν τοῖς ἀνθρώ-
ποις ἀπὸ τῆς ἄνωθεν αἰτίας παρακολουθεῖν ὥσπερ ἐξ
ἀρχῆς ἀπό τινος ἀλύτου καὶ θείου προστάγματος καθ’
ἕνα ἕκαστον νενομοθετημένα καὶ ἐξ ἀνάγκης ἀποβησόμενα,
μηδεμιᾶς ἄλλης ἁπλῶς αἰτίας ἀντιπρᾶξαι δυναμένης,
ἀλλ’ ὡς τῆς μὲν τῶν οὐρανίων κινήσεως καθ’ εἰμαρμένην
θείαν καὶ ἀμετάπτωτον ἐξ αἰῶνος ἀποτελουμένης,
τῆς δὲ τῶν ἐπιγείων ἀλλοιώσεως καθ’ εἱμαρμένην φυσικὴν
καὶ μεταπτωτήν, τὰς πρώτας αἰτίας ἄνωθεν λαμβανούσης
κατὰ συμβεβηκὸς καὶ κατ’ ἐπακολούθησιν,
καὶ
ὡς τῶν μὲν διὰ καθολικωτέρας περιστάσεις τοῖς ἀνθρώποις
συμβαινόντων, οὐχὶ δὲ ἐκ τῆς ἰδίας ἑκάστου φυσικῆς
ἐπιτηδειότητος, ὡς ὅταν κατὰ μεγάλας καὶ δυσφυλάκτους
ἢ κατακλυσμῶν κατά πλήθη διαφθαρῶσιν, ὑποπιπτούσης
ἀεὶ τῆς βραχυτέρας αἰτίας τῇ μείζονι καὶ ἰσχυροτέρᾳ,
τῶν δὲ κατὰ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἰδιοσυγκρασίαν
διὰ μικρὰς καὶ τὰς τυχούσας τοῦ περιέχοντος ἀντιπαθείας.
θείας. τούτων γὰρ οὕτως διαληφθέντων φανερὸν ὅτι καὶ
καθόλου καὶ κατὰ μέρος ὅσων μὲν συμπτωμάτων τὸ πρῶ-
ἄγνοιαν μέντοι καὶ οὐκ ἔτι διὰ τὴν τῆς ἰσχύος ἀνάγκην.
τὸ δ’ αὐτὸ ἄν τις ἴδοι συμβεβηκὸς καὶ ἐπὶ πάντων ἁπλῶς τῶν φυσικὰς ἐχόντων τὰς ἀρχάς· καὶ γὰρ καὶ λίθων καὶ
φυτῶν καὶ ζῴων, ἔτι δὲ καὶ τραυμάτων καὶ παθῶν καὶ
τὰ δ’ ἂν μηδὲν τῶν ἐναντίων ἀντιπράξῃ. οὕτως οὖν χρὴ νομίζειν
καὶ τά τοῖς ἀνθρώποις συμβησόμενα προλέγειν τοὺς φυσικοὺς
τῇ τοιαύτῃ προγνώσει καὶ μὴ κατὰ κενὰς δόξας
προσερχομένους, ὡς τῶν μὲν διὰ τὸ πολλὰ καὶ μεγάλα
τοὐναντίον μετατροπὰς ἐπιδεχομένων, καθάπερ καὶ τῶν
ἰατρῶν, ὅσοι δυνατοὶ σὴμειοῦσθαι τὰ παθήματα, προγινώσκουσι
τά τε πάντως ἀνελοῦντα καὶ τὰ χωροῦντα
βοήθειαν.
ἐπὶ δὲ τῶν μεταπεσεῖν δυναμένων οὕτως ἀκουστέον τοῦ γενεθλιαλόγου φέρ’ εἰπεῖν ὅτι τῇ τοιᾷδε συγκράσει
κατὰ τὴν τοιάνδε τοῦ περιέχοντος ἰδιοτροπίαν,
τραπεισῶν ἐπὶ τὸ πλεῖον ἢ ἔλασσον τῶν ὑποκειμένων
συμμετριῶν τὸ τοιόνδε παρακολουθήσει πάθος, ὡς καὶ
ὥσπερ γὰρ τούτων ἑκάτερον
ἐαθὲν μὲν δι’ ἀγνωσίαν τῶν ἀντιπαθησόντων πάντη
πάντως παρακολουθήσει τῇ τῆς πρώτης φύσεως δυνάμει,
οὔτε δὲ τὸ ἕλκος τὴν νομὴνῆ τὴν σῆψιν κατεργάσεται
τῆς ἀντικειμένης θεραπείας τυχὸν οὔτε τὸν σίδηρον ἡ
μαγνῆτις ἑλκύσει παρατριβέντος αὐτῇ σκορόδου καὶ αὐτὰ
δὲ ταῦτα τὰ κωλύοντα φυσικῶς καὶ καθ’ εἱμαρμένην ἀντεπάθησεν,
οὕτως καὶ ἐπ’ ἐκείνων ἀγνοούμενα μὲν τὰ
συμβησόμενα τοῖς ἀνθρώποις ἢ ἐγνωσμένα μέν, μὴ τυχόντα
δὲ τῶν ἀντιπαθούντων πάντη πάντως ἀκολουθήσει
τῷ τῆς πρώτης φύσεως εἱρμῷ, προγνωσθέντα δὲ καὶ
εὐπορήσαντα τῶν θεραπευόντων φυσικῶς πάλιν καθ’
εἱμαρμένηνῆ ἢ ἀγένητα τέλεον ἢ μετριώτερα καθίσταται.
ὅλως δὲ τῆς τοιαύτης δυνάμεως τῆς αὐτῆς οὔσης ἐπί τε τῶν ὁλοσχερῶς θεωρουμένων καὶ ἐπὶ τῶν κατὰ μέρος θαυμάσειεν ἄν τις, διὰ τίνα δήποτε αἰτίαν ἐπὶ μὲν τῶν καθόλου πιστεύουσι πάντες καὶ τῷ δυνατῷ τῆς προγνώ·
σεως καὶ τῷ πρὸς τὸ φυλάσσεσθαι χρησίμῳ -— τάς τε γὰρ
ὥρας καὶ τὰς τῶν ἀπλανῶν ἐπισημασίας καὶ τοὺς τῆς
σελήνης σχηματισμοὺς οἱ πλεῖστοι προγινώσκειν ὁμολογοῦσί
καί πολλὴν πρόνοιαν ποιοῦνται τῆς φυλακῆς αὐτῶν,
πεφροντικότες ἀεὶ πρὸς μὲν τὸ θέρος τῶν ψύχειν
δυναμένων, πρὸς δὲ τὸν χειμῶνα τῶν θερμαινόντων καὶ
σχηματισμούς, καὶ οὐδὲ εἷς οὐδαμῆ τῶν τοιούτων κατέ-
γνωκεν οὔθ’ ὡς ἀδυνάτων οὔθ’ ὡς ἀχρήστων — ἐπὶ
οἷον <τοῦ> μᾶλλον καὶ ἦττον χειμώνων ἢ
καὶ τῆς καθ’ ἕκαστον ἰδιοσυγκρασίας οὔτε τὸ προγινώσκειν
ἔτι δυνατὸν ἡγοῦνταί τινες οὔτε τὸ πολλὰ
αὔξοντα τοῦ θερμοῦ.
ἀλλά γὰρ αἴτιον τῆς τοιαύτης ἁμαρτίας τό τε δύσκολον καὶ ἄηθες τῆς τῶν κατὰ μέρος προγνώσεως,
ὅπερ καὶ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπιστίαν
ἐμποιεῖ, καὶ τὸ μὴ συναπτομένης ὡς ἐπίπαν τῆς ἀντιπαθούθσης
δυνάμεως τῇ προγνωστικῇ διὰ τὸ σπάνιον τῆς οὕτως
τελείας διαθέσεως τὰς πρῶτας φύσεις ἀνεμποδίστως
ἀποτελουμένας δόξαν ὡς περὶ ἀτρέπτων καὶ ἀφυλάκτων
ὥσπερ δὲ οἶμαι
καὶ ἐπ᾿ αὐτοῦ τοῦ προγνωστικοῦ, κἂν μὴ διὰ παντὸς
ἄπταιστον, τό γε δυνατὸν αὐτοῦ μεγίστης ἄξιον σπουδῆς
κατεφαίνετο, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ φυλακτικοῦ
καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γ’ ἐπ’ ἐνίων
κἂν ὀλίγα κἂν μικρὰ ἀγαπᾶν καὶ ἀσπάζεσθαι καὶ κέρδος
οὐ τὸ τυχὸν ἡγεῖσθαι προσήκει.
τούτοις δὲ ὡς ἔοικε
συνεγνωκότες οὕτως ἔχουσι καὶ οἱ μάλιστα τὴν τοιαύτην
δύναμιν τῆς τέχνης προαγαγόντες Αἰγύπτιοι συνῆψαν
πανταχῆ τῷ δι’ ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικήν.
οὐ γὰρ ἄν ποτε ἀποτροπιασμούς τινας καὶ φυλακτήρια
νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐφεξῆς
φύσεις ἀντιπρᾶξαι δυνάμενον ἐν δευτέρᾳ χώρᾳ τοῦ καθ’
εἱμαρμένην λόγου τιθέμενοι συνέζευξαν τῇ τῆς προγνώσεως
δυνάμει τὴν κατὰ τὸ χρήσιμον καὶ ὠφέλιμον διὰ
τῶν καλουμένων παρ’ αὐτοῖς ἰατρομαθηματικῶν συντάξεων,
ὅπως διὰ μὲν <τῆς> ἀστρονομίας τάς τε τῶν
συγκράσεων ποιότητας εἰδέναι συμβαίνῃ καὶ
τὰ διὰ τὸ περιέχον ἐσόμενα συμπτώματα καὶ τὰς ἰδίας
αὐτῶν αἰτίας, ὡς ἄνευ τῆς τούτων γνώσεως καὶ τῶν
βοηθημάτων κατὰ τὸ πλεῖστον διαπίπτειν ὀφειλόντων,
ἅτε μὴ πᾶσι σώμασιν ἢ πάθεσι τῶν αὐτῶν συμμέτρων
ὄντων, διὰ δὲ τῆς ἰατρικῆς ἀπὸ τῶν ἑκάστοις οἰκείως
ἀλλὰ
εἰσαγωγικὸν τρόπον, ἀρξάμενοι ἀπὸ τῆς ἑκάστου τῶν οὐ·
Ὁ ἥλιος κατείληπται τὸ ποιητικὸν ἔχων τῆς οὐσίας ἐν τῷ θερμαίνειν καὶ ἠρέμα ξηραίνειν· ταῦτα δὲ μάλιστα
τῶν ἄλλων ἡμῖν εὐαισθητότερα γίνεται διά τε τὸ μέγεθος
αὐτοῦ καὶ τὸ τῶν κατὰ τὰς ὥρας μεταβολῶν ἐναργές,
ἐπειδήπερ, ὅσω ἂν μάλιστα ἐγγίζῃ τοῦ κατὰ κορυφὴν
ἡμῶν τόπου, μᾶλλον ἡμᾶς οὕτως διατίθησιν.
ἡ δὲ σελήνη τὸ μὲν πλεῖστον ἔχει τῆς δυνάμεως ἐν τῷ ὑγραίνειν διὰ τὴν περιγειότητα δηλονότι καὶ τὴν τῶν
ὑγρῶν ἀναθυμίασιν καὶ διατίθησιν οὕτως ἄντικρυς τὰ
ὁ δὲ τοῦ Κρόνου ἀστὴρ τὸ πλεῖον ἔχει τῆς ποιότητος
ἔν τε τῷ ψύχειν καὶ τῷ κατὰ ψῦξιν ἠρέμα ξηραίνειν,
διὰ τὸ πλεῖστον ὡς ἔοικεν ἀπέχειν ἅμα τῆς τε τοῦ ἡλίου
θερμασίας καὶ τῆς τῶν περὶ τὴν γῆν ὑγρῶν ἡλίουθερμασίας
συνίστανται δὲ δυνάμεις ἐπί τε τούτου καὶ τῶν
λοιπῶν καὶ διὰ τῶν ἐν τοῖς πρὸς ἥλιον καὶ σελήνην σχηματισμοῖς
παρατηρήσεων, ἐπειδήπερ οἱ μὲν οὕτως οἱ δὲ
ὁ δὲ τοῦ Ἄρεως ξηραίνειν τε μάλιστα καὶ καυσοῦν
ἔχει φύσιν τῷ τε πυρώδει τοῦ χρώματος οἰκείως καὶ τῇ
πρὸς τὸν ἥλιον ἐγγύτητι, ὑποκειμένης αὐτῷ τῆς ἡλιακῆς
σφαίρας.
ὁ δὲ τοῦ Διὸς εὔκρατον ἔχει τὸ ποιητικὸν τῆς δυνάμεως,
μεταξὺ γινομένης τῆς κινήσεως αὐτοῦ τοῦ τε κατὰ
τὸν Κρόνον ψυκτικοῦ καὶ τοῦ κατὰ τὸν Ἄρεα καυστικοῦ·
θερμαίνει τε γὰρ ἅμα καὶ ὑγραίνει καὶ διὰ τὸ μᾶλλον
καὶ ὁ τῆς Ἀφροδίτης δὲ τῶν μὲν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός, ἀλλὰ κατὰ τὸ ἐναντίον. θερμαίνει
μὲν γὰρ ἠρέμα διὰ τὴν ἐγγύτητα τὴν πρὸς τὸν ἥλιον,
μάλιστα δὲ ὑγραίνει καθάπερ ἡ σελήνη καὶ αὐτός, διὰ
τὸ μέγεθος τῶν ἰδίων φώτων νοσφιζόμενος τὴν ἀπὸ
τῶν περιεχόντων τὴν γῆν ὑγρῶν ἀναθυμίασιν.
ὁ δὲ τοῦ Ἑρμοῦ ὡς ἐπίπαν ἐξ ἴσου ποτὲ μὲν ξηραν-
μηδέποτε πολὺ τῆς τοῦ ἡλίου θερμασίας κατὰ μῆκος
ἀφίστασθαι, ποτὲ δ’ αὖ ὑγραντικὸς διὰ τὸ τῇ περιγειοτάτῃ
σφαίρᾳ τῆς σελήνης ἐπικεῖσθαι· ταχείας δὲ ποιεῖται
Τούτων οὕτως ἐχόντων ἐπειδὴ τῶν τεσσάρων χυμάτων δύο μέν ἐστι τὰ γόνιμα καὶ ποιητικά, τό τε τοῦ θερμοῦ
καὶ τὸ τοῦ ὑγροῦ, διὰ τούτων γὰρ πάντα συγκρίνεται τε
καὶ αὔξεται, δύο δὲ τὰ φθαρτικὰ καὶ παθητικά, τό τε τοῦ
ψυχροῦ καὶ τὸ τοῦ ξηροῦ, δι’ ὧν πάντα πάλιν διακρίνεται
καὶ φθίνει, τοὺς μὲν δύο τῶν πλανητῶν, τόν τε τοῦ Διὸς
καὶ τὸν τῆς Ἀφροδίτης, καὶ ἔτι τὴν σελήνην ὡς ἀγαθοποιοὺς
οἱ παλαιοὶ παρειλήφασι, διὰ τὸ εὔκρατον καὶ τὸ
τὸν δὲ τοῦ Κρόνου
καὶ τὸν τοῦ Ἄρεως ὡς τῆς ἐναντίας φύσεως ποιητικούς,
τὸν μὲν τῆς ἄγαν ψύξεως ἕνεκεν, τὸν δὲ τῆς ἄγαν
ξηρότητος· τὸν δὲ ἥλιον καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τὸ
κοινὸν τῶν φύσεων ὡς ἀμφότερα δυναμένους καὶ μᾶλλον
συντρεπομένους, οἷς ἂν τῶν ἄλλων παραγένωνται.
Πάλιν ἐπειδὴ τὰ πρῶτα γένη τῶν φύσεων δύο ἐστί
τό τε ἄρρεν καὶ τὸ. θῆλυ, τῶν δὲ προκειμένων δυνάμεων
ἡ τῆς ὑγρᾶς οὐσίας μάλιστα θηλυκὴ τυγχάνει, πλεῖον γὰρ
ἐγγίνεται καθόλου τοῦτο τὸ μέρος πᾶσι τοῖς θήλεσι, τὰ
δ’ ἄλλα μᾶλλον τοῖς ἄρρεσιν, εἰκότως τὴν μὲν σελήνην
καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως
ἀρρενικούς, τὸν δὲ τοῦ Ἑρμοῦ κοινὸν ἀμφοτέρων τῶν
γενῶν, καθὸ ἐξ ἴσου καὶ τῆς ὑγρᾶς οὐσίας καὶ τῆς ξηρᾶς
ἐστι ποιητικός.
ἀρρενοῦσθαι δέ φασι τοὺς ἀστέρας καὶ
θηλύνεσθαι παρά τε τοὺς πρὸς τὸν ἥλιον σχηματισμούς,
ἑῴους μὲν γὰρ ὄντας καὶ προηγουμένους ἀρρενοῦσθαι,
ἑσπερίους δὲ καὶ ἑπομένους θηλύνεσθαι, καὶ ἔτι παρὰ
τοὺς πρὸς τὸν ὁρίζοντα· ἐν μὲν γὰρ τοῖς ἀπὸ ἀνατολῆς
μέχρι μεσουρανήσεως ἢ καὶ ἀπὸ δύσεως μέχρι τῆς ὑπὸ
γῆν ἀντιμεσουρανήσεως σχηματισμοῖς ὡς ἀπηλιωτικοῖς
ἀρρενοῦσθαι, ἐν δὲ τοῖς λοιποῖς τεταρτημορίοις δυσὶν
ὡς λιβικοῖς θηλύνεσθαι.
Ὁμοίως δὲ ἐπειδὴ τῶν ποιούντων τὸν χρόνον τὰ ἐκφανέστατα διαστήματα δύο ταῦτα τυγχάνει τό τε τῆς
ἡμέρας ἠρρενωμένον μᾶλλον, διὰ τὸ ἐν αὐτῇ θερμὸν καὶ
δραστικόν, καὶ τὸ τῆς νυκτὸς τεθηλυσμένον μᾶλλον, διὰ
τὸ ἐν αὐτῇ δίυγρον καὶ ἀναπαυστικόν, νυκτερινοὺς μὲν
ἀκολούθως παραδεδώκασι τήν τε σελήνην καὶ τὸν τῆς
Ἀφροδίτης, ἡμερινοὺς δὲ τόν τε ἥλιον καὶ τὸν τοῦ Διός,
προσένειμαν δὲ ἑκατέρᾳ τῶν αἱρέσεων καὶ τοὺς δύο τοὺς τῆς φθαρτικῆς οὐσίας, οὐκ ἔτι μέντοι κατὰ τὰς αὐτὰς
τῆς φύσεως αἰτίας, ἀλλὰ κατὰ τὰς ἐναντίας. τοῖς μὲν γὰρ
τῆς ἀγαθῆς κράσεως οἰκειούμενα τὰ ὅμοια μεῖζον αὐτῶν
τὸ ὠφέλιμον ποιεῖ, τοῖς δὲ φθαρτικοῖς τὰ ἀνοίκεια μιγνύμενα
παραλύει τὸ πολὺ τῆς κακώσεως αὐτῶν. ἔνθεν τὸν
μὲν τοῦ Κρόνου ψυκτικὸν ὄντα τῷ θερμῷ τῷ τῆς ἡμέρας
ἀπένειμαν, τὸν δὲ τοῦ Ἄρεως ξηρὸν ὄντα τῷ ὑγρῷ τῷ
τῆς νυκτός· οὕτως γὰρ ἑκάτερος ὑπὸ τῆς κράσεως συμμετρίας
τυχὼν οἰκεῖος γίνεται τῆς τὸ εὔκρατον παρεχούσης
αἱρέσεως.
’Ήδη μέντοι καὶ παρὰ τοὺς πρὸς τὸν ἥλιον συσχηματισμοὺς ἥ τε σελήνη καὶ οἱ τρεῖς τῶν πλανωμένων τὸ
πανσελήνου θερμότητος, κατὰ δὲ τὴν ἀπὸ πανσελήνου
μέχρι δευτέρας διχοτόμου ξηρότητος, κατὰ δὲ τὴν ἀπὸ
δευτέρας διχοτόμου μέχρι κρύψεως ψυχρότητος.
οἵ τε
τοῦ πρώτου στηριγμοῦ μέχρι τῆς ἀκρονύκτου μᾶλλον
θερμαντικοί, ἀπὸ δὲ τῆς ἀκρονύκτου μέχρι τοῦ δευτέρου
στηριγμοῦ μᾶλλον ξηραντικοί, ἀπὸ δὲ τοῦ δευτέρου στηριγμοῦ
μέχρι δύσεως μᾶλλον ψυκτικοί.
δῆλον δέ ἐστιν
ποιοτήτων εἰς τὸ περιέχον ἡμᾶς ἀπεργάζονται, κατακραρούσης
μὲν ὡς ἐπίπαν τῆς ἰδίας ἑκάστου δυνάμεως, τρεπομένης
δὲ κατὰ τὸ ποσὸν ὑπὸ τῆς τῶν συσχηματιζομένων.
Ἑξῆς δὲ ὄντος ἀκολούθου καὶ τὰς τῶν ἀπλανῶν ἀστέρων
φύσεις κατὰ τὸ ἰδίως αὐτῶν ποιητικὸν ἐπιδραμεῖν,
ἐκθησόμεθα καὶ τὰς ἐπ’ αὐτῶν τετηρημένας ἰδιοτροπίας
κατὰ τὸ ὅμοιον ταῖς τῶν πλανωμένων φύσεσι τὸν ἐμφα-
Τοῦ Κριοῦ τοίνυν οἱ μὲν ἐν τῇ κεφαλῇ τὸ ποιητικὸν ὁμοίως ἔχουσι κεκραμένον τῇ τε τοῦ Ἄρεως καὶ τῇ τοῦ Κρόνου δυνάμει·
οἱ δὲ ἐν τῷ στόματι τῇ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῇ τοῦ Κρόνου·
οἱ δὲ ἐν τῷ ὀπισθίω ποδὶ τῇ τοῦ Ἄρεως·
οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῇ τῆς Ἀφροδίτης.
Τῶν δὲ ἐν τῷ Ταύρῳ ἀστέρων οἱ μὲν ἐπὶ τῆς ἀποτομῆς ὁμοίαν ἔχουσι κρᾶσιν τῷ τε τῆς Ἀφροδίτης καὶ
ἠρέμα τῷ τοῦ Κρόνου·
οἱ δὲ ἐν τῇ Πλειάδι τῇ τε σελήνῃ καὶ τῷ τοῦ Ἄρεως·
τῶν δὲ ἐν τῇ κεφαλῇ ὁ μὲν λαμπρὸς τῆς Ὑάδος καὶ ὑπόκιρρος, καλούμενος δὲ Λαμπαύρας, τῷ τοῦ Ἄρεως·
οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ·
οἱ δὲ ἐν ἄκροις τοῖς κέρασι τῷ τοῦ Ἄρεως.
Τῶν δὲ ἐν τοῖς Διδύμοις ἀστέρων οἱ μὲν ἐπὶ τῶν ποδῶν τῆς ὁμοίας κεκοινωνήκασι ποιότητος τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης·
οἱ δὲ περὶ τοὺς μηροὺς λαμπροὶ τῷ τοῦ Κρόνου·
τῶν δὲ έν ταῖς κεφαλαῖς δύο λαμπρῶν ὁ μὲν ἐν τῇ προηγουμένῃ τῷ τοῦ Ἑρμοῦ· καλεῖται δὲ καὶ Ἀπόλλωνος· ὁ δὲ ἐν τῇ ἑπομένῃ τῷ τοῦ Ἄρεως· καλεῖται δὲ καὶ Ἡρακλέους.
Τῶν δὲ ἐν τῷ Καρκίνῳ ἀστέρων οἱ μὲν ἐπὶ τῶν
οἱ δὲ ἐν ταῖς χηλαῖς τῷ τε τοῦ Κρόνου καὶ τῳ τοῦ Ἑρμοῦ·
ἡ δὲ ἐν τῷ στήθει νεφελοειδὴς συστροφὴ καλουμένη δὲ Φάτνη τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ·
οἱ δὲ ἑκατέρωθεν αὐτῆς δύο καλούμενοι δὲ Ὄνοι τῷ τοῦ Ἄρεως καὶ τῷ ἡλίῳ.
Τῶν δὲ περὶ τὸν Λέοντα οἱ μὲν ἐπὶ τῆς κεφαλῆς
δύο τὸ ὅμοιον ποιοῦσι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ
τοῦ Ἄρεως·
οἱ δὲ ἐν τῷ τραχήλῳ τρεῖς τῷ τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ·
δὲ ἐπὶ τῆς καρδίας λαμπρὸς καλούμενος δὲ Βασιλίσκος
τῷ τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός·
οἱ δὲ ἐν τῇ ὀσφύι καὶ 6 ἐπὶ τῆς οὐρᾶς λαμπρὸς τῷ τε τοῦ Κρόνου καὶ τῷ τῆς Ἀφροδίτης·
οἱ δὲ ἐν τοῖς μηροῖς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.
Τῶν δὲ κατὰ τὴν Παρθένον οἱ μὲν ἐν τῇ κεφαλῇ
καὶ 6 ἐπ’ ἄκρας τῆς νοτίου πτέρυγος ὅμοιον ἔχουσι τὸ
ποιητικὸν τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·
οἱ δὲ λοιποὶ τῆς πτέρυγος λαμπροὶ καὶ οἱ κατὰ τὰ
περιζώματα τῷ τε τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τῆς
Ἀφροδίτης·
ὁ δὲ ἐν τῇ βορείῳ πτέρυγι λαμπρὸς καλούμενος δὲ Προτρυγητὴρ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ·
ὁ δὲ καλούμενος Στάχυς τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·
οἱ δὲ ἐν ἄκροις τοῖς ποσὶ καὶ τῷ σύρματι τῷ τοῦ Ἑρμοῦ καὶ ἠρέμα τῷ τοῦ Ἄρεως.
Τῶν δὲ Χηλῶν τοῦ Σκορπίου οἱ μὲν ἐν ἄκραις αὐταῖς ὡσαύτως διατιθέασι τῷ τε τοῦ Διὸς καὶ τῷ τοῦ
Ἑρμοῦ.
οἱ δὲ ἐν μέσαις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως.
Τῶν δὲ ἐν τῷ σώματι τοῦ Σκορπίου οἱ μὲν ἐν τῷ μετώπῳ λαμπροὶ τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἄρεως καὶ
ἠρέμα τῷ τοῦ Κρόνου·
οἱ δὲ ἐν τῷ σώματι τρεῖς, ὧν ὁ μέσος ὑπόκιρρος καὶ λαμπρότερος, καλεῖται δὲ Ἀντάρης, τῷ τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Διός·
οἱ δὲ ἐν τοῖς σπονδύλις τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης·
οἱ δὲ ἐπὶ τοῦ κέντρου τῷ τε τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Ἄρεως·
ἡ δὲ ἑπομένη νεφελοειδὴς συστροφὴ τῷ τε τοῦ Ἄρεως
καὶ τῇ σελήνῃ.1
Τῶν δὲ περὶ τὸν Τοξότην οἱ μὲν ἐπὶ τῆς ἀκίδος τοῦ βέλους ὅμοιον ἔχουσι τὸ ποιητικὸν τῷ τε τοῦ Ἄρεως καὶ τῇ σελήνῃ·
οἱ δὲ περὶ τὸ τόξον καὶ τὴν λαβὴν τῆς χειρὸς τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἄρεως·
ἡ δὲ ἐν τῷ προσώπῳ συστροφὴ τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Ἄρεως·
οἱ δὲ ἐν ταῖς πτέρυξι καὶ τῷ νώτῳ τῷ τοῦ Διὸς ἠρέμα τῷ τοῦ Ἑρμοῦ·
οἱ δὲ ἐν τοῖς ποσὶ τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Κρόνου·
τὸ δὲ ἐπὶ· τῆς οὐρᾶς τετράπλευρον τῷ τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Κρόνου.
Τῶν δὲ κατὰ τὸν Αἰγόκερων ἀστέρων οἱ μὲν
τῶν κεράτων ὡσαύτως ἐνεργοῦσι τῷ τε τῆς Ἀφροδίτης
καὶ ἠρέμα τῷ τοῦ Ἄρεως·
οἱ δὲ ἐν τῷ στόματι τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῆς Ἀφροδίτης·
οἱ δὲ ἐν τοῖς ποσὶ καὶ τῇ κοιλίᾳ τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ·
οἱ δὲ ἐπὶ τῆς οὐρᾶς τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Διός.
Τῶν δὲ περὶ τὸν Ὑδροχόον οἱ μὲν ἐν τοῖς
ὁμοίως διατιθέασι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ
σὺν τοῖς ἐν τῇ ἀριστερᾷ χειρὶ καὶ τῷ
οἱ δὲ ἐπὶ τῶν μηρῶν μᾶλλον μὲν τῷ τοῦ ἧττον δὲ τῷ τοῦ Κρόνου·
οἱ δὲ ἐν τῇ ῥύσει τοῦ ὕδατος τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Διός.
Τῶν δὲ περὶ τοὺς Ἰχθύας οἱ μὲν ἐν τῇ κεφαλῇ
νοτιωτέρου ἰχθύος τὸ αὐτὸ ποιοῦσι τῷ τε τοῦ Ἑρμοῦ
καὶ ἠρέμα τῷ τοῦ Κρόνου·
οἱ δὲ ἐν τῷ σώματι τῷ τοῦ Διὸς καὶ τῷ τοῦ Ἑρμοῦ
οἱ δὲ ἐν τῷ σώματι καὶ τῇ ἀκάνθῃ τοῦ βορείου ἰχθύος τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τῆς Ἀφροδίτης·
οἱ δὲ ἐν τῷ βορείῳ λίνῳ τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ
Διός·
ὁ δὲ ἐπὶ τοῦ συνδέσμου λαμπρὸς τῷ τε τοῦ Ἄρεως καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.
Περὶ τῶν βορειοτέρων τοῦ ζῳδιακοῦ.
Τῶν δὲ ἐν ταῖς βορειοτέραις τοῦ ζῳδιακοῦ μορφώσεσι οἱ μὲν περὶ τὴν Μικρὰν ἄρκτον λαμπροὶ τὴν ὁμοίαν
ἔχουσι ποιότητα τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τῆς
Ἀφροδίτης.
Οἱ δὲ περὶ τὴν Μεγάλην ἄρκτον τῷ τοῦ Ἄρεως.
Οἱ δὲ ὑπὸ τὴν οὐρὰν αὐτῆς ἐν τῇ τοῦ Πλοκάμου συστροφῇ τῇ σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης.
Οἱ δὲ ἐν τῷ Δράκοντι λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ
τῷ τοῦ Ἄρεως.
Οἱ δὲ τοῦ Κηφέως τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Διός.
Οἱ δὲ περὶ τὸν Βοώτην τῷ τοῦ Ἑρμοῦ καὶ τῷ τοῦ Κρόνου· ὁ δὲ λαμπρὸς καὶ ὑπόκιρρος καλούμενος Ἀρκτοῦρος τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Διός.
Οἱ δὲ ἐν τῷ Βορείῳ στεφάνῳ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ.
Οἱ δὲ κατὰ τὸν Ἐν γόνασι τῷ τοῦ Ἑρμοῦ.
Οἱ 65 ἐν τῇ Λύρα τῷ τῆς Ἀφροδίτης τῷ τοῦ Ἑρμοῦ.
Καὶ οἱ ἐν τῷ Ὄρνιθι ὡσαύτως.
Οἱ δὲ κατὰ τὴν Κασσιέπειαν τῷ τε τοῦ
τῷ τῆς Ἀφροδίτης.
Οἱ δὲ κατὰ τὸν Περσέα τῷ τε τοῦ Διὸς καὶ Κρόνου· ἡ δὲ ἐν τῇ λαβῇ τῆς μαχαίρας συστροφὴ τοῦ Ἄρεως καὶ τῷ τοῦ
Οἱ δὲ ἐν τῷ Ἡνιόχῳ λαμπροὶ τῷ τε τοῦ Ἄρεως
τῷ τοῦ
Οἱ δὲ κατὰ τὸν Ὀφιοῦχον τῷ τοῦ Κρόνου καὶ τῷ τῆς
Οἱ δὲ περὶ τὸν Ὄφιν αὐτοῦ τῷ τε τοῦ τῷ τοῦ Ἄρεως.
Οἱ, δὲ κατὰ τὸν Ὀϊστὸν τῷ τε Ἄρεως καὶ ἠρέμα
Οἱ δὲ περὶ τὸν Ἀετὸν τῷ τοῦ Ἄρεως καὶ, τῷ τοῦ
Οἱ δὲ ἐν τῷ Δελφῖνι τῷ τε τοῦ Κρόνου Ἄρεως.
Οἱ δὲ κατὰ τὸν Ἵππον λαμπροὶ τῷ τε τοῦ
τῷ τοῦ Ἑρμοῦ.
Οἱ δὲ ἐν τῇ Ἀνδρομέδᾳ τῷ
Οἱ δὲ τοῦ Τριγώνου τῷ τοῦ Ἑρμοῦ.
Περὶ τῶν νοτιωτέρων τοῦ ζῳδιακοῦ
Τῶν δὲ ἐν τοῖς νοτιωτέροις τοῦ
σιν ὁ μὲν ἐν τῷ στόματι τοῦ Νοτίου ἰχθύος
Οἱ δὲ περὶ τὸ Κῆτος τῷ τοῦ Κρόνου.
Τῶν δὲ περὶ τὸν Ὠρίωνα οἱ μὲν ἐπὶ τῶν ὤμων τῷ τε
τοῦ Ἄρεως καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ λοιποὶ λαμπροὶ τῷ
τε τοῦ Διὸς καὶ τῷ τοῦ
Τῶν δὲ ἐν τῷ Ποταμῷ ὁ μὲν ἔσχατος καὶ λαμπρὸς τῷ τοῦ Διός· οἱ δὲ λοιποὶ τῷ τοῦ Κρόνου.
Οἱ δὲ ἐν τῷ Λαγωῷ τῷ τε τοῦ Κρόνου καὶ Ἑρμοῦ.
Τῶν δὲ περὶ τὸν Κύνα οἱ μὲν ἄλλοι τῷ τῆς Ἀφροδίτης, ὁ δὲ περὶ τὸ στόμα λαμπρὸς τῷ τοῦ Διὸς καὶ ἠρέμα τῷ τοῦ Ἄρεως.
Ὁ δὲ ἐν τῷ Πρόκυνι λαμπρὸς τῷ τε τοῦ Ἑρμοῦ ἠρέμα τῷ τοῦ Ἄρεως.
Οἱ δὲ κατὰ τὸν Ὕδρον λαμπροὶ τῷ τε τοῦ καὶ τῷ τῆς Ἀφροδίτης.
Οἱ δὲ ἐν τῷ Κρατῆρι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.
Οἱ δὲ περὶ τὸν Κόρακα τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Κρόνου.
Οἱ δὲ τῆς Ἀργοῦς λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τοῦ Διός.
Τῶν δὲ περὶ τὸν Κένταυρον οἱ μὲν ἐπὶ τῷ
σώματι τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ
ἐν τῷ ἵππῳ λαμπροὶ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ
Οἱ δὲ περὶ τὸ Θηρίον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως.
Οἱ δὲ ἐν τῷ Θυμιατηρίῳ τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.
Οἱ δὲ ἐν τῷ Νοτίῳ στεφάνῳ λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ.
Αἱ μὲν οὖν τῶν ἀστέρων καθ’ ἑαυτοὺς δυνάμεις τοιαύτης
ἔτυχον ὑπὸ τῶν παλαιοτέρων παρατηρήσεως. καὶ
τῶν ὡρῶν δὲ τοῦ ἔτους τεσσάρων οὐσῶν ἔαρός τε καὶ
θέρους καὶ μετοπώρου καὶ χειμῶνος τὸ μὲν ἔαρ ἔχει τὸ
μᾶλλον έν τῷ ὑγρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον ψῦχος
ἀρχομένης τῆς θερμασίας διάχυσιν· τὸ δὲ θέρος τὸ
πλεῖον ἔχει ἐν τῷ θερμῷ διὰ τὴν τοῦ ἡλίου πρὸς τὸν
κατὰ· κορυφὴν ἡμῶν τόπον ἐγγύτητα· τὸ δὲ μετόπωρον
τὸ μᾶλλον ἐν τῷ ξηρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον
καῦμα τῶν ὑγρῶν ἀνάποσιν· ὁ δὲ χειμὼν τὸ πλεῖον ἔχει
έν τῷ ψυχρῷ διὰ τὸ τὸν ἥλιον πλεῖον ἀφίστασθαι τοῦ
κατὰ κορυφὴν ἡμῶν τόπου.
διόπερ καὶ τοῦ ζῳδιακοῦ
μηδεμιᾶς οὔσης φύσει ἀρχῆς ὡς κύκλου τὸ ἀπὸ τῆς
ἐαρινῆς ἰσημερίας ἀρχόμενον δωδεκατημόριον τὸ τοῦ
Κριοῦ καὶ τῶν ὅλων ἀρχὴν ὑποτίθενται, καθάπερ ἐμψύχου
ζῴου τοῦ ζῳδιακοῦ τὴν ὑγρὰν τοῦ ἔαρος ὑπερβολὴν
προκαταρκτικὴν ποιούμενοι καὶ ἐφεξῆς τὰς λοιπὰς
φθίσεως τὸ πλεῖον ἤδη καὶ αὐτὰς ἔχειν ἐν τῷ ξηρῷ παρα-
πλησίως τῷ μετοπώρῳ, τὰς δὲ ἐσχάτας καὶ πρὸς τῇ διαλύσει
τὸ πλεῖον ἔχειν ἐν τῷ ψυχρῷ, καθάπερ καὶ ὁ χειμών.
Ὁμοίως δὲ καὶ τῶν τεσσάρων τοῦ ὁρίζοντος τόπων καὶ γωνιῶν, ἀφ’ ὧν καὶ οἱ καθόλου πνέοντες ἄνεμοι τὰς ἀρχὰς
ἔχουσιν, ὁ μὲν πρὸς ταῖς ἀνατολαῖς αὐτός τε τὸ πλεῖον
ἔχει ἐν τῷ ξηρῷ, διὰ τὸ κατ’ αὐτὸν γινομένου τοῦ ἡλίου
τὰ ἀπὸ τῆς νυκτὸς ὑγρανθέντα τότε πρῶτον ἄρχεσθαι
ξηραίνεσθαι· οἵ τε ἀπ’ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινότερον
ἀπηλιώτας καλοῦμεν, ἄνικμοί τέ εἰσιν καὶ ξηραντικοί.
ὁ δὲ πρὸς μεσημβρίᾳ τόπος αὐτός τέ ἐστι θερμότατος διά τε τὸ πυρῶδες τῶν τοῦ ἡλίου μεσουρανήσεων
καὶ διὰ τὸ ταύτας κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης
ἔγκλισιν πρὸς μεσημβρίαν μᾶλλον ἀποκλίνειν· οἵτε ἀπ’
αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινῶς νότους καλοῦμεν,
θερμοί τέ εἰσι καὶ πληρωτικοί.
ὁ δὲ πρὸς ταῖς δυσμαῖς τόπος αὐτός τέ ἐστιν ὑγρὸς διὰ τὸ κατ’ αὐτὸν γινομένου
ὁ δὲ πρὸς ταῖς ἄρκτοις τόπος αὐτός τέ ἐστι
ψυχρότατος διὰ τὸ κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης
ἔγκλισιν τὰς τῆς θερμότητος αἰτίας τοῦ ἡλίου μεσουρανήσεις
πλεῖον αὐτοῦ διεστάναι ὥσπερ τοῦ ἡλίου ἀντιμε-
πάντα τρόπον ἑκάστοτε δύνασθαι διακρίνειν. εὐκατανόητον
γάρ,
διότι καὶ παρὰ τὰς τοιαύτας καταστάσεις
ἤτοι τῶν ὡρῶν ἢ τῶν ἡλικιῶν ἢ τῶν γωνιῶν τρέπεταί
πως τὸ ποιητικὸν τῆς τῶν ἀστέρων δυνάμεως καὶ ἐν μὲν
ταῖς οἰκείαις καταστάσεσιν ἀκρατοτέραν τε ἴσχουσι τὴν
ποιότητα καὶ τὴν ἐνέργειαν ἰσχυροτέραν, οἷον ἐν ταῖς
θερμαῖς οἱ θερμαντικοὶ τὴν φύσιν καὶ ἐν ταῖς ὑγραῖς οἱ
ὑγραντικοί, έν δὲ ταῖς ἐναντίαις κεκραμένην καὶ ἀσθενεστέραν,
ὡς ἐν ταῖς ψυχραῖς οἱ θερμαντικοὶ καὶ ἐν ταῖξηραῖς
οἱ ὑγραντικοὶ καὶ ἐν ταῖς ἄλλαις δὲ ὡσαύτως κατὰ
τὸ ἀνάλογον τῆς διὰ τῆς μίξεως συγκιρναμένης ποιότητος.
Τούτων δὲ οὕτως προεκτεθέντων ἀκόλουθον ἂν εἴη
συνάψαι καὶ τὰς αὐτῶν τῶν τοῦ ζῳδιακοῦ δωδεκατημορίων
παραδεδομένας φυσικὰς ἰδιοτροπίας. αἱ μὲν γὰρ
ὁλοσχερέστεραι καθ’ ἕκαστον αὐτῶν κράσεις ἀνάλογον
πρὸς ἄλληλα θεωρουμένας δυνάμεις.
πρῶται μὲν τοίνυν εἰσὶ διαφοραὶ τῶν καλουμένων τροπικῶν καὶ ἰσημερινῶν
καὶ στερεῶν καὶ δισώμων· δύο μὲν γάρ ἐστι τροπικά, τό
τε πρῶτον ἀπὸ τῆς θερινῆς τροπῆς τριακοντάμοιρον τὸ
τοῦ Καρκίνου καὶ τὸ πρῶτον ἀπὸ τῆς χειμερινῆς τροπῆς
τὸ κατὰ τὸν Αἰγόκερων.
ταῦτα δὲ ἀπὸ τοῦ συμβεβηκότος εἴληφε τὴν ὀνομασίαν· τρέπεται γὰρ ἐν ταῖς ἀρχαῖς αὐτῶν
γινόμενος ὁ ἥλιος, ἐπιστρέφων εἰς τὰ ἐναντία τῶν
κατὰ πλάτος παρόδων, κατὰ μὲν τὸν Καρκίνον θέρος
ποιῶν, κατὰ δὲ τὸν Αἰγόκερων χειμῶνα. δύο δὲ καλεῖται
ἰσημερινὰ τό τε ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας πρῶτον δωδεκτημόιον,
τὸ τοῦ Κριοῦ, καὶ τὸ ἀπὸ τῆς μετοπωρινῆς,
τῶν δὲ λοιπῶν ὀκτὼ δωδεκατημορίων τέσσαρα μὲν καλεῖται στερεά, τέσσαρα δὲ δίσωμα· καὶ στερεὰ μέν ἐστι
τὰ ἑπόμενα τοῖς τε τροπικοῖς καὶ τοῖς ἰσημερινοῖς, Ταῦρος,
Λέων, Σκορπίος, Ὑδροχός, ἐπειδὴ τῶν ἐν ἐκείνοις
ἀρχομένων ὡρῶν αἴ τε ὑγρότητες καὶ θερμότητες
δίσωμα
δέ ἐστι τὰ τοῖς στερεοῖς ἑπόμενα Δίδυμοι, Παρθένος,
Τοξότης, Ἰχθύες διὰ τὸ μεταξὺ εἶναι τῶν στερεῶν καὶ
τροπικῶν καὶ ἰσημερινῶν καὶ ὥσπερ κεκοινωνηκέναι κατά
τε τὰ τέλη καὶ κατὰ τὰς ἀρχὰς τῆς τῶν δύο καταστημάτων
φυσικῆς ἰδιοτροπίας.
Πάλιν δὲ ὡσαύτως μὲν τῶν δωδεκατημορίων ἀπένειμαν
τῇ φύσει τῇ ἀρρενικῇ καὶ ἡμερινῇ, ἓξ δὲ τῇ θηλυκῇ
καὶ νυκτερινῇ. καὶ ἡ μὲν τάξις αὐτοῖς ἐδόθη παρ’
ἓν διὰ τὸ συνεζεῦχθαι καὶ ἐγγὺς ἀεὶ τυγχάνειν τὴν ἡμέραν
τῆς δὲ ἀρχῆς ἀπὸ τοῦ
Κριοῦ δι’ ἃς εἴπομεν αἰτίας λαμβανομένης, ὡσαύτως δὲ
καὶ τοῦ ἄρρενος ἄρχοντος καὶ πρωτεύοντος, ἐπειδὴ καὶ
τὸ ποιητικὸν ἀεὶ τοῦ παθητικοῦ πρῶτόν ἐστι τῇ δυνάμει,
τὸ μὲν τοῦ Κριοῦ δωδεκατημόριον καὶ ἔτι τὸ τῶν Χηλῶν
ἀρρενικά τε ἔδοξε καὶ ἡμερινά, ἐπειδήπερ ὁ ἰσημερινὸς κύκλος
δι’ αὐτῶν γραφόμενος τὴν πρώτην καὶ ἰσχυροτάτην
τῶν ὅλων φορὰν ἀποτελεῖ, τὰ δὲ ἐφεξῆς αὐτῶν ἀκολούθως
τῇ παρ’ ἓν ὡς ἔφαμεν τάξει.
χρῶνται δέ τινες τῇ τάξει
τῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ ἀπὸ τοῦ ἀνατέλλοντος
δωδεκατημορίου, ὃ δὴ καλοῦσιν ὡροσκοποῦν, τὴν ἀρχὴν
τοῦ ἄρρενος ποιούμενοι. ὥσπερ γὰρ καὶ τὴν τῶν προπι-
τάξει χρώμενοι,
οἱ δὲ καθ’ ὅλα τεταρτημόρια διαιροῦντες καὶ ἑῷα μὲν ἡγούμενοι καὶ ἀρρενικὰ τό τε τοῦ τοῦ
ὡροσκόπου μέχρι τοῦ μεσουρανοῦντος καὶ τὸ κατὰ ἀντίθεσιν
ἀπὸ τοῦ δύνοντος μέχρι τοῦ ὑπὸ γῆν μεσουρανοῦντος,
καὶ ἄλλας δέ τινας τοῖς δωδεκατημορίοις προσηγορίας
ἐφήρμοσαν ἀπὸ τῶν περὶ αὐτὰ μορφώσεων, λέγω δὲ οἷον
τετράποδα καὶ χερσαῖα καὶ ἡγεμονικὰ καὶ πολύσπορα καὶ
τὰ τοιαῦτα, ἃς αὐτόθεν τό τε αἴτιον καὶ τὸ ἐμφανιστικὸν
ἐχούσας περισσὸν ἡγούμεθα καταριθμεῖν, τῆς ἐκ τῶν
τοιούτων διατυπώσεων ποιότητος, ἐν αἷς ἂν τῶν προτελέσεων
χρησίμη φαίνηται, δυναμένης προεκτίθεσθαι.
Οἰκειοῦται δὲ ἀλλήλοις τῶν μερῶν τοῦ ζῳδιακοῦ πρῶτον τὰ συσχηματιζόμενα. ταῦτα δ’ ἐστὶν ὅσα διάμετρον
ἔχει στάσιν περιέχοντα ὀρθὰς δύο γωνίας καὶ ἓξ δωδεκατημόρια
καὶ μοίρας ρπ΄, καὶ ὅσα τρίγωνον ἔχει στάσιν
δίμοιρον γωνίας ὀρθῆς καὶ δωδεκατημόρια β΄
καὶ μοίρας ξ΄.
δι’ ἣν δὲ αἰτίαν αὗται μόναι τῶν διαστάσεων
παρελήφθησαν, ἐκ τούτων ἂν μάθοιμεν. τῆς μὲν
γὰρ κατὰ διάμετρον αὐτόθεν ἐστὶν ὁ λόγος φανερός,
ἐπειδήπερ ἐπὶ μιᾶς εὐθείας ποιεῖται τὰς συναντήσεις. λαμβανομένων
δὲ τῶν δύο μεγίστων καὶ διὰ συμφωνίας μορίων
τε καὶ ἐπιμορίων, μορίων μὲν πρὸς τὸ τῶν β΄ ὀρθῶν
τοῦ τε ἡμίσους καὶ τοῦ τρίτου τὸ μὲν εἰς δύο τὴν τοῦ
τετραγώνου πεποίηκε, τὸ δὲ εἰς τριά τὴν τοῦ ἑξαγώνου
καὶ τὴν τοῦ τριγώνου·
ἐπιμορίων δὲ πρὸς τὸ τῆς μιᾶς
ὀρθῆς τετράγωνον μεταξὺ λαμβανομένων τοῦ τε ἡμιολίου
καὶ τοῦ ἐπιτρίτου, τὸ μὲν ἡμιόλιον πάλιν ἐποίησε τὴν
τοῦ τετραγώνου πρὸς τὴν τοῦ ἑξαγώνου, τὸ δὲ ἐπίτριτον
τὴν τοῦ τριγώνου πρὸς τὴν τοῦ τετραγώνου. τούτων
μέντοι τῶν συσχηματισμῶν οἱ μὲν τρίγωνοι καὶ ἑξάγωνοι
σύμφωνοι καλοῦνται διὰ τὸ ἐξ ὁμογενῶν συγκεῖσθαι δωδεκατημορίων
ἤτοι ἐκ πάντων ἀρρενικῶν ἢ θηλυκῶν,
ἀσύμφωνοι δὲ οἱ τετράγωνοι καὶ οἱ κατὰ διάμετρον, διότι
κατ’ ἀντίθεσιν τῶν ὁμογενῶν τὴν στάσιν λαμβάνουσι.
Ὡσαύτως δὲ προστάσσοντα καὶ ὑπακούοντα λέγεται τμήματα τὰ κατ’ ἴσην διάστασιν ἀπὸ τοῦ αὐτοῦ ἢ καὶ
ὁποτέρου τῶν ἰσημερινῶν σημείων ἐσχηματισμένα, διὰ τὸ
ἐν τοῖς ἴσοις χρόνοις ἀναφέρεσθαί τε καὶ καταφέρεσθαι
καὶ ἐπὶ τῶν ἴσων εἶναι παραλλήλων.
τούτων δὲ τὰ μὲν ἐν τῷ θερινῷ ἡμικυκλίῳ προστάσσοντα καλεῖταί, τὰ δὲ
ἐν τῷ χειμερινῷ ὑπακούοντα, διὰ τὸ κατ’ ἐκείνων μὲν
γινόμενον τὸν ἥλιον μείζονα ποιεῖν τῆς νυκτὸς τὴν
ἡμέραν, κατὰ τούτων δὲ ἐλάττονα.
Πάλιν δὲ ἰσοδυναμεῖν φασιν ἀλλήλοις μέρη τὰ τοῦ
ἀφεστῶτα, διὰ τὸ καθ’ ἑκάτερον αὐτῶν τοῦ ἡλίου γινομένου
τάς τε ἡμέρας ταῖς ἡμέραις καὶ τὰς νύκτας ταῖς
νυξὶ καὶ τὰ διαστήματα τῶν οἰκείων ὡρῶν ἰσοχρόνως
ἀποτελεῖν. ταῦτα δὲ καὶ βλέπειν ἄλληλα λέγεται διά τε
τὰ προειρημένα καὶ ἐπειδήπερ ἑκάτερον αὐτῶν ἔκ τῶν
αὐτῶν μερῶν τοῦ ὁρίζοντος ἀνατέλλει καὶ εἰς τὰ αὐτὰ
καταδύνει.
Ἀσύνδετα δὲ καὶ ἀπηλλοτριωμένοι καλεῖται τμήματα,
ὅσα μηδένα λόγον ἁπλῶς ἔχει πρὸς ἄλληλα τῶν προκατειλεγμένων
οἰκειώσεων. ταῦτα δέ ἐστιν ἃ μήτε τῶν
προστασσόντων ἢ ὑπακουόντων τυγχάνει μήτε τῶν βλεπόντων
ἢ ἰσοδυναμούντων, ἔτι τε καὶ τῶν ἐκκειμένων
τεσσάρων συσχηματισμῶν τοῦ τε διαμέτρου καὶ τοῦ τριγώνου
καὶ τοῦ τετραγώνου καὶ τοῦ ἑξαγώνου κατὰ τὸ
παντελὲς ἀμέτοχα καταλαμβανόμενα καὶ ἤτοι δι’ ἑνὸς ἢ
διὰ πέντε γινόμενα δωδεκατημορίων,
ἐπειδήπερ τὰ μὲν
δι’ ἑνὸς ἀπέστραπταί τε ὥσπερ ἀλλήλων καὶ δύο αὐτὰ
ὄντα ἑνὸς περιέχει γωνίαν, τὰ δὲ διὰ πέντε εἰς ἄνισα
διαιρεῖ τὸν ὅλον κύκλον, τῶν ἄλλων σχηματισμῶν εἰς
Συνοικειοῦνται δὲ καὶ οἱ πλανῆται τοῖς τοῦ ζῳδιακοῦ μέρεσι κατά τε τοὺς καλουμένους οἴκους καὶ τρίγωνα καὶ ὑψώματα καὶ ὅρια καὶ τὰ τοιαῦτα. καὶ τὸ μὲν τῶν οἴκων τοιαύτην ἔχει φύσιν·
ἐπειδὴ γὰρ τῶν ιβ΄ ζῳδίων τὰ βορειότατα
καὶ συνεγγίζοντα μᾶλλον τῶν ἄλλων τοῦ κατὰ
κορυφὴν ἡμῶν τόπου θερμασίας τε καὶ ἀλέας διὰ τοῦτο
τὸ μὲν τοῦ Λέοντος ἀρρενικὸν ὃν τῷ ἡλίῳ, τὸ δὲ τοῦ Καρκίνου θηλυκὸν
τῇ σελήνη, καὶ ἀκολούθως τὸ μὲν ἀπὸ Λέοντος
μέχρι Αἰγόκερω ἡμικύκλιον ἡλιακὸν ὑπέθεντο, τὸ δὲ ἀπὸ
Ὑδροχόου μέχρι Καρκίνου σεληνιακόν, ὅπως ἐν ἑκατέρω
τῶν ἡμικυκλίων ἓν ζῴδιον καθ’ ἕκαστον τῶν πέντε ἀστέρων
οἰκείως ἀπονεμηθῇ, τὸ μὲν πρὸς ἥλιον τὸ δὲ πρὸς
σελήνην ἐσχηματισμένον, ἀκολούθως ταῖς τε τῶν κινήσεων
αὐτῶν σφαίραις καὶ ταῖς τῶν φύσεων ἰδιοτροπίαις.
τῷ μὲν οὖν τοῦ Κρόνου ψυκτικῷ ὄντι μᾶλλον τὴν φύσιν κατ᾿ ἐναντιότητα τοῦ θερμοῦ καὶ τὴν ἀνωτάτω καὶ μακρὰν
τῶν φώτων ἔχοντι ζώνην ἐδόθη τὰ διάμετρα ζῴδια τοῦ
τῷ δὲ τοῦ Διὸς ὄντι εὐκράτῳ καὶ ὑπὸ τὴν τοῦ Κρόνου
σφαῖραν ἐδόθη τὰ ἐχόμενα δύο τῶν προκειμένων πνευματικὰ
ὄντα καὶ γόνιμα ὅ τε Τοξότης καὶ οἱ Ἰχθύες κατὰ
τριγωνικὴν πρὸς τὰ φῶτα διάστασιν, ἥτις ἐστὶ συμφώνου
καὶ ἀγαθοποιοῦ συσχηματισμοῦ·
ἐφεξῆς δὲ τῷ τοῦ Ἄρεως ξηραντικῷ μᾶλλον ὄντι τὴν φύσιν καὶ ὑπὸ τὴν
τῷ δὲ τῆς Ἀφροδίτης ἐυκρατοτέρῳ τε
ὄντι καὶ ὑπὸ τὴν τοῦ Ἄρεως τὰ ἐχόμενα ἐδόθη δύο ζῴδια
γονιμώτατα ὄντα αἵτε Χηλαὶ καὶ ὁ Ταῦρος, τηροῦντα
τὴν συμφωνίαν τῆς ἑξαγώνου διαστάσεως καὶ ἐπειδήπερ
οὐ πλεῖον δύο δωδεκατημορίων ὁ ἀστὴρ οὗτος ἐφ’ ἑκάτερα
τὸ πλεῖστον ἀφίσταται τοῦ ἡλίου.
ἐπὶ τέλει δὲ τῷ
τοῦ Ἑρμοῦ οὐδέποτε πλεῖον ἑνὸς δωδεκατημορίου τὴν
ἀπὸ τοῦ ἡλίου διάστασιν ἐφ’ ἑκάτερα ποιουμένῳ καὶ ὑπὸ
μὲν τοὺς ἄλλους ὄντι, σύνεγγυς δὲ μᾶλλόν πως ἀμφοτέρων
τῶν φώτων, τὰ λοιπὰ καὶ συνεχῆ τοῖς ἐκείνων
οἴκοις ἐδόθη δύο δωδεκατημόρια τό τε τῶν Διδύμων
καὶ τὸ τῆς Παρθένου.
῾Η δὲ πρὸς τὰ τρίγωνα συνοικείωσις τοιαύτη τις οὖσα
τυγχάνει. ἐπειδὴ γὰρ τὸ τρίγωνον καὶ ἰσόπλευρον
σχῆμα συμφωνότατόν ἐστιν ἑαυτῷ καὶ ὁ ζῳδιακὸς ὑπὸ
τριῶν κύκλων ὁρίζεται τοῦ τε ἰσημερινοῦ καὶ τῶν δύο
τροπικῶν, διαιρεῖται δὲ τὰ ιβ΄ αὐτοῦ μέρη εἰς τρίγωνα
ἰσόπλευρα τέσσαρα, τὸ μὲν πρῶτον ὅ ἐστι διά τε τοῦ
νυκτὸς δὲ ὁ τοῦ Διός. καί ἐστιν ὁ μὲν Κριὸς μᾶλλον
πρὸς τῷ ἰσημερινῷ κύκλῳ, ὁ δὲ Λέων πρὸς τῷ θερινῷ,
ὁ δὲ Τοξότης πρὸς τῷ χειμερινῷ.
γίνεται δὲ προηγουμένως μὲν τοῦτο τὸ τρίγωνον βόρειον διὰ τὴν τοῦ Διὸς
συνοικοδεσποτείαν, ἐπειδήπερ οὗτος γόνιμός τέ ἐστι καὶ
πνευματώδης, οἰκείως τοῖς ἀπὸ τῶν ἄρκτων ἀνέμοις· διὰ
δὲ τὸν τοῦ Ἄρεως οἶκον λαμβάνει τινὰ μίξιν τοῦ λιβὸς
καὶ συνίσταται βορρολιβικόν, ἐπειδήπερ ὁ Ἄρεως τοιούτων
ἐστὶ πνευμάτων ποιητικὸς διά τε τὴν τῆς σελήνης
αἵρεσιν καὶ τὸ τῶν δυσμῶν τεθηλυσμένον.
τὸ δὲ δεύτερον τρίγωνον, ὅ ἐστι διά τε τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, συγκείμενον ἐκ τριῶν θηλυκῶν,
ἀκολούθως ἐδόθη σελήνῃ τε καὶ Ἀφροδίτῃ, οἰκοδεσποτούσης
θερινῷ μᾶλλον κύκλῳ, ἡ δὲ Παρθένος πρὸς τῷ ἰσημε-
γίνεται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν νότιον διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτείαν, ἐπειδήπερ ὁ ἀστὴρ οὗτος τῶν ὁμοίων ἐστὶ πνευμάτων διὰ τὸ θερμὸν καὶ ἔνικμον τῆς δυνάμεως ποιητικός·
προσλαβὸν δὲ μίξιν ἀπηλιώτου
διὰ τὸ τὸν τοῦ Κρόνου οἶκον ἐν αὐτῷ τυγχάνειν τὸν
Αἰγόκερων συνίσταται καὶ αὐτὸ νοταπηλιωτικὸν κατ’ ἀντίθεσιν
τοῦ πρώτου, ἐπειδήπερ καὶ ὁ τοῦ Κρόνου τοιούτων
ἐστὶ πνευμάτων ποιητικός, οἰκειούμενος καὶ αὐτὸς
ταῖς ἀνατολαῖς διὰ τὴν πρὸς τὸν ἥλιον αἵρεσιν.
τὸ δὲ τρίτον τρίγωνον, ὅ ἐστι διά τε Διδύμων καὶ
Χηλῶν καὶ Ὑδροχόου ἐκ τριῶν ἀρρενικῶν ζῷδίων συγκείμενον
καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως μηδένα λόγον
ἔχον, πρὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ διὰ
τοὺς οἴκους, τούτοις ἀπενεμήθη πάλιν, οἰκοδεσποτούντων
ἡμέρας μὲν τοῦ τοῦ Κρόνου διὰ τὴν αἵρεσιν, νυκτὸς δὲ
τοῦ τοῦ Ἑρμοῦ.
καί ἐστι τὸ μὲν τῶν Διδύμων δωδεκατημόριον
πρὸς τῷ θερινῷ, τὸ δὲ τῶν Χηλῶν πρὸς τῷ
ἰσημερινῷ, τὸ δὲ τοῦ Ὑδροχόου πρὸς τῷ χειμερινῷ.
συνίσταται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν
ἀπηλιωτικὸν διὰ τὸν τοῦ Κρόνου, κατὰ δὲ τὴν μίξιν
βορραπηλιωτικόν, διὰ τὸ τὴν τοῦ Διὸς αἵρεσιν τῇ τοῦ
Κρόνου πρὸς τὸν ἡμερινὸν λόγον συνοικειοῦσθαι.
τὸ δὲ τέταρτον τρίγωνον, ὅ ἐστι διά τε Καρκίνου καὶ
Σκορπίου καὶ Ἰχθύων, κατελείφθη μόνῳ λοιπῷ ὄντι τῷ
τοῦ Ἄρεως καὶ λόγον ἔχοντι πρὸς αὐτὸ διὰ τὸν οἶκον
τοῦ Σκορπίου, συνοικοδεσποτοῦσι δὲ αὐτῷ διά τε τὴν
καὶ τοῦτο δὲ τὸ τρίγωνον συνίσταται προηγουμένως μὲν λιβικὸν
διὰ τὴν τοῦ Ἄρεως καὶ τῆς σελήνης οἰκοδεσποτείαν,
κατὰ μίξιν δὲ νοτολιβικόν, διὰ τὴν τῆς Ἀφροδίτης
συνοικοδεσποτείαν.
Τὰ δὲ καλούμενα τῶν πλανωμένων ὑψώματα λόγον ἔχει τοιόνδε. ἐπειδὴ γὰρ ὁ ἥλιος ἐν μὲν τῷ Κριῷ γενόμενος
τὴν εἰς τὸ ὑψηλὸν καὶ βόρειον ἡμικύκλιον μετάβασιν
ποιεῖται, ἐν δὲ ταῖς Χηλαῖς τὴν εἰς τὸ ταπεινὸν
καὶ νότιον, εἰκότως τὸν μὲν Κριὸν ὡς ὕψωμα ἀνατεθείκασιν
αὐτῷ, καθ’ ὃν ἄρχεται καὶ τὸ τῆς ἡμέρας μέγεθος
καὶ τὸ τῆς φύσεως αὐτοῦ θερμαντικὸν αὔξεσθαι, τὰς δὲ
Χηλὰς ὡς ταπείνωμα διὰ τὰ ἐναντία.
ὁ δὲ τοῦ Κρόνου
αὔξεται, ἐκεῖ μειοῦται τὸ ψυχρόν, καὶ ὅπου τὸ ψυχρὸν
πάλιν ἐπειδὴ ἐν τῷ ὑψώματι τοῦ ἡλίου τῷ Κριῷ συνοδεύσασα ἡ σελήνη
ποιεῖται φάσιν καὶ ἀρχὴν τῆς τοῦ φωτὸς αὐξήσεως
μετὰ ταῦτα δὲ ὁ μὲν τοῦ Διὸς τῶν βορείων καὶ γονίμων πνευμάτων ἀποτελεστικὸς ὤν,
ἐν τῷ Καρκίνῳ μάλιστα βορειότατος
γινόμενος, αὔξεται πάλιν καὶ πληροῖ τὴν ἰδίαν δύναμιν,
ὅθεν τοῦτο μὲν τὸ δωδεκατημόριον ὕψωμα πεποιήκασιν
αὐτοῦ, τὸν δὲ Αἰγόκερων ταπείνωμα. ὁ δὲ τοῦ ’Ἀρεως
φύσει καυσώδης ὢν καὶ μᾶλλον ἐν Αἰγόκερῳ διὰ τὸ
νοτιώτατος γίνεσθαι καυστικώτατος γινόμενος, καὶ αὐτὸς
ὕψωμα μὲν ἔλαβεν εἰκότως κατ’ ἀντίθεσιν τῷ τοῦ
Διὸς τὸν Αἰγόκερων, ταπείνωμα δὲ τὸν Καρκίνον.
πάλιν
ὁ τῆς Ἀφροδίτης ὑγραντικὸς ὢν φύσει καὶ μᾶλλον ἐν
τοῖς Ἰχθύσιν, ἐν οἷς ἡ τοὺ ὑγροῦ ἔαρος ἀρχὴ προσημαίνει,
μαίνει, καὶ αὐτὸς αὐξάνων τὴν οἰκείαν δύναμιν, τὸ μὲν
ὕψωμα ἔσχεν ἐν τοῖς Ἰχθύσι, τὸ δὲ ταπείνωμα ἐν τῇ
Παρθένῳ. ὁ δὲ τοῦ Ἑρμοῦ τὸ ἐναντίον μᾶλλον ὑπόξηρος
ὢν εἰκότως κατὰ τὸ ἀντικείμενον ἐν μὲν τῇ Παρθένῳ,
καθ’ ἣν τὸ ξηρὸν μετόπωρον προσημαίνει, καὶ αὐτὸς
ὥσπερ ὑψοῦται, κατὰ δὲ Ἰχθύας ὥσπερ ταπεινοῦται.
Περὶ δὲ τῶν ὁρίων δισσοὶ μάλιστα φέρονται τρόποι· καὶ
ὁ μέν ἐστιν Αἰγυπτιακὸς (ὁ πρὸς τὰς τῶν οἴκων ὡς ἐπίπαν
πρῶτον μὲν ἐπὶ τῆς τάξεως πῇ μὲν τοῖς τῶν οἴκων κυρίοις τὰ πρωτεῖα δεδώκασιν,
πῇ δὲ τοῖς τῶν τριγώνων, ἐνίοτε δὲ τοῖς τῶν ὑψωμά-
των. ἐπεὶ παραδείγματος ἕνεκεν, εἴτε τοῖς οἴκοις ἠκολουθήκασι,
διὰ τί τῷ τοῦ Κρόνου εἰ τύχοι πρώτω δεδώκασιν ἐν
Ζυγῷ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; καὶ διά τί ἐν Κριῷ τῷ τοῦ
Διὸς καὶ οὐ τῷ τοῦ Ἄρεως;
εἴτε τοῖς τριγώνοις, διὰ τί τῷ τοῦ Ἑρμοῦ δεδώκασιν ἐν Αἰγόκερῳ καὶ οὐ τῷ τῆς
Ἀφροδίτης; εἴτε καὶ τοῖς ὑψώμασι, διὰ τί τῷ τοῦ Ἄρεως
ἐν Καρκίνῳ καὶ οὐ τῷ, τοῦ Διός; εἴτε τοῖς τὰ πλεῖστα
τούτων ἔχουσι διὰ τί έν Ὑδροχόῳ τῷ τοῦ Ἑρμοῦ δεδώκασι,
τρίγωνον ἔχοντι μόνον, καὶ οὐχὶ τῷ τοῦ Κρόνου;
τούτου γὰρ καὶ οἶκός ἐστι καὶ τρίγωνον. ἢ διὰ τί ὅλως ἐν Αΐγόκερῳ τῷ τοῦ Ἑρμοῦ πρώτῳ δεδώκασι, μηδένα
λόγον ἔχοντι πρὸς τὸ ζῴδιον οἰκοδεσποτείας; καὶ ἐπὶ
τῆς λοιπῆς δὲ τάξεως τὴν αὐτὴν ἀναλογίαν ἄν τις εὕροι.
δεύτερον δὲ καὶ ἡ ποσότης τῶν ὁρίων οὐδεμίαν ἀκολου-
ὅ τε γὰρ καθ’ ἕνα ἕκαστον ἀστέρα
καὶ ὃ πιθανολογεῖν καὶ σοφίζεσθαί
τινες ἐπιχειροῦσι περὶ αὐτῶν ὅτι κατὰ παντὸς κλίματος
ἀναφορικὸν λόγον οἱ καθ’ ἕκαστον ἀστέρα σχηματιζόμενοί
πως χρόνοι τὴν αὐτὴν ἐπισυνάγουσι ποσότητα,
ψευδές ἐστι.
πρῶτον μὲν γὰρ ἀκολουθοῦσι τῇ κοινῇ
πραγματείᾳ καὶ πρὸς ὁμαλὰς ὑπεροχὰς τῶν ἀναφορῶν
συνισταμένῃ μὴ κατὰ μικρὸν ἐγγιζούσῃ τῆς ἀληθείας,
καθ’ ἣν ἐπὶ τοῦ διά τῆς κάτω χώρας τῆς Αἰγύπτου
παραλλήλου τὸ μὲν τῆς Παρθένου καὶ τῶν Χηλῶν δωδεκατημόριον
δεκατημόριον ἐν λη΄ χρόνοις ἑκάτερον καὶ ἔτι τρίτῳ θέλουσιν
ἀναφέρεσθαι, τὸ δὲ τοῦ Λέοντος καὶ τοῦ Σκορπίου
ἑκάτερον ἐν λε’, δεικνυμένου διὰ τῶν γραμμῶν, ὅτι
ταῦτα μὲν ἐν πλείοσι τῶν λε’ χρόνων ἀναφέρεται, τὸ δὲ
τῆς Παρθένου καὶ τὸ τῶν Χηλῶν ἐν ἐλάττοσι.
ἔπειτα καὶ
οἱ τὸ τοιοῦτον ἐπιχειρήσαντες κατασκευάζειν οὐκέτι
φαίνονται κατηκολουθηκότες οὐδὲ οὕτως τῇ παρὰ τοῖς
πλείστοις φερομένῃ ποσότητι τῶν ὁρίων καὶ τὰ πολλὰ
διηναγκασμένοι καταψεύσασθαι καί που καὶ μορίοις μορίων
τρόπον.
Ὅρια κατ’ Αἰγυπτίους.
Συνάγεται δὲ ἑκάστου αὐτῶν ὁ ἀριθμὸς οὕτως· Κρόνου μοῖραι νζ΄, Διὸς οθ΄, Ἄρεως ξς΄, Ἀφροδίτης πβ΄ Ἑρμοῦ
ος΄· γίνεται ὁμοῦ τξ΄.
Ὁ δὲ Χαλδαϊκὸς τρόπος ἁπλῆν μέν τινα ἔχει καὶ μᾶλλον πιθανήν, οὐχ οὕτως δὲ αὐτάρκη πρός τε τὰς τῶν
τριγώνων δεσποτείας τὴν ἀκολουθίαν καὶ τὴν τῆς ποσότητος
τάξιν, ὥστε μέντοι καὶ χωρὶς ἀναγραφῆς δύνασθαι
σθαι ῥᾳδίως τινὰ διαβάλλειν αὐτούς.
ἐν μὲν γὰρ τῷ πρώ-
ἑξῆς ὁ τῶν Διδύμων ὅ τε τοῦ Κρόνου καὶ ὁ τοῦ Ἑρμοῦ,
ἐν δὲ τῴ δευτέρῳ τριγώνῳ Ταύρου καὶ Παρθένου καὶ
Αἰγόκερω πάλιν τὴν αὐτὴν κατὰ ζῴδιον ἔχοντι διαίρεσιν,
ὁ μὲν τῆς Ἀφροδίτης πρῶτος, εἷθ’ ὁ τοῦ Κρόνου πάλιν
καὶ ὁ τοῦ Ἑρμοῦ, μετὰ ταῦτα δὲ ὁ τοῦ Ἄρεως, τελευταῖος
δὲ ὁ τοῦ Διός. σχεδὸν δὲ καὶ ἐπὶ τῶν λοιπῶν δύο τριγώνων
ἡ τάξις ἥδε συνορᾶται.
τῶν μέντοι τοῦ αὐτοῦ
τριγώνου δύο κυρίων, λέγω δὲ τοῦ τοῦ Κρόνου καὶ τοῦ
τοῦ Ἑρμοῦ, τὸ πρωτεῖον τῆς κατὰ τὸ οἰκεῖον τάξεως
ἡμέρας μὲν ὁ τοῦ Κρόνου λαμβάνει, νυκτὸς δὲ ὁ τοῦ
Ἑρμοῦ. καὶ ἡ καθ’ ἕκαστον δὲ ποσότης ἁπλῆ τις οὖσα
τυγχάνει.
ἵνα γὰρ καθ’ ὑπόβασιν τῆς τῶν πρωτείων
τάξεως καὶ ἡ ποσότης τῶν ἑκάστου ὁρίων μιᾷ μοίρᾳ
λείπηται τῆς προτεταγμένης, τῷ μὲν πρώτῳ πάντοτε διδόασι
μοίρας η΄, τῴ δὲ δευτέρῳ ζ΄, τῷ δὲ τρίτῳ ς΄, τῷ
δὲ τετάρτῳ ε΄, τῴ δὲ πέμπτῳ δ’, συμπληρουμένων οὕτως
τῶν κατὰ τὸ ζῴδιον λ΄ μοιρῶν.
συνάγεται δὲ καὶ ἐκ τούτου
τοῦ μὲν τοῦ Κρόνου μοῖραι ἡμέρας μὲν οή, νυκτὸς
τούτων μὲν οὖν
παρὰ τοῖς Αἰγυπτίοις συγγραφεῦσιν ὡς χρησίμην
ἀναγραφῆς ἠξιῶσθαι καὶ διὰ τὸ συμφωνεῖν αὐτοῖς ὡς
ἐπίπαν τὰς μοίρας τῶν ὁρίων ἐν ταῖς κατατεταγμέναις
παρ’ αὐτῶν παραδειγματικαῖς γενέσεσιν·
αὐτῶν μέντοι τούτων τῶν συγγραφέων μηδαμῇ τὴν σύνταξιν αὐτῶν
μηδὲ τὸν ἀριθμὸν ἐμφανισάντων, ὕποπτον ἂν εἰκότως
καὶ εὐδιάβλητον αὐτῶν γίνοιτο τὸ περὶ τὴν τάξιν
ἀνομόλογον.
ἤδη μέντοι περιτετυχήκαμεν ἡμεῖς ἀντιγράφω παλαιῷ καὶ τὰ πολλὰ διεφθαρμένῳ, περιέχοντι φυσικὸν καὶ σύμφωνον
λόγον τῆς τε τάξεως καὶ τῆς ποσότητος αὐτῶν,
μετὰ τοῦ τάς τε τῶν προειρημένων γενέσεων μοιρογραφίας
καὶ τὸν τῶν συναγωγῶν ἀριθμὸν σύμφωνον εὑρίσκεσθαι
τῇ τῶν παλαιῶν ἀναγραφῇ.
τὸ δὲ κατὰ λέξιν τοῦ βιβλίου πάνυ μὲν μακρὸν ἦν καὶ μετὰ πολλῆς τινος
ἀποδείξεως, ἀδιάγνωστον δὲ διὰ τὸ διεφθάρθαι καὶ μόλις
ἡμῖν αὐτὴν τὴν καθόλου προαίρεσιν δυνάμενον ὑποδεῖξαι
καὶ τυπῶσαι καὶ ταῦτα συνεφοδιαζούσης καὶ αὐτῆς
ἔχει δὲ
οὖν ὁ τύπος τῆς ὅλης αὐτῶν ἐπιβολῆς τὸν τρόπον τοῦτον.
παραλαμβάνεται τά τε ὑψώματα καὶ τὰ τρίγωνα
καὶ οἱ οἶκοι. καθόλου μὲν γὰρ ὁ μὲν δύο τούτων ἔχων
ἀστὴρ οἰκοδεσποτείας ἐν τῷ αὐτῷ ζωδίῳ προτάσσεται
κἂν κακοποιὸς ὅπου δὲ τοῦτο οὐ συμβαίνει,
οἱ μὲν
ὑψώματος κύριοι, εἶτα οἱ τοῦ τριγώνου, εἶτα οἱ τοῦ οἴκου
ἀκολούθως τῇ ἐφεξῆς τάξει τῶν ζῳδίων, πάλιν τῶν ἑξῆς
ἀνὰ δύο ἐχόντων οἰκοδεσποτείας προτασσομένου τοῦ
μίαν ἔχοντος ἐν τῷ αὐτῷ ζῳδίῳ.
ὁ μέντοι Καρκίνος καὶ
ὁ Λέων οἶκοι ὄντες ἡλίου καὶ σελήνης ἐπεὶ οὐ δίδοται
τοῖς φωσὶν ὅρια, ἀπονέμονται τοῖς κακοποιοῖς, διὰ τὸ
ἐν τῇ τάξει πλεονεκτεῖσθαι, ὁ μὲν Καρκίνος τῷ τοῦ
Ἄρεως, ὁ δὲ Λέων τῷ τοῦ Κρόνου, ἐν οἷς καὶ ἡ τάξις
αὐτοῖς ἡ οἰκεία φυλάσσεται.
ἐπὶ· δὲ τῆς ποσότητος τῶν
ὁρίων, ὡς μὲν μηδενὸς εὑρισκομένου κατὰ δύο τρόπους
κυρίου ἤτοι ἐν αὐτῷ τῷ ζῳδίῳ ἢ καὶ έν τοῖς ἐφεξῆς
μέχρι τεταρτημορίου, τοῖς μὲν ἀγαθοποιοῖς, τουτέστι
τῷ τε τοῦ Διὸς καὶ τῷ τῆς Ἀφροδίτης, ἑκάστῳ δίδονται
μοῖραι ζ΄, τοῖς δὲ κακοποιοῖς, τουτέστι τῷ τε τοῦ Κρόνου
καὶ τῷ τοῦ Ἄρεως ἑκάστῳ μοῖραι ε΄ τῷ δὲ τοῦ Ἑρμοῦ
ἐπικοίνῳ ὄντι μοῖραι ζ΄ εἰς συμπλήρωσιν τῶν λ΄.
ἐπειδὴ
τεταρτημορίου, μοῖρα μία, οἷς καὶ παρέκειντο στιγμαί.
ἀφαιροῦνται δὲ αἱ προστιθέμεναι τοῖς διπλοῖς ἀπὸ τῶν λοιπῶν καὶ μοναχῶν, ὡς ἐπὶ τὸ πολὺ δὲ ἀπὸ τοῦ τοῦ
Κρόνου, εἶτα καὶ τοῦ τοῦ Διὸς διὰ τὸ βραδύτερον αὐτῶν
τῆς κινήσεως. ἔστι δὲ καὶ ἡ τούτων τῶν ὁρίων
ἔκθεσις τοιαύτη.
Ὅρια κατὰ Πτολεμαῖον. ΑΒΒREV
γίνεται καὶ τούτων ἐκ τῆς ἐπισυνθέσεως Κρόνου μοῖραι νξ΄, Διὸς οθ΄, Ἄρεως ξς’, Ἀφροδίτης πβ΄, Ἑρμοῦ ος΄· μου τξ΄.
Διεῖλον δέ τινες καὶ εἰς ἔτι τούτων λεπτομερέστερα
τμήματα τὰς οἰκοδεσποτείας, τόπους καὶ μοίρας ὀνομάσαντες·
καὶ τόπον μὲν ὑποτιθέμενοι τὸ τοῦ δωδεκατημορίου
δωδεκατημόριον, τουτέστι μοίρας β΄ ἥμισυ καὶ
διδόντες αὐτοῦ τὴν κυρείαν τοῖς ἐφεξῆς ξῳδίοις, ἄλλοι
δὲ καὶ κατ’ ἄλλας τινὰς ἀλόγους τάξεις, μοῖραν δὲ ἐκάστην
πάλιν ἀπ’ ἀρχῆς ἑκάστῳ διδόντες τῶν ἀστέρων ἀκολούθως
τῇ τάξει τῶν Χαλδαϊκῶν ὁρίων.
ταῦτα μὲν οὖν
πιθανὸν <μόνον> καὶ οὐ φυσικὸν ἀλλὰ κενόδοξον ἔχοντα
φύσεις καὶ τάς δυνάμεις καὶ τὰς συνοικειώσεις αὐτῶν
ὁρῶμεν ἐκ τῶν προαποδεδειγμένων ἀπὸ τῶν τροπικῶν
καὶ ἰσημερινῶν ἀρχῶν καὶ οὐκ ἀπ’ ἄλλου τινὸς ἐχούσας
τὴν αἰτίαν·
ἄλλων γὰρ ἀρχῶν ὑποτιθεμένων ἢ μηκέτι συγχρῆσθαι ταῖς φύσεσιν αὐτῶν εἰς τὰς προτελέσεις
ἀναγκασθησόμεθα ἢ συγχρώμενοι διαπίπτειν, παραβάντων
καὶ ἀπαλλοτριωθέντων τῶν τὰς δυνάμεις αὐτοῖς
ἐμπεριποιησάντων τοῦ ξῳδιακοῦ διαστημάτων.
Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἷεν τοσαῦται. λέγονται δὲ
Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιήσῃ πρὸς τὰ φῶτα
διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σελήνην
δὲ ἑῷος ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις.
λαμπήναις δ’ ἐν ἰδίαις λέγονται εἶναι καὶ θρόνοις καὶ τοῖς
τῆς τῶν περιεχόντων δωδεκατημορίων ὁμοφύλου
οἰκειότητος.
χαίρειν δέ φασιν αὐτούς, ὅταν κἄν μὴ
πρὸς αὐτοὺς ἡ συνοικείωσις τῶν περιεχόντων ξῳδίων
ἀλλὰ μέντοι πρὸς τοὺς τῶν αὐτῶν αἱρέσεων, ἐκ μακροῦ
μὲν μᾶλλον οὕτως-γινομένης τῆς συμπαθείας, κοινωνούσης
δὲ ὅμως καὶ κατὰ τὸν τοιοῦτον τρόπον τῆς ὁμοιότητος,
ὥσπερ, ὅταν ἐν τοῖς ἠλλοτριωμένοις καὶ τῆς ἐναντίας
αἱρέσεως τόποις καταλαμβάνωνται, πολὺ παραλύεται
τῆς οἰκείας αὐτῶν δυνάμεως, ἄλλην τινὰ φύσιν μικτὴν
ἀποτελούσης τῆς κατὰ τὸ ἀνόμοιον τῶν περιεχόντων
ξῳδίων κράσεως.
Καθόλου συνάπτειν μὲν λέγονται τοῖς ἑπομένοις οἱ
προηγούμενοι, ἀπερρυηκέναι δὲ οἱ ἑπόμενοι τῶν προηγουμένων,
ἐφ’ ὅσον ἂν μὴ μακρὸν τὸ μεταξὺ αὐτῶν
διάστημα. παραλαμβάνεται δὲ τὸ τοιοῦτον ἐάν τε σωματικῶς
ἐάν τε καὶ κατά τινα τῶν παραδεδομένων σχηματισμῶν
συμβαίνῃ·
πλὴν ὅτι γε πρὸς μὲν τὰς δι’ αὐτῶν
τουτέστιν ἐπὶ τὸ κέντρον τῆς γῆς φερομένων καὶ ὁμοίως
πανταχόθεν συμβαλλουσῶν.
ἐκ δὴ τούτων ἁπάντων εὐσύνοπτον ὅτι τὸ μὲν ποιὸν ἑκάστου τῶν ἀστέρων ἐπισκεπτέον ἔκ τε τῆς ἰδίας αὐτῶν
φυσικῆς ἰδιοτροπίας καὶ ἔτι τῆς περιεχόντων δωδεκατημορίων
ἢ καὶ τῆς τῶν πρός τε τὸν ἥλιον καὶ τὰς
γωνίας συσχηματισμῶν κατὰ τὸν ἐκτεθειμένον ἡμῖν περὶ
αὐτῶν τούτων τρόπον, τὴν δὲ δύναμιν πρῶτον μὲν ἐκ
τοῦ ἤτοι ἀνατολικοὺς αὐτοὺς εἶναι καὶ προσθετικοὺς ταῖς
ἰδίαις κινήσεσι, τότε γὰρ μάλιστά εἰσιν ἰσχυροί, ἤ δυτικοὺς
ἔπειτα καὶ ἐκ τοῦ πως ἔχειν πρὸς τὸν ὁρίζοντα· μεσουρανοῦντες μὲν γὰρ ἢ ἐπαναφερόμενοι τῷ
μεσουρανήματι μάλιστά εἰσι δυναμικοί, δεύτερον δὲ ὅταν
ἐπ’ αὐτοῦ τοῦ ὁρίζοντος ὦσι ἢ ἐπαναφέρωνται, καὶ μᾶλλον
ὅταν ἐπὶ τοῦ ἀνατολικοῦ, ἧττον δὲ ὅταν ὑπὸ γῆν
μεσουρανῶσιν ἢ ἄλλως συσχηματίζωνται τῷ ἀνατέλλοντι
τόπῳ. μὴ οὕτως δὲ ἔχοντες ἀδύνατοι παντελῶς τυγχά-
τυγχάνουσιν.
Τάδε ἔνεστιν ἐν τῷ β΄ βιβλίῳ.
α΄. διαίρεσις τῆς καθολικῆς ἐπισκέψεως.
β΄. περὶ τῶν καθ’ ὅλα κλίματα ἰδιωμάτων.
γ’. περὶ τῆς τῶν χωρῶν πρὸς τὰ τρίγωνα καὶ πρὸς τοὺς ἀστέρας συνοικειώσεως.
δ΄. ἔκθεσις τῶν ἀνηκουσῶν χωρῶν ἑκάστῳ τῶν ξῳδίων
ε΄. ἔφοδος εἰς τὰς κατὰ μέρος προτελέσας τῶν ἐκλείψεων.
ς΄. περὶ τῆς τῶν διατιθεμένων χωρῶν ἐπισκέψεως.
ζ΄. περὶ τοῦ χρόνου τῶν ἀποτελουμένων.
η΄. περὶ τοῦ γένους τῶν διατιθεμένων.
θ΄. περὶ τῆς αὐτοῦ τοῦ ἀποτελέσματος ποιότητος.
ι΄. περὶ χρωμάτων ἐκλείψεως καὶ κομητῶν καὶ τῶν τοιούτων.
ια΄. περὶ τῆς τοῦ ἔτους νεομηνίας.
ιβ΄. περὶ τῆς μερικῆς πρὸς τὰ καταστήματα φύσεως τῶν ξῳδίων
ιγ΄. περὶ τῆς ἐπὶ μέρους τῶν καταστημάτων ἐπισκέψεως.
ιδ΄. περὶ τῆς τῶν μετεώρων σημειώσεως.
Τὰ μὲν δὴ κυριώτερα τῶν πινακικῶς προεκτεθειμένων
εἰς τὴν τῶν κατὰ μέρος προρρήσεων ἐπίσκεψιν· ὡς
εἰς δύο τοίνυν τὰ μέγιστα καὶ κυριώτατα μέρη διαιρουμένου τοῦ δι’ ἀστρονομίας
νομίας προγνωστικοῦ, καὶ πρώτου μὲν ὄντος καὶ γενι-
προσήκειν ἡγούμεθα περὶ τοῦ καθολικοῦ
πρῶτον ποιήσασθαι τὸν λόγον, ἐπειδήπερ ταῦτα μὲν κατὰ
μείζους καὶ ἰσχυροτέρας αἰτίας τρέπεσθαι πέφυκε μᾶλλον
τῶν μερικῶς ἀποτελουμένων·
ὑποπιπτουσῶν δὲ ἀεὶ τῶν ἀσθενεστέρων φύσεων ταῖς δυνατωτέραις καὶ τῶν
κατὰ μέρος ταῖς καθόλου, παντάπασιν ἀναγκαῖον ἂν εἴη
τοῖς προαιρουμένοις περὶ ἑνὸς ἑκάστου σκοπεῖν πολὺ
πρότερον περὶ τῶν ὁλοσχερεστέρων προδιειληφέναι.
καὶ αὐτῆς δὲ τῆς καθολικῆς ἐπισκέψεως τὸ μὲν πάλιν κατὰ
χώρας ὅλας λαμβάνεται, τὸ δὲ κατὰ πόλεις, καὶ ἔτι τὸ
μὲν κατὰ μείζους καὶ περιοδικωτέρας περιστάσεις, οἷον
πολέμων ἢ λιμῶν ἢ λοιμῶν ἢ σεισμῶν ἢ κατακλυσμῶν καὶ
τῶν τοιούτων, τὸ δὲ κατ’ ἐλάττους καὶ καιρικωτέρας, οἷαί
εἰσιν αἱ τῶν ἐτησίων ὡρῶν καὶ ἡ κατὰ τὸ μᾶλλον καὶ
ἧττον ἀλλοίωσις περί τε ἀνέσεις ἢ ἐπιτάσεις χειμώνων
προηγεῖται δὲ καὶ τούτων εἰκότως
ἑκατέρου τό τε κατὰ χώρας ὅλας καὶ τὸ κατὰ μείζους
περιστάσεις διὰ τὴν αὐτὴν αἰτίαν τῇ προειρημένῃ. πρὸς
δὲ τὴν τούτων ἐπίσκεψιν μάλιστα παραλαμβανομένων
δύο τούτων, τῆς τε τῶν δωδεκατημορίων τοῦ ξῳδιακοῦ
καὶ ἔτι τῆς τῶν ἀστέρων πρὸς ἕκαστα τῶν κλιμάτων
συνοικειώσεως καὶ τῶν ἐν τοῖς οἰκείοις μέρεσι κατὰ καιροὺς
γινομένων ἐπισημασιῶν,
κατὰ μὲν τὰς συζυγίας
ἡλίου καὶ σελήνης τῶν ἐκλειπτικῶν, κατὰ δὲ τὰς τῶν
πλανωμένων παρόδους τῶν περὶ τὰς ἀνατολὰς καὶ τοὺς
τε καὶ ἠθικὰς ἰδιοτροπίας, οὐκ ἀλλοτρίας τυγχανούσας
τῆς τῶν συνοικειουμένων ἀστέρων τε καὶ δωδεκατημορίων
φυσικῆς περιστάσεως.
Τῶν τοίνυν ἐθνικῶν ἰδιωμάτων τὰ μὲν καθ’ ὅλους
παραλλήλους καὶ γωνίας ὅλας διαιρεῖσθαι συμβέβηκεν
ὑπὸ τῆς πρὸς τὸν διὰ μέσων τῶν ξῳδίων κύκλον καὶ τὸν
ἥλιον αὐτῶν σχέσεως.
τῆς γὰρ καθ’ ἡμᾶς οἰκουμένης ἐν
ἑνὶ τῶν βορείων τεταρτημορίων οὔσης οἱ μὲν ὑπὸ τοὺς
νοτιωτέρους παραλλήλους, λέγω δὲ τοὺς ἀπὸ τοῦ ἱσημε-
πνευμ. καὶ καυμ. α ἢ α καὶ βγ om. V ἀφ. καὶ εὐφ. MS
τε Vα om. βγ 3 ἑκατέρων βγ τό τε] τὸ σκοπεῖν ἢ τὸ λαμβάνεσθαι
m 7 ἔτι om. βγ τῆς βγ ταῖς V cm. α 8 τῶν om.y
κατὰ] ἐπὶ V 11 ἀνατολὰς om. V (lac. indic.) 13 παριστάντες
V αβ παριστῶντες γ ἐπιδρομῆς VaS ὑποδρομῆς DMy 18 κλίματα
VY βγ Co (Le) ἔθνη Σ 21 ὑπὸ VY β τὰ δὲ ὑπὸ Σγ
22 αὐτῶν VΣγ αὐτὸν Υβ
διὰ τὴν ὑπὸ τοῦ καύματος συνέχειαν τῶν οἰκήσεων·
οὓς δὴ καλοῦμεν κοινῶς Αἰθίοπας. καὶ οὐ μόνον αὐτοὺς οὕτως ὁρῶμεν ἔχοντας, ἀλλὰ καὶ τὸ περιέχον αὐτοὺς τοῦ ἀέρος κατάστημα καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτὰ παρ’ αὐτοῖς ἐμφανίζοντα τὴν διαπύρωσιν.
οἱ δὲ ὑπὸ τοὺς βορειοτέρους παραλλήλους, λέγω δὲ τοὺς ὑπὸ τὰς ἄρκτους
τὸν κατὰ κορυφὴν ἔχοντες τόπον, πολὺ τοῦ ξῳδιακοῦ
καὶ τῆς τοῦ ἡλίου θερμότητος ἀφεστῶτες κατεψυγμένοι
μέν εἰσι διὰ τοῦτο, δαψιλεστέρας δὲ μεταλαμβάνοντες
τῆς ὑγρᾶς οὐσίας θρπτικωτάτης οὔσης καὶ ὑπὸ· μηδενὸς
ἀναπινομένης θερμοῦ λευκοί τε τὰ χρώματά χρώματά καὶ τετανοὶ
τὰς τρίχας τά τε σώματα μεγάλοι καὶ εὐτραφεῖς
τοῖς μεγέθεσι καὶ ὑπόψυχροι τὰς φύσεις, ἄγριοι δὲ καὶ
αὐτοὶ τοῖς ἤθεσι διὰ τὴν ὑπὸ τοῦ κρύους συνέχειαν τῶν
οἰκήσεων·
ἀκολουθεῖ δὲ τούτοις καὶ ὁ τοῦ περιέχοντος αὐτοὺς ἀέρος χειμὼν καὶ τῶν φυτῶν τὰ μεγέθη καὶ τὸ
οἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τῶν
ἄρκτων, μήτε κατὰ κορυφὴν γινομένου παρ’ αὐτοῖς τοῦ
τῆς τῶν ἀέρων εὐκρασίας μετειλήφασι, καὶ αὐτῆς
μὲν διαφερούσης, ἀλλ’ οὐ σφόδρα μεγάλην τὴν παραλλαγὴν
τῶν καυμάτων πρὸς τὰ ψύχη λαμβανούσης.
ἔνθεν
τοῖς χρώμασι μέσοι καὶ τοῖς μεγέθεσι μέτριοι καὶ ταῖς
τούτων δὲ οἱ πρὸς νότον ὡς
ἐπίπαν ἀγχινούστεροι καὶ εὐμήχανοι μᾶλλον καὶ περὶ
τὴν τῶν θείων ἱστορίαν ἱκανώτεροι διὰ τὸ συνεγγίζειν
αὐτῶν τὸν κατὰ κορυφὴν τόπον τοῦ ξῳδιακοῦ καὶ τῶν
περὶ αὐτὸν πλανωμένων ἀστέρων, οἷς οἰκείως καὶ αὐτοὶ
τὰς ψυχικὰς κινήσεις εὐεπιβόλους ἔχουσι καὶ διερευνητικὰς
καὶ τῶν ἰδίως καλουμένων μαθημάτων περιοδευτικάς.
καθόλου δὲ πάλιν οἱ μὲν πρὸς ἕω μᾶλλόν εἰσιν
ἠρρενωμένοι καὶ εὔτονοι τὰς ψυχὰς καὶ πάντα ἐκφαίνοντες,
ἐπειδὴ τὰς ἀνατολὰς ἄν τις, εἰκότως τῆς ἡλιακῆς
φύσεως ὑπολάβοι καὶ τὸ μέρος ἐκεῖνο ἡμερινόν τε καὶ
ἀρρενικὸν καὶ δεξιόν, καθ’ ὃ καὶ ἐν τοῖς ζῴοις ὁρῶμεν
τὰ δεξιὰ μέρη μᾶλλον ἐπιτηδειότητα ἔχοντα πρὸς ἰσχὺν
καὶ εὐτονίαν.
οἱ δὲ πρὸς ἑσπέραν τεθηλυσμένοι μᾶλλόν
εἰσι καὶ τὰς ψυχὰς ἁπαλώτεροι, καὶ τὰ πολλὰ κρύπτοντες,
ἐπειδὴ πάλιν τοῦτο τὸ μέρος σεληνιακὸν τυγχάνει
Ἥδη δέ τινες καὶ ἐν ἑκάστοις τούτων τῶν ὅλων μερῶν <μορίοις> ἰδιότροποι περιστάσεις ἠθῶν καὶ νομίμων
ἐξηκολούθησαν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ περιέχοντος
καταστημάτων καὶ ἐν τοῖς ὡς ἐπίπαν κατειλεγμένοις θερμοῖς
ἢ ψυχροῖς ἢ εὐκράτοις καὶ κατὰ μέρος ἱδιάξουσι τόποι
καὶ χῶραί τινες ἐν τῷ μᾶλλον ἢ ἧττον ἤτοι διὰ θέσεως
τάξιν ἢ διὰ ὕψος ἢ ταπεινότητα ἢ διὰ παράθεσιν, ἔτι δὲ
ὡς ἱππικοί τινες μᾶλλον διὰ τὸ τῆς χώρας πεδινὸν καὶ
ναυτικοὶ διὰ τὴν τῆς θαλάσσης ἐγγύτητα καὶ ἥμεροι διὰ
τὴν τῆς χώρας εὐθηνίαν,
οὕτως καὶ ἐκ τῆς πρὸς τοὺς ἀστέρας καὶ τὰ δωδεκατημόρια φυσικῆς τῶν κατὰ μέρος
κλιμάτων συνοικειώσεως ἰδιοτρόπους ἄν τις εὕροι φύσεις
παρ’ ἑκάστοις, καὶ αὐτὰς δὲ ὡς ἐπίπαν, οὐχ ὡς καὶ
καθ’ ἕνα ἕκαστον πάντως ἐνυπαρχούσας. ἀναγκαῖον οὖν,
ἐφ’ ὅσον ἂν εἴη χρήσιμον, πρὸς τὰς κατὰ μέρος ἐπισκέψεις
κεφαλαιωδῶς ἐπελθεῖν.
τεσσάρων δὴ τριγωνικῶν σχημάτων ἐν· τῷ ξῳδιακῷ
θεωρουμένων δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν, ὅτι τὸ
ὑπὸ τοῦ τοῦ Διὸς διὰ τὸ βόρειον, συνοικοδεσποτεῖται
δὲ καὶ ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβικόν·
τὸ δὲ
κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων
νοταπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν πάλιν
προηγουμένως ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον,
συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν·
τὸ δὲ κατὰ τοὺς Διδύμους καὶ τὰς Χηλὰς καὶ
τὸν ‘γδροχόον βορραπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται
μὲν προηγουμένως ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπη
λιωτικόν,
συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Διὸς διὰ
τὸ βόρειον· τὸ δὲ κατὰ τὸν Καρκίνον καὶ τὸν Σκορπίον
καὶ τοὺς Ἰχθύας νοτολιβικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται
μὲν πάλιν προηγουμένως ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ
λιβικόν, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ τῆς Ἀφροδίτης
διὰ τὸ νότιον.
τούτων δὴ οὕτως ἐχόντων, διαιρουμένης δὲ τῆς καθ’
ἡμᾶς οἰκουμένης εἰς τέσσαρα τεταρτημόρια τοῖς τριγώνοις
ἰσάριθμα κατὰ μὲν πλάτος ὑπό τε τῆς καθ’ ἡμᾶς
θαλάσσης ἀπὸ τοῦ ‘Ηρακλείου πορθμοῦ μέχρι τοῦ Ἰσσικοῦ
κόλπου καὶ τῆς ἐφεξῆς πρὸς ἀνατολὰς ὀρεινῆς
ῥάχεως,
ὑφ’ ὧν χωρίζεται τό τε νότιον καὶ τὸ βόρειον
τριγωνικῶν V (in ras.) Dy τριγώνων aMS 2 δεδ. Υ Μ S
ὡς δεδ. VEDy ἡμῖν om. V 888. articulum ante signornm εἰ
stellarum nomina. modo omittunt modo ponunt codd., quae singula.
notare taedet (Boll) 7 Ταῦρον] Ζυγὸν V (Τοῦρον V2) 10 καὶ
MSy om. VαD 11 τὰς Χηλὰς] τὰ (ex τοῦ) Κριοῦ V 14 καὶ
VDy om. aMS 17 μὲν πάλιν προηγ. βγ προηγ. μὲν (om
πάλιν) α 18 καὶ] γ om. Vαβ 21 εἰς] εἰς τὰ V 25 ὑφ’
χωρίζεται om. V νότ. κ. τ. βόρ. VYDS βόρ. κ. τ. νότ. ΣΜγ
οἰκουμένης κείμενον, τὸ κατὰ τὴν Κελτογαλατίαν, ὃ δὴ
κοινῶς Εὐρώπην καλοῦμεν·
τούτῳ δὲ ἀντικείμενον καὶ πρὸς νοταπηλιώτην τὸ κατὰ τὴν ‘Εῲαν Αἰθιοπίαν, ὃ δὴ
τῆς Μεγάλης Ἀσίας νότιον ἂν μέρος καλοῖτο· καὶ πάλιν
τὸ μὲν πρὸς βορραπηλιώτην τῆς ὅλης οἰκουμένης τὸ
κατὰ τὴν Σκυθίαν, ὃ δὴ καὶ αὐτὸ βόρειον μέρος τῆς
Μεγάλης Ἀσίας γίνεται· τὸ δὲ ἀντικείμενον· τούτῳ καὶ
πρὸς λιβόνοτον ἄνεμον, τὸ κατὰ τὴν Ἑσπερίαν Αἰθιοπίαν,
ὃ δὴ κοινῶς Λιβύην καλοῦμεν.
πάλιν δὲ καὶ ἑκάστου τῶν προκειμένων τεταρτημορίων τὰ πρὸς τῷ μέσῳ
μᾶλλον ἐσχηματισμένοι τῆς ὅλης οἰκουμένης τὴν ἐναντίαν
λαμβάνει θέσιν πρὸς αὐτὸ τὸ περιέχον τεταρτημόριον
ἥνπερ ἐκεῖνο πρὸς ὅλην τὴν οἰκουμένην·
τοῦ γὰρ κατὰ τὴν Εὐρώπην πρὸς βορρόλιβα κειμένου τῆς ὅλης οἰκουμένης
τὰ περὶ τὸ μέσον αὐτοῦ καὶ ἀντιγώνια πρὸς νοταπηλιώτην
αὐτοῦ τοῦ τεταρτημορίου τὴν θέσιν ἔχοντα
φαίνεται καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς ἐκ τούτων ἕκαστον
τῶν τεταρτημορίων δυσὶ καὶ τοῖς ἀντικειμένοις τριγώνοις
συνοικειοῦσθαι,
τῶν μὲν ἄλλων μερῶν πρὸς τὴν
αἱρέσεων.
ἐκ δὴ τῆς τοιαύτης διατάξεως τὰ μὲν ἄλλα μέρη τοῦ
πρώτου τῶν τεταρτημορίων, λέγω δὲ τοῦ κατὰ τὴν Eὐρώπην,
τὰ πρὸς βορρόλιβα κείμενα τῆς ὅλης οἰκουμένης
συνοικειοῦται μὲν τῷ βορρολινικῷ τριγώνῳ τῷ κατὰ
Κριὸν καὶ Λέοντα καὶ Τοξότην, οἰκοδεσποτεῖται δὲ εἰκότως
ὑπὸ τῶν κυρίων τοῦ τριγώνου Διὸς καὶ Ἄρεως
ἑσπερίων.
ἔστι δὲ ταῦτα καθ’ ὅλα ἔθνη λαμβανόμενα
Βρεττανία Γαλατία Γερμανία Βασταρνία Ἰταλία Γαλλία
Ἀπουλία Σικελία Τυρρηνία Κελτικὴ Σπανία.
εἰκότως δὲ τοῖς προκειμένοις ἔθνεσιν ὡς ἐπίπαν συνέπεσε,
διά τε τὸ ἀρχικὸν τοῦ τριγώνου καὶ τοὺς συνοικοδεσποτήσαντας
ἀστέρας ἀνυποτάκτοις τε εἶναι καὶ φιλελευθέροις
καὶ φιλόπλοις καὶ φιλοπόνοις καὶ πολεμικωτάτοις
καὶ ἡγεμονικοῖς καὶ καθαρίοις καὶ μεγαλοψύχοις.
διὰ μέντοι τὸν ἑσπέριον συσχηματισμὸν Διὸς καὶ Ἄρεως
καὶ ἔτι διὰ τὸ τοῦ προκειμένου τριγώνου τὰ μὲν ἐμπρόσθαι
ἠρρενῶσθαι, τὰ δὲ ὀπίσθια τεθηλῦσθαι πρὸς
συντηρεῖν δὲ τὰς ψυχὰς ἐπάνδρους καὶ κοινωνικὰς
καὶ πιστὰς καὶ φιλοικείους καὶ εὑεργετικάς.
καὶ τούτων δὲ αὐτῶν τῶν χωρῶν Βρεττανία μὲν καὶ Γαλατία καὶ
Γερμανία καὶ Βασταρνία μᾶλλον τῷ Κριῷ συνοικειοῦνται
καὶ τῷ τοῦ Ἄρεως, ὅθεν ὡς ἐπίπαν οἱ ἐν αὐταῖς
ἀγριώτεροι καὶ αὐθαδέστεροι καὶ θηριώδεις τυγχάνουσιν·
Ἰταλία δὲ καὶ Ἀπουλία καὶ Σικελία καὶ Γαλλία τῷ Λέοντι καὶ τῷ ἡλίῳ, διόπερ ἡγεμονικοὶ μᾶλλον οὗτοι
καὶ εὐεργετικοὶ καὶ κοινωνικοί· Τυρρηνία δὲ καὶ Κελτικὴ
καὶ Σπανία τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός, ὅθεν τὸ
φιλελεύθερον αὐτοῖς καὶ ἁπλοῦν καὶ φιλοκάθαρον.
τὰ δὲ ἐν τούτῳ μὲν ὄντα τῷ τεταρτημορίῳ μέρη, περὶ δὲ τὸ μέσον ἐσχηματισμένα τῆς οἰκουμένης, Θρᾴκη τε
καὶ Μακεδονία καὶ Ἰλλυρία καὶ Ἑλλὰς καὶ Ἀχαΐα καὶ
Κρήτη, ἔτι δὲ καὶ <αἱ< Κυκλάδες καὶ τὰ Παράλια τῆς
Μικρᾶς Ἀσίας καὶ Κύπρος, πρὸς νοταπηλιώτην κείμενα
ἔτι δὲ
Κρόνου καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ, ὅθεν οἱ κατοικοῦντες
φιλελεύθεροι δὲ καὶ
αὐτόνομοι καὶ δημοκρατικοὶ καὶ νομοθετικοὶ διὰ τὸν τοῦ
Διός, φιλόμουσοι δὲ καὶ φιλομαθεῖς καὶ φιλαγωνισταὶ
καὶ καθάριοι ταῖς διαίταις, διὰ τὸν τῆς Ἀφροδίτης κοινωνικοί
τε καὶ φιλόξενοι καὶ φιλοδίκαιοι καὶ φιλογράμματοι
καὶ έν λόγοις πρακτικώτατοι διὰ τὸν τοῦ Ἑρμοῦ,
μυστηρίων δὲ μάλιστα συντελεστικοὶ διὰ τὸν τῆς Ἀφροδίτης
ἑσπέριον σχηματισμόν.
πάλιν δὲ κατὰ μέρος καὶ
τούτων αὐτῶν οἱ μὲν περὶ τὰς Κυκλάδας καὶ τὰ Παράλια
τῆς Μικρᾶς Ἀσίας καὶ Κύπρον τῷ τε Ταύρῳ καὶ
τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦνται, ὅθεν ὡς ἐπὶ
τὸ πλεῖστον τρυφηταί εἰσι καὶ καθάριοι καὶ τοῦ σώματος
ἐπιμέλειαν ποιούμενοι·
οἱ δὲ περὶ τὴν Ἑλλάδα καὶ
τὴν Ἀχαΐαν καὶ τὴν Κρήτην τῇ τε Παρθένῳ καὶ τῷ τοῦ
Ἑρμοῦ, διὸ μᾶλλον λογικοὶ τυγχάνουσι καὶ φιλομαθεῖς
καὶ τὰ τῆς ψυχῆς ἀσκοῦντες πρὸ τοῦ σώματος· οἱ δὲ
περὶ τὴν Μακεδονίαν καὶ Θρᾴκην καὶ Ἰλλυρίαν τῷ τε
τοῦ δὲ δευτέρου τεταρτημορίου τοῦ κατὰ τὸ νότιον
μέρος τῆς Μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περι-
έχοντα Ἰνδικὴν Ἀριανὴν Γεδρουσίαν Παρθίαν Μηδίαν
οἱκοδεσποτεῖται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου
ἐπὶ ἑῴων σχημάτων. διόπερ καὶ τὰς φύσεις τῶν ἐν αὐτοῖς
ἀκολούθως ἄν τις εὕροι τοῖς ὑπὸ τῶν οὕτως οἰκοδεσποτησάντων
ἀποτελουμένας. σέβουσί τε γὰρ τὸν μὲν τῆς
Ἀφροδίτης Ἶσιν ὀνομάζοντες, τὸν δὲ τοῦ Κρόνου Μίθραν
<ἣ< καὶ προθεσπίζουσαν οἱ πολλοὶ τὰ μέλλοντα·
καθιεροῦταί τε παρ’ αὐτοῖς τὰ γεννητικὰ μόρια διά τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμὸν σπερματικὸν
ὄντα φύσει. ἔτι δὲ θερμοὶ καὶ ὀχευτικοὶ καὶ καταφερεῖς
πρὸς τὰ ἀφροδίσια τυγχάνουσιν ὀρχηστικοί τε
καὶ πηδηταὶ καὶ φιλόκοσμοι μὲν διὰ τὸν τῆς Ἀφορδίτης,
ἁπλοδίαιτοι δὲ διὰ τὸν τοῦ Κρόνου.
ἀναφανδὸν δὲ ποιοῦνται καὶ οὐ κρύβδην τὰς πρὸς τὰς γυναῖκας συνουσίας
διά τὸ ἑῷον τοῦ σχηματισμοῦ, τὰς δὲ πρὸς τοὺς
εἰσὶ δὲ ὡς ἐπίπαν καὶ τὰ μὲν ἄλλα
περὶ τὰς στολὰς καὶ—τοὺς κόσμους καὶ ὅλως τὰς σωματικὰς
σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς
Ἀφροδίτης, τὰς δὲ ψυχὰς καὶ τὰς προαιρέσεις μεγαλόφρονες
καὶ γενναῖοι καὶ πολεμικοὶ διὰ τὸ οἰκείως
ἔχειν τὸν τοῦ Κρόνου πρὸς τὸ τῶν ἀνατολῶν σχῆμα.
κατὰ μέρος δὲ πάλιν τῷ μὲν Ταύρῳ καὶ τῆς Ἀφροδίτης
μᾶλλον συνοικειοῦται ἥ τε Παρθία καὶ Μηδία
καὶ Περσίς, ὅθεν οἱ ἐνταῦθα στολαῖς τε ἀνθιναῖς χρῶνται
κατακαλύπτοντες ἑαυτοὺς ὅλους πλὴν τοῦ στήθους,
καὶ ὅλως εἰσὶν ἁβροδίαιτοι καὶ καθάριοι.
τῇ δὲ Παρθένῳ
καὶ τῷ τοῦ Ἑρμοῦ τὰ περὶ τὴν Βαβυλωνίαν καὶ Μεσοσοταμίαν
καὶ Ἀσσυρίαν, διὸ καὶ παρὰ τοῖς ἐνταῦθα τὸ
μαθηματικὸν καὶ παρατηρητικὸν τῶν πέντε ἀστέρων
ἐξαίρετον συνέπεσε, τῷ δὲ Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου
τὰ περὶ τὴν Ἰνδικὴν καὶ Ἀριανὴν καὶ Γεδρουσίαν, ὅθεν
καὶ τὸ τῶν νεμομένων τὰς χώρας ἐκείνας ἄμορφον καὶ
ἀκάθαρτον καὶ θηριῶδες.
τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη περὶ τὸ μέσον ἐσχηματισμένοι τῆς ὅλης οἰκουμένης, Ἰδουμαία Κοίλη Συρία
τριγώνου, Κριοῦ Λέοντος Τοξότου, ἔχει δὲ
συνοικοδεσπότας τόν τε τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως
καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ.
διὸ μᾶλλον οὗτοι τῶν ἄλλων ἐμπορικώτεροι καὶ συναλλακτικώτεροι, πανουργότεροι
δὲ καὶ δειλοκαταφρόνητοι καὶ ἐπιβουλευτικοὶ καὶ δουλόψυχοι
καὶ ὅλως ἀλλοπρόσαλλοι διὰ τὸν τῶν προκειμένων
ἀστέρων συσχηματισμόν.
καὶ τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Κοίλην Συρίαν καὶ Ἰδουμαίαν καὶ Ἰουδαίαν
τῷ τε Κριῷ καὶ τῷ τοῦ Ἄρεως μᾶλλον συνοικειοῦνται,
διόπερ ὡς ἐπίπαν θρασεῖς τέ εἰσι καὶ ἄθεοι καὶ ἐπιβουλευτικοί.
Φοίνικες δὲ καὶ Χαλδαῖοι καὶ Ὀρχήνιοι τῷ
Λέοντι καὶ τῷ ἡλίῳ διόπερ ἁπλούστεροι καὶ φιλάνθρωποι
καὶ φιλαστρόλογοι καὶ μάλιστα πάντων σέβοντες τὸν
ἥλιον·
οἱ δὲ κατὰ τὴν Ἀραβίαν τὴν εὐδαίμονα τῷ Τοξότῃ καὶ· τῷ τοῦ Διός, ὅθεν ἀκολούθως τῇ προσηγορίᾳ τό τε
τῆς χώρας εὔφορον συνέπεσε καὶ τὸ τῶν ἀρωμάτων
πλῆθος καὶ τὸ τῶν ἀνθρώπων εὐάρμοστον πρός τε διαγωγὰς
ἐλεύθερον καὶ συναλλαγὰς καὶ πραγματείας.
τοῦ δὲ τρίτου τεταρτημορίου τοῦ κατὰ τὸ βόρειον
μέρος τῆς Μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα
Ὑρκανίαν Ἀρμενίαν Ματικανὴν Βακτριανὴν Κασπειρίαν Κα-
καὶ πρὸς βορραπηλιώτην κείμενα τῆς ὅλης οἰκουμένης
συνοικειοῦται μὲν τῷ βορραπηλιωτικῷ τριγώνῳ Διδύμων
καὶ Ζυγοῦ καὶ Ὑδροχόου, οἰκοδεσποτεῖται δὲ εἰκότως
ὑπό τε τοῦ <τοῦ> Κρόνου καὶ τοῦ τοῦ Διὸς ἐπὶ
σχημάτων ἀνατολικῶν.
διόπερ οἱ ταύτας ἔχοντες τὰς
χώρας σέβουσι μὲν Δία καὶ Ἥλιον, πλουσιώτατοι δέ εἰσι
καὶ πολύχρυσοι περί τε τὰς διαίτας καθάριοι καὶ εὐάγωγοι,
ἑτοίμως τῶν οἰκείων ἕνεκεν τοῦ καλοῦ καὶ ὁσίου πρός
τε τὰς ἀφροδισίους χρήσεις σεμνοὶ καὶ καθάριοι καὶ περὶ
τὰς ἐσθῆτας πολυτελεῖς χαριστικοί τε καὶ μεγαλόφρονες,
ἅπερ ὡς ἐπίπαν ὁ τοῦ Κρόνου καὶ τοῦ Διὸς ἀνατολικὸς
συσχηματισμὸς ἀπεργάζεται.
καὶ τούτων δὲ πάλιν τῶν
ἐθνῶν τὰ μὲν περὶ τὴν Ὑρκανίαν καὶ Ἀρμενίαν καὶ Ματιανὴν
τιανὴν μᾶλλον συνοικειοῦται τοῖς τε Διδύμοις καὶ τῷ
τὰ δὲ περὶ τὴν Βακτριανὴν καὶ Κασπειρίαν καὶ Σηρικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν οἱ
κατέχοντες τὰς χώρας πλουσιώτατοι καὶ φιλόμουσοι καὶ
μᾶλλον ἁβροδίαιτοι· τὰ δὲ περὶ τὴν Σαυροματικὴν καὶ
Ὠξιανὴν καὶ Σουγδιανὴν τῷ τε Ὑδροχόῳ καὶ τῷ τοῦ
τὰ δὲ λοιπὰ τούτου τοῦ τεταρτημορίου καὶ περὶ τὸ μέσον κείμενα τῆς ὅλης οἰκουμένης, Βιθυνία Φρυγία
Κολχικὴ Συρία Κομμαγηνὴ Καππαδοκία Λυδία Κιλικία
Παμφυλία, τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον αὐτοῦ τοῦ
τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοτολιβικοῦ
τεταρτημορίου Καρκίνου Σκορπίου Ἰχθύων καὶ
συνοικοδεσπότας τόν τε τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης
καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ.
διόπερ οἱ περὶ τὰς χώρας ταύτας σέβουσι μὲν ὡς ἐπίπαν τὸν τῆς Ἀφροδίτης ὡς
μητέρα θεῶν ποικίλοις καὶ ἐγχωρίοις ὀνόμασι προσαγορεύοντες
καὶ τὸν τοῦ Ἄρεως ὡς Ἄδωνιν ἄλλως πως πάλιν
ὀνομάζοντες καὶ μυστήρια τινα μετὰ θρήνων ἀποδίδοντες
αὐτοῖς· περίκακοι δέ εἰσι καὶ δουλόψυχοι καὶ πονικοὶ
καὶ ὑποπόνηροι καὶ ἐν μισθοφορικαῖς στρατείαις καὶ
ἁρπαγαῖς καὶ αἰχμαλωσίαις γινόμενοι καταδουλούμενοί
τε ἑαυτοὺς καὶ πολεμικαῖς ἀπωλείαις περιπίπτοντες·
διὰ δὲ τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης κατὰ ἀνατοδιόπερ
πρὸς τοὺς ἄνδρας ἐνδείκνυσθαι, φιλοστόργους τε
οὔσας καὶ οἰκουροὺς καὶ ἐργατικὰς καὶ ὑπηρετικὰς καὶ
καὶ τούτων δὲ πάλιν οί
μὲν περὶ τὴν Βιθυνίαν καὶ Φρυγίαν καὶ Κολχικὴν συνοικειοῦνται
μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ. διόπερ οί
μὲν ἄνδρες ὡς ἐπίπαν εἰσὶν εὐλαβεῖς καὶ ὑποτακτικοί,
τῶν δὲ γυναικῶν αἱ πλεῖσται διὰ τὸ τῆς σελήνης ἀνατολικὸν
καὶ ἠρρενωμένον σχῆμα ἔπανδροι καὶ ἀρχικαὶ
καὶ πολεμικαὶ καθάπερ αἱ Ἀμαζόνες, φεύγουσαι μὲν τὰς
τῶν ἀνδρῶν συνουσίας, φίλοπλοι δὲ οὖσαι καὶ ἀρρενοποιοῦσαι
τὰ θηλυκὰ πάντα ἀπὸ βρέφους ἀποκοπῇ τῶν c
δεξιῶν μαστῶν χάριν τῶν στρατιωτικῶν χρειῶν καὶ
ἀπογυμνοῦσαι ταῦτα τὰ μέρη κατὰ τὰς παρατάξεις πρὸς
ἐπίδειξιν ἀθηλύντου τῆς φύσεως.
οἱ δὲ περὶ τὴν
Συρίαν καὶ Κομμαγηνὴν καὶ Καππαδοκίαν τῷ τε Σκορπίῳ
καὶ τῷ τοῦ Ἄρεως, διὸ πολὺ παρ’ αὐτοῖς συνέπεσε
τὸ θρασὺ καὶ πονηρὸν καὶ ἐπιβουλευτικὸν καὶ ἐπίπονον·
οἱ δὲ περὶ τὴν Λυδίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν
τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, ὅθεν οὗτοι μᾶλλον
πολυκτήμονές τε καὶ ἐμπορικοὶ καὶ κοινωνικοὶ καὶ ἐλεύθεροι
καὶ πιστοὶ περὶ τὰς συναλλαγάς.
τοῦ δὲ λοιποῦ τεταρτημορίου τοῦ κατὰ τὴν κοινῶς καλουμένην Λιβύην τὰ μὲν ἄλλα τὰ περιέχοντα μιδίαν
Καρχηδονίαν Ἀφρικὴν Φαξανίαν Νασαμονιτιν
συνοικειοῦται μὲν τῷ νοτολιβικῷ τριγώνῳ Καρκίνου
Σκορπίου Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό
τε τοῦ τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος
ἑσπερίου.
διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ
γυναικὸς δυεῖν ὁμομητρίων ἀδελφῶν βασιλεύεσθαι, τοῦ
μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν
γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοί
τέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς γυναικῶν συνουσίας,
ὡς καὶ τοὺς γάμους δι’ ἁρπαγῶν γίνεσθαι καὶ
πολλαχῇ ταῖς γαμουμέναις τοὺς βασιλεῖς πρώτους συνέρχεσθαι,
παρ’ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας
πάντων.
φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι
μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί,
νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ
τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμιδίαν
καὶ Καρχηδονίαν καὶ Ἀφρικὴν συνοικειοῦνται
μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ, διόπερ οὗτοι κοινωνικοί
τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ
πάσῃ διατελοῦντες·
οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν καὶ
Ἄρεως, ὅθεν οὗτοι θηριωδέστεροί τέ εἰσι καὶ μαχιμώτατοι
καὶ κρεωφάγοι καὶ σφόδρα ῥιψοκίνδυνοι καὶ καταφρονητικοὶ
τοῦ ζῆν, ὡς μηδὲ ἀλλήλων ἀπέχεσθαι· οἱ
δὲ περὶ τὴν Φαξνίαν καὶ Νασαμωνῖτιν καὶ Γαραμαντικὴν
τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, διόπερ ἐλεύθεροί
τε καὶ ἁπλοῖ τοῖς ἤθεσι καὶ φιλεργοὶ καὶ εὐγνώμονες
καθάριοί τε καὶ ἀνυπότακτοί εἰσιν ὡς ἐπίπαν καὶ τὸν
τοῦ Διὸς ὡς Ἄμμωνα θρησκεύοντες.
τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη καὶ πρὸς τὸ μέσον
ἐσχηματισμένοι τῆς ὅλης οἰκουμένης, Κυρηναικὴ
Μαρμαρικὴ Αἴγυπτος Θηβαΐς Ὅασις Τρωγλοδυτικὴ Ἀραβία
Ἀζανία μέση Αἰθιοπία πρὸς βορραπηλιώτην τετραμμένα
τοῦ βορραπηλιωτικοῦ τριγώνου Διδύμων Ζυγοῦ
‘γδροχόου καὶ συνοικοδεσπότας διὰ τοῦτο τόν τε τοῦ
Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ.
ὅθεν
οἱ κατὰ ταύτας τὰς χώρας κεκοινωνηκότες σχεδὸν τῆς
τῶν πέντε πλανήτων οἰκοδεσποτείας ἑσπερίου φιλόθεοι
μὲν γεγόνασι καὶ δεισιδαίμονες καὶ θεοπρόσπλοκοι καὶ
φιλόθρηνοι καὶ τοὺς ἀποθνῄσκοντας γῇ κρύπτοντες καὶ
ἀφανίζοντες διὰ τὸ ἑσπέριον σχῆμα, παντοίοις δὲ ἔθεσι
καὶ νομίμοις καὶ θεῶν παντοίων θρησκείαις χρώμενοι
καὶ ἐν μὲν ταῖς ὑποταγαῖς ταπεινοὶ καὶ δειλοὶ καὶ μικρολόγοι
καὶ ὑπομονητικοί,
ἐν δὲ ταῖς ἡγεμονίαις εὔψυχοι
καὶ μεγαλόφρονες, πολυγύναιοι δὲ καὶ πολύανδροι καὶ
καταφερεῖς καὶ ταῖς ἀδελφαῖς συναρμοζόμενοι καὶ ποθηριωδέστεροι
καὶ τούτων δὲ οἱ μὲν περὶ τὴν Κυρηναϊκὴν καὶ Μαρμαρικὴν καὶ μάλιστα οἱ περὶ τὴν κάτω χώραν
τῆς Αἰγύπτου μᾶλλον συνοικειοῦνται τοῖς Ἰχθύσι καὶ
τῷ τοῦ Ἑρμοῦ, διόπερ οὗτοι διανοητικοί τε καὶ συνετοὶ
καὶ εὐεπίβολοι τυγχάνουσι περὶ πάντα καὶ μάλιστα περὶ
τὴν τῶν σοφῶν καὶ θείων εὕρεσιν μαγευτικοί τε καὶ
κρυφίων μυστηρίων ἐπιτελεστικοὶ καὶ ὅλως ἱκανοὶ περὶ
τὰ μαθήματα·
οἱ δὲ περὶ τὴν Θηβαΐδα καὶ Ὄασιν καὶ Τρωγλοδυτικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης,
ὅθεν καὶ αὐτοὶ θερμότεροί εἰσι τὰς φύσεις καὶ κεκινημένοι
καὶ ἐν εὐφορίαις ἔχοντες τὰς διαγωγάς· οἱ δὲ περὶ
τὴν Ἀραβίαν καὶ Ἀζανίαν καί μέσην Αἰθιοπίαν τῷ ‘γδροχόῳ
καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ οὗτοι κρεωφάγοι τε καὶ
ἰχθυοφάγοι καὶ νομάδες εἰσίν, ἄγριον καὶ θηριώδη βίον
ζῶντες.
Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν
αὐτῶν τὸν τρόπον τοῦτον·
Κριῷ Ταύρῳ Διδύμοις Καρκίνῳ
Βρεττανία Παρθία Ὑρκανία Νουμιδία
Γαλατία Μηδία Ἀρμενία Καρχηδονία
Γερμανία Περσίς Ματτιανή Ἀφρική
Βασταρνία
περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον
Κοίλη Συρία Κυκλάδες νῆσοι Κυρηνϊκή Βιθυνία
Ἰδουμαία Μαρμαρική Φρυγία
Ἰουδαία Κύπρος Αἰγύπτου κάτω χώρα Κολχίς
Παράλια μικρᾶς Ἀσίας
Λέοντι Παρθένῳ Χηλαῖς Σκορπίῳ
Ἰταλία Μεσοποταμία Βακτριανή Μεταγωνῖτις
Γαλλία Βαβυλωνία Κασπειρία Μαυριτανία
Σικελία Ἀσσυρία Σηρική Γαιτουλία
Ἀπουλία
περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον
Φοινίκη Ἑλλάς Θηβαΐς Συρία
Σαλδαϊκή Ἀχαΐα Ὄασις Κομμαγηνή
Ὀρχηνία Κρήτη Τρωγλοδυτική Καππαδοκία
Τοξότῃ Αἰγοκέρωτι Ὑδροχόῳ Ἰχθύσιν
περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον περὶ τὸ μέσον
Ἀραβία εὐδαίμων Θρᾴκη Ἀραβία Λυδία
Μακεδονία Ἀζανία Κιλικία
Ἰλλυρίς μέση Αἰθιοπία Παμφυλία
ἐκκειμένων δὲ τούτων εὔλογον κάκεῖνα τούτῳ τῷ μέρει προσθεῖναι, διότι καὶ τῶν ἀπλανῶν ἀστέρων ἕκαστοι
φαίνεται ποιούμενα τὴν συμπάθειαν,
καὶ ὅτι ἐπὶ τῶν μητροπόλεων ἐκεῖνοι μάλιστα συμπαθοῦσιν οἱ τόποι τοῦ
ζῳδιακοῦ κύκλου, καθ’ ὧν ἐν ταῖς καταρχαῖς τῶν
αὐτῶν ὡς ἐπὶ γενέσεως ὅ τε ἥλιος καὶ ἡ σελήνη παροδεύοντες
ἐτύγχανον καὶ τῶν κέντρων μάλιστα τὸ ὡροσκοποῦν·
ἐφ’ ὧν δὲ οἱ χρόνοι τῶν κτίσεων οὐχ εὑρίσκονται,
καθ’ ὧν ἐν ταῖς τῶν κατὰ καιρὸν ἀρχόντων ἢ βασιλευόντων
γενέσεσιν ἐκπίπτει τὸ μεσουράνημα.
Τούτων δὲ οὕτως προεπεσκεμμένων ἀκόλουθον ἂν εἴη
λοιπὸν τὰς τῶν προτελέσεων ἐφόδους κεφαλαιωδῶς ἐπελθεῖν
θεῖν καὶ πρῶτον τῶν καθ’ ὅλας περιστάσεις χωρῶν ἢ πόλεων
τῆς δὲ προτελέσεως αὐτῆς τὸ μέν ἐστι τοπικόν,
καθ’ ὃ δεῖ προγινώσκειν, ποίαις χώραις ἢ πόλεσιν <ἐπισημαίνουσιν>
αἰ κατὰ μέρος ἐκλείψεις ἢ καὶ τῶν πλανωμένων
αἱ κατὰ καιροὺς ἔμμονοι στάσεις· αὗται δέ εἰσι
Κρόνου τε καὶ Διὸς καὶ Ἄρεως, ὅταν στηρίζωσι, ποιοῦνται
γὰρ τότε τὰς ἐπισημασίας·
τὸ δέ ἐστι χρονικὸν καθ’
ὃ τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν
ποσότητα δεήσει προγινώσκειν, τὸ δὲ γενικόν, καθ’ ὃ
προσήκει λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ
σύμπτωμα· τελευταῖον δὲ τὸ εἰδικόν, καθ’ ὃ τὴν αὐτοῦ
τοῦ ἀποτελεσθησομένου ποιότητα θεωρήσομεν.
Τοῦ μὲν οὗν πρώτου καὶ τοπικοῦ τὴν διάληψιν ποιησόμεθα
τοιαύτην. κατὰ γὰρ τὰς γινομένας ἐκλειπτικὰς
ἡγεμονευόντων μεσουρανήσεως συμπάθειαν ἔχουσι πρὸς
τὸ τὴς ἐκλείψεως δωδεκατημόριον.
ἐφ’ ὅσων δ’ ἂν χωρῶν ἢ πόλεων εὑρίσκωμεν τὴν προκειμένην συνοικείωσιν,
περὶ πάσας μὲν ὡς ἐπίπαν ὑπονοητέον ἔσεσθαι τὸ
σύμπτωμα, μάλιστα δὲ περὶ τὰς πρὸς αὐτὸ τὸ τῆς ἐκλείψεως
δωδεκατημόριον λόγον ἐχούσας καὶ ἐν ὅσαις αὐτῶν
ὑπὲρ γῆν οὖσα ἡ ἔκλειψις ἐφαίνετο.
Τὸ δὲ δεύτερον καὶ χρονικὸν κεφάλαιον καθ’ ὃ τοὺς καιροὺς τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα
προσήκει διαγινώσκειν, ἐπισκεψόμεθα τρόπῳ τοιῷδε.
τῶν γὰρ κατὰ τὸν αὐτὸν χρόνον γινομένων ἐκλείψεων μὴ
κατὰ πᾶσαν οἴκησιν ἐν ταῖς αὐταῖς καιρικαῖς ὥραις ἀποτελουμένων
μηδὲ τὰ μεγέθη τῶν ἐπισκοτήσεων ἢ τὸν
χρόνον τῶν παρατάσεων κατὰ τὸ ἴσον πανταχῇ λαμβανουσῶν
πρῶτον μὲν κατὰ τὴν ἐν ἑκάστῃ τῶν λόγον
ἐχουσῶν οἰκήσεων ἐκλειπτικὴν ὥραν καὶ τὸ τοῦ πόλου
ἔξαρμα κέντρα ὡς ἐπὶ γενέσεως διαθήσομεν·
ἔπειτα καὶ
τὸ ἀποτελούμενον, ἐπὶ δὲ σεληνιακῆς ἐπὶ τοσούτους
μῆνας, καὶ τῶν καταρχῶν καὶ τῶν ὁλοσχερεστέρων
ἐπιτάσεων θεωρουμένων ἐκ τῆς τοῦ ἐκλειπτικοῦ τόπου
πρὸς τὰ κέντρα σχέσεως —
πρὸς μὲν γὰρ τῷ ἀπηλιωτικῷ
ὁρίζοντι ὁ τόπος ἐκπεσὼν τήν τε καταρχὴν τοῦ συμπτώματος
κατὰ τὴν πρώτην τετράμηνον ἀπὸ τοῦ χρόνου τῆς
ἐκλείψεως σημαίνει καὶ τὰς ὁλοσχερεῖς ἐπιτάσεις περὶ τὸ
πρῶτον τριτημόριον τοῦ καθ’ ὅλην τὴν παράτασιν χρόνου·
πρὸς δὲ τῷ μεσουρανήματι κατά τε τὴν δευτέραν
τετράμηνον καὶ τὸ μέσον τριτημόριον· πρὸς δὲ τῷ λιβικῷ
ὁρίζοντι κατά τε τὴν τρίτην τετράμηνον καὶ τὸ ἔσχατον
τριτημόριον —
τῶν δὲ κατὰ μέρος ἀνέσεων καὶ ἐπιτάσεων
ἀπό τε τῶν ἀνά μέσον συζυγιῶν, ὅταν κατὰ τῶν
τὸ αἴτιον ἐμποιούντων τόπων ἢ τῶν συσχηματιζομένων
τόπων αὐτοῖς συμπίπτωσι, καὶ ἀπὸ τῶν ἄλλων παρόδων,
ὅταν οἱ ποιητικοὶ τοῦ προτελέσματος ἀστέρες ἀνατολὰς
ἢ δύσεις ἢ στηριγμοὺς ἢ ἀκρονύκτους φάσεις ποιῶνται,
συσχηματιζόμενοι τοῖς τὴν αἰτίαν ἔχουσι δωδεκατημορίοις.
ἐπειδήπερ ἀνατέλλοντες μὲν ἢ στηρίζοντες ἐπιτάσεις
Τρίτου δὲ ὄντος κεφαλαίου τοῦ γενικοῦ, καθ’ ὃ δεῖ διαλαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα,
λαμβάνεται καὶ τοῦτο διὰ τῆς τῶν ζῳδίων ἰδιοτροπίας
καὶ μορφώσεως, καθ’ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν
ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτείαν λαβόντες τῶν
ἀστέρων τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν τοῦ τε
τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον
τὸ πρὸ τῆς ἐκλείψεως.
λαμβάνεται δὲ ἡ τούτων οἱκοδεσποτεία ἐπὶ μὲν τῶν πλανωμένων ἀστέρων οὕτως. ὁ γὰρ
τοὺς πλείστους λόγους ἔχων πρὸς ἀμφοτέρους τοὺς ἐκκειμένους
τόπους, τόν τε τῆς ἐκλείψεως καὶ τὸν τοῦ ἑπομένου
αὐτῷ κέντρου κατά τε τὰς ἔγγιστα φαινομένας
συναφὰς ἢ ἀπορροίας καὶ τοὺς λόγον ἔχοντας τῶν συσχηματισμῶν
καὶ ἔτι κατὰ τὴν κυρείαν τῶν τε οἴκων καὶ ιριγώνων
καὶ ὑψωμάτων ἢ καὶ ὁρίων, ἐκεῖνος λήψεται μόνος
τὴν οἰκοδεσποτείαν.
εἰ δὲ μὴ ὁ αὐτὸς εὑρίσκοιτο τῆς τε ἐκλείψεως καὶ τοῦ κέντρου κύριος, ἀλλὰ δύο, τοὺς πρὸς
ἐπὶ δὲ τῶν ἀπλανῶν συμπαραληψόμεθα τόν τε αὐτῷ τῷ ἐκλειπτικῷ τόπῳ συγκεχρηματικότα πρῶτον τῶν λαμπρῶν ἐπὶ τῆς παρῳχημένης κεντρώσεως, κατὰ τοὺς διωρισμένους ἡμῖν ἐν τῇ
πρώτῃ συντάξει τῶν ἐννέα τρόπων φαινομένους σχηματισμοὺς καὶ τὸν ἐν τῇ φαινομένῃ κατὰ τὴν ἐκλειπτικὴν ὥραν διαθέσει ἤτοι συνανατείλαντα ἢ συμμεσουρανήσαντα τῷ κατὰ τὰ ἑπόμενα κέντρῳ τοῦ τόπου τῆς ἐκλείψεως.
θεωρηθέντων δὲ οὕτως τῶν εἰς τὴν αἰτίαν τοῦ συμπτώματος
παραλαμβανομένων ἀστέρων συνεπισκεψόμεθα καὶ
τὰς τῶν ζῳδίων μορφώσεις, ἐν οἷς τε ἔκλειψις καὶ οἱ
τὴν κυρείαν λαμβάνοντες τῶν ἀστέρων ἔτυχον ὄντες, ὡς
ἀπὸ τῆς τούτων ἰδιοτροπίας καὶ τοῦ ποιοῦ τῶν διατιθεμένων
γενῶν ὡς ἐπίπαν λαμβανομένου.
τὰ μὲν γὰρ ἀνθρωπόμορφα
τῶν ζῳδίων τῶν τε περὶ τὸν διά μέσων
τῶν ζῳδίων κύκλον καὶ τῶν κατὰ τοὺς ἀπλανεῖς ἀστέρας
περὶ τὸ τῶν ἀνθρώπων γένος ποιεῖ τὸ ἀποτελούμενον,
τῶν δὲ ἄλλων χερσαίων τὰ μὲν τετράποδά περὶ τὰ ὅμοια
τῶν ἀλόγων ζῴων, τὰ δὲ ἑρπυστικὰ περὶ τοὺς ὄφεις καὶ
τὰ τοιαῦτα,
καὶ πάλιν τὰ μὲν θηριώδη περὶ τὰ ἀνήμερα
τῶν ζῴων καὶ βλαπτικά τοῦ τῶν ἀνθρώπων γένους, τὰ
οἷον ἵππων ἢ βοῶν ἢ προβάτων καὶ τῶν τοι-
ἔτι δὲ τῶν μὲν χερσαίων τὰ μὲν πρὸς ταῖς ἄρκτοις μᾶλλον περὶ τὰς τῆς γῆς αἰφνιδίους κινήσεις, τὰ δὲ πρὸς
μεσημβρίαν περὶ τὰς ἀπροσδοκήτους ἐκ τοῦ ἀέρος ῥύσεις.
πάλιν δὲ έν μὲν τοῖς τῶν πτερωτῶν μορφώμασιν ὄντες
οἱ κύριοι τόποι, οἷον Παρθένῳ Τοξότῃ Ὄρνιθι Ἀετῷ καὶ
τοῖς τοιούτοις περὶ τὰ πτηνὰ καὶ μάλιστα τὰ εἰς τροφὴν
ἀνθρώπων τὸ σύμπτωμα ποιοῦσιν, ἐν δὲ τοῖς νηκτοῖς
περὶ τὰ ἔνυδρα καὶ τοὺς ἰχθύας·
καὶ τούτων ἐν μὲν τοῖς θαλασσίοις οἷον Καρκίνω Αἰγοκέρωτι Δελφῖνι περὶ τὰ θαλάσσια καὶ ἔτι τὰς τῶν στόλων ἀναγωγάς,
ἐν δὲ τοῖς ποταμίοις οἷον ῾ Υδροχόῳ καὶ Ἰχθύσι περὶ τὰ ποτάμια καὶ τὰ πηγαῖα, κατὰ δὲ τὴν Ἀργὼ περὶ ἀμφότερα τὰ γένη.
ὡσαύτως δὲ ἐν τοῖς τροπικοῖς ἢ ἰσημερινοῖς ὄντες
κοινῶς μὲν περὶ τὰ τοῦ ἀέρος καταστήματα καὶ τὰς
οἰκείας ἑκάστοις αὐτῶν ὥρας ἀποτελοῦσι τὰς ἐπισημασίας,
Αἰγύπτῳ δὲ ἰδικῶς καὶ περὶ τὴν τοῦ Νείλου ἀνάβασιν·
κατὰ δὲ τὴν μετοπωρινὴν ἰσημερίαν περὶ τὸν σπόρον καὶ τά χορτικὰ καὶ τὰ τοιαῦτα· κατὰ δὲ τὴν χειμερινὴν
τροπὴν περὶ τὰς λαχανείας καὶ τὰ κατὰ τοῦτον τὸν καιρὸν
ἐπιπολάζοντα ὀρνέων ἢ ἰχθύων γένη. ἔτι δὲ καὶ τὰ
μὲν ἰσημερινὰ τοῖς ἱεροῖς καὶ ταῖς περὶ τοὺς θεοὺς θρησκείαις
ἐπισημαίνει, τὰ δὲ τροπικὰ ταῖς τῶν ἀέρων καὶ
ὁμοίως δὲ καὶ τὰ μὲν πρὸς ταῖς ἀνατολαῖς μᾶλλον
ἔχοντα τὴν θέσιν έν τῷ χρόνῳ τῆς ἐκλείψεως περὶ τοὺς
καρποὺς καὶ τὴν νέαν ἡλικίαν καὶ τοὺς θεμελίους τὸ
ἐσόμενον σημαίνει, τὰ δὲ πρὸς τῷ ὑπὲρ γῆν μεσουρανήματι
περὶ τὰ ἱερὰ καὶ τοὺς βασιλεῖς καὶ τὴν μέσην ἡλικίαν
τὰ δὲ πρὸς ταῖς δυσμαῖς περὶ τὰς τῶν νομίμων
μετατροπὰς καὶ τὴν παλαιὰν ἡλικίαν καὶ τοὺς
κατοιχομένους.
περὶ πόστον δὲ μέρος τοῦ ὑποκειμένου γένους ἡ διά·
ἀστέρων πρὸς τὸν ἐκλειπτικὸν τόπον σχέσεις· ἑσπέριοι
μὲν γὰρ σχηματιζόμενοι πρὸς τὰς ἡλιακὰς ἐκλείψεις, ἑῷοι
ἐπὶ τὸ πλεῖον.
Τέταρτον δέ ἐστι κεφάλαιον τὸ περὶ αὐτῆς τῆς τοῦ
ἀποτελέσματος ποιότητος, τουτέστι πότερον ἀγαθῶν ἢ
τετυχηκότες.
ὁ μὲν γὰρ ἥλιος καὶ ἡ σελήνη διατάκται καὶ ὥσπερ ἡγεμόνες εἰσὶ τῶν ἄλλων, αὐτοὶ αἴτιοι
γινόμενοι τοῦ τε κατὰ τὴν ἐνέργειαν ὅλου καὶ τῆς τῶν
ἀστέρων οἰκοδεσποτείας καὶ ἔτι τῆς τῶν οἰκοδεσποτησάντων
ἰσχύος ἢ ἀδρανίας. ἡ δὲ τῶν τὴν κυρείαν λαβόντων
συγκρατικὴ θεωρία τὴν τῶν ἀποτελεσμάτων
ἀρξόμεθα δὲ τῆς καθ’ ἕνα ἕκαστον τῶν πλανωμένων ποιητικῆς ἱδιοτροπίας, ἐκεῖνο κοινῶς
προεκθέμενοι, ὅτι τῆς κεφαλαιώδους ὑπομνήσεως ἕνεκεν,
ὅταν καθόλου τινὰ λέγωμεν τῶν πέντε ἀστέρων, τὴν
κρᾶσιν καὶ τὸ ποιητικὸν τῆς ὁμοίας φύσεως ὑποληπτέον,
ἐάν τε αὐτὸς ἐν τῇ ἰδίᾳ ᾖ καταστάσει ἐάν τε καὶ τῶν
ἀπλανῶν τις ἢ τῶν τοῦ ζῳδιακοῦ τόπων κατὰ τὴν οἰκείαν
αὐτοῦ κρᾶσιν θεωρῆται,
καθάπερ ἂν εἰ τῶν φύσεων καὶ τῶν ποιοτήτων αὐτῶν καὶ μὴ τῶν ἀστέρων ἐτύγχανον
αἱ προσηγορίαι, καὶ ὅτι ἐν ταῖς συγκράσεσι πάλιν οὐ
μόνον τὴν πρὸς ἀλλήλους τῶν πλανωμένων μίξιν δεῖ
σκοπεῖν, ἀλλὰ καὶ τὴν πρὸς τοὺς τῆς αὐτῆς φύσεως κεκοινωνηκότας
ἤτοι ἀπλανεῖς ἀστέρας ἢ τόπους τοῦ ζῳ-
ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν
λαβὼν καθόλου μὲν φθορᾶς τῆς κατὰ ψῦξίν ἐστιν
ἰδίως ἰδίως δέ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ
συμπτώματος νόσους μακρὰς καὶ φθίσεις καὶ συντήξεις
καὶ ὑγρῶν ὀχλήσεις καὶ ῥευματισμοὺς καὶ τεταρταϊκὰς
ἐπισημασίας φυγαδείας τε καὶ ἀπορίας καὶ συνοχὰς καὶ
πένθη καὶ φόβους καὶ θανάτους μάλιστα τῶν τῇ ἡλικίᾳ
προβεβηκότων ἐμποιεῖ·
τῶν δὲ ἀλόγων ζῴων περὶ τὰ
εὔχρηστα ὡς ἐπίπαν σπάνιν τε καὶ τῶν ὄντων φθορὰς
ὁμιχλώδη καὶ λοιμικὰ δυσαερίας τε καὶ συννεφείας καὶ
ζόφους, ἔτι δὲ νιφετῶν πλῆθος οὐκ ἀγαθῶν ἀλλὰ φθοροποιῶν,
ἀφ’ ὧν τὰ κακοῦντα τὴν ἀνθρωπίνην φύσιν
τῶν ἑρπετῶν συγκρίνεται· περὶ δὲ ποταμοὺς ἢ·
καὶ
θαλάσσας κοινῶς μὲν χειμῶνας καὶ στόλων ναυάγια καὶ
δυσπλοίας καὶ τῶν ἰχθύων ἔνδειαν καὶ φθοράν, ἰδίως
δὲ ἐν μὲν θαλάσσαις ἀμπώτεις καὶ παλιρροίας, ἐπὶ δὲ
ποταμῶν ὑπερμετρίαν καὶ κάκωσιν τῶν ποταμίων ὑδάτων·
πρὸς δὲ, τοὺς τῆς γῆς καρποὺς ἔνδειαν καὶ σπάνιν
καὶ ἀπώλειαν μάλιστα τῶν εἰς τὰς ἀναγκαίας χρείας
γινομένων ἤτοι ὑπὸ κάμπης ἀκρίδος ἢ κατακλυσμῶν
ὁ δὲ τοῦ Διὸς μόνος τὴν κυρείαν λαβὼν καθόλου μὲν αὐξήσεώς ἐστι ποιητικός, ἰδίως δὲ περὶ μὲν ἀνθρώπους
γινομένου τοῦ ἀποτελέσματος δόξας ἀποτελεῖ καὶ εὐετηρίας
καὶ εὐθηνίας καὶ καταστάσεις εἰρηνικὰς καὶ τῶν
καθόλου τε εὐδαιμονίας ἐστὶν αἴτιος.
περὶ δὲ τὰ ἄλογα ζῷα τῶν μὲν εἰς χρῆσιν ἀνθρωπίνην δαψίλειαν
καὶ πολυπλήθειαν ἐμποιεῖ, τῶν δὲ εἰς τὸ ἐναντίον φθορὰν
τε καὶ ἀπώλειαν, εὔκρατον δὲ τῶν ἀέρων κατὰστασιν
καὶ ὑγιεινὴν καὶ πνευματώδη καὶ ὑγρὰν καὶ
θρεπτικὴν τῶν ἐπιγείων ἀπεργάζεται στόλων τε εὐπλοίας
καὶ ποταμῶν συμμέτρους ἀναβάσεις καὶ τῶν καρπῶν
δαψίλειαν καὶ ὅσα τούτοις παραπλήσια.
ὁ δὲ τοῦ Ἄρεως μόνος τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν τῆς κατὰ ξηρασίαν φθορᾶς ἐστιν αἴτιος, ἰδίως
δὲ περὶ μὲν ἀνθρώπους γινομένου τοῦ συμπτώματος πολέμους
ἐμποιεῖ καὶ στάσεις ἐμφυλίους καὶ αἰχμαλωσίας
καὶ ἀνδραποδισμοὺς καὶ ὄχλων ἐπαναστάσεις καὶ χόλους
ἡγεμόνων, τοὺς δὲ διὰ τῶν τοιούτων θανάτους αἰφνιδίους,
ἔτι δὲ νόσους πυρεκτικάς καὶ τριταϊκὰς ἐπισημασίας
καὶ αἱμάτων ἀναγωγὰς καὶ ὀξείας βιοθανασίας μάλιστα
τῶν ἀκμαίων, ὁμοίως δὲ βίας τε καὶ ὕβρεις καὶ παρανομίας
ἐμπρήσεις τε καὶ ἀνδροφονίας καὶ ἁρπαγὰς καὶ
λῃστείας.
περί τε τὴν τοῦ ἀέρος κατάστασιν καύσωνας
καὶ ἀναξηράνσεις πηγῶν καὶ φθορὰν τῶν ποτίμων ὑδάτων·
περὶ δὲ τὰ ἐπιτήδεια πρὸς χρῆσιν ἀνθρωπίνην τῶν
τε ἀλόγων ζῴων καὶ τῶν ἐκ τῆς γῆς φυομένων σπάνιν
φθορὰν καρπῶν τὴν γινομένην ἤτοι ἐκ τῆς τοῦ καύματος
καταφλέξεως ἢ βρούχου ἢ τῆς τῶν πνευμάτων
ἐκτινάξεως ἢ ἐκ τῆς ἐν ταῖς ἀποθέσεσι συγκαύσεως.
ὁ δὲ τῆς Ἀφροδίτης μόνος κύριος γενόμενος τοῦ συμβαίνοντος,
καθόλου μὲν τὰ παραπλήσια τῷ τοῦ Διὸς
μετά τινος ἐπαφροδισίας ἀποτελεῖ· ἰδίως δὲ περὶ μὲν
ἀνθρώπους δόξας καὶ τιμὰς καὶ εὐφροσύνας καὶ εὐετηρίας
εὐγαμίας τε καὶ πολυτεκνίας καὶ εὐαρεστήσεις πρὸς
πᾶσαν συναρμογὴν καὶ τῶν κτήσεων συναυξήσεις καὶ
διαίτας καθαρίους καὶ εὐαγώγους καὶ πρὸς τὰ σεβάσμια
τιμητικάς, ἔτι δὲ σωματικὰς εὐεξίας καὶ πρὸς τοὺς ἡγεμονεύοντας
συνοικειώσεις καὶ τῶν ἀρχόντων ἐπαφροδισίας·
περὶ δὲ τοῦ ἀέρος πνεύματα εὐκρασίας καὶ διύγρων καὶ
θρεπτικωτάτων καταστάσεις εὐαερίας τε καὶ αἰθρίας καὶ
ὑδάτων γονίμων δαψιλεῖς ἐπομβρίας στόλων τε εὐπλοίας
καὶ ἐπιτυχίας καὶ ἐπικερδείας καὶ ποταμῶν πλήρεις ἀνα-
ὁ δὲ τοῦ Ἑρμοῦ τὴν οἰκοδεσποτείαν λαβὼν καθόλου μὲν ὡς ἂν ᾗ συγκιρνάμενος ἑκάστῳ τῶν ἄλλων, συνοικειοῦται
ταῖς ἐκείνων φύσεσιν. ἰδίως δέ ἐστι πάντων
μᾶλλον συγκινητικὸς καὶ ἐν μὲν ἀνθρωπίνοις ἀποτελέσμασιν
ὀξὺς καὶ πρακτικώτατος καὶ πρὸς τὸ ὑποκείμενον
εὐμήχανος λῃστηρίων τε καὶ κλοπῶν πειρατικῶν
ἐφόδων καὶ ἐπιθέσεων, ἔτι δὲ δυσπλοίας ποιητικὸς ἐν
τοῖς πρὸς τοὺς κακοποιοὺς συσχηματισμοῖς νόσων τε
αἴτιος ξηρῶν καὶ ἀμφημερινῶν ἐπισημασιῶν καὶ βηχικῶν
καὶ.
ἀναφορικῶν καὶ φθίσεων, ἀποτελεστικὸς δὲ καὶ τῶν περὶ τὸν ἱερατικὸν λόγον καὶ τὰς τῶν θεῶν θρησκείας
καὶ τὰς βασιλικὰς προσόδους ἐπισυμβαινόντων
καὶ τῆς τῶν ἐθίμων νομίμων κατὰ καιροὺς ἐναλλοιώσεως,
οἰκείως τῇ πρὸς τοὺς ἑκάστοτε τῶν ἀστέρων
συγκράσει.
πρὸς δὲ τὸ περιέχον μᾶλλον ξηρὸς ὢν καὶ εὐκίνητος διὰ τὴν πρὸς τὸν ἥλιον ἐγγύτητα καὶ τὸ τάχος
τῆς ἀνακυκλήσεως πνευμάτων ἀτάκτων καὶ ὀξέων καὶ
εὐμεταβόλων μάλιστα κινητικὸς ὑπάρχει, βροντῶν δὲ
εἰκότως καὶ πρηστήρων καὶ χασμάτων καὶ σεισμῶν καὶ
ἀστραπῶν ἀποτελεστικὸς τῆς τε διὰ τούτων ἐνίοτε περὶ
τὰ τῶν ζῴων καὶ τῶν φυτῶν εὔχρηστα φθορᾶς ποιητικὸς
ἰδίως μὲν οὖν τῆς οἰκείας φύσεως ἐπιτυχὼν ἕκαστος
τὰ τοιαῦτα ἀποτελεῖ, συγκιρνάμενος δὲ ἄλλος ἄλλῳ κατά
ἐνεργήμασι σύγκρασιν λαμβάνων μεμιγμένην ἐκ τῶν κεκοινωνηκυιῶν
φύσεων τὴν περὶ τὸ ἀποτελούμενον ἰδιοτροπίαν
ποικίλην οὖσαν ἀπεργάζεται.
ἀπείρου δὲ ὄντος
καὶ ἀδυνάτου καθ’ ἑκάστην σύγκρασιν τὸ ἴδιον ὑπομνηματίζειν
ἀποτέλεσμα καὶ πάντας ἁπλῶς τοὺς καθ’ ὁποιονδήποτε
τρόπον σχηματισμοὺς διεξελθεῖν οὕτως γε πολυμερῶς
νοουμένους, εἰκότως ἂν καταλειφθείη τὸ τοιοῦτον
εἶδος τῇ τοῦ μαθηματικοῦ πρὸς τὰς κατὰ μέρος διακρίσεις
ἐπιβολῇ καὶ ἐπινοίᾳ.
παρατηρεῖν δὲ δεῖ καὶ πῶς ἔχουσι συνοικειώσεως οἱ
τοῦ προτελέσματος τὴν κυρείαν λαβόντες ἀστέρες πρὸς
αὐτὰς τὰς χώρας ἢ τὰς πόλεις αἷς τὸ σύμπτωμα διασημαίνεται.
ἀγαθοποιοὶ μὲν γὰρ ὄντες ἀστέρες καὶ συνοικειούμενοι
τοῖς διατιθεμένοις καὶ μὴ καθυπερτερούμενοι
ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως ἔτι μᾶλλον ἀπεργάζονται
τὸ κατὰ τὴν ἰδίαν φύσιν ὠφέλιμον, ὥσπερ μὴ συνοικειούμενοι
ἢ καθυπερτερούμενοι ὑπὸ τῶν ἀντικειμένων
τῆς δὲ βλαπτικῆς κράσεως ὄντες καὶ
τὴν κυρείαν λαβόντες τοῦ προτελέσματος, ἐὰν μὲν συνοικειούμενοι
τοῖς διατιθεμένοις τύχωσιν ἢ καθυπερτερηθῶσιν
ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως, ἧττον βλάπτουσιν. ἐὰν
δὲ μήτε τὴν οἰκοδεσποτείαν ἔχωσι τῶν χωρῶν μήτε
ὡς ἐπίπαν μέντοι συνεμπίπτουσι τοῖς καθολικοῖς πὰθεσιν ἐκεῖνοι τῶν ἀνθρώπων ὅσοι ποτ’ ἂν κατὰ τὰς ἰδίας
γενέσεις τοὺς ἀναγκαιοτάτους τόπους, λέγω δὴ τοὺς
φωσφοροῦντας ἢ τοὺς τῶν κέντρων, τοὺς αὐτοὺς τύχωσιν
ἔχοντες τοῖς τὸ αἴτιον ἐμποιήσασι τῶν καθολικῶν
συμπτωμάτων, τουτέστι τοῖς ἐκλειπτικοῖς ἢ καὶ τοῖς τούτων
διαμέτροις. τούτων δὲ ἐπισφαλέσταται μάλιστα καὶ
δυσφύλακτοι τυγχάνουσιν αἱ μοιρικαὶ θίξεις ἢ διαμετρήσεις
τῶν ἐκλειπτικῶν τόπων πρὸς ὁπότερον τῶν φώτων.
Τηρητέον δὲ πρὸς τὰς καθόλου περιστάσεις καὶ τὰ κατὰ τὰς ἐκλείψεις χρώματα ἤτοι τῶν φώτων αὐτῶν ἢ
τῶν περὶ αὐτὰ γινομένων συστημάτων, οἷον ῥάβδων
ὑπόκιρρα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἄρεως, ξανθὰ δὲ τῶν ἐπὶ
τῆς τῆς Ἀφροδίτης, ποικίλα δὲ τῶν ἐπὶ τῆς τοῦ Ἑρμοῦ.
κἂν μὲν ἐν ὅλοις τοῖς σώμασι τῶν φώτων ἢ ἐν ὅλοις τοῖς περὶ αὐτὰ τόποις τὸ γινόμενον ἰδίωμα τῆς χροιᾶς
φαίνηται, περὶ τὰ πλεῖστα μέρη τῶν χωρῶν ἔσται τὸ
τηρητέον δὲ ἔτι καὶ τὰς συνισταμένας ἤτοι κατὰ τοὺς
ἐκλειπτικοὺς καιροὺς ἢ καὶ ὁτεδήποτε κομητῶν ἐπιφανείας
πρὸς τὰς καθόλου περιστάσεις, οἷον τῶν καλουμένων
δοκίδων ἣ σαλπίγγων ἢ πίθων καὶ τῶν τοιούτων,
ὡς ἀποτελεστικὰς μὲν φύσει τῶν ἐπὶ τῆς τοῦ Ἄρεως καὶ
τῆς τοῦ Ἑρμοῦ <εἰρημένων> ἰδιωμάτων, πολέμων τε
καυσωδῶν κινητικῶν καταστημάτων καὶ τῶν τούτοις
ἐπισυμβαινόντων, δηλούσας δὲ διὰ μὲν τῶν τοῦ ζῳδιακοῦ
μερῶν, καθ’ ὧν ἂν αἱ συστάσεις αὐτῶν φαίνωνται,
καὶ τῶν κατὰ τὰ σχήματα τῆς κόμης προσνεύσεων τοὺς
τόπους οἷς ἐπισκήπτουσι τὰ συμπτώματα, διὰ δὲ τῶν
αὐτῆς τῆς συστάσεως ὡσπερεὶ μορφώσεων τό τε εἶδος
τοῦ ἀποτελέσματος καὶ τὸ γένος, περὶ ὃ τὸ πάθος ἀποβήσεται,
διὰ δὲ τοῦ χρόνου τῆς ἐπιμονῆς τὴν παράτασιν
τάχιον ἐπισημαίνουσι, ἑσπέριοι δὲ βράδιον.
Δεδειγμένης δὲ τῆς ἐφόδου τῶν περὶ τὰ καθόλου περιστάσεων χωρῶν τε καὶ πόλεων λοιπὸν ἂν εἴη καὶ
περὶ τῶν λεπτομερεστέρων ὑπομνηματίσασθαι, λέγω δὲ
τῶν ἐνιαυσίως περὶ τὰς ὥρας ἀποτελουμένων, πρὸς ἣν
ἐπίσκεψιν καὶ περὶ τῆς καλουμένης τοῦ ἔτους νεομηνίας
ἁρμόζον ἂν εἴη προδιαλαβεῖν. ὅτι μὲν οὖν ἀρχὴν ταύτην
εἶναι προσήκει τῆς τοῦ ἡλίου καθ’ ἑκάστην περιστροφὴν
ἀποκαταστάσεως, δῆλόν ἐστιν αὐτόθεν καὶ ἀπὸ
τῆς δυνάμεως καὶ ἀπὸ τῆς ὀνομασίας.
τίνα δ’ ἄν τις ἀρχὴν ὑποστήσαιτο, ἐν κύκλῳ μὲν αὐτὸ μόνον ἁπλῶς οὔδ’
ἂν ἐπινοήσειεν, ἐν δὲ τῷ διὰ μέσων τῶν ζῳδίων μόνας
ἂν εἰκότως ἀρχὰς λάβοι τὰ ὑπὸ τοῦ ἰσημερινοῦ καὶ τῶν
τροπικῶν ἀφοριζόμενα σημεῖα, τουτέστι τά τε δύο ἰσημερινὰ
καὶ τὰ δύο τροπικά. ἐνταῦθα μέντοι τις ἀπορήσειεν
ἂν ἤδη, τίνι τῶν τεσσάρων ὡς προηγουμένου χρήσαιτ᾿
ἄν· κατὰ μὲν οὖν τὴν ἁπλῆν καὶ κυκλικὴν φύσιν
οὐδὲν αὐτῶν ἐστιν ὡς ἐπὶ μιᾶς ἀρχῆς προηγούμενον·
τινας οἰκείους λόγους καὶ φυσικὰς συμπαθείας ἐνεχθέντες.
καὶ γὰρ ἔχει τι τῶν μερῶν τούτων ἕκαστον ἐξαίρετον,
ἀφ’ οὗ ἂν ἀρχὴν καὶ νέον ἔτος εἰκότως νομίζοιτο· τὸ
μὲν ἐαρινὸν ἰσημερινὸν διά τε τὸ πρώτως τότε μείζονα
τὴν ἡμέραν τῆς νυκτὸς ἄρχεσθαι γίνεσθαι καὶ διὰ τὸ
τὸ δὲ θερινὸν τροπικὸν διὰ τὸ κατ’ αὐτοῦ τὴν
μεγίστην ἡμέραν ἀποτελεῖσθαι, παρὰ δὲ Αἰγυπτίοις καὶ
τὴν τοῦ Νείλου ἀνάβασιν καὶ Κυνὸς ἄστρου ἐπιτολὴν
ἐπισημαίνειν· τὸ δὲ μετοπωρινὸν ἰσημερινὸν διὰ τὸ γεγονέναι
πάντων ἤδη τῶν καρπῶν συγκομιδήν, τότε δὲ
ἀπ’ ἄλλης ἀρχῆς τὸν τῶν ἐσομένων σπόρον καταβάλλεσθαι·
τὸ δὲ χειμερινὸν τροπικὸν διὰ τὸ πρώτως ἄρχεσθαι
χεσθαι τότε τὸ μέγεθος τῆς ἡμέρας ἀπὸ μειώσεως αὔξησιν
λαμβάνειν.
οἰκειότερον δέ μοι δοκεABBREV καὶ φυσικώτερον
πρὸς τὰς ἐνιαυσίους ἐπισκέψεις ταῖς τέτταρσιν ἀρχαῖς
χρῆσθαι, παρατηροῦντας τὰς ἔγγιστα αὐτῶν προγινομένας
ἡλίου καὶ σελήνης συζυγίας συνοδικὰς ἢ πανσεληνιακὰς
καὶ μάλιστα πάλιν τούτων τὰς ἐκλειπτικάς,
ἵνα ἀπὸ μὲν τῆς έν τῇ περὶ τὸν Κριὸν ἀρχῇ τὸ ἔαρ
ὁποῖον ἔσται διασκεψώμεθα, ἀπὸ δὲ τῆς περὶ τὸν Καρκίνον
τὰς
μὲν γὰρ καθόλου τῶν ὡρῶν ποιότητας. καὶ καταστάσεις
ὁ ἥλιος ποιεῖ, καθ’ ἃς καὶ οἱ παντελῶς ἄπειροι μαθημάτων
πρόγνωσιν ἔχουσι τοῦ μέλλοντος· ἔτι δὲ καὶ
τὰς τῶν ζῳδίων ἰδιοτρόπους εἰς τοῦτο παρασημασίας
ἀνέμων τε καὶ τῶν ὁλοσχερεστέρων φύσεων παραληπτέον.
τὰς δὲ έν τῷ μᾶλλον ἢ ἧττον κατὰ καιροὺς
ἐπίσκεψιν ἄν τις προσαγορεύοι.
Προεκτεθῆναι δὲ ὀφειλόντων εἰς τοῦτο καὶ τῶν ἐν μέρει κατὰ ζῴδιον πρὸς τὰ ἐνιαύσια καταστήματα φυσικῶν
ἰδιωμάτων καὶ ἔτι τῶν καθ’ ἕκαστον ἀστέρων, τὴν
μὲν τῶν πλανητῶν καὶ τῶν τῆς ὁμοίας κράσεως ἀπλανῶν
πρὸς τοὺς ἀέρας τε καὶ τοὺς ἀνέμους συνοικείωσιν
καὶ ἔτι τὴν τῶν ὅλων δωδεκατημορίων πρός τε τοὺς
ἀνέμους καὶ τὰς ὥρας ἕκαστα δεδηλώκαμεν ἐν τοῖς
τὸ μὲν οὖν τοῦ Κριοῦ δωδεκατημόριον καθόλου μέν ἐστι διὰ τὴν ἰσημερινὴν ἐπισημασίαν βροντῶδες καὶ χαλαζῶδες,
κατὰ μέρος δὲ έν τῷ μᾶλλον ἢ ἧττον ἀπὸ τῆς
τῶν κατ’ αὐτὸν ἀπλανῶν ἀστέρων ἰδιότητος τὰ μὲν
προηγούμενα αὐτοῦ ὀμβρώδη καὶ ἀνεμώδη, τὰ δὲ μέσα
εὔκρατα, τὰ δὲ ἑπόμενα καυσώδη καὶ λοιμικά, τὰ δὲ
βόρεια καυματώδη καὶ φθαρτικά, τὰ δὲ νότια χρυσταλ-
τὸ δὲ τοῦ Ταύρου δωδεκατημόριον
καθόλου μέν ἐστιν ἐπισημαντικὸν ἀμφοτέρων τῶν κράσεων
καὶ ὑπόθερμον, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα
αὐτοῦ καὶ μάλιστα τὰ κατὰ τὴν Πλειάδα σεισμώδη
καὶ πνευματώδη καὶ ὁμιχλώδη, τὰ δὲ μέσα ὑγραντικὰ
καὶ ψυχρά, τὰ δὲ ἑπόμενα κατὰ τὴν ῾ Υάδα πυρώδη καὶ
κεραυνῶν καὶ ἀστραπῶν ποιητικοί, τὰ δὲ βόρεια εὔκρατα,
τὰ δὲ νότια κινητικὰ καὶ ἄτακτα.
τὸ δὲ τῶν Διδύμων
δωδεκατημόριον καθόλου μέν ἐστιν εὐκρασίας ποιητικόν,
κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ δίυγρα καὶ
φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα μεμιγμένα
καὶ ἄτακτα, τὰ δὲ βόρεια πνευματώδη καὶ σεισμοποιά,
τὰ δὲ νότια ξηρὰ καὶ καυσώδη. Τὸ δὲ τοῦ Καρκίνου
δωδεκατημόριον καθόλου μέν ἐστιν εὐδιεινὸν καὶ θερμόν,
κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ καὶ
κατὰ τὴν Φάτνην πνιγώδη καὶ σεισμοποιὰ καὶ ἀχλυώδη,
τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη,
τὰ δὲ βόρεια καὶ τὰ νότια ἔκπυρα καὶ καυσώδη.
τὸ δὲ
τοῦ Λέοντος δωδεκατημόριον καθόλου μέν ἐστι καυματῶδες
καὶ πνιγῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα
αὐτοῦ πνιγώδη καὶ λοιμικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ
ἑπόμενα ἔνικμα καὶ φθοροποιά, τὰ δὲ βόρεια κινητικὰ
καὶ πυρώδη, τὰ δὲ νότια δίυγρα, τὸ δὲ τῆς Παρθένου
δωδεκατημόριον καθόλου μέν ἐστι ἐστι καὶ βροντῶδες,
κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ θερμότερα
καὶ φθαρτικά, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα
ὑδατώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια εὔκρατα.
τὸ δὲ τῶν Χηλῶν δωδεκατημόριον καθόλου μέν ἐστι
δὲ τὰ μὲν προηγούμενα αὐτοῦ νιφετώδη, τὰ δὲ μέσα
εὔκρατα, τὰ δὲ ἑπόμενα σεισμώδη, τὰ δὲ βόρεια καυσώδη,
τὸ δὲ τοῦ Τοξότου δωδεκατημόριον καθόλου μέν ἐστι πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν
προηγούμενα αὐτοῦ δίυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ
βόρεια καὶ τὰ νότια κάθυγρα καὶ φθαρτικά.
τὸ δὲ τοῦ ῾Υδροχόου δωδεκατημόριον καθόλου μέν ἐστι ψυχρὸν
καὶ ὑδατῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα αὐτοῦ
κάθυγρα, τὰ δὲ μέσα εὔκρατα, τὰ δὲ ἑπόμενα πνευματώδη,
τὰ δὲ βόρεια καυσώδη, τὰ δὲ νότια νιφετώδη. τὸ
δὲ τῶν· Ἰχθύων δωδεκατημόριον καθόλου μέν ἐστι ψυχρὸν
καὶ πνευματῶδες, κατὰ μέρος δὲ τὰ μὲν προηγούμενα
αὐτοῦ εὔκρατα, τὰ δὲ μέσα κάθυγρα, τὰ δὲ ἑπόμενα
καυσώδη, τὰ δὲ βόρεια πνευματώδη, τὰ δὲ νότια ὑδατώδη.
Τούτων δὲ οὕτως προεκτεθειμένων αἱ κατὰ μέρος ἔφοδοι τῶν ἐπισημασιῶν περιέχουσι τὸν τρόπον τοῦτον.
ἤτοι συνοδικὴν ἢ πανσεληνιακὴν τὴν έν ἑκάστῳ τῶν
ἐπιζητουμένων κλιμάτων τὰ κέντρα ὡς ἐπὶ γενέσεως διατιθέναι,
ἔπειτα τοὺς οἰκοδεσπότας λαμβάνειν τοῦ τε
συνοδικοῦ ἢ πανσεληνιακοῦ τόπου καὶ τοῦ ἑπομένου
αὐτῷ κέντρου, κατὰ τὸν ὑποδεδειγμένον ἡμῖν τρόπον ἐν
τοῖς ἔμπροσθεν περὶ τῶν ἐκλείψεων, καὶ οὕτως τὸ μὲν
καθόλου θεωρεῖν ἐκ τῆς τῶν τεταρτημορίων ἰδιότητος,
τὸ δὲ μᾶλλον καὶ ἦττον ἐπιτάσεων ἢ ἀνέσεων ἐκ τῆς τῶν
οἰκοδεσποτησάντων ἀστέρων φύσεως διαλαμβάνοντας,
ποιάς τε ποιότητός εἰσι καὶ ποίων καταστημάτων κινητικοί.
Δευτέρα δέ ἐστιν ἔφοδος ἡ μηνιαία, καθ’ ἣν δεήσει
τὰς καθ’ ἕκαστον δωδεκατημόριον προγινομένας συνόδους
ἢ πανσελήνους κατὰ τὸν αὐτὸν τρόπον ἐπισκοπεῖν,
ἐκεῖνο μόνον τηροῦντας, ἴνα συνόδου μὲν ἐμπεσούσης
τῆς ἔγγιστα τοῦ παρῳχημένου τροπικοῦ ἢ ἰσημερινοῦ
σημείου καὶ ταῖς μέχρι τοῦ ἐφεξῆς τεταρτημορίου συνόδοις
χρησώμεθα, πανσελήνου δὲ πανσελήνοις·
ἐπισκοπεῖν
δὲ ὁμοίως τὰ κέντρα καὶ τοὺς οἰκοδεσπότας ἀμφοτέρων
τῶν τόπων καὶ μάλιστα τὰς ἔγγιστα φάσεις, συναφάς
τε καὶ ἀπορροίας τῶν πλανωμένων ἀστέρων τάς τε
τῶν μηνῶν καταστήματα καὶ πνεύματα προγινώσκωμεν.
τρίτον δ’ ἐστὶ τὸ τὰς ἔτι λεπτομερεστέρας ἐπισημασίας ἀνέσεων καὶ ἐπιτάσεων παρατηρεῖν. θεωρεῖται δὲ
καὶ τοῦτο διά τε τῶν κατὰ μέρος τοῦ ἡλίου καὶ τῆς σελήνης
συσχηματισμῶν οὐ μόνον τῶν συνοδικῶν ἢ πανσεληνιακῶν,
ἀλλὰ καὶ τῶν κατὰ τὰς διχοτόμους, καταρχομένης
ὡς ἐπίπαν τῆς κατὰ τὴν ἐπισημασίαν ἐναλλοιώσεως
πρὸ τριῶν ἡμερῶν, ἐνίοτε δὲ καὶ μετὰ τρεῖς
τῆς ἰσοστάθμου πρὸς τὸν ἥλιον ἐπιπορεύσεως, καὶ διὰ
τοῦ καθ’ ἑκάστην τῶν τοιούτων στάσεων ἢ καὶ τῶν ἄλλων,
οἷον τριγώνων ἢ ἑξαγώνων, πρὸς τοὺς πλανήτας
συσχηματισμοῦ.
τούτων γὰρ ἀκολούθως τῇ φύσει καὶ ἡ τῆς ἐναλλοιώσεως ἰδιοτροπία καταλαμβάνεται συμφώνως
ταῖς τε τῶν ἐπιθεωρούντων ἀστέρων καὶ ταῖς τῶν
ζῳδίων πρός τε τὸ περιέχον καὶ τοὺς ἀνέμους φυσικαῖς
συνοικειώσεσιν.
αὐτῶν δὲ τούτων τῶν κατὰ μέρος ποιοτήτων αἱ καθ’ ἡμέραν ἐπιτάσεις ἀποτελοῦνται μάλιστα μὲν ὅταν τῶν
ἀπλανῶν οἱ λαμπρότεροι καὶ δραστικώτεροι φάσεις ἑῴας
ἢ ἑσπερίας ἀνατολικάς ἢ δυτικὰς ποιῶνται πρὸς τὸν
ἥλιον, τρέπουσι γὰρ ὡς ἐπὶ τὸ πολὺ τὰς κατὰ μέρος
πρὸς
γὰρ τὰς τοιαύτας αὐτῶν σχέσεις αἱ καθ’ ὥραν ἀνέσεις
καὶ ἐπιτάσεις τῶν καταστημάτων μεταβάλλουσι, καθάπερ
πρὸς τὰς τῆς σελήνης αἵ τε ἀμπώτεις καὶ αἱ παλίρροιαι
καὶ αἱ τῶν πνευμάτων δὲ τροπαὶ μάλιστα περὶ τὰς τοιαὐιτας
τῶν φώτων κεντρώσεις ἀποτελοῦνται, πρὸς οὓς
ἂν τῶν ἀνέμων ἐπὶ τὰ αὐτὰ τὸ πλάτος τῆς σελήνης τὰς
προσνεύσεις ποιούμενον καταλαμβάνηται.
πανταχῇ μέντοι
προσήκει διαλαμβάνειν ὡς προηγουμένης μὲν τῆς
καθόλου καὶ πρώτης ὑποκειμένης αἰτίας, ἑπομένης δὲ
τῆς τῶν κατὰ μέρος ἐπισυμβαινόντων, βεβαιουμένης δὲ
μάλιστα καὶ ἰσχυροποιουμένης τῆς ἐνεργείας, ὅταν οἱ τῶν
καθόλου φύσεων οἰκοδεσποτήσαντες ἀστέρες καὶ ταῖς ἐπὶ
μέρους τύχωσι συσχηματιζόμενοι.
Χρήσιμοι δ’ ἂν εἶεν πρὸς τὰς τῶν κατὰ μέρος ἐπισημασιῶν
προγνώσεις καὶ αἱ τῶν γινομένων σημείων
τε τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας παρα-
καθαρὸς μὲν γὰρ καὶ ἀνεπισκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων ἢ δύνων εὐδιεινῆς καταστάσεώς
ἐστι δηλωτικός, ποικίλον δὲ τὸν κύκλον ἔχων ἢ
ὑπόπυρρον ἢ ἀκτῖνας ἐρυθρᾶς ἀποπέμπων ἤτοι εἰς τά
ἔξω ἢ ὡς ἐφ’ ἑαυτὸν κοιλούμενος ἢ τὰ καλούμενα παρήλια
νέφη ἐξ, ἑνὸς μέρους ἔχων ἢ σχήματα νεφῶν ὑπόκιρρα
καὶ ὡσεὶ μακρὰς ἀκτῖνας ἀπομηκύνων ἀνέμων σφοδρῶν
ἐστι σημαντικὸς καὶ τοιούτων, πρὸς ἃς ἂν γωνίας τὰ
προειρημένα σημεῖα γένηται.
μέλας δὲ ἢ ὑπόχλωρος ἀνατέλλων ἢ δύνων μετὰ συννεφείας ἢ ἅλως ἔχων περὶ
αὑτὸν καθ’ ἓν μέρος ἢ ἐξ ἀμφοτέρων τῶν μερῶν παρήλια
νέφη καὶ ἀκτῖνας ἢ ὑποχλώρους ἢ μελαίνας χειμώνων
τὴν δὲ σελήνην τηρητέον ἐν ταῖς πρὸ τριῶν ἡμερῶν ἢ μετὰ τρεῖς παρόδοις τῶν τε συνόδων καὶ πανσελήνων
καὶ διχοτόμων. λεπτὴ μὲν γὰρ καὶ καθαρὰ φαινομένη
καὶ μηδὲν ἔχουσα περὶ αὑτὴν εὐδιεινῆς καταστάσεως
ἐστι δηλωτική.
λεπτὴ δὲ καὶ ἐρυθρὰ καὶ ὅλον τὸν τοῦ
παρατηρητέον δὲ καὶ τὰς περὶ αὐτὴν γινομένας ἅλως.
εἰ μὲν γὰρ μία εἴη καὶ αὐτὴ καθαρὰ καὶ ἠρέμα ὑπομαραινομένη,
εὐδιεινὴν κατάστασιν σημαίνει, εἰ δὲ δύο ἢ
καὶ τρεῖς εἶεν, χειμῶνας δηλοῦσιν, ὑπόκιρροι μὲν οὖσαι
καὶ ὥσπερ ῥηγνύμεναι τοὺς διὰ σφοδρῶν ἀνέμων, ἀχλυώδεις
δὲ καὶ παχεῖαι τοὺς διὰ νιφετῶν, ὕπωχροι δὲ
μέλαιναι καὶ ῥηγνύμεναι τοὺς δι’ ἀμφοτέρων, καὶ ὅσῳ
ἂν πλείους ὦσι τοσούτῳ μείζονας.
καὶ αἱ περὶ τοὺς
ἀστέρας δὲ τούς τε πλανωμένους καὶ τοὺς λαμπροὺς τῶν
ἀπλανῶν ἅλως συνιστάμεναι ἐπισημαίνουσι τὰ οἰκεῖα
τοῖς τε χρώμασιν ἑαυτῶν καὶ ταῖς τῶν ἐναπειλημμένων
φύσεσι.
καὶ τῶν ἀπλανῶν δὲ τῶν κατά τι πλῆθος σύνεγγυς
ὄντων παρατηρητέον τὰ χρώματα καὶ τὰ μεγέθη. λαμπρότεροι
φαντασίας εἰς ὁποιονδήποτε μέρος ὄντες
τοὺς ἀπὸ τοῦ οἰκείου τόπου διασημαίνουσιν.
οὐ μὴν
ἀλλὰ καὶ τῶν ἰδίως νεφελοειδῶν συστροφῶν οἷον τῆς
καὶ τῶν ἐπιγινομένων δὲ κατὰ καιροὺς ἐν τοῖς μετεώροις
αἱ μὲν τῶν κομητῶν συστροφαὶ ὡς ἐπίπαν αὐχμοὺς
καὶ ἀνέμους προσημαίνουσι, καὶ τοσούτῳ μείζονας ὅσῳ
ἂν ἐκ πλειόνων μερῶν καὶ ἐπιπολὺ ἡ σύστασις γένηται.
αἱ δὲ διαδρομαὶ καὶ οἱ ἀκοντισμοὶ τῶν ἀστέρων εἰ μὲν
ἀπὸ μιᾶς γίνοιντο γωνίας, τὸν ἀπ’ ἐκείνης ἄνεμον δηλοῦσι,
εἰ δὲ ἀπὸ τῶν ἐναντίων, ἀκαταστασίαν πνευμάτων, εἰ δὲ ἀπὸ τῶν τεσσάρων, παντοίους χειμῶνας μέχρι βροντῶν καὶ ἀστραπῶν καὶ τῶν τοιούτων.
ὡσαύτως δὲ καὶ τὰ νέφη πόκοις ἐρίων ὄντα παραπλήσια προδηλωτικὰ
κατὰ καιροὺς ἴριδες χειμῶνα μὲν ἐξ εὐδίας, εὐδίαν δὲ
ἐκ χειμῶνος προσημαίνουσι. καὶ ὡς ἐπίπαν συνελόντι
εἰπεῖν, αἱ καθόλου τοῦ ἀέρος ἐπιγινόμεναι ἱδιόχροοι φαν-
Ἡ μὲν δὴ τῶν καθολικῶν ἐπίσκεψις τῶν τε ὁλοσχερέστερον
θεωρουμένων καὶ τῶν ἐπὶ μέρους μέχρι τοσούτων
ἡμῖν κατὰ τὸ κεφαλαιῶδες ὑπομεμνηματίσθω. τῆς δὲ κατὰ
τὸ γενεθλιακὸν εἶδος προγνώσεως τὰς πραγματείας ἐν
τοῖς ἑξῆς κατὰ τὴν προσήκουσαν ἀκολουθίαν
ἐφοδεύσομεν.
Τάδε ἔνεστίν ἐν τῷ γ’ βιβλίῳ.
α΄. προοίμιον.
β΄. περὶ σπορᾶς καὶ ἐκτροπῆς.
γ΄. περὶ μοίρας ὡροσκοπούσης.
δ΄. διαίρεσις γενεθλιαλογίας.
ε΄. περὶ γονέων.
ς΄. περὶ ἀδελφῶν.
ζ΄. περὶ ἀρρενικῶν καὶ θηλυκῶν γενέσεων.
η΄. περὶ διδυμογόνων.
θ΄. περὶ τεράτων.
ι΄. περὶ ἀτρόφων.
ια΄. περὶ χρόνων ζωῆς.
ιβ΄. περὶ μορφῆς καὶ κράσεως σωματικῆς.
ιγ΄. περὶ σινῶν καὶ παθῶν σωματικῶν.
ιδ΄. περὶ ποιότητος ψυχῆς.
ιε΄. περὶ παθῶν ψυχικῶν.
Ἐφωδευμένης ἡμῖν ἐν τοῖς ἔμπροσθεν τῆς περὶ τὰ
καθόλου συμπτώματα θεωρίας, ὡς προηγουμένης καὶ τὰ
πολλὰ κατακρατεῖν δυναμένης τῶν περὶ ἕνα ἕκαστον τῶν
ἐπειδήπερ καὶ τῶν καθόλου καὶ τῶν καθ’ ἕνα
ἕκαστον συμπτωμάτων αἰτία μὲν ἡ τῶν πλανωμένων
ἀστέρων ἡλίου τε καὶ σελήνης κίνησις, προγνωστικὴ δὲ
ἡ τῆς τῶν ὑποκειμένων αὐτοῖς φύσεων τροπῆς κατὰ τὰς
ὁμοιοσχήμονας τῶν οὐρανίων παρόδους διὰ τοῦ περιέχοντος
ἐπιστημονικὴ παρατήρησις, πλὴν ἐφ’ ὅσον ἡ μὲν
καθολικὴ περίστασις μείζων τε καὶ αὐτοτελής, ἡ δὲ ἐπὶ
μέρους οὐχ ὁμοίως.
ἀρχὰς δὲ οὐκέτι τὰς αὐτὰς ἀμφοτέρων
νομιστέον εἷναι, ἀφ’ ὧν τὴν τῶν οὐρανίων διάθεσιν
ὑποτιθέμενοι τὰ διὰ τῶν τότε σχηματισμῶν σημαινόμενα
πειρώμεθα προγινώσκειν, ἀλλὰ τῶν μὲν καθολικῶν
πολλάς, ἐπειδὴ μίαν τοῦ παντὸς οὐκ ἔχομεν, καὶ
ταύτας οὐκ ἀπ’ αὐτῶν τῶν ὑποκειμένων πάντοτε λαμβανομένας,
ἀλλὰ καὶ ἀπὸ τῶν περιεχόντων καὶ τὰς αἰτίας
ἐπιφερόντων· σχεδὸν γὰρ πάσας ἀπό τε τῶν τελειοτέρων
ἐκλείψεων καὶ τῶν ἐπισήμως. παροδευόντων ἀστέρων
ἐπισκεπτόμεθα· τῶν δὲ καθ’ ἕνα ἕκαστον τῶν ἀνθρώπων
καὶ μίαν καὶ πολλάς, μίαν μὲν τὴν αὐτοῦ τοῦ συγκρίματος
ἀρχήν, καὶ ταύτην γὰρ ἔχομεν, πολλὰς δὲ τὰς
κατὰ τὸ ἑξῆς τῶν περιεχόντων πρὸς τὴν πρώτην ἀρχὴν
ἐπισημασίας συμβαινούσας, προηγουμένης μέντοι τῆς
τούτων δὲ οὕτως ἐχόντων ἀπὸ μὲν τῆς πρώτης ἀρχῆς θεωρεῖται τὰ καθόλου τῆς συγκρίσεως ἰδιώματα,
διὰ δὲ τῶν ἄλλων τὰ κατὰ καιροὺς παρὰ τὸ μᾶλλον καὶ
ἦττον συμβησόμενα κατὰ τὰς λεγομένας τῶν ἐφεξῆς χρόνων
διαιρέσεις.
Ἀρχῆς δὲ χρονικῆς ὑπαρχούσης τῶν ἀνθρωπίνων τέξεων φύσει μὲν μὲν κατ’ αὐτὴν τὴν σποράν, δυνάμει δὲ
καὶ κατὰ τὸ συμβεβηκὸς τῆς κατὰ τὴν ἀποκύησιν ἐκτροπῆς,
ἐπὶ μὲν τῶν ἐγνωκότων τὸν τῆς σπορᾶς καιρὸν ἤτοι
κατ’ αὐτὸν τῶν ἀστέρων σχηματισμοῦ διασκεπτομένους· ἅπαξ γὰρ ἐν
ἀρχῇ τὸ σπέρμα ποιόν πως γενόμενον ἐκ τῆς τοῦ περιέχοντος
διαδόσεως, κἂν διάφορον τοῦτο γίνηται
τοὺς ἐφεξῆς τῆς σωματοποιήσεως χρόνους, αὐτὸ τὴν οἱκείαν
μόνην ὕλην φυσικῶς προσεπισυγκρίνον ἑαυτῷ κατὰ
ἐπὶ δὲ τῶν μὴ γινωσκόντων, ὅπερ ὡς
ἐπίπαν συμβαίνει, τῇ κατὰ τὴν ἐκτροπὴν ἀρχῇ καὶ ταύτῃ
τούτῳ τῆς πρώτης λειπομένη τῷ δι’ ἐκείνης καὶ τὰ πρὸ
τῆς ἐκτέξεως δύνασθαι προγινώσκεσθαι. καὶ γὰρ εἰ τὴν
μὲν ἀρχὴν ἄν τις εἴποι, τὴν δὲ ὥσπερ καταρχήν, τὸ μέγεθος
αὐτῆς τῷ μὲν χρόνῳ γίνεται δεύτερον, ἴσον δὲ καὶ
μᾶλλον τελειότερον τῇ δυνάμει, σχεδόν τε δικαίως ἐκείνη
μὲν ἂν ὀνομάζοιτο σπέρματος ἀνθρωπίνου γένεσις, αὕτη
δὲ ἀνθρώπου· πλεῖστά τε γὰρ τότε προσλαμβάνει τὸ
βρέφος, ἃ μὴ πρότερον, ὅτε κατὰ γαστρὸς ἦν, προσῆν
αὐτῷ, καὶ αὐτὰ τὰ ἴδια μόνης τῆς ἀνθρωπίνης φύσεως·
ὅ τε σωματώδης σχηματισμός, κἂν μηδὲν αὐτῷ δοκῇ
κατὰ τὴν ἔκτεξιν περιέχον εἰς τὸ τοιῷδε εἶναι συμβάλλεσθαι,
αὐτῷ πρὸς τὸ κατὰ τὸν οἰκεῖον τοῦ περιέχοντος
σχηματισμὸν εἰς φῶς ἐλθεῖν συμβάλλεται, τῆς φύσεως
μετὰ τὴν τελείωσιν πρὸς τὸ ὁμοιότυπον κατάστημα τῷ
κατ’ ἀρχὰς διαμορφώσαντι μερικῶς τὴν ὁρμὴν τῆς ἐξόδου
ποιουμένης, ὥστε εὐλόγως καὶ τῶν τοιούτων ἡγεῖσθαι
δηλωτικὸν εἶναι τὸν κατὰ τὴν ἐκτροπὴν τῶν ἀστέρων
σχηματισμόν, οὐχ ὡς ποιητικὸν μέντοι πάντως, ἀλλ’ ὡς
ἐξ ἀνάγκης κατὰ φύσιν ὁμοιότατον δυνάμει τῷ
προθέσεως δὲ κατὰ τὸ παρὸν ἡμῖν οὔσης καὶ τοῦτο τὸ
ἀστέρων πάντων ἢ τῶν πλείστων, πολύχουν τε ὄντα καὶ
σχεδὸν ἄπειρον, εἴ τις αὐτὸν ἀκριβοῦν ἐθέλοι, κατὰ τὴν
διέξοδον καὶ μᾶλλον ἐν ταῖς κατὰ μέρος ἐπιβολαῖς τῶν
φυσικῶς ἐπισκεπτομμένων ἢ έν ταῖς παραδόσεσι ἀναθεωρεῖσθαι
δυνάμενον παραιτησόμεθα διά τε τὸ δύσχρηστον
καὶ τὸ δυσδιέξοδον.
τὰς δὲ πραγματείας αὐτάς, δι’ ὧν ἕκαστα τῶν εἰδῶν κατὰ τὸν ἐπιβλητικὸν τρόπον συνορᾶται,
καὶ τὰς κατὰ τὸ ἰδιότροπον καὶ ὁλοσχερὲς τῶν ἀστέρων
πρὸς ἕκαστα ποιητικὰς δυνάμεις, ὡς ἔνι μάλιστα,
παρακολουθητικῶς τε ἅμα καὶ ἐπιτετμημένως κατὰ τὸν
ἀφέσεις βελῶν κατὰ τὸ ὁλοσχερέστερον ἐφαρμόζοντες, τὸ
δὲ τῆς συγκράσεως τῆς ἐκ πλειόνων φύσεων περὶ τὸ
πρῶτον δὲ περὶ τῶν καθόλου διὰ τῆς κατὰ τὴν
ἐκτροπὴν ἀρχῆς θεωρουμένων ποιησόμεθα τὸν λόγον
κατὰ τὴν προσήκουσαν τῆς τάξεως ἀκολουθίαν, πάντων
μὲν ὡς ἔφαμεν τῶν φύσιν ἐχόντων διὰ ταύτης λαμβάνεσθαι
δυναμένων, συνεργησάντων δὲ εἴ τις ἔτι περιεργάζεσθαι
θέλοι πρὸς μόνα τὰ κατ’ αὐτὴν τὴν σύγκρισιν
ἰδιώματα καὶ τῶν κατὰ τὸν τῆς σπορᾶς χρόνον διὰ τῆς
αὐτῆς θεωρίας ὑποπιπτόντων ἰδιωμάτων.
Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου, τουτέστι τοῦ
μορίου τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας, ἀπορία γίγνεται
πολλάκις, μόνης μὲν ὡς ἐπίπαν τῆς δι’ ἀστρολάβων ὡροσκοπείων
κατ’ αὐτὴν τὴν ἔκτεξιν διοπτεύσεως τοῖς ἐπιστημονικῶς
παρατηροῦσι τὸ λεπτὸν τῆς ὥρας ὑποβάλλειν
δυναμένης, τῶν δὲ ἄλλων σχεδὸν ἁπάντων ὡροσκοπείων,
οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων προσέχουσι, πολλαχῆ
διαψέυδεσθαι τῆς ἀληθείας δυναμένων,
τῶν μὲν ἡλιακῶν
παρὰ τὰς τῶν θέσεων καὶ τῶν γνωμόνων ἐπισυμπιπτούσας
διαστροφάς, τῶν δὲ ὑδρολογίων παρὰ τὰς τῆς ῥύσεως
ὥραν διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρισκομένης.
δεῖ δὴ λαμβάνειν τὴν τῆς ἐκτροπῆς προγινομένην ἔγγιστα
συζυγίαν, ἐάν τε σύνοδος ἐάν τε πανσέληνος,
καὶ τὴν μοῖραν ἀκριβῶς διασκεψαμένους συνόδου μὲν
οὔσης τὴν ἀμφοτέρων τῶν φώτων, πανσελήνου δὲ τὴν
τοῦ ὑπὲρ γῆν αὐτῶν ὄντος κατὰ τὸν χρόνον τῆς ἐκτροπῆς,
ἰδεῖν τοὺς πρὸς αὐτὴν οἰκοδεσποτικὸν ἔχοντας λόγον
τῶν ἀστέρων τοῦ τρόπου καθόλου τοῦ κατὰ τὴν
οἰκοδεσποτείαν ἐν πέντε τούτοις θεωρουμένου, τριγώνῳ
τουτέστιν ὅταν ἕν τι ἢ πλείονα τούτων ἢ καὶ
πάντα ὁ ζητούμενος ἔχῃ τόπος πρὸς τὸν μέλλοντα οἰκοδεσποτήσειν.
ἐὰν μὲν οὗν ἕνα πρὸς ταῦτα πάντα ἢ τὰ πλεῖστα οἰκείως διακείμενον εὑρίσκωμεν, ἣν. ἂν ἐπέχῃ
μοῖραν οὗτος ἀκριβῶς καθ’ ὃ παροδεύει δωδεκατημόριον
ἐν τῷ τῆς ἐκτροπῆς χρόνῳ, τὴν ἰσάριθμον αὐτῇ
κρινοῦμεν ἀνατέλλειν ἐν τῷ διὰ τῆς τῶν ἀναφορῶν
ποσότητι τῶν μοιρῶν χρησόμεθα, εἰ δὲ δύο ἢ καὶ πλείους
ἐγγὺς εἷεν τῷ ἀριθμῷ, τῷ μᾶλλον ἔχοντι λόγον πρὸς
τὰ κέντρα, ἢ καὶ τὴν αἵρεσιν κατακολουθήσομεν. ἐὰν
μέντοι πλείων ἡ ἀπόστασις τῶν τῆς οἰκοδεσποτείας
μοιρῶν πρὸς τὴν κατὰ τὸ ὁλοσχερὲς ὡροσκοπεῖον, ἥπερ
πρὸς τὴν κατὰ τὸ ὅμοιον μεσουράνημα τῷ αὐτῷ ἀριθμῷ
πρὸς τὴν μεσουρανοῦσαν μοῖραν καταχρησάμενοι διὰ ταύτης
καὶ τὰ λοιπὰ τῶν κέντρων διαστησόμεθα.
Τούτων δὴ προεκτεθειμένων εἴ τις αὐτῆς τῆς τάξεως
ἕνεκεν διαιροίη τὸ καθόλου τῆς γενεθλιαλογικῆς θεωρίας,
εὕροι ἂν τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων
τὴν μὲν τῶν πρὸ τῆς γενέσεως οὖσαν συμπτωμάτων μόνον
ὡς τὴν τοῦ περὶ γονέων λόγου, τὴν δὲ τῶν καὶ πρὸ
τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν, ὡς τὴν τοῦ περὶ
ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατ’ αὐτὴν τὴν γένεσιν
οὐκέθ’ οὕτως μίαν οὖσαν οὐδὲ ἁπλῆν, τελευταίαν δὲ τὴν
τῶν μετὰ τὴν γένεσιν πολυμερεστέραν καὶ ταύτην θεω-
ἔστι δὲ τῶν μὲν κατ’ αὐτὴν τὴν γένεσιν ἐπιζητουμένων ὅ τε περὶ ἀρρενικῶν καὶ θηλυκῶν λόγος καὶ
ὁ περὶ διδυμογόνων ἢ πλειστογόνων καὶ ὁ περὶ τεράτων
ἔπειτα ὁ περὶ μορφῆς σώματος καὶ ὁ περὶ παθῶν ἢ σινῶν
σωματικῶν, ἑξῆς δὲ ὁ περὶ ψυχῆς ποιότητος καὶ ὁ
περὶ παθῶν ψυχικῶν, ἔπειθ’ ὁ περὶ τύχης κτητικῆς καὶ
ὁ περὶ τύχης ἀξιωματικῆς μετὰ δὲ ταῦτα ὁ περὶ πράξεως
ποιότητος,
εἶτα ὁ περὶ συμβιώσεως γαμικῆς καὶ ὁ περὶ τεκνοποιίας καὶ ὁ περὶ συνεπιπλοκῶν καὶ συναρμογῶν
καὶ φίλων, ἑξῆς δ’ ὁ περὶ ξενιτειῶν, τελευταῖος δὲ ὁ περὶ
ὑπὲρ ὧν ἑκάστου κατὰ τὸ κεφαλαιῶδες ποιησόμεθα τὴν ὑφήγησιν, αὐτὰς τὰς τῆς ἐπισκέψεως
πραγματείας μετὰ ψιλῶν τῶν ποιητικῶν δυνάμεων,
ὡς ἔφαμεν, ἐκτιθέμενοι, καὶ τὰ μὲν περιέργως ὑπὸ τῶν
πολλῶν φλυαρούμενα καὶ μὴ πιθανὸν ἔχοντα λόγον πρὸς
τὰς ἀπὸ τῆς πρώτης φύσεως αἰτίας παραπεμπόμενοι, τὰ
δὲ ἐνδεχομένην ἔχοντα τὴν κατάληψιν οὐ διὰ κλήρων
καὶ ἀριθμῶν ἀναιτιολογήτων, ἀλλὰ δι’ αὐτῆς τῆς τῶν
σχηματισμῶν πρὸς τοὺς οἰκείους τόπους θεωρίας ἐπισκεπτόμενοι,
καθόλου μέντοι καὶ ἐπὶ πάντων ἁπλῶς, ἵνα
πρῶτον μὲν χρὴ σκοπεῖν τὸν οἰκειούμενον τόπον τοῦ ζῳδιακοῦ τῷ ζητου-
καθ’ οὓς ἐπάνω προείπομεν πέντε τρόπους,
κἂν μὲν εἷς ὁ κατὰ πάντας κύριος τούτῳ διδόναι τὴν
ἐκείνης τῆς προτελέσεως οἰκοδεσποτείαν, ἐὰν δὲ δύο ἢ
τρεῖς, τοῖς τὰς πλείους ἔχουσι ψήφους,
μετὰ δὲ ταῦτα
πρὸς μὲν τὸ ποῖον τοῦ ἀποτελέσματος σκοπεῖν τάς τε
αὐτῶν τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις καὶ τὰς
τῶν δωδεκατημορίων, ἐν οἷς εἰσιν αὐτοί τε καὶ οἱ συνοικειούμενοι
τόποι, πρὸς δὲ τὸ μέγεθος αὐτῶν σκοπεῖν καὶ
τὴν δύναμιν, πότερον ἐνεργῶς τυγχάνουσι διακείμενοι
κατά τε αὐτὸ τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν ἢ τὸ
ἐναντίον·
δραστικώτατοι μὲν γάρ εἰσιν, ὅταν κοσμικῶς
μὲν ἐν ἰδίοις ἢ ἐν οἰκείοις ὦσι τόποις, καὶ πάλιν ὅταν
ἀνατολικοὶ τυγχάνωσι καὶ προσθετικοὶ τοῖς ἀριθμοῖς,
κατὰ γένεσιν δέ, ὅταν ἐπὶ τῶν κέντρων ἣ τῶν ἐπαναφορῶν
παροδεύωσι, καὶ μάλιστα τῶν πρώτων· λέγω δὲ
τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς μεσουρανήσεις· ἀδρανέστατοι
δέ, ὅταν κοσμικῶς μὲν ἐν ἀλλοτρίοις ἢ ἀνοικείοις
ὦσι τόποις, καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ τοῖς δρόμοις
πρὸς δὲ τὸν καθόλου χρόνον τοῦ ἀποτελέσματος, πότερον
ὄντες ἢ ἐπίκεντροι κατ’ ἀρχὰς γίνονται δραστικώτεροι,
ἑσπέριοι δὲ ἢ ἐπὶ τῶν ἐπαναφορῶν βραδύτεροι.
Ὁ μὲν οὗν προηγούμενος τύπος τῆς κατ’ εἶδος ἐπισκέψεως, οὗ διὰ παντὸς ἔχεσθαι προσήκει, τοῦτον ἔχει
τὸν τρόπον· ἀρξόμεθα δὲ ἤδη κατὰ τὴν ἐκκειμένην τάξιν
ἀπὸ πρώτου τοῦ περὶ γονέων λόγου. ὁ μὲν τοίνυν ἥλιος
καὶ ὁ τοῦ Κρόνου ἀστὴρ τῷ πατρικῷ προσώπῳ συνοικειοῦνται
κατὰ φύσιν, ἡ δὲ σελήνη καὶ ὁ τῆς Ἀφροδίτης
τῷ μητρικῷ, καὶ ὅπως ἂν οὗτοι διακείμενοι τυγχάνωσι
πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους, τοιαῦτα δεῖ καὶ
τὰ περὶ τοὺς γονέας ὑπονοεῖν.
τὰ μὲν γὰρ περὶ τῆς τύχης καὶ κτήσεως αὐτῶν ἐπισκεπτέον ἐκ τῆς δορυφορίας τῶν
φώτων, ἐπειδήπερ περιεχόμενα μὲν ὑπὸ τῶν ἀγαθοποιεῖν
δυναμένων καὶ τῶν τῆς αὐτῆς αἱρέσεως ἤτοι ἐν τοῖς
αὐτοῖς ζῳδίοις καὶ ἐν τοῖς ἐφεξῆς ἐπιφανῆ καὶ λαμ-
ἐὰν δὲ καὶ ὁ Κρόνου Κρόνου καὶ ὁ τῆς
Ἀφροδίτης καὶ αὐτοὶ τυγχάνωσιν ἀνατολικοί τε καὶ ἰδιοπροσωποῦντες
ἢ καὶ ἐπίκεντροι, εὐδαιμονίαν πρόδηλον
ὑπονοητέον κατὰ τὸ οἰκεῖον ἑκατέρου τῶν γονέων. τὸ δὲ
ἐναντίον, ἐὰν κενοδρομοῦντα τὰ φῶτα καὶ ἀδορυφόρητα
τυγχάνοντα, ταπεινότητος καὶ ἀδοξίας τοῖς γονεῦσί
ἐστι δηλωτικά, καὶ μάλιστα ὅταν ὁ τῆς Ἀφροδίτης ἢ καὶ
ὁ τοῦ Κρόνου κακῶς φαίνωνται διακείμενοι.
ἐὰν δὲ δορυφορῆται
μέν, μὴ μέντοι ὑπὸ τῶν τῆς αὐτῆς αἱρέσεως,
ὡς ὅταν Ἄρης μὲν ἐπαναφέρηται τῷ ἡλίῳ, Κρόνος δὲ τῇ
σελήνῃ μήπως καλῶς κειμένων τῶν ἀγαθοποιῶν καὶ
κατὰ τὴν αὐτὴν αἵρεσιν, μετριότητα καὶ ἀνωμαλίαν περὶ
τὸν βίον αὐτῶν ὑπονοητέον. κἂν μὲν σύμφωνος ὁ διασημανθησόμενος
τῆς τύχης κλῆρος ἐν τῇ γενέσει τοῖς
τὸν ἥλιον τὴν σελήνην ἐπὶ καλῶ δορυφορήσασι, παραλήψονται
σῷα τὰ τῶν γονέων, ἐὰν δὲ ἀσύμφωνος ἢ
ἐναντίος μηδενὸς ἢ τῶν κακοποιῶν εἰληφότων τὴν δορυφορίαν,
ἄχρηστος αὐτοῖς καὶ ἐπιβλαβὴς ἡ τῶν γονέων
ἔσται κτῆσις.
περὶ δὲ πολυχρονιότητος ἢ ὀλιγοχρονιότητος αὐτῶν σκεπτέον ἀπὸ τῶν ἄλλων συσχηματισμῶν· ἐπὶ μὲν γὰρ
τοῦ πατρός, ἐὰν ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης συσχηματισθῶσιν
πρὸς τὸν ἥλιον ἤτοι συνὼν ἢ ἑξαγωνίζων τριγωνίζων,
ἐν δυνάμει μὲν ὄντων αὐτῶν πολυχρονιότητα τοῦ πατρὸς
καταστοχαστέον, ἀδυνατούντων δὲ οὐχ ὁμοίως, οὐ
μέντοι οὐδὲ ὀλιγοχρονιότητα.
ἐὰν δὲ τοῦτο μὲν μὴ ὑπάρχῃ,
τοῦ Κρόνου ἢ καὶ ἐπανενεχθῇ αὐτοῖς, ἢ καὶ αὐτὸς πάλιν
ὁ τοῦ Κρόνου μὴ σύμφωνος ᾖ πρὸς τὸν ἥλιον, ἀλλ’
ἤτοι τετράγωνος ἢ διάμετρος, ἀποκεκλικότες μὲν τῶν
κέντρων ἀσθενικοὺς μόνον τοὺς πατέρας ποιοῦσιν, ἐπίκεντροι
δὲ ἢ ἐπαναφερόμενοι τοῖς κέντροις ὀλιγοχρονίους
ἢ ἐπισινεῖς, ὀλιγοχρονίους μέν, ὅταν ἐν τοῖς πρώτοις
ὦσι δυσὶ κέντροις τῷ τε ἀνατέλλοντι καὶ τῷ μεσουρανοῦντι
καὶ ταῖς τούτων ἐπαναφοραῖς, ἐπισινεῖς δὲ ἢ ἐπινόσους,
ὅταν ἐν τοῖς λοιποῖς δυσὶ κέντροις ὦσι τῷ τε
δύνοντι καὶ τῷ ὑπογείῳ ἢ ταῖς τούτων ἐπαναφοραῖς.
ὁ μὲν γὰρ τοῦ Ἄρεως τὸν ἥλιον βλέψας, καθ’ ὃν εἰρήκαμεν
τρόπον, αἰφνιδίως ἀναιρεῖ τὸν πατέρα ἢ σίνη περὶ
τὰς ὄψεις ποιεῖ, τὸν δὲ τοῦ Κρόνου βλέψας ἢ θανάτοις
ὀχλήσεως.
ἐπὶ δὲ τῆς μητρός, ἐὰν μὲν ὁ τοῦ Διὸς συσχηματισθῇ
τῇ τε σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης ὁπωσδήποτε, καὶ
αὐτὸς ὁ τῆς Ἀφροδίτης συμφώνως ἔχῃ πρὸς τὴν σελήνην
ὄντες. πολυχρόνιον δεικνύουσι τὴν μητέρα· ἐὰν δὲ ὁ τοῦ
Ἄρεως βλέψῃ τὴν σελήνην καὶ τὴν Ἀφροδίτην ἐπανενεχθεὶς
ἢ τετραγωνίσας ἢ διαμετρήσας ἢ ὁ τοῦ Κρόνου
τὴν σελήνην μόνην ὡσαύτως, ἀφαιρετικοὶ μὲν ὄντες ἢ
ἀποκεκλικότες πάλιν ἀντιπτώμασι μόνον ἢ ἀσθενείαις
περικυλίουσι, προσθετικοὶ δὲ ἢ ἐπίκεντροι ὀλιγοχρονίους
ἢ ἐπισινεῖς ποιοῦσι τὰς μητέρας, ὀλιγοχρονίους μὲν ὁμοίως
ἐπὶ τῶν ἀπηλιωτικῶν ὄντες κέντρων ἢ ἐπαναφορῶν,
ἐπισινεῖς δὲ ἐπὶ τῶν δυτικῶν.
Ἄρης μὲν γὰρ βλέψας τὴν
σελήνην τοῦτον τὸν τρόπον ἀνατολικὴν μὲν οὖσαν τούς
τε θανάτους τοὺς μητρικοὺς αἰφνιδίους καὶ τὰ σίνη περὶ
τὰς ὄψεις ποιεῖ, ἀποκρουστικὴν δὲ τοὺς θανάτους ἀπὸ
ἐκτρωσμῶν ἢ τῶν τοιούτων καὶ τὰ σίνη διὰ τομῶν καὶ
καύσεων, τὴν δὲ Ἀφροδίτην βλέψας τούς τε θανάτους
προσπαραληπτέον δὲ εἰς τὰ κατὰ μέρος εἴδη τῶν σινῶν ἢ
παθῶν ἢ καὶ θανάτων καὶ τὰς τῶν δωδεκατημορίων, ἐν
τε ἥλιον καὶ τὴν Ἀφροδίτην, νυκτὸς δὲ τὸν τοῦ Κρόνου
καὶ τὴν σελήνην. λοιπὸν δὲ ἐπὶ τῶν κατ’ εἶδος ἐξεργασιῶν
ἁρμόζον· καὶ ἀκόλουθον ἂν εἴη τὸν τῆς αἱρέσεως
πατρικὸν ἢ μητρικὸν τόπον ὥσπερ ὡροσκόπον ὑποστησαμένους
τὰ λοιπὰ ὡς ἐπὶ γενέσεως αὐτῶν τῶν γονέων
τοῦ μέντοι συγκρατικοῦ τρόπου καὶ ἐνταῦθα καὶ ἐπὶ πάντων μεμνῆσθαι προσήκει καταστοχαζομένους, ἐὰν
μὴ μονοειδεῖς ἀλλὰ διάφοροι ἢ τῶν ἐναντίων ποιητικοὶ
τυγχάνωσιν οἱ τὰς κυρίας τῶν ἐπιζητουμένων τόπων
εἰληφότες ἀστέρες, τίνες ἐκ τῶν περὶ ἕκαστον συμβεβηκότων
πρὸς δύναμιν πλεονεκτημάτων πλείους ἔχοντες
εὑρίσκονται ψήφους πρὸς τὴν ἐπικράτησιν τῶν ἀποτελεσθησομένων,
ἵνα ἢ ταῖς τούτων φύσεσιν ἀκόλουθον
ποιώμεθα τὴν ἐπίσκεψιν ἢ τῶν ψήφων ἰσορρόπων οὐσῶν,
προτέροις μὲν τοῖς ἑῴοις μᾶλλον, ὑστέροις
ἀπ’ ἀρχῆς μὲν γὰρ ἀνάγκη συνοικειωθῆναι
τῷ ζητουμένῳ τόπῳ τὸν μέλλοντά τι περὶ αὐτὸν
ἀπεργάζεσθαι τῶν ἀστέρων, καὶ τούτου μὴ συμβεβηκότος,
οὐδὲν οἷόν τε καθόλου διαθεῖναι τὸν μηδ’ ὅλως τῆς
ἀρχῆς κοινωνήσαντα τοῦ μέντοι χρόνον τῆς κατὰ τὸ ἀποτελούμενον
ἐκβάσεως οὐκέτι τὸ τῆς πρώτης δεσποτείας
αἴτιον, ἀλλ’ ἡ τοῦ κυριεύσαντός πως πρός τε τὸν ἥλιον
καὶ τὰς τοῦ κόσμου γωνίας διάστασις.
Ὁ μὲν οὖν περὶ γονέων τόπος σχεδὸν καὶ ἀπὸ τούτων
ἄν ἡμῖν γένοιτο καταφανής, ὁ δὲ περὶ ἀδελφῶν εἴ τις
καὶ ἐνταῦθα τὸ καθόλου μόνον ἐξετάζοιτο καὶ μὴ πέρα
τοῦ δυνατοῦ τόν τε ἀριθμὸν ἀκριβῶς καὶ κατὰ μέρος
ἐπιζητοίη, λαμβάνοιτο ἂν φυσικώτερον ὅ τε περὶ ὁμομητρίων
μόνον ἀπὸ τοῦ μεσουρανοῦντος δωδεκατημορίου
τοῦ μητρικοῦ τόπου, τουτέστι τοῦ περιέχοντος ἡμέρας
μὲν τὸν τῆς Ἀφροδίτης, νυκτὸς δὲ τὴν σελήνην, ἐπειδήπερ
τοῦτο τὸ ζῴδιον καὶ τὸ ἐπαναφερόμενον αὐτῷ γίνε-
Ἐὰν μὲν οὖν ἀγαθοποιοὶ τῷ τόπῳ συσχηματίζωνται, δαψίλειαν ἀδελφῶν
ἐροῦμεν πρός τε τὸ πλῆθος αὐτῶν τῶν ἀστέρων
ζῳδίοις τυγχάνουσι ἢ ἐν δισώμοις. ἐὰν δὲ οἱ κακοποιοὶ
καθυπερτερῶσιν αὐτὸν ἢ καὶ ἐναντιωθῶσι κατὰ σιάμετρον,
σπαναδελφίας εἰσι δηλωτικοί, μάλιστα δὲ κἂν τὸν
ἥλιον συμπαραλαμβάνωσι. εἰ δὲ καὶ ἐπὶ τῶν κέντρων ἡ
ἐναντίωσις γένοιτο, καὶ μάλιστα τοῦ ὡροσκοποῦντος, ἐπὶ
ἔτι μέντοι τῶν διδόντων ἀστέρων, ἐὰν μὲν καλῶς κατὰ τὸ
κοσμικὸν τυγχάνωσι διακείμενοι, εὐσχήμονας καὶ ἐνδόξους
ἡγητέον τοὺς διδομένους ἀδελφούς, ἐὰν δὲ ἐναντίως ταπεινοὺς
καὶ ἀνεπιφάντους, ἐὰν δὲ καθυπερτερήσωσι τοὺς
διδόντας ἢ ἐπανενεχθῶσιν αὐτοῖς οἱ κακοποιοὶ καὶ ὀλιγοχρονίους·
δώσουσι δὲ τοὺς μὲν ἄρρενας οἱ κοσμικῶς ἠρρενωμένοι,
τὰς δὲ θηλείας οἱ τεθηλυσμένοι, καὶ πάλιν τοὺς
μὲν πρώτους οἱ ἀπηλιωτικώτεροι τοὺς δὲ ὑστέρους οἱ
λιβικώτεροι.
πρὸς δὲ τούτοις ἐὰν οἱ διδόντες τοὺς ἀδελφοὺς συμφώνως συμφώνως ἐσχηματισμένοι τυγχάνωσι τῷ κυριεύοντι
τοῦ περὶ τῶν ἀδελφῶν δωδεκατημορίου, προσφιλεῖς
ποιήσουσι τοὺς διδομένους ἀδελφούς, ἐὰν δὲ καὶ τῷ
κλήρῳ τῆς τύχης, καὶ κοινωνοὺς βίου, ἐὰν δὲ ἐν τοῖς
ἀσυνδέτοις τύχωσιν ἢ κατὰ τὴν ἐναντίαν στάσιν, φιλ-
λόγον καὶ τῶν λοιπῶν ὡς ἐπὶ γενέσεως συνθεωρουμένων.
‘Υπ᾿ ὄψιν ἤδη καὶ τοῦ περὶ ἀδελφῶν λόγου κατὰ τὸν
ἁρμόζοντα καὶ φυσικὸν λόγον ἡμῖν γεγονότος ἑξῆς ἂν
εἴη τῶν κατ’ αὐτὴν τὴν γένεσιν ἄρξασθαι καὶ πρῶτον
ἐπιδραμεῖν τὸν περὶ ἀρρενικῶν τε καὶ θηλυκῶν ἐπιλογισμόν.
θεωρεῖται δ’ οὗτος οὐ μονοειδῶς οὐδ’ ἀφ’ ἑνός
τινος, ἀλλ’ ἀπό τε τῶν φώτων ἀμφοτέρων καὶ τοῦ ὡροσκότου,
τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων, μάλιστα
μὲν κατὰ τὴν τῆς σπορᾶς διάθεσιν, ὁλοσχερέστερον
δὲ καὶ κατὰ τὴν τῆς ἐκτροπῆς. τὸ δ’ ὅλον παρατηρητέον,
πότερον οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ τούτων οἰκοδεσποτοῦντες
ἀστέρες ἅπαντες ἢ οἱ πλεῖστοι τυγχάνουσιν
ἠρρενωμένοι πρὸς ἀρρενογονίαν ἢ τεθηλυσμένοι
πρὸς θηλυγονίαν καὶ οὕτως ἀποφαντέον.
διακριτέον μέντοι
τοὺς ἠρρενωμένους καὶ τεθηλυσμένους, καθ’ ὃν ὑπεθέμεθα
τρόπον ἐν ταῖς πινακικαῖς ἐκθέσεσιν ἐν ἀρχῇ
τῆς συντάξεως, ἀπό τε τῆς τῶν δωδεκατημορίων, έν οἷς
τὴν κατὰ τὸ πλεῖστον ἐπικράτησιν τοῦ γένους προσήκει
καταστοχάζεσθαι.
Καὶ περὶ τῶν γεννωμένων δὲ ὁμοίως ἀνά δύο ἢ καὶ πλειόνων τοὺς αὐτοὺς τόπους παρατηρεῖν προσήκει τουτέστι
τάδε δύο φῶτα καὶ τὸν ὡροσκόπον. παρακολουθεῖν δὲ
εἴωθε τοῦτο τὸ σύμπτωμα παρὰ τὰς κράσεις, ὅταν οἱ δύο
ἢ καὶ οἱ τρεῖς τόποι δίσωμα περιέχωσι ζῴδια, καὶ μάλιστα,
ὅταν καὶ οἱ οἰκοδεσποτίζοντες αὐτῶν ἀστέρες τὸ αὐτὸ
ἤ τινες μὲν ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι
τυγχάνωσιν ἢ πλείους.
ἐπὰν δὲ καὶ ἐν δισώμοις ὦσιν οἱ κύριοι τόποι καὶ κατὰ τὸ αὐτὸ πλείονες τῶν ἀστέρων συνεσχηματισμένοι,
τότε καὶ πλείονα τῶν δύο κυΐσκεσθαι
συμπίπτει, τοῦ μὲν πλήθους ἀπὸ τοῦ τὸ ἰδίωμα ποιιοῦντος
ἀστέρος τοῦ ἀριθμοῦ συνεικαζομένου τοῦ δὲ γένους
ἀπὸ τοῦ τῶν συνεσχηματισμένων ἀστέρων τῷ τε ἡλίῳ
καὶ τῇ σελήνῃ καὶ τῷ ὡροσκότῳ προσώπου πρὸς ἀρρε-
ὅταν δὲ ἡ τοιαύτη διάθεσις μὴ συμπεριλαμβάνῃ
ὡς ἐπίπαν ἢ καὶ πλείονα κυΐσκουσιν· ἰδίως δὲ τρεῖς
μὲν ἄρρενας πληροφοροῦσιν ὑπὸ τὴν τῶν ἀνακτόρων
γένεσιν ἅμα τοῖς προκειμένοις τόποις ἐν δισώμοις συσχηματισθέντες
Κρόνος Ζεὺς Ἄρης, τρεῖς δὲ θηλείας ὑπὸ
τὴν τῶν χαρίτων Ἀφροδίτη σελήνη μεθ’ Ἑρμοῦ τεθηλυσμένου,
δύο δὲ ἄρρενας καὶ μίαν θήλειαν ὑπὸ τὴν
τῶν Διοσκούρων Κρόνος Ζεὺς Ἀφροδίτη, δύο δὲ θηλείας
καὶ ἄρρενα ἕνα ὑπὸ τὴν Δήμητρος καὶ Κόρης Ἀφροδίτη,
σελήνη, Ἄρης, ἐφ’ ὧν ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν εἴωθε
τό τε μὴ τελεσφορεῖσθαι τά γινόμενα καὶ τὸ μετὰ παρασήμαων
τινῶν σωματικῶν ἀποκυΐσκεσθαι καὶ ἔτι τὸ γίγνεσθαί
τινα τοῖς τόποις ἐξαίρετα καὶ ἀπροσδόκητα διὰ
τὴς τῶν τοιούτων συμπτωμάτων ὥσπερ ἐπιφανείας.
Ὀὐκ ἀλλότριος δὲ τῆς προκειμένης σκέψεως οὐδ’ ὁ
περὶ τῶν τεράτων λόγος. πρῶτον μὲν γὰρ ἐπὶ τῶν τοιούτων
τά μὲν φῶτα ἀποκεκλικότα ἢ ἀσύνδετα τῷ ὡροσκόπῳ
κατὰ τὸ πλεῖστον εὑρίσκεται, τὰ δὲ κέντρα διειλημμένα
ὑπὸ τῶν κακοποιῶν. ὅταν οὖν τοιαύτη τις ὑπ’ ὄψιν πέσῃ
ἐὰν γὰρ οἱ τῆς ἐκτροπῆς αὐτῶν τόποι καὶ ὁ τῆς σελήνης καὶ ὁ τοῦ ὡροσκότου
πάντες ἢ οἱ πλείονες ἀσύνδετοι τυγχάνωσιν ὄντες
τῷ τῆς προγενομένης συζυγίας τόπῳ, τὸ γεννώμενον
αἰνιγματῶδες ὑπονοητέον. ἐὰν μὲν οὖν τούτων οὕτως
ἐχόντων τά τε φῶτα ἐν τετράποσιν ἢ θηριώδεσιν εὐρίσκηται
ζῳδίοις καὶ οἱ δύο κεκεντρωμένοι τῶν κακοποιῶν,
οὐδὲ ἐξ ἀνθρώπων ἔσται τὸ γεννώμενον, μηδενὸς μὲν
μαρτυροῦντος τοῖς φωσὶν τῶν ἀγαθαποιῶν τέλεον ἀνήμερον
καὶ τῶν ἀγρίαν καὶ κακωτικὴν ἐχόντων φύσιν,
μαρτυρούντων δὲ Διὸς ἢ Ἀφροδίτης τῶν ἐκθειαζομένων,
οἷον κυνῶν αἰλούρων ἢ πιθήκων ἢ τῶν τοιούτων, Ἑρμοῦ
δὲ τῶν εἰς χρείαν ἀνθρωπίνην, οἷον ὀρνίθων ἢ συῶν
βοῶν ἢ αἰγῶν καὶ τῶν τοιούτων.
ἐὰν δὲ ἐν ἀνθρωποειδέσι τὰ φῶτα καταλαμβάνηται τῶν ἄλλων ὡσαύτως
ἐχόντων, ὑπ’ ἀνθρώπων μὲν ἢ παρ’ ἀνθρώποις ἔσται τὰ
γεγενημένα, τέρατα δὲ καὶ αἰνιγματώδη, τῆς κατὰ τὸ
ποῖον ἰδιότητος καὶ ἐνταῦθα συνορωμένης ἐκ τῆς τῶν
ἐὰν δὲ 6 τοῦ Διὸς τῆς Ἀφροδίτης μαρτυρήσῃ, τιμώμενον καὶ εὔσχημον ἔσται τὸ τοῦ τέρατος ἴδιον,
ὁποῖον περὶ τοὺς ἑρμαφροδίτους ἢ τοὺς
καλουμένους ἁρποκρατικοὺς καὶ τοὺς τοιούτους εἴωθε
συμβαίνειν, εἰ δὲ καὶ 6 τοῦ Ἑρμοῦ μαρτυρήσῃ, μετὰ
τούτων μὲν καὶ ἀποφθεγγομένους καὶ διὰ τῶν τοιούτων
ποριστικούς, μόνος δὲ 6 τοῦ Ἑρμοῦ νωδοὺς καὶ κωφούς,
εὐφυεῖς μέντοι καὶ πανούργους ἄλλως ἀπεργάζεται.
Λοιποῦ δὲ ὄντος εἰς τὰ κατ’ αὐτὴν τὴν γένεσιν τοῦ
περὶ ἀτρόφων λόγου προσήκει διαλαβεῖν, ὅτι πῇ μὲν ὁ
τρόπος οὗτος ἔχεται τοῦ περὶ χρόνων ζωῆς λόγου, ἐπειδὴ
τὸ ζητούμενον εἶδος οὐκ ἀλλότριον ἑκατέρου, πῇ δὲ κεχώρισται
παρὰ τὸ κατ’ αὐτὴν τὴν τῆς ἐπισκέψεως δύναμιν
διαφέρειν πως. 6 μὲν γὰρ περὶ χρόνων ζωῆς ἐπὶ τῶν
ὅλως ἐχόντων χρόνους αἰσθητοὺς θεωρεῖται, τουτέστι μὴ
ἐλάττονας ἡλιακῆς περιόδου μιᾶς· χρόνος γὰρ ἰδίως ὁ
τοιοῦτος ἐνιαυτὸς καταλαμβάνεται, δυνάμει δὲ καὶ ὁ
ἐλάττων τούτου, μῆνές εἰσι καὶ ἡμέραι καὶ ὧραι· 6 δὲ·
μὲν ἀγαθοποιοῦ συσχηματιζομένου, τοῦ δὲ οἰκοδεσπότου
τῶν φώτων ἐν τοῖς τῶν κακοποιῶν τόποις κατειλημμένου,
τὸ γεννώμενον οὐ τραφήσεται, παρ’ αὐτὰ
δὲ ἕξει τὸ τέλος τῆς ζωῆς·
ἐὰν δὲ μὴ κατ’ ἰσοσκελίαν μὲν τοῦτο συμβαίνῃ, ἀλλ’ ἐγγὺς ἐπαναφέρωνται τοῖς τῶν
φώτων τόποις αἰ τῶν κακοποιῶν βολαί, δύο δὲ ὦσιν οἱ
κακοποιοὶ καὶ ἤτοι τὸ ἕτερον τῶν φώτων ἢ καὶ ἀμφότερα
βλάπτοντες ἢ κατὰ ἐπαναφορὰν ἢ κατὰ διάμετρον
ἢ ἐν μέρει τὸ ἕτερον 6 ἕτερος, ἢ 6 μὲν ἕτερος διαμετρῶν
δὲ ἕτερος ἐπαναφερόμενος, καὶ οὕτως ἄχρονα γίνεται
τοῦ πλήθους τῶν κακώσεων ἀφανίζοντος τὸ ἐκ τοῦ δια.
στήματος τῆς ἐπαναφορᾶς εἰς ἐπιμονὴν τῆς ζωῆς φιλάν-
θρωπον.
βλάπτει δὲ ἐξαιρέτως κατὰ μὲν τὰς ἐπαναφορᾶς ἥλιον μὲν 6 τοῦ Ἄρεως, σελήνην δὲ ὁ τοῦ Κρόνου, κατὰ
δὲ τὰς διαμετρήσεις ἢ καθυπερτερήσεις ἀνάπαλιν ἥλιον
μὲν 6 τοῦ Κρόνου, σελήνην δὲ 6 τοῦ Ἄρεως, καὶ μάλιστα,
τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν ἀπόρροιαν ἀπό τινος
καὶ τοῦ τῶν ἐγγυτέρων τῶν κακοποιῶν ἀκτίνων ἀριθμοῦ
τῶν μοιρῶν τοὺς ἴσους μῆνας ἢ ἡμέρας καὶ ὥρας πρὸς
τὸ μέγεθος τῆς κακώσεως καὶ τὴν δύναμιν τῶν τὸ αἴτιον
ποιούντων.
ἐὰν αἱ αἱ μὲν τῶν κακοποιῶν ἀκτῖνες εἰς τὰ
προηγούμενα φέρωνται τῶν φώτων, αἱ δὲ τῶν ἀγαθοποιῶν
εἰς τὰ ἑπόμενα, τὸ γεννώμενον ἐκτεθὲν ἀναληφθήσεται
καὶ ζήσεται, καὶ πάλιν, ἐὰν μὲν οἱ συσχηματισθέντες
ἀγαθοποιοὶ καθυπερτερηθῶσιν ὑπὸ τῶν κακοποιῶν,
εἰς κάκωσιν καὶ ὑποταγήν, ἐὰν δὲ καὶ καθυπερτερήσωσιν,
εἰς ὑποβολὴν ἄλλων γονέων. εἰ εἰ καὶ τῶν
ἀγαθοποιῶν τις ἀνατολὴν ἢ συναφὴν ποιοῖτο τῇ σελήνῃ,
τῶν δὲ κακοποιῶν ὑπὸ δύσιν τις εἴη, ὑπ’ αὐτῶν τῶν
κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ
ἐπὶ τῶν πλειστογονούντων, ἐὰν μὲν ὑπὸ δύσιν τις τῶν
ἡμιθανές τε ἢ σάρκωμα καὶ ἀτελὲς τὸ γεννώμενον ἀποτεχθήσεται,
ἐὰν δὲ ὑπὸ κακοποιῶν καθυπερτερῆται, ἄτροφον
ἢ ἄχρονον ἔσται τὸ ὑπὸ τῆς κατ’ αὐτὸν αἰτίας
συγγεγενημένον.
Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων ἡγεῖται μὲν ὁ περὶ χρόνων ζωῆς λόγος, ἐπειδήπερ κατὰ τὸν ἀρχαῖον
γελοῖόν ἐστι τὰ καθ’ ἕκαστα τῶν ἀποτελουμένων ἐφαρ-
μόζειν τῷ μηδ’ ὅλως ἐκ τῆς τῶν βιωσίμων ἐτῶν ὑποστάσεως
ἐπὶ τοὺς ἀποτελεστικοὺς αὐτῶν χρόνους ἥξοντι.
θεωρεῖται δὲ οὗτος οὐχ ἁπλῶς οὐδ’ ἀπολελυμένως, ἀλλ’ ἀπὸ τῆς τῶν κυριωτάτων τόπων ἐπικρατήσεως πολυμερῶς
λαμβανόμενος. ἔστι δ’ ὁ μάλιστά τε συμφωνῶν ἡμῖν
καὶ ἄλλως ἐχόμενος φύσεως τρόπος τοιοῦτος. ἤρτηται μὲν
γὰρ τὸ πᾶν ἔκ τε τῆς τῶν ἀφετικῶν τόπων διαλήψεως
καὶ ἐκ τῆς αὐτῶν τῶν τῆς ἀφέσεως ἐπικρατούντων καὶ
ἔτι ἐκ τῆς τῶν ἀναιρετικῶν τόπων ἢ ἀστέρων. διακρίνεται
δὲ τούτων ἕκαστον οὕτως.
τόπους μὲν πρῶτον ἡγητέον ἀφετικοὺς ἐν οἷς εἶναι δεῖ πάντως τὸν μέλλοντα τὴν κυρείαν τῆς ἀφέσεως λαμβάνειν
τὰς τοῦ ἀγαθοῦ δαίμονος καὶ τετραγώνους τοῦ ὑπὲρ γῆν
εἶτα τῶν κατὰ τὴν ἐπαναφοράν τοῦ μεσουρανήματος, εἶτα
τῶν κατὰ τὸ δῦνον, εἶτα τῶν κατὰ τὸ προηγούμενον τοῦ
μεσουρανήματος.
τό τε γὰρ ὑπὸ γῆν πᾶν εἰκότως ἀθετητέον
πρὸς τὴν τηλικαύτην κυρείαν πλὴν μόνων τῶν παρ’
αὐτὴν τὴν ἐπαναφορὰν εἰς φῶς ἐρχομένων, τοῦ τε ὑπὲρ
γῆν οὔτε τὸ ἀσύνδετον τῷ ἀνατέλλοντι δωδεκατημόριον
ἁρμόζει παραλαμβάνειν, οὔτε τὸ προανατεῖλαν, ὃ καλεῖται
ἐκ τῶν τῆς γῆς ὑγρῶν παχὺ καὶ ἀχλυῶδες, παρ’ 3 καὶ
τοῖς χρώμασι καὶ τοῖς μεγέθεσιν οὐ κατὰ φύσιν ἔχοντες
φαίνονται.
μετὰ δὲ ταῦτα πάλιν ἀφέτας παραληπτέον τούς
τε κυριωτάτους τέσσαρας τόπους, ἥλιον, σελήνην, ὠροσκόπον,
κλῆρον τύχης, καὶ τοὺς τούτων οἰκοδεσποτήσαντας,
κλῆρον μέντοι τύχης τὸν συναγόμενον ἀπὸ τοῦ ἀριθμοῦ
πάντοτε καὶ νυκτὸς καὶ ἡμέρας τοῦ ἀπὸ ἡλίου ἐπὶ
σελήνην καὶ τὰ ἴσα φέροντος ἀπὸ τοῦ ὡροσκόπου κατὰ τὰ
ἴσως δὲ αὐτὸ τοῦτο θέλει τε καὶ δύναται παρὰ τῷ συγγραφεῖ τὸ τοῖς νυκτὸς γεννωμένοις ἀπὸ σελήνης ἐπὶ
ἥλιον ἀριθμεῖν καὶ ἀνάπαλιν ἀπὸ τοῦ ὡροσκόπου, τουτέστιν
εἰς τὰ προηγούμενα, διεκβάλλειν· καὶ οὕτως γὰρ
κἀκεῖνος 6 αὐτὸς τόπος τοῦ κλήρου καὶ 6 αὐτὸς τοῦ
συσχηματισμοῦ λόγος ἐκβήσεται.
προκριτέον δὲ καὶ ἐκ τούτων ἡμέρας μὲν πρῶτον τὸν ἥλιον, ἐάνπερ ἐν τοῖς ἀφετικοῖς τόποις, εἰ δὲ μή, τὴν
σελήνην, εἰ δὲ μή, τὸν πλείους ἔχοντα λόγους οἰκοδεσποτείας
πρός τε τὸν ἥλιον καὶ τὴν προγενομένην σύνοδον
καὶ πρὸς τὸν ὡροσκόπον, τουτέστιν ὅταν τῶν οἰκοδεσποτικῶν
δεσποτικῶν τρόπων ε΄ ὄντων τρεῖς ἔχῃ πρὸς ἕνα ἢ καὶ
πλείους τῶν εἰρημένων, εἰ δὲ μή, τελευταῖον τὸν ὡροσκόπον,
εἰ δὲ καὶ ἀμφότερα τὰ
φῶτα ἢ καὶ ὁ τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότης ἐν τοῖς
ἀφετικοῖς εἷεν τόποις, τὸν ἐν τῷ κυριωτέρῳ τόπῳ τῶν
φώτων παραληπτέον, τότε δὲ μόνον τὸν οἰκοδεσπότην
ἀμφοτέρων προκριτέον, ὅταν καὶ κυριώτερον ἐπέχῃ τόπον
καὶ πρὸς ἀμφοτέρας τὰς αἱρέσεις οἰκοδεσποτείας
λόγον ἔχῃ.
τοῦ δὲ ἀφέτου διακριθέντος ἔτι καὶ τῶν ἀφέσεων δύο
τρόπους παραληπτέον, τόν τε εἰς τὰ ἑπόμενα μόνον τῶν
ἀπηλιωτικοῖς τόποις, τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανήματος
ἐπὶ τὸν ὡροσκόπον τόποις, ὁ ἀφέτης, καὶ τὸν οὐ
μόνον εἰς τὰ ἑπόμενα ἀλλὰ καὶ εἰς τὰ προηγούμενα κατὰ
τὴν λεγομένην ὡριμαίαν, ὅταν ἐν τοῖς ἀποκεκλικόσι τοῦ
μεσουρανήματος τόποις ὁ ἀφέτης.
τούτων δὲ οὕτως ἐχόντων ἀναιρετικαὶ γίγνονται μοῖ
ραι κατὰ μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφεσιν
ἡ τοῦ δυτικοῦ ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν
κύριον τῆς ζωῆς, αἱ δὲ τῶν οὕτως ὑπαντώντων ἢ μαρτυ-
λῖν ὁποτέροις ἂν αὐτῶν συσχηματισθῇ προστιθεμένου.
ὁ δὲ ἀριθμὸς τῆς προσθέσεως ἢ ἀφαιρέσεως θεωρεῖται διὰ
τῆς καθ’ ἕκαστον μοιροθεσίας ὅσοι γὰρ ἂν ὦσιν ὡριαῖοι
χρόνοι τῆς ἑκάστου μοίρας, ἡμέρας μὲν οὔσης οἱ τῆς
ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός, τοσοῦτον πλῆθος ἐτῶν
ἔσται τὸ τέλειον· ὅπερ ἐπὶ τῆς ἀνατολῆς αὐτῶν ὄντων
κατά δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἳ τε τῶν κακοποιῶν τόποι Κρόνου καὶ ’Άρεως
ἤτοι σωματικῶς ὑπαντώντωνῆ ἀκτῖνα ἐπιφερόντων ὅθεν
δήποτε τετράγωνον ἢ διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν
δωδεκατημορίων κακωθεὶς ὁ ἑξάγωνος, ἐπὶ δὲ τῶν ὀλιγο-
χρονίων ὁ τρίγωνος σελήνης δὲ ἀφιείσης καὶ ὁ τοῦ ἡλίου
τόπος· ἰσχύουσι γὰρ αἱ κατὰ τὴν τοιαύτην ἄφεσιν ὑπαν-
οὐ πάντοτε μέντοι τούτους
τοὺς τόπους καὶ πάντως ἀναιρεῖν ἡγητέον, ἀλλά μόνον
ὅταν ὦσι κεκακωμένοι· παραποδίζονται γάρ, ἐάν τε εἰς
ἀγαθοποιοῦ ὅριον ἐμπέσωσιν, ἐάν τέ τις τῶν ἀγαθοποιῶν
ἀκτῖνα συνεπιφέρῃ τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον
ἤτοι πρὸς αὐτὴν τὴν ἀναιρετικὴν μοῖραν ἢ εἰς τὰ
ἑπόμενα αὐτῆς, ἐπὶ μὲν Διὸς μὴ ὑπὲρ τὰς δώδεκα μοίρας,
ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς ὀκτώ, ἐάν τε σωμάτων
ὄντων ἀμφοτέρων τοῦ τε ἀφιέντος καὶ τοῦ ὑπαντῶντος
μὴ τὸ αὐτὸ πλάτος ἀμφοτέρων.
ὅταν οὖν δύο
ὅταν αἰσθητῶς πλείονα ᾖ τὰ ἕτερα τῶν ἑτέρων,
κατὰ δύναμιν δέ, ὅταν τῶν βοηθούντων ἢ ἀναιρούντων
ἀστέρων οἱ μὲν ἐν οἰκείοις ὦσι τόποις, οἱ δὲ μή, μάλιστα
δ’ ὅταν οἱ μὲν ὦσιν ἀνατολικοί, οἱ δὲ δυτικοί. καθόλου
όλου γὰρ τῶν ὑπὸ τὰς αὐγὰς ὄντων οὐδένα παραληπτέον
οὔτε πρὸς ἀναίρεσιν οὔτε πρὸς βοήθειαν, πλὴν εἰ μὴ
τῆς σελήνης ἀφέτιδος οὔσης αὐτὸς ὁ τοῦ ἡλίου τόπος
ἀνέλῃ συντετραμμένος μὲν ὑπὸ τοῦ συνόντος κακοποιοῦ,
διὰ μηδενὸς δὲ τῶν ἀγαθοποιῶν ἀναλελυμένος. ὁ μέντοι
τῶν ἐτῶν ἀριθμός, ὃν ποιοῦσιν αἱ τῶν μεταξὺ διαστάαὑται
αὐτὸν ποιουμένων ἀνατολήν.
ἑνὸς γὰρ ἐκ παντὸς τρόπου τῷ φυσικῶς τοῦτο τὸ μέρος ἐπισκεπτομένῳ προκειμένου
τοῦ σκοπεῖν, μετὰ πόσους ἰσημερινοὺς χρόνους
τὸ τοὺς ἰσημερινοὺς χρόνους ὁμαλῶς διέρχεσθαι καὶ τὸν
ὁρίζοντα καὶ τὸν μεσημβρινόν, πρὸς οὓς ἀμφοτέρους αἱ
τῶν τοπικῶν ἀποστάσεων ὁμοιότητες λαμβάνονται, καὶ
ἰσχύειν δὲ ἕκαστον τῶν χρόνων ἐνιαυτὸν ἕνα ἡλιακὸν
ᾗ ὁ ἀφετικὸς καὶ προηγούμενος τόπος, τοὺς ἀναφορικοὺς
χρόνους τῶν μέχρι τῆς ὑπαντήσεως μοιρῶν προσήκει
λαμβάνειν·
μετὰ τοσούτους γὰρ ἰσημερινοὺς χρόνους ὁ ἀναιρέτης ἐπὶ τὸν τοῦ ἀφέτου τόπον τουτέστι ἐπὶ τὸν
ἀνατολικὸν ὁρίζοντα παραγίνεται, ὅταν δὲ ἐπ’ αὐτοῦ τοῦ
μεσημβρινοῦ, τὰς ἐπ’ ὀρθῆς τῆς σφαίρας ἀναφοράς,
έν ὅσαις ἕκαστον τμῆμα διέρχεται τὸν μεσημβρινόν, ὅταν
δὲ ἐπ’ αὐτοῦ τοῦ δυτικοῦ ὁρίζοντος, ἐν ὅσαις ἑκάστη
τῶν τῆς διαστάσεως μοιρῶν καταφέρεται, τουτέστιν ἐν
ὅσαις αἰ διαμετροῦσαι ταύτας ἀναφέρονται.
τοῦ δὲ τροηγουμένου τόπου μηκέτι ὄντος ἐν τοῖς τρισὶ τούτοις ὅροις
ἀλλ’ ἐν ταῖς μεταξὺ διαστάσεσιν, οὐκέτι οἱ τῶν προκειμέ-
ἔχων ἅμα πρός τε τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν·
ὥσπερ δ
ἂν περιάγηται περὶ τὰς εἰρημένας τομάς, ἔρχεται μὲν
ἐπὶ τὴν αὐτὴν θέσιν καὶ τῷ ὁρίζοντι καὶ τῷ μεσημβρινῷ,
τοὺς δὲ τῆς διελεύσεως τοῦ ζῳδιακοῦ χρόνους ἀνίσους
ἐφ’ ἑκατέρου ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ κατὰ τὰς τῶν
ἄλλων ἀποστάσεων θέσεις δι’ ἀνίσων ἐκείνοις χρόνων
τὰς παρόδους ἀπεργάζεται.
μία δέ τις ἡμῖν ἔφοδος ἔστω
τοιαύτη, δι’ ἧς, ἐάν τε ἀνατολικὴν ἐάν τε μεσημβρινὴν
δυτικὴν ἐάν τε ἄλλην τινὰ ἔχῃ θέσιν ὁ προηγούμενος
τόπος, τὸ ἀνάλογον τῶν ἐπ’ αὐτὸν φερόντων χρόνων τὸν
ἑπόμενον τόπον ληφθήσεται· προδιαλαβόντες γὰρ τήν τε
μεσουρανοῦσαν τοῦ ζῳδιακοῦ μοῖραν καὶ ἔτι τήν τε προηγουμένην
καὶ τὴν ἐπερχομένην πρῶτον σκεψόμεθα τὴν
τῆς προηγουμένης θέσιν, πόσας καιρικὰς ὥρας ἀπέχει
τοῦ μεσημβρινοῦ, ἀριθμήσαντες τὰς μεταξὺ αὐτῆς καὶ
τῆς μεσουρανούσης οἰκείως ἤτοι ὑπὲρ γῆν ἢ ὑπὸ γῆν
μοίρας ἐπ’ ὀρθῆς τῆς σφαίρας ἀναφορὰς καὶ μερίσαντες
ἐπειδὴ τὰ τὰς αὐτὰς καιρικὰς ὥρας ἀπέχοντα τοῦ μεσημβρινοῦ τμήματα τοῦ ζῳδιακοῦ
καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ γίνεται τῶν προειρημένων
καὶ ἡ ἑπομένη μοῖρα τῆς κατὰ τὸ αὐτὸ μεσουράνημα διὰ
τῶν ἐπ’ ὀρθῆς πάλιν τῆς σφαίρας ἀναφορῶν, καὶ πόσους,
ὅτε τὰς ἴσας καιρικὰς ὥρας ἐποίει τῇ
προηγουμένη, πολυπλασιάσαντές τε καὶ ταύτας ἐπὶ τὸ πλῆθος τῶν τῆς
ἑπομένης μοίρας ὡριαίων χρόνων, εἰ μὲν πρὸς τὸ ὑπὲρ
γῆν εἴη μεσουράνημα πάλιν ἡ σύγκρισις, τῶν καιρικῶν
ὡρῶν τὸ τῶν ἡμερησίων, εἰ δὲ πρὸς τὸ ὑπὸ γῆν, τὸ τῶν
τῆς νυκτός, καὶ τοὺς γινομένους ἐκ τῆς ὑπεροχῆς ἀμφοτέρων
τῶν διαστάσεων λαβόντες ἕξομεν τὸ τῶν ἐπιζητουμένων
ἐτῶν πλῆθος.
ἵνα δὲ φανερώτερον γένηται τὸ λεγόμενον, ὑποκείσθω προηγούμενος μὲν τόπος ὁ τῆς
ἀρχῆς τοῦ Κριοῦ λόγου ἕνεκεν, ἑπόμενος δὲ ὁ τῆς ἀρχῆς
τῶν Διδύμων, κλίμα δέ, ὅπου ἡ μὲν μεγίστη ἡμέρα
καὶ ἀνατελλέτω πρῶτον ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουτὰ
ἐπεῖ οὖν ἡ τοῦ Κριοῦ ἀρχὴ ἀπέχει
μεσημβρινοῦ μεσουρανήματος καιρικὰς ὥρας ἕξ, ταύτας
πολλαπλασιάσαντες ἐπὶ τοὺς ιݲζݲ χρόνους, οἵπερ ἦσαν
ὡριαίου μεγέθους τῆς ἀρχῆς τῶν Διδύμων, ἐπειδήπερ
πρὸς τὸ ὑπὲρ γῆν μεσουράνημά ἐστιν ἡ τῶν ρݲμݲηݲ χρόνων
ἀποχή, ἕξομεν καὶ ταύτης τῆς διαστάσεως χρόνους
ρݲβݲ· μετὰ τοὺς τῆς ὑπεροχῆς ἄρα χρόνους μݲςݲ
τόπος ἐπὶ τὸν τοῦ προηγουμένου μεταβήσεται. τοσοῦτοι
δέ εἰσιν ἔγγιστα χρόνοι καὶ τῆς ἀναφορᾶς τοῦ τε Κριοῦ
καὶ τοῦ Ταύρου, ἐπειδὴ ὁ ἀφετικὸς τόπος ὑπόκειται ὡροσκοπῶν.
μεσουρανείτω δὴ ὁμοίως ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα
ἀπέχῃ κατὰ τὴν πρώτην θέσιν ἡ ἀρχὴ τῶν Διδύμων τοῦ
ὑπὲρ γῆν μεσουρανήματος χρόνους ἰσημερινοὺς νݲηݲ.
οὖν κατὰ δευτέραν θέσιν ὀφείλει μεσουρανεῖν ἡ
ἀρχὴ τῶν <Διδύμων> ἕξομεν τὴν τῶν διαστάσεων
αὐτῶν τῶν νݲηݲ χρόνων, ἐν ὅσοις πάλιν διὰ τὸ μεσουρανεῖν
τὸν ἀφετικὸν τόπον διέρχεται τὸν μεσημβρινὸν
ὅ τε Κριὸς καὶ ὁ Ταῦρος. δυνέτω δὲ τὸν αὐτὸν τρόπον
ἐπειδὴ οὖν πάλιν ἓξ ὥρας καιρικὰς ἀπέχει τοῦ μεσημβρινοῦ ἡ
ἀρχὴ τοῦ Κριοῦ πρὸς δυσμάς, ἐὰν ἑπτακαιδεκάκις ταύ-
δὲ τὰ διαμετροῦντα δωδεκατημόρια τό τε τῶν
Χηλῶν καὶ τὸ τοῦ Σκορπίου.
ὑποκείσθω τοίνυν ἐπὶ μηδενὸς μὲν οὖσα τῶν κέντρων ἡ ἀρχὴ τοῦ Κριοῦ, ἀπέχουσα
δέ, λόγου ἕνεκεν εἰς τὰ προηγούμενα τῆς μεσημβρίας
καιρικὰς ὥρας τρεῖς, ἵνα μεσουρανῇ μὲν ἡ τοῦ Ταύρου
μοῖρα ὀκτωκαιδεκάτη, ἀπέχῃ δὲ κατὰ τὴν πρώτην
θέσιν ἡ τῶν Διδύμων ἀρχὴ τοῦ ὑπὲρ γῆν μεσουρανή-
ματος εἰς τά ἑπόμενα χρόνους ἰσημερινοὺς ιݲγݲ· ἐὰν οὖν
πάλιν τοὺς ιݲζݲ χρόνους ἐπὶ τὰς γݲ ὥρας πολλαπλασιάσωμεν,
ἀφέξει μὲν καὶ κατὰ τὴν δευτέραν θέσιν ἡ τῶν Διδύμων
ἀρχὴ τῆς μεσημβρίας εἰς τὰ προηγούμενα χρόνους νݲαݲ,
ἐποίει δὲ διά τῆς αὐτῆς ἀγωγῆς, ὅτε μὲν ἀνέτελλεν ὁ ἀφετικὸς τόπος, χρότοῦ
διήνεγκε δὲ κατὰ τὸ ἀνάλογον τῆς τῶν γݲ ὡρῶν
ἐπειδήπερ αὕτη ἐπὶ μὲν τῶν ἄλλων κατὰ τὰ κέντρα
τεταρτημορίων ιݲβݲ χρόνων ἦν, ἐπὶ δὲ τῆς τῶν τριῶν
ἀποστάσεως ἓξ χρόνων.
ἐπεὶ δὲ καὶ ἐπὶ πάντων ἡ αὐτὴ
σχεδὸν ἀναλογία συντηρεῖται, δυνατὸν ἔσται κατὰ τοῦτον
τὸν τρόπον ἁπλούστερον τῇ μεθόδῳ χρῆσθαι. πάλιν
γὰρ ἀνατελλούσης μὲν τῆς προηγουμένης μοίρας ταῖς
μέχρι τῆς ἑπομένης ἀναφοραῖς συγχρησόμεθα, μεσουρανούσης
δὲ ταῖς ἐπ’ ὀρθῆς τῆς σφαίρας, δυνούσης δὲ ταῖς
καταφοραῖς, ὅταν δὲ μεταξὺ τούτων ᾗ, ὡς λόγου ἕνεκεν
ἐπὶ τῆς ἐκκειμένης διαστάσεως τοῦ Κριοῦ, ληψόμεθα
πρῶτον τοῦς ἐπιβάλλοντας χρόνους ἑκατέρῳ τῶν περιεχόντων
κέντρων, εὑρήσομεν δέ, ἐπειδὴ μετὰ τὸ μεσουράνημα
τὸ ὑπὲρ γῆν ὑπέκειτο ἡ ἀρχὴ τοῦ Κριοῦ μεταξὺ
τοῦ μεσουρανοῦντος κέντρου καὶ τοῦ δύνοντος, τοὺς
ἐπιβάλλοντας χρόνους μέχρι τῆς ἀρχῆς τῶν Διδύμων,
τῶν μὲν συμμεσουρανήσεων νݲηݲ, τῶν δὲ συγκαταδύσεων
πόσας καιρικὰς
ἀπέχει τὸ προηγούμενον τμῆμα ὁποτέρου τῶν κέντρων,
ὅσον ἂν ὦσι μέρος αὗται τῶν τοῦ τεταρτημορίου καιριἐμεσουράνη
ἀπέχων, αἴ εἰσι τῶν ἓξ ὡρῶν ἥμισυ μέρος, λαβόν
τες καὶ τῶν ιݲβݲ χρόνων τὸ ἥμισυ ἤτοι τοῖς νݲηݲ
ἢ τῶν οݲ ἀφελόντες εὑρήσομεν τὴν ἐπιβολὴν χρόνων
ξݲδݲ.
εἰ δέ γε δύο καιρικὰς ὥρας ἀπεῖχεν ὁποτέρου τῶν κέντρων, αἴ εἰσι τῶν ςݲ ὡρῶν τὸ τρίτον μέρος, τὸ τρίτον
πάλιν τῶν τῆς ὑπεροχῆς ιݲβݲ χρόνων, τουτέστι τοὺς δݲ.
εἰ μὲν ἡ τῶν δύο ὡρῶν ἀποχή ἀπὸ τοῦ μεσουρανήματος
ὑπέκειτο, προσεθήκαμεν ἂν τοῖς νݲηݲ χρόνοις, εἰ δὲ
τοῦ δύνοντος, ἀφείλομεν ἂν ἀπὸ τῶν οݲ. ὁ μὲν οὖν
τῆς τῶν χρονικῶν διαστάσεων ποσότητος οὕτως ἡμῖν
κατὰ τὸ ἀκόλουθον ὀφείλει λαμβάνεσθαι.
διακρινοῦμεν δὲ λοιπὸν ἐφ’ ἑκάστης τῶν προειρημένων νων ἢ καὶ καταδύσεων κατὰ τὴν ἀπὸ τῶν
ὀλιγοχρονιωτέρων τάξιν τάς τε ἀναιρετικὰς καὶ τὰς κλιμακτηρικὰς
τῆν ὑπάντησιν ἢ βοηθεῖσθαι κατὰ τὸν προειρημένον
ἡμῖν τρόπον καὶ διὰ τῶν καθ’ ἕκαστον τῶν διασημαινομένων
ἐκ τῆς ὑπαντήσεως χρονικῶν ἐπεμβάσεων.
κεκακωμένων γὰρ ἅμα τῶν τόπων καὶ τῆς πρὸς τὴν
ἢ βλαβὰς καὶ καθαιρέσεις παροδικάς τῆς καὶ ἑν τούτοις
ἰδιότητος λαμβανομένης ἀπὸ τῆς τῶν ὑπαντητικῶν τόπων
πρὸς τὰ τῆς γενέσεως πράγματα συνοικειώσεως.
οὐδὲν
δὲ ἐνίοτε κωλύει, δισταζομένων τῶν τὴν ἀναιρετικὴν
κυρίαν λαμβάνειν ὀφειλόντων τὰς καθ’ ἕκαστον αὐτῶν
ὑπαντήσεις ἐπιλογιζομένους ἤτοι ταῖς μάλιστα πρὸς τὰ
ἐκβάντα ἤδη τῶν συμπτωμάτων συμφωνούσαις καὶ πρὸς
τά μέλλοντα κατακολουθεῖν ἢ πρὸς ἁπάσας ὡς κατ’ ἰσότητα
τῆς δυνάμεως ἰσχυούσας παρατηρητικῶς ἔχειν τὸ
μᾶλλον καὶ ἧττον αὐτῶν κατὰ τὸν αὐτὸν τρόπον
ἐπισκεπτομένους.
Ἐφωδευμένης δὲ καὶ τῆς τοῦ περὶ χρόνων ζωῆς λόγου
πραγματείας λέγομεν ἀρχὴν τῶν κατὰ μέρος, λαβόντες
διατυπώσεως, ἐπειδὴ καὶ τά τοῦ σώματος τῶν
τῆς ψυχῆς προτυποῦται κατὰ φύσιν, τοῦ μὲν σώματος
παρατηρητέον οὗν καθόλου μὲν τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τοὺς ἐπόντας
ἢ τοὺς τὴν οἰκοδεσποτείαν αὐτοῦ λαμβάνοντας τῶν
πλανωμένων, καθ’ ὃν εἰρήκαμεν τρόπον, ἐπὶ μέρους δὲ
καὶ τὴν σελήνην ὡσαύτως· διὰ γὰρ τῆς τῶν τόπων τούτων
ἀμφοτέρων καὶ τῆς τῶν οἰκοδεσποτησάντων διαμορφωτικῆς
φύσεως καὶ τῆς καθ’ ἑκάτερον εἶδος συγκράσεως
καὶ ἔτι τῆς τῶν συνανατελλόντων αὐτοῖς ἀπλανῶν
ἀστέρων σχηματογραφίας τὰ περὶ τὰς διατυπώσεις τῶν
σωμάτων θεωρεῖται, πρωτευόντων μὲν τῇ δυνάμει τῶν
τὴν οἰκοδεδποτείαν ἐχόντων ἀστέρων, ἐπισυνεργούσης δὲ
καὶ τῆς τῶν τόπων αὐτῶν ἰδιοτροπίας. τὸ μέντοι καθ’
ἕκαστον καὶ ὡς ἄν τις ἁπλῶς οὕτως ἀποδοίη, τοῦτον ἔχει
τὸν τρόπον.
πρῶτον γὰρ ἐπὶ τῶν ἀστέρων ὁ μὲν τοῦ Κρόνου
καὶ μελανότριχας καὶ οὐλοκεφάλους καὶ δασυστέρνους
καὶ μεσοφθάλμους καὶ συμμέτρους τοῖς μεγέθεσι,
τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ,
ὁ δὲ τοῦ Διὸς οἰκοδεσποτήσας τοὺς προκειμένους τό·
πους ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκοὺς ἐπὶ τὸ
εὕχρουν καὶ μεσότοιχα καὶ μεγαλοφθάλμους καὶ εὐμεγέθεις
καὶ ἀξιωματικούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας
ἐν τῷ θερμῷ καὶ ὑγρῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν
χρόᾳ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχάς
τε καὶ ἀναφαλαντιαίους καὶ μεσοφαλάκρους καὶ
μετρίους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας
ἐν τῷ ὑγρῷ.
ὁ δὲ τοῦ Ἄρεως ὁμοίως ἀνατολικὸς τῇ μὲν μορφῇ
ποιεῖ λευκερύθρους καὶ εὐμεγέθεις καὶ εὐέκτας καὶ γλαυκοφθάλμους
καὶ δασεῖς καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ
πλεῖον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ, δυτικὸς δὲ ὑπάρχων
τῇ μὲν μορφῇ ἐρυθροὺς ἁπλῶς καὶ μετρίους τοῖς
μεγέθεσι καὶ μικροφθάλμους καὶ ὑποψίλους καὶ ξανθότριχας
καὶ τετανούς, τῇ δὲ κράσει τὸ πλεῖον ἔχοντας ἐν
τῷ ξηρῷ.
ὁ δὲ τῆς Ἀφροδίτης τὰ παραπλήσια ποιεῖ τῷ τοῦ
Διός, ἐπὶ μέντοι τὸ εὐμορφώτερον καὶ ἐπιχαριτώτερον
καὶ γυναικοπρεποδέστερον καὶ θηλυμορφώτερον καὶ εὐχυμότερον
καὶ τρυφερώτερον, ἰδίως δὲ τοὺς ὀφθαλμοὺς
δὲ τοῦ Ἑρμοῦ ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ μελίχροας καὶ συμμέτρους τοῖς μεγέθεσι καὶ εὐρύθμους καὶ
μικροφθάλμους καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλεῖον
ἔχοντας ἐν τῷ θερμῷ, δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ
λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχας,
μελαγχλώρους καὶ σπινούς καὶ ἰσχνοὺς καὶ λοξοφθάλμους
τε καὶ αἰγόπους καὶ ὑπερύθρους, τῇ δὲ κράσει
τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ
συνεργοῦσι δὲ ἑκάστῳ τούτων συσχηματισθέντες ὁ μὲν ἥλιος ἐπὶ τὸ μεγαλοπρεπέστερον καὶ εὐεκτικώτερον, ἡ
δὲ σελήνη, καὶ μάλισθ’, ὅταν τὴν ἀπόρροιαν αὐτῆς ἐπέχωσι,
καθόλου μὲν ἐπὶ τὸ συμμετρώτερον καὶ ἰσχνώτερον
καὶ τῇ κράσει ὑγρότερον, κατὰ μέρος δὲ ἀναλόγως τῇ
τῶν φωτισμῶν ἰδιότητι κατὰ τὴν ἐν ἀρχῇ τῆς συντάξεως
ἐκτεθειμένην κρᾶσιν.
πάλιν δὲ καθόλου ἑῷοι μὲν ὄντες καὶ φάσεις ποιησάμενοι μεγαλοποιοῦσι τὰ σώματα,
στηρίζοντες δὲ τὸ πρῶτον ἰσχυρὰ καὶ εὔτονα, προηγόυ-
καὶ τῶν τόπων δὲ αὐτῶν πρὸς τοὺς σχηματισμοὺς μάλιστα τῶν διατυπώσεων καὶ τὰς κράσεις, ὡς ἔφαμεν, συνεργούντων
καθόλου πάλιν τὸ μὲν ἀπὸ ἐαρινῆς ἰσημερίας
ἐπὶ θερινὴν τροπὴν τεταρτημόριον ποιεῖ εὔχροας, εὐμε-
τὸ δ’ ἀπὸ τῆς
μετοπωρινῆς ἰσημερίας μέχρι τῆς χειμερινῆς τροπῆς μελίχροας,
ἰσχνούς, σπινώδεις, παθήνους, μεσότριχας, εὐοφθάλμους,
τὸ πλεῖον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ, τὸ δ’
ἀπὸ τῆς χειμερινῆς τροπῆς ἕως ἐαρινῆς ἰσημερίας μελανόχροας,
συμμέτρους τοῖς μεγέθεσι, τετανότριχας, ὑποψίλους.
ὑπορρύθμους, τὸ πλεῖον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ.
κατὰ μέρος δὲ τὰ μὲν ἀνθρωποειδῆ τῶν ζῳδίων τῶν
τε ἐν τῷ ζῳδιακῷ καὶ τῶν ἐκτὸς εὔρυθμα καὶ σύμμετρα
τοῖς σχήμασι τὰ σώματα κατασκευάζει, τὰ δὲ ἑτερόμορφα
μετασχηματίζει πρὸς τὸ τῆς ἰδίας μορφώσεως οἰκεῖον τὰς
τοῦ σώματος συμμετρίας καὶ κατά τινα λόγον ἀφομοιοῖ
ὡς
λόγου ἕνεκεν ὁ Λέων καὶ ἡ Παρθένος καὶ ὁ Τοξότης, ἐπὶ
τὸ ἔλαττον δὲ ὡς οἱ Ἰχθύες καὶ ὁ Καρκίνος καὶ ὁ Αἰγόκερως,
καὶ πάλιν ὡς τοῦ Κριοῦ καὶ τοῦ Ταύρου καὶ τοῦ
Λέοντος τὰ μὲν ἄνω καὶ ἐμπρόσθια ἐπὶ τὸ εὐεκτικώτερον,
τὰ δὲ κάτω καὶ ὀπίσθια ἐπὶ τὸ ἀσθενέστερον, τὸ δὲ ἐναντίον
ὡς τοῦ Τοξότου καὶ τοῦ Σκορπίου καὶ τῶν Διδύμων
τὰ μὲν ἐμπρόσθια ἐπὶ τὸ ἰσχνότερον, τὰ δὲ ὀπίσθια
ὁμοίως δὲ ὡς ἡ μὲν Παρθένος καὶ αἱ χηλαί καὶ ὁ Τοξότης ἐπὶ τὸ σύμμετρον καὶ εὔρυθμον, ὁ
δὲ Σκορπίος καὶ οἱ Ἰχθύες καὶ ὁ Ταῦρος ἐπὶ τὸ ἄρρυθμον
καὶ ἀσύμμετρον καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἅπερ ἅπαντα
συνεφορῶντας καὶ συνεπικίρναντας προσήκει τὴν ἐκ τῆς
κράσεως συναγομένην ἰδιοτροπίαν περί τε τὰς μορφώσεις
καὶ τὰς κράσεις τὼν σωμάτων καταστοχάζεσθαι.
Ἑπομένου δὲ τούτοις τοῦ περὶ τὰ σωματικὰ σίνη τε καὶ πάθη λόγου συνάψομεν αὐτοῖς κατὰ τὸ ἑξῆς τὴν κατὰ
τοῦτο τὸ εἶδος συνισταμένην ἐπίσκεψιν ἔχουσαν οὕτως·
καὶ ἐνταῦθα γὰρ πρὸς μὲν τὴν καθόλου διάληψιν ἀπο
βλέπειν δεῖ πρὸς τὰ τοῦ ὁρίζοντος δύο κέντρα, τουτέστι
τῷ ἀνατολικῷ κέντρῳ, καὶ παρατηρεῖν τοὺς κακωτικοὺς
τῶν ἀστέρων, πῶς ἐσχηματισμένοι πρὸς αὐτὰ τυγχάνουσιν·
ἐὰν γὰρ πρὸς τὰς ἐπαναφερομένας μοίρας τῶν εἰρημένων τόπων ὦσιν ἑστῶτες ἤτοι σωματικῶς ἢ τετραγωνικῶς
ἢ καὶ κατὰ διάμετρον ἤτοι ὁπότερος αὐτῶν ἢ καὶ
ἀμφότεροι, σίνη καὶ πάθη σωματικὰ περὶ τοὺς γεννω.
μένους ἕξειν ὑπονοητέον, μάλιστα δ’ ἂν καὶ τῶν φώτων
τότε
γὰρ οὐ μόνον, ἐὰν ἐπαναφέρηταί τις τῶν κακοποιῶν,
ἀλλὰ κἂν προαναφέρηται τῶν φώτων αὐτὸς κεκεντρωμένος,
ἱκανός ἐστι διαθεῖναί τι τῶν ἐκκειμένων, ὁποῖον
ἂν οἵτε τοῦ ὁρίζοντος τόποι καὶ οἱ τῶν ζῳδίων ὑποφαίνωσι
σίνος ἢ πάθος καὶ αἱ τῶν ἀστέρων φύσεις τῶν
τε κακούντων καὶ τῶν κακουμένων καὶ ἔτι τῶν συσχηματιζομένων
ματιζομένων αὐτοῖς.
τά τε γὰρ μέρη τῶν ζῳδίων ἑκάστου
τὰ περιέχοντα τὸ ἀδικούμενον μέρος τοῦ ὁρίζοντος δηλώσει
τὸ μέρος τοῦ σώματος, περὶ ὃ ἔσται τὸ αἴτιον, καὶ
πότερον σίνος πάθος ἢ καὶ ἀμφότερα τὸ δηλούμενον
μέρος ἐπιδείξασθαι δύναται, αἴ τε τῶν ἀστέρων φύσεις τὰ
εἴδη καὶ τὰς αἰτίας τῶν συμπτωμάτων ποιοῦσιν,
ἐπειδὴ
τῶν κυριωτάτων τοῦ ἀνθρώπου μερῶν ὁ μὲν τοῦ Κρόνου
ὁράσεως καὶ ἐγκεφάλου καὶ καρδίας καὶ νεύρων καὶ τῶν
δεξιῶν πάντων, ὁ δὲ τῆς Ἀφροδίτης ὀσφρήσεως τε καὶ ἣπατος
καὶ σαρκῶν, ὁ δὲ τοῦ Ἑρμοῦ λόγου καὶ διανοίας καὶ
γλώσσης καὶ χολῆς καὶ ἕδρας, ἡ δὲ σελήνη γεύσεως τε
καὶ καταπόσεως καὶ στομάχου καὶ κοιλίας καὶ μήτρας καὶ
τῶν εὐωνύμων πάντων.
ἔστι δὲ τῶν καθόλου καὶ τὰ σίνη
μὲν ὡς ἐπὶ τὸ πολὺ συμπίπτειν ἀνατολικῶν ὄντων τῶν τὸ
πάθη δὲ τοὐναντίον δυτικῶν αὐτῶν ὑπαρχόντων, ἐπειδήπερ καὶ διώρισται τούτων ἑκάτερον τῷ τὸ μὲν σίνος ἅπαξ διατιθέναι καὶ μὴ διατείνουσαν ἔχειν τὴν ἀλγηδόνα, τὸ δὲ πάθος ἤτοι συνεχῶς ἢ ἐπιληπτικῶς τοῖς πάσχουσιν ἐπισκήπτειν.
πρὸς δὲ τὴν κατὰ μέρος ἐπιβολὴν ἤδη τινὰ παρατηρήσεως ἔτυχεν
ἐξαιρέτου σινωτικά τε καὶ παθητικὰ σχήματα διὰ τῶν
ὡς ἐπίπαν κατὰ τὰς ὁμοιοσχήμονας θέσεις παρακολου-
θούντων συμπτωμάτων· πηρώσεις γὰρ ὄψεως ἀποτελοῦνται
κατὰ μὲν τὸν ἕτερον τῶν ὀφθαλμῶν, ὅταν τε ἡ σελήνη
καθ’ αὑτὴν ἐπὶ τῶν προειρημένων οὖσα κέντρων ἢ συνοδεύουσα
καὶ ὅταν ἐφ’ ἑκατέρου μὲν τῶν πρὸς τὸν ἥλιον σχήματος λόγον ἐχόντων, συνάπτῃ
δέ τινι τῶν νεφελοειδῶν ἐν τῷ ζῳδιακῷ συστροφῶν, ὡς
τῷ νεφελίῳ τοῦ Καρκίνου καὶ τῇ πλειάδι τοῦ Ταύρου καὶ
τῇ ἀκίδι τοῦ Τοξότου καὶ τῷ κέντρῳ τοῦ Σκορπίου καὶ
τοῖς περὶ τὸν πλόκαμον μέρεσι τοῦ Λέοντος τῇ κάλπιδι
τοῦ Ὑδροχόου, καὶ ὅταν ὁ τοῦ Ἄρεως ἢ καὶ ὁ τοῦ Κρόνου
ἐπικέντρῳ οὔσῃ αὐτῇ καὶ ἀποκρουστικῇ ἀνατολικοὶ
αὐτοὶ ὄντες ἐπιφέρωνται ἢ πάλιν τοῦ ἡλίου ἐπικέντρου
ὄντος προαναφέρωνται.
ἐὰν δὲ ἀμφοτέροις ἅμα τοῖς φωσὶν ἤτοι κατὰ τὸ αὐτὸ ζῴδιον ἢ καὶ κατὰ διάμετρον, ὡς
εἴπομεν, συσχηματισθῶσιν, ἑῷοι μὲν τᾷ ἡλίῳ ὄντες, τῇ
δὲ σελήνῃ ἑσπέριοι, περὶ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς τὸ
ὑποχύσεων ἢ ψύξεων ἢ ἀπογλαυκώσεων καὶ τῶν τοιούτων.
πάλιν ἐπὰν ὁ τῆς Ἀφροδίτης ἐπί τινος ᾗ τῶν προειρημένων
κέντρων, μάλιστα δὲ ἐπὶ τοῦ δύνοντος τῷ μὲν
τοῦ Κρόνου συνὼν ἢ συσχηματιζόμενος ἢ ἐνηλλαχὼς
τοὺς τόπους, ὑπὸ δὲ τοῦ Ἄρεως καθυπερτερούμενος
διαμετρούμενος, οἱ μὲν ἄνδρες ἄγονοι γίνονται, αἱ δὲ
γυναῖκες ἐκτρωσμοῖς ἢ ὠμοτοκίαις ἢ καὶ ἐμβρυοτομίαις
περικυλίονται, μάλιστα δὲ ἐν Καρκίνῳ καὶ Παρθένῳ καὶ
σὺν τῷ τοῦ Κρόνου, τοῦ τοῦ Ἄρεως πάλιν καθυπερτεροῦντος
ἢ διαμετροῦντος, εὐνοῦχοι ἢ ἑρμαφρόδιτοι
τούτων δὲ οὕτως ἐχόντων,
ἐπὰν καὶ ὁ ἥλιος συσχηματισθῇ τῶν μὲν φώτων καὶ
τοῦ τῆς Ἀφροδίτης ἠρρενωμένων, ἀποκρουστικῆς δὲ τῆς
σελήνης οὔσης καὶ τῶν κακοποιῶν ταῖς ἐπαναφερομέναις
μοίραις ἐπαναφερομένων, οἱ μὲν ἄνδρες ἀπόκοποι ἢ τὰ
μόρια σεσινωμένοι γίνονται καὶ μάλιστα ἐν Κριῷ καὶ Λέοντι
καὶ Σκορπίῳ καὶ Αἰγοκέρωτι καὶ Υδροχόῳ, αἱ δὲ γυναῖκες
ἄτοκοι καὶ στεῖραι. ἐνίοτε δὲ οὐδὲ ἀσινεῖς ταῖς ὄψεσιν οἱ
δ’ ὁ τοῦ Ἄρεως παρατυχὼν λύειν εἴωθεν ὡς ἐπὶ τὸ
πολὺ τὸ τῆς γλώττης ἐμπόδιον, ἀφ’ οὗ ἂν ἡ σελήνη τὴν
πρὸς αὐτὸν συνάντησιν ποιήσηται.
πάλιν ἐὰν ἤτοι τὰ φῶτα ἐπικέντροις τοῖς κακοποιοῖς ἐπιφέρηται ἅμα ἢ κατὰ
διάμετρον, ἢ ἐὰν τοῖς φωσὶν οἱ κακοποιοὶ καὶ μάλιστα
τῆς σελήνης ἐπὶ συνδέσμων ἢ ἐπὶ καμπίων οὔσης ἢ ἐπὶ
γενήσεως αὐτῆς, ἐὰν δὲ ἐν τοῖς μεσουρανήμασι καθυπερτεροῦντες
τὰ φῶτα ἢ διαμηκίζοντες ἀλλήλους ὦσιν, ἀπὸ
κινδύνων μεγάλων ὡς τῶν ἀποκρημνισμῶν ἢ συμπτώσεων
ἢ λῃστηρίων ἢ τετραπόδων, Ἄρεως μὲν γὰρ ἐπικρατοῦντος
τῶν διὰ πυρὸς ἢ τραυμάτων ἢ ὀχλικῶν ἢ λῃστηρίων,
Κρόνου δὲ τῶν διὰ συμπτώσεων ἢ ναυαγίων ἢ σπασμῶν.
ὡς ἐπὶ τὸ πολὺ δὲ γίνεται σίνη καὶ περὶ τὰ τροπικὰ καὶ
πάθη
δὲ συμβαίνειν εἴωθεν, ὅταν ἐπὶ τῶν προκειμένων στάσεων
οἱ κακοποιοὶ συσχηματισθῶσι, κατὰ τὸ ἐναντίον
μέντοι, τουτέστιν ἑσπέριοι μὲν τῷ ἡλίῳ τῇ δὲ σελήνῃ
ἑῷοι.
καθόλου γὰρ ὁ μὲν τοῦ Κρόνου ψυχροκοιλίους ποιεῖ
καὶ πολυφλεγμάτους καὶ ῥευματώδεις κατίσχνους τε καὶ
ἀσθενικοὺς καὶ ἰκτερικοὺς καὶ δυσεντερικοὺς καὶ βηχικοὺς
καὶ ἀναφορικοὺς καὶ κωλικοὺς καὶ ἐλεφαντιῶντας,
τὰς δὲ γυναῖκας ἔτι καὶ ὑστερικάς· ὁ δὲ τοῦ Ἄρεως αἱμοπτυϊκούς,
ἐνοχλουμένους συρίγγων ἕνεκεν ἢ αἱμορροίδων ἢ κονδυλωμάτων
ἢ καὶ τῶν πυρωδῶν ἑλκώσεων ἢ νομῶν, τὰς
δὲ γυναῖκας ἔτι καὶ ἐκτρωσμοῖς ἢ ἐμβρυοτομίαις ἢ ἀναβρώσεσιν
εἴωθε περικυλίειν.
ἰδίως δὲ καὶ παρὰ τὰς προειρημένας
τὰ μέρη τοῦ σώματος τὰ ἰδιώματα ποιοῦσι τῶν παθῶν,
συνεργεῖ δὲ αὐτοῖς μάλιστα πρὸς τὰς ἐπιτάσεις τῶν φαύλων
ὁ τοῦ Ἑρμοῦ ἀστὴρ τῷ μὲν τοῦ Κρόνου πρὸς τὸ
ψυχρὸν συνοικειούμενος καὶ μᾶλλον ἐν κινήσει συνεχεῖ
ποιῶν τοὺς ῥευματισμοὺς καὶ τὰς τῶν ὑγρῶν ὀχλήσεις,
ἐξαιρέτως δὲ τῶν περὶ θώρακα καὶ στόμαχον καὶ φάρυγγα,
τῷ δὲ τοῦ Ἄρεως πρὸς τὸ ξηραντικώτερον συνεπισχύων
καὶ παρὰ τὰς τῶν ζῳδίων δὲ ἐναλλαγὰς τῶν τοὺς προειρημένους ἐπὶ τῶν δύο κέντρων συσχηματισμοὺς περιεχόντων
γίνονταί τινες ποιότητες παθῶν. ἰδίως γὰρ ὁ
μὲν Καρκίνος καὶ ὁ Αἰγόκερως καὶ οἱ Ἰχθύες καὶ ὅλως τὰ
Δίδυμοι τὰ διὰ πτωματισμῶν ἢ ἐπιλήψεων. καὶ ἐν ταῖς
ἐσχάταις δὲ μοίραις παρατυγχάνοντες οἱ ἀστέρες τῶν
Λωδεκατημορίων περὶ τὰ ἄκρα μάλιστα τὰ πάθη καὶ τὰ
σίνη ποιοῦσι διὰ λωβήσεων ἢ ῥευματισμῶν, ἀφ’ ὧν ἐλεφαντιάσεις
τε καὶ ὡς ἐπίπαν χειράγραι καὶ ποδάγραι
συμβαίνουσι.
τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν μηδεὶς τῶν ἀγαθοποιῶν συσχηματίζηται τοῖς τὰ αἴτια ποιοῦσι
κακοποιοῖς ἢ τοῖς κεκεντρωμένοις φωσίν, ἀνίατα καὶ ἐπαχθῆ
τά τε σίνη καὶ τὰ πάθη γενήσεται, ὡσαύτως δέ, κἂν
συσχηματίζωνται μέν, καθυπερτερῶνται δὲ ὑπὸ τῶν κακοποιῶν
ἐν δυνάμει ὄντων· ἐὰν δὲ καὶ αὐτοὶ κατὰ
κυρίων ὄντες σχημάτων καθυπερτερῶσι τοὺς τὸ αἴτιον
ἐμποιοῦντας κακοποιούς, τότε τὰ σίνη εὐσχήμονα καὶ οὐκ
ὁ μὲν γὰρ τοῦ Διὸς βοηθείαις ἀνθρωπίναις
διὰ πλούτων ἀξιωμάτων τά τε σίνη κρύπτειν εἴωθε
καὶ τὰ πάθη παρηγορεῖν, σὺν δὲ τῷ τοῦ Ἑρμοῦ καὶ φαρμακείαις
ἢ ἰατρῶν ἀγαθῶν ἐπικουρίαις, ὁ δὲ τῆς Ἀφροδίτης
διὰ προφάσεως θεῶν καὶ χρησμῶν τὰ μὲν σίνη
τρόπον τινὰ εὔμορφα καὶ ἐπιχάριτα κατασκευάζει, τὰ
μέντοι· τοῦ Κρόνου προσόντος μετὰ παραδειγματισμῶν
καὶ ἐξαγοριῶν καὶ τῶν τοιούτων, τοῦ δὲ τοῦ Ἑρμοῦ μετ’
ἐπικουρίας καὶ πορισμοῦ τινος ἢ δι’ αὐτῶν τῶν σινῶν
ἢ καὶ παθῶν τοῖς ἔχουσι περιγενομένου.
Περὶ μὲν οὖν τῶν σωματικῶν συμπτωμάτων ὁ τύπος
τῆς ἐπισκέψεως τοιοῦτος ἄν τις εἴη· τῶν δὲ ψυχικῶν
ποιοτήτων αἱ μὲν περὶ τὸ λογικὸν καὶ νοερὸν μέρος
καταλαμβάνονται διὰ τῆς κατὰ τὸν τοῦ Ἑρμοῦ ἀστέρα
θεωρουμένης ἑκάστοτε περιστάσεως, αἱ δὲ περὶ τὸ αἰσθητικὸν
καὶ ἄλογον ἀπὸ τοῦ σωματωδεστέρου τῶν φώτων,
πολυτροπωτάτου δ’ ὄντος τοῦ κατὰ τὰς ψυχικὰς ὁρμὰς εἴδους
εἰκότως ἂν καὶ τὴν τοιαύτην ἐπίσκεψιν οὐχ ἁπλῶς οὐδ’
ὡς ἔτυχε ποιούμεθα, διὰ πλειόνων δὲ καὶ ποικίλων
παρατηρήσεων. καὶ γὰρ αἱ τῶν ζῳδίων τῶν περιεχόντων
τόν τε τοῦ Ἑρμοῦ καὶ τὴν σελήνην ἢ τοὺς τὴν ἐπικράτησιν
αὐτῶν εἰληφότας ἀστέρας διαφοραὶ πολὺ δύνανται
συμβάλλεσθαι πρὸς τὰ τῶν ψυχῶν ἰδιώματα καὶ οἱ τῶν
λόγον ἐχόντων πρὸς τὸ προκείμενον εἶδος ἀστέρων σχη-
τῶν μὲν οὖν ζῳδίωνκαθόλου τὰ μὲν τροπικὰ δημοτικωτέρας ποιεῖ τὰς ψυχάς, ὀχλικῶν τε
καὶ πολιτικῶν πραγμάτων ἐπιθυμητικάς, ἔτι δὲ καὶ φιλοσόξους
καὶ θεοπροσπλόκους, εὐφυεῖς τε καὶ εὐκινήτους,
ζητητικάς τε καὶ εὑρετικάς, εὐεικάστους καὶ ἀστρολογικάς
καὶ μαντικάς, τὰ δὲ δίσωμα ποικίλας, εὐμεταβόλους, δυσκαταλήπτους,
κούφας, εὐμεταθέτους, διπλάς, ἐρωτικάς, πολυτρόπους,
φιλομούσους, ῥᾳθύμους, εὐπορίστους, μεταμελητικάς,
τὰ δὲ στερεὰ δικαίας, ἀκολακεύτους, ἐπιμόνους
βεβαίας, συνετάς, ὑπομονητικάς, φιλοπόνους, σκληράς,
ἐγκρατεῖς, μνησικάκους, ἐκβιβαστικάς, ἐριστικάς, φιλοτίμους,
στασιώδεις, πλεονεκτικάς, ἀποκρότους, ἀμεταθέτους.
τῶν δὲ σχηματισμῶν αἱ μὲν ἀνατολικαὶ ὡροσκοπίαι καὶ μάλιστα αἱ ἰδιοπροσωπίαι ἐλευθερίους καὶ ἁπλᾶς καὶ
ἐμπράκτους, κολαστικάς, ἐπιστημονικάς, αἱ δὲ προηγήεις
οἱ δὲ ἑσπέριοι στηριγμοὶ καὶ αἱ ὑπὸ γῆν μεσουρανήσεις,
ἔτι δὲ ἐφ Ἑρμοῦ καὶ Ἀφροδίτης ἡμέρας μὲν αἱ
ἑσπέριοι δύσεις, νυκτὸς δὲ αἰ ἑῷοι, εὐφυεῖς μὲν καὶ φρενήρεις,
οὐκ ἄγαν δὲ μνημονικάς οὐδ’ ἐπιμόχθους ἢ φιλοπόνους,
διερευνητικὰς δὲ τῶν ἀποκρύφων καὶ ζητητικάς
τῶν ἀθεωρήτων, οἷονμαγ ικάς, μυστηριακάς, μετεωρολογικάς,
ὀργανικάς, μηχανικάς, θαυματοποιούς, ἀστρολογικάς,
φιλοσόφους, οἰωνοσκοπικάς, ὀνειροκριτικάς καὶ τὰς
ὁμοίας.
πρὸς τούτοις δὲ ἐν ἰδίοις μὲν ἢ καὶ οἰκείοις ὄντες
τόποις καὶ αἱρέσεσιν οἱ τὴν κυρείαν ἔχοντες τῶν ψυχικῶν,
καθ’ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον, προφανῆ
καὶ ἀπαραπόδιστα καὶ αὐθέκαστα καὶ ἐπιτευκτικά ποιοῦσι
τά ἰδιώματα, καὶ μάλισθ’ ὅταν οἱ αὐτοὶ τῶν δύο
τόπων ἐπικρατήσωσιν ἅμα, τουτέστι τῷ μὲν τοῦ Ἑρμοῦ
μὴ οὕτως δὲ διακείμενοι ἀλλ’ ἐν ἀνοικείοις ὄντες τόποις τὰ μὲν
τῆς ἑαυτῶν φύσεως οἰκεῖα πρὸς τὴν ψυχικὴν ἐνέργειαν
ἀνεπίφαντα καὶ ἀμαυρὰ καὶ ἀτελείωτα καὶ ἀπρόκοπα καθιστᾶσι,
τὸ κακῶς ἄλλους ποιεῖν ὁρμήν, κρατουμένων δὲ ὑπὸ τῶν
τῆς ἐναντίας αἱρέσεως κατάφοροι καὶ ἀνεπίτευκτοι καὶ
ἀτιμώρητοι γίνωνται,
οἱ δ’ αὖ πάλιν διὰ τὴν τῶν ἀγαθοποιούντων πρὸς τοὺς εἰρημένους ὅρους συνοικείωσιν
ἀγαθοὶ καὶ δίκαιοι ἀκαθυπερτερήτων μὲν ὄντων αὐτοί
τε χαίρωσι καὶ εὐφημῶνται ἐπὶ ταῖς τῶν ἄλλων εὐποιίαις
καὶ ὑπὸ μηδενὸς ἀδικούμενοι ἀλλ’ ὀνησιφόρον
ἔχοντες τὴν δικαιοσύνην διατελῶσι, κρατουμένων δὲ
ὑπὸ τῶν ἐναντίων ἀνάπαλιν καὶ δι’ αὐτὸ τὸ πρᾷον
καὶ φιλάνθρωπον καὶ ἐλεητικὸν εὐκαταφρόνητοί τε καὶ
ὁ μὲν οὖν καθόλου τρόπος τῆς ἠθικῆς ἐπισκέψεως
τοιοῦτός τις ἂν εἴη, τὰς δὲ κατὰ μέρος ἀπ’ αὐτῆς τῆς
τῶν ἀστέρων φύσεως κατὰ τὴν κυρίαν ἀποτελουμένας
ἰδιοτροπίας ἑξῆς κατὰ τὸ κεφαλαιῶδες ἐπεξελευσόμεθα
μέχρι τῆς καθ’ ὁλοσχέρειαν θεωρουμένης
συγκράσεως
ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν
τῆς ψυχῆς λαβὼν καὶ αὐθεντήσας τοῦ τε Ἑρμοῦ
καὶ τοῦ τῆς σελήνης, ἐὰν μὲν ἐνδόξως ἔχῃ πρός τε τὸ
κοσμικὸν καὶ τὰ κέντρα, ποιεῖ φιλοσωμάτους, ἰσχυρογνώμονας,
βαθύφρονας, αὐστηρούς, μονογνώμονας, ἐπιμόχθους,
ἐπιτακτικούς, κολαστικούς, περιουσιαστικούς,
φιλοχρημάτους, βιαίους, θησαυριστικούς, φθονερούς,
ἐναντίως δὲ καὶ ἀδόξως κείμενος ῥυπαρούς, μικρολόγους,
μικροψύχους, ἀδιαφόρους, κακογνώμονας, βασκάνους,
δειλούς, ἀνακεχωρηκότας, κακολόγους, φιλερήμους, φιλοθρήνους,
ἀναιδεῖς, δεισιδαίμονας, φιλομόχθους, ἀστόργους,
ἐπιβουλευτικοὺς τῶν οἰκείων, ἀνευφράντους, μισοσωμήτους·
τῷ δὲ τοῦ Διὸς κατὰ τὸν ἐκκείμενον τορπον
συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων πάλιν διαθέσεων
ποιεῖ ἀγαθούς, τιμητικοὺς τῶν πρεσβυτέρων, καθεστῶτας,
καλογνώμονας, ἐπικούρους, κριτικούς, φιλοκτήμονας,
μεγαλοψύχους, μεταδοτικούς, εὐπροαιρέτους, φιλοικείους,
πρᾴους, συνετούς, ἀνεκτικούς, ἐμφιλοσόξους,
ἐπὶ
δὲ τῶν ἐναντίων ἀπειροκάλους, μανιώδεις, ψοφοδεεῖς,
ὀχλοκόπους, τυραννικούς, πλεονέκτας, μισοπολίτας,
φιλέριδας, μνησικάκους, βαθυπονήρους, δράστας, ἀνυποίτους,
σοβαρούς, φορτικούς, καυχηματίας, κακώτας.
ἀδίκους, ἀκαταφρονήτους, μισανθρώπους, ἀτρέπτους,
ἀμεταθέτους, πολυπράγμονας,
εὐαναστρόφους μέντοι καὶ πρακτικοὺς καὶ ἀκαταγωνίστους καὶ ὅλως ἐπιτευκτικούς,
ἐπὶ δὲ τῶν ἐναντίων ἅρπαγας, λῃστάς, νοθευτάς, κακοπαθεῖς,
αἰσχροκερδεῖς, ἀθέους, ἀστόργους, ὑβριστάς, ἐπιβουλευτικούς,
κλέπτας, ἐπιόρκους, μιαιφόνους, ἀθεμιτοφάγους,
κακούργους, ἀνδροφόνους, φαρμακευτάς, ἱεροσύλους,
ἀσεβεῖς, τυμβωρύχους καὶ ὅλως παγκάκους·
τῷ
μονογνώμονας, φοιβαστικούς, θρησκευτάς, μυστηρίων
καὶ τελετῶν ἐπιθυμητάς, ἱεροποιούς, ἐνθεαστικούς, θεοπροσπλόκους,
σεμνοὺς δὲ καὶ εὐεντρέπτους, αἰδήμονας,
ἀγανακτητάς τε καὶ πρὸς τὰς τῶν
γυναικῶν ὑποψίας ζηλοτύπους, ἐπὶ δὲ τῶν ἐναντίων λάγνους,
ἀσελγεῖς, αἰσχροποιούς, ἀδιαφόρους καὶ ἀκατάρτους,
πρὸς τὰς συνουσίας ἀνάγνους, ἐπιβουλευτικοὺς
θηλυκῶν προσώπων καὶ μάλιστα τῶν οἰκειοτάτων, σαθρούς,
παμψόγους, καταφερεῖς, μισοκάλους, μωμητικούς,
κακολόγους, μεθύσους, λατρευτικούς, ὑπονοθευτάς, ἀθεμίτους,
πρὸς τὰς συνελεύσεις διατιθέντας καὶ διατιθεμένους
οὐ μόνον πρὸς τὰ κατὰ φύσιν ἀλλὰ καὶ τὰ παρὰ
φύσιν, πρεσβυτέρων καὶ ἀτίμων καὶ παρανόμων καὶ θηριωδῶν
μίξεων ἐπιθυμητάς, ἀσεβεῖς, θεῶν καταφρονητικούς,
μυστηρίων καὶ ἱερῶν διασυρτικούς, πάμπαν ἀπίστους,
διαβολικούς, φαρμακούς, παντοποιούς·
τῷ δὲ τοῦ
Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ
ἐπὶ δὲ τῶν ἐναντίων ληρώδεις, μνησικάκους, νηλεεῖς,
ὁ δὲ τοῦ Διὸς ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ μεγαλοψύχους,
χαριστικούς, θεοσεβεῖς, τιμητικούς, ἀπολαυστικούς,
φιλανθρώπους, μεγαλοπρεπεῖς, ἐλευθερίους, δικαίους,
μεγαλόφρονας, σεμνούς, ἰδιοπράγμονας, ἐλεήμονας,
φιλολόγους, εὐεργετικούς, φιλοστόργους, ἡγεμονικούς.
ἐπὶ δὲ τῆς ἐναντίας διαθέσεως τυγχάνων τὰς ὁμοίας μὲν φαντασίας περιποιεῖ ταῖς ψυχαῖς, ἐπὶ τὸ ταπεινότερον
μέντοι καὶ ἀνεπιφαντότερον καὶ ἀκριτώτερον, οἷον ἀντὶ
μὲν μεγαλοψυχίας ἀσωτίαν, ἀντὶ δὲ θεοσεβείας δειδιδαιμοντίαν,
ἀντὶ δὲ αἰδοῦς δειλίαν, ἀντὶ δὲ σεμνότητος οἴησιν
ἀντὶ δὲ φιλανθρωπίας εὐήθειαν, ἀντὶ δὲ φιλοκαλίας
φιληδονίαν, ἀντὶ δὲ μεγαλοφροσύνης βλακείαν, ἀντὶ δὲ
τῷ δε τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων
ποιεῖ τραχεῖς, μαχίμους, στρατηγικούς, διοικητικούς,
κεκινημένους, ἀνυποτάκτους, θερμούς, παραβόλους,
παρρησιαστάς, πρακτικούς, ἐλεγκτικούς, ἀνυτικούς, φιλοωείκους,
ἀρχικούς, εὐεπιβούλους, ἐπιεικεῖς, ἐπάνδρους, νικητικούς,
μονοπόνους, διαβόλους, οἰηματίας, πλεονέκτας,
ἅρπαγας, ταχυμεταβόλους, κούφους, μεταμελητικούς,
ἀστάτους, προπετεῖς, ἀπίστους, ἀκρίτους, ἀγνώμονας,
ἐκστατικούς, ἐμπατάκτους, μεμψιμοίρους, ἀσώτους, ληρώδεις
καὶ ὅλως ἀνωμάλους καὶ παρακεκινημένους.
τῷ δὲ
τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων
ποιεῖ καθαρίους, ἀπολαυστικούς, φιλοκάλους, φιλοτέκνους,
φιλοθεώρους, φιλομούσους, ᾠδικούς, φιλοτρόφους,
εὐήθεις, εὐεργετικούς, ἐλεητικούς, ἀκάκους, φιλοθέους,
ἀσκητάς, φιλαγωνιστάς, φρονίμους, φιλητικούς,
ἐπαφροδίτους ἐν τῷ σεμνῷ, λαμπροψύχους, εὐγνώμονας,
μεταδοτικούς, φιλογραμμάτους, κριτικούς, συμμέτρους
καὶ εὐσχήμονας πρὸς τὰ ἀφροδίσια, φιλοικείους, εὐσε-
ἡδυβίους, θηλυψύχους, ὀρχηστικούς, γυναικοθύμους, δα-
πάνους, καταγυναίους, ἐρωτικούς, λάγνους, καταφερεῖς,
μοιχούς, φιλοκόσμους, ὑπομαλάκους, ῥᾳθύμους, ἀσώτους,
τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ πολυγραμμάτους, φιλολόφους, γεω μέρας,
μαθηματικούς, ποιητικούς, δημηγορικούς, εὐφυεῖς,
σωφρονικούς, ἀγαθόφρονας, καλοσυμβούλους, πολιτικούς,
εὐεργετικούς, ἐπιτροπικούς, χρηστοήθεις, φιλοδώρους,
φιλόχλους, εὐεπιβούλους, ἐπιτευκτικούς, ἡγεμονικούς,
εὐσεβεῖς, φιλοθέους, εὐχρηματίστους, φιλοστόργους, φιλοικείους,
εὐπαιδεύτους, ἐμφιλοσόφους, ἀξιωματικούς·
ἐπὶ δὲ τῶν ἐναντίων εὐήθεις, ληρώδεις, σφαλλομένους, εὐκαταφρονήτους, ἐνθουσιαστικούς, θεοπροσπλόκους,
ὁ δὲ τοῦ Ἄρεως ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς
ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ’ γενναίους,
ἀρχικούς, θυμικούς, φιλόπλους, πολυτρόπους, σθεναρούς,
παραβόλους, ῥιψοκινδύνους, ἀνυποτάκτους, ἀδιαφόρους,
μονοτόνους, ὀξεῖς, αὐθάδεις, καταφρονητικούς, τυραννικούς,
δράστας, ὀργίλους, ἡγεμονικούς, ἐπὶ δὲ τῆς ἐναντίας
ὠμούς, ὑβριστάς, φιλαίμους, φιλοθορύβους, δάπάνους,
τῷ δὲ τῆς Ἀφροδίτης
συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ ἐπιχάριτας,
ἁμαρτίας, ἐπιτευκτικοὺς δὲ καὶ εὐπεριστόλους
καὶ νουνεχεῖς καὶ δυσεξελέγκτους καὶ ἀδιακρίτους, ἔτι
δὲ νέων ἐπιθυμητικοὺς ἀρρένων τε καὶ θηλειῶν, δαπροσποιησισόφους
ἐπὶ δὲ τῶν ἐναντίων ῥιψοφθάλμους, λάγνους, καταφερεῖς, διασύρτας,
μοιχικούς, ὑβριστάς, ψεύστας, δολοπλόκους, ὑπονοθευτὰς
οἰκείων τε καὶ ἀλλοτρίων, ὀξεῖς ἅμα καὶ προσκορεῖς
πρὸς πρὸς τάς ἐπιθυμίας, διαφθορεῖς γυναικῶν καὶ
παρθένων, παραβόλους, θερμούς, ἀτάκτους, ἐνεδρευτάς,
ἐπιόρκους, εὐεμπτώτους τε καὶ φρενοβλαβεῖς, ἐνίοτε δὲ
καὶ ἀσώτους, φιλοκόσμους καὶ θρασεῖς καὶ διατιθεμένους
καὶ ἀσελγαίνοντας.
τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ στρατηγικούς, δεινούς,
δ’ ἄλλως καὶ πρὸς τοὺς ὁμοίους εὐσυνθέτους
καὶ εὐσυνδεξιάστους καὶ ὅλως ἐχθρῶν μὲν βλαπτικούς,
φίλων δὲ εὐποιητικούς, ἐπὶ δὲ τῶν ἐναντίων δαπάνους,
πλεονέκτας, ὠμούς, παραβόλους, τολμηρούς, μεταμελητικούς,
ἐμπατάκτους, παρακεκινημένους, ψεύστας, ψεύστας,
τας, ἀθέους, ἐπιόρκους, ἐπιθέτας, στασιαστάς, ἐμπρηστάς,
θεατροκόπους, ἐφυβρίστους, λῃστρικούς, τοιχωρύχους,
μιαιφόνους, πλαστογράφους, ῥαδιουργούς, γόητας, μάγους,
φαρμάκους, ἀνδροφόνους.
ὁ δὲ τῆς Ἀφροδίτης μόνος τὴν οἰκοδεσποτείαν τῆς
ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ προσηνεῖς,
ἀγαθούς, τρυφετάς, λογίους, καθαρίους, εὐφροσύνους,
φιλορχηστάς, καλοζήλους, μισοπονήρους, φιλοτέχνους,
φιλοθεωτάτους, εὐσχήμονας, εὐεκτικούς, εὐονείρους,
φιλοστόργους, εὐεργετικούς, ἐλεήμονας, σικχούς, εὐσυναλλάκτους,
ἐπιτευκτικούς καὶ ὅλως ἐπαφροδίτους, ἐπὶ δὲ
τῆς ἐναντίας ῥᾳθύμους, ἐρωτικούς, τεθηλυσμένους, γυναικώδεις,
ἀτόλμους, ἀδιαφόρους, καταφερεῖς, ἐπιψόγους,
τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς
ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ φιλοτέχνους,
ἐμφιλοσόφους, ἐπιστημοντκούς, εὐφυεῖς, ποιητικούς, φιλομούσους,
συνετούς, πολυμηχάνους, διανοητικούς, εὐεπιβούλους,
κατορθωτικούς, ταχυμαθεῖς, αὐτοδιδάκτους, ζηλωτὰς τῶν
ἀρίστων, μιμητὰς τῶν καλῶν, εὐστόμους καὶ ἐπιχάριτας
τῷ λόγῳ, ἐρασμίους, εὐαρμόστους, τοῖς ἤθεσι σπουδαίους,
φιλάθλους, ὀρθούς, κριτικούς, μεγαλόφρονας, τῶν δὲ
ἀφροδισίων πρὸς μὲν τὰ γυναικεῖα φυλακτικούς, πρὸς
δὲ τὰ παιδικὰ μᾶλλον κεκινημένους καὶ ζηλοτύπους,
ἐπὶ
ἐπιψόγους, κακοφήμους, πολυθρυλλήτους, παντοπράκτας
καὶ ἐνίοτε μὲν ἐπὶ διαφθορᾷ τὰ τοιαῦτα ὑποκρινομένους,
ἐνίοτε δὲ καὶ ταῖς ἀληθείαις διατιθεμένους
τε καὶ αἰσχροποιοῦντας καὶ ποικίλοις πάθεσιν
ὑβριζομένους.
ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ τοὺς
γεννωμένους συνετούς, ἀγχίνους, νοήμονας, πολυίστορας,
εὑρετικούς, ἐμπείρους, λογικούς, φυσιολόγους, θεωρητικούς,
εὐφυεῖς, ζηλωτικούς, εὐεργετικούς, ἐπιλογιστικούς,
εὐστόχους, μαθηματικούς, μυστηριακούς, ἐπιτευκτικούς,
ἐπὶ δὲ τῆς ἐναντίας πανούργους, προπετεῖς, ἐπιλήσμονας,
ὁρμητάς, κούφους, εὐμεταβόλους, μεταμελητικούς, μωροκάκους,
ἄφρονας, ἁμαρτωλούς, ψεύστας, ἀδιαφόρους,
ἀστάτους, ἀπίστους, πλεονέκτας, ἀδίκους καὶ ὅλως σφαλερούς
τε τῇ διανοίᾳ καὶ καταφόρους τοῖς ἁμαρτήμασι.
τούτων δὲ οὕτως ἐχόντων συμβάλλεται μέντοι καὶ
αὐτὴ ἡ τῆς σελήνης κατάστασις, ἐπειδήπερ έν μὲν ταῖς
καμπίαις τυγχάνουσα τοῦ τε νοτίου καὶ βορείου πέρατος
συνεργεῖ τοῖς ψυχικοῖς ἰδιώμασιν ἐπὶ τὸ πολυτροπύτερον
ρον καὶ τὸ πολυμηχανώτερον καὶ εὐμεταβολώτερον, ἐπὶ
δὲ τῶν συνδέσμων ἐπὶ τὸ ὀξύτερον καὶ πρακτικώτερον
καὶ εὐκινητότερον· ἔτι δὲ ἐν μὲν ταῖς ἀνατολαῖς καὶ ταῖς
τῶν φώτων αὐξήσεσιν ἐπὶ τὸ εὐφυέστερον καὶ προφανέστερον
καὶ βεβαιότερον καὶ παρρησιαστικώτερον, ἐν
δὲ ταῖς, μειώσεσι τῶν φώτων ἢ ταῖς κρύψεσιν ἐπὶ τὸ
νωχελέστερον καὶ ἀμβλύτερον καὶ μεταμελητικώτερον καὶ
συμβάλλεται δὲ καὶ
ὁ ἥλιος συνοικειωθείς πως τῷ τῆς ψυχικῆς κράσεως οἰκοδεσποτήσαντι
ἐπὶ τὸ δικαιότερον καὶ ἀνυτικώτερον καὶ τιμητικώτερον
καὶ σεμνότερον καὶ θεοσεβέστερον, κατὰ δὲ τὸ ἐναντίον
καὶ ἀνοίκειον ἐπὶ τὸ ταπεινότερον καὶ ἐπιπονώτερον καὶ
ἀσεμνότερον καὶ ὠμότερον καὶ μονογνωμονέστερον καὶ
αὐστηρότερον καὶ δυσδιαγωγότερον καὶ ὅλως ἐπὶ τὸ
δυσκατορθώτερον.
Ἐπεὶ δὲ τοῖς τῆς ψυχῆς ἰδιώμασιν ἀκολουθεῖ πως καὶ ὁ περὶ τῶν ἐξαιρέτων αὐτῆς παθῶν λόγος, καθόλου μὲν
πάλιν ἐπισημαίνεσθαι καὶ παρατηρεῖν προσήκει τόν τε
τοῦ Ἑρμοῦ ἀστέρα καὶ τὴν σελήνην, πῶς ἔχουσι πρός τε
ἀλλήλους καὶ τὰ κέντρα καὶ τοὺς πρὸς κάκωσιν οἰκείους
τῶν ἀστέρων, ὡς ἐάν τε αὐτοὶ ἀσύνδετοι ὄντες πρὸς ἀλλήλους,
ἐάν τε πρὸς τὸν ἀνατολικὸν ὁρίζοντα καθυπερτερηθῶσιν
ἢ ἐμπερισχεθῶσιν ἢ διαμηκισθῶσιν ὑπὸ τῶν
ἀνοικείως καὶ βλαπτικῶς ἐσχηματισμένων, ποικίλων παθῶν
περὶ τὰς ψυχικὰς ἰδιοτροπίας συμπιπτόντων εἰσὶ
ποιητικοί. τῆς διακρίσεως αὐτῶν πάλιν θεωρουμένης ἀπὸ
τῆς προκατειλημμένης τῶν τοῖς τόποις συνοικειωθέντων
ἀστέρων ἰδιοτροπίας.
τὰ μὲν οὗν πλεῖστα τῶν μετριωτέρων παθῶν σχεδὸν καὶ ἐν τοῖς ἔμπροσθεν περὶ τῶν τῆς ψυχῆς ἰδιωμάτων
ῥηθεῖσι διακέκριται τῆς ἐπιτάσεως αὐτῶν ἐκ τῆς τῶν
κακούντων ὑπερβολῆς συνορᾶσθαι δυναμένης, ἐπειδήπερ
ἤδη τις ἂν εἰκότως εἵπου πάθη καὶ τὰ ἄκρα τῶν ἠθῶν
καὶ ἤτοι ἐλλείποντα ἢ καὶ πλεονάζοντα τῆς μεσότητος·
τὰ δὲ ἐξαίρετον ἔχοντα τὴν ἀμετρίαν καὶ ὥσπερ νοσηματώδη
καὶ παρὰ ὅλην τὴν φύσιν καὶ περὶ αὐτὸ τὸ διανοητικὸν
τῆς ψυχῆς μέρος καὶ περὶ τὸ παθητικὸν ὡς ἐν
τύπω τοιαύτης ἔτυχε παρατηρήσεως.
ἐπιληπτικοὶ μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γίνονται, ὅσοι τῆς σελήνης καὶ τοῦ τοῦ
αὐτῶν ἀνάπαλιν ὁ μὲν τοῦ Κρόνου νυκτός, ὁ δὲ τοῦ
Ἄρεως ἡμέρας, κεκυριευκὼς τοῦ σχήματος, καὶ μάλιστα
ἐν Καρκίνῳ ἤ Παρθένῳ ἢ Ἰχθύσι, δαιμονιόπληκτοι δὲ καὶ
ὑγροκέφαλοι, ὅταν οὕτως ἔχοντες oi κακοποιοῦντες ἐπὶ
φάσεως οὖσαν κατέχωσι τὴν σελήνην, ὁ μὲν τοῦ Κρόνου
συνοδεύουσαν, ὁ δὲ τοῦ Ἄρεως πανσεληνιάζουσαν, μάλιστα
δὲ ἐν Τοξότῃ καὶ Ἰχθύσι.
μόνοι μὲν οὖν οἱ κακοποιοὶ
κατὰ τὸν προειρημένον τρόπον τὴν ἐπικράτησιν
τοῦ σχήματος λαβόντες ἀνίατα μὲν ἀνεπίφαντα δὲ ὅμως
τῆς ψυχῆς νοσήματα· συνοικειωθέντων δὲ τῶν
ἀγαθοποιῶν Διός τε καὶ Ἀφροδίτης ἐπὶ μὲν τῶν λιβικῶν
μερῶν ὄντες αὐτοὶ τῶν ἀγαθοποιῶν ἐν τοῖς ἀπηλιωτικοῖς
κεκεντρωμένων ἰάσιμα μὲν εὐπαραδειγμάτιστα δὲ
ποιοῦσι τὰ πάθη. ἐπὶ μὲν τοῦ τοῦ Διὸς διὰ θεραπειῶν
ἰατρικῶν καὶ ἤτοι διαιτητικῆς ἀγωγῆς φαρμακείας,
ἐπὶ δὲ τοῦ τῆς Ἀφροδίτης διὰ χρησμῶν καὶ τῆς ἀπὸ θεῶν
ἐπικουρίας,
ἐπὶ δὲ τῶν ἀπηλιωτικῶν αὐτοὶ κεκεντρω-
τῶν οἰκείων καὶ γυμνητείαις καὶ βλασφημίαις
καὶ τοῖς τοιούτοις, κατὰ δὲ τὰς δαιμονιοπληξίας ἢ τὰς
τῶν ὑγρῶν ὀχλήσεις ἐνθουσιασμοῖς καὶ ἐξαγορείαις καὶ
αἰκίαις καὶ τοῖς ὁμοίοις τῶν παραδειγματισμῶν.
ἰδίως δὲ καὶ τῶν τὸ σχῆμα περιεχόντων τόπων oi μὲν ἡλίου καὶ
oi τοῦ ’Ἀρεως πρὸς τὰς μανιάς μάλιστα συνεργοῦσιν, oi
δὲ τοῦ Διὸς καὶ Ἑρμοῦ πρὸς τὰς ἐπιληψίας, oi δὲ τῆς
Ἀφροδίτης πρὸς τὰς θεοφορίας καὶ ἐξαγορείας, οἱ δὲ τοῦ
ἡ μὲν οὖν περὶ τὸ ποιητικὸν τῆς ψυχῆς καθ’ ὅλας τὰς φύσεις νοσηματικὴ παραλλαγὴ σχεδὸν ἔν τε τοῖς τοιού.
τοις ἐστὶν εἴδεσι καὶ διὰ τῶν τοιούτων ἀποτελεῖται σχη-
ματισμῶν, ἡ δὲ τῶν περὶ τὸ παθητικὸν κατὰ τοῦτο πά-
λιν τὸ ἐξαίρετον θεωρουμένη καταφαίνεται μάλιστα περὶ
τὰς κατ’ αὐτὸ τὸ γένος τοῦ ἄρρενος καὶ θήλεως ὑπερβο-
λὰς καὶ ἐλλείψεις τοῦ κατὰ φύσιν, διαλαμβάνεται δὲ
ἐπισκεπτικῶς κατὰ τὸν ὅμοιον τῷ προκειμένῳ τρόπον,
τούτων γὰρ οὕτως ὑπ’
ὄψιν πιπτόντων, ἐὰν μὲν μόνα τὰ φῶτα ἐν ἀρσενικοῖς
ᾖ ζῳδίοις, οἶ μὲν ἄνδρες ὑπερβάλλουσι τοῦ κατὰ. φύσιν
αἱ δὲ γυναῖκες τοῦ παρὰ φύσιν πρὸς τὸ ἔπανδρον ἁπλῶς
τῆς ψυχῆς, καὶ δραστικώτερον, ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως καὶ
ὁ τῆς Ἀφροδίτης ἤτοι ὁπότερος ἢ καὶ ἀμφότεροι ἠρρενω-
μένοι ὦσιν, οἱ μὲν ἄνδρες πρὸς τὰς κατὰ φύσιν συνουσίας
γίνονται καταφερεῖς καὶ μοιχικοὶ καὶ ἀκόρεστοι καὶ ἐν
παντὶ καιρῷ πρόχειροι πρός τε τὰ αἰσχρὰ καὶ τὰ παράνομα
τῶν ἀφροδισίων, αἱ δὲ γυναῖκες πρὸς τὰς παρὰ φύσιν
ὁμιλίας λάγνοι καὶ ῥιψόφθαλμοι καὶ αἱ καλούμεναι τριβάδες·
διατιθέασι γὰρ θηλείας ἀνδρῶν ἔργα ἐπιτελούσας,
κἂν μὲν μόνος ὁ τῆς Ἀφροδίτης ἠρρενωμένος ᾗ, λάθρα
τὸ δὲ ἐναντίον τῶν φώτων κατὰ τὸν ἐκ·
κείμενον σχηματισμὸν ἐν θηλυκοῖς ζῳδίος ὑπαρχόντων
μόνον αἱ μὲν γυναῖκες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, οἱ
δὲ ἄνδρες τοῦ παρὰ φύσιν πρὸς τὸ εὔθρυπτον καὶ τε-
θηλυσμένον τῆς ψυχῆς. ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ᾗ
τεθηλυσμένος, αἱ μὲν γυναῖκες καταφερεῖς τε καὶ μοι·
χάδες καὶ λάγνοι γίνονται πρὸς τὸ διατίθεσθαι κατὰ
φύσιν ἐν παντί τε καιρῷ καὶ ὑπὸ παντὸς οὑτινοσοῦν, ὡς
μηδενὸς ἁπλῶς, ἐάν τε αἰσχρὸν ᾗ ἐάν τε παράνομον, ἀππιπτόντων
ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως ᾗ τεθηλυσμένος, ἄν· τικρυς καὶ μετὰ παρρησίας ἀναισχυντοῦσι τὰ προκείμενα
καθ’ ἑκάτερον εἶδος ἀποτελοῦντες τὸ πορνικὸν καὶ πολύκοινον
καὶ πολύψογον καὶ πάναισχρον σχῆμα περιβαλλό-
μενοι μέχρι τῆς κατὰ τὴν λοιδορίαν καὶ τὴν τῆς χρήσεως
ὕβριν σημειώσεως. συμβάλλονται δὲ καὶ οἱ μὲν ἀνατολι-
κοὶ καὶ ἑῷοι σχηματισμοί, τοῦ τε τοῦ Ἄρεως καὶ τοῦ τῆς
Ἀφροδίτης πρός τε τὸ ἐπανδρότερον καὶ εὐδιαβοητότερον,
οἱ δὲ δυτικοὶ καὶ ἑσπέριοι πρός τε τὸ θηλυκώτερον καὶ
ὁμοίως δὲ καὶ ὁ μὲν τοῦ Κρόνου συμπροσγενόμενος ἐπὶ τὸ ἀσελγέστερον καὶ ἀκαθαρτότε-
ρον ἢ καὶ ἐπονειδιστότερον ἑκάστῳ τῶν ἐκκειμένων πέφυκε
συνεργεῖν, ὁ δὲ τοῦ Διὸς πρὸς τὸ εὐσχημονέστερον
καὶ φυλακτικώτερον καὶ αἰδημονέστερον, ὁ δὲ τοῦ Ἑρ-
μοῦ πρός τε τὸ περιβοητότερον καὶ τὸ τῶν παθῶν εὐ-
κινητότερον καὶ πολυτροπώτερον καὶ εὐπροκοπώτερον.
Τάδε ἔνεστιν ἐν τῷ δ’ βιβλίῳ.
α΄. προοίμιον.
β΄. περὶ τύχης
γ’. περὶ τύχης ἀξιωματικῆς.
δ΄. περὶ πράξεως
ε΄. περὶ
ς'. περὶ τέκνων.
ζ'. περὶ φίλων καὶ
η'. περὶ ξενιτείας.
θ’. περὶ θανάτου ποιότητος.
ί. περὶ χρόνων διαιρέσεως.
Τὰ μὲν οὖν πρὸ τῆς γενέσεως καὶ τὰ κατ’ αὐτὴν τὴν
γένεσιν δυνάμενα θεωρεῖσθαι καὶ ἔτι τῶν μετὰ τὴν γέ-
νεσιν, ὅσα τῆς συστάσεως ἐστιν ἴδια τὸ καθόλου ποῖον
τῶν συγκριμάτων ἐμφαίνοντα, σχεδὸν ταῦτα ἂν εἴη· τῶν
δὲ κατὰ τὸ ἐκτὸς συμβεβηκότων καὶ ἐφεξῆς ὀφειλόντων
διαλαμβάνεσθαι προηγεῖται μὲν ὁ περὶ τυχῆς κτητικῆς
Τὰ μὲν οὖν τῆς κτήσεως ὁποῖά τινα ἔσται, ληπτέον
καθ’ ὃν πάντοτε τὴν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὴν σελήνην
διάστασιν ἐκβάλλομεν ἀπὸ τοῦ ὡροσκόπου καὶ ἐπὶ τῶν
ἡμέρας καὶ ἐπὶ τῶν νυκτὸς γεννωμένων, δἰ ἅς εἴπομεν
ἐν τοῖς περὶ χρόνων ζωῆς αἰτίας. σκοπεῖν οὗν δεήσει τοὺς
τοῦ συνισταμένου τὸν τρόπον τοῦτον δωδεκατημορίου
λαβόντας τὴν οἰκοδεσποτείαν, καὶ πῶς ἔχουσιν οὗτοι δυ-
νάμεως καὶ οἰκειότητος, καθ’ ὃν ἐν ἀρχῇ διωρισάμεθα
τρόπον, ἔτι δὲ καὶ τοὺς συσχηματιζομένους αὐτοῖς ἠ
τοὺς καθυπερτεροῦντας τῶν τῆς αὐτῆς ἢ τῆς ἐναντίας
αἱρέσεως.
ἐν δυνάμει μὲν γὰρ ὄντες οἱ τοῦ κλήρου τὴν οἰκοδεσποτείαν λαβόντες ποιοῦσι πολυκτήμονας, καὶ μάλιστα,
ὅταν ὑπὸ τῶν φώτων οἰκείως τύχωσι μαρτυρηθέν-
τες, ἆλλ’ ὁ μὲν τοῦ Κρόνου διὰ θεμελίων ἢ γεωργιῶν
ἢ ναυκληριῶν, ὁ δὲ τοῦ Διὸς διὰ πίστεων ἢ ἐπιτροπειῶν ἢ
ἱερατειῶν, ὁ δὲ τοῦ Ἄρεως διὰ στρατειῶν καὶ ἡγεμονιῶν,
ὁ δὲ τῆς Ἀφροδίτης διὰ φιλικῶν καὶ γυναικείων δωρεῶν,
ὁ δὲ τοῦ Ἑρμοῦ διὰ λόγων καὶ ἐμποριῶν.
ἰδίως δ’ ὁ τοῦ
τότε γὰρ καὶ εἰς παιδοποιίαν ἀνεχθέντες ἀλλότρια
κληρονομοῦσι· κἂν μὲν οἱ τῆς αὐτῆς αἱρέσεως τοῖς οἰκοδεσπόταις
τοὺς κυρίους τόπους ἢ ἐπανενεχθῶσιν αὐτοῖς, καθαιρέσεις
ποιοῦνται, τῶν ὑπαρχόντων τοῦ καθολικοῦ καιροῦ
λαμβανομένων διὰ τῆς τῶν τὸ αἴτιον ποιούντων πρὸς
τὰ κέντρα καὶ τὰς ἐπαναφορᾶς προσνεύσεως.
Τὰ δὲ τῆς ἀξίας καὶ τῆς τοιαύτης εὐδαιμονίας δεήσει
σκοπεῖν ἀπό τε τῆς τῶν φώτων διαθέσεως καὶ τῆς τῶν
δορυφορούντων ἀστέρων οἰκειώσεως αὐτοῖς]· ἐν ἀρρενικοῖς
μὲν γὰρ ζῳδίοις ὄντων ἀμφοτέρων τῶν φώτων καὶ
ἐπικέντρων ἤτοι ἀμφοτέρων πάλιν ἢ καὶ τοῦ ἑτέρου, μά·
λιστα δὲ τοῦ τῆς αἱρέσεως, καὶ δορυφορουμένων ὑπὸ
δὲ ὑπὸ ἑσπερίων, οἱ γεννώμενοι βασιλεῖς ἔσονται. καὶ ἐὰν μὲν οἱ δορυφοροῦντες ἀστέρες ἤτοι ἐπίκεντροι καὶ
αὐτοὶ ὦσιν ἢ πρὸς τὸ ὑπὲρ γῆν κέντρον συσχηματίζωνται,
μεγάλοι καὶ δυναμικοὶ καὶ κοσμοκράτορες διατελοῦσι,
καὶ ἔτι μᾶλλον εὐδαίμονες, ἐὰν οἱ δορυφοροῦντες δεξιοὶ
τοῖς ὑπὲρ γῆν κέντροις συσχηματίζωνται, ἐὰν δὲ τῶν
ἄλλων οὕτως ἐχόντων μόνος ὁ ἥλιος ἐν ἀρρενικῷ ἡ δὲ
σελήνη ἐν θηλυκῷ, ἐπίκεντρον δὲ τὸ ἕτερον τῶν φώτων,
ἐὰν δὲ πρὸς τούτοις μηδὲ οἱ δορυφοροῦντες ἀστέρες ἐπίκεντροι ὦσιν ἢ μαρτυρήσωσι τοῖς κέντροις, μεγάλοι μόνον ἔσονται καὶ ἐν ἀξιώμασι τοῖς ἀπὸ μέρους στεμματηφορικοῖς ἢ ἐπιτροπικοῖς ἢ στρατοπεδαρχικοῖς ἢ ἱερατικοῖς καὶ οὐχὶ τοῖς ἡγεμονικοῖς.
ἐὰν δὲ τὰ μὲν φῶτα μὴ ἐπίκεντρα, τῶν δὲ δορυφορούντων ἀστέρων οἱ πλεῖστοι ἤτοι
ἐπίκεντροι ὦσιν ἢ συσχηματίζωνται τοῖς κέντροις, ἐν
ἀξιώμασι μὲν ἐπιφανεστέροις οὐ γενήσονται, ἐν προαγωγαῖς
δὲ πολιτικαῖς καὶ μετριότητι περὶ τὰς κατὰ τὸν βίον
προλήψεις· μηδὲ τῶν δορυφορούντων μέντοι τοῖς κέντροις
συνοικειωθέντων ἀνεπίφαντοι ταῖς πράξεσι καὶ
ἀπρόκοποι καθίστανται, τέλεον δὲ ταπεινοὶ καὶ κακοδαίμονες
γίνονται ταῖς τύχαις, ὅταν μηδέτερον τῶν φώτων
μήτε κεκεντρωμένον μήτ’ ἐν ἀρρενικῷ ζῳδίῳ τυγχάνῃ
ὁ μὲν οὗν καθ-
όλου τύπος τῆς προκειμένης ἐπισκέψεως τοιαύτην τινὰ
τὴν αὐξομείωσιν ἔχει τῶν ἀξιωμάτων, τὰς δὲ μεταξὺ
τούτων καταστάσεις παμπληθεῖς οὔσας καταστοχαστέον
ἀπὸ τῶν περὶ αὐτὸ τὸ εἶδος τῶν τε φώτων καὶ τῆς δορυφορίας
αὐτῶν ἐπὶ μέρους ἐναλλοιώσεως καὶ τῆς κυρίας
ταύτης γὰρ περὶ μὲν τοὺς τὴν αἵρεσιν
ἔχοντας ἢ τοὺς ἀγαθοποιοὺς συνισταμένης τὸ αὐθεντικώτερον
περὶ δὲ τοὺς ἐναντίους ἢ τοὺς κακοποιοὺς τὸ ὑποτεταγμένον
καὶ ἐπισφαλέστερον, καὶ τὸ τῆς ἀξίας δὲ τῆς
ἐσομένης εἶδος ἀπὸ τῆς τῶν δορυφορησάντων ἀστέρων
ἰδιοτροπίας θεωρητέον, ἐπειδήπερ ὁ μὲν τοῦ Κρόνου τὴν
κυρίαν τῆς δορυφορίας ἔχων ἐπὶ πολυκτημοσύνῃ καὶ συναγωγῇ
χρημάτων τὰς δυναστείας ποιεῖ, ὁ δὲ τοῦ Διὸς ἦ
ὁ τῆς Ἀφροδίτης ἐπὶ χάρισι καὶ δωρεαῖς καὶ τιμαῖς καὶ
μεγαλοψυχίαις, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ στρατηλασίαις καὶ
νίκαις καὶ φόβοις τῶν ὑποτεταγμένων, ὁ δὲ τοῦ Ἑρμοῦ
διὰ σύνεσιν ἢ παιδείαν καὶ ἐπιμέλειαν καὶ οἰκονομίαν
τῶν πραγμάτων.
Ὁ δὲ τῆς πράξεως τὴν κυρίαν ἔχων λαμβάνεται κατὰ
τρόπους δύο, ἀπό τε τοῦ ἡλίου καὶ τοῦ μεσουρανοῦντος
ἔχῃ, τῷ τὸ ἕτερον εἰληφότι μόνω, ἐὰν δὲ ἕτερος ὁ τὴν
ἔγγιστα φάσιν πεποιημένος καὶ ἕτερος ὁ τῷ μεσουρανή-
τρόπον·
ἐὰν δὲ μηδὲ εἷς εὑρίσκηται μήτε φάσιν πεποιημένος μήτε ἐπὶ τοῦ μεσουρανήματος, τὸν κύριον
αὐτοῦ παραληπτέον, πρὸς ἐπιτηδεύσεις μέντοι τὰς κατὰ
καιρούς· ἄπρακτοι γὰρ ὡς ἐπίπαν οἱ τοιοῦτοι γίνοι ται
ὁ μὲν οὗν τῆς πράξεως τὴν οἰκοδεσποτείαν ἀστὴρ λαβὼν
οὕτως ἡμῖν διακριθήσεται, τὸ δὲ ποῖον τῶν πράξεων ἔκ
τε τῆς ἰδιοτροπίας τῶν τριῶν ἀστέρων Ἄρεως καὶ Ἀφρο-
δίτης καὶ Ἑρμοῦ καὶ τῆς τῶν ζῳδίων, έν οἷς ἂν τύχωσι
παραπορευόμενοι.
ὁ μὲν γὰρ τοῦ Ἑρμοῦ τὸ πράσσειν παρέχων, ὡς ἄν τις εἴποι τυπωδῶς, ποιεῖ γραμματέας, πραγματευτικούς,
λογιστάς, διδασκάλους, ἐμπόρους, τραπεζίτας, μάντεις,
ἀστρολόγους, θύτας καὶ ὅλως τοὺς ἀπὸ γραμμάτων καὶ
ἑρμηνείας καὶ δόσεως καὶ λήψεως ἐργαζομένους, κἂν μὲν
μειζόνων ἔχοντας τὰς ἀναστροφὰς.
ὁ δὲ τῆς Ἀφροδίτης τὸ πράσσειν παρέχων ποιεῖ
τοὺς παρ’ ὀσμαῖς a ἀνθέων μύρων οἴνοις ἢ χρώμασιν b
ἢ βαφαῖς ἢ ἀρώμασιν ἢ κοσμίοις τὰς πράξεις ἔχοντας,
φαρμακοπώλας, ὑφάντας d, ἀρωματοπώλας, ζωγράφους e,
βαφέας, ἱματιοπώλας· κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ
ρήσῃ ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον γοήτας f
δὲ καὶ φαρμακοὺς καὶ προαγωγοὺς καὶ τοὺς ἐκ τῶν ὁμοίων
τούτοις πορίζοντας. ἐὰν δὲ ὁ τοῦ Διὸς ἀθλητάς, στεφανηφόρους,
τιμῶν καταξιουμένους g, ὑπὸ θηλυκῶν προσώπων
προβιβαζομένους h.
ὁ δὲ τοῦ Ἄρεως μετὰ μὲν τοῦ ἡλίου σχηματισθεὶς
τοὺς διὰ πυρὸς ἐργαζομένους ποιεῖ οἷον μαγείρους i, χωνευτάς k,
καύστας, χαλκέας, μεταλλευτάς· χωρὶς δὲ τοῦ
ἡλίου τυχὼν τοὺς διὰ σιδήρου οἷον ναυπηγούς, τέκτονας l,
γεωργούς, λατόμους, λιθοξόους, λαοξόους, λιθουργούς,
πάλιν δὲ δύο· τῶν τὰς πράξεις παρεχομένων εὑρεθέντων ἐὰν μὲν ὁ τοῦ Ἑρμοῦ καὶ 6 τῆς Ἀφροδίτης λάβωσι
τὴν οἰκοδεσποτείαν, ἀπὸ μούσης καὶ ὀργάνων καὶ
μελῳδιῶν ἢ ποιημάτων καὶ ῥυθμῶν ποιοῦσι τὰς πράξεις
γὰρ θυμελικούς e, ὑποκριτάς f, σωματεμπόρους, ὀργανοποιούς g,
χορδοστρόφους, ὀρχηστάς, ὑφάντας, κηροπλάστας h,
ζωγράφους i. κἂν μὲν ὁ τοῦ Κρόνου πάλιν αὐτοῖς
μαρτυρήσῃ, ποιεῖ τοὺς περὶ τὰ προειρημένα γένη
καὶ τοὺς γυναικείους κόσμους ἐμπορευομένους, ἐὰν δὲ
ὁ τοῦ Διός, δικολόγους k, λογιστηρίων προισταμένους l, ἐν
δημοσίοις ἀσχολουμένους, παίδων διδασκάλους, ὄχλων
προεστῶτας.
m ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τοῦ Ἄρεως ἅμα τὴν κυρίαν λάβωσι τῆς πράξεως, ποιοῦσιν ἀνδριαν-
τοποιούς, ὁπλουργούς, ἱερογλύφους, ζῳοπλάστας, παλαιστάς n,
ἰατρούς o, χειρουργούς p, κατηγόρους, μοιχικούς, κακο-
λοτρίων ὑπεξερχομένους καὶ διὰ τῶν τοιούτων πορίζον-
τας.
ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης καὶὸ τοῦ *Ἄρεως ἅμα
·τὴν οἰκοδεσποτείαν λάβωσι τῆς πράξεως, ποιοῦσι βαφέας,
μυρεψούςὴ, κασσιτεροποιούςῘ, μολυβδουργούς, χρυσοχό-
ουςκ,ἀργυροκόπουςιῃεωργούς,ὁπλορχήστάς,φαρμακοποι-
ούς, ἰατρούς, τοὺς διὰ τῶν φαρμάκων ταῖς θεραπείαις χρω-
[egoatgodazldxovgp, olmmdroigq, ἱεροφόρουςῐ, γυναικῶν
προισταμένους, γάμων καὶ συνεπιπλοκῶν ἑρμηνέας καὶ
διὰ τῶν τοιούτων ζῶντας ἀπολαυστικῶς ἅμα καὶ ῥιψο-
κινδύνως.
καὶ τῶν ζῳδίων δέ, ἐν οἷς ἂν ὦσιν οἱ τὸ πράτ-
τειν παρέχοντες, αἰ κατ’ εἶδος ἰδιοτροπίαι συλλαμβάνον-
τὰς ἑρμηνευτικὰς καὶ μεταβολικὰς καὶ μετρητικάς καὶ
γεωργικὰς καὶ ἱερατικάς, τὰ δὲ χερσαῖα καὶ τὰ κάθυγρα
πρὸς τὰς ἐν ὑγροῖς καὶ δι’ ὑγρῶν καὶ τὰς βοτανικὰς d καὶ
ναυπηγικάς, ἔτι τε περὶ ταφὰς ἢ ταριχείας e ἢ ἁλείας f ἢ
ψυλλίας.
ἰδίως δὲ πάλιν, ἐὰν ἡ σελήνη τὸν πρακτικὸν τόπον ἐπισχῇ
τὸν ἀπὸ συνόδου δρόμον ποιουμένη σὺν τῷ τοῦ Ἑρμοῦ, έν μὲν τῷ Ταύρῳ καὶ Αἰγοκέρωτι καὶ
καρκίνῳ ποιεῖ μάντεις g, δύτας h, λεκανομάντεις, ἐν δὲ Τοξότῃ
καὶ Ἰχθύσιν νεκρομάντεις i καὶ δαιμόνων κινητικούς k.
προγνώσεις ἔχοντας o, ἐν δὲ Ζυγῷ καὶ Κριῷ
καὶ Λέοντι θεολήπτους p, ὀνειροκρίτας q, ἐξορκιστάς r. τὸ
μὲν οὖν αὐτῶν τῶν πράξεων εἶδος διὰ τῶν τοιούτων
κατὰ τὸ συγκρατικὸν εἶδος δεήσει καταστοχάζεσθαι, τὸ δὲ
μέγεθος αὐτῶν ἐκ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων
καὶ ἀπταίστους καὶ ἐπαφροδίτους, ὑπὸ δὲ κακοποιῶν
ταπεινὰς καὶ ἀδόξους καὶ ἀπερικτήτους καὶ ἐπισφαλεῖς,
Κρόνου μὲν ἐναντιουμένου καταψύξεις καὶ χρωματοκρασίας,
Ἄρεως δὲ καταρριψοκινδυνίας καὶ περιβοησίας,
ἀμφοτέρων δὲ κατὰ τὰς τελείας ἀναστασίας τοῦ
καθολικοῦ χρόνου τῆς αὐξήσεως ἢ τῆς ταπεινώσεως πάλιν
θεωρουμένου διὰ τῆς τῶν αἰτίων τοῦ ἀποτελέσματος
ἀστέρων πρὸς τὰ ἑῷα καὶ τὰ ἑσπέρια κέντρα ἀεὶ διαθέ-
σεως.
Ἑξῆς δὲ τούτοις ὄντος τοῦ περὶ συναρμογῶν λόγου
περὶ μὲν τῶν κατὰ νόμους ἀνδρὸς καὶ γυναικὸς συμβιώσεων
οὕτως σκεπτέον. ἐπὶ μὲν τῶν ἀνδρῶν ἀφορᾶν δεῖ
τὴν σελήνην αὐτῶν, πῶς διάκειται. πρῶτον μὲν γὰρ ἐν
τοῖς ἀπηλιωτικοῖς τυχοῦσα τεταρτημορίοις νεογάμους
ποιεῖ τοὺς ἄνδρας ἢ νεωτέραις παρ’ ἡλικίαν συμβάλλοντας,
ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους ἢ πρεσβυτέραις
ἔπειτα, ἐὰν μὲν ἐν μονοειδεῖ ζῳδίῳ ἢ καὶ ἑνὶ τῶν ἀστέρων συνάπτουσα τύχῃ,
μονογάμους ἀποτελεῖ, ἐὰν δὲ ἐν δισώμῳ ἢ καὶ πολυμόρφῳ
ἢ καὶ πλείοσιν ἐν τῷ αὐτῷ ζῳδίῳ τὴν συναφὴν
ἐπέχουσα, πολυγάμους. κἂν μὲν οἷ τὰς συναφὰς ἐπέχοντες
τῶν ἀστέρων ἤτοι κατὰ κολλήσεις ἢ κατὰ μαρτυρίας
ἀγαθοποιοὶ τυγχάνωσιν, λαμβάνουσιν γυναῖκας ἀγαθάς,
ἐὰν δὲ κακοποιοὶ τὰς ἐναντίας.
Κρόνος μὲν γὰρ ἐπισχὼν συναφὴν περιποιεῖ γυναῖκας ἐπιπόνους καὶ αὐστηράς,
Ζεὺς δὲ σεμνὰς καὶ οἰκονομικάς, Ἄρης δὲ θρασείας καὶ
ἀνυποτάκτους, Ἀφροδίτη δὲ ἱλαρὰς καὶ εὐμόρφους καὶ
ἐπιχαρίτους, Ἑρμῆς δὲ συνετὰς καὶ ὀξείας, ἔτι δὲ Ἀφροδίτη
μετὰ μὲν Διὸς ἢ Κρόνου ἢ μεθ’ Ἑρμοῦ βιωφελεῖς
καὶ φιλάνδρους καὶ φιλοτέκνους, μετὰ δὲ Ἄρεως θυμικάς
καὶ ἀστάτους καὶ ἀγνώμονας.
ἐπὶ δὲ τῶν γυναικῶν ἀφορᾶν δεῖ τὸν ἥλιον αὐτῶν, ἐπειδήπερ καὶ αὐτὸς ἐν μὲν
τοῖς ἀπηλιωτικοῖς πάλιν τυχὼν τεταρτημορίοις ποιεῖ τὰς
ἐχούσας αὐτὸν οὕτως διακείμενον ἤτοι νεογάμους ἢ νεωτέροις
συμβαλλούσας, ἐν δὲ τοῖς λιβικοῖς βραδυγάμους
Κρόνου
μὲν οὖν ὡσαύτως τῷ μὲν ἡλίῳ συσχηματισθέντος λαμβάνουσιν
ἄνδρας καθεστῶτας καὶ χρησίμους καὶ φιλοπόνους,
Διὸς δὲ σεμνοὺς καὶ μεγαλοψύχους, Ἄρεως δὲ·
δράστας καὶ ἀστόργους καὶ ἀνυποτάκτους, Ἀφροδίτης δὲ
καθαρίους καὶ εὐμόρφους, Ἑρμοῦ δὲ βιωφελεῖς καὶ ἐμπράκτους,
Ἀφροδίτης δὲ μετὰ μὲν Κρόνου νωχελεῖς καὶ
εὐλαβεστέρους ἐν τοῖς ἀφροδισίοις, μετὰ δὲ Ἄρεως θερμοὺς
καὶ καταφερεῖς καὶ μοιχώδεις, μετὰ δὲ Ἑρμοῦ περὶ
παῖδας ἐπτοημένους.
λέγομεν δὲ νῦν ἀπηλιωτικὰ τεταρτημόρια ἐπὶ μὲν τοῦ ἡλίου τὰ προηγούμενα τοῦ τε ἀνατέλλοντος σημείου τοῦ ζῳδιακοῦ καὶ τοῦ δύνοντος,
ἐπὶ δὲ τῆς σελήνης τὰ ἀπὸ συνόδου καὶ πανσελήνου
ἢ ἑξάγωνα, καὶ μάλιστα, ὅταν ἐναλλὰξ τοῦτο συμβαίνῃ,
πολὺ δὲ πλεῖον, ὅταν ἡ τοῦ ἀνδρὸς σελήνη τῷ τῆς
γυναικὸς ἡλίῳ.
διαλύονται δὲ ἐκ τῶν τυχόντων καὶ ἀπαλ-
λοτριοῦνται τέλεον, ὅταν αἱ προειρημέναι τῶν φώτων
κἂν μὲν τοὺς συμφώνονς τῶν φώ-
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσυμφώνων στάσεων οἱ μὲν ἀγαθοποιοὶ τοῖς φωσὶ μαρτυρήσαντες
οὐ τέλεον ἀποκόπτουσι τὰς συμβιώσεις, ἀλλὰ ποιοῦσιν
ἐπανόδους καὶ ἀναμνήσεις συντηρούσας τό τε προσηνὲς
καὶ τὸ φιλόστοργον.
οἱ δὲ κακοποιοὶ μετά τινος ἐπηρείας καὶ ὕβρεως ποιοῦσι τὰς διαλύσεις· τοῦ μὲν οὗν
τοῦ Ἑρμοῦ μόνου σὺν αὐτοῖς γινομένου περιβοησίαις
καὶ ἐγκλήμασι περικυλίονται, μετὰ δὲ τοῦ τῆς Ἀφροδίτης
ἐπιμοιχίαις ἢ φαρμακείαις ἢ τοῖς τοιούτοις. τὰς δὲ
κατ’ ἄλλον οἱονδήποτε τρόπον γινομένας συναρμογὰς
διακριτέον ἀφορῶντας εἴς τε τὸν τῆς Ἀφροδίτης ἀστέρα
καὶ τὸν τοῦ Ἄρεως καὶ τὸν τοῦ Κρόνου· συνόντων γὰρ
αὐτῶν τοῖς φωσὶν οἰκείως καὶ τὰς συμβιώσεις οἰκείας
καὶ νομίμους ποιοῦσι·
συγγένειαν γὰρ ὥσπερ ἔχει πρὸς ἑκάτερον τῶν εἰρημένων ἀστέρων ὁ τῆς Ἀφροδίτης καὶ
πρὸς μὲν τὸν τοῦ Ἄρεως κατὰ τὸ συνακμάζον πρόσωπον,
ἐπειδήπερ ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ζῳδίοις ἔχουσι τὰ
ὑψώματα, πρὸς δὲ τὸν τοῦ Κρόνου κατὰ τὸ πρεσβύτερον
σελήνῃ συμπαρῇ, ποιεῖ δυσὶν ἀδελφαῖς ἢ συγγενέσι
συνερχομένους, ἐὰν δὲ ἐπὶ τῶν γυναικῶν τῷ τοῦ Διός,
δυσὶν ἀδελφοῖς ἢ συγγενέσιν. μετὰ δὲ τοῦ τοῦ Κρόνου
πάλιν ὁ τῆς Ἀφροδίτης τυχὼν ἁπλῶς μὲν ἡδείας καὶ
εὐσταθεῖς ποιεῖ τὰς συμβιώσεις, προσόντος δὲ τοῦ τοῦ
Ἑρμοῦ καὶ ὠφελίμους, συμπροσγενομένου δὲ καὶ τοῦ τοῦ
Ἄρεως ἀστάτους καὶ βλαβερὰς καὶ ἐπιζήλους· κἂν μὲν
ὁμοιοσχημονῇ αὐτοῖς, πρὸς ὁμήλικας ποιεῖ τὰς ἐπιπλοκάς,
ἂν δὲ ἀνατολικώτερος αὐτῶν, πρὸς νεωτέρας νεωτέρους,
ἐὰν δὲ δυτικώτερος πρὸς πρεσβυτέρας ἢ πρεσβυτέρους.
ἐὰν δὲ καὶ ἐν τοῖς ἐπικοίνοις ζῳδίοις ὦσιν ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Κρόνου,
τουτέστιν Αἰγόκερω καὶ
Ζυγῷ, συγγενικὰς ποιοῦσιν τὰς συνελεύσεις. ὡροσκοπήσαντι
τὰς δὲ θηλείας υἱοῖς ἢ υἱοῖς ἀδελφῶν ἢ θυγατέρων
ἀνδράσιν, ἥλιος δὲ δυτικῶν μάλιστα ὄντων τῶν ἀστέρων
τοὺς μὲν ἄρρενας θυγατράσιν ἢ θυγατράσιν ἀδελφῶν ἢ
μὲν συγγενικῶν ζῳδίων μὴ τύχωσιν, ἐν θηλυκοῖς δὲ ὦσι
τόποις, ποιοῦσι καὶ οὕτως καταφερεῖς καὶ πρὸς τὸ διαθεῖναί
τε καὶ διατεθῆναι πάντα τρόπον προχείρους, ἐπ’
ἐνίων δὲ μορφώσεων καὶ ἀσελγεῖς, ὡς ἐπί τε τῶν ἐμπροσθίων
καὶ ὀπισθίων τοῦ Κριοῦ καὶ τῆς ὑάδος καὶ τῆς κάλπιδος
καὶ τῶν ὀπισθίων τοῦ Λέοντος καὶ τοῦ προσώπου
τοῦ Αἰγόκερω.
κεντρωθέντες δὲ κατὰ μὲν τῶν πρώτων δύο κέντρων τοῦ τε ἀπηλιωτικοῦ καὶ τοῦ μεσημβρινοῦ
παντελῶς ἀποδεικνύουσι τὰ πάθη καὶ ἐπὶ δημοσίων τόπων
προάγουσι, κατὰ δὲ τῶν ἐσχάτων δύο τοῦ τε λιβικοῦ
καὶ τοῦ βορείου σπάδοντας ποιοῦσι καὶ αὐλικοὺς ἢ
στείρας ἢ ἀτρήτους, Ἄρεως δὲ προσόντος ἀποκόπους ἢ
τριβάδας· καὶ καθόλου δὲ παντοδαπήν τινα διάθεσιν
πρὸς τὰ ἀφροδίσια ἕξουσιν.
ἐπὶ μὲν τῶν ἀνδρῶν ἀπὸ τοῦ τοῦ Ἄρεως ἐπισκεψόμεθα. τοῦ μὲν γὰρ τῆς Ἀφροδίτης
καὶ τοῦ τοῦ Κρόνου χωρισθείς, μαρτυρηθεὶς δὲ ὑπὸ Διὸς
καθαρίους καὶ σεμνοὺς περὶ τὰ ἀφροδίσια ποιεῖ καὶ μόνης
τῆς φυσικῆς χρείας στοχαζομένους, μετὰ Κρόνου δὲ μόνου
μὲν τυχὼν εὐλαβεῖς καὶ ὀκνηροὺς καὶ καταψύχρους
ἀπεργάζεται, συσχηματιζομένων δὲ Ἀφροδίτης καὶ Διὸς
ἐγκρατεῖς δὲ καὶ ἀντιληπτικοὺς καὶ τὸ αἰσχρὸν φυλασσομένους, μετὰ μόνης δὲ
Ἀφροδίτης ἢ καὶ τοῦ Διὸς σὺν αὐτῇ τυχόντος, ἀπόντος
τοῦ τοῦ Κρόνου, λάγνους καὶ ῥᾳθύμους καὶ πανταχόθεν
τὰ θηλυκὰ μόνα καταφερεῖς, θηλυκῶν δὲ ὄντων τῶν
ζῳδίων καὶ αὐτοὺς διατιθεμένους, ἐὰν δὲ ἀμφότεροι ἑῷοι,
πρὸς τά παιδικὰ μόνα νοσηματώδεις, ἀρρενικῶν δὲ ὄντων
τῶν ζῳδίων καὶ πρὸς πᾶσαν ἀρρένων ἡλικίαν, κἂν
μὲν ὁ τῆς Ἀφροδίτης δυτικώτερος ᾖ, ταπειναῖς ἢ δούλαις
ἢ ἀλλοφύλοις συνερχομένους, ἐὰν δὲ ὁ τοῦ Ἄρεως, ὑπερεχούσαις
ἢ ὑπάνδροις ἢ δεσποίναις.
ἐπὶ δὲ τῶν γυναικῶν
ἀπόντος τῷ τοῦ Ἑρμοῦ συνοικειωθεὶς κεκινημένας μὲν
καὶ ὀρεκτικάς, εὐλαβεῖς δὲ καὶ ὀκνηράς τὰ πολλὰ καὶ τὸ
αἰσχρὸν φυλασσομένας·
Ἄρει δὲ μόνῳ μὲν συνὼν ἢ καὶ
συσχηματισθεὶς ὁ τῆς Ἀφροδίτης ποιεῖ λάγνους, καταφερεῖς
καὶ μᾶλλον ῥᾳθύμους, ἐὰν δὲ ὁ τοῦ Διὸς αὐτοῖς
προσγένηται, κἂν μὲν ὁ τοῦ Ἄρεως ὑπὸ τὰς αὐγὰς ᾖ,
συνέρχονται δούλοις ἢ ταπεινοτέροις ἢ ἀλλοφύλοις, ἐὰν
δὲ ὁ τῆς Ἀφροδίτης, ὑπερέχουσιν ἢ δεσπόταις ἑταιρῶν
ἢ μοιχάδων ἐπέχουσαι τρόπον, κἂν μὲν τεθηλυσμένοι
ὦσι τοῖς τόποις ἢ τοῖς σχήμασιν οἱ ἀστέρες, πρὸς τὸ
διατίθεσθαι μόνον καταφερεῖς, ἐὰν δὲ ἠρρενωμένοι, καὶ
πρὸς τὸ διατιθέναι γυναῖκας.
ὁ μέντοι τοῦ Κρόνου τοῖς
προκειμένοις σχήμασι συνοικειωθείς, ἐὰν μὲν καὶ αὐτὸς
εὐπταιστότερον
Ἐπειδὴ δὲ τῷ περὶ γάμου τόπῳ καὶ ὁ περὶ τέκνων ἀκολουθεῖ, σκοπεῖν δεήσει τοὺς τῷ κατὰ κορυφὴν τόπῳ
ἢ τῷ ἐπιφερομένῳ, τουτέστι τῷ τοῦ. ἀγαθοῦ δαίμονος,
προσόντας ἢ συσχηματιζομένους, εἰ δὲ μή, τοὺς τοῖς διαμέτροις
αὐτῶν, καὶ σελήνην μὲν καὶ Δία καὶ Ἀφροδίτην
πρὸς δόσιν τέκνων λαμβάνειν, ἥλιον δὲ καὶ Ἄρη καὶ
Κρόνον πρὸς ἀτεκνίαν ἢ ὀλιγοτεκνίαν, τὸν δὲ τοῦ Ἑρμοῦ,
πρὸς ὁπότερον ἂν αὐτῶν τύχῃ συσχηματισθείς, ἐπίκοινον,
καὶ ἐπιδοτῆρα μὲν ὅταν ἀνατολικὸς ᾗ, ἀφαιρέ-
οἱ μὲν οὖν δοτῆρες ἁπλῶς μὲν οὕτως κείμενοι καὶ κατὰ μόνας ὄντες μόναχὰ διδόασι
τέκνα, ἐν δισώμοις δὲ δισσὰ καὶ ἐν θηλυκοῖς ζῳδίοις.
ὁμοίως δὲ καὶ ἐν τοῖς πολυσπέρμοις, οἷον Ἰχθύσι καὶ
Καρκίνῳ καὶ Σκορπίῳ, δισσὰ ἢ καὶ πλείονα, καὶ ἠρρενω·
ἥλιος δὲ καὶ of κακοποιοὶ διακατασχόντες
τοὺς εἰρημένους τόπους ἐὰν μὲν ἐν ἀρρενικοῖς ὦσιν ἢ
στειρώδεσι ζῳδίοις καὶ ὑπὸ τῶν ἀγαθοποιῶν ἀκαθυπερτέρητοι,
τελείας εἰσὶν ἀτεκνίας δηλωτικοί, ἐπὶ θηλυκῶν
δὲ ἢ πολυσπέρμων ζῳδίων τυχόντες ἢ ὑπὸ τῶν ἀγαθοποιῶν
μαρτυρηθέντες διδόασι μέν, ἐπισινῆ δὲ ἢ ὀλιγοχρόνια.
τῶν δὲ αἱρέσεων ἀμφοτέρων λόγον ἐχουσῶν πρὸς
τὰ τεκνοποιὰ ζῴδια τῶν δοθέντων τέκνων ἀποβολαὶ
γενήσονται πάντων ἢ ὀλίγων, πρὸς τὰς ὑπεροχὰς τῶν
εὑρίσκωμεν ἤτοι πλείους δυνατωτέρους ἐν τῷ ἀνατολικωτέρους
ὑπάρχειν ἐπικεντροτέρους ἢ καθυπερτερεῖν
ἢ ἐπαναφέρεσθαι.
ἐὰν μὲν οὖν οἱ κυριεύσαντες τῶν εἰρημένων
ζῳδίων ἀνατολικοὶ τυγχάνωσι, δοτῆρες ἔσονται
τέκνων, εἰ δὲ ἐν ἰδίοις ὦσιν τόποις, ἔνδοξα καὶ ἐπιφανῆ
ποιοῦσι τὰ δοθέντα τέκνα, ἐὰν δὲ δυτικοὶ καὶ ἐν τοῖς
τῆς ἀλλοτρίας αἱρέσεως τόποις, ταπεινὰ καὶ ἀνεπίφαντα.
κἂν μὲν σύμφωνοι τῇ ὥρᾳ καὶ τῷ κλήρῳ τῆς τύχης καταλαμβάνωνται,
προσφιλῆ τοῖς γονεῦσι καὶ ἐπαφρόδιτα καὶ
κληρονομοῦντα τὰς οὐσίας αὐτῶν, ἐὰν δὲ ἀσύνδετοι ἢ
ἀντικείμενοι, μάχιμα καὶ ἐχθροποιούμενα καὶ ἐπιβλαβῆ
καὶ μὴ παραλαμβάνοντα τὰς τῶν γονέων οὐσίας· ὁμοίως
τὰ δὲ κατὰ μέρος πάλιν ἄν τις καταστοχάζοιτο χρησάμενος ἐφ’ ἑκάστου τῷ τὴν δόσιν πεποιημένῳ τῶν ἀστέρων
ὡροσκοπίῳ καὶ ἀπὸ τῆς λοιπῆς διαθέσεως ὡς ἐπὶ γενέσεως
τὴν περὶ τῶν ὁλοσχερεστέρων ἐπίσκεψιν ποιούμενος.
Τῶν δὲ φιλικῶν διαθέσεων καὶ τῶν ἐναντίων, ὧν τὰς μὲν μείζους καὶ πολυχρονίους καλοῦμεν συμπαθείας καὶ
ἔχθρας, τὰς δὲ ἐλάττους καὶ προσκαίρους συναστρίας καὶ
ἀντιδικίας, ἡ ἐπίσκεψις ἡμῖν ἔσται τὸν τρόπον τοῦτον. ἐπὶ
μὲν τῶν κατὰ μεγάλα συμπτώματα θεωρουμένων παρατηρεῖν
δεῖ τοὺς ἀμφοτέρων τῶν γενέσεων κυριωτάτους
τόπους, τουτέστι τόν τε ἡλιακὸν καὶ τὸν σεληνιακὸν καὶ
ἐπειδήπερ κατὰ μὲν τῶν αὐτῶν τυχόντες δωδεκατημορίων ἢ
ἐναλλάξαντες τοὺς τόπους ἤτοι πάντες ἢ οἱ πλείους, καὶ
μάλιστα, ὅταν οἱ ὡροσκοποῦντες περὶ τὰς ἑπτακαίδεκα
μοίρας ἀλλήλων ἀπέχωσι, ποιοῦσι συμπαθείας ἀπταίστους
καὶ ἀδιαλύτους καὶ ἀνεπηρεάστους, κατὰ δὲ τῶν ἀσυν-
ἥττονας
ποιοῦσι τὰς συμπαθείας, εἰ δὲ ἐν τοῖς τετραγώνοις, ἥττονας
τὰς ἀντιπαθείας, ὡς γίνεσθαί τινας κατὰ καιροὺς
ἐν μὲν ταῖς φιλίαις ὑποσιωπήσεις καὶ μικρολογίας, ὅταν
οἷ’ κακοποιοὶ τὸν σχηματισμὸν παροδεύωσιν, ἐν δὲ ταῖς
ἔχθραις σπονδὰς καὶ ἀποκαταστάσεις κατὰ τὰς τῶν ἀγαθοποιῶν
τοῖς σχηματισμοῖς ἐπεμβάσεις.
ἐπεῖ δὲ φιλίας
καὶ ἔχθρας εἴδη τρία γὰρ διὰ προαίρεσιν οὕτως ἔχουσι
πρὸς ἀλλήλους ἢ διὰ χρείαν ἢ διὰ ἡδονὴν καὶ λύπην·
ὅταν μὲν πάντες ἢ οἱ πλείους τῶν προειρημένων τόπων
οἰκειωθῶσι πρὸς ἀλλήλους, ἐκ πάντων ἡ φιλία συνάγεται
τῶν εἰδῶν, ὥσπερ, ὅταν ἀνοικείως, ἡ ἔχθρα, ὅταν δὲ
οἱ τῶν φώτων μόνον, διὰ προαίρεσιν, ἥτις ἐστὶ φιλία
καὶ βελτίστη καὶ ἀσφαλεστάτη καὶ ἔχθρα χειρίστη καὶ
ἄπιστος· ὁμοίως δέ, ὅταν μὲν οἶ τῶν κλήρων τῆς τύχης,
παρατηρητέον δὲ τῶν συσχηματιζομένων τόπων
τάς τε καθυπερτερήσεις καὶ τὰς τῶν ἀστέρων ἐπιθεωρήσεις·
ἐφ’ ὧν μὲν γὰρ ἂν γενέσεων ἡ τοῦ σχηματισμοῦ
ὠφελιμώτερον καὶ τὸ ἐκ τῆς ἔχθρας κατορθωτικώτερον
ἀποδοτέον.
ἐπὶ δὲ τῶν κατὰ χρόνον τισὶ συνισταμένων προσκαίρων συναστριῶν τε καὶ ἐναντιώσεων προσεκτέον
ταῖς καθ’ ἑκατέραν γένεσιν κινήσεσι τῶν ἀστέρων, τουτ-
έστι κατὰ ποίους χρόνους αἱ τῶν τῆς ἑτέρας γενέσεως
ἀστέρων ἀφέσεις ἐπέρχονται τοῖς τόποις τῶν τῆς ἑτέρας
γενέσεως ἀστέρων· γίνονται γὰρ κατὰ τούτους φιλίαι
καὶ ἔχθραι μερικαὶ διακρατοῦσαι χρόνον ὀλιγοστὸν μὲν
τὸν μέχρι τῆς διαλύσεως αὐτῆς, πλεῖστον δὲ τὸν μέχρι
τῆς ἑτέρου τινὸς τῶν ἐπιφερομένων ἀστέρων καταλήψεως.
Κρόνος μὲν οὖν καὶ Ζεὺς ἐπελθόντες τοῖς ἀλλήλων τόποις ποιοῦσι φιλίας διὰ συστάσεως γεωργίας ἢ κληρονομίας,
Κρόνος δὲ καὶ Ἄρης μάχας καὶ ἐπιβουλὰς τὰς
κατὰ προαίρεσιν, Κρόνος δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς
δὲ καὶ Ἑρμῆς συμβιώσεις καὶ κοινωνίας διὰ δόσιν
Ζεὺς δὲ καὶ Ἄρης
ἑταιρίας δι’ ἀξιωματικῶν ἢ οἰκονομιῶν, Ζεὺς δὲ καὶ
Ἀφροδίτη φιλίας τὰς διὰ θηλυκῶν προσώπων ἢ τῶν ἐν
ἱεροῖς θρησκειῶν ἢ χρησμῶν τῶν τοιούτων, Ζεὺς δὲ
καὶ Ἑρμῆς συναναστροφὰς διὰ λόγους καὶ ἐπιστήμας καὶ
προαίρεσιν φιλόσοφον, Ἄρης δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς
τὰς δι’ ἔρωτας καὶ μοιχείας ἢ νοθείας, ἐπισφαλεῖς
ἀφορμάς, Ἀφροδίτη δὲ καὶ Ἑρμῆς συμβιώσεις τὰς
διὰ τέχνην τινὰ ἢ μοῦσαν ἢ σύστασιν ἀπὸ γραμμάτων
ἢ θηλυκῶν προσώπων.
τὴν μὲν οὖν ἐπὶ τὸ μᾶλλον καὶ
ἦττον ἐπίτασιν καὶ ἄνεσιν τῶν συναστριῶν ἢ τῶν ἐναντιώσεων
διακριτέον ἐκ τῆς τῶν ἐπιλαμβανομένων τόπων
πρὸς τοὺς πρώτους καὶ κυριωτάτους τέσσαρας τόπους
διαθέσεως, ἐπειδήπερ κατὰ τῶν κέντρων μὲν ἢ τῶν κλήρων
ἢ τῶν φώτων τυχόντες ἐπιφανεστέρας ποιοῦσι τὰς
ἐπισημασίας, ἀλλοτριωθέντες δὲ αὐτῶν ἀνεπιφάντους,
τὴν δὲ ἐπὶ τὸ βλαβερώτερον ἢ ὠφελιμώτερον τοῖς ἑτέροις
ἐκ τῆς τῶν ἐπιθεωρούντων ἀστέρων τοὺς εἰρημένους
τόπους ἐπὶ τὸ ἀγαθὸν ἢ κακὸν ἰδιοτροπίας.
Ἰδίως δὲ ὁ περὶ δούλων τόπος ἢ λόγος καὶ τῆς τῶν
Ὁ δὲ περὶ ξενιτείας τόπος καταλαμβάνεται διὰ τῆς τῶν φώτων πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλιστα
δὲ τῆς σελήνης· δύνουσα γὰρ ἢ ἀποκεκλικυῖα τῶν
κέντρων ξενιτείας καὶ τόπων μεταβολὰς ποιεῖ, δύναται
δὲ τὸ παραπλήσιον ἐνίοτε καὶ ὁ τοῦ Ἄρεως ἤτοι δύνων
καὶ αὐτὸς ἢ ἀποκεκλικὼς τοῦ κατὰ κορυφήν, ὅταν τοῖς
φωσὶ διάμετρον ἢ τετράγωνον ἔχῃ στάσιν.
ἐὰν δὲ καὶ ὁ κλῆρος τῆς τύχης ἐν τοῖς ποιοῦσι τὴν ἀποδημίαν ζῳδίοις
ἐκπέσῃ, καὶ τοὺς βίους ὅλους καὶ τὰς ἀναστροφὰς καὶ
τὰς πράξεις ἐπὶ τῆς ξένης ἔχοντες διατελοῦσιν. ἀγαθοποιῶν
μὲν οὗν ἐπιθεωρούντων τοὺς εἰρημένους τόπους
ἢ ἐπιφερομένων αὐτοῖς ἐνδόξους ἕξουσι καὶ ἐπικερδεῖς
τὰς ἐπὶ τῆς ξένης πράξεις καὶ τὰς ἐπανόδους ταχείας καὶ
ὡς ἐπίπαν δὲ ἐν μὲν τοῖς
τῶν ἑῴων τεταρτημορίων ἀποκλίμασιν ἐκπεσόντων τῶν
φώτων εἰς τὰ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν μέρη τῶν
οἰκήσεων τὰς ἀποδημίας γίνεσθαι συμβαίνει, ἐν δὲ τοῖς
τῶν λιβικῶν ἢ καὶ ἐν αὐτῷ τῷ δύνοντι εἰς τὰ πρὸς ἄρκτους
καὶ δυσμάς· κἂν μὲν μονοειδῆ τύχῃ τὰ τὴν ξενιτείαν
ποιήσαντα ζῴδια ἤτοι αὐτὰ οἱ οἰκοδεσποτήσαντες
αὐτῶν ἀστέρες, διὰ μακροῦ καὶ κατὰ καιροὺς ποιήσονται
τὰς ἀποδημίας, ἐὰν δὲ δίσωμα ἢ δίμορφα, συνεχῶς
καὶ ἐπὶ πλεῖστον χρόνον.
Ζεὺς μὲν οὗν καὶ Ἀφροδίτη
κύριοι γενόμενοι τῶν τὴν ξενιτείαν ποιούντων
τόπων καὶ φώτων οὐ μόνον ἀκινδύνους ἀλλὰ καὶ θυμήρεις
ποιοῦσι τὰς ὁδοιπορίας, ἤτοι γὰρ ὑπὸ τῶν προεστώτων
ἐν ταῖς χώραις ἢ διὰ φίλων ἀφορμὰς παραπέμπονται
συνεργούσης αὐτοῖς τῆς τε τῶν καταστημάτων εὐαερίας
καὶ τῆς τῶν ἐπιτηδείων ἀφθονίας, προσγενομένου δὲ
αὐτοῖς καὶ τοῦ τοῦ Ἑρμοῦ πολλάκις καὶ δι’ αὐτῆς τῆς
εἰρημένης συντυχίας ὠφέλειαι καὶ προκοπαὶ καὶ δωρεαὶ
καὶ τιμαὶ προσγίνονται·
Κρόνος δὲ καὶ Ἄρης ἐπιλαβόντες
τά φῶτα, καὶ μάλιστα ἂν διαμηκίζωσιν ἀλλήλοις, τὰ
καὶ συλήσεις, ἐν δὲ τοῖς χερσαίοις διὰ θηρίων ἐφόδους
ἢ σεισμούς,
Ἑρμοῦ δὲ συμπροσόντος διὰ μετέωρα καὶ κατηγορίας ἐπισφαλεῖς, ἔτι δὲ καὶ διὰ τὰς τῶν ἑρπετῶν
καὶ τῶν ἄλλων ἰοβόλων πληγάς, παρατηρουμένης
ἔτι τῆς μὲν τῶν συμπτωμάτων, ἐάν τε ὠφέλιμα ἐάν τε
βλαβερὰ ᾗ, ἰδιοτροπίας ἐκ τῆς περὶ τὸ αἴτιον διαφορᾶς
καὶ ἐκ τῆς τῶν αἰτιατικῶν τόπων πράξεως ἢ κτήσεως
σώματος ἢ ἀξιώματος κατὰ τὴν ἐξ ἀρχῆς διάθεσιν κυρίας,
τῶν δὲ τὰς ἐπισημασίας μάλιστα ποιησόντων καιρῶν ἐκ
τῆς πλανωμένων κατὰ χρόνους ἐπεμβάσεων ποιότητος·
καὶ ταῦτα μὲν ἡμῖν μέχρι τοσούτου ὑποτετυπώσθω.
Καταλειπομένης δὲ ἐπὶ πᾶσι τῆς περὶ τὸ ποῖον τῶν θανάτων
ἀκτῖνος ἡ ἀναίρεσις ἀποτελεσθήσεται ἢ κατὰ τὴν ἐπὶ
ὁποῖοι γὰρ ἂν ὦσιν
ἤτοι οἱ ἐπόντες τοῖς εἰρημένοις τόποις ἤ, ἐὰν μὴ ἐπῶσιν,
οἱ πρῶτοι τῶν ἄλλων αὐτοῖς ἐπιφερόμενοι, τοιούτους
καὶ τοὺς θανάτους ἔσεσθαι διαληπτέον, συλλαμβανομένων
ταῖς φύσεσιν αὐτῶν πρὸς τὸ ποικίλον τῶν συμπτωμάτων
τῶν τε συσχηματιζομένων ἀστέρων καὶ τῆς αὐτῶν
τῶν εἰρημένων ἀναιρετικῶν τόπων ἰδιοτροπίας ζῳδιακῶς
τε καὶ κατὰ τὴν τῶν ὁρίων φύσιν.
ὁ μὲν οὖν τοῦ
Κρόνου τὴν κυρίαν τοῦ θανάτου λαβὼν ποιεῖ τὰ τέλη
διὰ νόσων πολυχρονίων καὶ φθίσεων καὶ ῥευματισμῶν
καὶ συντήξεων καὶ ῥιγοπυρέτων καὶ σπληνικῶν καὶ ὑδροπικῶν
καὶ κοιλιακῶν καὶ ὑστερικῶν διαθέσεων, καὶ ὅσαι
κατὰ πλεονασμὸν τοῦ ψυχροῦ συνίστανται·
ὁ δὲ τοῦ Διὸς
ποιεῖ τοὺς θανάτους ἀπὸ συνάγχης καὶ περιπνευμονίας
καὶ ἀποπληξίας καὶ σπασμῶν καὶ κεφαλαλγίας καὶ τῶν
καρδιακῶν διαθέσεων, καὶ ὅσαι κατὰ πνεύματος ἀμετρίαν
ἢ δυσωδίαν ἐπισυμπίπτουσιν·
ὁ δὲ τοῦ Ἄρεως
ἀπὸ πυρετῶν συνεχῶν καὶ ἡμιτριταϊκῶν καὶ αἰφνιδίων
καὶ ὀλέθρων, καὶ ὅσα τῶν νοσημάτων κατ’ ἐκπύρωσιν
καὶ ἀμετρίαν τοῦ θερμοῦ τοὺς θανάτους ἐπιφέρει·
ὁ δὲ τῆς Ἀφροδίτης διὰ στομαχικῶν καὶ ἡπατικῶν
ὁ δὲ τοῦ Ἑρμοῦ, διὰ μανιῶν καὶ ἐκστάσεων καὶ μελαγχολιῶν καὶ πτωματισμῶν
καὶ ἐπιλήψεων καὶ βηχικῶν καὶ ἀναφορικῶν νοσημάτων,
καὶ ὅσα τοῦ ξηροῦ πλεονάσαντος ἢ φθαρέντος
ἰδίοις μὲν οὗν τελευτῶσι θανάτοις οἱ κατὰ τὸν εἰρημένον τρόπον μεταστάντες τοῦ ζῆν, ὅταν οἱ τὴν
κυρίαν τοῦ θανάτου λαβόντες ἐπὶ τῆς ἰδίας ἢ τῆς οἰκείας
φυσικῆς ἰδιοτροπίας τύχωσιν ὄντες ὑπὸ μηδενὸς καθυπερτερηθέντες
τῶν κακῶσαι καὶ ἐπισφαλέστερον ποιῆσαι
τὸ τέλος δυναμένων, βιαίοις δὲ καὶ ἐπισήμοις,
ὅταν ἀμφότεροι κυριεύσωσιν οἱ κακοποιοὶ τῶν ἀναιρετικῶν τόπων
ἤτοι συνόντες ἢ τετραγωνίζοντες ἢ διαμηκίζοντες,
ἢ ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι τὸν ἥλιον ἢ καὶ τὴν
ἀστέρων συνεπιθεωρήσεως καὶ τῶν τοὺς κακοποιούς
περιεχόντων ζῳδίων.
ὁ μὲν γὰρ τοῦ Κρόνου τὸν ἥλιον παρὰ τὴν αἵρεσιν τετραγωνίσας ἢ διαμηκίσας έν μὲν τοῖς
στερεοῖς ποιεῖ τοὺς κατὰ θλίψιν ὄχλων ἢ ἀγχόναις ἢ στραγγαλιαῖς
ἀπολλυμένους, ὁμοίως δέ, κἂν δύνῃ τῆς σελήνης
ἐπιφερομένης, ἐν δὲ τοῖς θηριώδεσι τόποις ἢ ζῳδίοις
δὲ τοῦ Ἑρμοῦ συσχηματισθείς, καὶ μάλιστα περὶ τοὺς ἐν
τῇ σφαίρᾳ ὅφεις ἢ τὰ χερσαῖα τῶν ζῳδίων, ἀπὸ δακετῶν
ἰοβόλων ἀποθνησκοντας,
Ἀφροδίτης δὲ αὐτοῖς προσγενομένης
ὑπὸ φαρμακειῶν καὶ γυναικείων ἐπιβουλῶν,
ἐν Παρθένῳ δὲ καὶ Ἰχθύσιν ἢ τοῖς καθύγροις ζῳδίοις
τῆς σελήνης συσχηματισθείσης ὑποβρυχίους καὶ ἐν ὕδασιν
ἀποπνιγομένους, περὶ δὲ τὴν Ἀργὼ καὶ ναυαγίοις
περιπίπτοντας, ἐν δὲ τοῖς τροπικοῖς ἢ τετραπόδοις ἡλίῳ
συνὼν ἢ διαμηκίσας ἢ ἀντὶ τοὺ ἡλίου τῷ τοῦ Ἄρεως
ὑπὸ συμπτώσεων καταλαμβανομένους, ἐὰν δὲ καὶ μεσουρανῶσιν
ἢ ἀντιμεσουρανῶσιν, ἀπὸ ὕψους κατακρημνιζομένους.
ὁ δὲ τοῦ Ἄρεως τῷ ἡλίῳ παρ’ αἵρεσιν ἢ τῇ σελήνῃ
τετράγωνος ἢ διάμετρος σταθεὶς ἐν μὲν τοῖς ἀνθρωποειδέσι
ζῳδίοις έν στάσεσιν ἐμφυλίοις ἢ ὑπὸ πολεμίων
ποιεῖ σφαζομένους ἢ αὐτόχειρας ἑαυτῶν γινομένους,
διὰ γυναῖκας δὲ ἢ γυναικῶν φονέας, ἐπὰν καὶ ὁ τῆς
Ἀφροδίτης αὐτοῖς μαρτυρήσῃ· κἂν ὁ τοῦ Ἑρμοῦ δὲ τούτοις
συσχηματισθῇ ὑπὸ πειρατῶν ἢ λῃστηρίων ἢ κακούρ-
ἐπὶ δὲ τοῦ μεσουρανήματος ἢ ἀντιμεσουρανήματος σταυροῖς ἀνορθουμένους, καὶ μάλιστα
περὶ τὸν Κηφέα καὶ τὴν Ἀνδρομέδαν, ἐπὶ δὲ τοῦ δύνοντος
ἢ ἀνθωροσκοποῦντος ζῶντας καιουμένους, ἐν δὲ τοῖς
τετραπόδοις ἀπὸ συμπτώσεων καὶ συνθραύσεων ἢ συρμάτων
ἀποθνῄσκοντας.
τοῦ δὲ τοῦ Διὸς καὶ τούτῳ μαρτυρήσαντος καὶ συγκακωθέντος ἐπισήμοις πάλιν ἀπόλλυνται
κατακρίσεσι καὶ χόλοις ἡγεμόνων ἢ βασιλέων·
συγγενόμενοι δὲ ἀλλήλοις οἱ κακοποιοὶ καὶ οὕτως διαμηκίσαντες
ἐπί τινος τῶν εἰρημένων αἰτιατικῶν διαθέσεων
συνεργοῦσιν ἔτι μᾶλλον πρὸς τὴν τοῦ θανάτου κάκωσιν
τῆς κατὰ τὸ ποῖον κυρίας περὶ τὸν αὐτοῦ τοῦ ἀναιρετι-
ὅταν ἀμφότεροι λόγον ἔχωσι πρὸς τοὺς ἀναιρετικοὺς τόπους. οἱ τοιοῦτοι δὲ καὶ ταφῆς
ἄμοιροι καταλείπονται, δαπανῶνται δὲ ὑπὸ θηρίων ἢ
οἰωνῶν, ὅταν περὶ τά ὁμοειδῆ τῶν ζῳδίων οἱ κακοποιοὶ
τύχωσι μηδενὸς τῶν ἀγαθοποιῶν τῷ ὑπὸ γῆν ἢ τοῖς ἀναιρετικοῖς
τόποις μαρτυρήσαντος. ἐπὶ ξένης δὲ οἱ θάνατοι,
Ἐφωδευμένου δὲ ἡμῖν κεφαλαιωδῶς τοῦ τύπου τῆς
καθ’ ἕκαστον εἶδος ἐπισκέψεως μέχρι μόνον αὐτῶν, ὥσπερ
έν ἀρχῇ προεθέμεθα, τῶν καθ’ ὅλα μέρη λαμβανομένων
πραγματειῶν λοιπὸν ἂν εἴη προσθεῖναι κατὰ τὸν αὐτὸν
τρόπον, ὅσα καὶ περὶ τὰς τῶν χρόνων διαιρέσεις ὀφείλει
θεωρηθῆναι φυσικῶς καὶ ἀκολούθως ταῖς ἐπὶ μέρους
ἐκτεθειμέναις πραγματείαις.
ὥσπερ τοίνυν καὶ ἐπὶ πάντων
ἁπλῶς τῶν γενεθλιαλογικῶν τόπων προυφέστηκέ τις
τῶν ἐπὶ μέρους εἱμαρμένη μείζων, ἡ τῆς τῶν χωρῶν αὐτῶν,
ᾗ τὰ καθ’ ἕκαστον ὁλοσχερῶς θεωρούμενα περὶ τὰς
γενέσεις ὑποπίπτειν πέφυκεν, ὡς τά τε περὶ τὰς τῶν
καὶ δεῖ τὸν φυσικῶς
ἐπισκεπτόμενον ἀεὶ τῆς πρώτης καὶ κυριωτέρας αἰτίας
κρατεῖν, ὅπως μὴ κατὰ τὸ τῶν γενέσεων παρόμοιον λάθῃ
τὰς καθόλου τῆς εἱμαρμένης περιστάσεις, εἶτα τὰς κατὰ μέρος
πρὸς τὸ μᾶλλον ἢ ἧττον ἐφαρμόζειν·
τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν χρονικῶν διαιρέσεων τὰς τῶν ἡλικιῶν
διαφορὰς καὶ ἐπιτηδειότητας πρὸς ἕκαστα τῶν ἀποτελεσμάτων
ἀναγκαῖον προυποτίθεσθαι καὶ σκοπεῖν, ὅπως
μὴ κατὰ τὸ κοινὸν καὶ ἁπλοῦν τῶν πρὸς τὴν ἐπίσκεψιν
θεωρουμένων συμβατικῶν λάθωμεν αὐτούς ποτε τῷ μὲν
κατὰ τὸ παρόμοιον καὶ ἐνδεχόμενον τῶν ταῖς
ἡλικίαις συμφύλων ἐφαρμόζωμεν·
ἔστι γὰρ ἐπιβολὴ μία καὶ ἡ αὐτὴ πάντων ἐπὶ τῶν χρονικῶν διαφορῶν τῆς
καθόλου φύσεως τῶν ἀνθρώπων ἐχομένη καθ’ ὁμοιότητα
καὶ παραβολὴν τῆς τάξεως τῶν ἑπτὰ πλανωμένων ἀρχομένη
μὲν ἀπὸ τῆς πρώτης ἡλικίας καὶ τῆς πρώτης ἀφ’
ἡμῶν σφαίρας, τουτέστι τῆς σεληνιακῆς, λήγουσα δὲ ἐπὶ
τὴν πυμάτην τῶν ἡλικιῶν καὶ τῶν πλανωμένων σφαιρῶν
τὴν ὑστάτην, Κρόνου δὲ προσαγορευομένην, καὶ συμβέβηκεν
ὡς ἀληθῶς ἑκάστῃ τῶν ἡλικιῶν τὰ οἰκεῖα τῇ φύ-
μέχρι μὲν γὰρ τῶν πρώτων σχεδόν που τεσσάρων ἐτῶν
κατὰ τὸν οἰκεῖον ἀριθμὸν τῆς τετραετηρίδος τὴν τοῦ
βρέφους ἡλικίαν ἡ σελήνη λαχοῦσα τήν τε ὑγρότητα
καὶ ἀπηξίαν τοῦ σώματος καὶ τὸ τῆς αὐξήσεως ὀξὺ καὶ
τὸ τῶν τροφῶν ὡς ἐπίπαν ὑδατῶδες καὶ τὸ τῆς ἕξεως
εὐμετάβολον καὶ τὸ τῆς ψυχῆς ἀτελὲς καὶ ἀδιάρθρωτον
ἀπειργάσατο τοῖς περὶ τὸ ποιητικὸν αὐτῆς συμβεβηκόσιν
ἐπὶ δὲ τὴν ἑξῆς δεκαετίαν τὴν παιδικὴν ἡλικίαν δεύτερος
καὶ δευτέραν λαχὼν ὁ τοῦ Ἑρμοῦ ἀστὴρ τοῦ καθ’
ἥμισυ μέρους τοῦ τῆς εἰκοσαετηρίδος ἀριθμοῦ, τότε διανοητικὸν
καὶ λογικὸν τῆς ψυχῆς ἄρχεται διαρθροῦν ὥσπερ
καὶ τοῖς πρώτοις γυμνασίοις ἐγείρων τὰς ψυχάς.
ὁ δὲ τῆς Ἀφροδίτης τὴν μειρακιώδη καὶ τρίτην
ἡλικίαν παραλαβὼν ἐπὶ τὴν ἑξῆς ὀκταετίαν κατὰ τὸν
φλεγμονῆς ἀπάτη καὶ τοῦ προπετοῦς ἀβλεψία.
τὴν δὲ τετάρτην καὶ τάξει μέσην ἡλικίαν τὴν νεανικὴν λαβὼν ὁ τῆς μέσης σφαίρας κύριος ἥλιος ἐπὶ τὰ τῆς ἐννεακαιδεκαετηρίδος ἔτη τὸ οἰκοδεσποτικὸν ἤδη καὶ αὐθεντικὸν τῶν πράξεων ἐμποιεῖ τῇ ψυχῇ
βίου τε καὶ
μετὰ δὲ τὸν ἥλιον ὁ τοῦ Ἄρεως πέμπτος ἐπιλαβὼν
τὸ τῆς ἡλικίας ἀνδρῶδες ἐπὶ τὰ ἴσα τῆς ἰδίας περιόδου
πεντεκαίδεκα ἔτη τὸ αὐστηρὸν καὶ κακόπαθον εἰσάγει
τοῦ βίου, μερίμνας τε καὶ σκυλμοὺς ἐμποιεῖ τῇ ψύχῃ καὶ
τῷ σώματι, καθάπερ αἴσθησίν τινα ἤδη καὶ ἔννοιαν ἐνδιδοὺς
τῆς παρακμῆς καὶ ἐπιστρέφων πρὸς τὸ πρὶν ἐγγὺς
ἐλθεῖν τοῦ τέλους ἀνύσαι τι λόγου ἄξιον μετὰ πόνου
τῶν μεταχειριζομένων.
ἕκτος δὲ ὁ τοῦ Διὸς τὴν πρεσβυτικὴν ἡλικίαν λαχὼν
ἐπὶ τὴν τῆς ἰδίας περιόδου πάλιν δωδεκαετίαν τὸ μὲν
αὐτουργὸν καὶ ἐπίπονον καὶ ταραχῶδες καὶ παρακεκινδυνευμένον
τῶν πράξεων ἀποστρέφεσθαι ποιεῖ, τὸ δὲ
εὔσχημον καὶ προνοητικὸν καὶ ἀνακεχωρηκός, ἔτι δὲ ἐπιλογιστικὸν
πάντων καὶ νουθετικὸν καὶ παραμυθητικὸν
ἀντεισάγει τιμῆς τότε μάλιστα καὶ ἐπαίνου καὶ ἐλευθεριότητος
ἀντιποιεῖσθαι παρασκευάζων μετ’ αἰδοῦς καὶ
σεμνοπρεπείας.
τελευταῖος δὲ ὁ τοῦ Κρόνου τὴν ἐσχάτην καὶ γεροντικὴν
ἡλικίαν ἐκληρώθη μέχρι τῶν ἐπιλοίπων τῆς ζωῆς
χρόνων καταψυχομένων ἤδη καὶ ἐμποδιζομένων τῶν τε
φύσιν παρακμῆς ἐπιγινομένης τῷ βίω κατεσκληκότι καὶ
ἀθύμῳ καὶ ἀσθενικῷ καὶ εὐπροσκόπῳ καὶ πρὸς πάντα
δυσαρέστῳ κατὰ τὸ οἰκεῖον τῆς τῶν κινήσεων
νωχελίας.
αἱ μὲν οὖν κατὰ τὸ κοινὸν καὶ καθόλου τῆς φύσεως
θεωρούμεναι τῶν χρόνων ἰδιοτροπίαι τοῦτον τὸν τρόπον
ἀλλὰ τὴν μὲν
ἀπὸ τοῦ ὡροσκόπου πρὸς τὰ σωματικὰ τῶν συμπτωμάτων
διαγωγάς, οἷον πράξεις, φιλίας, τεκνοποιίας·
οὕτω γὸ(??) ἂν ἐν τοῖς αὐτοῖς καιροῖς οὐχ εἷς ἔσται ἤτοι ἀγαθοποιὸς
ἢ κακοποιὸς κύριος αὐτῶν πολλῶν ὡς ἐπὶ τὸ πολὺ συμβαινόντων
ὑπὸ τοὺς αὐτοὺς χρόνους ἐναντίων συμπτωμάτων,
ὡς ὅταν τις ἀποβαλὼν πρόσωπον οἰκεῖον λάβῃ
οὐ γὰρ τὸ αὐτὸ σώματος καὶ ψυχῆς καὶ κτήματος καὶ ἀξιώματος καὶ τῶν συμβαινόντων ἀγαθῶν ἢ κακῶν, ὡς ἐξ
ἀνάγκης ἐν ἅπασι τούτοις εὐτυχεῖν τινα ἢ πάλιν ἀτυχεῖν,
ἀλλὰ συμβαίνειν μὲν ἂν ἴσως καὶ τὸ τοιοῦτον ἐπὶ τῶν
τέλεον εὐδαιμονιζομένων ἢ ταλανιζομένων καιρῶν, ὅταν
ἐν ἁπάσαις ἢ ταῖς πλείσταις ἀφέσεσι συνδράμωσιν ὑπαντήσεις
ἀγαθοποιῶν πάντων ἢ πάλιν κακοποιῶν, σπανίως
δὲ διὰ τὸ τῆς ἀνθρωπίνης φύσεως, ἀτελὲς μὲν πρὸς ἑκατέραν
τῶν ἀκροτήτων, εὐκατάφορον δὲ πρὸς τὴν ἐκ τῆς
ἐναλλαγῆς τῶν ἀγαθῶν καὶ κακῶν συμμετρίαν.
τοὺς μὲν οὖν ἀφετικοὺς τόπους κατὰ τὸν εἰρημένον τρόπον διακρινοῦμεν,
τοὺς δὲ ἐν ταῖς ἀφέσεσιν ὑπαντῶντας οὐ
μόνον πάλιν τοὺς ἀναιρετὰς ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς
καὶ πρῶτον μὲν δοτέον τοὺς
χρόνους καθ᾿ ἑκάστην ἄφεσιν τῷ κατ’ αὐτῆς τῆς ἀφετικῆς
μοίρας τυχόντι ἢ συσχηματισθέντι, ἐὰν δὲ μὴ οὕτως
ἔχῃ, τῷ τὴν ἔγγιστα προήγησιν ἐπιλαβόντι μέχρι τοῦ τὴν
μένων εἰς οἰκοδεσποτείαν καὶ τῶν τὰ ὅρια ἐπεχόντων
ἀστέρων.
δοτέον δὲ πάλιν ταῖς τῶν διαστάσεων μοίραις
ἔτη κατὰ μὲν τὴν τοῦ ὡροσκόπου ἄφεσιν ἰσάριθμα τοῖς
τοῦ οἰκείου κλίματος χρόνοις ἀναφορικοῖς, κατὰ δὲ τὴν
μεσουρανήσεων, κατὰ δὲ τὰς ἀπὸ λοιπῶν ἀνάλογον τῷ
πρὸς τὰ κέντρα συνεγγισμῷ τῶν ἀναφορῶν ἢ καταφορῶν
ἢ συμμεσουρανήσεων, καθάπερ καὶ ἐπὶ τῶν τῆς ζωῆς
χρόνων διωρισάμεθα.
τοὺς μὲν οὖν καθολικοὺς χρονοκράτορας
ληψόμεθα τὸν εἰρημένον τρόπον, τοὺς δ’ ἐνιαυσίους
ἐκβάλλοντες τὸ πλῆθος τῶν ἀπὸ τῆς γενέσεως
ἐτῶν ἀφ’ ἑκάστου τῶν ἀφετικῶν τόπων εἰς τὰ ἑπόμενα
κατὰ ζῴδιον ἓν καὶ τοῦ συντελειουμένου ζῳδίου τὸν
οἰκοδεσπότην συμπαραλαμβάνοντες, τὸ δ’ αὐτὸ καὶ ἐπὶ
τῶν μηνῶν ποιήσομεν ἐκβάλλοντες πάλιν καὶ τούτων τὸ
ἀπὸ τοῦ γενεθλιακοῦ μηνὸς πλῆθος ἀπὸ τῶν τὴν κυρίαν
τοῦ ἔτους λαβόντων τόπων, κατὰ ζῴδιον μέντοι ἡμέρας
προσεκτέον δὲ καὶ ταῖς ἐπεμβάσεσι ταῖς πρὸς τοὺς τῶν χρόνων τόπους
γινομέναις ὡς οὐ τὰ τυχόντα καὶ αὐταῖς συλλαμβανομέναις
πρὸς τά τῶν καιρῶν ἀποτελέσματα, καὶ μάλιστα ταῖς
μὲν τοῦ Κρόνου πρὸς τοὺς καθολικοὺς τῶν χρόνων τόπους,
ταῖς δὲ τοῦ Διὸς πρὸς τοὺς τῶν ἐνιαυσιαίων, ταῖς
δὲ τοῦ ἡλίου καὶ ταῖς τοῦ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ
πρὸς τοὺς τῶν μηνιαίων, ταῖς δὲ τῆς σελήνης παρόδοις
πρὸς τοὺς τῶν ἡμερησίων,
καὶ ὡς τῶν μὲν καθολικῶν χρονοκρατόρων κυριωτέρων ὄντων πρὸς τὴν τοῦ
ἀποτελέσματος τελείωσιν, τῶν δὲ ἐπὶ μέρους συνεργούντων
ἢ ἀποσυνεργούντων κατὰ τὸ οἰκεῖον ἢ ἀνοίκειον τῶν
φύσεων, τῶν δὲ ἐπεμβάσεων τὰς ἐπιτάσεις καὶ τὰς ἀνέσεις
τῶν συμπτωμάτων ἀπεργαζομένων·
τὸ μὲν γὰρ καθόλου τῆς ποιότητος ἴδιον καὶ τὴν τοῦ χρόνου παράτασιν
ὅ τε τῆς ἀφέσεως τόπος καὶ ὁ τῶν καθολικῶν χρόνων
κύριος μετὰ τοῦ τῶν ὁρίων διασημαίνει διὰ τὸ συνοικειοῦσθαι
τῶν ἀστέρων ἕκαστον ἐπ’ αὐτοῖς τοῖς τῆς γενέσεως
τόποις, ὧν ἂν ἀπ’ ἀρχῆς ἔτυχον λαβόντες τὴν οἰκοδεσποτείαν,
τὸ δέ, πότερον ἀγαθὸν ἢ τοὐναντίον ἔσται
τὸ σύμπτωμα, καταλαμβάνεται διὰ τῆς τῶν χρονοκρατόρων
φυσικῆς τε καὶ, συγκρατικῆς ἰδιοτροπίας εὐποιητι-
μενον τόπον συνοικειώσεως ἢ ἀντιπαθείας, τὸ δέ,
ἐν
καὶ σελήνης πρὸς τὰ ἐνιαύσια καὶ μηνιαῖα τῶν ζῳδίων·
οἰ μὲν γὰρ συμφώνως ἔχοντες πρὸς τοὺς διατιθεμένους
τόπους ἀπὸ τῆς έν τῇ γενέσει καταρχῆς καὶ κατὰ τὰς
ἐπεμβάσεις συμφώνως αὐτοῖς συσχηματισθέντες ἀγαθῶν
ἐὰν ἐναντιωθῶσι, φαύλων, οἱ δὲ ἀσυμφώνως καὶ παρ’
αἵρεσιν διαμηκίσαντες μὲν ἢ τετραγωνίσαντες ταῖς παρ-
όδοις, κακῶν εἰσιν παραίτιοι, κατὰ δὲ τοὺς ἄλλους σχη-
ματισμοὺς οὐκέτι.
κᾶν οἱ αὐτοὶ καὶ τῶν χρόνων καὶ τῶν,
ἐπεμβάσεων κυριεύσωσιν ἀστέρες, ὑπερβάλλουσα καὶ
ἄκρατος γίνεται ἡ τοῦ ἀποτελέσματος φύσις, ἐάν τε ἐπὶ
τὸ ἀγαθὸν ἐάν τε ἐπὶ τὸ φαῦλον ῥέπῃ, πολὺ δὲ πλεῖον,
ἐὰν μὴ μόνον διὰ τὸ χρονοκράτορας εἶναι κυριεύσωσι
τοῦ τῆς αἰτίας εἴδους, ἀλλὰ καὶ διὰ τὸ κατ’ αὐτὴν τὴν
ἀρχὴν τῆς γενέσεως τὴν οἰκοδεσποτείαν αὐτοῦ τετυχηκέ-
ναι. κατὰ πάντα δὲ ὁμοῦ δυστυχοῦσιν ἢ εὐτυχοῦσιν, ὅταν
ὁ μὲν οὖν
τύπος, τῆς τῶν καιρῶν ἐπισκέψεως τοσοῦτός τις ἂν εἴη.
τὰ δὲ εἴδη τῶν ἀποτελεσμάτων τῶν συμβαινόντων κατὰ
καὶ τῆς αἰτίας τῆς ἐκ τῆς συγκράσεως.
ADDENDVM
Ad Claudii Ptolemei operum fragmenta a Ludovico Heiberg collecta (P. opp. 11, 263—270) addendum est: in Aristotelem de Caelo p. 506, 16—21 ed. ἐγκαλεῖ δὲ αὐτοῖς ὁ Πτολεμαῖος καὶ ὡς πολὺ πλῆθος σφαι- ρῶν εἰσάγουσι μόνης ἕνεκα τῆς συναποκαταστάσεως τῶν ἑπτὰ πλανήτων πρὸς τὴν περιφορὰν τῆς ἀπλανοῦς καὶ τὸ λέγειν τὰς περιεχομένας ταῖς περιεχούσαις καὶ τὰς ἐσχάτας ταῖς ὑπὲρ αὐτὰς αἰτίας εἶναι. τῆς συναποκαταστάσεως, καίτοι τῆς φύσεως ἀεὶ τὰ ἀνωτέρω τοῖς κατωτέρω αἴτια ποιούσης τῆς κινήσεως
Quod fragmentum a Neugebauer et Cherniss nuperrime repertum non ad synt. ΙΧ 2, quem locum Heiberg in apparatu critico affert, sed ad Ὑποθέσεων τῶν πλανωμένων Β΄ arabice tantum nobis traditum, referendum est. (cf. P. opp. II, 118, 20–31)