Lace v. 0.6.18 copyright 2013-2020, Bruce Robertson, Dept. of Classics, Mount Allison University. Developed through the support of the NBIF.
The following text is encoded in accordance with EpiDoc standards and with the CTS/CITE Architecture
τεῖδ’ ἔνεστι πολλὰ καὶ παντοῖα, τοῖς χρήσαιό κα
πστὶ φίλον, ποτ’ ἐχθρόν, ἐν δίκαι λέγων, ἐν ἁλίαι,
ποτὶ πονηρόν, ποτὶ καλόν τε κἀγαθόν, ποτὶ ξένον,
πστὶ δύσηριν, ποτὶ πάροινον, ποτὶ βάναυσον, εἴτε τις
ἄλλ’ ἔχει κακόν τι. καὶ τούτοισι κέντρα τεῖδ’ ἐνό,
ἐν δὲ καὶ γνῶμαι σοφαὶ τεῖδ(ε), αἷσιν εἰ πίθοιτό τις,
δεξιώτερός τέ κ’ εἴη βελτίων τ’ ἐς πάντ’ ἀνήρ.
κοὔ τι πολλὰ δεῖ λέγειν, ἀλλ’ ἓμ μόνον, τοῦτ’ ὦν ἔπος
ποτὸ πρᾶγμα ποτιφέροντα τῶνδ’ ἀεὶ τὸ συμφέρσν.
αἰτίαν γὰρ ἦχον, ὡς ἄλλως μὲν εἴην δεξιός,
μακρολόγος δ’ οὔ κα δυναίμαν ἐμ βραχεῖ γνώμας λέγειν.
ταῦτα δὴ γῶν εἰσακούσας συντίθημι τὰν τέχναν
τάνδ’ ὅπως εἴπηι τι〈ς〉. Ἐπῖχαρμος σοφός τις ἐγένετο,
〈πόλλ’ ὃς εἶ〉π’ ἀστεῖα καὶ παντοῖα καθ’ ἓν 〈ἔπος〉 λέγων,
〈πεῖραν〉 αὐταυτοῦ διδούς, ὡς καὶ β〈ραχέα λέγειν ἔχει〉.
— ἀλλ’ ἀεί τοι θεοὶ παρῆσαν, χὐπέλιπον οὐ πώποκα,
καί·
τάδε δ’ ἀεὶ πάρεσθ’ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί.
— ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν.
— πῶς δέ κα; μὴ ἔχον γ’ ἀπὸ τίνος μηδ’ ἐς ὃ τι πρᾶτον μόλοι.
— οὐκ ἄρ’ ἔμολε πρᾶτον οὐθέν; — οὐδὲ μὰ Δία δεύτερον
τῶνδέ τ’ ὧν ἁμὲς νῦν ὧδε λέγομες, ἀλλ’ ἀεὶ τάδ’ ἦς.
〈αἰ〉 πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῆις, πὸτ ἄρτιον,
[
ποτθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν,
ἧ δοκεῖ κά τοί γ’ 〈ἔθ’〉 ωὑτὸς εἶμεν; οὐκ ἐμίν γά κα.
— οὐδὲ μὰν οὐδ’ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν
λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ’ ἐόντος ἀποταμεῖν,
ἔτι χ’ ὑπάρχοι κῆνο τὸ μέτρον; — οὐ γάρ. — ὧδε νῦν ὅρη
καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθ’, ὁ δὲ γα μὰν φθίνει,
ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον.
ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ’ ἐν ταὐτῶι μένει,
ἕτερον εἴη κα τόδ’ ἤδη τοῦ παρεξεστακότος,
καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καί νυν ἄλλοι τελέθομες,
καὖθις ἄλλοι κοὔποχ’ ωὑτοὶ καττὸν 〈αὐτὸν αὖ〉 λόγον.’
ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυπί· ῾φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι, οἷον ἀκούουσαν, βλέπουσαν· τὰ δ’ αὐτὴν καθ’ αὑτὴν ἐνθυμεἶσθαι, μηδὲν τῶι σώματι χρωμένην. διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. ὦν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ’ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἶον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ νησιν’ δεύ– τερον αὐτὸ καθ’ αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι. τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσὶν, οἷον ἐπιστήμην ἢ μέγεθος ἤ δεσποτείαν, ἐνθυμουμένους ὅτι τὰ παρ’ ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείναις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ. ἔστι δὲ τῶν εἰδῶν ἕν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές· διὸ καὶ φησιν
Πλάτων ἐν τῆι περὶ τῶν ἰδεῶν ὑπολήψει
— ἆρ’ ἔστιν αὔλησίς τι πραγμα; — πάνυ μὲν οὖν.
ἄνθρωπος οὖν αὔλησίς ἔστην — οὐθαμῶς.
— φέρ(ε) ἴδω, τί δ’ αὐλητάς, τίς εἶμὲν τοι δοκεῖ;
ἄνθρωπος, ἢ οὐ γάρ, — πάνυ μὲν οὖν. — οὐκ οὖν δοκεῖς
οὕτως ἔχειν 〈κα〉 καὶ περὶ τάγαθοθ; τὸ μὲν
ἀγαθὸν τὸ πρᾶγμ(α) εἶμεν καθ’ αὔθ’· ὅστις δὲ κα
εἰδῆι μαθών τῆν(ο), ἀγαθὸς ἦδη γίγνεται.
ὥσπερ γάρ ἐστ’ αὔλησιν αὐλητὰς μαθών
ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν,
ἢ πᾶν γ’ ὁμοίως τῶν τοιούτων ὃ τι τὺ λῆις,
οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν.
Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ’ ἕν μόνον,
καὶ πάλιν·
ἀλλ’ ὅσσα περ ζῆι, πάντα καὶ γνώμαν ἔχει.
καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος,
αἰ λῆις καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα
ζῶντ(α), ἀλλ’ ἐπώιζει καὶ ποιεῖ ψυχὰν ἔχειν.
τὸ δὲ σοφὸν ἁ φύσις τόδ’ οἶδεν ὡς ἔχει
μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο.
θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ’ οὕτω λέγειν,
καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν ὁ Ἄλκιμος, παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγενομένην ὠφέλειαν. ὅτι δ’ οὐδ’ αὑτὸς Ἐ. ἠγνόει τὴν αὐτοῦ σοφίαν, μαθεῖν ἔστι κὰκ τούτων ἐν οἰς τὸν ζηλώσοντα προμαντεύεται·
καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν
καλῶς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνί
κάλλιστον εἶμεν φαίνεται, καὶ βοῦς βοΐ,
ὄνος δ(ὲ) ὄνωι κάλλιστον, ὗς δὲ θην ὑί.
ὡς δ(ὲ) ἐγὼ δοκέω, δοκέων γὰρ σάφα ἴσαμι τοῦθ’, ὅτι
τῶν ἐμῶν μνάμα ποκ’ ἐσσεῖται λόγων τούτων ἔτι.
καὶ λαβών τις αὐτὰ περιδύσας τὸ μέτρον ὃ νῦν ἔχει,
εἷμα δοὺς καὶ πορφυροῦν, λόγοισι ποικίλας καλοῖς,
δυσπάλαιστος ὢν τὸς ἄλλως εὐπαλαίστους ἀποφανεῖ.
ἀλλὰ μὰν ἐγὼν ἀνάγκαι ταῦτα πάντα ποιέω·
οἴομαι δ’οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄταν ἔχων.
ὁ μὲν Ἐπιχαρμος τοὺς θεοὺς εἶναι λέγει
ἀνέμους, ὕδωρ γῆν, ἥλιον, πῦρ, ἀστέρας·
ἐγὼ δ’ ὑπέλαβον χρησίμους εἶναι θεσύς
τὰργύριον ἡμῖν καὶ τὸ χρυσίον μόνους.
συνεκρίθη καὶ διεκρίθη κἀπῆλθεν ὅθεν ἦλθεν πάλιν,
γᾶ μὲν εἰς γᾶν, πνεῦμα δ’ ἄνω· τί τῶνδε χαλεπόν; οὐδὲ ἔν.
ἅ γα φύσις ἀνδρῶν τί ὦν; ἀσκοὶ πεφυσιαμένοι.
ἀποθανεῖν 〈μὴ εἶ〉η, τεθνάκειν δ’ οὐκ ἐμίν 〈γα〉 διαφέρει.
νοῦς ὁρῆι καὶ νοῦς ἀκούει· τἆλλα κωφὰ καὶ τυφλά.
νᾶφε καὶ μέμνασ’ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν.
τὰ πρὸ τοῦ δύ’ ἄνδρες ἔλεγον, εἶς ἐγὼν ἀποχρέω.
ὁ τρόπος ἀνθρώποισι δαίμων ἀγαθός, οἷς δὲ καὶ κακός.
ἐφόδιον θνατοῖς μέγιστόν ἐστιν εὐσεβὴς βίος.
ἀνδρὶ δ’ ὑγιαίνευν ἄριστόν ἐστιν, ὥς γ’ ἐμὶν δοκεῖ.
θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.
γνῶθι πῶς ἄλλωι κέχρηται . . .
εὐσεβὴς νόωι πεφυκὼς οὐ πάθοις κ’ οὐδὲν κακὸν
κατθανών· ἄνω τὸ πνεῦμα. διαμενεῖ κατ’ οὐρανόν.
οὐδὲν ἐκφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν σε δεῖ·
αὐτός ἐσθ’ ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δ’ οὐδὲν θεός.
ὡς πολὺν ζήσων χρόνον χώς ὀλίγον, οὕτως διανοοῦ.
ἐγγύα 〈δ’〉 ἄτας 〈γα〉 θυγάτηρ, ἐγγύας δὲ ζαμία.
καθαρὸν ἂν τὸν νοῦν ἔχηις, ἅπαν τὸ σῶμα καθαρὸς εἰ.
αἴ τί κα ζατῆις σοφόν, τᾶς νυκτὸς ἐνθυμητέον.
καί·
πάντα τὰ σπουδαῖα νυκτὸς μᾶλλον ἐξευρίσκεται.
οὐ λέγειν τύ γ’ ἐσσὶ δεινός, ἀλλὰ σιγᾶν ἀδύνατος.
ἁ δὲ χεὶρ τὰν χεῖρα νίζει· δός τι καὶ λάβοις τί κα.
(πρὸς τὸν ἄσωτον) οὐ φιλάνθρωπος τύ γ’ ἔσσ’· ἔχεις νόσον, χαίρεις διδούς.
ποτὶ [τὸν] πονηρὸν οὐκ ᾄχρηστον ὅπλον ἁ πονηρία.
ἁ δὲ μελέτα φύσιος ἀγαθᾶς πλέονα δωρεῖται, φίλοι.
τίς δὲ κα λώιη γενέσθαι μὴ φθονούμενος, φίλοι;
δῆλον ὡς ἀνὴρ παρ’ οὐδὲν ἐσθ’ ὁ μὴ φθονούμενος·
τυφλὸν ἠλέησ’ ίδών τις, ἐφθόνησε δ’ οὐδὲ εἴς.
σώφρονος γυναικὸς ἀρετὰ τὸν συνόντα μὴ ἀδικεῖν [ἄνδρα].
τῶν πόνων πυλοῦσιν ἡμῖν πάντα τἀγάθ’ οἱ θεοί.
καὶ ἐν ἄλλωι δὲ τόπωι σησίν·
ὧ πονηρέ, μὴ τὰ μαλακὰ μῶσο, μὴ τὰ σκλήρ’ ἔχηις.
πρὸς τὸς 〈οὐ〉 πέλας πορεύου λαμπρὸν ἱμάτιον ἔχων,
καὶ φρονεῖν πολλοῖσι δόξεις, τυχὸν ἴσως 〈οὐδὲν φρογῶν〉.
τῶι λόγωι μὲν εὗ διέρχηι πάντα, τῷι δ’ ἔργωι κακῶς.
φύσιν ἔχειν ἄριστόν ἔστι, δεύτερον δὲ 〈μανθάνειν〉.
οὐ μετανοεῖν ἀλλὰ προνοεῖν χρὴ τὸν ἄνδρα τὸν σοφόν.
μὴ (ἐ)πὶ μικροῖς αὐτὸς αὐτὸν ὀξύθυμον δείκνυε.
ἐπιπολάζειν οὔ τι χρῆ τὸν θυμόν, ἀλλὰ τὸν νόον.
[οὐδὲ εἰς οὐδὲν μετ’ ὀργῆς κατὰ τρόπον βουλεύεται.
〈ἥκιστά γ’ ὅσ〉τις δυστυχῶν βίον τ’ ἔχων
〈μηδὲν καλόν〉 τε κἀγαθὸν ψυχᾶι διδῶι,
〈ἐγὼν μὲν αὐτὸ〉ν οὔτι φασῶ μακάριον,
〈φύλακα δὲ μ〉ᾶλλον χρημάτων καλῶν 〈κακὸν〉.εἰ δ’ εὐτυχῶν τις καὶ βίον κεκτημένος
μηδὲν δόμοισι τῶν καλῶν θηράσεται,
ἐγὼ μὲν αὐτὸν οὔποτ’ ὄλβιον καίω,
φύλακα δὲ μᾶλλον χρημάτων δυσδαίμονα.
quicunque, ait, minus delinquit optimus est vir: nemo est enim innocens, nemo reprehensionis expers.
et Euripides quicunque incontinentes sunt et redundat in eis malum inimicitiae et iniustitiae, mali sunt; in quibus autem opposita praevalent, virtute praediti; in aliis vero ita, quasi aequalis sit commixtio; ita ut nulli sint qui omnia mala habeant sine ullo bono.
visus Homerus adesse poeta
nam videbar somniare med ego esse mortuum
–⏒–⏒ terra corpus es at mentis ignis est.
istic est de sole sumptus ignis.
isque totus mentis est,
ut humores frigidae sunt humi, ut supra ostendi. quibus iunctis caelum et terra omnia exgenuerunt, quod per hos natura
terris gentis omnis peperit et resumit denuo
ut ait Ennius. quae
quae . . . . . . dat cibaria,
antiquis enim, quod nune G, C. 65 idem hi dei Caelum et Terra Iupiter et Iuno, quod ut ait Ennius
istic est is Iupiter quem dico, quem Graeci vocant
aerem; qui ventus est et nubes, inber postea,
atque ex imbre frigus, ventus post fit, aer denuo
haece propter Iupiter sunt ista quae dico tibi,
quia mortalis; 〈is〉 atque urbes belausque omnis iuvat.
ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ·
ζῶμεν [δὲ] ἀριθμῶι καὶ λογισμῶι· ταῦτα γὰρ σώιζει βροτούς.
ὁ λόγος ἀνθρώπους κυβερνᾶι κατὰ τρόπον σωίζει τ’ ἀεὶ.
ἐστιν ἀνθρώπωι λογισμός, ἔστι καὶ θεῖος λόγος·
ὁ δέ γε τἀνθρώπου πέφυκεν ἀπό γε τοῦ θείου λόγου,
〈καὶ〉 φέρει 〈πόρους ἑκάστωι〉 περὶ βίου καὶ τᾶς τρσφᾶς.
ὁ δέ γε ταῖς τέχναις ἁπάσαις συνέπεται θεῖος λόγος,
ἑκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον.
οὐ γὰρ ἄνθρωπος τέχναν τιν’ εὔρεν, ὁ δὲ θεὸς τοπάν.
καὶ πιεῖν ὕδωρ διπλάσιον χλιαρόν, ἡμίνας δύο.
εἰμὶ νεκρός· νεκρὸς δὲ κόπρος, γῇ δ’ ἡ κόπρος ἐστίν·
εἰ δ’ ἡ γῆ θεός ἐστ’, οὐ νεκρός, ἀλλὰ θεός.